eul_wid: pqy-ab

Βιβλίον μυθικὸν τοῦ Αἰσώπου
Aesop's Mythical Book

Aesop Life-anonymous Aesop's Mythical Book PDF

309 (2t) Βιβλίον μυθικὸν τοῦ Αἰσώπου, εἰκονίζον ἀπὸ τῶν ἀλόγων ζώων πρὸς τὰς τῆς ἀνθρωπίνης φύσεως πράξεις. Αἴσωπος ὁ μυθοποιὸς Φρὺξ μὲν ἦν τὸ γένος, τῇ τύχῃ δὲ δοῦλος, μέλας ὑπάρχων καὶ κακοειδὴς εἰς ὑπερβολὴν σφόδρα. τὰ δὲ περὶ αὐτοῦ σαφῶς εἰς τὸ τέλος εὑρήσεις τοῦ βιβλίου. οὗτος ὑπὸ ἀγαθοποιίας εὐπορήσας, ἐχαρίσατο αὐτῷ ἡ τύχη λόγον σοφίας, καὶ γέγονε τῷ νοῒ ἐπιτήδειος. ποικίλους γὰρ μύθους πρὸς συνοπτικὴν παιδείαν καὶ νουθεσίαν ὠφελίμους καὶ νουθετικοὺς συνταξάμενος, εἰσενήνοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζώων κοινωνίαν ἀνθρώποις, ἤθη ἀθέμιτα καὶ ἔργα καὶ τρόπους ποικίλους προσεικάσας, ἐν τοῖς μύθοις ἐδήλωσεν, ὅθεν τοῖς πολιτευομένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται· τῶν γὰρ λεόντων καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τῆς θαυμασιότητος πρὸ ὀφθαλμῶν τιθεμένης, ψυχαγωγεῖν οἶδε τοὺς ἀκούοντας.
310 εὑρίσκομεν δὲ παραπλησίως αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς τῶν ποιημάτων γνωμολογίαις περιπεφρασμένας καὶ προσομοιοῦν ταύτας· ἔτι καὶ θέας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα, ἄπερ εἰσὶ ταῦτα.