---
title: On Similar and Different Words
title_greek: περὶ ὁμοίων καὶ διαφόρων λέξεων
author: Ammonius the Grammarian
eul_wid: swu-aa
eul_aid: swu
canonical: "https://eulogikon.org/works/ammonius-similar-different-words-swu-aa"
period: Late Antique
dialect: Atticizing Technical
domain: Grammar
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Similar and Different Words

*περὶ ὁμοίων καὶ διαφόρων λέξεων*

**Author:** Ammonius the Grammarian

**eul_wid:** `swu-aa` · [HTML page](https://eulogikon.org/works/ammonius-similar-different-words-swu-aa)

## Text

## ΑΜΜΩΝΙΟΥ ΠΕΡΙ ΟΜΟΙΩΝ ΚΑΙ ΔΙΑΦΟΡΩΝ ΛΕΞΕΩΝ Α ἄβαξ καὶ ἀβάκιον διαφέρει.

### 1

ἄβαξ μὲν γάρ, ἐφ’ οὗ τὰ πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ’ οὗ ψηφίζουσιν. ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπ’ ἀγαθῷ λαμβανόμενα.

### 2

ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπ’ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ γὰρ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν. ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. [5]

### 3

ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι‘. αὐτάγγελος δὲ ὁ τὰ ἀφ’ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ’ ἑτέρου. ἄγειν καὶ φέρειν διαφέρει. [5]

### 4

ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622)· ‘οἱ δ’ ἦγον 〈μὲν μῆλα〉, φέρον δ’ εὐήνορα οἶνον‘. ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν.

### 5

ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. ἀγροῖκος καὶ ἄγροικος διαφέρει. [5]

### 6

προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους. ἄγριος καὶ ἀγρεῖος διαφέρει.

### 7

ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος. ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει.

### 8

ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν. ἀγωνοθέται μὲν ἐπὶ τῶν σκην〈ικ〉ῶν λέγονται, ἀθλοθέται δὲ ἐπὶ τῶν γυμνικῶν.

### 10

ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη. ἀγόραιος καὶ ἀγοραῖος διαφέρει.

### 11

ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον. ἀδεὴς καὶ ἀδαὴς διαφέρει.

### 12

διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ α ὁ ἀμαθής. ἄελλα καὶ θύελλα διαφέρει.

### 13

ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα. ἆθλος καὶ ἆθλον διαφέρει.

### 14

ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον· ‘οὗτος μὲν δὴ ἄεθλος ἀ〈ά〉ατος ἐκτετέλεσται‘ (χ 5), ἐπὶ δὲ τῶν ἐπάθλων. ‘ἀέθλια πός’ ἀνελόντεσ‘ (Ψ 736). Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. [5]

### 15

Ἀθῆναι μὲν γὰρ ἡ πόλις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει.

### 16

τὸ μὲν γὰρ αἰτῶ ἐπὶ το ῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δ’ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte 2 ) διαστέλλει· ‘οὐ πῦρ γὰρ αἰτῶ οὐδὲ λοπάδ’ αἰτοῦμαι‘. αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δ’ ἐφ’ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. [5]

### 17

καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) τὴν διαφορὰν ἐν τῷ πρώτῳ Νόμω〈ν〉 παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δ’ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς. αἶνος καὶ παροιμία διαφέρει. [10]

### 18

ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παρ’ Ἀρχιλόχῳ (fr. 89 D. 3 )· ‘αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρ’ ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην ἔθεντο‘, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2)· ‘ἐρέω τιν’ ὑμῖν αἶνον, ὦ Κηρυκίδη, ἀχνυμένη σκυτάλη‘, εἶτ’ ἐπιφέρει (fr. 81, 3—6)· ‘πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀν’ ἐσχατιήν. τῷ δ’ ἆρ’ ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόον‘. καὶ Ἡσίοδος (opp. 202sq.) ‘νῦν δ’ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον‘. ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194, 6—8 Pf.) ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίην εἰκὸς οἱ πάλαι Λυδοί λέγουσι θέσθαι‘, καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεως ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον· ‘μένε βοῦς ποτε βοτάνη〈ν〉‘ καὶ ‘ἄκισσος μετ’ Ἀνθεστήρια‘. αἴθε καὶ ὤφελον διαφέρει. [25]

### 19

τὸ μὲν γάρ ἐστιν ἀπαρέμφ ατον προσώπων· τὸ δ’ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐστὶν ἐπίρρημα, τὸ δ’ ὤφελον ῥῆμα. αἰκίαι καὶ ὕβρεις διαφέρουσιν.

### 20

αἰκίαι μὲν γάρ εἰσιν αἱ ἄνευ προπηλακισμοῦ πληγαί· καθὰ καὶ Δημοσθένης ὁ ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προ〈πε〉πηλάκισται δὲ σῶμα τοὐμόν‘. αἰπόλος καὶ ποιμὴν διαφέρει.

### 21

αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων. ἀκταὶ καὶ θῖνες διαφέρουσιν.

### 22

ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις. ἀκόντιον δόρατος διαφέρει.

### 23

ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656). ἀκαιρία ἀσχολίας διενήνοχεν.

### 24

ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή. ἀκαρὴς σὺν τῷ ς καὶ ἀκαρῆ ἄνευ τοῦ ς διαφέρει.

### 25

ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ ς σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. = fr. ad. 580 K.) ‘οὐδ’ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαι‘. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 600 M. = fr. ad. 581 K.)· ‘κατέπεσον ἀκαρὴς τῷ δέει‘. ἀληθὲς καὶ ἄληθες διαφέρει. [5]

### 26

ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον. ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει.

### 27

ἁλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)· ‘ἡ μητέρ’ ἠλοίησεν ἡ πατρὸς ἀγαθόν‘, ἀφ’ οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν. ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. [5]

### 28

ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ. ἁλίπαστον καὶ ἁλί σ παρτον διαφέρει.

### 29

τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον, ἁλί σ παρτον δὲ τὴν ἁλὶ ἐ〈σ〉παρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι σ πάρτους καλεῖ. ἄλλος καὶ ἕτερος διαφέρει. [5]

### 30

ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων. ἄλλο καὶ ἀλλοῖον διαφέρει.

### 31

τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως. ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει.

### 32

ἁματροχιὰ μὲν γάρ ἐστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων· ‘τῇ δ’ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων‘ (Ψ 422). ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς· ‘οὐδέ τι πολλή γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτω‘ (Ψ 504 sq.). ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. [5]

### 33

ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ· ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M. = fr. 253 K.) ἐν Ταξιάρχοις φησί· ‘δίδου μασᾶσθαι 〈Ν〉αξίας ἀμυγδάλασ‘. ἅμα καὶ ὁμοῦ διαφέρει. [5]

### 34

ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.) ‘ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων‘, κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1) ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘, (Ψ 362) ‘οἱ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας ἀσισον‘. ἐπιτροπικῶς δὲ 〈τὸ〉 (ο 365)· ‘τῇ ὁμοῦ ἐτρεφόμην‘, καὶ πάλιν (μ 67) ‘ἄλλοθ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν‘, ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ (Λ 126 sq.) ‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἔσχον ὠκέας ἵππουσ‘. ἔσθ’ ὅτε δ’ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης· ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούσ‘ (Α 61), εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαιούς.‘ ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. [20]

### 35

ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν· ‘ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεσ‘. ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· ‘ἑκάτερος αὐτῶν δοκὸν φέρων‘, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. [5]

### 36

ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.

### 38

ἄμητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτ’ ἔστι τὸν καρπόν· ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν. ἄμαθος καὶ ψάμαθος διαφέρει.

### 39

ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος. ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει.

### 40

ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος. ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει.

### 41

ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν· ἀνδρία δὲ δύναμις ἐπαινουμένη. ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει.

### 42

ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ τῆς μάχησ κατὰ συνθήκην κοινὴ ν τοῦ μὴ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην. ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. [5]

### 43

ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφ’ ἑτέρου εἰς τοῦτο προαχθῇ. ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει.

### 44

ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή. ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει.

### 45

ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων. ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει.

### 46

ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου· διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις. ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει.

### 47

ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν. ἄντικρυς καὶ ἀντικρὺ διαφέρει.

### 48

ἀντικρὺ μὲν γὰρ τὸ ἐπ’ εὐθείας καὶ ἐξ ἐναντίας, χωρὶς τοῦ ς ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπ’ εὐθείας τοπικόν. ἀναβάτης καὶ ἐπιβάτης διαφέρει.

### 49

ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός. ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει.

### 50

ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου. ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει.

### 51

ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι· ἀνήχθησαν δέ τινες εἰς τὸ στρατηγεῖον. ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν.

### 52

ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει.

### 53

ἀναγκάζειν μὲν γάρ ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ 〈καὶ〉 ἐπὶ ἀψύχου, οἷον ‘βιάζεσθαι τὴν ναῦν‘. ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δ’ ἄναρχον πρὸς ἑαυτό.

### 55

ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον. ἄνοια καὶ ἀφροσύνη διαφέρει.

### 56

ἀνόητος μὲν γάρ ἐστιν ὁ μηδὲν νοῶν· ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν. ἄξονες καὶ κύρβεις διαφέρουσιν.

### 57

οἱ μὲν γὰρ ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον. ἀξιόχρεως μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, ἀξιόπιστος δὲ ὁ πιστεύεσθαι ἄξιος.

### 59

ἀξίωμα μέν ἐστι τὸ καθ’ ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις. ἀποστάσιος ἀπροστασίου διαφέρει.

### 60

ἀποστασίου μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην. ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει.

### 61

ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονεν‘. ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει.

### 62

ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι· καὶ λογισταὶ οἱ ἀριθμηταί. ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. [5]

### 63

ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν· ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβάσει (1, 4, 8)· ‘οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου οἴχονται— οὔτε ἀποπεφεύγασιν‘. ἀπὸ καὶ παρὰ διαφέρει. [5]

### 64

ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν‘· ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουσ‘. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)· ‘παρὰ νηῶν ἀνιόντε‘ ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως· ‘οὔτέ ποτε προτρέποντο μελενάων ἀπὸ νηῶν‘. ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. [5]

### 65

ἀπελεύθερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προςήλυτος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν. ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. [5]

### 66

ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν· εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν. ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει.

### 67

ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι. ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει.

### 68

ἀπονίψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσαι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν. ἀποφορὰ καὶ ἀναφορὰ διαφέρει.

### 69

ἀποφορὰ μὲν γάρ ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός. ἀπέθανε καὶ τέθνηκε διαφέρει.

### 70

ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον, περιπεπάτηκε δὲ πάλαι‘. ἀπόδοσις μὲν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.

### 72

ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλ’ οὐκ ἄρχειν λέγεται. ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr.

### 73

12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει· ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte 2 ) ἀναγινώσκομεν· ‘ποτήριον, τράπεζαν, ἁρπάγην, δεύτερον κάδον‘. καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte 2 )· ‘τὸν παῖδα δ’ οὐ δίδομεν, ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομεν‘. ἆρα καὶ ἄρα διαφέρει. [10]

### 74

ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν· ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;‘. ὁ δὲ κατὰ συστολὴν συλλογιστικός· ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίν‘. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐστίν‘. ἄρτι καὶ ἀρτίως διαφέρει. [5]

### 75

ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δ’ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L.—P. cf. fr. 103, 13) ‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος αὖ· ὡς‘ ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δὲ τοῖς Ἀττικοῖς ἀρτίως σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δ’ ἄρτι παρατατικῶς καὶ ἐπὶ τοῦ παρῳχηκότος. ἀράχνη καὶ ἀράχνιον διαφέρει. [5]

### 76

ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως, τὸ ἀράχνιον—, ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον. ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν.

### 77

ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί· ‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον‘ (Π 352), ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ· ‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅς τ’ ὀΐων μέγα πῶϋ ...‘ (Γ 197 sq.). ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. [5]

### 78

ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq. Nauck). ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει.

### 79

ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης. ἀρρωδεῖν καὶ ὀρρωδ εῖν διαφέρει.

### 80

τὸ μὲν γὰρ διὰ τοῦ ο σημαίνει τὸ εὐλαβεῖσθαι· οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ ι ον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δ’ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δ’ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck 2 )· ‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν‘. καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι. ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. [15]

### 81

προπαροξυτόνως μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δ’ ὁ τόπος ‘κατ’ ἀσφοδελὸν λειμῶνα‘ (λ 539. 573 ω 13). ἀστεῖος καὶ ἀστικὸς διαφέρει.

### 82

ἀστεῖος μὲν γὰρ ὁ πιθανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων. ἄστρον καὶ ἀστὴρ διαφέρει.

### 83

ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς. ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει.

### 84

τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς. ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει.

### 85

ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι. ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει.

### 86

ψιλούμενον μὲν γὰρ σημαίνει τὸ ‘τινά‘, δασυνόμενον δὲ τὸ ‘ἅτινα‘. ἀτελές καὶ ἀτέλεστον διαφέρει.

### 87

ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν. αὐχὴν καὶ δέρη διαφέρει.

### 88

αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ἡ φάρυγξ. αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει.

### 89

τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δ’ αὖθι 〈τὸ〉 αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.) ‘αὖθι τὸ δ’ ἐκδύοιμι , τό μοι βάροσ ‘ ἀντὶ τοῦ μετὰ ταῦτα. αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον. [5]

### 91

ἄχρι χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)· ‘ἄχρις ἀπηλοίησεν‘, οἷον ‘ἀκριβῶς ἀπέκοψεν‘. Β βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει.

### 92

βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς. ‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν‘ (Β 207). ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ ποιητής (Γ 1) φησιν ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘. βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. [5]

### 93

βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν βαρβάρων. βάραθρος καὶ βάραθρον διαφέρει.

### 94

βάραθρος μὲν γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν κέατον. βασιλεῖα καὶ βασίλεια διαφέρει.

### 95

προπερισπωμένως μὲν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως γυνή. βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.

### 97

βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν. βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνουσιν‘.

### 99

βεβλῆσθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· βεβολῶσθαι δὲ τὸ τὴν βο υ λὴν πεπηρῶσθαι καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίασ . βιοῦν καὶ ζῆν διαφέρει. [5]

### 100

βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ ὀλίγη ζωή. βίος ζωῆς διαφέρει.

### 101

βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om. Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή‘. ὁ οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ. βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον. [5]

### 102

{βιοῦν μὲν φήσομεν ἀνθρώπους, ζῆν δὲ καὶ τὸ ἄλογον ζῷον} βλέπειν καὶ θεᾶσθαι διαφέρει.

### 103

βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν. βλέφαρα καὶ βλεφαρίδες διαφέρει.

### 104

βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων. βοὸς καὶ βόειος διαφέρει.

### 105

βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ. βούλει καὶ βούλῃ διαφέρει.

### 106

τὸ βούλει μὲν γὰρ ὁριστικόν ἐστιν οἷον ‘βούλει σχολάσαι μ ο ι‘, τὸ βούλῃ δὲ διστακτικῶς οἷον ‘ ἐὰν βούλῃ, πορευσόμεθα‘. βοηθεῖ μὲν ὁ συνών, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς βοήθειαν ἥκων, συμμαχε ῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ ἀδυνάτῳ χρησιμεύων, ἀμύνει δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ ἀπολωλότος.

### 108

βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν. βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει.

### 109

βουλεύσασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἢ ἱεροσυλίαν. βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δ’ ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου.

### 111

βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει. βρύκειν καὶ βρύχειν διαφέρει.

### 112

βρύκειν μὲν γὰρ διὰ τοῦ κ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος τὸ βρύχεσθαι. βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπριεὺς (FGHist.

### 113

361 F 1a) ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προ〈σ〉βάσεις ἔχοντες, ἐσχάρα δ’ ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ τῆς γῆσ · τὰ δὲ πολυ τελῆ ἑστίαι · τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητροσ‘. παρὰ δ’ Ὁμήρῳ ἡ ἐσχάρα ἡ αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει (η 100) ‘χρύσειοι δ’ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν‘, ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον (ξ 159 ρ 156 τ 304 υ 231) ‘ἑστίη δ’ Ὀδυσσῆος ἀμύμονοσ‘, καὶ ἀνέστιος ὁ ἄοικος. παρ’ Ἡσιόδῳ (theog. 454) καὶ ἡ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ ‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον‘. ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist 84 F 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φησιν, ἐσχάρας δ’ ἡρώων. παρὰ δ’ Εὐριπίδῃ (fr. 628 N. 2 ) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει· ‘μηλοσφάγετον δαιμόνων ἐπ’ ἐσχάραισ‘. καὶ Σοφοκλῆς (fr. 662 N. 2 ) ἐν Χρύσῃ. Γ γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. [20]

### 114

ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δ’ ἂν καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης. γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγονέναι δὲ τὸ ἄψυχον πρᾶγμα.

### 116

γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια τάσσεται ἐπὶ τῶν ζώντων· καὶ ἐν ᾗ ἕκαστος ἡμέρᾳ ἐγεννήθη, αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρᾳ τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια ἀκυρολογεῖ. γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει, Ἀλεξίων (fr. [5]

### 117

1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου (p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν ἀρίστωνος Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δ’ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δ’ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλλ η κα, οἱ δὲ βούπαιδα, οἱ δ’ ἀντίπαιδα, οἱ δὲ μελλ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃν καὶ ὠμογέροντα καλοῦσιν—, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό γ ηρως.‘ γελοῖον καὶ εὐτράπελον διαφέρει. [15]

### 118

γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον. γέλοιος καὶ γελοῖος διαφέρει.

### 119

γέλοιος μὲν ὁ καταγέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός. γῆμαι τοῦ γήμασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή.

### 120

καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.) ‘γημαμένη ᾧ υἱῷ· ὁ δ’ ὃν πατέρ’ ἐξεναρίξας γῆμε‘, καὶ Ἀνακρέων (P.M.G. 424 Page = fr. 87 D. 2 ) διασύρων τινὰ ἐπὶ θηλύτητι ‘καὶ θαλάμοις ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο‘, καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N. 2 ) ἐν Ἀμυμώνῃ ‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή‘. γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ ἐπ’ αὐτὴν πόρευσις. [10]

### 121

μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει. γράμμα στοιχείου διαφέρει.

### 122

στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον ἢ τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον δὲ τὸ Ο‘, τύπος 〈μόνον λέγεται〉. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν ‘γράμματα δ’ οὐκ εἴλισσαν ἀπόκρυφα‘, τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4) ‘ἀλλὰ Πλάτωνος ἐν τῷ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενοσ‘. καὶ ἐν τῇ συνηθείᾳ πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων. γυμνασθῆναι καὶ γυμν〈άσ〉ασθαι διαφέρει. [15]

### 123

γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, γυμν άσ ασθαι δὲ τὸ ὑφ’ ἑαυτοῦ. γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.

### 125-153n

Δ δαμάλης καὶ δάμαλις διαφέρει.

### 125

δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς ἐπ’ ἀμφότερα. δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225) ‘τίς δαὶ ὅμιλοσ‘ καὶ (Κ 408) ‘πῶς δαὶ τῶν ἄλλων Τρώων‘.

### 126

ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος. δεσπότης καὶ κύριος διαφέρει. [5]

### 127

δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ. δέος καὶ φόβος διαφέρει.

### 128

δέος μὲν γάρ ἐστι πολυχρόνιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. διόπερ Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ δέοσ‘. δήμιος καὶ δημόκοινος διαφέρει.

### 129

δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων. ‘ Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖσ‘, φησὶ Τρύφων (fr.

### 130

107 Vels.). ‘Δήμητερ γάρ‘, φησίν, ‘ἔστιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ‘. δῆμος καὶ δημὸς διαφέρει.

### 131

δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος. δίσκος καὶ σόλος διαφέρει.

### 132

δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοσφύριον. Ὅμηρος (Ψ 826) ‘σόλον αὐτοχόωνον‘, καὶ ἐν ἄλλοις (θ 186) ‘λάβε δίσκον‘, εἶτ’ ἐπιφέρει (θ 193) ‘βόμβησε〈ν〉 δὲ λίθοσ‘· καὶ Πίνδαρος (Isthm. 1, 25) ‘λιθίνοις ποτ’ ἂν δίσκοισι‘. δικαστὴς καὶ διαιτητὴς διαφέρει. [10]

### 133

δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316 Koerte 2 ) ἐν Παιδίῳ ‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν‘. διέφθαρται καὶ διέφθορε διαφέρει. [5]

### 134

διέφθαρται μὲν γὰρ ὑφ’ ἑτέρου, διέφθορε δ’ ἕτερον. Ἀριστοφάνης (II p. 1173 M. = fr. 568 K.) Κόραις· ‘διέφθορας τὸν ὅρκον ἡμῶν‘. Μένανδρος (fr. 5 Koerte 2 ) Ἀδελφοῖς· ‘εἰ δ’ ἔστι ν οὗτοσ τὴν κόρην διεφθορώσ‘. Ὅμηρος (Ο 128) ‘φρένας, ἠλεέ, διέφθορασ‘, διεφθάρης τὰς σαυτοῦ φρένας. διαβόητος καὶ ἐπιβόητος διαφέρει. [5]

### 135

διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀρετῇ ἐγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων (P.M.G. 354 Page = fr. 23 D. 2 ) ἐν δευτέρῳ ‘καὶ μ’ ἐπιβόητον κατὰ γείτονας ποιήσεισ‘. τοῦτον δ’ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν. διαβόητος περιβοήτου διαφέρει. [5]

### 136

διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ. (FCG IV p. 601 M. = fr. ad. 120 K.) ‘καὶ περιβόητον πᾶσιν ἀνθρώποις 〈ποιεῖ〉 αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον “ἥττων ἑαυτοῦ”· πορνιδίῳ τρισαθλίῳ ἑαυτὸν οὕτω παραδέδωκεν.‘ διπλοῦν καὶ διπλάσιον διαφέρει. [5]

### 137

διπλοῦν μὲν γάρ ἐστι κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλάσιον καὶ τετραπλάσιον· οἷον ‘διπλάσια χρήματα ἔχει‘. ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων ‘διπλοῦν τὸ ἱμάτιον‘, οὐκέτι ‘διπλάσιον‘. διχότομος καὶ διχοτόμος διαφέρει. [5]

### 138

προπαροξυτόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν. διήγησις καὶ διήγημα διαφέρει.

### 139

διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον. διδάξω καὶ διδάξομαι διαφέρει.

### 140

‘διδάξω‘ μὲν γὰρ δι’ ἑαυτοῦ, ‘διδάξομαι‘ δὲ δι’ ἑτέρου· ὡς ‘οἰκοδομήσω‘ μὲν δι’ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ δι’ ἑτέρου. διφθέρα καὶ μηλωτὴ διαφέρει.

### 141

διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων. διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει.

### 142

διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων. διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει.

### 143

διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας δι’ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHist 115 F 261) καὶ τοὺς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη. διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. [5]

### 144

διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων. διαλέγεται μὲν ὁ διδοὺς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

### 146

δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον. δοάσσατο τοῦ δοιάσσατο διαφέρει.

### 147

τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε. δοῦλοι καὶ οἰκέται διαφέρουσι.

### 148

δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν. δόξα καὶ κλέος διαφέρει.

### 149

δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων. δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρᾳ (351 a 1).

### 150

οὐ γὰρ ταὐτόν ἐστι δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων. δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει.

### 151

δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι. δῶμα καὶ δωμάτιον διαφέρει.

### 152

δώματα μὲν γὰρ κοινῶς φαμεν τὰ οἰκοδομήματα, δωμάτιον δὲ τὸν θάλαμον. δωροδοκία ἥ τε δόσις τῶν δώρων καὶ ἡ λῆψις.

### 154-208n

Ε ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει.

### 154

ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου ἢ σφηκῶν ἤ τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν. ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει.

### 155

ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων. ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει.

### 156

ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δ’ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις (1338) ‘ἐδιδαξάμην μέντοι 〈σε〉 νὴ Δί’, ὦ μέλεε‘. εἰκὼν καὶ προτομὴ διαφέρει.

### 157

εἰκὼν μὲν γάρ ἐστιν ἐπ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων. ἐκκλησία καὶ κατάκλησις διαφέρει.

### 158

ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων. ἐκεῖ καὶ ἐκεῖσε διαφέρει.

### 159

τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον αὐτόν‘ καὶ ‘ἐκεῖσε πορεύσομαι‘. ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει.

### 160

ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν. ἔκγονος καὶ ἀπόγονος διαφέρει.

### 161

ἔκγονος μὲν γάρ ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.) ‘εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι· θάμβος μ’ ἔχει εἰσορόωντα‘, καὶ δι’ ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δ’ ὁ ἤτοι υἱωνὸς ἢ ἔτι ἄπωθεν. καταχρῶνται δ’ ἔσθ’ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. ἑκάτερος καὶ ἕκαστος διαφέρει. [5]

### 162

ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη‘. τὸ δ’ ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν‘. ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ μέναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος (Dinarch. [5]

### 163

fr. LX 1 B.—S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίασ‘. ἕλκος ὠτειλῆς διαφέρει.

### 164

ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δ’ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. ἐλέατρος καὶ ἐδέατρος διαφέρει.

### 165

ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δ’ εἰσὶ μαγειρικαί. Ὅμηρος (Ι 215) ‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν‘. ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα. ἐμβάδες καὶ ἐμβάται διαφέρει. [5]

### 166

ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά. ἐμεῖο καὶ ἐμοῖο διαφέρει.

### 167

ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος (ρ 153 τ 268) ‘ἐμεῖο δὲ σύνθεο μῦθον‘. τὸ δ’ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδόσ‘. καὶ (Ω 486) ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ‘, ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρόσ‘. ἐμπειρία πείρας διαφέρει. [5]

### 168

πεῖρα μὲν γὰρ ἐφ’ ἑνὸς ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ πολλῶν κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μὲν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη. ἔνδον καὶ ἔσω διαφέρει. [5]

### 169

ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι‘ ἢ ‘ἔσω ἐστὶν ὁ παῖσ‘. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις (202 sq.) ‘γυναῖκες αἵ τ’ ἔσω στέγης αἵ τ’ ἐκτόσ‘, δέον εἰπεῖν ‘γυναῖκες αἵ τ’ ἔνδον‘. καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ (Heraclidae 584) ‘καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δόμων‘ ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.) ‘ὅπως σπεύσεσθ’ ὅτι τις γέρων ἔσω‘, δέον εἰπεῖν ἔνδον. ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. [10]

### 170

ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. ἢ ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ (ς 105) ‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων‘, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.) ‘ἐνταῦθα πέμψειν, ἔνθα μήποθ’ ἡλίου φέγγος κα τόψει ‘· ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυψώ (ε 208) ‘ἐνθάδε κ’ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοισ‘. Ἕκτωρ φησί (Π 836) ‘σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται‘. ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δ’ εἰς τόπον οὕτως {τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)} ‘τοῦ δ’ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ’ Ὀδυσσεύσ‘ (ξ 161). ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ (γ 109) ‘ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύσ‘, εἰς τόπον (ι 142) ‘ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν‘, ἀντὶ χρονικοῦ δ’ ἐπιρρήματος τοῦ τότε (Ε 1) ‘ἔνθ’ αὖ Τυδείδῃ Διομήδει Παλλὰς Ἀθήνη‘. ἐνθύμημα καὶ ἐνθύμιον διαφέρει. [25]

### 171

ἐνθύμημα μὲν γάρ ἐστι ποιοῦ λόγου σχῆμα, τὸ δ’ ἐνθύμιον ἐτίθετο ἐπὶ τοῦ προστροπαίου παρ’ Ἀττικοῖς· ὁ γοῦν Ἀντιφῶν (cf. 2 γ 10 BI.) ἐν τοῖς Φο{ι}νικοῖς φησι ‘τεθνεὼς οὗτος ὑμῖν ἐνθύμιος γενήσεται‘. ἔνδοξος καὶ ἐπίδοξος διαφέρει. [5]

### 172

ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος. ἕνεκα καὶ χάριν διαφέρει.

### 173

ὁ μὲν γὰρ ἕνεκα ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ‘ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν, οἷον ‘χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσε‘, τουτέστι Μενελάῳ χαριζόμενος. ἐννοεῖν καὶ ἐννοεῖσθαι διαφέρει. [5]

### 174

ἐννοεῖ μὲν γὰρ ἄφνω, μὴ ἐπιστής· ἐννοεῖται δὲ ὁ ἀπὸ μακρὰν διαλογιζόμενος. ἐξόσου καὶ ἐξ οὕτινος διαφέρει.

