eul_wid: pqy-aa

Βίος Αἰσώπου Πλ ἢ Ἀκκουρσιανός
Life of Aesop Pl or Accursiana

Aesop Life-anonymous Life of Aesop Pl or Accursiana PDF

226 (1t) ΒΙΟΣ ΑΙΣΩΠΟΥ ΤΟΥ ΜΥΘΟΠΟΙΟΥ. Πραγμάτων φύσιν τῶν ἐν ἀνθρώποις ἠκρίβωσαν μὲν καὶ ἄλλοι, καὶ τοῖς μετ’ αὐτοὺς παρέδωκαν φέροντες· Αἴσωπος δὲ δοκεῖ μὴ πόρρω θειοτέρας ἐπιπνοίας τῆς ἠθικῆς διδασκαλίας ἁψάμενος πολλῷ τῷ μέτρῳ τοὺς πολλοὺς αὐτῶν παρελάσαι. καὶ γὰρ οὔτ’ ἀποφαινόμενος, οὔτε συλλογιζόμενος, οὔτε μὴν ἐξ ἱστορίας, ἣν ὁ πρὸ τῆς κατ’ αὐτὸν ἡλικίας ἤνεγκε χρόνος, τὴν νουθεσίαν διατιθέμενος, ἀλλὰ μύθοις τὰ πάντα παιδοτριβῶν, οὕτω τὰς τῶν ἀκροωμένων ἀγρεύει ψυχάς, ὡς αἰσχύνεσθαι ταῦτα τοὺς λογικοὺς ποιεῖν ἢ φρονεῖν, ἃ μήτε ὄρνιθες μήτε ἀλώπεκες, καὶ αὖ πάλιν μὴ προσέχειν ἐκείνοις, οἷς πολλὰ τῶν ἀλόγων ἐν καιρῷ καὶ νουνεχῶς προσεσχηκότα μυθεύεται. ἐξ ὧν ἃ μὲν κινδύνους ἐπηρτημένους αὐτοῖς διέδρα, ἃ δὲ μεγίστης ἐν τοῖς καιρίοις τῆς ὠφελείας ἔτυχεν.
227 οὗτος τοίνυν ὁ τὸν καθ’ αὑτὸν βίον φιλοσόφου πολιτείας εἰκόνα προθέμενος καὶ ἔργοις μᾶλλον ἢ λόγοις φιλοσοφήσας, τὸ μὲν γένος ἐξ Ἀμορίου τῆς Φρυγίας κατῆγε τῆς μεγάλης ἐπίκλησιν, τὴν δὲ τύχην γέγονε δοῦλος. ἐφ’ ᾧ καὶ σφόδρα μοι δοκεῖ τὸ τοῦ Πλάτωνος ἐν Γοργίᾳ καλῶς ἅμα καὶ ἀληθῶς εἰρῆσθαι· „ὡς τὰ πολλὰ γὰρ ταῦτα“ φησίν „ἐναντία ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμοσ“. Αἰσώπου γὰρ τὴν ψυχὴν ἡ μὲν φύσις ἐλευθέραν ἀπέδωκεν, ὁ δὲ παρ’ ἀνθρώπων νόμος τὸ σῶμα πρὸς δουλείαν ἀπέδοτο. ἴσχυσε μέντοι οὐδ’ οὕτω τῇ τῆς ψυχῆς ἐλευθερίᾳ λυμήνασθαι, ἀλλὰ καίτοι πρὸς πολλὰ καὶ πολλαχόσε μεταφέρων τὸ σῶμα, τῆς οἰκείας ἐκείνην ἕδρας οὐχ οἷός τ’ ἐγένετο μεταστῆσαι. ἐτύγχανε δ’ ὢν οὐ μόνον δοῦλος, ἀλλὰ καὶ δυσειδέστατα τῶν ἐπ’ αὐτοῦ πάντων ἀνθρώπων εἶχε. καὶ γὰρ φοξὸς ἦν, σιμὸς τὴν ῥῖνα, σιμὸς τὸν τράχηλον, πρόχειλος, μέλας—ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχε· ταὐτὸν γὰρ Αἴσωπος τῷ Αἰθίοπι—προγάστωρ, βλαισὸς καὶ κυφός, τάχα καὶ τὸν Ὁμηρικὸν Θερσίτην τῇ αἰσχρότητι τοῦ εἴδους ὑπερβαλλόμενος.
228 τὸ δὲ δὴ πάντων ἐν αὐτῷ χείριστον ἦν τὸ βραδύγλωσσον καὶ τὸ τῆς φωνῆς ἄσημόν τε καὶ ἀδιάρθρωτον. ἃ πάντα καὶ δοκεῖ τὴν δουλείαν Αἰσώπῳ παρασκευάσαι· καὶ γὰρ δὴ καὶ θαῦμα ἂν ἦν, εἰ οὕτως ἀτόπως ἔχοντι τοῦ σώματος ἐξεγένετο τὰς τῶν δουλούντων ἄρκυς διαφυγεῖν. ἀλλὰ τὸ μὲν σῶμα τοιοῦτον ἦν τῷ ἀνδρί· τὴν δὲ ψυχὴν ἀγχινούστατος ἐπεφύκει καὶ πρὸς ἐπίνοιαν πᾶσαν ἐπηβολώτατος. Ὁ κεκτημένος τοίνυν αὐτόν, ἅτε πρὸς οὐδὲν τῶν ἐντὸς οἰκίας ἔργων οἰκείως ἔχοντα, σκάπτειν εἰς ἀγρὸν ἐξαπέστειλεν. ὃ δ’ ἀπελθὼν, τοῦ ἔργου προθύμως εἴχετο. ἀφικομένῳ δέ ποτε καὶ τῷ δεσπότῃ πρὸς τὸν ἀγρὸν ἐφ’ ᾧ τῶν ἔργων ἐπισκοπὴν θέσθαι γεωργός τις σῦκα τῶν ἀγαθῶν δρεψάμενος δῶρον ἤνεγκεν. ὃ δ’ ἐπὶ τῷ τῆς ὀπώρας ἡσθεὶς ὡραίῳ, Ἀγαθόποδι τῷ οἰκέτῃ—τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί—φυλάττειν ἐκέλευσεν, ὡς αὐτῷ μετὰ τὸ λουτρὸν παραθεῖναι.
229 συμβὰν δ’ οὕτω, καὶ τοῦ Αἰσώπου κατὰ δή τινα χρείαν εἰσελθόντος εἰς τὴν οἰκίαν, ἀφορμῆς ὁ Ἀγαθόπους λαβόμενος, βουλὴν τοιάνδε τῶν συνδούλων τινὶ προτείνει· „ἐμφορηθῶμεν, εἰ δοκεῖ, τῶν σύκων, ὦ οὗτος, κἂν ὁ δεσπότης ἡμῶν ταῦτα ζητήσῃ, ἀλλ’ ἡμεῖς γε τοῦ Αἰσώπου καταμαρτυρήσομεν ἄμφω ὡς εἰς τὴν οἰκίαν εἰσδραμόντος καὶ ἀδείας τυχόντος καὶ τὰ σῦκα λάθρα καταφαγόντος, καὶ ἐπ’ ἀληθεῖ θεμελίῳ τῇ πρὸς τὸν οἶκον εἰσόδῳ πολλὰ τῶν ψευδῶν ἐποικοδομήσομεν. καὶ τὸ μηδὲν ἔσται ὅγε εἷς πρὸς τοὺς δύο, καὶ ταῦτα μηδ’ ἄνευ ἐλέγχων διᾶραί ποτε τὴν γλῶτταν δύναμιν ἔχων“. δόξαντος δὴ τούτου πρὸς τοὔργον ἐχώρησαν, καὶ τῶν σύκων ἐσθίοντες ἔλεγον ἐφ’ ἑκάστῳ σὺν γέλωτι· „φεῦ σοι, δύστηνε Αἴσωπε“. ὁ τοίνυν δεσπότης ἐπανελθὼν ἀπὸ τοῦ λουτροῦ, καὶ τὰ σῦκα ζητήσας καὶ ἀκούσας ὡς Αἴσωπος αὐτὰ κατεδήδοκε, τόν τε Αἴσωπον σὺν ὀργῇ κελεύει κληθῆναι καὶ κληθέντι φησί· „λέγε μοι, ὦ κατάρατε, οὕτω μου κατεφρονήσας, ὡς εἰς τὸ ταμιεῖον εἰσελθεῖν καὶ τὰ ἑτοιμασθέντα μοι σῦκα θοινήσασθαι“; ὃ δὲ ἀκούων μὲν καὶ συνιεὶς ἦν, λαλεῖν δ’ εἶχεν οὐδ’ ὁπωσοῦν διὰ τὸ βραδύγλωσσον· μέλλων δὲ ἤδη τύπτεσθαι, τῶν κατηγόρων σφοδρότερον ἐπικειμένων, πεσὼν πρὸς τοὺς τοῦ δεσπότου πόδας, ἀνασχέσθαι μικρὸν ἐδεῖτο.
230 δραμὼν δὲ καὶ χλιαρὸν ὕδωρ προσενεγκών, τούτου τε πέπωκε, καὶ τοὺς δακτύλους εἰς τὸ στόμα καθείς, αὖθις τὸ ὑγρὸν μόνον ἀνέβαλεν· οὔπω γὰρ τροφῆς ἁψάμενος ἔτυχεν. ἠντιβόλει γοῦν αὐτὸ τοῦτο καὶ τοὺς διώκοντας δρᾶσαι, ὡς ἂν δῆλον γένηται, τίς ὁ τὰ σῦκα διαφορήσας. ὁ δὲ δεσπότης τὸ νοῆμον αὐτοῦ θαυμάσας, οὕτω ποιεῖν καὶ τοῖς ἄλλοις ἐπέταξεν. οἳ δ’ ἐβουλεύσαντο πιεῖν μὲν τοῦ ὕδατος, μὴ μέντοι καὶ καθεῖναι κατὰ τοῦ λαιμοῦ τοὺς δακτύλους, ἀλλ’ ἐπὶ τὰ πλάγια τῶν γνάθων αὐτοὺς παραφέρειν. οὐκ ἔφθασαν δὲ πιόντες, καὶ τὸ χλιαρὸν ὕδωρ ἐκεῖνο ναυτίαν τοῖς πεπωκόσι παραχρῆμα ἐπενεγκόν, αὐτομάτην παρέσχε τὴν ὀπώραν ἀναδοθῆναι. τότε τοίνυν πρὸ ὀφθαλμῶν πεσόντος τοῦ τε κακουργήματος τῶν οἰκετῶν καὶ τῆς συκοφαντίας, ὁ μὲν δεσπότης ἐκέλευσεν αὐτοὺς γυμνωθέντας μαστίζεσθαι· οἳ δ’ ἐπέγνωσαν σαφῶς κατὰ τὸν εἰπόντα ὡς ὅστις καθ’ ἑτέρου δόλια μηχανεύεται αὐτὸς καθ’ αὑτοῦ τοῦτο ποιῶν λανθάνει.
231 Τῇ δ’ ἐπιούσῃ τοῦ μὲν δεσπότου εἰς ἄστυ ἐπαναζεύξαντος, τοῦ δ’ Αἰσώπου σκάπτοντος ᾗ προσετάγη, ἱερεῖς τῆς Ἀρτέμιδος εἴτ’ ἄλλοι τινὲς ἄνθρωποι τῆς ὁδοῦ πλανηθέντες καὶ τῷ Αἰσώπῳ περιτυχόντες, προὐτρέποντο πρὸς Διὸς ξενίου τὸν ἄνδρα τὴν εἰς ἄστυ φέρουσαν αὐτοῖς ὑποδεῖξαι. ὃ δ’ ὑπὸ σκιὰν δένδρου τοὺς ἄνδρας ἀπαγαγὼν πρότερον καὶ λιτὸν παραθέμενος δεῖπνον, εἶτα καὶ ἡγησάμενος αὐτοῖς, εἰς ἣν ἐζήτουν ὁδὸν εἰσήνεγκεν. οἳ μὲν οὖν τοῦτο μὲν ἐπὶ τῇ ξενίᾳ, τοῦτο δὲ καὶ ἐπὶ τῇ ὁδηγίᾳ διαφερόντως τοῦ ἀνδρὸς ἐξαρτηθέντες, τάς τε χεῖρας εἰς οὐρανὸν ἦραν καὶ εὐχῇ τὸν εὐεργέτην ἠμείψαντο. Αἴσωπος δ’ ὑποστρέψας καὶ εἰς ὕπνον καταπεσὼν ὑπό τε τοῦ συνεχοῦς πόνου καὶ καύματος, ἔδοξεν ἰδεῖν τὴν Τύχην ἐπιστᾶσαν αὐτῷ, καὶ λύσιν τῆς γλώττης καὶ λόγου δρόμον καὶ σοφίαν τὴν τῶν μύθων χαριζομένην.
232 εὐθὺς οὖν διυπνισθείς φησι· „βαβαί, πῶς ἡδέως κεκοίμημαι· ἀλλὰ καὶ καλὸν ὄνειρον ἰδεῖν ἔδοξα. καὶ ἰδού, ἀκωλύτως λαλῶ· βοῦς, ὄνος, δίκελλα. νὴ τοὺς θεοὺς, συνῆκα πόθεν μοι τἀγαθὸν προσεγένετο τοῦτο· εὐσεβήσας γὰρ εἰς τοὺς ξένους, ἀντιλαμβανομένου τοῦ κρείττονος ἔτυχον. ἆρ’ οὖν τὸ εὖ ποιεῖν ἀγαθῶν ἐστι πλῆρες ἐλπίδων.“ Οὕτω μὲν οὖν Αἴσωπος ὑπερησθεὶς τῷ πράγματι, πάλιν ἤρξατο σκάπτειν. τοῦ δ’ ἐφεστηκότος τῷ ἀγρῷ —Ζηνᾶς ἦν αὐτῷ τοὔνομα—πρὸς τοὺς ἐργαζομένους ἐλθόντος καὶ τούτων ἕνα, ἐπειδὴ μικρὸν ἐσφάλη τοῦ ἔργου, τῇ ῥάβδῳ πατάξαντος, Αἴσωπος παραχρῆμα ἀνέκραγεν· „ἄνθρωπε, τοῦ χάριν τὸν μηδὲν ἠδικηκότα οὕτως αἰκίζῃ καὶ πᾶσιν εἰκῆ πληγὰς ἐμφορεῖς δι’ ἡμέρας; πάντως ἀναγγελῶ ταῦτα τῷ κεκτημένῳ.“ Ζηνᾶς δὲ ταῦτα τοῦ Αἰσώπου ἀκούσας, ἐξεπλάγη τε οὐ μέσως, καὶ πρὸς ἑαυτὸν εἶπεν· „Αἴσωπος λαλεῖν ἀρξάμενος οὐδὲν ἐμοὶ ὄφελος ἔσται.
