On Pearls, Collection of ExcerptsΠερὶ μαργαριτῶν
Alchemist I On Pearls, Collection of Excerpts PDF
On Pearls is a pseudepigraphal alchemical treatise attributed to an author known only as Alchemist I. Preserved within the broader corpus of Greek alchemical texts, it is a short work comprising a collection of practical excerpts focused on the artificial creation, treatment, and imitation of pearls. The text provides specific technical recipes, detailing processes such as cleaning and polishing pearls with oil and pumice, dissolving them in acidic solutions like citron vinegar, and whitening them using various plant-based preparations. It also includes notes on creating medicinal or magical compounds from pearl substances, reflecting the broader Greco-Egyptian alchemical pursuit of perfecting and imitating precious materials.
The work survives in a fragmentary state as part of an anthology of technical notes found in medieval manuscripts, most notably within the 10th- or 11th-century Marcianus graecus 299 held in Venice. Its anonymous authorship and practical, recipe-based format are characteristic of the esoteric, workshop-oriented tradition of late antique alchemy. As a minor technical text, its significance lies in demonstrating the wide scope of alchemical interest, which extended beyond the transmutation of metals to include the manipulation of gems, dyes, and other valuable substances. It is studied by historians of science as a representative piece of the practical knowledge that would later inform and be transmitted through Islamic and Western alchemical traditions.
| 2 368 [20] | ΣΜΗΞΙΣ ΚΑΙ ΛΑΜΠΡΥΝΣΙΣ ΜΑΡΓΑΡΩΝ ῌ ΠΟΛΛΑΚΙΣ Ο ΔΕΔΩΚΩΣ ΕΛΕΓΕ ΧΡΗΣΘΑΙ. —Πρῶτον βαλὼν ἔλαιον ἐν μυάκι, θέρμαινε καίων παπύροις ἢ καλάμοις· καὶ ὅτε χλιαρὸν γένηται, χάλα τὸν μαργαρίτην. Εἶτα ἄρας ἀπὸ τοῦ ἐλαίου, χρίε αὐτὸν τῷ χρίσματι τῷ διὰ πυρίτου καὶ ψιμμιθίου. Εἶτα