ΑΓΡΟΙΚΟΙ
τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον νῦν ἐστε; λέγετε. τίνα τρόπον;
Β. ἡμεῖς τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
Α. βούλεσθε δῆτα τὸν ἐπιδέξιʼ; Β. ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια
λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι;
ὡς δʼ ἐστεφανώθην, ἡ τράπεζʼ ἐσῄρετο,
τοσαῦτʼ ἔχουσα βρώμαθʼ, ὅσα μὰ τοὺς θεοὺς
καὶ τὰς θεὰς οὐδʼ ἔνδον ὄντʼ ᾔδειν ἐγώ·
οὕτως παρέζων χρηστῶς οὐκ ἔζων τότε.
μεγάλʼ ἴσως ποτήρια
προπινόμενα καὶ μέστʼ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.
ΑΓΧΙΣΗΣ
οὐκ ἔστι δούλων, ὦγάθʼ, οὐδαμοῦ πόλις,
τύχη δὲ πάντα μεταφέρει τὰ σώματα.
πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
εἰς αὔριον δὲ Σουνιεῖς, εἶτʼ εἰς τρίτην
ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα στρέφει
δαίμων ἑκάστῳ.
ἡμιχρύσους
ΑΙΣΧΡΑ
ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετʼ ἐν πυρικτίτοισι γᾶς·
Τιμόθεος ἔφη ποτʼ, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
ΑΜΠΡΑΚΙΩΤΙΣ
ΑΝΤΕΡΩΝ
περιστέρια γὰρ εἰσάγων καὶ στρουθία
ΑΧΙΛΛΕΥΣ
κακομαθής
ΓΕΡΟΝΤΟΜΑΝΙΑ
τὴν ἐκ Κορίνθου Λαΐδʼ οἶσθα; Β. πῶς γὰρ οὔ;
τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη
Ἄντεια. Β. καὶ τοῦθʼ ἡμέτερον ἦν παίγνιον.
Α. νὴ τὸν Δίʼ ἤνθει τότε Λαγίσκιον, τότʼ ἦν
καὶ Θεολύτη μάλʼ εὐπρόσωπος καὶ καλή,
ὑπέφαινʼ ἐσομένη δʼ Ὤκιμον λαμπρὸν πάνυ.
καίτοι πολλοί γε πονοῦμεν.
τὸν ἀσύμβολον εὗρε γέλοια λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης.
ΔΙΔΥΜΟΙ
βρέτας
ΔΙΟΝΥΣΟΥ ΓΟΝΑΙ
ΕΛΕΝΗ
Α. ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε.
Β. ὦ Ἡράκλεις, ἀβελτερείου τεμενικοῦ.
Α. ἀλλʼ οὐδʼ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις.
ΕΡΕΧΘΕΥΣ
ΕΥΣΕΒΕΙΣ
ΖΩΓΡΑΦΟΙ
πυξίον λαβὼν κάθου.
κιννάβαρις
ΗΡΑΚΛΗΣ
ὁ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται,
ὡς δʼ εὐρύθμως λαβὼν τὸ μελετητήριον
εἶτʼ ἐσχεδίασε δριμέως ἐν . . παπαῖ,
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
κωδωνίσας πέμψαι σʼ ἀγωνιούμενον,
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.
ΘΕΤΤΑΛΟΙ
λιθάζειν
ΘΗΣΑΥΡΟΣ
ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
ὠνόμασεν ὀρθῶς, δεύτερον δʼ εἶναι καλόν,
τρίτον δὲ πλουτεῖν, τοῦθʼ, ὁρᾷς, ἐμαίνετο·
μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει·
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.
ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.
ΘΗΣΕΥΣ
ὅτε τὰς μορίας ἔτρωγεν, ὥσπερ καὶ Πλάτων.
παρθένοι παίζουσι πρὸς ἐλάφρʼ ἐξαλλάγματα.
ΙΩ
ΚΑΝΗΦΟΡΟΣ
ἅπαντές ἐσμεν πρὸς τὰ θεῖʼ ἀβέλτεροι,
κοὐκ ἴσμεν οὐδέν.