233 φθάσας τοίνυν αὐτοῦ κατηγορήσω αὐτὸς ἐπὶ τοῦ δεσπότου, πρὶν αὐτὸς τοῦτ’ αὐτὸ δράσῃ, καί με ὁ δεσπότης τῆς ἐπιτροπῆς παραλύσῃ.“ ταῦτ’ εἰπὼν εὐθὺ τῆς πόλεως πρὸς τὸν δεσπότην ἤλαυνε. καὶ δὴ σὺν θορύβῳ προσελθών, „χαῖρε“ φησί „δέσποτα“. ὃ δέ „τί τεθορυβημένος πάρει;“ φησί· καὶ ὁ Ζηνᾶς· „χρῆμά τι τερατῶδες ἐν τῷ ἀγρῷ συνέβη“. καὶ ὁ δεσπότης· „ἦ πού τι δένδρον παρὰ καιρὸν [καρπὸν] ἤνεγκεν; ἢ τῶν κτηνῶν τι παρὰ φύσιν ἐγέννησεν“; καὶ ὅς· „οὐχ οὕτως, ἀλλ’ Αἴσωπος ἄναυδος τὸ πρότερον ὢν νυνὶ λαλεῖν ἤρξατο.“ καὶ ὁ δεσπότης· „οὕτω σοι μηδὲν τῶν ἀγαθῶν γένοιτο, τοῦτο νομίζοντι τέρας εἶναι.“ ὃ δέ „καὶ μάλα·“ φησίν „ἃ μὲν γὰρ εἰς ἐμὲ περιύβρισεν, ἑκὼν παρίημι, δέσποτα· εἰς δὲ σὲ καὶ θεοὺς οὐ φορητὰ βλασφημεῖ.“ ἐπὶ τούτοις ὀργῇ ληφθεὶς ὁ δεσπότης τῷ Ζηνᾷ φησιν· „ἰδού σοι παραδέδοται Αἴσωπος· ἀπόδου, δώρησαι, ὃ βούλει ἐπ’ αὐτῷ ποίησον.“ τοῦ δὲ Ζηνᾶ ἐπ’ αὐτῷ γενόμενον παραλαβόντος τὸν Αἴσωπον καὶ τὴν κατ’ αὐτοῦ δεσποτείαν αὐτῷ ἀναγγείλαντος, ἐκεῖνος „ὅ τι δήποτε βουλομένῳ σοί ἐστι“ φησίν „ἔργασαι“.
234 Κατὰ δὲ δή τινα τύχην ἀνδρός τινος κτήνη ζητοῦντος πρίασθαι καὶ διὰ ταῦτα τὸν ἀγρὸν διιόντος ἐκεῖνον καὶ τὸν Ζηνᾶν ἐρομένου, ἐκεῖνος „θρέμμα μὲν οὐκ ἔστι μοι“ φησίν „ἀποδόσθαι, σωμάτιον δὲ ἄρρεν· ὅπερ εἰ θέλεις ὠνήσασθαι, πάρεστι“. τοῦ δ’ ἐμπόρου φήσαντος ὑποδειχθῆναι αὐτῷ τὸ σωμάτιον, καὶ τοῦ Ζηνᾶ τὸν Αἴσωπον μεταπεμψαμένου, ὁ ἔμπορος ἰδὼν αὐτὸν καὶ ἀνακαγχάσας, „πόθεν σοι“ φησὶ πρὸς τὸν Ζηνᾶν „ἥδε ἡ χύτρα; πότερον στέλεχός ἐστι δένδρου ἢ ἄνθρωπος; οὗτος εἰ μὴ φωνὴν εἶχεν, οὐδὲν ἂν ἔδει μὴ οὐχὶ δοκεῖν ἀσκοκήλη. ἵνα τί μοι τὴν πορείαν διέκοψας τουτουὶ τοῦ καθάρματος ἕνεκα;“ ταῦτ’ εἰπὼν ἀπῄει τὴν ἑαυτοῦ. ὁ δ’ Αἴσωπος μεταδιώξας αὐτόν, „μεῖνον“ φησίν. ὃ δὲ μεταστραφείς, „ἄπιθι“ φησίν „ἀπ’ ἐμοῦ, ῥυπαρώτατε κύον“. καὶ ὁ Αἴσωπος· „εἰπέ μοι, τίνος ἕνεκεν δεῦρο ἐλήλυθασ“; καὶ ὁ ἔμπορος· „κάθαρμα, ἵνα τι χρηστὸν πρίωμαι· σοῦ δὲ ὄντος ἀχρήστου καὶ σαπροῦ οὐ χρῄζω“.
235 καὶ ὁ Αἴσωπος· „ὤνησαί με, καὶ εἴ τίς ἐστι πίστις, πολλά σε ὠφελῆσαι οἷός τ’ εἰμί“. καὶ ὅς· „τί δ’ ἂν σοῦ ὀναίμην, στυγήματος ὄντος αὐτόχρημα“; καὶ ὁ Αἴσωπος· „οὐ πάρεστί σοι παιδία οἴκοι ἀτακτοῦντα καὶ κλαίοντα; τούτοις ἐπίστησόν με παιδαγωγόν, καὶ πάντως αὐτοῖς ἀντὶ μορμοῦς ἔσομαι.“ γελάσας οὖν ἐπὶ τούτοις ὁ ἔμπορός φησι τῷ Ζηνᾷ· „πόσου τὸ κακὸν τόδε πωλεῖς ἀγγεῖον“; ὃ δέ „τριῶν“ φησίν „ὀβολῶν“. ὁ δ’ ἔμπορος αὐτίκα τοὺς τρεῖς ὀβολοὺς κατεβάλετο, λέγων „οὐδὲν κατεθέμην, καὶ οὐδὲν ἐπριάμην“. ὁδευσάντων τοιγαροῦν καὶ ἀφικομένων αὐτῶν οἴκαδε, παιδάρια δύο ὑπὸ μητρὶ ἔτι τελοῦντα, τὸν Αἴσωπον ἰδόντα καὶ συγχυθέντα ἀνέκραξε. καὶ ὁ Αἴσωπος εὐθὺς τῷ ἐμπόρῳ φησίν· „ἔχεις μου τῆς ἐπαγγελίας ἀπόδειξιν“. ὃ δὲ γελάσας, „εἰσελθών“ φησίν „ἐνδοτέρω, ἄσπασαι τοὺς συνδούλους σου“. τὸν δὲ εἰσελθόντα καὶ ἀσπασάμενον ἰδόντες ἐκεῖνοι, „τί ποτε ἄρα κακὸν τῷ ἡμῶν δεσπότῃ“ φασί „συμβέβηκεν, ὅτι σωμάτιον αἰσχρὸν οὕτως ἐπρίατο; ἀλλ’ ὡς ἔοικεν, ἀντὶ βασκανίου τοῦτο τῆς οἰκίας ὠνήσατο“.
236 Μετὰ δ’ οὐ πολὺ καὶ ὁ ἔμπορος εἰσελθών, τὰ πρὸς ὁδὸν εὐτρεπισθῆναι τοῖς δούλοις ἐπέσκηψε· μέλλειν γὰρ τὴν ἐπιοῦσαν εἰς Ἀσίαν πορεύεσθαι. οἳ μὲν οὖν αὐτίκα τὰ σκεύη διεμερίζοντο. ὁ δ’ Αἴσωπος ἐδεῖτο τοῦ κουφοτάτου τῶν φορτίων αὐτῷ παραχωρεῖν, ἅτε δὴ νεωνήτῳ καὶ μήπω πρὸς τὰς τοιαύτας ὑπουργίας γεγυμνασμένῳ. τῶν δέ, καὶ εἰ μηδὲν ἆραι βούλεται, συγγνώμην παρεχομένων, ἐκεῖνος οὐ δεῖν ἔλεγε πάντων κοπιώντων αὐτὸν μόνον ἀσυντελῆ τυγχάνειν. τῶν δὲ ὅπερ ἂν ἆραι βούληται ἐπιτρεπόντων, δεῦρο κἀκεῖσε περιβλεψάμενος, καὶ σκεύη ἀθρήσας διάφορα, σάκκους καὶ στρώματα καὶ γυργάθους, ἕνα γύργαθον ἄρτων πεπληρωμένον, ὃν καὶ δύο βαστάζειν ἔμελλον, αὑτῷ ἐπιτεθῆναι κελεύει. οἳ δὲ γελάσαντες καὶ μηδὲν εἶναι μωρότερον τοῦ χυδαίου τούτου καθάρματος φάμενοι, ὃς μικρῷ μὲν ἔμπροσθεν τὸ κουφότατον ἆραι τῶν φορτίων ἐδεῖτο, νῦν δὲ τὸ πάντων βαρύτατον εἵλετο· χρῆναι μέντοι τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶσαι· ὑπολαβόντες τὸν γύργαθον ἐπιτιθέασι τῷ Αἰσώπῳ.
237 ὃ δὲ κατὰ τῶν ὤμων τὸ φορτίον ἐπηχθισμένος, δεῦρο κἀκεῖσε διεκλονεῖτο. τὸν δὲ ἰδὼν ὁ ἔμπορος ἀπεθαύμασε καί φησιν· „Αἴσωπος εἰς τὸ πονεῖν πρόθυμος ὢν ἤδη τὴν ἑαυτοῦ τιμὴν ἐξέτισε· κτήνους γὰρ φόρτον ἤρατο“. ἐπεὶ δὲ ὥρας οὔσης ἀρίστου κατέλυσαν, Αἴσωπος κελευσθεὶς ἀρτοδοτῆσαι, ἡμιδεᾶ τὸν γύργαθον πολλῶν φαγόντων ἐποίησεν. ὅθεν καὶ μετὰ τὸ ἄριστον κουφοτέρου τοῦ φορτίου γεγονότος, προθυμότερον ὥδευε. καὶ δὴ καὶ ἑσπέρας οὗ κατήχθησαν πάλιν ἀρτοδοτήσας, τῇ ἐφεξῆς ἡμέρᾳ κενὸν παντάπασιν ἐπὶ τῶν ὤμων ἀνέχων τὸν γύργαθον, πρῶτος ἁπάντων ᾔει, ὡς καὶ τοῖς συνδούλοις, προτρέχοντα τοῦτον ὁρῶσιν, ἀμφίβολα γίνεσθαι, πότερον ὁ σαπρός ἐστιν Αἴσωπος ἤ τις ἕτερος· καὶ καταμαθοῦσιν ἐκεῖνον εἶναι, θαυμάζειν ὅπως τὸ μεμελανωμένον ἀνθρώπιον νουνεχέστερα πάντων ἔπραξε, τοὺς ῥᾳδίως δαπανωμένους ἄρτους ἀράμενον, ἐκείνων τὰ στρώματα καὶ τὰ λοιπὰ τῶν σκευῶν ἐπιφορτισαμένων, ἃ μὴ φύσιν ἔλαχεν οὑτωσὶ δαπανᾶσθαι.
238 ὁ μὲν οὖν ἔμπορος ἐπὶ τῇ Ἐφέσῳ γενόμενος, τὰ μὲν ἄλλα τῶν ἀνδραπόδων σὺν κέρδει ἀπέδοτο, ὑπελείφθη δ’ αὐτῷ τρία, γραμματικός, ψάλτης καὶ ὁ Αἴσωπος. τῶν δέ τις αὐτῷ συνήθων συμβουλεύσας εἰς Σάμον ἀπᾶραι, ὡς ἐκεῖ δὴ σὺν μείζονι κέρδει ἀπεμπολήσοντι τὰ σωμάτια, πείθει. καὶ ὁ ἔμπορος ἐπιβὰς τῆς Σάμου, τὸν μὲν γραμματικὸν σὺν τῷ ψάλτῃ καινὰς στολὰς ἀμφιέσας, ἵστησιν ἄμφω ἐπὶ τοῦ πρατηρίου. τὸν δ’ Αἴσωπον ἐπεὶ μηδαμόθεν εἶχε κοσμῆσαι, ὅλος γὰρ ἦν ἁμάρτημα, ἐσθῆτα σάκκου τούτῳ περικαθάψας, μέσον ἀμφοῖν ἔστησεν, ὡς καὶ τοὺς ὁρῶντας ἐξίστασθαι λέγοντας „πόρεν τοῦτο τὸ βδέλυγμα, τὸ καὶ τοὺς ἄλλους ἀφανίζον;“ Αἴσωπος δὲ καίπερ ὑπὸ πολλῶν σκωπτόμενος, ἵστατο μέντοι τολμηρὰ πρὸς αὐτοὺς ἀτενίζων. Ξάνθος δὲ ὁ φιλόσοφος, εἷς τῶν ἐνοικούντων ὢν τηνικαῦτα τῇ Σάμῳ, προελθὼν ἐπὶ τὴν ἀγορὰν καὶ θεασάμενος τοὺς μὲν δύο παῖδας σὺν εὐπρεπείᾳ παρισταμένους, μέσον δὲ τούτων τὸν Αἴσωπον, ἠγάσατο τὴν τοῦ ἐμπόρου ἐπίνοιαν, ὅπως τὸν αἰσχρὸν ἐν τῷ μεταξὺ τέταχεν, ὡς τῇ παραθέσει τοῦ δυσειδοῦς καλλίους ἑαυτῶν τοὺς νεανίσκους φανῆναι.
