… τούτων κατὰ τὸν δεύτερον ἐν Συρακούσαις Δίων … ὑπὸ Διονυσίου τυράννου ἐδολοφονήθη. κατὰ δὲ τὸν τρίτον Τιβουρτεῖνοι ὑπὸ Ῥωμαίων καταπολεμηθέντες ἑαυτοὺς παρέδοσαν.
ὀλυμπιάδι ἑβδόμηι καὶ ἑκατοστῆι ἐνίκα στάδιον Σμικρίνας Ταραντεῖνος, ἦρχον δʼ Ἀθήνησιν Ἀριστόδημος Θεσσαλός Ἀπολλόδωρος Καλλίμαχος. τούτων κατὰ τὸ τρίτον ἔτος ἐν Ῥώμηι τιμηταὶ πρῶτον ἐκ τοῦ δήμου ἡιρέθησαν.
ὀλυμπιάδι ὀγδόηι καὶ ἑκατοστῆι ἐνίκα στάδιον Πολυκλῆς Κυρηναῖος, ἦρχον δʼ Ἀθήνησι Θεόφιλος Θεμιστοκλῆς Ἀρχίας Εὔβουλος. ταύτης κατὰ τὸ πρῶτον ἔτος Πλάτων ὁ φιλόσοφος μετήλλαξεν καὶ Σπεύσιππος τὴν σχολὴν διεδέξατο. κατὰ δὲ τὸν δεύτερον Φίλιππος α … αξι …
ὀλυμπιάδι ἐνάτηι καὶ ἑκατοστῆι ἐνίκα στάδιον Ἀριστόλυκος Ἀθηναῖος, ἦρχον δʼ Ἀθήνησι Λυκίσκος Πυθόδοτος Σωσιγένης Νικόμαχος. ταύτης κατὰ δὲ τὸ δεύτερον ἔτος Διονύσιος ὁ δεύτερος τῆς Σικελίας τύραννος ἐκπεσὼν τῆς ἀρχῆς κατέπλευσεν εἰς Κόρινθον καὶ ἐκεῖ κατέμεινε γράμματα διδάσκων. κατὰ δὲ τὸν τέταρτον Βαγώας εὐνοῦχος Ὦχον τὸν βασιλέα τῶν Περσῶν δολοφονήσας τὸν νεώτατον αὐτοῦ τῶν υἱῶν Ἄρσην κατέστησε βασιλέα, αὐτὸς πάντα διοικῶν.
ὀλυμπιάδι δεκάτηι καὶ ἑκατοστῆι ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος, ἦρχον δʼ Ἀθήνησι Θεόφραστος Λυσιμαχίδης Χαιρώνδης Φρύνιχος. τούτων κατὰ τὸν πρῶτον Σαυνεῖται Ῥωμαίοις παρετάξαντο. κατὰ δὲ τὸν δεύτερον Λατεῖνοι ἐπὶ τοὺς Ῥωμαίους συνστάντες ἐπέβησαν. κατὰ δὲ τὸν τρίτον Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς τὴν ἐν Χαιρωνίαι ἐπιφανεστάτην μάχην Ἀθηναίους καὶ Βοιωτοὺς ἐνίκησεν, συμμαχοῦντος αὐτῶι τοῦ υἱοῦ Ἀλεξάνδρου καὶ ἀριστεύσαντος τότε. καὶ Ἰσοκράτης ὁ ῥήτωρ ἀπέθανεν, περὶ ἐνενήκοντα … ἔτη βιώσας … Βαγώας ὁ εὐνοῦχος Ἄρσην τὸν βασιλέα τῶν Περσῶν ἀπέκτεινεν σὺν τοῖς ἀδελφοῖς, καὶ Δαρεῖον τὸν Ἀρσάμου βασιλικοῦ γένους ὄντα βασιλέα ἀντὶ τοῦ Ἄρσου κατέστησε. τότε καὶ Ῥωμαῖοι ἐπὶ Λατείνους ἐστράτευσαν. κατὰ δὲ τὸν τέταρτον τὸ κοινὸν τῶν Ἑλλήνων συνελθόντες Φίλιππον αὐτοκράτορα στρατηγὸν εἵλαντο τοῦ πρὸς Πέρσας πολέμου.
