eul_wid: tyc-bu

On the Divine Water
Περὶ τοῦ θείου ὕδατος

Zosimus of Panopolis On the Divine Water PDF

On the Divine Water is an alchemical treatise by Zosimus of Panopolis, composed in the late third or early fourth century CE. The concise work details the preparation and application of a substance termed "divine water," a corrosive agent fundamental to Greco-Egyptian alchemical operations. Also known as sulfurous water, this volatile material was employed in laboratory processes aimed at the transmutation of base metals into silver and gold. The text offers precise technical instructions for its handling, which modern analysis suggests was likely a mercurial compound such as mercury sulfide.

The treatise exemplifies the fusion of Egyptian craft techniques, Greek philosophical concepts, and contemporary spiritual thought. Zosimus wrote for an audience of practitioners, and his work frequently presents the physical purification of metals as an allegory for the spiritual purification of the human soul. The text has been preserved within larger compilations of Greek alchemical writings found in Byzantine manuscripts dating from the tenth to the fifteenth centuries. Subsequent translations into Arabic and Latin disseminated Zosimus's theories concerning this transformative agent, ensuring his ideas exerted a significant influence on alchemical theory for more than a millennium.

2.141.(1t) ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΘΕΙΟΥ ΥΔΑΤΟΣ Λαβὼν ὠὰ ὅσα βούλει, ἔκζεσον, καὶ κλάσας αὐτὰ, ἔξελε ἅπαν αὐτῶν τὸ λευκόν· τὰ δὲ ὄστρακα αὐτῶν μὴ χρήσῃ. Λαβὼν δὲ ἀγγεῖον ὑελοῦν ἀρσενόθηλυ τὸν καλούμενον ἄμβικα, βάλλε ἐν αὐτῷ τοὺς κρόκους τῶν ὠῶν σταθμῷ χρώμενος τοιῷδε, τῇ 𐆄 τῶν κρόκων· ἐπίβαλλε ἐκ τοῦ ὀστράκου τῶν ὠῶν κεκαυμένου ὑπάρχοντος κεράτια δύο, μὴ πλεῖον ἢ ἔλαττον, ἀλλὰ καθὼς γέγραπται· εἶτα λειώσας, καὶ λαβὼν ἕτερα ὠὰ, καὶ κλάσας τὰ ὠὰ, βάλλε ἐν τῷ βικίῳ ἅμα καὶ 〈μετὰ〉 τῶν κρόκων τῶν λελειωμένων, ἵνα τὰ ἀκέραια ὠὰ χωννύωνται εἰς τὰ κρόκα· καὶ περιπηλώσας τὸν ἄμβικα καὶ τὸ μαστάριον σὺν τῷ ῥογίῳ ἀσφαλείᾳ πολλῇ, οἰκονομήσας στέατι, ἢ γύψῳ, ἢ προπόλει, ἢ ἐλαιοκονίᾳ, ἢ ὡς βούλει, δὸς ὀπτᾶσθαι ἐν ἱππείᾳ κόπρῳ ἢ ὀνείᾳ, ἢ πρισματοκαύστου, ἢ κουκουμοκανδήλης, ἢ οἵᾳ δήποτε συμμέτρῳ θερμασίᾳ, εἴ τι βαστάζει ἡ χεὶρ ἀνθρώπου. Ἔστω δὲ καὶ ὁ τόπος ὅπου δ’ ἂν τὰ ἐργαλεῖα κεῖνται ἀπήνεμος, ἔχων τὰ φῶτα ἀνατολικὰ ἢ νότια, 〈καὶ〉 μὴ δυτικὰ, ἢ ἀρκτικὰ, ἢ βόρεια, ἢ θρασκικὰ, διὰ τὴν διάψυξιν. Καὶ δὸς ὀπτᾶσθαι ἡμέρας ιδʹ ἢ καʹ, ἕως δ’ ἂν τῶν αἰθαλῶν παύσηται ἡ ἀναγωγή· περιφίμου δὲ τὰς ἁρμογὰς τοῦ ἐργαλείου ἀσφαλῶς, ὅπως ἡ ὀσμὴ φυλαχθῇ· ἐπὰν γὰρ ἐκβῇ, ἀπώλετο ἡ τέχνη· δυσώδης γάρ ἐστιν ἡ ὀσμὴ πάνυ, καὶ αὐτὴ ἡ ὀσμὴ ὑπάρχει ἡ τέχνη. Τὸ μὲν οὖν πρῶτον ἀνερχόμενον ὕδωρ ἐστίν· δεύτερον τάξει δακρύου, δύσοσμον, ἄσβεστος μόνη· εἶτα, παυσαμένης τῆς ἀναγωγῆς τοῦ ὕδατος, αἴρεις τὸ ῥογίον ἐν ᾧ ἦλθε τὸ ὕδωρ· καὶ περιφιμοῖς ἀσφαλῶς φυλάττων αὐτό. Τὸν δὲ ἄμβικα ἀνακαλύψας φράσσεις τὰς ῥῖνας διὰ τὴν ὀσμὴν, καὶ εὑρήσεις τὰς ἐν τῷ θηλυκῷ πατελλίῳ οὔσας σκωρίας νεκράς.
