eul_wid: rrg-af

Onomatopoeia of the Egg, It Is the Mystery of the Art
Ὀνοματοποιία τοῦ ὠοῦ· αὐτὸ γάρ ἐστιν τὸ

Alchemist I Onomatopoeia of the Egg, It Is the Mystery of the Art PDF

_Onomatopoeia of the Egg, It Is the Mystery of the Art_ is a brief, pseudepigraphical Greek alchemical treatise attributed by modern scholarship to an anonymous figure designated as Alchemist I. The work survives exclusively within the corpus of Greek alchemical writings preserved in Byzantine manuscripts, most notably in the tenth- or eleventh-century codex Marcianus graecus 299. The text consists of four allegorical passages centered on the symbolic "egg," a common motif representing the sealed vessel of transformation, the primal matter, or the cosmos in microcosm. Its title indicates a focus on the mystical or true names inherent to the alchemical process, treating precise nomenclature as essential to the substance's power and the operational success of the art, which is itself presented as a guarded mystery. While the treatise's direct influence is unattested, it is a representative artifact of the late antique Greco-Egyptian alchemical tradition. This tradition's body of symbolic knowledge, including the enduring motif of the philosopher's egg, was later transmitted to Islamic and Latin European scholars, thereby influencing the development of Western esoteric thought.

1 ΟΝΟΜΑΤΟΠΟΠΑ ΤΟΥ ΩΟΥ· ΑΥΤΟ ΓΑΡ ΕΣΤΙΝ ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΗΣ ΤΕΧΝΗΣ.
2.21 Τὸ ὠὸν ἐκάλεσαν τετράστοιχον διὰ τὸ εἶναι αὐτὸ κόσμου μίμησιν, περιέχον τὰ τέσσαρα στοιχεῖα ἐν ἑαυτῷ· ὃν καὶ λίθον .
2.21 ἐκάλεσαν, ὃν κυλίει ἡ σελήνη, καὶ λίθον τὸν οὐ λίθον, καὶ λίθον ἀετίτην, καὶ ἀλαβάστρινον ἐγκέφαλον. Καὶ τὸ μὲν ὄστρακον αὐτοῦ ᾧπέρ ἐστι στοιχεῖον ὅμοιον τῆς γῆς, ψυχρὸν καὶ ξηρὸν, ἐκάλεσαν χαλκὸν, σίδηρον καὶ κασσίτερον καὶ μόλυβδον· τὸ δὲ λευκὸν ὕδωρ θεῖον· τὸν δὲ κρόκον χάλκανθον· τὸ δὲ ἔλαιον αὐτοῦ πῦρ. Τὸ ὠὸν ἐκάλεσαν σπόρον· καὶ τὸ μὲν ὄστρακον αὐτοῦ ἐκάλεσαν δοράν· σάρκα δὲ τὸ λευκὸν καὶ ξανθόν· ψυχὴν τὸ ἔλαιον· πνοὴν ἤγουν ἀέρα τὸ ὕδωρ.
2.21 Τὸ ὄστρακον τοῦ ὠοῦ ἐστιν ὅ τι ἀναφέρει ταῦτα ἐκ τῆς κόπρου κατὰ ἡμέρας ιʹ· καὶ λειοῖ σὺν Θεῷ μετὰ ὄξους, ὅσον πλέον τρίβῃς πλέον ὠφελεῖς· ὅταν δὲ κόψῃς τὸ σύνθεμα ἡμέρας ηʹ καὶ ἀνασήψεις, καὶ ξηρίον ποιήσεις· ὅταν δὲ τελειώσῃς, ἐπίβαλλε τῆς ὑδραργύρου καὶ ἂν εἰς πρῶτον οὐ βάψῃς, ποίησον δεύτερον καὶ τρίτον. Ὅτι πρῶτον ἐκάλεσαν τὸν κρόκον τοῦ ὠοῦ, ὤχραν ἀττικὴν, σινώπην ποντικὴν, νίτρον αἰγύπτιον, κυανὸν ἀρμενιακὸν, κρόκον κιλίκιον, ἐλύδριον· τὸ δὲ λευκὸν, τοῦ θείου ὕδατος ἀπολελυμένον, ὄξος, ὕδωρ στυπτηρίας, ὕδωρ ἀσβέστου, ὕδωρ σποδοκράμβης, καὶ τὰ ἑξῆς.