239 ἐγγυτέρω δ’ ἐπιστάς, ἐπύθετο τὸν ψάλτην, πόθεν ἂν εἴη. καὶ ὅς· „Καππαδόκησ“. καὶ ὁ Ξάνθος· „τί οὖν οἶδας ποιεῖν“; ὃ δέ „πάντα“. καὶ ἐπὶ τούτοις Αἴσωπος ἐξεγέλασε. τῶν δὲ σχολαστικῶν, οἳ τῷ Ξάνθῳ συνῆσαν, ὡς εἶδον αὐτὸν γελάσαντα καὶ παραφήναντα τοὺς ὀδόντας ἐξαίφνης, καί τι τέρας ὁρᾶν δοξάντων, καὶ τοῦ μέν „ἦ που κήλη ἐστὶν ὀδόντας ἔχουσα“ λέγοντος, τοῦ δέ „τί ποτε ἄρα ἰδὼν ἐγέλασε;“ τοῦ δὲ ὡς „οὐκ ἐγέλασεν, ἀλλ’ ἐρρίγωσεν“, πάντων δὲ βουλομένων γνῶναι τίς ποτε ἦν ὁ γέλως, εἷς τις αὐτῶν προσελθὼν τῷ Αἰσώπῳ φησίν· „ὅτου χάριν ἐγέλασασ“; καὶ ὅς· „ἀποχώρει, θαλάττιον πρόβατον“. τοῦ δὲ ἀμηχανήσαντος τοῖς ὅλοις ἐπὶ τῷ λόγῳ, κἀκ τοῦ εὐθέος ἀναχωρήσαντος, ὁ Ξάνθος τῷ ἐμπόρῳ φησί· „πόσου τιμήματος ὁ ψάλτησ“; τοῦ δέ „χιλίων ὀβολῶν“ ἀποκριναμένου, πρὸς τὸν ἕτερον ἦλθεν, ὑπερβάλλον ἀκούσας τὸ τίμημα.
240 καὶ μέντοι καὶ τοῦτον ἐρομένου τοῦ φιλοσόφου, πόθεν ἂν εἴη, καὶ ἀκούσαντος ὅτι Λυδός, καὶ ἐπανερομένου „τί οὖν οἶδας ποιεῖν;“ κἀκείνου φαμένου „πάντα“, πάλιν ἐγέλασεν Αἴσωπος. τῶν σχολαστικῶν δέ τινὸς διαπορουμένου „τί δή ποτε οὗτος πρὸς πάντα γελᾷ“; ἕτερος πρὸς αὐτὸν εἶπεν· „εἰ βούλει καὶ σὺ θαλάσσιος τράγος ἀκοῦσαι, ἐρώτησον“. ὁ δὲ Ξάνθος καὶ αὖθις ἤρετο τὸν ἔμπορον· „πόσου τιμήματος ὁ γραμματικός;“ κἀκείνου „τρισχιλίων ὀβολῶν“ ἀποκριναμένου, δυσφόρως ὁ φιλόσοφος ἤνεγκε τὴν ὑπερβολὴν τοῦ τιμήματος καὶ στραφεὶς ἀπῄει. τῶν δὲ σχολαστικῶν ἐρομένων, εἰ μὴ ἤρεσεν αὐτῷ τὰ σωμάτια, „ναί“, φησίν „ἀλλὰ δόγμα κεῖται, μὴ ἀνδράποδον ὠνεῖσθαι τῶν πολυτίμων“. ἑνὸς δὲ τούτων φαμένου „ἀλλ’ εἰ τοῦθ’ οὕτως ἔχει, τὸν γοῦν αἰσχρὸν τοῦτον οὐδεὶς νόμος ἐμποδὼν ἵσταται μὴ ὠνήσασθαι· τὴν αὐτὴν γὰρ καὶ οὗτος λειτουργίαν εἰσοίσει· καὶ ἡμεῖς τὸ τίμημα τούτου καταθησόμεθα“, Ξάνθος ἔφη· „ἀλλὰ γελοῖον ἂν εἴη ὑμᾶς μὲν ἐκτῖσαι τὸ τίμημα, ἐμὲ δὲ τὸν δοῦλον ὠνήσασθαι· ἄλλως τε καὶ τὸ γύναιόν μου καθάρειον ὄν, οὐκ ἂν ἀνάσχοιτο ὑπ’ αἰσχροῦ σωματίου ὑπηρετεῖσθαι“.
241 τῶν δὲ σχολαστικῶν αὖθις εἰπόντων „ἀλλ’ ἐγγὺς ἡ γνώμη, καθηγητά, τοῦ μὴ πείθεσθαι γυναικί“, ὁ φιλόσοφος εἶπε· „λάβωμεν πρότερον πεῖραν εἰ οἶδέ τι, μή ποτε καὶ τὸ τίμημα μάτην ἀπόληται“. προσελθὼν γοῦν τῷ Αἰσώπῳ „χαῖρε“ φησί. καὶ ὅς· „μὴ γὰρ ἐλυπούμην“; καὶ ὁ Ξάνθος· „ἀσπάζομαί σε“. κἀκεῖνος· „κἀγὼ σέ“. καὶ ὁ Ξάνθος ἅμα τοῖς ἄλλοις ἐπὶ τῷ παραλόγῳ καὶ ἑτοίμῳ τῆς ἀποκρίσεως ἐκπλαγείς, ἤρετο· „ποταπὸς εἶ“; ὁ δέ „μέλασ“ φησί. καὶ ὁ Ξάνθος· „οὐ τοῦτος φημι, ἀλλὰ πόθεν γεγέννησαι“; καὶ ὅς· „ἐκ τῆς γαστρὸς τῆς μητρός μου“. καὶ ὁ Ξάνθος· „οὐ τοῦτο λέγω, ἀλλ’ ἐν ποίῳ τόπῳ γεγέννησαι;“ κἀκεῖνος· „οὐκ ἀνήγγειλέ μοι ἡ μήτηρ μου, πότερον ἐν ἀνώγεῳ ἢ κατώγεῳ“. καὶ ὁ φιλόσοφος· „τί δὲ πράττειν ἐπίστασαι“; κἀκεῖνος· „οὐδέν“.
242 καὶ ὁ Ξάνθος· „τίνα τρόπον“; ὃ δέ „ἐπειδήπερ οὗτοι πάντα ἐπίστασθαι ἐπηγγείλαντο, ἐμοὶ δὲ κατέλιπον οὐδὲ ἕν“. καὶ ἐπὶ τούτοις οἱ σχολαστικοὶ ὑπερφυῶς ἀγάμενοι, „νὴ τὴν θείαν πρόνοιαν“, ἔφασαν, „πάνυ καλῶς ἀπεκρίνατο· οὐδὲ γὰρ εἷς ἐστιν ἄνθρωπος, ὃς ἅπαντα εἰδείη. διὰ γὰρ ταῦτα δηλαδὴ καὶ ἐγέλα“. αὖθις οὖν ὁ Ξάνθος φησί· „βούλει πρίωμαί σε“; καὶ ὁ Αἴσωπος· „ἐμοῦ πρὸς τοῦτο συμβούλου δέῃ; ὁπότερόν σοι δοκεῖ βέλτιον, ἤτοι πρίασθαι ἢ μή, ποίει· οὐδεὶς γὰρ οὐδὲν πρὸς βίαν ποιεῖ· τοῦτο παρὰ τῇ σῇ κεῖται γνώμῃ. κἂν μὲν βούλῃ, βαλαντίου θύραν ἀνοίξας ἀργύριον ἀρίθμει· εἰ δὲ μή, μὴ σκῶπτε“. πάλιν οὖν οἱ σχολαστικοὶ πρὸς ἀλλήλους ἔφασαν· „νὴ τοὺς θεούς, νενίκηκε τὸν καθηγητήν“. τοῦ δὲ Ξάνθου φήσαντος „ἐὰν πρίωμαί σε, δραπετεῦσαι βουλήσῃ“; γελάσας ὁ Αἴσωπος ἔφη· „τοῦτο εἰ βουλήσομαι πρᾶξαι, οὐ πάντως χρήσομαί σοι συμβούλῳ, ὡς δὴ καὶ σὺ μικρῷ πρόσθεν ἐμοί“.
243 καὶ ὁ Ξάνθος· „καλῶς μὲν λέγεις, ἀλλ’ αἰσχρὸς εἶ“. κἀκεῖνος· „εἰς τὸν νοῦν ἀφορᾶν δεῖ, φιλόσοφε, καὶ μὴ εἰς τὴν ὄψιν“. τότε τῷ ἐμπόρῳ προσελθὼν ὁ Ξάνθος φησί· „πόσου τοῦτον πωλεῖς;“ καὶ ὅς· „κερτομῆσαί μου πάρει τὴν ἐμπορίαν, ὅτι τοὺς ἀξίους σου παῖδας ἀφείς, τὸν αἰσχρὸν τοῦτον εἵλου; θάτερον τῶν λοιπῶν ὤνησαι, τοῦτον δὲ πρόσδομα λάβε“. καὶ ὁ Ξάνθος· „οὐ δῆτα, ἀλλὰ τοῦτον“. καὶ ὁ ἔμπορος· „ἑξήκοντα ὀβολῶν ὤνησαι“. καὶ οἱ μὲν σχολαστικοὶ παραχρῆμα τὸ τίμημα συνεισενεγκόντες κατέθεντο, ὁ δὲ Ξάνθος ἐκτήσατο. οἱ τοίνυν τελῶναι τὴν πρᾶσιν μεμαθηκότες παρῆσαν ἀνακρίνοντες, τίς μὲν ὁ ἀπεμπολήσας, τίς δ’ ὁ πριάμενος. αἰσχυνομένων δ’ ἀμφοτέρων ἑαυτοὺς ἀνειπεῖν διὰ τὸ πενιχρὸν τοῦ τιμήματος, Αἴσωπος στὰς εἰς τὸ μέσον ἀνέκραξεν· „ὁ μὲν πραθείς, ἐγώ· ὁ πριάμενος δ’ οὑτοσί, καὶ ὁ πωλήσας ἐκεινοσί. εἰ δ’ αὐτοὶ σιωπῶσιν, ἐγὼ ἄρα ἐλεύθερός εἰμι“. οἱ δὲ τελῶναι διαχυθέντες. ἐχαρίσαντό τε τῷ Ξάνθῳ τὸ τέλος καὶ ἀπηλλάγησαν. Ὁ μὲν οὖν Αἴσωπος ἠκολούθει πρὸς τὴν οἰκίαν ἀπιόντι τῷ Ξάνθῳ.
244 μεσημβρινοῦ δὲ καύματος ὄντος, ὁ Ξάνθος ἐν τῷ περιπατεῖν τὸν χιτῶνα ἀνασυράμενος οὔρει. ὅπερ ἰδὼν Αἴσωπος καὶ τῶν ἱματίων ἐκείνου δραξάμενος ὄπισθεν, πρὸς ἑαυτὸν εἵλκυσε καί φησι· „τὴν ταχίστην με πώλησον, ἐπεὶ δραπετεύσω“. καὶ ὁ Ξάνθος· „ἀνθ’ ὅτου“; „ὅτι“ φησίν „οὐκ ἂν δυναίμην τοιούτῳ ὑπηρετεῖσθαι δεσπότῃ. εἰ γὰρ σὺ δεσπότης ὢν καὶ μηδένα φοβούμενος, ὅμως ἄνεσιν οὐ παρέσχες τῇ φύσει, ἀλλὰ βαδίζων οὐρεῖς, εἰ τύχοι τὸν δοῦλον ἐμὲ πρός τινα σταλῆναι διακονίαν κἀν τῷ μεταξὺ τῆς πορείας τοιόνδε τι ἀπαιτῆσαι τὴν φύσιν, ἀνάγκη πᾶσα πετόμενόν με ἀποπατεῖν“. καὶ ὁ Ξάνθος· „τοῦτό σε θορυβεῖ; τρία κακὰ βουλόμενος διαδρᾶναι βαδίζων οὐρῶ.“ καὶ ὅς· „ποῖα“; κἀκεῖνος· „ἑστῶτί μοι τὴν μὲν κεφαλὴν κατέκαυσεν ἂν ὁ ἥλιος, τοὺς δὲ πόδας τὸ τῆς γῆς ἔδαφος ὂν ἐκπεπυρωμένον, ἡ δὲ τοῦ οὔρου δριμύτης τὴν ὄσφρησιν ἂν ἐλυμήνατο“. καὶ ὁ Αἴσωπος· „βάδιζε, πέπεικάς με“. Ἐπεὶ δὲ καὶ τῇ οἰκίᾳ ἐπέστησαν, ὁ Ξάνθος παραγγείλας τῷ Αἰσώπῳ μένειν πρὸ τοῦ πυλῶνος, ἐπειδὴ καθάρειον ὂν αὐτῷ τὸ γύναιον ᾔδει καὶ οὐκ ἐχρῆν ἐξαπίνης τοιοῦτον αἶσχος αὐτῇ φανῆναι, πρίν τινα καὶ πρὸς αὐτὴν ἀστείσηται.
245 αὐτὸς δ’ εἰσελθὼν λέγει· „κυρία, οὐκέτι με τοὐντεῦθεν ὀνειδίσεις τῆς θεραπείας, ἧς πρὸς τῶν θεραπαινίδων τῶν σῶν ἀπολαύω. ἤδη γὰρ κἀγὼ παῖδά σοι ἐπριάμην, ἐν ᾧ καὶ ὄψει κάλλος, οἷον οὔπω τεθέασαι· ὃς καὶ ἤδη πρὸ τοῦ πυλῶνος ἕστηκε“. κἀκεῖνος μὲν ταῦτα· αἱ δέ γε θεραπαινίδες ἀληθῆ νομίσασαι τὰ λεχθέντα, πρὸς ἀλλήλας οὐκ ἀγεννῶς ἠμφισβήτουν περὶ τοῦ τίνι τούτων νυμφίος ὁ νεώνητος ἔσται. τῆς δὲ τοῦ Ξάνθου γυναικὸς εἴσω κληθῆναι τὸν νεώνητον κελευσάσης, μία τῶν ἄλλων μᾶλλον ὀργῶσα, καὶ ὡς ἀρραβῶνα τὴν κλῆσιν ἁρπάσασα, τὸν νεώνητον ἐκδραμοῦσα ἐκάλει. κἀκείνου φαμένου „ἰδοὺ ἐγὼ πάρειμι“, ἐκπλαγεῖσα „σύ“ φησίν „εἶ;“ καὶ ὅς· „ναί“.