2.142 Μὴ ἀπείπῃς δὲ τὸν νεκρὸν εἰς ἀνάστασιν ἐλθεῖν, ἀλλὰ προσδόκα τοῦ ἀπεγνωσμένου τὴν ἀνάστασιν. Εἶτα πρόσμιξον τῇ σποδῷ κρόκα ἕτερα ὠῶν, ὡς ἐπὶ τῆς σαπωναρικῆς τέχνης, καὶ συλλείου τὰ ὑγρὰ μετὰ τῶν ξηρῶν, καὶ βάλλε ἐν ἄμβικι, καὶ ποίησον ὡς προτέτακται, ἀλλάσσων τὸ δοχεῖον τοῦ ὕδατος, τουτέστιν τὸ ῥογίον. Τοῦτο ποίει ἐπὶ τρὶς, καὶ ὄψει τὸ μὲν πρῶτον ὕδωρ λευκὸν ὡς προγέγραπται, ὃ οἱ ἀρχαῖοι ὄμβριον ὕδωρ ἐκάλεσαν, τὸ δὲ δεύτερον ὕδωρ ξανθόχλωρον, ὃ καὶ ῥαφάνινον ἔλαιον εἰρήκασι, τὸ δὲ τρίτον ὕδωρ μελάγχλωρον. Ὁμοίως καὶ αἱ σκωρίαι αἱ ἐν τῷ πατελλίῳ οὖσαι· εἰς μὲν τὴν πρώτην ἀποκάλυψιν εὑρήσεις τὴν σκωρίαν μελαντέραν, εἰς δὲ τὴν δευτέραν, λευκὴν, εἰς δὲ τὴν τρίτην, ξανθήν. Μετὰ οὖν τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην ἀνάσπασίν τε καὶ ἀποκάλυψιν, συνενοῖς τῶν τριῶν ἀνασπάσεων τὰ ὕδατα, τουτέστι τὰ ἐν αὐτοῖς ὄντα θεῖα ὕδατα ἐν τῇ σκωρίᾳ τῇ ὑπολιμπανομένῃ ἐν τῇ θηλείᾳ. Καὶ μετὰ ταῦτα, λαβὼν βίκον ὑελοῦν, χάλασον τὰ ὄντα ἐν τῷ ἄμβικι ἐν αὐτῷ, καὶ πωμάσας τὸν βίκον ὄστρακον γεγανωμένον ἰσόμετρον τὸ χεῖλος τῷ βίκῳ, περιφίμου ἐν ἀσφαλείᾳ οἵᾳ βούλει, μάλιστα δὲ πυριμάχῳ πηλῷ τὸ ἄγγος περιχρίων· καὶ ἔασον τοῦτο ἐν βολβίτοις καμίνου ἡμέρας μαʹ, ἵνα, σήψεως γενομένης, ἐξομοιωθῇ τῷ βάπτοντι τὸ βαπτόμενον, καὶ κρατήσῃ ἡ φύσις τὴν φύσιν· οὕτως γὰρ τὰ θειώδη ὑπὸ τῶν θειωδῶν κρατοῦνται, καὶ τὰ ὑγρὰ ὑπὸ τῶν καταλλήλων ὑγρῶν. Καὶ μηκέτι φρόντιζε σταθμοῦ, μήτε νεαρὰ ὠὰ ἢ τοὺς κρόκους αὐτῶν, πλὴν τὰ ὑγρὰ μετὰ τῶν ξηρῶν, ὡς προγέγραπται, συλλειώσας, ἔγκρυβε ἐν τῷ βίκῳ. Καὶ μετὰ τὴν μαʹ ἡμέραν ἀποκάλυψον τὸν βίκον, καὶ εὑρήσεις ἐν αὐτῷ σύνθεμα ὁλοπράσινον, τουτέστιν εἰς ἰὸν μετατραπέν. Ὁ γὰρ ἰὸν ποιῶν οἶδεν τί ποιεῖ, καὶ ὁ μὴ ποιῶν 〈ἰὸν〉 οὐδὲν ποιεῖ. μετὰ δὲ τὴν μαʹ ἡμέραν ἄρον τὸν βίκον ἐκ τῆς θέρμης, καὶ ἔασον αὐτὸν ἡμέρας πέντε χωρὶς θέρμης ὁποίας οὖν· καὶ μετὰ τὰς πέντε ἡμέρας ἀνάσπα διὰ τῶν ἀμβίκων ἐπὶ πρισματοκαύστων ἀνθράκων τὸ θειότατον ὕδωρ, ὃ καὶ δεξάμενος οὐ χειρὶ, ἀλλά τινι ὑελίνῳ σκεύει, εἶτα λαβὼν ὕδωρ, βάλλε εἰς τὸν βίκον, ὡς προγέγραπται, καὶ ὄπτα ἡμέρας δύο ἢ τρεῖς· καὶ ἐξελὼν λείωσον, καὶ τίθει ἐν ἡλίῳ διὰ μύακος.
2.143 Ἐπὰν δὲ πήξῃ ὥσπερ σαπώνιον, πυρώσας ἀργύρου 𐆄 αʹ, βάλε ἐκ τοῦ πηχθέντος ὕδατος, τουτέστιν τοῦ ξηρίου κεράτια δύο· καὶ ἔσται σοι χρυσός. Ἡ δὲ ποσότης πασῶν τῶν ἡμερῶν τῆς τέχνης εἰσὶν ἡμέραι ριʹ, καθὼς Ζώσιμος καὶ Χριστιανὸς καὶ Στέφανος ἔφασαν. Ἐγὼ δὲ ἐκ πάντων, ὡς ἡ μέλισσα, καλῶς ἀναλεξάμενος, καὶ ἐκ πολλῶν ἀνθέων στέφανον πλέξας, ἀνεθέμην τῷ δεσπότῃ μου· ἑξῆς σοι καὶ τὰ ἐργαλεῖα ὑποθήσομαι οἷά πέρ εἰσιν. Ἔρρωσθε ἐν Χριστῷ τῷ Θεῷ Ἰησοῦ. Ἀμήν.