ὀλυμπιάδι μιᾶι καὶ ἑκατοστῆι καὶ δεκάτηι ἐνίκα στάδιον Κλεόμαντις Κλειτόρειος, ἦρχον δʼ Ἀθήνησι Πυθόδηλος Εὐαίνετος Κτησικλῆς Νικοκράτης. τούτων κατὰ τὸν πρῶτον Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς ἀνηιρέθη ὑπὸ Παυσανίου ἑνὸς τῶν δορυφόρων, καὶ διεδέξατο αὐτὸν ὁ υἱὸς Ἀλέξανδρος· ὃς παραλαβὼν τὴν ἀρχὴν πρῶτον μὲν Ἰλλυριοὺς καὶ Παίονας καὶ ἄλλα βάρβαρα ἔθνη ἀποστάντα ἐχειρώσατο, ἔπειτα Θήβας δοριαλώτους λαβὼν κατέσκαψεν. ἐν δὲ Ῥώμηι αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι μὲν οὖσαι διὰ βίον κατηγορήθησαν ὡς ἐφθαρμέναι καὶ … α … σα … υξ … ν … κατὰ δὲ τὸν δεύτερον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς εἰς τὴν Ἀσίαν διαβὰς τὴν ἐπὶ Γρανίκωι μάχην ἐνίκησεν τοὺς Δαρείου βασιλέως Περσῶν στρατηγούς. κατὰ δὲ τὸν τρίτον ὁ αὐτὸς Ἀλέξανδρος παραταξάμενος Δαρείωι ἐν Ἰσσῶι τῆς Κιλικίας πάλιν αὐτὸν ἐνίκησεν, καὶ πολλὰς μυριάδας τῶν Περσῶν καὶ τῶν συμμάχων ἀπέκτεινεν, καὶ αἰχμαλώτους πολλοὺς ἔλαβεν καὶ λείαν πολλήν. τότε καὶ Ἀλέξανδρος ὁ Μολοσσὸς εἰς Ἰταλίαν διέβη βοηθήσων τοῖς ἐκεῖ Ἕλλησι. κατὰ δὲ τὸν τέταρτον Ῥωμαῖοι Καμπανοὺς … ἐποιήσαντο πολίτας Ῥώμης … ἄνευ ψήφου μεν …
ὀλυμπιάδι ἑκατοστῆι δωδεκάτηι ἐνίκα στάδιον Γρύλλος Χαλκιδεύς, ἦρχον δʼ Ἀθήνησι Νικήτης Ἀριστοφάνης Ἀριστοφῶν Κηφισοφῶν. ταύτης κατὰ τὸ πρῶτον ἔτος Ἀλέξανδρος ὁ Φιλίππου Τύρον εἷλεν, καὶ Αἴγυπτον παρέλαβεν, ἑκουσίως αὐτὸν προσδεξαμένων τῶν ἐνχωρίων διὰ τὸ πρὸς Πέρσας ἐχθρόν. τότε καὶ ἐκέλευσεν … επικμιος … ανα … αι … ἀνέβη εἰς Ἄμμωνος καὶ ἐν τῆι ἀναβάσει Παραιτόνιον κτίζει πόλιν. κατὰ δὲ τὸν τρίτον μάχη πάλιν συνέστη κατὰ Ἄρβηλα Ἀλεξάνδρου πρὸς Δαρεῖον, ἣν ἐνίκησεν Ἀλέξανδρος. τότε καὶ ἐδολοφονήθη Δαρεῖος ὑπὸ τῶν ἰδίων φίλων, καὶ ἡ Περσῶν ἀρχὴ κατελύθη διαμείνασα ἀπὸ τοῦ συστήσαντος αὐτὴν Κύρου ἔτη διακόσια τριάκοντα τρία.
ὀλυμπιάδι ἑκατοστῆι τρισκαιδεκάτηι Κρίτων Μακεδὼν ἐνίκα στάδιον, ἦρχον δʼ Ἀθήνησι Εὐθύκριτος Ἡγήμων Χρέμης Ἀντικλῆς. ἐν ταύτηι τῆι ὀλυμπιάδι ἐπὶ τέσσαρα ἔτη Ἀλέξανδρος τὰς λοιπὰς πράξεις διεπράξατο τὰ ἐν τῆι Ἀσίαι ἔθνη χειρούμενος.
ὀλυμπιάδι ἑκατοστῆι τεσσαρεσκαιδεκάτηι ἐνίκα στάδιον Μικίνας Ῥόδιος, ἦρχον δʼ Ἀθήνησιν Ἡγησίας Κηφισοφῶν Φιλοκλῆς Ἄρχιππος. ταύτης κατὰ τὸ πρῶτον ἔτος Ἀλέξανδρος ὁ βασιλεὺς μετήλλαξε ἄρξας ἔτη δέκα τρία, βιώσας δὲ ἔτη τριάκοντα τρία. κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖος ὁ Λάγου εἰς Αἴγυπτον πεμφθεὶς ἦρξε τῆς χώρας. κατὰ δὲ τὸ τ … ἴκαι.
ὀλυμπιάδι ἑκατοστῆι πεντεκαιδεκάτηι ἐνίκα στάδιον Δαμασίας Ἀμφιπολίτης, ἦρχον δʼ Ἀθήνησι Νέαιχμος Ἀπολλόδωρος Ἄρχιππος Δημογένης. τούτων κατὰ τὸν πρῶτον Ἀντίπατρος διαδεξάμενος τὴν ἐν Μακεδονίαι βασιλείαν ἐν Λαμίαι παραταξάμενος τοῖς Ἕλλησι κατεπολέμησεν αὐτούς. Ῥωμαῖοι δὲ παραταξάμενοι τοῖς Σαυνείταις ἡττήθησαν. κατὰ δὲ τὸν δεύτερον Ἀντίπατρος εἰς Ἀσίαν διαβὰς ἐπὶ Περδίκκαν τὸν δεύτερον διαμερισμὸν τοῖς διαδεχομένοις Ἀλέξανδρον ἐποίησεν, ἐν ὧι πάλιν Πτολεμαῖος ἦν. κατὰ δὲ τὸν τρίτον Ῥωμαῖοι παραταξάμενοι Σαυνείταις ἐνίκησαν καὶ τοὺς αἰχμαλωτισθέντας αὐτῶν ἐν τῆι προτέραι μάχηι ἀπέλαβον.
ὀλυμπιάδι ἑκατοστῆι ἑκκαιδεκάτηι ἐνίκα στάδιον Δημοσθένης Λάκων, ἦρχον δʼ Ἀθήνησι Δημοκλείδης Πραξίβουλος Νικόδωρος Θεόδωρος. τούτων κατὰ τὸν πρῶτον Ἀντίπατρος ἐτελεύτησεν, καὶ τὰ πράγματα διεδέξατο Πολυπέρχων, κα …