### 175

ἐξόσου μὲν γὰρ χρόνου, ἐξότου δὲ τοῦ ἐξ οὕτινος. ἐξανέψιοι καὶ {ἐξ} ἀνεψιοὶ διαφέρει.

### 176

καὶ ὅτι βαρυτόνως Ἀττικοὶ προφέρονται τοὔνομα φησὶ {γὰρ} Τρύφων (fr. 8 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας· ‘ἐξανέψιοι ὡς ἀμέριμνοι, ἀναστελλομένης τῆς ὀξείας ἐκ τοῦ ἀνεψιοὶ ὀνόματος ὀξυνομένου. ‘εἰσὶ δὲ οἱ μὲν ἀνεψιοὶ τῶν ἀδελφῶν παῖδες, καθὰ καὶ ἡμεῖς ἐκδεχόμεθα· ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. ἐοικότα εἰκότων διαφέρει. [5]

### 177

τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα , τὰ δ’ ἐμφερῆ ἐοικότα. ἐπικήδιον καὶ θρῆνος διαφέρουσιν.

### 178

ἐπικήδιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ κήδει, θρῆνος δὲ τὸ ἐν οἱ ῳδή ποτε χρόνῳ · οὕτω φησὶ Τρύφων (fr. 114 Vels.). Ἀριστοκλῆς δὲ ὁ Ῥόδιος ἐν τῷ Περὶ ποιητικῆς τοὔμπαλιν· φησὶ γὰρ ‘θρῆνος δ’ ἐστὶν ᾠδὴ τῆς συμφορᾶς οἰκεῖον ὄνομα ἔχουσα· ὀδυρμὸν γὰρ ἔχει σὺν ἐγκωμίῳ τοῦ τελευτήσαντος. τινὲς μὲν οὖν κοινῶς πάντα εἶπον θρήνους, οἱ δὲ διαφέρειν θρῆνόν τε καὶ ἐπικήδιον τὸ τὸν θρῆνον ᾄδεσθαι παρ’ αὐτῇ τῇ συμφορᾷ πρὸ τῆς ταφῆς καὶ μετὰ τὴν ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ τῶν θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς, τὸ δ’ ἐπικήδιον ἔπαινόν τινα τοῦ τελευτήσαντος μετά τινος μετρίου σχετλιασμοῦ‘. ἐπιστραφὴς καὶ εὐστραφὴς διαφέρει. [10]

### 179

ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής, εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς. ἐπίκουροι καὶ σύμμαχοι διαφέρουσιν.

### 180

ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος δι’ ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παρ’ αὐτῷ ἐπικούρους Ἑλλήνων λεγομένους εὑρεῖν , ἀλλὰ Τρώων. ἐπιστεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. [5]

### 181

ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων. ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει.

### 182

ἐπαγγέλλει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται δὲ ὁ ἀφ’ ἑαυτοῦ δώσειν ὁμολογήσας. ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει.

### 183

ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν ‘ἐξέτισε τὸ ἐπίτιμον‘, ἀλλ’ ‘ἐξέτισε τὸ ἐπιτίμιον‘. ἐπικηρύξαι καὶ ἐπικηρυκεύσασθαι διαφέρει.

### 184

ἐπικηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἐν〈αγ〉άγοντι ἢ καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων· οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα ἀνάγοιτο Διαγόραν τὸ〈ν〉 Μήλιον, δώσειν τάλαντον, εἰ δ’ ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι. ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. [5]

### 185

ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφ’ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ‘ ἀντὶ τοῦ ἐπίπληξον. ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει.

### 186

ἐπιχαίρειν μὲν γάρ ἐστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς. ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ ὁ φίλοις.

### 188

ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ’ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδ’ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. ὁ γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα (γ 80) ‘εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω‘, καὶ Ἀχιλλεύς φησιν (Λ 611 sq.) ‘ἀλλ’ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέστορ’ ἔρειο, ὅντινα τοῦτον ἄγει‘. ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον (β 314 sq.) ‘νῦν δ’ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμόσ‘· καὶ Ὀδυσσεύς φησι (ν 256) ‘πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ‘. κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον νέον ἀμφίβολον, σαφές, ἄδηλον· αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι γε ὅτε οὐχ οὕτως ἀλλ’ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον· ‘ἡμέρα ἐστίν;‘ 〈—‘ἔστιν‘〉, καὶ οὕτως· ‘ἡμέρα ἐστίν;‘—‘ἡμέρα‘, καὶ οὕτως· ‘ἡμέρα ἐστίν‘. πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· ‘ποῦ οἰκεῖ Ἀρίστων;‘, φησὶ γὰρ ‘ἐν τῷδε τῷ τόπῳ‘· καὶ (Ζ 377) ‘πῆ ἔβη Ἀνδρομάχη;‘, ἡ δ’ ἀποκρίνεται ὅτι (Ζ 386 sq.) ‘ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουε τείρεσθαι Τρῶασ‘. οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν ‘ναὶ‘ ἢ ‘οὔ‘. κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλόσοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαφορᾶς φησιν οὕτως· ‘ ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει. ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δ’ ὑποδεεστέρων ἐξήγησις‘. ἔρως καὶ πόθος διαφέρει. [35]

### 189

ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων. ἐρᾶν καὶ ποθεῖν διαφέρει.

### 190

ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος (Ξ 328)· ‘ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ‘, πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος (λ 202 sq.) ‘ἀλλά με σοῦ πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ, σή τ’ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα‘. φυλάσσει γὰρ ἄκρως ὁ ποιητὴς τὰς τοιαύτας διαφοράς. ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον ‘πῶς ἐπολεμήσατε;‘. [5]

### 192

ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δ’ ἀπόντος, ἵμερος δ’ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας. ἔσται τοῦ γενήσεται διαφέρει.

### 193

ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος πρεσβύτης ἔσται, τῷ δ’ ἀτέκνῳ παῖδες γενήσονται‘. ἄλλως· ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ‘, γενήσεται δὲ τὸ ἀόριστον. ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. [5]

### 194

ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι. ἑσπέρα καὶ ὀψὲ διαφέρει.

### 195

ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθ’ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ‘ὀψὲ τῆς ἡμέρασ‘. ἑταῖρος καὶ φίλος διαφέρει.

### 196

ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δ’ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος (λ 7 μ 149) ‘πλησίστιον ἐσθλὸν ἑταῖρον‘. καὶ ἄλλως· φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες. ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. [5]

### 197

ἑτερόφθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων ὡς ὁ Κύκλωψ. ἕτερος καὶ ἄλλος διαφέρει.

### 198

ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος (Β 217) ‘φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα‘, τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος (Γ 104) ‘Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον‘. εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. [5]

### 199

εὐφυὴς μὲν γὰρ λέγεται παρὰ τοῖσ Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς. εὑρεῖν καὶ εὑρέσθαι διαφέρει.

### 200

εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος Δυσκόλῳ (489) ‘εὕρηκα κἀγὼ τούτου τέχνην‘. Δίφυλος (IV p. 408 M. = fr. 68 K.) ἐν Πύρρᾳ ‘δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένον‘. εὔμορφος καὶ εὐειδὴς διαφέρει. [5]

### 201

εὔμορφος μὲν γὰρ ὁ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ τὸ εἶδος καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα. εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν.

### 202

εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ τὸ γυμνάσιον, ἀντὶ τοῦ κατ’ εὐθείαν τοῦ γυμνασίου, ἢ εὐθὺ τὸ κανόνιον· τὸ δ’ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ (50. 52) ‘τί φής; ἰδὼν ἐνθένδε πᾶς δ’ ἐλευθερῶν ἀπῆλθες εὐθὺς ὡς ταχύ‘. τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέως οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, ‘ἡ εὐθεῖα ὁδός, ἡ εὐθεῖα βακτηρία‘, ἐὰν δὲ ἄρρεν, ‘εὐθὺς ὁ κανών‘, ἐὰν δ’ οὐδέτερον, ‘εὐθὺ τὸ ξύλον‘. οἱ δ’ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφ’ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου· (vide FCG IV p. 601 M.) ‘εὐθὺ τῆς στοᾶσ‘, (Eupolis com. II p. 550 M. = fr. 304, 2 K.) ‘εὐθὺ τῶν ἀρωμάτων‘. τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλ’ εὐθύς, οἷον (IV p. 601 M. = com. fr. ad. 582 K.) ‘γήμαντος δ’ αὐτοῦ εὐθὺς ἔσομ’ ἐλεύθεροσ‘ καὶ (ibid. M. = com. fr. ad. 583 K.) ‘ὡς τοῦτ’ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω‘. εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. [20]

### 203

Πλάτων Πρωταγόρᾳ (337 c 2—4)· ‘εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο τι ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι‘. εὐθὺς καὶ εὐθὺ διαφέρει.

### 204

τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δ’ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ. εὐεργεσία καὶ χάρις διαφέρει.

### 205

εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ. εὐθὺ καὶ ὀρθὸν διαφέρει.

### 206

τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ. εὖ τοῦ καλῶς διαφέρει.

### 207

εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς ἐμφαίνει ὀρθῶς καὶ χρησίμως. ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει.

### 208

ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθ’ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων. Ζ ζῆλος καὶ ζηλοτυπία διαφέρει.

### 209

ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς. ‘ζηλοῖ δέ τε γείτονα γείτων‘, Ἡσίοδος (opp. 23) ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε. ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. [5]

### 210

ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν. ζῆλος φθόνου διαφέρει.

### 211

ζῆλος μὲν γάρ ἐστιν ἡ δι’ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δ’ οὔ. ζῆλος μέν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.

### 213

ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθ’ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθ’ ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος. ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.

### 215

ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός. Η ἠγέρθη καὶ ἀνέστη διαφέρει.

### 216

ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης. ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δ’ ἐπίστασις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.

### 218

ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον. ἡμέρα ἠοῦς διαφέρει.

### 219

ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς γενεαλογεῖ ‘Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο‘. ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος (theog. 371sq. 374) Θείας ὑποτίθεται ‘Θεία δ’ {αὖθ’} Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει γείνατο‘, ἐπὶ δὲ τῆς σωματοειδοῦς (ο 250) ‘ἀλλ’ ἤτοι κα[.....] χρυσόθρονος ἥρπασεν Ἠώσ‘. ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. [10]

### 220

τὸ μὲν γὰρ ἦσθα παρῳχημένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸ μέλλοντα. Ὅμηρος (Χ 233) ‘Δηΐφοβ’ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα‘· ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος (fr. 454 Koerte 2 ) ἐν Ψευδηρακλεῖ ‘ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τιτθή, λέγε, ἂν τἆλλα δ’ ᾖς ἄμεμπτος {εἰς τὴν} ἕκτην ἐπὶ δέκα Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί‘. καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον ‘ἐὰν νοῇς· ἐὰν λαλῇς· ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθόσ‘. ὁ γοῦν λέγων πρός τινα ‘ἦς ποτε πλούσιοσ‘ ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ‘ἦσθα‘. τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος (Α 528 Ρ 209) ‘ἦ καὶ κυανέῃσιν‘. διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ τῶν τριῶν, ὡς ἔφη ν μὲν ἐγώ, ἔφησ〈θα〉 δὲ σύ, ἔφη 〈δ’〉 ἐκεῖνοσ . ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν ‘ἐν πολλῇ διήγομεν ἡσυχίᾳ‘. [15]

### 222-238n

Θ Θαλαμὰς ὡς ἀγαθὰς καὶ θαλάμας ὡς μεγάλας διαφέρει, φησὶ Τρύφων (fr.

### 222

9 Vels.), παρὰ τοῖς Ἀττικοῖς, ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, δηλώσει τὸ τῶν Διοσκούρων ἱερόν· ἐὰν δὲ βαρυτονήσωμεν, τὰς καταδύσεις μηνύει. θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω καὶ κατηγορῶ, οἷον ‘θαυμάζω τῶν ταύτην ἐχόντων τὴν γνώμην‘· αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον ‘θαυμάζω τοὺς οὕτω φρονοῦντασ‘. [5]

### 224

θαυμάζειν ἐστὶ τὸ ἀπορεῖν τι ὂν αἰτία παραλόγου τινός, τερατοῦσθαι δὲ τὸ θαυμάζειν τι τέρας· ἔστι γὰρ τέρας τὸ παρὰ φύσιν σημαῖνόν τι. θεημαχία καὶ θεομαχία διαφέρει.

### 225

θεημαχία μὲν γάρ ἐστιν ἡ πρὸς θεὸν μάχη, θεομαχία δὲ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη. θεωρὸς καὶ θεατὴς διαφέρει.

### 226

θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. Εὐριπίδης ἐν Ἴωνι (301) ‘πότερον θεατὴς ἢ χάριν μαντευμάτων‘, τουτέστι θεωρός· καὶ Αἰσχύλος (fr. 598 Mette = fr. 289 N. 2 ) ‘βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν‘. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες ‘θεωρῆσαί με δεῖ τὸν ἀγῶνα‘, δέον εἰπεῖν ‘θεάσασθαι‘. διαστέλλει δὲ τοῦτο ἐπιμελῶς Λυσιμαχίδης (FGHist. 366 F 9) ἐν τῷ πρὸς Κεκίλιον (cf. fr. 155 p. 168 Ofenloch) Περὶ τῶν παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν· τὸ δὲ θεωρεῖν, φησίν, οὐκ ἄλλο τι ἢ τὸ τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. διὸ καὶ τοὺς τῶν θεαμάτων ἕνεκεν πεμπομένους, σὺν θυσίαις δὲ καὶ εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς· καὶ τὸ τοῖς Ἀθηναίοις διδόμενον θεωρικὸν οὐχὶ διὰ τὰς θέας, ὡς Κεκίλιος ὑπέλαβεν, ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐφραίνεσθαι. θεράποντες καὶ οἰκέται διαφέρουσιν. [15]

### 227

θεράποντες μὲν γὰρ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες· οἰκέται δὲ δεσποτῶν. θέσθαι καὶ ὑποθέσθαι διαφέρει.

### 228

θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην, ὑποθέσθαι δὲ τὸ δοῦναι ὑποθήκην. θέλειν καὶ βούλεσθαι ἐὰν λέγῃ τις, δηλώσει ὅτι ἑκουσίως τε καὶ εὐλόγως ὀρέγεταί τινος.