ΚΕΡΚΙΟΣ
ἐρυθρότερον καρῖδος ὀπτῆς σʼ ἀποφανῶ.
ΚΙΘΑΡΙΣΤΡΙΑ
βύστρα
ΚΥΝΗΓΕΤΑΙ
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
ΚΩΜΩΙΔΟΤΡΑΓΩΙΔΙΑ
γελασίνην
ΛΟΚΡΙΔΕΣ
λῆμμα καὶ ἀνάλωμα
ΛΥΚΟΥΡΓΟΣ
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων,
καὶ ψητταρίοις μετὰ κωθαρίων,
καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ΜΑΙΝΟΜΕΝΟΣ
ΜΕΛΙΛΩΤΟΣΝ
οὐ μανικόν ἐστʼ ἐν οἰκίᾳ τρέφειν ταὧς,
ἐξὸν τοσουτουὶ δύʼ ἀγάλματʼ ἀγοράσαι;
τὸ κυλικεῖον
ΝΗΡΕΥΣ
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον, τοῦ τʼ ἀμύμονος δέμας
θύννου τά τʼ ἄλλα βρώματʼ ἐξ ὑγρᾶς ἁλός,
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
γογγυσμός
ΝΗΡΗΙΔΕΣ
δὸς δὴ τὸν χόα
αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων.
Εὐριπίδης τις τήμερον γενήσεται.
ΟΔΥΣΣΕΥΣ
τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται,
αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
ἀπὸ τοῦ ταγήνου τʼ εὐθέως ἀφανίζεται.
ἐπὶ τίνα δʼ ὧδʼ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
τὰ στόματα τῶν νεωτέρων κατακάετʼ, ἢ
ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν;
ἀλλʼ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
ἢ μαινίδʼ; ὡραῖον δὲ μειρακύλλιον
ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται,
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
ἄγουσʼ ὑπʼ αὐτὰ σώματʼ ἀρίστου πύλας
ἀσύμβολον κλίνειν τʼ ἀναγκάζει φύσιν.
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετʼ, οἶδʼ ἀκριβῶς·
ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε·
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν.
λαμπρός τις ἐξελήλυθʼ, . . ὄλολυς οὗτός ἐστι·
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται·
χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν·
ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται·
τὰ πόλλʼ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
εἰς τοὺς καλοὺς δʼ ἄν τις βλέπῃ, καινὸς θεατροποιός·
ὑφείλετʼ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη·
ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων.
ΟΠΛΟΜΑΧΟΣ
μάγαδιν λαλήσω μικρὸν ἅμα σοι καὶ μέγαν.
λεπτοτέρως
ΠΑΝΔΑΡΟΣ
οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστʼ, ἔσει·
αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη,
ἄγκυρά τʼ ἐστὶν ἄντικρυς τοῦ σώματος.
Ἄρεος παιδίον
ΠΟΛΕΙΣ
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ·
οὔθʼ οἱ τρόποι γὰρ ὁμονοοῦσʼ οὔθʼ οἱ νόμοι
ἡμῶν, ἀπʼ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς·
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ.
οὐκ ἐσθίεις ὕειʼ, ἐγὼ δέ γʼ ἥδομαι
μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δʼ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκʼ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρʼ ὑμῖν δʼ, ὡς ἔοικʼ, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντʼ ἐὰν ἴδῃς,
κλάεις, ἐγὼ δʼ ἥδιστʼ ἀποκτείνας δέρω.
δύναται παρʼ ὑμῖν μυγαλῆ, παρʼ ἐμοὶ δέ γʼ οὔ.
ΠΡΩΤΕΣΙΛΑΟΣ
μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου,
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
κἂν ταῦτα ποιῆθʼ ὥσπερ φράζω,
λαμπροῖς δείπνοις δεξόμεθʼ ὑμᾶς,
οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν
βουβαυκαλόσαυλα γενέσθαι.
κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
στρώμαθʼ ἁλουργῆ μέχρι τῆς ἄρκτου·
δειπνεῖν δʼ ἄνδρας βουτυροφάγας,
αὐχμηροκόμας μυριοπληθεῖς·
τοὺς δὲ λέβητας χαλκοῦς εἶναι,
μείζους λάκκων δωδεκακλίνων·
αὐτὸν δὲ Κότυν περιεζῶσθαι
ζωμόν τε φέρειν ἐν χοῒ χρυσῇ,
καὶ γευόμενον τῶν κρατήρων
πρότερον μεθύειν τῶν πινόντων.
αὐλεῖν δʼ αὐτοῖς Ἀντιγενείδαν,
Ἀργᾶν δʼ ᾄδειν καὶ κιθαρίζειν
Κηφισόδοτον τὸν Ἀχαρνῆθεν,
μέλπειν δʼ ᾠδαῖς
τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
τοτὲ δʼ αὖ Θήβας τὰς ἑπταπύλους
τὰς ἁρμονίας μεταβάλλειν.
φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν
ἵππων ἀγέλας, αἰγῶν τʼ ἀγέλην,
χρυσοῦν τε σάκος
. . . φιάλην τε λεπαστήν,
Χίου τε πρόχουν, κέρχνων τε χύτραν,
βολβῶν τε σιρὸν δωδεκάπηχυν
καὶ πουλυπόδων ἑκατόμβην.
ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι
Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει.
τούτων δʼ ἔσται πολὺ σεμνότερον
καὶ λαμπρότερον παρὰ δεσποσύνοις
τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει
δόμος ἡμέτερος ποίων ἀγαθῶν;
οὐ σμύρνης καὶ Συρίας ὀδμαὶ
λιβάνου τε πνοαί; τερενοχρῶτες
μαζῶν ὄψεις, ἄρτων, ἀμύλων,
πουλυποδείων, χολίκων, δημοῦ,
φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων,
λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων,
ἐνθρυμματίδων, πτισάνης, ἀθάρης,
κυάμων, λαθύρων, ὤχρων, δολίχων,
μέλιτος, τυροῦ, χορίων, πυρῶν,
καρύων, χόνδρου.
κάραβοι ὀπτοί, τευθίδες ὀπταί,
κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,
μύραινʼ ἑφθή, κωβιοὶ ἑφθοί,
θυννίδες ὀπταί, φυκίδες ἑφθαί,
βάτραχοι, πέρκαι,
συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
γαλεός, κόκκυξ, θρίτται, νάρκαι,
ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
κνῆκος, ἐλᾶαι, στέμφυλʼ, ἄμητες,
πράσα, γήτειον, κρόμμυα, φυστή,
βολβοί, καυλοί, σίλφιον, ὄξος,
μάραθʼ, ᾠά, φακή, τέττιγες, ὀποί,
κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
πίνναι, λεπάδες, μύες, ὄστρεια,
κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις
ὀρνιθαρίων ἀφάτων πλῆθος,
νηττῶν, φαττῶν· χῆνες, στρουθοί,
κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
πελεκάν, κίγκλοι, γέρανος— Β. τουδὶ
τοῦ χάσκοντος διατειναμένη
διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
διακόψειεν τὸ μέτωπον.
οἶνοι δέ σοι λευκὸς . . .
γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας.
ΣΑΜΙΑ
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομʼ ἔχει.
ΣΑΤΥΡΙΑΣ
ὠτάρια
ΣΩΣΙΠΠΟΣ
πτόλιν
ΤΗΡΕΥΣ
ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας;
πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν
ὥσπερ Πολύευκτος ὁ καλός; Α. οὐ δῆτʼ, ἀλλʼ ὅτι
ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
ἀλλʼ οἷα νύμφη βασιλὶς ὠνομασμένη
μύροις Μεγαλλείοισι σῶμʼ ἀλείφεται.
ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσʼ ἄσμενοι.
ΥΒΡΙΣ
οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;
ΦΑΡΜΑΚΟΜΑΝΤΙΣ
ὅτι εἴμʼ ἀλαζών, τοῦτʼ ἐπιτιμᾷς; ἀλλὰ τί;
νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει.
ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
ΦΙΑΛΗΦΟΡΟΣ
τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὅστις γαμεῖν βουλεύετʼ, οὐ βουλεύεται
ὀρθῶς, διότι βουλεύεται χοὔτω γαμεῖ.
πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ.
ἢ γὰρ πένης ὢν τὴν γυναῖκα χρήματα
λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκʼ ἔτι,
ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δʼ αὖ λάβῃ
μηδὲν φερομένην, δοῦλος αὐτὸς γίνεται·
δεῖ γὰρ τὸ λοιπὸν ἀνθʼ ἑνὸς τρέφειν δύο.
ἀλλʼ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστʼ ἔτι,
οὐδʼ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν.
ἀλλʼ ἔλαβεν ὡραίαν τις· οὐδὲν γίνεται
μᾶλλόν τι τοῦ γήμαντος ἢ τῶν γειτόνων·
ὥστʼ οὐδαμῶς κακοῦ γʼ ἁμαρτεῖν γίνεται.
οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ,
τῶν φορτίων μέγιστον, ἀλλʼ ὃς ἂν φέρῃ
ἀγνωμόνως αὔθʼ, οὗτός ἐστιν αἴτιος·
οὐδʼ εὐκόλως, ἐνίοτε κοιμίζειν ποιεῖ
μεταλαμβάνων ἐπιδέξιʼ αὐτοῦ τὸν τρόπον
λύπην τʼ ἀφαιρῶν ἡδονήν τε προστιθείς,
λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει.
ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν· οἱ δʼ ἑαυτοῖσιν σοφοὶ
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθʼ ὅσʼ ἄν τις καινότητʼ ἔχειν δοκῇ.
ὅστις λόγους παρακαταθήκην γὰρ λαβὼν
ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν·
ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα,
ἀκρατής· ἴσως δέ γʼ εἰσὶν ἀμφότεροι κακοί.
χαλεπή, λέγω σοι, καὶ προσάντης, ὦ τέκνον,
ὁδός ἐστιν, ὡς τὸν πατέρʼ ἀπελθεῖν οἴκαδε
παρὰ τἀνδρός, ἥτις ἐστὶ κοσμία γυνή.
ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων.
τὸ νέκταρ ἐσθίω πάνυ
μάττων διαπίνω τʼ ἀμβροσίαν, καὶ τῷ Διὶ
διακονῶ, καὶ σεμνός εἰμʼ ἑκάστοτε
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
ἐὰν λούσησθε νῦν
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
τὸ βάρος, διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ προσώπου.
ὦ πονηρὰ καρδία,
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα.
μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει·
λάγνης γυναικός ἐστιν, οὐκ ἀνδρὸς τόδε.
Ἔρως σοφιστοῦ γίνεται διδάσκαλος
σκαιοῦ πολὺ κρείττων πρὸς τὸν ἀνθρώπων βίον.
ὑπὲρ σεαυτοῦ πρᾶτθʼ ὁτιοῦν, ἄν σοι δοκῇ,
ἐγὼ δʼ ὑπὲρ ἐμοῦ.
τὸ συνεχὲς ἔργου παντὸς εὑρίσκει τέλος.
καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον.
ἀρκτῆ, λεοντῆ, παρδαλῆ, μοσχῆ, κυνῆ.
οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.
ἡ πόλις ἐβούλεθʼ, ᾗ νόμων οὐδὲν μέλει.
ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.
ὡς δὴ παχεῖαν τὴν περιζώστραν ἔχει.
τρίκλινον δʼ εὐθέως συνήγετο
καὶ συναυλίαι γέροντι.
χοῦς κεκραμένος ψιθίου
πληγὴν ἔχων
ἀκολαστάσματα
τάχα
χορτασμόν
ᾠάρια
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.
τὴν ἀξίαν γὰρ δεῖ γαμεῖν τὸν ἄξιον.
φιάλας Ἄρεος
ὀρίγανον