246 κἀκείνη· „ἀβάσκαντα, μὴ εἰσέλθῃς εἴσω, καὶ πάντες φύγωσι“. καὶ μέντοι καὶ ἄλλης ἐξελθούσης, καὶ ὡς εἶδεν αὐτόν, „παταχθείη σου“ φαμένης „τὸ πρόσωπον“, καὶ „δεῦρο εἴσελθε, ἀλλὰ μὴ προσεγγίσῃς μοι“, εἰσελθὼν ἔστη ἀντικρὺ τῆς δεσποίνης. ἣ δὲ τοῦτον θεασαμένη, τὰς ὄψεις ἀπέστρεψε πρὸς τὸν ἄνδρα, φαμένη· „πόθεν μοι τοῦτο τὸ τέρας ἤνεγκας; ἔκβαλε αὐτὸν τοῦ προσώπου μου“. κἀκεῖνος· „ἅλις σοι, κυρία, μὴ οὕτω σκῶπτέ μου τὸν νεώνητον“. ἣ δέ· „δῆλος εἶ, Ξάνθε, μισήσας με· ἑτέραν γὰρ ἀγαγέσθαι βουλόμενος καὶ ἴσως αἰδούμενος φράσαι μοι, ὡς τῆς σῆς οἰκίας ἀναχωρήσω, τὸν κυνοκέφαλόν μοι τοῦτον κεκόμικας, ὡς ἂν τὴν αὐτοῦ δυσανασχετοῦσα λατρείαν φύγω. δός μοι τὴν προῖκά μου καὶ πορεύσομαι“. πρὸς ταῦτα τοῦ Ξάνθου μεμψαμένου τὸν Αἴσωπον, ὡς κατὰ μὲν τὴν ὁδὸν ἀστεῖά τινα φθεγξαμένου περὶ τῆς ἐν τῷ βαδίζειν οὐρήσεως, νυνὶ δὲ πρὸς τὴν γυναῖκα μηδὲν λέγοντος, Αἴσωπος ἔφη· „βάλε αὐτὴν εἰς τὸ βάραθρον.“ καὶ ὁ Ξάνθος· „παῦε, κάθαρμα· ἦ οὐκ οἶσθ’ ὅτι ταύτην ὡς ἐμαυτὸν στέργω“; καὶ ὁ Αἴσωπος· „ἐρᾷς τοῦ γυναίου“; κἀκεῖνος· „πάνυ μὲν οὖν, δραπέτα“.
247 καὶ πρὸς τοῦτο ὁ Αἴσωπος κροτήσας εἰς τὸ μέσον τὸν πόδα, μεγάλως ἔκραξε· „Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται“. καὶ στραφεὶς πρὸς τὴν αὑτοῦ δέσποιναν ἔφη· „σύ, ὦ δέσποινα, ἐβούλου τὸν φιλόσοφον ὠνήσασθαί σοι δοῦλον νέον, εὐσωματοῦντα, σφριγῶντα, ὃν ἔδει γυμνήν σε κἀν τῷ βαλανείῳ θεᾶσθαι, καί σοι προσπαίζειν τὰ εἰς αἰσχύνην τοῦ φιλοσόφου; Εὐριπίδη, χρυσοῦν ἐγώ σου φημὶ τὸ στόμα, τοιαῦτα λέγον· πολλαὶ μὲν ὀργαὶ κυμάτων θαλαττίων, πολλαὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, πλὴν οὐδὲν οὕτω δεινὸν, ὡς γυνὴ κακή. σὺ δ’ ὦ δέσποινα, φιλοσόφου γυνὴ οὖσα, ὑπὸ καλῶν νεανίσκων ὑπηρετεῖσθαι μὴ θέλε, μή πως ὕβριν τῷ ἀνδρί σου προστρίψῃσ“. ἣ δὲ ταῦτα ἀκούσασα καὶ πρὸς μηδὲν ἀντειπεῖν δυνηθεῖσα, „πόθεν, ἄνερ“, φησί „τὸ κάλλος τοῦτο τεθήρακας; ἀλλὰ καὶ λάλος ὁ σαπρὸς οὗτος φαίνεται καὶ εὐτράπελος.
248 διαλλαγήσομαι τοίνυν αὐτῷ“. καὶ ὁ Ξάνθος· „Αἴσωπε, διήλλακταί σοι ἡ σὴ δέσποινα“. καὶ ὁ Αἴσωπος εἰρωνευσάμενος „μέγα τι χρῆμα“ φησί „τὸ πραῦναι γυναῖκα“. καὶ ὁ Ξάνθος· „σιώπα τοὐντεῦθεν· ὠνησάμην γάρ σε εἰς δουλείαν, οὐκ εἰς ἀντιλογίαν“. Τῇ δ’ ὑστεραίᾳ ὁ Ξάνθος ἕπεσθαι τῷ Αἰσώπῳ κελεύσας, πρός τινα τῶν κήπων ἧκεν ὠνησόμενος λάχανα. τοῦ δὲ κηπωροῦ δέσμην λαχάνων θερίσαντος, ἀνείληφεν Αἴσωπος. τοῦ δὲ Ξάνθου μέλλοντος ἤδη τῷ κηπωρῷ καταβάλλειν τὸ κέρμα, ὁ κηπωρός „ἔα κύριε“, φησίν „ἑνὸς προβλήματος παρὰ σοῦ δέομαι“. καὶ ὁ Ξάνθος· „τίνοσ“; καὶ ὅς· „τί δή ποτε τὰ μὲν παρ’ ἐμοῦ φυτευόμενα τῶν λαχάνων, καίπερ ἐπιμελῶς σκαλιζόμενά τε καὶ ἀρδευόμενα, βραδεῖαν ὅμως ποιεῖται τὴν αὔξησιν· οἷς δ’ αὐτομάτη ἐκ γῆς ἡ ἀνάδοσις, καίτοι μηδεμιᾶς ἐπιμελείας ἀξιουμένοις, τούτοις ὀξυτέρα ἡ βλάστησισ“; ὁ μὲν οὖν Ξάνθος, καίτοι φιλοσόφου τῆς ζητήσεως οὔσης, μηδὲν ἕτερον συννοήσας εἰπεῖν, τῇ θείᾳ προνοίᾳ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις διοικεῖσθαί φησιν.
249 ὁ δὲ Αἴσωπος, παρῆν γάρ, ἐγέλασε. καὶ πρὸς αὐτὸν ὁ φιλόσοφος· „πότερον γελᾷς ἢ καταγελᾷσ“; καὶ ὁ Αἴσωπος „καταγελῶ“, φησίν „ἀλλ’ οὐ σοῦ, τοῦ δὲ διδάξαντός σε. ἃ γὰρ ὑπὸ θείας προνοίας γίνεται, ταῦθ’ ὑπὸ σοφῶν ἀνδρῶν τυγχάνει τῆς λύσεως. προβαλοῦ τοίνυν ἐμέ, κἀγὼ λύσω τὸ πρόβλημα“. ἐν τούτῳ τοίνυν ὁ Ξάνθος ἐπιστραφεὶς λέγει τῷ κηπωρῷ· „ἥκιστα πάντων εὐπρεπές ἐστιν, ὦ τᾶν, ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεχθέντα τὰ νῦν ἐν κήπῳ λύειν σοφίσματα. παῖς δέ μοι οὑτοσὶ πολλῶν πεῖραν ἔχων ἀκολουθεῖ· τούτῳ προσαναθέμενος, τῆς λύσεως τεύξῃ τοῦ ζητουμένου“. καὶ ὁ κηπωρός· „οὗτος ὁ αἰσχρὸς γράμματα οἶδεν; οἴμοι τῆς δυστυχίας. ἀλλὰ φράσον, ὦ λῷστε, εἰ τοῦ ζητουμένου τὴν διασάφησιν ἔγνωκασ“. καὶ ὁ Αἴσωπος „ἡ γυνή“ φησίν „ἐπειδὰν πρὸς δεύτερον γάμον ἔλθῃ, τέκνα ἐκ τοῦ πρώτου ἀνδρὸς ἔχουσα, εἴπερ εὕροι καὶ τὸν ἄνδρα ἐκ τῆς προτέρας γυναικὸς τεκνοποιησάμενον, ἃ μὲν αὐτὴ ἐπηγάγετο, τούτων μήτηρ ἐστίν, ἃ δ’ εὗρεν ἐν τῷ ἀνδρὶ, τούτων ἐστὶ μητρυιά.
250 πολλὴν οὖν ἐν ἑκατέροις ἐνδείκνυται τὴν διαφοράν. τὰ μὲν γὰρ ἐξ αὐτῆς φιλοστόργως καὶ ἐπιμελῶς τρέφουσα διαγίνεται, τὰ δ’ ἐξ ἀλλοτρίων ὠδίνων μισεῖ, καὶ ζηλοτυπίᾳ χρωμένη, τὴν ἐκείνων τροφὴν περικόπτουσα, τοῖς ἑαυτῆς προστίθεται τέκνοις. τὰ μὲν γὰρ φύσει ὡς οἰκεῖα φιλεῖ, ἀποστέργει δὲ τὰ τοῦ ἀνδρὸς ὡς ἀλλότρια. τὸν ἴσον δὴ καὶ ἡ γῆ τρόπον τῶν μὲν αὐτομάτως ἐξ αὐτῆς φυομένων μήτηρ ἐστίν· ἃ δ’ αὐτὸς ἐμφυτεύεις, τούτων γίνεται μητρυιά. οὗ χάριν καὶ μᾶλλον ὡς γνήσια τὰ οἰκεῖα τρέφει καὶ θάλπει, τοῖς δὲ παρὰ σοῦ φυτευομένοις οὐ τοσαύτην ὡς νόθοις τὴν τροφὴν νέμει“. ἐπὶ τούτοις ἡσθεὶς ὁ κηπωρός „πιστεύσαις ἄν μοι“, φησίν „ὅτι με ἀμηχάνου λύπης καὶ ἀδολεσχίας ἐκούφισας. ἄπιθι προῖκα φέρων τὰ λάχανα, καὶ ὁσάκις σοι τούτων δεῖ, ὡς εἰς οἰκεῖον κῆπον βαδίζων λάμβανε“.
251 Μεθ’ ἡμέρας πάλιν εἰς τὸ βαλανεῖον ἐλθόντος τοῦ Ξάνθου καί τισιν ἐντυχόντος ἐκεῖ τῶν φίλων, καὶ πρὸς τὸν Αἴσωπον εἰρηκότος εἴς τε τὴν οἰκίαν προδραμεῖν καὶ φακῆν εἰς τὴν χύτραν ἐμβαλόντα ἑψῆσαι, ἐκεῖνος ἀπελθὼν κόκκον ἕνα φακῆς εἰς τὴν χύτραν ἕψει βαλών. ὁ δὲ δὴ Ξάνθος ἅμα τοῖς φίλοις λουσάμενος, ἐκάλει τούτους συναριστήσοντας. προεῖπε μέντοι καὶ ὡς λιτῶς, ἐπὶ φακῇ γὰρ ἔσται τὸ δεῖπνον, καὶ ὡς μὴ δεῖ τῇ ποικιλίᾳ τῶν ἐδεσμάτων τοὺς φίλους κρίνειν, ἀλλὰ δοκιμάζειν τὴν προθυμίαν. τῶν δὲ εἰξάντων καὶ πρὸς τὴν οἰκίαν ἀφικομένων, ὁ Ξάνθος φησί· „δὸς ἡμῖν ἀπὸ λουτροῦ πιεῖν, Αἴσωπε“. τοῦ δ’ ἐκ τῆς ἀπορροίας τοῦ λουτροῦ λαβόντος καὶ ἐπιδεδωκότος, ὁ Ξάνθος τῆς δυσωδίας ἀναπλησθείς, „φεῦ, τί τοῦτο“, φησίν „Αἴσωπε“; καὶ ὅς· „ἀπὸ λουτροῦ, ὡς ἐκέλευσασ“. τοῦ δὲ Ξάνθου τῇ παρουσίᾳ τῶν φίλων τὴν ὀργὴν ἐπισχόντος καὶ λεκάνην αὐτῷ παρατεθῆναι κελεύσαντος, Αἴσωπος τὴν λεκάνην θεὶς ἵστατο. καὶ ὁ Ξάνθος· „οὐ νίπτεισ“; κἀκεῖνος· „ἐντέταλταί μοι ταῦτα μόνα ποιεῖν, ὅσα ἂν ἐπιτάξῃς.
252 σὺ δὲ νῦν οὐκ εἶπας· Βάλε ὕδωρ εἰς τὴν λεκάνην καὶ νίψον τοὺς πόδας μου, καὶ θὲς τὰς ἐμβάδας, καὶ ὅσα ἐφεξῆσ“. πρὸς δὴ ταῦτα τοῖς φίλοις ὁ Ξάνθος ἔφη· „μὴ γὰρ δοῦλον ἐπριάμην; οὐκ ἔστιν ὅπως· ἀλλὰ διδάσκαλον“. ἀνακλιθέντων τοίνυν αὐτῶν καὶ τοῦ Ξάνθου τὸν Αἴσωπον ἐρωτήσαντος, εἰ ἕψηται ἡ φακῆ, δοίδυκι λαβὼν ἐκεῖνος τὸν τῆς φακῆς κόκκον ἀνέδωκεν. ὁ δὲ Ξάνθος λαβὼν καὶ οἰηθεὶς ἕνεκεν τοῦ πεῖραν λαβεῖν τῆς ἑψήσεως τὴν φακῆν δέξασθαι, τοῖς δακτύλοις διατρίψας ἔφη· „καλῶς ἕψηται· κόμισον“. τοῦ δὲ μόνον τὸ ὕδωρ κενώσαντος ἐν τοῖς τρυβλίοις καὶ παραθέντος, ὁ Ξάνθος „ποῦ ἐστιν ἡ φακῆ“; φησί. καὶ ὅς· „ἔλαβες αὐτήν“. καὶ ὁ Ξάνθος· „ἕνα κόκκον ἕψησασ“; καὶ ὁ Αἴσωπος· „μάλιστα. φακῆν γὰρ ἑνικῶς εἶπας, ἀλλ’ οὐ φακᾶς, ὃ δὴ πληθυντικῶς λέγεται“. ὁ μὲν οὖν Ξάνθος ἀπορήσας τοῖς ὅλοις, „ἄνδρες ἑταῖροι“, φησίν „οὗτος εἰς μανίαν με περιτρέψει“. εἶτα στραφεὶς πρὸς τὸν Αἴσωπον, εἶπεν· „ἀλλ’ ἵνα μὴ δόξω, κακὲ δοῦλε, τοῖς φίλοις ἐνυβρίζειν, ἀπελθὼν ὤνησαι πόδας χοιρείους τέτταρας, καὶ διὰ ταχέων ἑψήσας παράθεσ“.