καταπλύνας ἐν ὕδατι, χρίε πάλιν ἕως ξηρανθῇ· καὶ πλύνας πάλιν, χρίσον ἕως ἑπτάκις. Ἀγαγὼν δὲ καὶ ἀποπλύνας, βάλε εἰς χυλὸν βώλου. Ἐὰν τις ἐν κολλουρίοις μίξῃ τοῦ χυλοῦ, πᾶς ὁ ἐγχριόμενος λευκώματα ποιεῖ· εἰ δὲ οἶνον πίει, λεπροῦται, ὅλον δὲ, εἰ γράμμασι κεντητοῖς δι’ ἐγκαύστου μέλανος καὶ πράσου χρίσαις, ἀναπίνει τὰ γράμματα. ΛΥΣΙΣ ΜΑΡΓΑΡΟΥ. —Λειώσας τὰ λεπτὰ μαργαριτάρια εἰς λεπτὰ πάνυ, ἔμβαλε εἰς ὑάλινον ἀγγεῖον μετὰ ὄξους κιτρίου, καὶ θὲς εἰς πρίσματα νυχθήμερα γʹ, καὶ λυθήσονται καλῶς. ΑΛΛΩΣ. —Ἀλέσας καλὸν ἄλευρον σίτινον, φύρασον εἰς ὄξος κίτρου ὀξίνου, καὶ χυλὸν κράμβης ἀγρίας· προσβαλὼν ὀπὸν ἰτέας καὶ σκίλλης, καὶ θὲς τὸν μαργαρίτην, καὶ ἔα λυθῆναι· καὶ ὡς οἶδας τὰ ἑξῆς. ΛΕΥΚΩΣΙΣ ΜΑΡΓΑΡΙΤΩΝ. —Λαβὼν σκαμωνίαν, λείωσον ἰσχνῶς πάνυ, καὶ σεῖσον· καὶ λάβε ζύθον κρίθινον ἄθικτον· συλλείωσον τὴν σκαμωνίαν, καὶ ποίησον ὑδαρεστέραν· καὶ βάλε εἰς φιάλην ὑαλίνην, καὶ κρέμασον τὸν μαργαρίτην, καὶ σκέπασον ἄλλῃ φιάλῃ, καὶ περιπηλώσας, ἄφες ὥρας θʹ, καὶ γίνεται λευκός. Ἐρεύνα δὲ μὴ πλείω· θέλει ἡμέρας ζʹ ἢ ιηʹ ἐν ἡλίῳ ἢ ἱππείᾳ κόπρῳ, λύε τὸ ἀφροσέληνον ὄξει δριμεῖ πάνυ. ΤΟΝ ΔΕ ΜΑΡΓΑΡΟΝ ΣΚΕΥΑΖΕ ΟΥΤΩΣ. |
| 2 369 [5] | —Λαβὼν λίθον σιδηρίτην, καὶ ἀρσενίκου καὶ μαγνησίας καὶ ἀφροσελήνου ῥίνισμα, ἴσα λειώσας, ἕψε τῇ οἰκονομίᾳ τῇ διὰ κινναβάρεως. Λαβὼν τὸ ἀφροσέληνον, καὶ βάψας μέλιτι, βάλε ὄρνιθι φαγεῖν· καὶ μὴ δώσῃς αὐτῇ τι ἕτερον φαγεῖν, μήτε ἐάσῃς διακινεῖν, ἀλλ’ ἀπόκλεισον ταύτην εἰς σκαφίδιον ἢ εἰς κόφινον· καὶ ὑπόθες κερβίον, καὶ δὸς αὐτὸ λελυμένον· προκάθαρον δὲ αὐτῆς τὸ ἔντερον, διδοὺς φαγεῖν ἀκρίδας ἡμέρας γʹ, καὶ οὕτω τὸ ἀφροσέληνον, καὶ εὑρήσεις ἐν τῷ κερβίῳ ἐκκριθὲν λεῖον μυστήριον. ΕΤΕΡΑ ΠΟΙΗΣΙΣ. —Λαβὼν τὰ μικρὰ μαργαριτάρια, ἔμβαλον εἰς ἄγγος ὑάλινον καὶ ὄξος δριμὺ, καὶ ὀπὸν κυρηναϊκὸν λευκὸν καταστάμενον ἐπὶ ἡμέρας ιϛʹ· καὶ ἔασον συμφιμώσας εἰς θερμὸν τόπον νυχθήμερον· καὶ τὸ ἑξῆς ἐπίβαλε ὄξος κίτρων, καὶ σαλεύσας, ἔασον βραχὺ, καὶ λυθήσονται· καὶ τότε πῆξον ὡς ἐπινοεῖς τυπώσας. Ἡ δὲ πῆξις γίνεται δι’ ἀφροσελήνου. ΛΕΥΚΩΣΙΣ ΣΤΥΓΝΩΝ ΚΑΙ ΡΥΠΑΡΩΝ. —Βάλε εἰς βολβὸν ἢ εἰς κρουφίκιν, καὶ περισκέπασον στέατι ἄρτου, καὶ ὄπτα φούρνῳ ἢ κλιβάνῳ, καὶ λευκαίνονται. ΑΛΛΟ. —Λαβὼν τοὺς λεπτοὺς μαργάρους, ἔμβαλον εἰς χυλὸν κίτρων, ἐκπιέσας τὰ ὄξινα τῶν κίτρων, καὶ ἀφυλίσας πολλάκις ἕως διαυγὲς γένηται· καὶ οὕτως βάλε εἰς ῥάκος τὰ εἴδη, ἕως διαλυθῶσι· καὶ ὅταν γένηται διάλυσις αὐτῶν, πλῦνον αὐτὰ ἐπὶ ἡμέραν μίαν, καὶ ἔμβαλον στέατον ἔσω εἰς βολβὸν ῥίζης. Τὸν βολβὸν βάλον εἰς φοῦρνον ἕως ὀπτηθῇ τὸ στέατον· καὶ ἄρας, καὶ ψύξας, εὑρήσεις λευκανθέντα. Λοιπὸν σὺ κάθαρον στίλβον ὡς ἐπινοεῖς, ὡς τεχνίτης τὰ οἰκεῖα ποιῶν. Τινὲς δὲ διδόασι μετὰ ταῦτα καταπιεῖν ὄρνιθι ἀφ’ ἑσπέρας ἕως ὥρας μιᾶς, καὶ ἐῶσι τὸ ὄρνεον ἄποτον ἐκδιψῆσαι· καὶ οὕτω θύσαντες, εὑρίσκουσι στιλπνὰ τὰ εἴδη. ΛΕΥΚΩΣΙΣ ΜΑΡΓΑΡΩΝ ΚΙΡΡΩΝ. —Λαβὼν μαργαρίτας, χάλα εἰς γάλα κυνὸς λευκῆς, καὶ ἔα ἐπὶ ἡμέρας ζʹ ἐπιπωμάσας· καὶ ἔπαιρε ταῦτα ἰδίᾳ τριχὶ εἰρμένα· καὶ βλέπε εἰ γεγόνασι λευκά· εἰ δὲ μὴ, ἐπιχάλα ἕως καλῶς ἔχῃ τοῦτο· κἂν ἄνθρωπον χρίσῃς, λεπροῦται, καὶ τοσαύτην ἔχει τὴν δύναμιν· ἐπιπασθείσης δὲ αὐτῷ γῆς σαμίας ἐκ τῆς ὑγρᾶς γῆς μνᾶν αʹ. |
| 2 370 [5] | ΠΗΞΙΞ ΜΑΡΓΑΡΩΝ. —Βάλε αὐτὰ εἰς γάλα κυνὸς μελαίνης, καὶ ὅτε κηρώδη γίνονται, βάλε εἰς τύπους. ΛΕΥΚΩΞΙΞ ΜΑΡΓΑΡΩΝ. — 〈Λαβὼν〉 ἕκαστον ζύθον κωχλιάρια βʹ, τρίβε τε ὁμοῦ καὶ ἐπιχάλα τὸν μάργαρον ἐπὶ ὥρας ἕξ. ΠΕΡΙ ΜΑΡΓΑΡΩΝ. —Βάλε αὐτοὺς, καὶ πῆσσε ὀπῷ συκῆς, ἢ τιθυμάλου, ἢ καλπάσου, καὶ ἔα διανυκτερεῦσαι· καὶ ὅταν παγῶσι, προσπλάσας ἕνα ἕκαστον τῷ ἀφυλισθέντι τῷ ἄνω γενομένῳ γλοιώδει, ἔα ξηραίνεσθαι μῆνα ἕνα. Καὶ οὕτω βαλὼν ἐν ζώσῃ ἀσβέστῳ, ῥάνον ὕδωρ ἐλαφρῶς, ἕως λυθῇ ἡ ἄσβεστος, καὶ ἔασον ἕως ψυγῇ· καὶ ἄρας, εὑρήσεις παγέντας. Ἔστωσαν δὲ καὶ τὰ προσπλασθέντα ἔχοντα ἐν τῇ φυράσει αὐτῶν ὑδρόκομι λευκόν· καὶ οὕτω ξήραινε, ἵνα καὶ εὐκόλως παγῶσι καὶ ἐν τῇ μίξει τῆς κατασβεννυμένης ἀσβέστου, ὅταν ἐνθῇς αὐτὰ σύστασιν