eul_wid: aqo-al
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Sentences by Aesop the Fabulist

The Sentences, also known as the Gnōmai, is a collection of thirty-eight short prose maxims attributed to Aesop. Unlike his narrative fables, this work consists entirely of standalone, pithy sayings that offer practical and ethical advice. The concise entries, typically one to three sentences in length, cover themes such as friendship, wisdom, and the nature of the divine. The content emphasizes practical wisdom for navigating social relationships and daily life, including caution in speech and the careful selection of friends. It also advocates for ethical virtues like self-control, justice, and piety, while offering reflections on the power and knowledge of the gods in contrast to human limitations. The collection frequently critiques human folly, warning against stubbornness, greed, and poor judgement.

The Sentences are transmitted as part of the larger and fluid corpus of Aesopic material in Greek. They are preserved in medieval manuscripts that compile various collections of fables and sayings. The work is considered a later compilation attributed to the legendary fabulist, and its transmission history is deeply intertwined with that of the fables through Byzantine scholarship. As part of the enduring Aesopic corpus, this collection reinforced Aesop’s cultural image as a foundational source of universal wisdom. Such gnomic collections were commonly used for moral instruction, and the themes of the Sentences are subsumed within the broader didactic legacy of Aesopic literature.

Μάξιμος ὁ Ὁμολογητής Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι χαλεπὴν ἔχει τὴν ὄψιν ἔφη «μή μου τὸ εἶδος, ἀλλʼ εἰς τὸν νοῦν πρόσεχε.»

Πῦρ γυνὴ καὶ θάλασσα, δυνατὰ τρία· Αἴσωπος.

Ὁ αὐτὸς ἐρωτώμενος ὑπό τινος διὰ τί τὰ αὐτομάτως ἐκ γῆς φυόμενα ταχεῖαν ἔχει τὴν αὔξησιν, τὰ δὲ σπειρόμενα καὶ φυτευόμενα βραδέως αὔξεται, εἶπεν «ὅτι ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά.»

Αἴσωπος ἐρωτηθεὶς ὑπὸ Κελαίτου πότʼ ἂν ἔμελλε γενέσθαι τοῖς ἀνθρώποις ταραχὴ μεγίστη, ἔφη «εἰ οἱ τελευτήσαντες ἀναστάντες ἀπαιτοῖεν ἕκαστος τὰ ἴδια.»

Μάξιμος ὁ Ὁμολογητής Οὗτος ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον, ἔφη «γλῶσσα.»

Πλούταρχος Οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος.

Λαέρτιος Διογένης Φασὶ δʼ αὐτὸν καὶ Αἰσώπου πυθέσθαι ὁ Ζεὺς τί εἴη ποιῶν, τὸν δὲ φάναι «τὰ μὲν ὑψηλὰ ταπεινῶν, τὰ δὲ ταπεινὰ ὑψῶν.» Ἰωάννης ὁ Στοβαῖος Αἴσωπος ἐρωτηθεὶς ὑπό τινος τῶν ἐν ἐξουσίᾳ, εἰ οἶδε τί πράττουσιν οἱ θεοί, «τὰ μὲν οἰκοδομοῦσιν» ἔφη, «τὰ δὲ καταβάλλουσιν.»

Ἰωάννης ὁ Στοβαῖος Αἴσωπος τότε ἔλεγεν κακῶς ἔσεσθαι πᾶσιν, ὅταν πάντες πάντα ἐπιτηδεύωσιν.

Νικόλαος ὁ Μυρένσιος : Αἴσωπος ὁ μυθοποιὸς ἐρωτηθεὶς τί ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, «ὁ λόγος» ἀπεκρίνατο.

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί τῶν ζῴων ἐστὶ σοφώτατον, εἶπεν «τῶν μὲν χρησίμων μέλισσα, τῶν δὲ ἀχρήστων ἀράχνης.»

Ὁ αὐτὸς ἀγόμενος ὑπὸ τοῦ δεσπότου εἰς μυλῶνα ἠρώτα «τί με ἄγεις;» ὁ δὲ εἶπεν «ἵνα χρήσιμος γένῃ.» «τί οὖν» φησίν «οὐχὶ καὶ τοὺς υἱούς σου ὧδε ἄγεις;»

Ἰωάννης ὁ Στοβαῖος Αἴσωπος πρὸς τὸν τῷ κάλλει κακῶς κεχρημένον εἶπεν «ὁποίῳ ἱματίῳ ἠμφιεσμένος κακῶς αὐτὸ ἀποδύῃ.»

Μάξιμος ὁ Ὁμολογητής Θεασάμενος νεανίσκον καλλωπιζόμενον, «εἰ μὲν πρὸς ἄνδρας» ἔφη «ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας ἀδικεῖς.»

Μάξιμος ὁ Ὁμολογητής Ὁ αὐτὸς θεασάμενος μειράκιον εὔμορφον, καὶ διὰ τοῦτο φιλούμενον, ἔφη «ὦ μειράκιον, σπούδασον τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταγαγεῖν.»

Αἴσωπος ἀκούσας παρά τινος ὅτι «ὁ δεῖνα τάδε κακὰ λέγει κατὰ σοῦ,» καὶ τὴν λοιδορίαν ἐξειπόντος, ἔφη ὅτι «οἱ τὰς μαχαίρας ποιοῦντες οὐκ αὐτοὶ ἀποκτείνουσιν, ἀλλʼ οἱ χρώμενοι ταῖς ὑπʼ ἐκείνων κατεσκευασμέναις· καὶ ἐμὲ νῦν οὐκ ἐκεῖνος λέγει κακῶς, ἀλλὰ σὺ ὁ χρώμενος τῇ ἐκείνου βλασφημίᾳ.»

Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος πῶς ἂν προσέλθοι πολιτείᾳ, εἶπεν μήτε λίαν ἐγγύς, ἵνα μὴ κατακαῇ, μήτε πόρρω, ἵνα μὴ ῥιγοῖ.

Ὁ αὐτὸς πυνθανομένου τυράννου τί δήποτε οὐχ οἱ πλούσιοι πρὸς τοὺς σοφοὺς ἀπίασιν, ἀλλʼ ἀνάπαλιν, εἶπεν ὅτι οἱ σοφοὶ μὲν ἴσασι ὧν ἐστιν αὐτοῖς χρεία πρὸς τὸν βίον, οἱ δὲ οὐκ ἴσασιν, ἐπεὶ σοφίας μᾶλλον ἢ χρημάτων ἐπεμελοῦντο.

Αἴσωπος κατά τινα ὁδὸν πορευόμενος εὗρε παρά τι δένδρον γύναιον ἀπηγξάμενον, καὶ σταθεὶς ἐθεάσατο καὶ ἔφη· «εἴθε τὰ δένδρα πάντα τοιούτους καρποὺς ἐποίουν· ὅσα γὰρ γῆ τε καὶ πόντος φέρβει, τοιαῦτα καὶ γυναικὸς ἆθλα.»

Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ

λυγρά· καὶ οὔτε φυγεῖν εὐμαρές, οὔτε φέρειν. ἡδέα μὲν γάρ σου τὰ φύσει καλά, γαῖα, θάλασσα,

ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου· τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις

ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.

Ὁ αὐτὸς τοὺς ῥήτορας ἔφη ὁμοίους εἶναι τοῖς βατράχοις· τοὺς μὲν γὰρ ἐν ὕδατι κελαδεῖν, τοὺς δὲ πρὸς κλεψύδραν.

Ἰωάννης ὁ Στοβαῖος Αἴσωπος ἔφη δύο πήρας ἕκαστον ἡμῶν φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν· καὶ εἰς μὲν τὴν ἔμπροσθεν ἀποτιθέναι τὰ τῶν ἄλλων ἁμαρτήματα, εἰς δὲ τὴν ὄπισθεν τὰ ἑαυτῶν· διὸ οὐδὲ καθορῶμεν αὐτά.

Μάξιμος ὁ Ὁμολογητής Αἴσωπος, ἐρωτηθεὶς τί ὄφελος τοῖς ψευδομένοις ἐκ τοῦ ψεύδους ἔφη «τὸ κἂν ἀληθῆ λέγωσι μὴ πιστεύεσθαι.»

ν Αἰσώπου· οὐδέν ἐστιν ἡ κτῆσις ἐὰν μὴ ἡ χρῆσις παρῇ.

Ζῶντες μὲν πρὸς ὀλίγον οἱ ἄνθρωποι ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ· τεθνηκότες δὲ ἀφῃρήμεθα ἃ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· ἡ μὲν γὰρ ἀίδιος καὶ ἀθάνατος, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.

ν: Αἴσωπος ἔλεγε τὸν πηλὸν ὁ Προμηθεύς, ἀφʼ οὗ τὸν ἄνθρωπον διεπλάσατο, οὐκ ἐφύρασεν ὕδατι ἀλλὰ δάκρυσιν.

Αἰσώπου· Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.

Αἰσώπου· βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα.

Βροτησίαν κακίαν οὐ θῆρες κακοί, Ἀλλʼ ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί.

Γαστέρα ὄγκον ἔχουσαν Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.

Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ, Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.

Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.

Δηλοῖ πολλάκις κακοσύνθετος ὄψις Ψυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.

Δέδοται καὶ κακοῖς ἄγρα.

Δούλῳ γενομένῳ σὺ δουλεύειν φοβοῦ· Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.

Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον, Αἰφνίδιον δʼ ὄλλυται θανάτῳ δοθείς.

Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων, Ὅταν καλῇ καιρός σε τἀληθῆ φράζε.

Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.

Ἐν καιρῷ ἀνάγκης καιρῷ δυσκαίρῳ ληφθείς, Καὶ τοὺς τυχόντας ἄνδρας τοκέας λέγε.

Ἐλεύθερον ἀδύνατον εἶναι τὸν πάθεσι δουλεύοντα.

Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ.

Ζημίαν εἶναι τὴν σχολὴν καὶ τὴν ἄνεσιν νόμιζε, καὶ σπεῦδέ τι πράττειν ὧν ἀπαιτεῖσθαι μέλλομεν.

Ζημίας δήλης ἐν ἅπασιν κειμένης, Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.

Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμα Μαλάττειν οἶδε καὶ τοὺς ἄγαν λιθώδεις.

Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων Βέβαιον ἔσῃ καὶ οὐ στυγητὸν κτῆμα.

Θεῷ προσφιλὲς τετιμηκότα τιμᾶν.

Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδος Ἀθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.

Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων, Τὸ σχῆμα μεταλλάττει ἀπάτης χάριν.

Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.

Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε· Κακοῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ στύγος.

Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν, διὰ βελτιώσεως ἐλπίδα.

Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει· Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.