253 τοῦ δὲ σπουδῇ τοῦτο ποιήσαντος καὶ τῶν ποδῶν ἑψομένων, ὁ Ξάνθος εὐλόγως θέλων τύψαι τὸν Αἴσωπον, αὐτοῦ περί τι τῶν εἰς χρείαν ἀσχολουμένου, ἕνα τῶν ποδῶν ἐκ τῆς χύτρας λαθραίως ἀνελόμενος ἔκρυψε. μετὰ μικρὸν δὲ καὶ ὁ Αἴσωπος ἐλθὼν καὶ τὴν χύτραν ἐπισκεψάμενος, ὡς τοὺς τρεῖς μόνον πόδας ἑώρακε, συνῆκεν ἐπιβουλὴν αὐτῷ τινα γεγονυῖαν. καὶ δὴ καταδραμὼν ἐπὶ τὴν αὐλὴν καὶ τοῦ σιτευομένου χοίρου τὸν ἕνα τῶν ποδῶν τῇ μαχαίρᾳ περιελὼν καὶ τῶν τριχῶν ψιλώσας, εἰς τὴν χύτραν ἔρριψε καὶ συνέψει τοῖς ἄλλοις. Ξάνθος δὲ δείσας, μή πως Αἴσωπος τὸν ὑφαιρεθέντα τῶν ποδῶν οὐχ εὑρὼν ἀποδράσῃ, αὖθις εἰς τὴν χύτραν αὐτὸν ἐνέβαλε. τοῦ δ’ Αἰσώπου τοὺς πόδας εἰς τὸ τρυβλίον κενώσαντος καὶ πέντε τούτων ἀναφανέντων, ὁ Ξάνθος „τί τοῦτο“, φησίν „Αἴσωπε; πῶς πέντε“; κἀκεῖνος· „τὼ δύο χοίρω πόσους ἔχετον πόδασ“; καὶ ὁ Ξάνθος· „ὀκτώ“.
254 καὶ ὁ Αἴσωπος· „εἰσὶν οὖν ἐνταυθὶ πέντε, καὶ ὁ σιτευόμενος χοῖρος νέμεται κάτω τρίπουσ“. καὶ ὁ Ξάνθος πάνυ βαρέως σχὼν πρὸς τοὺς φίλους φησίν· „οὐχὶ μικρῷ πρόσθεν εἶπον, ὡς τάχιστά με πρὸς μανίαν οὗτος δὴ περιτρέψει“; καὶ ὁ Αἴσωπος· „δέσποτα, οὐκ οἶσθ’ ὅτι τὸ ἐκ προσθέσεως τε καὶ ἀφαιρέσεως εἰς τὸ κατὰ λόγον ποσὸν συγκεφαλαιούμενον, οὐκ ἔστιν ἁμάρτημα“; ὁ μὲν οὖν Ξάνθος μηδεμίαν εὐπρόσωπον αἰτίαν εὑρηκὼς μαστιγῶσαι τὸν Αἴσωπον, ἡσύχασε. Τῇ δ’ ὑστεραίᾳ τῶν σχολαστικῶν τις πολυτελὲς εὐτρεπίσας δεῖπνον, σὺν ἄλλοις σχολαστικοῖς καὶ τὸν Ξάνθον κέκληκεν. εὐωχουμένων τοίνυν, ὁ Ξάνθος μερίδας ἐκ τῶν παρακειμένων ἀνελόμενος ἐπιλέκτους καὶ τῷ Αἰσώπῳ ὄπισθεν ἐφεστῶτι δούς, „τῇ εὐνοούσῃ μοι“ φησὶ πρὸς αὐτόν „ταῦτα ἐπίδος ἀπελθών“. ὃ δ’ ἀπιὼν καθ’ ἑαυτὸν ἐνενόει· „νῦν καιρὸς τίσασθαί μου τὴν δέσποιναν, ἀνθ’ ὧν με ἡνίκα νεώνητος ἦλθον ἔσκωπτεν. ὄψεται τοίνυν τίς τῷ δεσπότῃ μου εὐνοεῖ.
255 “ ἀφικόμενος οὖν εἰς τὴν οἰκίαν καὶ καθίσας ἐν τῷ προδόμῳ καὶ τὴν δέσποιναν ἐκκαλέσας, τὴν σπυρίδα τῶν μερίδων ἐπίπροσθεν αὐτῆς τέθεικε καί φησι· „δέσποινα, ταῦτα πάντα ὁ δεσπότης πέπομφεν οὐ σοί, ἀλλὰ τῇ εὐνοούσῃ“. καὶ τὴν κύνα καλέσας καὶ εἰπών „ἐλθέ, λύκαινα, φάγε, σοὶ γὰρ ὁ δεσπότης δοθῆναι ταῦτα ἐπέταξεν“, ἀνὰ μέρος τῇ κυνὶ πάντα παρέβαλε. μετὰ δὲ τοῦτο πρὸς τὸν δεσπότην πάλιν ἐλθὼν καὶ ἐρωτηθεὶς εἰ τῇ εὐνοούσῃ δέδωκε πάντα, „πάντα“, φησί, „καὶ ἐνώπιον ἐμοῦ πάντα κατέφαγε“. τοῦ δὲ ἐπανερομένου „καὶ τί ποτε ἄρα ἐσθίουσα ἔλεγεν“; ἐκεῖνος· „ἐμοὶ μέν“ φησίν „οὐ δ’ ὁτιοῦν εἴρηκε, καθ’ ἑαυτὴν δέ σοι χάριτας ᾔδει“. ἡ μέντοι γυνὴ τοῦ Ξάνθου συμφορὰν τὸ πρᾶγμα ποιησαμένη ἅτε δὴ δευτέρα τῆς κυνὸς ἐλεγχθεῖσα τῇ πρὸς τὸν ἄνδρα εὐνοίᾳ, καὶ ἐπειποῦσα ἦ μὴν μηκέτι τοῦ λοιποῦ συνοικήσειν αὐτῷ, εἴσω παρελθοῦσα τοῦ κοιτῶνος ἐθρήνει. τοῦ δὲ πότου προκόπτοντος καὶ ζητημάτων πρὸς ἀλλήλους προτεινομένων, καὶ ἑνὸς αὐτῶν ἀπορήσαντος πηνίκα ἂν γένοιτο μεγάλη ἐν ἀνθρώποις ἀνάγκη, Αἴσωπος ὄπισθεν ἑστὼς εἶπεν· „ἡνίκα ἂν οἱ νεκροὶ ἀνιστάμενοι τὰ ἑαυτῶν ἀπαιτήσωσι κτήματα“.
256 καὶ οἱ σχολαστικοὶ γελάσαντες ἔφασαν· „νοήμων ἐστὶν ὁ νεώνητοσ“. ἑτέρου δὲ πάλιν τοιόνδε τι προθέντος, ὅτου χάριν τὸ μὲν πρόβατον ἐπὶ σφαγὴν ἑλκόμενον οὐ βοᾷ, ὁ δὲ χοῖρος ὅτι μάλιστα κράζει, Αἴσωπος αὖθις ἔφη ὅτι „τὸ μὲν πρόβατον κατὰ τὸ εἰωθὸς ἀμελγόμενον ἢ τὸ τοῦ πόκου βάρος ἀποτιθέμενον, σιγῇ ἕπεται· διὸ καὶ ὑποσκελιζόμενον καὶ τὸν σίδηρον ὁρῶν, οὐδὲν δεινὸν ὑποπτεύει, ἀλλ’ ἐκεῖνα τὰ συνήθη καὶ μόνα δοκεῖ πείσεσθαι. ὁ δὲ χοῖρος ἅτε δὴ μήτ’ ἀμελγόμενος μήτε κειρόμενος μηδὲ συνειδὼς ἑαυτῷ πρός τι τῶν τοιούτων ἑλκόμενος, ἀλλ’ ὅτι τῶν σαρκῶν αὐτοῦ μόνον ἐστὶ χρεία, εἰκότως βοᾷ“. τούτων οὕτω ῥηθέντων, οἱ σχολαστικοὶ πάλιν ἐπῄνεσαν αὐτόν, τραπέντες εἰς γέλωτα. παυσαμένου μέντοι τοῦ πότου καὶ τοῦ Ξάνθου πρὸς τὴν οἰκίαν ἀπονοστήσαντος, καὶ τῇ γυναικὶ συνήθως ὁρμήσαντος προσλαλεῖν, ἐκείνη τοῦτον ἀποστραφεῖσά φησι· „μή μου πλησίον γένῃ.
257 δός μοι τὴν προῖκα καὶ ἀπελεύσομαι. οὐδὲ γὰρ ἂν μείναιμι σὺν σοὶ τοὐντεῦθεν. σὺ δ’ ἀπελθὼν τὴν κύνα κολάκευε, ᾗ πέπομφας τὰς μερίδασ“. καὶ ὁ Ξάνθος ἐκπλαγεὶς λέγει· „οὐκ ἔστιν ὅπως οὐκ ἤρτυσέ μοί τι κακὸν πάλιν Αἴσωποσ“. καὶ πρὸς τὴν γυναῖκά φησι· „κυρία, ἐμοῦ πεπωκότος σὺ μεθύεις; τίνι τὰς μερίδας πέπομφα, οὐχὶ σοί“; „μὰ Δί’, ἐμοὶ μὲν οὔ“, φησὶν ἐκείνη „τῇ δὲ κυνί“. καὶ ὁ Ξάνθος τῷ Αἰσώπῳ κληθέντι φησί· „τίνι δέδωκας τὰς μερίδασ“; κἀκεῖνος· „τῇ εὐνοούσῃ σοι“. καὶ πρὸς τὴν γυναῖκα ὁ Ξάνθος· „οὐδὲν ἔλαβεσ“; κἀκείνη· „οὐδέν“. καὶ ὁ Αἴσωπος· „τίνι γὰρ ἐκέλευσας τὰς μερίδας δοθῆναι, ὦ δέσποτα“; κἀκεῖνος· „τῇ εὐνοούσῃ μοι“. καὶ ὁ Αἴσωπος τὴν κύνα φωνήσας, „αὕτη σοι“ φησίν „εὐνοεῖ. ἡ γὰρ γυνὴ κἂν εὐνοεῖν λέγῃ, ἀλλ’ ἐπ’ ἐλαχίστῳ ἀλγήσασα ἀντιλέγει, λοιδορεῖται, ἀναχωρεῖ· τὴν μέντοι κύνα τύψον, ἀπέλασον, καὶ οὐκ ἀναχωρήσειεν ἄν, ἀλλ’ ἐπιλαθομένη πάντων, αὐτίκα φιλοφρόνως σαίνει καὶ σὺν χάριτι τὸν δεσπότην, ἔδει σε οὖν εἰπεῖν, δέσποτα, τῇ γυναικὶ τὰς μερίδας κομίσαι, καὶ μὴ τῇ εὐνοούσῃ.
258 “ καὶ ὁ Ξάνθος· „ὁρᾷς, ὦ κυρία, ὡς οὐκ ἐμὸν τὸ ἁμάρτημα, ἀλλὰ τοῦ κομίσαντος; ἀνάσχου τοιγαροῦν, καὶ οὐκ ἀπορήσω προφάσεως, δι’ ἣν αὐτὸν μαστιγώσω“. τῆς δὲ μὴ πειθομένης, ἀλλὰ λάθρα πρὸς τοὺς ἑαυτῆς γονεῖς ἀποχωρησάσης, Αἴσωπος εἶπεν· „οὐκ ὀρθῶς εἶπον, ὦ δέσποτα, ὡς ἡ κύων σοι μᾶλλον εὐνοεῖ, καὶ οὐχ ἡ ἐμὴ δέσποινα;“ ἡμερῶν δέ τινων παρῳχηκυιῶν, καὶ τῆς γυναικὸς ἀδιαλλάκτου μενούσης, καὶ τοῦ Ξάνθου τῶν προσηκόντων τινὰς ὡς αὐτὴν ὡς ἂν ὑποστρέψειεν οἴκαδε πέμψαντος, τῆς δὲ μὴ ὑπείκειν θελούσης, καὶ τοῦ Ξάνθου δι’ αὐτὴν εἰς ἀθυμίαν πεσόντος, Αἴσωπος αὐτῷ προσελθών φησι· „μὴ ἀνιῶ, δέσποτα. ἐγὼ γὰρ αὐτὴν αὔριον ἥκειν αὐθαίρετον καὶ ἀπαράκλητον δράσω πρὸς σέ.“ καὶ λαβὼν κέρμα, πρὸς τὴν ἀγορὰν ἦλθε, καὶ ὠνησάμενος χῆνας καὶ ὄρνιθας καὶ ἄλλ’ ἄττα τῶν πρὸς εὐωχίαν ἐπιτηδείων, βαδίζων τὰς οἰκίας περιενόστει.
259 παρῄει τοίνυν καὶ τὴν τῶν τῆς αὐτοῦ δεσποίνης γεννητόρων οἰκίαν, μήτε ταύτην εἰδέναι προσποιούμενος ἐκείνων τυγχάνουσαν, μήτε μὴν ἐν αὐτῇ τὴν δέσποιναν μένουσαν. καὶ δή τινι τῶν τῆς οἰκίας ἐκείνης ἐντυχὼν ἠρώτα εἴ τί που τῶν εἰς γάμους χρησίμων οἱ κατὰ τὴν οἰκίαν ἔχοιεν αὐτῷ πωλῆσαι. τοῦ δὲ „καὶ τίς τούτων ἔχει τὴν χρείαν;“ πυνθανομένου, „Ξάνθοσ“ φησίν „ὁ φιλόσοφος· αὔριον γὰρ γυναικὶ μέλλει συνάπτεσθαι.“ τοῦ δὲ ἀναβάντος καὶ τῇ γυναικὶ ταῦτα τοῦ Ξάνθου ὡς ἤκουσεν ἀναγγείλαντος, ἐκείνη σὺν δρόμῳ καὶ σπουδῇ πρὸς τὸν Ξάνθον ἦλθεν αὐτίκα, καὶ αὐτοῦ κατεβόα λέγουσα πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὡς „οὐκ ἂν ἐμοῦ ζώσης, ὦ Ξάνθε, ἑτέρᾳ γυναικὶ δυνηθείης συναρμοσθῆναι.“ καὶ οὕτως ἔμεινεν ἐπὶ τῆς οἰκίας δι’ Αἰσώπου, ὡς καὶ δι’ ἐκεῖνον ἀπῆρε. Μετὰ δ’ ἡμέρας πάλιν τινὰς καλέσας ὁ Ξάνθος σχολαστικοὺς εἰς ἄριστον, τῷ Αἰσώπῳ φησίν· „ὀψώνησον ἀπελθὼν πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτιστον.
