eul_wid: lke-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Philochorus of Athens

The Testimonies is a fragmentary reference work by the Athenian historian Philochorus, composed in the early Hellenistic period. Unlike a narrative history, it functioned as a collection of individual reports and attested facts pertaining to Athenian institutions, religious practices, and historical events. Its entries, which covered subjects such as the sacred ship Paralos and the judicial appeal process known as ephesis, were compiled from documentary and literary sources to serve as an authoritative resource for scholars and orators. The work survives only in eight quotations preserved within later Roman lexicographical texts and scholia, rendering its original scope and full contents unknown. The Testimonies belong to Philochorus's systematic antiquarian project to record and elucidate the traditions, laws, and cultic life of Athens for a contemporary educated audience.

Σοῦδα Φιλόχορος· Κύκνου Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος. γυνὴ δὲ αὐτῶι ἦν Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτηι νέον ὄντα· ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῆι Πτολεμαίου βασιλείαι. ἔγραψεν Ἀτθίδος βιβλία ιζ περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος Θεοῦ ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δ· Περὶ θυσιῶν α· περὶ τῆς Τετραπόλεως· Σαλαμῖνος κτίσιν· Ἐπιγράμματα Ἀττικά· Περὶ τῶν Ἀθήνησι ἀγώνων· Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλοδώρου· Ὀλυμπιάδας ἐν βιβλίοις β· Πρὸς τὴν Δήμωνος Ἀτθίδα· Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος· Ἐπιτομὴν τῆς Διονυσίου πραγματείας περὶ ἱερῶν· Περὶ τῶν Σοφοκλέους μύθων βιβλία ε· Περὶ Εὐριπίδου· Περὶ Ἀλκμᾶνος· Περὶ μυστηρίων τῶν Ἀθήνησι· Συναγωγὴν ἡρωίδων ἤτοι Πυθαγορείων γυναικῶν· Δηλιακά, βιβλία β· Περὶ εὑρημάτων· Περὶ καθαρμῶν· Περὶ συμβόλων.

Πρόκλος Φιλόχορος λέγει καὶ ἀμφότερος ἐξηγηταὶ τῶν πατρίων ἄνδρες.

Διονύσιος ὁ Ἁλικαρνασσεύς ἡμεῖς δὲ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου ... φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ... καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη.

Πλούταρχος οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλεινόδημοι, Δίυλλοι, Φιλόχορος, Φύλαρχος.

Κλήμης ὁ Ἀλεξανδρεύς Μελησαγόρου γὰρ ἔκλεψεν ... καὶ Ἀνδροτίων καὶ Φιλόχορος ......

Πλούταρχος Ἀλυρίου τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν ἄνευ μέτρου χρησμοὺς ἀναγεγραφότων.

Σοῦδα Πωλίων: ... σοφιστεύσας ἐν Ῥώμηι ἐπὶ Πομπηίου τοῦ Μεγάλου ... ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου Ἀτθίδος.