### 230

θερίζειν τό τε διατρίψειν τὴν τοῦ θέρους ὥραν, ὡς τὸ χειμάζειν, καὶ τὸ τοὺς Δημητριακοὺς καρποὺς συλλέξαι. Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος (p.

### 231

238 Schmidt) ἐν Ὑπομνήματι τῷ πρώτῳ τῶν παιάνων Πινδάρου (fr. 66 Snell) φησίν· ‘καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμήν ι ον πρῶτον‘. τίς δ’ ἐστὶ διαφορὰ Θηβαγενῶν πρὸς Θηβαίους, Ἔφορος (FGHist 70 F 21) ἐν τῇ δευτέρᾳ φησίν· ‘οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν. τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίᾳ Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον {δὲ}, οἳ σύμμικτοι μὲν ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τῶν Κιθαιρῶν χώραν καὶ τὴν ἀπομάντιον τῆς Εὐβοίας· ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.‘ θής, λάτρις, ἀμφίπολος καὶ ἄτμενος διαφέρουσιν. [10]

### 232

θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων· ‘θῆτές τε δμῶές τε‘ (δ 644). λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ ἐπὶ δουλείαν προσαχθείς. ἀμφίπολος δὲ κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος. θράσος καὶ θάρσος διαφέρει. [5]

### 233

θράσος μὲν γάρ ἐστιν ἄλογος ὁρμή, θάρσος δὲ ἔλλογος ὁρμή. θύρα καὶ θυραία διαφέρει.

### 234

θύρα μὲν γάρ ἐστιν ἡ ἐξ ἀρχῆς γενομένη· Μένανδρος (fr. 331 Koerte 2 ) ἐν Παρακαταθήκῃ ‘θύραν ἔξελε‘. θυραία δὲ τὸ μέλλον πρὸς ἐκκοπὴν θύρας μέγεθος. θύεσθαι καὶ σφάττεσθαι διαφέρει. [5]

### 235

θύεσθαι μὲν γάρ ἐστιν ἐπὶ τιμῇ θεοῦ· καὶ τὸ μαντεύεσθαι {ἐπὶ τιμῇ} διὰ σπλάγχνων θύεσθαί φαμεν. σφάττεσθαι δὲ τὸ δι’ ἥντινα οὖν αἰτίαν φονεύεσθαι. καὶ τὸ μὲν ἐπ’ ἀλόγου, τὸ δὲ 〈καὶ〉 ἐπ’ ἀνθρώπου τάσσεται. θύουσι καὶ θύονται διαφέρει. [5]

### 236

θύουσι μὲν γὰρ οἱ σφάττοντες τὰ ἱερεῖα, θύονται δὲ οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι. θύρα καὶ θύραι διαφέρουσιν.

### 237

θύρα μὲν γάρ ἐστι τὸ ἐπίθεμα τὸ ἐκ τῶν σανίδων, θύραι δὲ τὸ ἄνοιγμα αὐτὸ καὶ τὰ χαλάσματα τῆς θύρας. θυμὸς μέν ἐστι πρόσκαιρος ὀργή, ὀργὴ δὲ ἡ πολυχρόνιος μνησικακία.

### 239-252

Ι ἱερεῦσαι καὶ καθιερεῦσαι λέγουσιν ἐπὶ τῶν θυομένων ἱερείων, ἱερῶσαι δὲ καὶ καθιερῶσαι ἐπὶ τῶν ἀνατιθεμένων.

### 240

ἱερεῖον καὶ χρηστήριον διαφέρει. ἱερεῖον μὲν γάρ ἐστι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον δὲ τὸ ἱερὸν ᾧ χρῶνται χρηστηριαζόμενοι. Ἡρόδοτος καθάπερ ἔτι καὶ νῦν, ὅταν χρηστήρια θύωσιν ἐν τῷ ἱερῷ. ἱερὰ τούς τε περιβόλους τῶν ναῶν καὶ τὰ σφάγια καὶ τὰ ὀστᾶ τῶν ἀνθρώπων, ὡς Ὑπερίδης (fr.

### 241

49 Bl.) ἐν τῷ Κατὰ Ἀρχιστρατίδου, καὶ τὰ ξόανα, ὡς Θεόπομπος (FGHist 115 F 159) ἐν εἰκοστῇ ἕκτῃ. ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης (fr.

### 242

5 Cohn). ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν (Ν 645) ‘οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν‘ καὶ (η 80) ‘ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην‘. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν, ὥς φησι Πτολεμαῖος (FGHist 199 F 1) ἐν πρώτῳ Περὶ Ἡρώδου τοῦ βασιλέως. [5]

### 243

Ἰουδαῖοι μὲν γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί· Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ Ἰδουμαῖοι ἀλλὰ Φοίνικες καὶ Σύροι, κρατηθέντες δὲ ὑπ’ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι ἐκλήθησαν Ἰδουμαῖοι. ἶπες καὶ θρίπες καὶ κίες καὶ ἴκες διαφέρουσιν. [5]

### 244

ἶπες μὲν γὰρ λέγονται θηρίδια τὰ διαβρωτικὰ τῶν κεράτων· Ὅμηρος (φ 395) ‘μὴ κέρας ἶπες ἔδοιεν‘. θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· καὶ θριπήδεστα{τα} τὰ ὑπὸ τῶν θριπῶν διαβεβρωμένα ξύλα οἷς καὶ ἀντὶ σφραγίδων ἐχρῶντο, ὅτι ἦν δυσπαράπιστα. κίες δὲ τὰ ἐν τοῖς πυροῖς καὶ ἐν ταῖς κριθαῖς θηρίδια. ἴκες δὲ τὰ διεσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· Ἀλκμάν (P.M.G. 93 Page = fr. 54 D.) ‘καὶ ποικίλον ἴκα, τὸν ὀφθαλμῶν ἀμπέλων ὀλετῆρα‘. ἱππεὺς καὶ ἱππότης διαφέρει. [10]

### 245

ἱππεὺς μέν ἐστιν ὁ τῷ ἵππῳ χρώμενος, ἱππότης δὲ ὁ ἔφιππος. ἴσοι καὶ κοινοὶ διαφέρει.

### 246

Πλάτων ἐν Πρωταγόρᾳ (337 a 2—6)· ‘χρὴ γὰρ τοὺς ἐν τοῖσδε λόγοις παραγινομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον ‘. ἰσοτελὴς καὶ μέτοικος διαφέρει. [5]

### 247

ἰσοτελὴς μὲν γὰρ ὁ τετιμημένος μέτοικος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μὲν μετοίκιον μὴ τελῶν, πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν. μέτοικος δὲ ὁ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον. ἐτέλει δὲ ὁ μέτοικος κατ’ ἐνιαυτὸν δραχμὰς δέκα, καὶ ἐν τῇ τῶν Ἀθηναίων πομπῇ σκάφην ἔφερε κηρία ἔχουσαν. ὅθεν καὶ σκαφηφόρους ἔλεγον τοὺς μετοίκους. πολλάκις δὲ καὶ συνεστράτευον τοῖς Ἀθηναίοις. ἰσθμὸς καὶ πορθμὸς διαφέρει. [5]

### 248

ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένης, πορθμὸς δὲ στενὸς θαλάσσης πόρος, ἐκατέρωθεν ὑπὸ γῆς περιεχόμενος. ἴσθι καὶ γίν ου διαφέρει.

### 249

ἴσθι μὲν γὰρ ἐπὶ τοῦ γίνωσκε τάσσεται· ‘αὐτὴ δ’ οἴη ἴσθι‘ (β 356) ἀντὶ τοῦ γίνωσκε. καὶ τὸ πλῆθος ἴςθε ἀντὶ τοῦ γινώσκετε. καὶ Μένανδρος ἐν Ἥρωϊ (Herois fr. 5 Koerte 3 ) ‘εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι‘. τάσσουσι δὲ ὅμως καὶ ἐπὶ τοῦ γίνου τὸ ἴσθι· Σοφοκλῆς (fr. 437 N. 2 ) ἐν Παλαμήδῃ ‘εὔφημος ἴσθι μοῦνον ἐξορμωμένη‘, ἀντὶ τοῦ γίνου. ἱστοριογράφος συγγραφέως διαφέρει. [10]

### 250

ἱστοριογράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφ’ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης. ἱστοδόκη καὶ ἱστοπέδη διαφέρουσιν.

### 251

ἱστοδόκη μὲν γάρ ἐστιν ἐφ’ ἧς ὁ ἱστὸς κατακλίνεται. Ὅμηρος (Α 434) ‘ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν‘. ἱστοπέδη δὲ ὁ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες λ η νίδα καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται· ‘ἀλλά με δεσμῷ δῆσαν τ’ ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μείνω, ὀρθὸν ἐν ἱστοπέδῃ‘ (μ 160—162). Ἰταλοὶ καὶ Ἰταλιῶται διαφέρει. [5]

### 252

Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δ’ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν. Κ κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμένων ἱστοριῶν.

### 253

κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφ’ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον ἢ πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δ’ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις. καταβολὴ καὶ εἰσβολὴ διαφέρει. [5]

### 254

καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ. κάταμμα καὶ κάταγμα διαφέρει.

### 255

κάτα γ μα μὲν {τὸ} ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρ ί ου ἕλκυσμα. καταχύματα καὶ καταχύσματα διαφέρει.

### 256

καταχύματα μὲν γὰρ χωρὶς τοῦ ς τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ ς αἱ ἰσχάδες καὶ τὰ ἄλλα τραγήματα τῶν νεωνήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης (Plut. 794)· ‘εἶτ’ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;‘, καὶ Δημοσθένης (or. 45, 74) ‘ἀλλ’ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχε{υ}ε τότε, ἡνίκα ἐωνήθη‘. κάδος καὶ καδίσκος διαφέρει. [5]

### 257

κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν οἱ δικασταί . καθάρσια καὶ καθάρματα διαφέρει.

### 258

καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα. κανθαρίζειν καὶ τονθορίζειν διαφέρει.

### 259

κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν. καιρὸς καὶ χρόνος διαφέρει.

### 260

καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο ὁ μὲν καιρὸς δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων ἢ μετὰ δέκα ἔτη. κάλλαια καὶ κάλλη διαφέρει. [5]

### 261

κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων. κάθησο τοῦ κάθισον διαφέρει.

### 262

κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν‘. κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ.

### 263

κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ. κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.

### 265

κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ ἐστι πλοιάριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης (1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἀλλ’ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει‘. ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται. κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. [5]

### 266

κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα. κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός (FCG IV p.

### 267

601 M. = fr. ad. 34 K.)· ‘ἀλλὰ θύε τοὺς κέδρους‘. κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει.

### 268

κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος (fr. 658 Koerte 2 ) ‘ἀπεκήρυξεν αὐτὴν ἀγαγών‘, οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων. κιβωτὸς καὶ κίστη διαφέρει. [5]

### 269

κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή. κίνησις περιφορᾶς διαφέρει.

### 270

κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή. κίθαριν καὶ κιθάρα ν διαφέρει ν φησὶν Ἀριστόξενος (fr.

### 271

102 Wehrli) ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ εἶναι τὴν λύραν καὶ τοὺς χρωμένουσ αὐτῇ κιθαριστ άσ , οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῆται ὁ κιθαρῳδός. Αἰσχίνης (cf. 1, 41) ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω· ‘περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳδούσ‘. κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς δὲ ὁ καὶ ᾄδων. κλῆσις καὶ πρό〈σ〉κλησις διαφέρει. [5]

### 272

κλῆσις μὲν γάρ ἐστιν ἡ εἰς ὁτιοῦν τῶν δικαστηρίων γινομένη, πρό〈σ〉κλησις δὲ ἡ εἰς Ἄρειον πάγον. κλῆμα κλίματος διαφέρει.

### 273

κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου. κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δ’ ἐσθῆτα.

### 275

κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δέ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική. κομιδῇ καὶ κομιδὴ διαφέρει.

### 276

κομιδῇ γὰρ περισπωμένως ἐπίρρημα καὶ σημαίνει τὸ παντελῶς, κομιδὴ δὲ ὀξυτόνως ὄνομά ἐστι καὶ σημαίνει τὴν ἐπιμέλειαν , οἷον ‘οὐ σφῶιν κομιδή‘ (Ψ 411). λέγεται δὲ καὶ ἡ ἀπόληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολαβεῖν. κόπτει καὶ ψοφεῖ διαφέρει. [5]

### 277

κόπτει μὲν γὰρ τὴν θύραν ὁ ἔξωθεν, ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών. κομᾶν καὶ κουριᾶν διαφέρει.

### 278

κομᾶν μὲν γάρ ἐστι τὸ ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς πεπραγμένων καὶ τρέφειν κόμην, κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖσθαι καὶ κόμην καθ〈ε〉ικέναι. κόρυδος καὶ Κορύδαλος διαφέρει.

### 279

κόρυδος μὲν γὰρ τὸ ὄρνεον, λέγεται δὲ Γῆς ἱερόν· Κορύδαλος δὲ δῆμος Ἀθήνησιν ἐν ᾧ Σωτείρας Κούρης ἱερόν. κόνις καὶ κονὶς διαφέρει.

### 280

τὸ γὰρ λεπτότατον τῆς γῆς ὀξύνεται, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς γινόμενον φθειρῶδες βαρύνεται. κόσμος οἰκουμένης διαφέρει.

### 281

τὸ μὲν περιέχει οἰκουμένην καὶ ἄστρα, τὸ δὲ γῆν μόνον τὴν φανεράν. κτήματα καὶ ἐπικτήματα διαφέρει.

### 282

κτήματα μὲν γάρ ἐστι τὰ ἐν τῇ οἰκ〈ε〉ίᾳ, ἐπικτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ. κτῆσις μέν ἐστι πᾶσα ἡ οὐσία, κτῆμα δ’ ἕν τι.

### 284

κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν γάρ ἐστιν ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις. κύπτειν καὶ κυπτάζειν διαφέρει.

### 285

κύπτειν μὲν γὰρ τὸ ἐπικάμπτεσθαι τῷ σώματι, κυπτάζειν δέ ἐστι τὸ στραγγεύεσθαι. Ἀριστοφάνης ἐν Νεφέλαις (509) ‘χώρει, τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;‘. κυβεύειν καὶ πεσσεύειν διαφέρει.

### 286

κυβεύειν μὲν γάρ ἐστι τὸ διὰ ψήφων ἢ ἀστραγάλων παίζειν, πεσσεύειν δὲ τὸ διὰ ψήφων. κρίνειν τοῦ διακρίνειν διαφέρει.