260 “ ὃ δὲ ἀπιὼν καθ’ ἑαυτὸν ἔλεγεν· „ἐγὼ διδάξω τὸν δεσπότην μὴ μωρὰ διατάττεσθαι“. γλώττας οὖν μόνας ὑείους πριάμενος καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι γλῶτταν ὀπτὴν ἑκάστῳ σὺν ὀξυγάρῳ παρέθηκε. τῶν δὲ σχολαστικῶν ἐπαινεσάντων ὡς φιλόσοφον τὸ πρῶτον ἔδεσμα διὰ τὴν τῆς γλώττης πρὸς τὸν λόγον ὑπηρεσίαν, πάλιν Αἴσωπος ἑφθὰς γλώττας παρέθηκε. καὶ αὖθις αὖ βρώματος αἰτηθέντος ἄλλου καὶ ἄλλου, ὃ δ’ οὐδὲν ἕτερον ὅτι μὴ γλώττας προὐτίθει. τῶν δὲ σχολαστικῶν ἐπὶ τῷ ταὐτῷ τῆς τροφῆς ἀγανακτησάντων καὶ „μέχρι τίνος γλώττας;“ εἰπόντων, καὶ ὡς „ἡμεῖς δι’ ἡμέρας γλώττας ἐσθίοντες τὰς ἡμετέρας ἠλγήσαμεν“, ὁ Ξάνθος φησὶ πρὸς ὀργήν· „οὐδέν σοι πάρεστιν ἕτερον, Αἴσωπε;“ καὶ ὅς· „οὐ δῆτα“. κἀκεῖνος· „οὔκουν ἐνετειλάμην σοι, κατάρατον ἀνθρώπιον, πᾶν ὅ τι χρηστότατόν τε καὶ ἄριστον ὀψωνῆσαι“; καὶ ὁ Αἴσωπος· „πολλὰς ὁμολογῶ σοι τὰς χάριτας μεμφομένῳ με φιλοσόφων ἀνδρῶν παρόντων· τί οὖν ἂν γένοιτο γλώττης χρηστότερόν τε καὶ βέλτιον ἐν τῷ βίῳ; πᾶσα γὰρ παιδεία καὶ φιλοσοφία δι’ αὐτῆς παιδεύεται καὶ διδάσκεται· δι’ αὐτῆς δόσεις, λήψεις, ἀγοραί, ἀσπασμοί, εὐφημίαι, μοῦσα πᾶσα· δι’ αὐτῆς συγκροτοῦνται γάμοι, πόλεις ἀνορθοῦνται, ἄνθρωποι διασώζονται.
261 καὶ συνελόντι φάναι, δι’ αὐτῆς ἅπας ὁ βίος ἡμῶν συνέστηκεν. οὐδὲν ἄρα τῆς γλώττης ἄμεινον“. ἐπὶ τούτοις οἱ σχολαστικοὶ τὸν μὲν Αἴσωπον ὀρθῶς λέγειν φάμενοι, ἡμαρτηκέναι δὲ τὸν διδάσκαλον, διελύθησαν ἕκαστος ἐπ’ οἴκου. τῇ δ’ ὑστεραίᾳ πάλιν αἰτιωμένων αὐτῶν τὸν Ξάνθον, ἐκεῖνος ἀπελογεῖτο μὴ κατὰ γνώμην αὐτοῦ ταῦτα γεγονέναι, ἀλλὰ τοῦ ἀχρείου δούλου τῇ κακουργίᾳ. σήμερον δὲ ἀλλ’ ἀμείψει τὸ δεῖπνον· „κἀγὼ δὴ παρόντων ὑμῶν αὐτῷ διαλέξομαι“. καὶ καλέσας αὐτόν, πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον ὀψωνῆσαι κελεύει, ὡς τῶν σχολαστικῶν σὺν αὐτῷ δειπνησόντων. ὃ δὲ μηδὲν διατραπεὶς πάλιν γλώσσας ἐπρίατο, καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι παρέθηκεν.
262 οἳ δὲ πρὸς ἀλλήλους ὑπεφώνουν· „χοίρειαι πάλιν γλῶτται“; καὶ μετὰ μικρὸν αὖθις γλώττας παρέθηκε καὶ μάλα αὖθις καὶ αὖθις. τοῦ Ξάνθου δὲ δυσανασχετήσαντος καὶ „τί τοῦτο, Αἴσωπε“; εἰρηκότος, „μὴ πάλιν ἐνετειλάμην σοι πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτιστον ὀψωνῆσαι; οὐχὶ πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον“; ὃ δέ· „καὶ τί ποτε χεῖρον τῆς γλώττης, ὦ δέσποτα; οὐ πόλεις δι’ αὐτῆς καταπίπτουσιν; οὐκ ἄνθρωποι δι’ αὐτῆς ἀναιροῦνται; οὐ ψεύδη πάντα καὶ βλασφημίαι καὶ ἐπιορκίαι διὰ ταύτης περαίνονται; οὐ γάμοι καὶ ἀρχαὶ καὶ βασιλεῖαι δι’ αὐτῆς ἀνατρέπονται; οὐχ ὡς κεφάλαιον εἰπεῖν, ὁ βίος δι’ αὐτῆς ἅπας μυρίων πλημμελημάτων γέμει;“ ταῦτα τοῦ Αἰσώπου φαμένου, τῶν τις συνανακειμένων τῷ Ξάνθῳ φησίν· „οὗτος, εἰ μὴ πάνυ σεαυτὸν ἀσφαλίσῃ, οὐκ ἂν ἄπορος εἴη μανίας ἀφορμή σοι γίνεσθαι. οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ ἡ ψυχή“. καὶ ὁ Αἴσωπος πρὸς αὐτόν· „σύ μοι δοκεῖς, ἄνθρωπε, κακεντρεχής τις καὶ περίεργος εἶναι, δεσπότην κατὰ οἰκέτου παροξύνων.
263 “ καὶ ὁ Ξάνθος πρὸς ταῦτα, προφάσεως ἐφιέμενος μαστιγῶσαι τὸν Αἴσωπον, „δραπέτα“ φησίν „ἐπεὶ περίεργον εἶπας τὸν φίλον, δεῖξόν μοι ἀγαγὼν ἀπερίεργον ἄνθρωπον“. ἐξελθὼν τοίνυν τῆς ἐπιούσης ἐπὶ τῆς λεωφόρου ὁ Αἴσωπος καὶ τοὺς παριόντας περισκοπῶν, ὁρᾷ τινα ἐφ’ ἑνὸς τόπου ἱκανὸν χρόνον καθίσαντα, ὃν καὶ δοκιμάσας καθ’ αὑτὸν ἀπράγμονά τινα καὶ ἁπλοῦν εἶναι, προσελθών φησιν· „ὁ δεσπότης σε καλεῖ σὺν αὐτῷ ἀριστῆσαι.“ καὶ ὁ ἄγροικος ἐκεῖνος μηδὲν περιεργασάμενος, μηδὲ τίς ὢν ὑπὸ τίνος καλεῖται, εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ σὺν αὐτοῖς ὑποδήμασι φαύλοις οὖσιν ἀνέπεσεν. ἐρομένου δὲ τοῦ Ξάνθου „τίς οὗτοσ“; Αἴσωπος εἶπεν· „ἀπερίεργος ἄνθρωποσ“. καὶ ὁ Ξάνθος εἰς οὖς εἰπὼν τῇ γυναικὶ συνυποκριθῆναι αὐτῷ καὶ ὅπερ ἂν αὐτὸς ἐπιτάττῃ, ποιεῖν, ὡς ἂν εὐπροσώπῳ λόγῳ πληγὰς τῷ Αἰσώπῳ ἐντείνειεν, εἶτα ἐν ἐπηκόῳ πάντων φησί· „κυρία, ὕδωρ ἐπὶ τῆς λεκάνης βαλοῦσα, τοὺς πόδας τοῦ ξένου νίψον.
264 “ διενοεῖτο γὰρ καθ’ αὑτὸν, ὡς πάντως ὁ μὲν ξένος εὐλαβηθήσεται, ὁ δ’ Αἴσωπος, ὡς ἐκείνου περιέργου φανέντος, πληγὰς λήψεται. ἡ μὲν οὖν βαλοῦσα τὸ ὕδωρ εἰς τὴν λεκάνην, ᾔει τοὺς πόδας τοῦ ξένου νίψουσα· ὃ δ’ ἐπιγνοὺς ταύτην οὖσαν τὴν τοῦ οἴκου δεσπότιν, καθ’ ἑαυτὸν εἶπε· „τιμῆσαί με πάντως βούλεται, καὶ τούτου δὴ χάριν αὐτοχειρίᾳ τοὺς πόδας μου βούλεται νίψαι, ἐπεὶ θεραπαινίσιν εἶχεν ἂν τοῦτ’ ἐπιτάξαι.“ προτείνας οὖν τοὺς πόδας, „νίψον, κυρία“ φησί. καὶ νιψάμενος ἀνεκλίθη. τοῦ δὲ Ξάνθου κελεύσαντος οἶνον τῷ ξένῳ δοθῆναι πιεῖν, πάλιν ἐκεῖνος διελογίσατο καθ’ αὑτὸν ὡς „αὐτοὺς μὲν πρότερον ἔδει πιεῖν, ἐπεὶ δ’ οὕτως αὐτοῖς ἔδοξεν, οὐδὲν ἔργον ἐμοὶ τὰ τοιαῦτα ἐρευνᾶν“, καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ καί τινος ἐδέσσματος τῷ ξένῳ παρατεθέντος κἀκείνου ἡδέως ἐσθίοντος, ὁ Ξάνθος τῷ μαγείρῳ ὡς κακῶς τοῦτο ἀρτύσαντι ἐνεκάλει καὶ μέντοι καὶ ἀποδυθέντι πληγὰς ἐνεφόρει. ὁ δ’ ἀγρότης καθ’ ἑαυτὸν ἔλεγε· „τὸ μὲν ἔδεσμα ἄριστα ἕψηται καὶ οὐδενὸς αὐτῷ δεῖ πρὸς τὸ καλῶς ἔχειν· εἰ δὲ καὶ δίχα προφάσεως βούλεται τὸν αὑτοῦ δοῦλον μαστιγοῦν ὁ οἰκοδεσπότης, τί πρὸς ἐμέ“; τοῦ δὲ Ξάνθου ἀσχάλλοντος καὶ οὐχ ἡδέως διακειμένου, ἐπεὶ μηδὲν ὁ ξένος περιειργάζετο, τέλος πλακοῦντες ἠνέχθησαν.
265 ὁ δὲ ξένος, ἅτε δὴ μήπω πλακοῦντος γευσάμενος, σωρεύων καὶ συνειλῶν αὐτοὺς ὡς ψωμοὺς ἤσθιε. τοῦ δὲ Ξάνθου τὸν ἀρτοποιὸν αἰτιασαμένου καὶ „τί δή ποτε, ὦ κατάρατε“, φαμένου „καὶ μέλιτος δίχα καὶ πεπέρεως τοὺς πλακοῦντας ἐσκεύασασ“; ἐκεῖνος ἔφη· „εἰ μὲν ὠμός ἐστιν, ὦ δέσποτα, ὁ πλακοῦς, ἐμὲ τύπτε, εἰ δ’ οὐχ ὡς ἔδει ἐσκεύασται, μὴ ἐμὲ ἀλλὰ τὴν δέσποιναν αἰτιῶ.“ καὶ ὁ Ξάνθος· „εἰ πρὸς τῆς ἐμῆς τοῦτο γέγονε γυναικός, ζῶσαν αὐτὴν ἀρτίως κατακαύσω.“ καὶ πάλιν τῇ γυναικὶ νεύει αὑτῷ συνυποκριθῆναι δι’ Αἴσωπον. κελεύσας οὖν κληματίδας εἰς τὸ μέσον ἀχθῆναι, πυρὰν ἀνῆψε. καὶ λαβόμενος τῆς γυναικός, ἐγγὺς τῆς πυρᾶς ἤγαγε, προσδοκήσιμος ὢν αὐτὴν εἰς τὸ πῦρ ἐπαφεῖναι. διέτριβε δέ πως καὶ περιεβλέπετο τὸν ἄγροικον, εἴ πως ἀναστὰς τοῦ τοιοῦδε τολμήματος εἶρξαι αὐτὸν ἐγχειρήσειεν.
266 ὃ δὲ καθ’ ἑαυτὸν αὖθις διεσκοπεῖτο ὡς „αἰτίας μὴ παρούσης, τί δή ποτε οὕτως ὀργίζεται“; εἶτά φησιν· „οἰκοδεσπότα, εἰ τοῦτο κέκρικας δεῖν γενέσθαι, ὑπόμεινόν με μικρὸν μέχρις ἂν ἀπελθὼν ἐνέγκω μου καὶ αὐτὸς ἐξ ἀγροῦ τὴν γυναῖκα, ὡς ἂν ἄμφω κατὰ τὸ αὐτὸ κατακαύσῃσ“. ταῦτα τοῦ ἀνδρὸς ὁ Ξάνθος ἀκούσας καὶ τὸ τούτου ἀκέραιον καὶ γενναῖον θαυμάσας, τῷ Αἰσώπῳ φησίν· „ἴδε ἀληθῶς ἄνθρωπος ἀπερίεργος. ἔχεις τὰ νικητήρια λαβών, Αἴσωπε. ἅλις ἔχει σοι τοῦ λοιποῦ. τὸ δ’ ἐντεῦθεν ἐλευθερίας τῆς σῆς ἐπιτεύξῃ“. Τῆς δ’ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ πολὺς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λουθῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνοὺς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ’ οὐδὲν λογισθῆναι, εἰς εἱρκτὴν αὐτὸν ἀπαχθῆναι κελεύει.