ἔχοντα ἐλαίῳ ὥραν, ἀπόπλυνον καθαρῷ λευκῷ ἐκμυζῶν. Εἶτα ἐρεύνησον ἐὰν μὴ ὦσι στίλβοντες, καὶ βάλε αὐτοὺς ἐν τῇ βολβῷ τῇ κριθίνῃ· καὶ πλάσσε αὐτὴν, καθαρὸν ἀρτὸν ποιήσας· καὶ ὄπτα ἐν κλιβάνῳ· οὕτω σμῆχε καὶ στίλβου, καὶ θαυμάσεις· τρίχιζε δὲ πρὸ τοῦ παγῆναι. ΛΕΥΚΩΞΙΞ ΜΑΡΓΑΡΩΝ ΚΙΡΡΩΝ. —Σκίλλης τῆς ἀκροτάτης καὶ ἐκλεύκου, ταύτης ἐκμέσου φύλλων, καὶ στρούθιον βοτάνην λύε ἐξίσου· καὶ ποιήσας φάρμακον, βάλε τοὺς μαργαρίτας, καὶ ἔγκρυπτε εἰς αὐτό· ἐὰν δὲ ὦσι στερεοὶ, πρόσμιγε οὖρον παρθένου καὶ ὀλίγον μέλι λευκόν. ΣΜΗΞΙΞ ΜΑΡΓΑΡΩΝ. —Λαβὼν σκόροδα, λείωσον μεθ’ ὕδατος, καὶ βάλε εἰς βησσίον· καὶ τὸν μάργαρον διαίρων τριχὶ, ἐπέμβαλε κάτω ἐμβρέχεσθαι ἐπὶ ἡμέραν καὶ νύκτα· καὶ ἀνάμενε ὡς κατανοεῖς· καὶ εἰ οὔπω γέγονε, τότε λείωσον μετ’ ὀλίγης τέφρας λεπτοτάτης, καὶ ἔμπλασον εἰς ῥάκος λινοῦν· καὶ περίφερε ἐν τῷ θερμῷ κάτω, ἕως λυθῇ ἡ σποδὸς καὶ μοσχευθῇ ὁ μάργαρος, καὶ εὑρήσεις αὐτὸν λευκὸν καὶ ἄσπρον. |
| 2 371 [20] | Ἔστω δὲ πάντοθεν ὑγιής. ΣΜΗΞΙΣ ΒΡΕΤΑΝΙΚΟΥ. —Λαβὼν ὀπὸν κυρηναϊκὸν, λείωσον μεθ’ ὕδατος, καὶ ἔμβαλε εἰς βησσίον μικρόν. Οὐ λύεται δὲ ὁ ὀπὸς, ἀλλὰ μένει ἐν τῷ ὕδατι ὡριζός. Καὶ λαβὼν τὸν μάργαρον, διέλε τριχὶ ἱππείᾳ. Ἔστω δὲ μὴ ἔχων κλάσμενα ὁ μάργαρος. Καὶ ἔμβαλε αὐτὸν ὀπῷ, καὶ εὐθέως συμπλέκεται αὐτῷ ὁ ὀπός· καὶ ἔασον αὐτὸν μεῖναι ἡμέραν καὶ νύκτα· καὶ ἀνερχόμενον, ἀπόμαξον, καὶ εὑρήσεις αὐτὸν ἐσμηγμένον καὶ ὄντα λευκόν· εἰ δὲ καὶ ἐπιπλέον χρήζει σμήξεως, ἔμβαλε αὐτὸν ἐπὶ νύκτα καὶ ἡμέραν μίαν· καὶ πάλιν ὁμοίως, καὶ ποίει κατανοῶν, ἕως ἂν γένηται καλῶς. ΣΜΗΞΙΣ ΜΟΝΑΧΟΥ ΤΩΝ ΜΟΛΙΒΔΙΖΟΝΤΩΝ. —Λαβὼν σκόροδα, λείωσον μετὰ οὔρου ἀφθόρου· καὶ βαλὼν εἰς ληκύθιον, βάλε κάτω τὸν μαργαρίτην, καὶ ἔα βρέχεσθαι νυχθήμερα γʹ. Καὶ λαβὼν ὀπὸν κυρηναϊκὸν καὶ ἔλαιον ἰσπανὸν, θέρμαινε· καὶ διάρας τὸν μαργαρίτην τριχὶ, περίφερε ἕως ἂν ἴδῃς αὐτὸν λευκόν. Πρῶτον οὖν βαλὼν σκόροδα, πάλιν τε ἐμβαλὼν εἰς τὸ ἔλαιον, καὶ καχλάσαντα ἀναλαβὼν τὰ σκόροδα, οὕτω βάλε ὀπὸν, ἐὰν δὲ μὴ. |