eul_wid: egu-aa
Fragments on TyrannyἈπόσπασμα περὶ Τυραννίδος
Thrasybulus Fragments on Tyranny PDF
| 1 | Περιάνδρῳ. |
| 2 | Τῷ μὲν κήρυκί σευ οὐδὲν ὑπεκρινάμην, ἀγαγὼν δὲ αὐτὸν ἐς λήιον τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο ὅ τί μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γ’ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην. τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή· ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων. |