267 ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἱρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατηγὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆκεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κείμενον, ἐφ’ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἷς τις εἰσιὼν ἐφ’ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεισ“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέαμαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος „Αἴσωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι;“ ὁ Αἴσωπος „ναί·“ φησί „τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφ’ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἷς δέ τις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖνον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας τῶν ἄλλων“.
268 καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“ Ἄλλοτέ ποτε τοῦ Ξάνθου ἐξ ἀφέδρου ἐπανιόντος, καὶ πυθομένου τὸν Αἴσωπον, τί δή ποτε οἱ ἄνθρωποι μετ’ ἀπόπατον τὰ τῆς γαστρὸς ἐκκρίματα βλέπουσιν, ἐκεῖνος ἔφη· „κατὰ τοὺς πάλαι χρόνους ἀνήρ τις τῶν τρυφερώτερον ζώντων πολὺν χρόνον ὑπὸ σπατάλης ἐν τῇ ἀφόδῳ ἐκάθητο, ὡς καὶ τὰς οἰκείας ἐκεῖ διατρίβων ἀποπατῆσαι φρένας. ἐξ ἐκείνου τοίνυν δεδοικότες οἱ λοιποὶ τῶν ἀνθρώπων πρὸς τὰ τῆς γαστρὸς ἑαυτῶν ἀφορῶσι λύματα, μήπως καὶ αὐτοὶ τοῦτο πεπόνθασιν. ἀλλὰ σύ, δέσποτα, μὴ φοβοῦ· οὐ γὰρ ἔχεις φρένας.“ Ἐν ἡμέρᾳ δέ τινι συμποσίου συγκροτηθέντος καὶ τοῦ Ξάνθου σὺν τοῖς ἄλλοις τῶν φιλοσόφων ἀνακλιθέντος, καὶ τοῦ πότου ἤδη ἐπικρατήσαντος, συχνὰ προβλήματα μεταξὺ τούτων ἐκαλινδεῖτο. καὶ τοῦ Ξάνθου ἀρξαμένου ταράττεσθαι, Αἴσωπος παρεστὼς ἔφη· „δέσποτα, ὁ Διόνυσος τρεῖς κέκτηται κράσεις· τὴν μὲν πρώτην ἡδονῆς, τὴν δὲ δευτέραν μέθης, τὴν δὲ τρίτην ὕβρεως. καὶ ὑμεῖς οὖν πεπωκότες ἤδη καὶ ἡσθέντες, τὰ ἐφεξῆς καταλίπετε.
269 “ καὶ ὁ Ξάνθος ἤδη μεθύων φησί· „σιώπα, τοῖς ἐν Ἅιδου συμβούλευε“. καὶ ὁ Αἴσωπος· „οὐκοῦν καὶ εἰς Ἅιδου κατασπασθήσῃ“. τῶν δὲ σχολαστικῶν τις ὑποβεβρεγμένον ἤδη τῇ μέθῃ τὸν Ξάνθον ἰδὼν καὶ τὸ ὅλον εἰπεῖν οἰνοπλῆγα, „καθηγητά“, φησί „δύναταί τις ἐκπιεῖν τὴν θάλατταν ἄνθρωποσ“; καὶ ὅς· „πάνυ μὲν οὖν. ἐγὼ γὰρ αὐτὸς ταύτην ἐκπίομαι“. καὶ ὁ σχολαστικός· „εἰ δ’ οὐ δυνήσῃ, τί ποτέ σοι τίμημα ἐπιγράψω“; καὶ ὁ Ξάνθος· „τὴν οἰκίαν μου τίθημι πᾶσαν.“ καὶ ἐπὶ τούτοις καταθέμενοι τοὺς δακτυλίους, τὰς συνθήκας ἐκύρωσαν. τότε μὲν οὖν διελύθησαν· τῇ δ’ ὑστεραίᾳ πρωίας ἐξεγερθέντος τοῦ Ξάνθου, καὶ τήν τε ὄψιν νιψαμένου καὶ τὸν δακτύλιον ἐν τῷ νίπτεσθαι μὴ ἰδόντος, καὶ τὸν Αἴσωπον περὶ αὐτοῦ πυθομένου, ἐκεῖνος „οὐκ οἶδα“, φησί „τί ποτε γέγονεν. ἓν δ’ οἶδα μόνον, ὅτι τῆς οἰκίας σαυτοῦ ἀλλότριος γέγονασ“. καὶ ὁ Ξάνθος· „ὅτι τί δή“; καὶ ὁ Αἴσωπος· „ὅτι τὴν χθὲς μεθύων συνέθου τὴν θάλατταν ἐκπιεῖν·“ κἀπὶ ταῖς ὁμολογίαις κατέθου καὶ τὸν δακτύλιον.
270 κἀκεῖνος· „καὶ πῶς ἄρ’ ἐγὼ μεῖζον πίστεως ἔργον δυνήσομαι; ἀλλὰ σοῦ νῦν δέομαι, εἴ τις ξύνεσις, εἴ τις δεινότης καὶ ἐμπειρία, ξυμπαρίστασο καὶ βοήθειαν ὄρεγε, ὡς περιγενέσθαι ἢ τάς γε συνθήκας λῦσαι.“ καὶ ὁ Αἴσωπος· „περιγενέσθαι μὲν οὐκ ἔνι, λυθῆναι δὲ τὰς ὁμολογίας ποιήσω. ἐπειδὰν γὰρ αὖθις τήμερον εἰς ταὐτὸ συνέλθητε, μηδ’ ὁτιοῦν φανῇς δειλιάσας, ἀλλ’ ἅπερ ὡμολόγησας παροινῶν, ταῦτα καὶ νήφων λέγε. κέλευσον μέντοι στρώματα καὶ τράπεζαν παρὰ τὴν ἠιόνα τεθῆναι καὶ παῖδας ἑτοίμους σὺν ἐκπώμασιν ὀρέγειν σοι τὸ θαλάττιον ὕδωρ. ἐπειδὰν δὲ σύμπαντα θεάσῃ τὸν ὄχλον συνδεδραμηκότα ἐπὶ τὴν θέαν, αὐτὸς ἀναπεσὼν κέλευσον ἐκ τῆς θαλάττης πλησθῆναι τὸ ἔκπωμα. καὶ τοῦτο λαβὼν ἐν ἐπηκόῳ πάντων εἰπὲ τῷ συνθηκοφύλακι· „τίνας παρ’ ὑμῖν πεποιήκαμεν τὰς συνθήκασ“; καὶ ὃς ἀποκρινεῖταί σοι, ὡς ὡμολόγησας τὴν θάλατταν ἐκπιεῖν. στραφεὶς οὖν σὺ πρὸς ἅπαντας, οὕτω φράσον· „ἄνδρες Σάμιοι, ἴστε καὶ ὑμεῖς πάντως πλείστους ὅσους ποταμοὺς ἐκβάλλοντας εἰς τὴν θάλατταν.
271 ἐγὼ δὲ συνεθέμην μόνην τὴν θάλατταν ἐκπιεῖν, οὐ μὴν καὶ τοὺς ἐξιόντας εἰς αὐτὴν ποταμούς. οὗτος οὖν ὁ σχολαστικὸς ἀπελθὼν πρότερον ἐπισχέτω τοὺς ποταμοὺς ἅπαντας, εἶτα δ’ εὐθὺς ἐγὼ τὴν θάλατταν μόνην ἐκπίομαι.““ ὁ δὲ Ξάνθος τὴν μέλλουσαν ἐκ τούτου τῆς συνθήκης διάλυσιν ἔσεσθαι γνούς, ὑπερήσθη. τοῦ δήμου τοίνυν παρὰ τὸν αἰγιαλὸν συρρεύσαντος ἐπὶ θέαν τοῦ πραχθήσεσθαι μέλλοντος, καὶ τοῦ Ξάνθου κατὰ τὰ διδαχθέντα πρὸς τοῦ Αἰσώπου δράσαντος καὶ εἰπόντος, οἱ Σάμιοι ἀνεβόησαν εὐφημοῦντες αὐτὸν καὶ θαυμάζοντες. ὁ δὲ σχολαστικὸς προσπεσὼν τηνικαῦτα τῷ Ξάνθῳ, νενικῆσθαί τε ὡμολόγει καὶ τὰς συνθήκας ἐδεῖτο λῦσαι· ὃ καὶ πεποίηκε Ξάνθος δυσωποῦντος τοῦ δήμου. Ἀφικομένων δ’ αὐτῶν εἰς τὴν οἰκίαν, Αἴσωπος προσελθὼν τῷ Ξάνθῳ φησίν· „ὁ πάντα σοι τὸν βίον χαρισάμενος ἐγὼ οὔκουν ἄξιός εἰμι[, δέσποτα,] τυχεῖν ἐλευθερίασ“; καὶ ὁ Ξάνθος λοιδορήσας αὐτὸν ἀπήλασε λέγων· „μὴ γὰρ οὐ βουλομένῳ μοι ἦν τοῦτο πρᾶξαι; ἀλλ’ ἔξελθε πρὸ τοῦ πυλῶνος καὶ σκέψαι.
272 κἂν ἴδῃς δύο κορώνας, ἀνάγγειλόν μοι· ἀγαθὸς γὰρ οἰωνὸς οὗτος· ἐπεὶ εἰ μίαν ἴδοις, τοῦτο πονηρόν.“ προελθὼν οὖν ὁ Αἴσωπος καὶ συμβὰν οὕτω δύο κορώνας ἐπί τινος ἰδὼν δένδρου καθεζομένας, εἰσελθὼν τῷ Ξάνθῳ ἀνήγγειλεν. ἐξιόντι δὲ τῷ Ξάνθῳ ἡ ἑτέρα τούτων ἀπέπτη. καὶ ὁ Ξάνθος θατέραν μόνην ἰδὼν ἔφη· „οὐκ εἶπάς μοι, κατάρατε, δύο ἑωρακέναι“; καὶ ὅς· „οὕτως· ἀλλ’ ἡ ἑτέρα ἀπέπτη“. καὶ ὁ Ξάνθος· „ἐπέλιπέ σοι, δραπέτα, τὸ χλευάζειν με“; καὶ κελεύει αὐτὸν γυμνωθέντα τύπτεσθαι. τοῦ δ’ Αἰσώπου μαστιζομένου, προσελθών τις ἐκάλει ἐπὶ δεῖπνον τὸν Ξάνθον. καὶ ὁ Αἴσωπος [ἔτι] τυπτόμενος ἀνεβόησεν· „οἴμοι τῷ δυστήνῳ· ἐγὼ μὲν γὰρ ὁ τὸ δικόρωνον ἰδὼν τύπτομαι, σὺ δ’ ὁ μίαν ἰδὼν μόνην εἰς εὐωχίαν ἄπει.
273 ἕωλος ἄρ’ ἦν ἡ οἰωνοσκοπία.“ καὶ ὁ Ξάνθος τὸ ἀγχίνουν αὐτοῦ θαυμάσας, παύσασθαι κελεύει τυπτόμενον. Μετὰ δ’ οὐ πολλὰς ἡμέρας φιλοσόφους καὶ ῥήτορας καλέσας ὁ Ξάνθος, ἐκέλευσε τῷ Αἰσώπῳ πρὸ τοῦ πυλῶνος στῆναι καὶ μηδένα τῶν ἰδιωτῶν εἰσελθεῖν συγχωρῆσαι, ἀλλ’ ἢ τοὺς σοφοὺς μόνους. τῇ δὲ ὥρᾳ τοῦ ἀρίστου κλείσας Αἴσωπος τὸν πυλῶνα, ἐντὸς ἐκαθέσθη. τῶν κεκλημένων δέ τινος ἐλθόντος καὶ τὴν θύραν κόπτοντος, Αἴσωπος ἔνδοθεν ἔφη· „τί σείει ὁ κύων;“ ὃ δὲ νομίσας κύων κληθῆναι, ὀργισθεὶς ἀνεχώρησεν. οὕτως οὖν ἕκαστος ἀφικνούμενος, αὖθις ἀπῄει σὺν ὀργῇ, νομίζων ὑβρίζεσθαι, τοῦ Αἰσώπου ταὐτὰ πάντας ἔνδοθεν ἐρωτῶντος. ἑνὸς δ’ αὐτῶν κόψαντος καὶ „τί σείει ὁ κύων“; ἀκούσαντος, καὶ „τήν τε κέρκον καὶ τὰ ὦτα“ ἀποκριθέντος, Αἴσωπος αὐτὸν ὀρθῶς δοκιμάσας ἀποκεκρίσθαι, ἀνοίξας πρὸς τὸν δεσπότην ἤγαγε καὶ φησίν· „οὐδεὶς τῶν φιλοσόφων συνεστιαθῆναί σοι ἦλθεν, ὦ δέσποτα, πλὴν οὗτος μόνοσ“. καὶ ὁ Ξάνθος σφόδρα ἠθύμησε, παραλελογίσθαι οἰηθεὶς ὑπὸ τῶν κληθέντων. τῇ δ’ ὑστεραίᾳ συνελθόντες οἱ κληθέντες ἐπὶ τὴν διατριβήν, ἐνεκάλουν τῷ Ξάνθῳ, φάσκοντες· „ὡς ἔοικας, ὦ καθηγητά, ἐπεθύμεις μὲν αὐτὸς ἐξουδενῶσαι ἡμᾶς, αἰδούμενος δέ, τὸν σαπρὸν ἐπὶ τοῦ πυλῶνος ἔστησας Αἴσωπον, ὡς προπηλακίσαι καὶ κύνας ἡμᾶς ἀποκαλέσαι.