### 287

κρίνειν μὲν γὰρ τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πρᾶγμα πράγματος διϊστᾶν καὶ χωρίζειν. κύειν καὶ τίκτειν διαφέρει.

### 288

κύειν μὲν γὰρ τὸ ἔγκυον εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν. Εὐριπίδης (fr. 207 N. 2 ) ἐν Ἀντιό π ῃ ‘κύουσα τίκτω‘, εἶπεν, ‘ἡνίκ’ ἠγόμην πάλιν‘. κύριος καὶ δεσπότης διαφέρει. [5]

### 289

κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ τῶν υἱῶν ὁ πατήρ, δεσπότης δὲ ἀργυρωνήτων τινῶν ἄλλων. κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, ὁ μὴ φθεγγόμενος.

### 290

Ὅμηρος (Ξ 16) ‘κύματι κωφῷ‘, τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία (Parke—Wormell, The Delphic Oracle, II no. 52) ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω‘ παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος. κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. [5]

### 291

ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν. Λ λαχεῖν καὶ κληρώσασθαι διαφέρει.

### 292

λαγχάνει μὲν εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος (Η 171) ‘κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι‘. κληροῦνται δὲ πάντεσ οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι. λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. [5]

### 293

λαλεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δ’ ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετ’ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖσθαι. λαβεῖν καὶ δέξασθαι διαφέρει. [10]

### 294

λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον. λέπας καὶ λεπὰς διαφέρει.

### 295

λέπας μὲν γάρ ἐστι βαρυτόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον. λέμβος καὶ λέμφος διαφέρει.

### 296

λέμβος μὲν γάρ ἐστι πλοιαρίου τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώδεις ἐλέγοντο καὶ μυξώδεις. Μένανδρος (fr. 427 Koerte 2 ) Ὑποβολιμαίοις ‘γέρων ἀμέμικτ’ ἄθλιος λέμφοσ‘. λέχος καὶ εὐνὴ διαφέρει. [5]

### 297

λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη (ψ 179sq.) ‘ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος ἐμβάλετ’ εὐνήν, δέμνια καὶ χλαίνασ‘. λείαν καὶ λίαν διαφέρει. [5]

### 298

λεία μὲν γὰρ διὰ διφθόγγου σημαίνει τὴν ἀπελασί α ν τῶν τετραπόδων· ‘ληΐδα δ’ ἐκ πεδίου συνελάσαμεν‘ (Λ 677). διὰ δὲ τοῦ ι γραφόμενον ἐπίρρημα δηλοῖ ἐπιτάσεως, ἐάν τε ἐκτείνηται ἐάν τε συστέλληται· ὡς παρὰ Ἀνακρέοντι (P.M.G. 430 Page = fr. 83 D. 2 ) ‘λίην δὲ δὴ λιάζεισ‘ . λῆμα καὶ λῆμμα διαφέρει. [5]

### 299

λῆμα μὲν γάρ ἐστι δι’ ἑνὸς μ τὸ παράστημα τῆς ψ υχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον. λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ ι διαφέρει, φησὶ Δίδυμος (p.

### 300

180 Schmidt) ἐν Ὑπομνήματι δευτέρας Ἰλιάδος. τὸ μὲν γὰρ λῃτουργεῖν τὸ τῷ δήμῳ ὑπηρετεῖν, λῇτον γάρ φασι τὸ δημόσιον· ‘λήϊτον ἀμφεπένοντο‘ (fr. ad.). τὸ δὲ λιτουργεῖν κακὰ λέγειν. λίβανος καὶ λιβανωτὸς διαφέρει. [5]

### 301

λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον. λογογράφος καὶ λογοποιὸς διαφέρει.

### 302

λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς. λόγος ποιήσεως διαφέρει.

### 303

λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ κοσμουμένη. λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν νῦν φανόν , φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ , οἱ δὲ τραγικοὶ διὰ τοῦ π , πανός.

### 304

λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν. λυχνίον λυχνού〈χου 〉 διαφέρει.

### 305

λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία ὡς Ἀντιφάνης φησὶν (III p. 29 M. = fr. 55, 2 K.) ἐν Ἀφροδίτης γοναῖς, λυχν οῦχ ος δὲ ὁ φανός. Μένανδρος (fr. 291 Koerte 2 ) ἐν Νομοθέταις ‘ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθοσ‘. Μ μάχαιρα καὶ μαχαιρὶς διαφέρει. [5]

### 306

μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων. μακρολόγος καὶ πολυλόγος διαφέρει.

### 307

μακρολόγος μὲν γάρ ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων, πολυλόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων. μασθὸς μαζοῦ διαφέρει.

### 308

μασθὸς μὲν γάρ ἐστιν ὁ γυναικεῖος, κυρίως δέ, οἷον μεστὸς εἶναι γάλακτος. μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητής φησι (Δ 123) ‘νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον‘. μάρτυς ἐλέγχου διαφέρει.

### 309

μάρτυς μὲν γὰρ ἐπ’ ἀγαθοῦ λαμβάνεται, ἔλεγχος δὲ ἐπὶ φαύλου. μάχη καὶ πόλεμος διαφέρει.

### 310

μάχη μὲν γάρ ἐστιν ἡ ἐν πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει.

### 311

μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος (fr. LX 2 B.—S.) ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· ‘πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι‘. μάγον τόν τε φαρμακόν, ὡς Αἰσχίνης (3, 137) ἐν τῷ Κατὰ Κτησιφῶντος, καὶ τὸν περὶ τοὺς θεοὺς ἱερουργόν, ὡς Ἡρόδοτος (passim). [5]

### 313

μανία μέν ἐστιν ἔκστασις λογισμοῦ, λύσσα δ’ ἐπιτεταμένη μανία, οἶστρος δὲ μανιώδης ἐπιθυμία. μαντικὴ μέν ἐστιν ἡ τέχνη, μαντεία δὲ ὁ χρησμός.

### 315

μέτοικος καὶ ἰσοτελὴς διαφέρει. μέτοικος μὲν γάρ ἐστιν ὁ ὑπόφορος, ἰσοτελὴς δὲ ὁ μὴ τελῶν τι ἢ ἄρχων. μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει.

### 316

μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται μεταβολαὶ καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν Ὀρέστῃ (234) παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι ‘μεταβολὴ πάντων γλυκύ‘. μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτήρων, ὡς τὸ ‘ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης 〈νέον〉 ἠὲ πάροιθεν‘ (π 181), ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δ’ ὅταν ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον. μεῖραξ καὶ μειράκιον καὶ μειρακίσκος διαφέρει. [10]

### 317

μειράκιον γὰρ καὶ μειρακίσκος ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια. μετρεῖσθαι καὶ ἵστασθαι διαφέρει.

### 318

μετρεῖσθαι μὲν γὰρ ἔλεγον οἱ παλαιοὶ μέτρῳ λαμβάνειν πυρὸν ἤ τι τοιοῦτον ἐν δάνει, ἵνα ἀποδῷ. Ἡσίοδος (opp. 349) ‘εὖ μὲν μετρεῖσθαι‘, ‘εὖ δ’ ἀποδοῦναι‘, οὐχὶ ἀργύριον ἢ χρυσόν, οὐδέπω γὰρ ἦν νομίσματα. ἵστασθαι δὲ ὡς Ὅμηρος (Ν 745 sq.) ‘δείδω μὴ τὸ χθιζὸν ὑποστήσονται Ἀχαιοὶ χρεῖοσ‘, οἷον τὸ γενόμενον αὐτοῖς ἐλάττωμα ἐν τῷ μάχεσθαι ἀντὶ 〈τοῦ〉 χρεολυτήσωσι καὶ ἀντιστήσονται ὡσπερεὶ ὀφειλόμενον δάνος. χρήσασθαι δ’ ἔλεγον ἱμάτιον ἢ σκεῦος. μεταβολὴ καὶ ἀλλοίωσις διαφέρει. [10]

### 319

μεταβολὴ μὲν γὰρ ἡ ἀπὸ τοῦ κακοῦ πρὸς τὸ κρεῖττον μεταβολή, ἀλλοίωσις δὲ ἡ ἀπὸ τοῦ καλοῦ πρὸς τὸ χεῖρον ἀλλοίωσις. μέμψασθαι, ἐγκαλεῖν καὶ ψέγειν διαφέρει.

### 320

μέμψις μέν ἐστιν ἀμελοῦντος κατηγορία 〈...〉, ψόγος δὲ ἐπονειδίστου. μινυρίζειν καὶ μινύρεσθαι διαφέρει.

### 321

μινυρίζειν μὲν γάρ ἐστι ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δ’ αὐτὸ καὶ κινύρεσθαί φασιν. μισητὴ καὶ μισήτη διαφέρει παρὰ τοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων (fr.

### 322

10 Vels.) ἐν δευτέρῳ Περὶ Ἀττικῆς προσῳδίας. ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν σημαίνει τὴν ἀξίαν μίσους, καθὰ καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ προφερόμεθα, ἐὰν δὲ βαρυτονήσωμεν τὴν καταφερῆ πρὸς συνουσίαν. τὴν δὲ διαφορὰν τῶν σημαινομένων καὶ παρὰ Δωριεῦσί φασι φυλάττεσθαι καὶ παρ’ Ἴωσιν. μισθὸς μισθώματος διαφέρει. [5]

### 323

μισθὸς μέν ἐστιν ὁ δίκαιος μισθός, μίσθωμα δὲ τὸ ἐπονείδιστον. μνήμη καὶ μνεία διαφέρει.

### 324

εἴ τι μὲν γὰρ μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο εὐθέως καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· ὁ μὲν γὰρ μιμνησκόμενος οὐ πάντως καὶ μέμνηται, ὁ δὲ μεμνημένος πάντως καὶ μιμνήσκεται. καὶ ἄλλως μνήμη ἐστὶν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότος τινὸς ὑπόμνησις, ὥστε ὁ τούτοις ἐναλλὰξ χρώμενος ἁμαρτήσεται. μνημεῖα καὶ μνήματα διαφέρει. [5]

### 325

μνημεῖα μὲν γὰρ ἔλεγον τὰ μνημόσυνα, μνήματα δὲ τοὺς τάφους. {μνήμη μὲν γίνεται νεκροῦ, μνεία δὲ ζῶντος.} μοχθηρός, μοχθῆρος καὶ πόνηρος διαφέρουσι.

### 326

μοχθηρὸς μὲν γὰρ ὀξυτόνως ὁ τὰ ἤθη πονηρός· λέγουσι δὲ ἁπλῶς τὰ φαῦλα καὶ μοχθηρὰ πονηρά, ὡς Θουκυδίδης (cf. 7, 48, 1; 8, 24, 5)· ‘πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων‘, ἀντὶ τοῦ φαῦλα. μοχθῆρος δὲ ὁ ἐπίπονος, ὡς καὶ πόνηρος. μύριοι ἐπὶ ἀριθμοῦ, μυρίοι δὲ οἱ πολλοί. [5]

### 328

μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ γεγονότα πράγματα περιέχει, ὁ δὲ μῦθος διαπεπλασμένα καὶ ψευδῆ. ὁ γοῦν λέγων ‘εὖ πεποίηται ἡ περὶ τὸν Κύκλωπα ἱστορία‘ ἢ ἄλλο τι τοιοῦτον οὐκ ἄγαν ὀρθοεπεῖ· μᾶλλον γὰρ ἁρμόζει λέγειν ‘εὖ πεποίηται ὁ περὶ τὸν Κύκλωπα μῦθοσ‘. Ν ναὸς καὶ σηκὸς διαφέρει. [5]

### 329

ὁ μὲν γὰρ ναός ἐστι θεῶν, ὁ δὲ σηκὸς ἡρώων. ναύκληροι καὶ ναύκραροι διαφέρουσιν.

### 330

ναύκληροι μὲν γάρ εἰσιν οἱ ναῦς κεκτημένοι, ναύκραροι δὲ οἱ εἰσπρασσόμενοι τὰ δημόσια κτήματα. καὶ ναυκράρια οἱ τόποι ἐν οἷς ἀνέκειτο τὰ κτήματα. ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν. ναυαγία καὶ ναυάγιον διαφέρει. [5]

### 331

ναυαγία μέν ἐστιν αὐτὴ ἡ τῆς νεὼς διαφθορά, ναυάγιον δὲ τὸ ἐξ αὐτῆς ἐκβρασθέν. νεαρὸν νεαλοῦς καὶ προσφάτου διαφέρει.

### 332

νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ κομισθὲν ὕδωρ· ἔγκειται γὰρ τῇ λέξει τὸ ἀρύειν. πρόσφατον δὲ τὸ κρέας· ἔγκειται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ ἐστι φονεῦσαι· ὅθεν καὶ τὸ φάσγανον. νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον. Νηρεΐδες Νηρέως θυγατέρων διαφέρει. [5]

### 333

Δίδυμος (p. 300 Schmidt) ὁμοίως ἐν ὑπομνήματι Βακχυλίδου Ἐπινίκων (cf. 1, 8 et 13, 123 Snell 8 )· φησὶ γὰρ κατὰ λέξιν· ‘εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὲν γνησίας καὶ τὸν ἀριθμόν, πλείους δὲ τὰς ἄλλας. ταῦτα φησὶ Μνασέων (FHG III p. 154 fr. 25b) ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοιοῦτον.‘ εἶτα ἐκτίθεται διὰ μακρῶν τὴν λέξιν καὶ ἐπιφέρει πιθανῶς, τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, τὰς δὲ συμμίκτους αὐτῷ μόνον Νηρεΐδας. νῆες πλοίων διαφέρουσιν. [10]

### 334

Δίδυμος (p. 321 Schmidt) ἐν ἑνδεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως· ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατι ώ τιδες. Ἀριστοτέλης δὲ (fr. 614 Rose) ἱστορεῖ ἐν Δικαιώμασι τῶν πόλε{μ}ων οὕτως· ‘Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ ταὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατι ωτι κοῖσ‘. νοῦς μέν ἐστιν ἀπόκρυφος λογισμός, φρένες δὲ αἱ ἀγαθαὶ διάνοιαι. [5]

### 336

νῦν καὶ νυνὶ διαφέρει φησὶ κατά τινας Ἡρακλείδης (fr. 4 Cohn) ἐν πρώτῳ Περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν ἔσται· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. νωθέστερος μέν ἐστιν ὁ βλακώδης, νωχελέστερος δὲ ὁ ἀσθενέστερος. [5]

### 338-340n

Ξ ξόανον, βρέτας, ἄγαλμα διαφέρει.

