eul_wid: aqo-ae
DOI 10.5281/zenodo.20335421

Fables of Themistius the Rhetorician by Aesop the Fabulist

Fables of Themistius is a small set of prose μῦθοι under Aesop’s name and under Themistius, fourth century. The Suda says Themistius wrote Aesopic μῦθοι in prose. Two passages survive in the later Aesopic manuscripts.

The Greek speaks of μῦθος and of an ἐπιμύθιον. It is a minor stream in this corpus, not Themistius’s orations.

1.(t) ΠΕΙΘΩ ΚΑΙ ΒΙΑ πεποίηται καὶ Αἰσώπῳ τῷ μυθοποιῷ ἅμιλλά τις Πειθοῦς καὶ Βίας καὶ ἀνύει τι μᾶλλον ἡ Πειθὼ τῆς Βίας ἐν τῷ μύθῳ καὶ γυμνοῖ πρόσθεν ὁ ἥλιος τῶν λάβρων πνευμάτων. οὕτως τέ φασι καὶ τοὺς γίγαντας ποιηταὶ ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς θεοὺς τῷ μὲν Ἄρει μέχρι παντὸς ἀντισχεῖν, ὑπὸ δὲ τοῦ Ἑρμοῦ καὶ τῆς ῥάβδου κατακοιμηθῆναι.
2.(t) ΠΗΡΑΙ ΔΥΟ σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθοποιός, ὃς ἔφη τοὺς ἀνθρώπους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν. γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμπροσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὐτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.