### 338

ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον. ξενίζειν {μὲν} οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ καὶ τὸ ξένως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν. [5]

### 340

ξυστὸν τό τε ἀκόντιον ὡς παρ’ ἡσιόδω ἐν τῷ πρώτῳ (Herodot. 1, 52), καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενοφῶντι ἐν Οἰκονομικῷ (11, 15). Ο ὀβελὸς ὀβολοῦ διαφέρει.

### 341

ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δὲ μέρος δραχμῆς. ὅδε καὶ ὁδὶ διαφέρει.

### 342

ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν. οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν.

### 343

οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δ’ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq.)· ‘ὄφρ’ ἴδωμεν οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν‘· καὶ (Ε 413) ‘ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρει‘, καὶ ἐν Ὀδυσσείᾳ (ξ 4) ‘κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύσ‘. οἰκίζεται καὶ συνοικίζεται διαφέρει. [10]

### 344

οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῴκησαν. οἰκότριψ καὶ οἰκέτης διαφέρει. [5]

### 345

οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκίᾳ διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. p. 48 Sondhaus) ἐν τοῖς ἄζωσιν οἰκεὺς κέκληται ὁ οἰκότριψ. οἶμος οἴμης διαφέρει. [5]

### 346

οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή. οἶκτος καὶ οἰκτισμὸς διαφέρει.

### 347

οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος. οἴνη καὶ οἰνάνθη διαφέρει.

### 348

οἴνη μὲν ἡ ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· οἴναρα δὲ τὰ φύλλα. οἴκαδε τοῦ εἰς οἶκον διαφέρει.

### 349

οἴκαδε μὲν γὰρ τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφ’ ἕτερον. οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν.

### 350

οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία, οἰκία δὲ ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ ἡ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος ἢ τὸ δεσμωτήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ ὁ λεγόμενος κοιτών. ὄλβιος καὶ εὐτυχὴς διαφέρει. [5]

### 351

ὄλβιος μὲν γάρ ἐστιν ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. ὀλίγον καὶ μικρὸν διαφέρει.

### 352

τὸ μὲν γὰρ ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνικος (Iocus ignot.) ἐν ὑπομνήματι ἐκάλες’ ἐπὶ στοιχείου (Callimachi fr. 470 b Pf.) ‘ὀλίγην νησῖδα Καλυψοῦσ‘. φασὶ δὲ οὕτω〈σ〉 ὀλίγην μ ι κρὰν ὑπαλλακτικῶς. τὸ μὲν γοῦν ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται· καὶ Ὅμηρος ἀδιαφόρωσ (υ 259) ‘δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν‘, τὴν μικράν. ὄλμος ὅρμου διαφέρει. [10]

### 353

ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν. ὄρθρος καὶ πρωῒ διαφέρει.

### 354

ὄρθος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ἡλίου ὥρα καθ’ ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γινόμεθα, πρωῒ δὲ ἡ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος (Θ 530 Σ 277.303)· ‘πρωῒ δ’ ὑπ’ ἠοῖοι σὺν τεύχεσι‘. καὶ Ἡσίοδος (fr. 204 Rzach 3 ) τελευτῆσαί φησί τινα ‘πρωῒ μάλ’ ἠΐθεον‘, τουτέστι πρόωρον. καὶ πρώϊμον τὸ πρόωρον. ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. [5]

### 355

ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν. ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει.

### 356

ὀρνιθευτὴς μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ οἰωνοσκόπος. ὀροφὴ καὶ τέγος διαφέρει.

### 357

ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα. ὅσιον καὶ ἱερὸν διαφέρει.

### 358

ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους (or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον δι’ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ‘. ὅτι καὶ διότι διαφέρει. [5]

### 359

τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι. οὔκουν παροξυτόνως μὲν τὸ ἀποφα{ν}τικὸν ἴσον τῷ οὐχιοῦν, οἷον ‘οὔκουν ἀπιστεῖν‘ (Thuc.

### 360

1, 10, 3). περισπωμένως δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει ἀπόφα〈ν〉σιν. οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει.

### 361

οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· ‘οὐδὲν ἐν κόσμῳ κενόν‘· πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς· ‘οὔθ’ ἓν οὔτε δύο‘. τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει· διὸ καὶ ὁ ποιητής φησιν (ς 130)· ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο‘. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει· διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον‘. οὕνεκα καὶ εἵνεκα διαφέρει. [5]

### 362

οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)· ‘οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα‘, ἀντὶ τοῦ ὅτι, καὶ (Τ 325) ‘εἵνεκα ῥιγεδανῆς Ἑλένησ‘. ἥμαρτεν οὖν ὁ Καλλίμαχος (fr. 1, 3 Pf.) εἰπών ‘εἵνεκεν οὐχ ἓν ἄεισμα‘, ὅπερ ἄτοπον· ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται ‘ὅτι οὐχ ἓν ἄεισμα‘. οὗτος καὶ οὑτοσὶ διαφέρει. [5]

### 363

τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Κ 341.477)· ‘οὗτός τοι, Διόμηδεσ‘, ἀναφορικὸν δέ (Hesiod. opp. 293)· ‘οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσει‘. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί. οὐλὴ καὶ ὠτειλὴ διαφέρει. [5]

### 364

οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σὰρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών (τ 393 ψ 74) ‘τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι‘, ἐπὶ δὲ τῆς ὠτειλῆς (cf. Δ 140 cum Ρ 86 Ξ 518) ‘αὐτίκα δ’ ἔρρεεν αἷμα κατ’ οὐταμένης ὠτειλῆσ‘. οὖρος καὶ οὐρὸς διαφέρει. [5]

### 365

οὖρος μὲν ὁ ἄνεμος, οὐρὸς δὲ ὁ τόπος ἤγουν τὸ νεώριον· ‘οὐρούς τ’ ἐξεκάθηρον‘ (Β 153). ὄφλειν καὶ ὀφείλειν διαφέρει.

### 366

Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν ὑπομνήματι 〈τοῦ〉 Περὶ 〈τῆσ〉 παραπρεσβείας Δημοσθένους (cf. Dem. or. 19, 280sq.) ‘ὄφλει μέν τισ‘, φησίν, ‘ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθα‘. ὅλον τοῦ παντὸς διαφέρει.

### 367

πᾶς τὴν τῶν προσώπων διαφοράν· τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων ‘ὅλος ἄνθρωποσ‘ ἕνα λέγει. τὸ δὲ ‘πᾶσ‘ πλείονας λέγει. ὄφλημα καὶ χρέος διαφέρει.

### 368

ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον. ὄχθαι καὶ ὄχθοι διαφέρει.

### 369

ὄχθαι μὲν γάρ εἰσι ποταμῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα. ὀψὲ καὶ ἑσπέρα διαφέρει.

### 370

ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε ἑσπέρας ἔλθη ὥρα δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· ὡς Ὅμηρος (Η 399 Θ 30 Ι 31.432.696 η 155 υ 321)· ‘ὀψὲ δὲ δὴ μετέειπε‘, καὶ· ‘ὀψαρότης προαρότῃ ἰσοφαρίζει‘ (cf. Hes. opp. 490). ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν. Π παρέχειν καὶ παρέχεσθαι διαφέρει. [5]

### 371

παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐσθήματα ἢ ἐκπόματα· τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης (4, 85, 4)· ‘καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι‘. Δημοσθένης ἐν Φιλιππικοῖς (Olynth. I 8)· ‘τὴν αὐτὴν παρειχόμεθα προθυμίαν‘. παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. [5]

### 372

παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄψεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες· ‘ὡς παρείας ὢν ὄφισ‘ (Aristoph. Plut. 690). πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.

### 374

παραβολὴ καὶ παράδειγμα διαφέρει. παραβολὴ μὲν γάρ ἐστιν ἡ οἵα τε γενέσθαι ἐπὶ πράγματος, οἷον ‘ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών‘ (Γ 33). παράδειγμα δὲ γεγονότος πράγματος ἀντιπαράθεσις· ‘οἶνος καὶ Κένταυρον ἀπώλεσεν‘ (cf. e. g. Anthol. Palat. 11, 1, 3) πάλτον καὶ πέλτη διαφέρει. [5]

### 375

πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπὶς ἴτυν οὐκ ἔχουσα. παρακέκρουσται καὶ παρακέκρουται διαφέρει.

### 376

τὸ μὲν γὰρ σὺν τῷ ς ἐνεργητικόν ἐστι καὶ σημαίνει τὸ ‘ἐξηπάτηκε‘, τὸ δὲ χωρὶς τοῦ ς παθητικὸν καὶ σημαίνει τὸ ‘ἐξηπάτηται‘. παῖς καὶ ἀντίπαις διαφέρει.

### 377

παῖς μὲν γάρ ἐστιν ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀντίπαις δὲ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος. βούπαις δὲ ὁ μέγας παῖς. παιδίσκη καὶ θεράπαινα διαφέρει.

### 378

παιδίσκη μὲν γάρ ἐστι πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν, ὡς καὶ παιδίσκος· θεράπαινα δὲ ἡ δούλη. παίδευσις καὶ παιδεία διαφέρει, ὥς φησι Πλάτων ἐν Ὅροις (def.

### 379

416 a 27—28). παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παράδοσις, καὶ ἐκ παιδὸς ἀγωγὴ ἐπ’ ἀρετὴ ν ὁδηγοῦσα. παιδίσκη καὶ παῖς διαφέρει.

### 380

παιδίσκη μὲν γὰρ ἡ ἐλευθέρα παρ’ Ἀττικοῖς, παῖς δὲ ἡ δούλη. Μένανδρος (fr. 88 Koerte 2 ) ἐν Δακτυλίῳ ἐπὶ τοῦ δάου· ‘τίς οὑτοσὶ κακοδαίμων ἔφυ, ὃς οὐκ ἂν ἐκδοίη θυγατέρας μένος καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων;‘. παρθενία καὶ σωφροσύνη διαφέρει καὶ παρθένος σώφρονος, καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως, ἡ δὲ σώφρων οὐ πάντως παρθένος. [5]

### 382

πάσχειν καὶ συμπάσχειν διαφέρει ὡς πάσχων συμπάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ {συμ}πάσχοντος πάθει· οὐ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων. οἷον· πυρέττει τις τῶν φίλων σφόδρα, καὶ συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴ καὶ πυρέττομεν. πάτρια πατρῴων καὶ πατρικῶν διαφέρει. [5]

### 383

πατρῷα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δ’ ἢ φίλοι ἢ ξένοι· πάτρια δὲ τὰ τῆς πόλεως ἔθη. παιδίσκη καὶ παιδισκάριον διαφέρει.

### 384

παιδίσκην μὲν γὰρ λέγομεν τὴν ἐλευθέραν, παιδισκάριον δὲ τὸ δοῦλον. παῖδα οὐ μόνον τὸν υἱὸν ἀλλὰ καὶ τὸν δοῦλον, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Πανταίνετον (or.

### 385

37, 50, cf. 23.40). πελαστὴς καὶ Πενέστης διαφέρει.

### 386

πελαστὴς μὲν γὰρ ὁ πρόσφυξ, Πενέστης δὲ παρὰ Θεσσαλοῖς ὁ κατὰ πόλεμον δ ουλω θεὶς ὡς παρὰ Λάκωσιν οἱ Εἵλωτες. πένης καὶ πτωχὸς διαφέρει.

### 387

πένης μὲν γὰρ ὁ ἀπὸ τοῦ ἐργάζεσθαι καὶ πονεῖν ποριζόμενος τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης ὁ τοῦ ἔχειν ἐκπεπτωκώς, ἢ ἀπὸ τοῦ πτώσσειν, ὡς Ὅμηρος (ρ 220)· ‘πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα‘, καὶ ἐτυμολογῶν φησιν (cf. ρ 227 sq.) ‘ἀλλὰ πτώσσων βούλεται αἰτίζων κατὰ δῆμον βόσκειν ἣν γαστέρ’ ἄναλτον‘. περιμάξαι καὶ ἐκμάξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι δι’ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν. [5]

### 389

πειραστὴς καὶ πειρατὴς διαφέρει. πειραστὴς μὲν γὰρ ὁ πειράζων, πειρατὴς δὲ ὁ θαλάσσιος λῃστής. καὶ νεῖλος τὰς διαλυθείσας σανίδας καταλιπόντες τοῖς πειραταῖς. πεῖρα καὶ πήρα διαφέρει.

### 390

πεῖρα μὲν γάρ ἐστιν ἡ ἐπιστήμη τε καὶ ἐμπειρία. πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον, καὶ δέρμα τι ἀρτοφόρον ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες. πηδάλιον καὶ πλήθριον διαφέρει.

### 391

πηδάλιον μὲν γὰρ νεώς, πλήθριον δὲ σχεδίας. πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει.

### 392

τὸ μὲν γὰρ πῆ καὶ ποῖ εἰς τόπον, οἷον· ‘πῆ ἔβη Ἀνδρομάχη;‘ (Ζ 377). τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον· ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (Κ 406). ὥσθ’ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ποῦ ἀπέρχῃ;‘ δέον ‘πῆ ἀπέρχῃ;‘. πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν διαφέρει. [5]

### 393

πλεῖν μὲν γάρ ἐστι τὸ κατ’ εὐθὺ πλέειν· ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δὲ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον. πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. [5]

### 394

πλούσιος μὲν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων— ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δ’ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δ’ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. πλῆμαι καὶ πλῆμναι διαφέρει. [5]

### 395

πλῆμαι μὲν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δὲ αἱ τῶν τροχῶν σύριγγες. πλῆθος καὶ ὄχλος διαφέρει.

### 396

πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις. πλοῦτος καὶ εὐπορία διαφέρει.

### 397

οἱ μὲν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ’ ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί ποτε χρημάτων ἢ ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινὲς δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δὲ τὴν μεγάλην εὐπορίαν. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. [5]

### 398

πολεμικὸς μὲν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· ἐν δὲ συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

### 400

πομπὴ καὶ πομπεία διαφέρουσιν. πομπὴ μὲν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11)· ‘τῆς δὲ πομπείας ταύτης ὕστερον‘. παρρησία καὶ παρουσία διαφέρει.

### 401

παρρησία μὲν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις. πολίτης καὶ πατριώτης διαφέρει.

### 402

πολίτης μὲν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δὲ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ ‘τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι ... φίλην ἐς πατρίδα γαῖαν‘ (Β 453 sq.). οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ’ ἐκ μιᾶς χώρας. πόλις καὶ ἄστυ διαφέρει. [5]

### 403

πόλις μὲν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον ὁ τόπος. (Ρ 144)· ‘φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃσ‘. ποιεῖν τοῦ περιποιεῖν διαφέρει.

### 404

ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν. πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν.

### 405

πονηρὸς μὲν γάρ, φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δὲ ὁ ἐπίπονος. — ‘ἀτόπωσ‘, φησὶ Τρύφων (fr. 15 Vels.)· ‘καὶ 〈γὰρ〉 τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δ’ ὀξύτητα‘, φησί, ‘καὶ ἐπ’ ἐμψύχων καὶ ἀψύχων· μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, ὅτι ὀξυτονεῖν ἀπαιτεῖ ὁ λόγος βίᾳ ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δὲ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε‘, φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν ἀγξωνέα, ‘ὡς Θεττάλην ὡς Μυρτάλην· καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν‘, φησίν, ‘τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο.‘ ποῦ καὶ ποῖ παρὰ τοῖς Δωριεῦσι τὴν εἰς τόπον σημασίαν δηλοῖ, πῆ δὲ τὴν ἐπὶ τόπῳ, πῶ δὲ τὴν ἐκ τόπου. [20]

### 407

πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μὲν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δὲ τὸ ὀδυνᾶσθαι. πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει.

### 408

πότος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος (fr. 659 Koerte 2 )· ‘πότοι συνεχεῖς κύβοι‘. ὀξυτόνως δὲ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης (cf. or. 25, 61) ἐν τῷ Κατὰ Ἀνδροτίωνος· ‘βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν‘. πολύτιμος καὶ πολυτίμητος διαφέρει. [5]

### 409

πολύτιμος μὲν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυτίμητος δὲ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τοὺς θεοὺς πολυτιμήτους λέγομεν. πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει.

### 410

πρεσβεύεσθαι μὲν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπειν πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν. πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει.

### 411

πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (e. g. 2, 29, 1). ξένος δ’ ὁ εἷς ἑνός· ὁ δ’ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης (fr. 721 N. 2 ) ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν ἰδιόξενον· ‘κακός τίς ἐστι προξένῳ σοι χρώμενοσ‘. δορύξενος δὲ ὁ κατὰ πόλεμον γενόμενος φίλος· ἁλοὺς γὰρ καὶ ξενίων τυχὼν ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δ’ ἦν ἡ τεταγμένη. κομίσας δὲ καὶ φυλάξας τὴν πίστιν ἐγένετο φίλος καὶ δορύξενος ἐκαλεῖτο. προτέρα καὶ προτεραία διαφέρει. [10]

### 412

προτέρα μὲν γὰρ ἐπὶ τάξεως, προτεραία δὲ ἐπὶ μόνης ἡμέρας. πρῶτος καὶ πρότερος διαφέρει.

### 413

πρῶτος μὲν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μὲν πρώτῳ ἀκόλουθός ἐστιν ὁ ὕστατος, τῷ δὲ προτέρῳ ὁ ὕστερος. καὶ πρότερος μὲν ἐπὶ τάξεως, πρώτ ω ς δὲ ἐπὶ ποιότητος, ὡς ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως· Πλάτων γοῦν (cf. rep. 544c) διαιρούμενος τὰς πολιτείας τὴν μὲν πρώτως ἔχειν φησί, τὴν δὲ δευ τέρως· δηλονότι ἡ μὲν πρωτεύει, ἡ δὲ ἕπεται. εἰ δέ τις εἴποι ‘πρώτως ἦλθον εἰς Ἀθήνασ‘, ἁμαρτάνει· ‘πρῶτον‘ γὰρ χρή. πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δὲ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. [5]

### 414

πρυτανεία δὲ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τοὺς μισθοὺς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν. πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. [5]

### 415

πρὸ μοίρας μὲν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δὲ ὁ ἐν νεότητι. πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει.

### 416

πρεσβεύονται μὲν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πέμποντες, πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι καὶ πεμπόμενοι ἐπὶ τὴν πρεσβείαν. πρέσβεις οἱ πρεσβευταί.

### 417

πρέσβις δὲ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται. πρότερος καὶ πρῶτος διαφέρει.

### 418

πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος (Ε 632)· ‘τὸν καὶ Τληπόλεμος πρότεροσ‘. τὸ δὲ πρῶτος ἐπὶ πολλῶν (Η 162)· ‘ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων‘. πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. [5]

### 419

πρωτότοκος μὲν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτοτόκος δὲ παροξυτόνως ἡ πρῶτον τεκοῦσα. προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ ἢ κνήμῃ· προσκρούειν δὲ τοῖς ἀνωτέρω καὶ κεφαλῇ.

### 421

πείθεσθαι μὲν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν δὲ τὸ κελεύοντι πεισθῆναι. Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δὲ καὶ ἀρσενικῶς ὁ δράκων.

### 423

πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μὲν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ· τὸ δὲ πεῖ τὴν ἐν τόπῳ· τὸ δὲ πῶ τὴν ἐκ τόπου, ὁμοίως δὲ καὶ τοῦτο. ὥσθ’ οἱ Δωρίζοντες καὶ λέγοντες ‘πεῖ πορεύῃ‘ ἁμαρτάνουσι· δέον γὰρ ‘πῦς πορεύῃ‘· τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί (fr. 5 Kaibel = pap. PSI 1214 a 8)· ‘πεῖ γὰρ ἁ ἄσφαλτος;‘. (fr. 5 Kaibel)· ‘ποῖος εἰλισκοπεῖται‘, ἀντὶ τοῦ ποῦ. ὅταν δ’ εἰς τόπον θέλῃ εἰπεῖν, φησί (fr. 75 Kaibel) ‘πῦς ἐς μυχὸν καταδύῃ;‘ τουτέστιν ἀντὶ τοῦ ‘εἰς τίνα μυχόν‘. Ρ ῥάφανον καὶ ῥαφανὶς διαφέρει. [10]

### 424

ῥάφανον μὲν γὰρ Ἀττικοὶ λέγουσι τὴν παρ’ ἡμῖν κράμβην, ῥαφανίδα δὲ τὴν παρ’ ἡμῖν ῥάπανον. ῥέφανον καὶ ῥάφανον διαφέρει〈ν .

### 425

....〉 παρ’ Ἴωσι καὶ Ἀττικοῖς. ῥέφανον εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δὲ τὴν κράμβην. ῥεῖθρον ῥεύματος διαφέρει.

### 426

ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ. ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὁδῷ ἐπιμελούμενον· εὐχερὲς δὲ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν· εὐπετὲς δὲ τὸ συμπεσὸν εἰς εὐμάρειαν.

### 428

ῥὶς καὶ ῥύγχος διαφέρει. ῥὶς μὲν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, ῥύγχος δὲ ἐπὶ ἀλόγου ζῴου. ῥὶς καὶ μυκτὴρ διαφέρει.

### 429

ῥὶς μὲν γὰρ λέγεται ἡ ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ αἱ τῶν ῥινῶν κατατρήσεις δι’ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων. ῥοιὰ μὲν μετὰ τοῦ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός.

### 431

ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δὲ ὁ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος (fr. 25, 1—2 D. 3 )· ‘ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο ῥοδῆς τε καλὸν ἄνθος.‘ ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφέρει. [5]

### 432

Ἀριστόξενος (fr. 113 Wehrli) ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων οὕτω φησὶ κατὰ λέξιν· ‘ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφορὰν ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου ἕλκειν, τὸ δ’ ἐρ{ρ}ύεσθαι φυλάσσειν‘. ῥύγχος καὶ ὄψις διαφέρει. [5]

### 433

ῥύγχος μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἢ πτηνῶν, ὄψις δὲ καὶ πρόσωπον ἐπὶ τῶν ἀνθρώπων. Σ σταθῆναι καὶ στῆναι διαφέρει.

### 434

σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφ’ ἑτέρου· ἐστάθη ὁ νόσος, ἔστη δ’ ὁ ἄνθρωπος δι’ αὑτοῦ. στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν.

### 436

σταφυλὴν ὀξυτονητέον ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 42 Baege) ἐν δευτέρᾳ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μὲν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δ’ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως· ‘σταφύλῃ ἐπὶ νῶτον ἔχουσα‘ (Β 765), σταφύλη βαρυτονητέον ὡς Νιόβη· οὐ γάρ ἐστιν ὅμοιον τῷ συκῆ. τοῦτο γὰρ διαιρεῖται—συκέη—, ἐκεῖνο δ’ οὐ διαιρεῖται.‘ Ἡρακλείδης δ’ ὁ ἡμέτερός φησιν (fr. 6 Cohn), ‘ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ , ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ υ , μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φ αι σύλη—δοκεῖ δ’ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος ‘σεῦε κατ’ ἠγάθεον Νυσήϊον‘ (Ζ 133) —ἐδύλη· ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ὀξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή· ‘ἐν ἀργαλέῃσι φονῇσι‘ (Κ 521). καὶ τοὔμπαλιν Δαναός Δανάη. ‘ἐπεὶ οὖν‘, φησί, ‘καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος—οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου—τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον· ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων· καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλ’ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δ’ ὀξυτόνοις τὰ ὀξύτονα· ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς ἐδύλην.‘ Τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τ ῷ σημαινομέν ῳ οὐκέτι. ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ· τὰ δὲ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή—περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ σημαινομένῳ, ἡ σταφυλή—ὀπώρα δέ—ὄντως ὀξυτονεῖται. Πιθανὸς μὲν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυτονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ’ ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα. [45]

### 436 (50)

ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθ’ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ. σημεῖον καὶ τεκμήριον διαφέρει.

### 437

Ἀντιφῶν ἐν τῇ Τέχνῃ (fr. 72 Blass = Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροιχόμενα σημείοις πιστεύεσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοισ‘. σισύρα καὶ σίσυρμα διαφέρει.

### 438

σισύρα μὲν γὰρ τὸ ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον. σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα.

### 440

Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μὲν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δὲ ὁ Σικελὸς μὲν μὴ ὤν, τὴν δὲ χώραν αὐτὴν οἰκῶν. σιωπὴ σιγῆς διαφέρει.

### 441

σιωπὴ μὲν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου. σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει.

### 442

σκήπτεσθαι μὲν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δὲ τὸ βουλεύεσθαι. σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ διαφέρει.

### 443

σκῶμμα μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτράπελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον—εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον—· γεφυρι{α}σμὸς δὲ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων περιέχοντα . σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός. [5]

### 445

σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μὲν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον (Ω 486)· ‘μνήςεο πατρὸς σοῖο‘, σημαίνει γὰρ ‘μνῆσαι τοῦ σοῦ πατρόσ‘. ἡ δὲ σεῖο ἀσύναρθρος οἷον (Ω 686)· ‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα‘, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα‘, οὐκέτι ‘τοῦ σοῦ ζῶντοσ‘. καὶ φυλάττεται ταῦτα ἄκρως παρ’ Ὁμήρῳ. σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. [10]

### 446

σπονδαὶ μὲν γὰρ ἃς ἐκ πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται ἐφ’ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ’ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθὲν ἀρχὴ γίνεται πολέμου. σπουδάζειν καὶ σπεύδειν διαφέρει. [5]

### 447

σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι. στρατόπεδον καὶ στρατὸς διαφέρει.

### 448

στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος. στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δὲ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος.

### 449

ἐναλλάσσει δὲ πολλάκις ἐν τῇ χρήσει. στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει.

### 450

στρατὸς μὲν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν. συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει.

### 451

συμμαχεῖν μὲν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτ’ αὐτοῖς ἐπίοιεν πολέμιοι εἴτε αὐτοὶ ἑτέροι σ ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δὲ ὅταν τοὺς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1, 44, 1) λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μὲν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ. σύνεργος καὶ συνεργὸς διαφέρει. [5]

### 452

συνεργὸς μὲν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιὼν οἷον σύντεχνος. σύγγραμμα καὶ σύνταγμα διαφέρει.

### 453

σύγγραμμα μὲν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός· σύνταγμα δὲ πολεμικόν τι σύστημα, ἀφ’ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων. σύνθεσις συντάξεως διαφέρει.

### 454

σύνθεσις μὲν γάρ ἐστιν ὁ λόγος ὁ ἔμμετρος, σύνταξις δὲ ὁ λόγος ὁ πεζός. συμβουλὴ παραινέσεως διαφέρει.

### 455

συμβουλὴ μὲν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον, ἀμφίβολον εἰ συμφέρει· διὸ καὶ ἔχει τὸ ἐνιστάμενον. παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίρρησιν οὐκ ἐπιδεχομένη διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθόν, ὡς εἴ τις παραινέσει σωφρονεῖν· ὅπερ ἐστὶν ὡμολογημένον ἀγαθόν. σφάξαι καὶ θῦσαι διαφέρει. [5]

### 456

θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δὲ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαι εἰπών (Ι 219 sq.)· ‘θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάσ‘, ἐπὶ δὲ τοῦ σφάξαι (Α 459 Β 422)· ‘αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν‘. στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δὲ τὸ ξύλον τοῦ ἀκοντίου. [5]

### 458

σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις (II p. 532 M. = fr. 266 K.)· ‘οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φέρειν σχιστὰς ἐνεργεῖν‘. σχιστὸς δὲ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συνεφήβοις (IV p. 453 M. = fr. 12 K.)· ‘σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκασ‘. σχολῇ τὸ ἠρέμα, καθό φαμεν ‘σχολῇ βαδίζων‘, καὶ τὸ 〈οὐκ〉 ἐν καιρῷ, παρ’ ὃ λέγεται ‘οὐκ ἦγον σχολήν‘. [5]

### 459

καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν ‘λαμπρὰ σχολή‘. Τ τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δὲ τοῦ ς ὁ ταλαίπωρος.

### 461

τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μὲν γάρ εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων. ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας.

### 463

τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική. τεχνίτης καὶ βάναυσος διαφέρει.

### 464

τεχνίτης μὲν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος. τέτραχμον καὶ τετράδραχμον διαφέρει.

### 465

τέτραχμον μὲν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δὲ τὸ τεσσάρων δραχμῶν. τέρας σημείου διαφέρει.

### 466

τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σημεῖον παρὰ συνήθειαν. τεχνάσματα καὶ τεχνήματα διαφέρουσι.

### 467

τεχνάσματα μὲν γὰρ τὰ κακουργήματα, τεχνήματα δὲ αἱ τέχναι. τείχη καὶ τειχία διαφέρει.

### 468

τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλε{μί}ων, τειχία δὲ τὰ τῶν οἰκιῶν. τήθη καὶ τ η θὶς διαφέρει.

### 469

τήθη μὲν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός—ταύτας δ’ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι—, τιθὶς δ’ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν. τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει.

### 470

τιτθὴ μὲν γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δὲ καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν. τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει.

### 471

τιμωρεῖσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις. τίθησι καὶ τίθενται διαφέρει.

### 472

τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἱρούμενοι. τοὔνεκα καὶ οὕνεκα διαφέρει.

### 473

τὸ μὲν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων ‘τοὔνεκεν Αἰγέος ἔσκεν‘, ὅτι τε—δέον εἰπεῖν οὕνεκα—τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν ἀνελίστως. τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. [5]

### 474

τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δὲ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μὲν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ‘, ἤγουν βοηθῶ· τὸ δὲ παθητικὸν αἰτιατικῇ οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν‘, ἀντὶ τοῦ κολάζω. τιθέναι νόμον καὶ τίθεσθαι διαφέρει. [5]

### 475

τίθησι μὲν γὰρ νόμον ὁ εἰσφέρων, τίθεται δὲ ὁ κυρῶν. τόμος καὶ τομὸς διαφέρει.

### 476

τόμος μὲν γάρ ἐστιν ὁ τεμνόμενος χάρτης ἢ ἄλλο τι, τομὸς δὲ ὁ τέμνων σίδηρος. τρίετες βαρυτόνως καὶ τριετὲς ὀξυτόνως διαφέρει, φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p.

### 477

61 Baege). ἐὰν μὲν γὰρ βαρυτονήσωμεν, ἔσται ἐπὶ χρόνου· διὸ καὶ ὁ ποιητής φησιν (β 106 ω 141)· ‘ὡς τρίετες μὲν ἔληθε δόλῳ‘. ἐὰν δὲ ὀξυτονήσωμεν ‘τριετὲσ‘ ὡς ‘εὐφυέσ‘, ἔσται ἐπὶ ἡλικίας οἷον ‘τριετὲς τὸ παιδίον‘· ὅθεν καὶ ‘ἑξετέ’ ἀδμήτην‘ (Ψ 266. 655). καὶ χρῆν ἀναγινώσκειν ὡς ἀξιοῖ ὁ Ἀσκαλωνίτης. τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. [5]

### 478

11 Vels.) ἐν δευτέρᾳ Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δὲ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησιν, ἐν μὲν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N. 2 )· ‘ὁρῶ μὲν ἀνδρ ῶ ν τόνδε γυμνάδα στόλον στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον‘, ἐν δὲ Μηδείᾳ (46) ‘ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι‘. ἀναλογικώτερον δὲ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα —παρατελεύτου ὄντος τοῦ ο —βαρυτονεῖται· οἷον λέχος ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα· οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος. τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ κωμῳδοποιοὶ διαφέρουσι. [15]

### 479

τραγῳδοὶ μὲν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ δὲ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων. τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον.

### 480

Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δ’ ἐθνέων‘, καὶ προβὰς (1, 26, 1) ‘τελευτήσαντος δ’ Ἀ〈λ〉υ〈άτ〉τεω διεδέξατο τὴν βασιλείην‘. καὶ Ἀριστοφάνης (II p. 1098 M. = fr. 357 K.) ἐν Λημνίαις· ‘ἐνταῦθ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖν‘. ἔσθ’ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις (II p. 474 M. = fr. 123 K.) ἐπὶ τοῦ Πεισιστράτου. τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη, τιθὶς δὲ ἡ θεία, τιτθὴ δὲ ἡ τροφός. [5]

### 482-488n

Υ ὕμνος ἐγκωμίου διαφέρει.

### 482

ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων. ὕπαρ ὀνείρατος διαφέρει.

### 483

ὕπαρ μὲν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία. ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει.

### 484

ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην‘, ἀντὶ τοῦ περιέτυχεν. ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει.

### 485

ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος. ὑποψία ὑφοράσεως διαφέρει.

### 486

ὑποψία μὲν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον. ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.

### 488

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148) ‘ὕπαγε ζυγὸν ὠκέας ἵππουσ‘. οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν· ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. = fr. 652 K.)· ‘ἐγὼ δὲ ὑπαίρω τὸν ὅρκον‘ ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ’ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. = fr. 79 K.)· ‘σὺ δ’ ὕπαγε εἰς τοὔμπροσθεν‘. Φ φακοὺς καὶ φακῆν διαφέρειν φασίν· φακοὶ οἱ ἔτι ὠμοί, οὐχ ἑνικῶς, φακῆ δὲ ἡ ἑψημένη. [10]

### 489

τετήρηται παρὰ τοῖς παλαιοῖς ἡ διαφορά. φαυλία καὶ φυλία διαφέρει.

### 490

φαυλία μὲν γὰρ εἶδος ἐλαίας, φυλία δὲ ἡ σχῖνος. φάκελος σφακέλου διαφέρει.

### 491

φάκελος μὲν γάρ ἐστι φορτίον ξύλων· Θουκυδίδης (cf. 2, 77, 3)· ‘φακέλους ὕλης ἀργείας‘. σφάκελος δὲ ὁ μετὰ φλεγμονῆς σπασμός. φάσκαλος φασκωλίου διαφέρει.

### 492

φάσκαλος μὲν γάρ ἐστιν ἱματιοφορίσ · φασκώλιον δέ ἐστι δερμάτιον. φαρμακεία γοητείας διαφέρει.

### 493

φαρμακεία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη ἡ διὰ δηλητηρίου τινὸς γινομένη φαρμάκου, γοητεία δὲ ἡ ὑπὸ ἐπικλήσεώς τε καὶ ἐπαοιδῆς. φαρμακεὺς ὁ φάρμακος· φαρμακὸς δὲ ὀξυτόνως ὁ ἐπὶ καθάρσει τῆς πόλεως ῥιπτόμενος.

### 495

φάσμα μέν ἐστι τὸ ὅμοιον ἀληθείᾳ, φάντασμα δὲ τὸ ἑτερόμορφον, εἴδωλον δὲ τὸ ὅμοιον τῇ σκιᾷ, τέρας δὲ τὸ ἐναργὲς σῶμα ἑτερόμορφον, βρέτας δὲ τὸ ξόανον. φάγαινα μὲν λέγεται ἡ μετὰ τὰς νόσους πολυφαγία, φαγέδαινα δὲ φῦμα ἀνήκεστον.

### 497

φεύγει καὶ ἀποφεύγει διαφέρει. φεύγει μὲν γὰρ δίκην ὁ κατηγορούμενος—καὶ γὰρ ὁ κατηγορῶν διώκει—, ἀποφεύγει δὲ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατηγορίας. Φθῖοι καὶ Φθιῶται διαφέρουσι.

### 498

Φθῖοι μὲν γὰρ οἱ ὑπὸ τῷ Πρωτεσιλάῳ· φησὶ γοῦν Ὅμηρος (Ν 693)· ‘πρὸ Φθίων τε Μέδων τε‘, οὗτοι δ’ οὐκ ἀπὸ πόλεως οὐδ’ ἀπὸ χώρας, ἀλλ’ ἀπὸ ἀνδρὸς Φθίου. Φθιῶται δὲ οἱ ὑπὸ τῷ Ἀχιλλεῖ, ἀπὸ πόλεως Θεσσαλικῆς Φθίας καὶ χώρας ὁμωνύμου· ‘Φθίην δ’ ἐξικόμην ἐριβώλακα‘ (Ι 479). ἠγνόησεν οὖν Καλλίμαχος (fr. 184 Pf.) ἐπὶ πόλεως εἰπών· ‘οὐδ’ ἔτι τὴν Φθίων εἶχεν ἀνακτορίην‘. φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μὲν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν. [5]

### 500

φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μὲν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες· ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες. φόρος καὶ φορὸς διαφέρει. [5]

### 501

φόρος μὲν γὰρ λέγεται ὁ φέρων. οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δὲ ὁ τόπος τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος. φράσον καὶ φράσαι διαφέρει.

### 502

φράσον μὲν γάρ ἐστι τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· ‘σὺ δὲ φράσαι, εἴ με σαώσεισ‘ (Α 83). φριμάττεσθαι καὶ φρυάττεσθαι διαφέρει.

### 503

φριμάττεσθαι μὲν γὰρ τὸν τράγον φαμέν—καὶ φριμαγμὸς ἡ τοῦ τράγου φωνὴ ὥσπερ πταρνυμένου—, φρυάττεσθαι δὲ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον. φρονεῖν καὶ καταφρονεῖν διαφέρει.

### 504

φρονεῖν μὲν γάρ ἐστι τὸ λογίζεσθαί τι καὶ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ ὑπερορᾶν. φερνὴ μὲν ἡ προίξ, φέρνιον δὲ τὸ ἁλιευτικὸν σπυρίδιον.

### 506

φύλλον καὶ φῦλον διαφέρει. φύλλον μὲν γὰρ τὸ πέταλον δένδρου, φῦλον δὲ τὸ γένος. φωνεῖν καὶ ὠρύεσθαι διαφέρει.

### 507

φωνεῖν μὲν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι μὲν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η , μυκᾶσθαι δὲ ἐπὶ βοῶν διὰ τοῦ υ , βρωμᾶσθαι ἐπὶ ὄνων, βρυχᾶσθαι δ’ ἐπὶ λεόντων, χρεμετίζειν δ’ ἐπὶ ἵππων, ἀραρίζειν δὲ ἐπὶ κυνῶν παρ’ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παρ’ ἡμῖν δ’ ὑλακτεῖν λέγεται. φωλεὸς καὶ κοίτη διαφέρει. [5]

### 508

φωλεὸς μὲν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δ’ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μὲν ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν· ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων ‘νοσσιὰν τέκνων‘ (tragic. fr. ad. 189 N. 2 ) ἀκυρολογεῖ· τέκνα μὲν γὰρ ἀνθρώπων, νεοσσοὶ δ’ ὀρνίθων, νεβροὶ δ’ ἐλάφων, σκύμνοι δὲ λεόντων, σκύλακες δὲ κυνῶν. Χ χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων· ἀρσενικῶς δὲ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων, ἀφ’ ὧν λέγουσι ‘χαρακώσαντεσ‘ ἀντὶ τοῦ περιφράξαντες καὶ ‘χαρακώματα‘ τὰ περιφράγματα. [5]

### 510

χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μὲν γάρ ἐστι πρόσφατος ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δὲ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης. χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος (fr. [5]

### 511

184 Koerte 2 ) ἐν Ἡνιόχῳ. χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr.

### 512

106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μὲν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.)· ‘ἐνθάδε τ’ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα‘. χλανίδας δὲ τὰς φορουμένας καὶ μαλακωτέρας. —ἀντιπίπτει τῷ παρατηρήματι (δ 115. 154) ‘χλαῖναν πορφυρέην ἄντ’ ὀφθαλμοῖσιν ἐπισχών.‘ μήποτε οὖν ἄμεινον λέγειν τὰς μὲν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων καὶ τῶν φορουμένων, χλανίδας δὲ ἐπὶ μόνων τῶν φορουμένων—οὐκέτι δ’ ἐπὶ τῶν ἐγκοιμήτρων. χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος (p. [10]

### 513

180 Schmidt) ἐν Ὑπομνήματι δευτέρῳ Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δὲ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα· Σαπφώ (cf. fr. 54 L.—P.) αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μὲν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπ’ ἀλλήλων διεστάναι. προσάγεται Ἀριστοτέλην (fr. 500 Rose), Φύλαρχον (FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παραπολὺ διαφέρουσι. χιτώνιον καὶ χιτωνίσκος διαφέρει. [10]

### 514

χιτωνίσκος μὲν γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς ἔνδυμα , ἔστι δὲ τοῦτο λεπτόν . Χόας συνεσταλμένως τὴν ἑορτήν, καὶ παροξυτόνωσ · Ἀριστοφάνης Ἀχαρνεῦσιν (1000)· ‘ἀκούετε λεώς, κατὰ τὰ πάτρια τοὺς χόας‘.

### 515

χοᾶς δὲ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, καὶ ἐν ἐκτάσει . χορήγιον καὶ χορ{ηγ}ὸς διαφέρει. [5]

### 516

χορήγιον μὲν τὸ διδασκαλεῖον—καὶ χορηγὸς ὁ διδάσκαλος—, χορὸς δὲ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων. χολάδες καὶ χόλικες διαφέρει.

### 517

χολάδες μὲν γὰρ τὰ ἔντερα· ‘χύντο χαμαὶ χολάδεσ‘ (Δ 526 Φ 181). χόλικες δ’ αἱ τῶν βοῶν κοιλίαι· Ἀριστοφάνης Βαβυλωνίοις (R p. 982 M. = fr. 82 K.)· ‘ἢ βοι{α}δαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπιθυμῶν‘. χρήστας καὶ τοὺς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας. [5]

### 519

χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν. χύτραι καὶ χυτρεῖα διαφέρει.

### 520

χύτραι μὲν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δὲ τὰ τῶν χυτρῶν ὄστρακα. Ψ ψάλιον καὶ ψέλιον διαφέρει.

### 521

ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπ’ ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν‘ ἐκαλέσαμεν, ὥς φησι Τρύφων (fr. 108 Vels.). ψάμαθος καὶ ἄμαθος διαφέρει. [5]

### 522

ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον· ‘ἐπὶ ψαμάθοις ἁλίῃσιν‘ (γ 38)· ἄμαθον δὲ τὴν κόνιν· ‘τύχε γὰρ ἀμάθοιο βαθείησ‘ (Ε 587). Ω ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δὲ ἡ φροντίς. [5]

### 524

ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι. ὠτειλὴ καὶ οὐλὴ διαφέρει.

### 525

ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι· οὐλὴ δὲ ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)· ‘οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι‘.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: swu-aa`.