274 “ καὶ ὁ Ξάνθος· „ὄναρ τοῦτ’ ἔστιν, ἢ ὕπαρ“; κἀκεῖνοι· „εἰ μὴ ῥέγχομεν, ὕπαρ“. καὶ δὴ τάχος μετακληθεὶς Αἴσωπος καὶ ἐρωτηθεὶς σὺν ὀργῇ, τοῦ χάριν ἀτίμως τοὺς φίλους ἀπέστρεψεν, ἔφη· „οὐχὶ σύ μοι, δέσποτα, ἐνετείλω, μή τινα τῶν ἰδιωτῶν καὶ ἀμαθῶν ἀνδρῶν ἐᾶσαι πρὸς τὴν σὴν συνεισελθεῖν εὐωχίαν, ἀλλ’ ἢ τοὺς σοφοὺς μόνουσ“; καὶ ὁ Ξάνθος· „καὶ τίνες οὗτοι; οὐ τῶν σοφῶν“; καὶ ὁ Αἴσωπος· „οὐδεμιᾷ μηχανῇ· αὐτῶν γὰρ κοπτόντων τὴν θύραν, κἀμοῦ ἔνδοθεν ἐρωτῶντος „τί ποτε σείει ὁ κύων“, οὐδ’ ὁστισοῦν αὐτῶν συνῆκε τὸν λόγον. ἐγὼ γοῦν ὡς ἀμαθῶν πάντων φανέντων, οὐδένα τούτων εἰσήγαγον, πλὴν τὸν σοφῶς τοῦτον ἀποκριθέντα μόνον.“ οὕτως οὖν τοῦ Αἰσώπου ἀπολελογημένου, ὀρθῶς ἅπαντες λέγειν αὐτὸν ἐψηφίσαντο. Καὶ μεθ’ ἡμέρας πάλιν τινὰς, ὁ Ξάνθος ἑπομένου τοῦ Αἰσώπου πρὸς τὰ μνήματα παρεγένετο, καὶ ἃ ἐν ταῖς λάρναξιν ἐπιγράμματα ἦν ἀναγινώσκων, ἑαυτὸν ἔτερπε.
275 τοῦ δ’ Αἰσώπου ἔν τινι τούτων ἐγκεχαραγμένα στοιχεῖα ταῦτα ἰδόντος, α . β . δ . ο . ε . θ . χ ., ἐπιδείξαντός τε τῷ Ξάνθῳ καὶ ἐρομένου εἰ ἄρα ταῦτα εἰδείη, ἐπιμελῶς ἐκεῖνος σκεψάμενος, οὐχ οἷός τ’ ἐγένετο τὴν τούτων εὑρεῖν διασάφησιν, καὶ ὡμολόγησεν ἀπορῆσαι τοῖς ὅλοις. καὶ ὁ Αἴσωπος· „εἰ διὰ ταύτης τῆς στήλης, ὦ δέσποτα, θησαυρὸν ὑποδείξω σοι, τίνι με ἀμείψῃ;“ καὶ ὅς· „θάρσει· λήψῃ γὰρ τὴν ἐλευθερίαν σου καὶ τὸ ἥμισυ τοῦ χρυσίου.“ τότε ὁ Αἴσωπος ἀποσχὼν τῆς στήλης βήματα τέτταρα καὶ ὀρύξας, ἀνέλαβέ τε τὸν θησαυρὸν καὶ ἤνεγκε τῷ δεσπότῃ, λέγων· „δός μοι τὴν ἐπαγγελίαν, δι’ ἧς εὗρες τὸν θησαυρόν“. καὶ ὁ Ξάνθος· „οὐχ ὅσα κἀμὲ εἰδέναι, εἰ μὴ καὶ τὸν νοῦν τῶν στοιχείων μοι φράσεις. τὸ γὰρ μαθεῖν τοῦτο πολὺ τοῦ εὑρήματος ἐμοὶ τιμιώτερον“. καὶ ὁ Αἴσωπος· „ὁ τὸν θησαυρὸν κατορύξας ἐνταῦθα ὡς σοφὸς ἀνὴρ τὰ στοιχεῖα διεχάραξε ταῦτα, ἃ καὶ φησίν· α , ἀποβάς· β , βήματα· δ , τέτταρα· ο , ὀρύξας· ε , εὑρήσεις· θ , θησαυρόν· χ , χρυσίου.
276 “ καὶ ὁ Ξάνθος· „ἐπειδήπερ οὕτως ἐπήβολος εἶ καὶ πανοῦργος, οὐ λήψῃ σου τὴν ἐλευθερίαν“. καὶ ὁ Αἴσωπος· „ἀναγγελῶ δοθῆναι, ὦ δέσποτα, τὸ χρυσίον τῷ βασιλεῖ Βυζαντίων. ἐκείνῳ γὰρ τεταμίευται“. καὶ ὁ Ξάνθος· „πόθεν τοῦτ’ οἶσθα“; κἀκεῖνος· „ἐκ τῶν στοιχείων. τοῦτο γάρ φησιν· α , ἀπόδος· β , βασιλεῖ· δ , Διονυσίῳ· ο , ὅν· ε , εὗρες· θ , θησαυρόν· χ , χρυσίου.“ καὶ ὁ Ξάνθος τοῦ βασιλέως ἀκούσας εἶναι τὸ χρυσίον, τῷ Αἰσώπῳ ἔφη· „λαβὼν τὸ ἥμισυ τοῦ ἑρμαίου, ἡσύχασον“. κἀκεῖνος· „οὐ σύ μοι νῦν τοῦτο παρέχεις, ἀλλ’ ὁ τὸ χρυσίον ἐνταυθὶ κατορύξας. καὶ ὅπως, ἄκουσον. τοῦτο γὰρ λέγει τὰ γράμματα· α , ἀνελόμενοι· β , βαδίσαντες· δ , διέλεσθε· ο , ὅν· ε , εὕρετε· θ , θησαυρόν· χ , χρυσίου.
277 “ καὶ ὁ Ξάνθος „δεῦρο“ φησίν „εἰς τὴν οἰκίαν, ὡς ἂν καὶ τὸν θησαυρὸν διελώμεθα, καὶ σὺ τὴν ἐλευθερίαν ἀπολάβῃσ“. ἐλθόντων οὖν, ὁ Ξάνθος φοβούμενος τὸ τοῦ Αἰσώπου λάλον, εἰς εἱρκτὴν αὐτὸν ἐκέλευσεν ἐμβληθῆναι. καὶ ὁ Αἴσωπος ἀπαγόμενος „τοιαῦται“ φησίν „εἰσὶν αἱ ὑποσχέσεις τῶν φιλοσόφων; οὐχ ὅτι γὰρ οὐκ ἀπολαμβάνω μου τὴν ἐλευθερίαν, ἀλλὰ καὶ εἰς δεσμωτήριον κελεύεις βληθῆναί με.“ ὁ μὲν οὖν Ξάνθος ἐκέλευσεν αὐτὸν ἀπολυθῆναι, καὶ πρὸς αὐτὸν ἔφη· „πάνυ καλῶς φής, ἵν’ ἐλευθερίας τυχών, σφοδρότερός μου γένῃ κατήγοροσ“. ὁ δὲ Αἴσωπος εἶπεν· „ὅτι ποτέ με κακὸν ἔχεις ποιεῖν, ποίει. πάντως καὶ ἄκων ἐλευθερώσεις με.“ Κατὰ δὲ τοὺς καιροὺς τούτους συνέπεσέ τι τοιοῦτον ἐν Σάμῳ. πανδήμου ἑορτῆς ἀγομένης αἴφνης ἀετὸς καταπτὰς καὶ τὸν δημόσιον ἁρπάσας δακτύλιον, εἰς δούλου κόλπον ἀφῆκεν. οἱ μὲν οὖν Σάμιοι θροηθέντες καὶ εἰς πλείστην περὶ τοῦδε τοῦ σημείου πεσόντες τὴν ἀγωνίαν, κατὰ ταὐτὸν ἀθροισθέντες, ἤρξαντο δεῖσθαι τοῦ Ξάνθου, ἅτε πρώτου τῶν πολιτῶν ὄντος καὶ φιλοσόφου, σφίσι τὴν κρίσιν τοῦ σημείου διασαφῆσαι.
278 ὃ δὲ τοῖς ὅλοις ἐπαπορῶν, χρόνον ᾔτησε. καὶ ἀφικόμενος οἴκαδε, πολὺς ἦν ἀθυμῶν καὶ τῇ λύπῃ βαπτιζόμενος, οἷα δὴ μηδὲν κρῖναι δυνάμενος. ὁ δ’ Αἴσωπος τὴν ἀθυμίαν συννοήσας τοῦ Ξάνθου, προσελθὼν λέγει· „τοῦ χάριν, ὦ δέσποτα, οὕτω διατελεῖς ἀθυμῶν; ἐμοὶ προσανάθου, χαίρειν εἰπὼν τῷ λυπεῖσθαι· αὔριον δ’ εἰς ἀγορὰν προελθὼν, εἰπὲ τοῖς Σαμίοις ὡς „Ἐγὼ μὲν οὔτε σημειολυτεῖν ἐπαιδεύθην οὔτ’ οἰωνοσκοπεῖν, παῖς δέ μοι πρόσεστι πολλῶν πεῖραν εἰδώς· αὐτὸς ὑμῖν τὸ ζητούμενον λύσει.“ κἂν μὲν αὐτὸς ἐπιτύχω τῆς λύσεως, δέσποτα, σὺ τὴν δόξαν ἀποίσῃ τοιούτῳ χρώμενος δούλῳ· ἂν δ’ ἀποτύχω, ἐμοὶ μόνῳ ἡ ἐντεῦθεν προστριβήσεται ὕβρις.“ πεισθεὶς οὖν ὁ Ξάνθος καὶ τῇ ὑστεραίᾳ εἰς τὸ θέατρον ἀπαντήσας καὶ καταστὰς εἰς τὸ μέσον, κατὰ τὰς ὑποθήκας Αἰσώπου διελέχθη τοῖς συνελθοῦσιν. οἳ δ’ εὐθέως ἠξίουν κληθῆναι τὸν Αἴσωπον. τοῦ δ’ ἀφικομένου καὶ στάντος ἐπὶ τὸ μέσον, οἱ Σάμιοι τὴν ὄψιν αὐτοῦ κατανοήσαντες, ἐρεσχελοῦντες ἐφώνουν· „αὕτη ἡ ὄψις σημεῖον λύσει; ἐκ τοῦ αἰσχροῦ τούτου τί ποτε καλὸν ἀκουσόμεθα;“ καὶ γελᾶν ἤρξαντο.
279 καὶ ὁ Αἴσωπος κατασείσας τῇ χειρὶ καὶ ἡσυχίαν αἰτήσας γενέσθαι, φησίν· „ἄνδρες Σάμιοι, τί μου τὴν ὄψιν σκώπτετε; οὐκ εἰς τὴν ὄψιν, ἀλλ’ εἰς τὸν νοῦν ἀποβλέπειν χρή. πολλάκις γὰρ καὶ τῇ φαύλῃ μορφῇ χρηστὸν νοῦν ἡ φύσις ἐνέθηκεν. ἢ τὴν ἔξωθεν τῶν κεραμίων μορφὴν σκοπεῖτε ὑμεῖς, ἀλλ’ οὐ τὴν ἐντὸς γεῦσιν τοῦ οἴνου;“ ταῦτα τοῦ Αἰσώπου πάντες ἀκούσαντες, ἔλεγον· „Αἴσωπε, εἴ τι δύνασαι, λέγε τῇ πόλει“. καὶ ὃς μετὰ παρρησίας ἔφη· „ἄνδρες Σάμιοι, ἐπειδήπερ ἡ τύχη φιλόνεικος οὖσα δόξης ἀγῶνα τέθεικε δεσπότῃ καὶ δούλῳ, κἂν μὲν ὁ δοῦλος ἥττων τοῦ δεσπότου φανῇ, διὰ μαστίγων ἐλεύσεται, εἰ δ’ ἀμείνων, οὐδὲν ἔλαττον καὶ οὕτω πληγαῖς ξανθήσεται, εἰ ὑμεῖς διὰ τῆς ἐμῆς ἐλευθερίας παρρησίαν χαρίσοισθέ μοι, ἐγὼ νῦν ὑμῖν ἀδεῶς τὸ ζητούμενον φράσω.“ τότε ὁ δῆμος ἀπὸ μιᾶς γλώττης πρὸς τὸν Ξάνθον ἐβόων· „ἐλευθέρωσον Αἴσωπον, ὑπάκουσον Σαμίοις. χάρισαι τὴν ἐλευθερίαν αὐτοῦ τῇ πόλει.
280 “ ὁ δὲ Ξάνθος οὐκ ἐπένευε. καὶ ὁ πρύτανις ἔφη· „Ξάνθε, εἰ μή σοι δοκεῖ ὑπακοῦσαι τῷ δήμῳ, ἐγὼ τῆσδε τῆς ὥρας Αἴσωπον ἀπελεύθερον ἂν ποιήσαιμι, καὶ τότε σοι ὁμότιμος ἔσται.“ τηνικαῦτα τοίνυν ὁ Ξάνθος ἀνάγκῃ τὴν ἐλευθερίαν ἐπέδωκε. καὶ ὁ κήρυξ ἐβόα· „Ξάνθος ὁ φιλόσοφος ἐλευθεροῖ Σαμίοις Αἴσωπον.“ κἀν τούτῳ πέρας ὁ τοῦ Αἰσώπου λόγος εἰλήφει, φαμένου πρὸς τὸν Ξάνθον ὡς „καὶ ἄκων ἐλευθερώσεις με.“ Αἴσωπος οὖν ἐλευθερίας τυχών, στὰς εἰς τὸ μέσον ἔφη· „ἄνδρες Σάμιοι, ὁ μὲν ἀετός, ὡς ἴστε, βασιλεὺς τῶν ὀρνίθων ἐστίν. ὅτι δὲ τὸν στρατηγικὸν δακτύλιον οὗτος ἁρπάσας ἀφῆκεν εἰς δούλου κόλπον, τοῦτο σημαίνειν δῆλον, ὅτι τῶν νυνὶ βασιλέων τις βούλεται ὑμῶν τὴν ἐλευθερίαν δουλῶσαι, καὶ τοὺς κυρίους νόμους ἀκύρους δεῖξαι.“ ταῦτα οἱ μὲν Σάμιοι ἀκούσαντες, κατηφείας ἐπλήσθησαν.
281 μετὰ δ’ οὐ πολὺν χρόνον καὶ γράμματα παρὰ Κροίσου τοῦ Λυδῶν βασιλέως ἥκει Σαμίοις κελεύοντα τὸ ἀπὸ τοῦδε φόρους αὐτῷ παρέχειν, εἰ δὲ μὴ πείθοιντο, πρὸς μάχην ἑτοίμους εἶναι. ἐβουλεύσαντο μὲν οὖν ἅπαντες—ἔδεισαν γὰρ ὑπήκοοι γενέσθαι τῷ Κροίσῳ—συνοῖσον εἶναι μέντοι καὶ Αἴσωπον ἐρωτῆσαι. κἀκεῖνος ἐρωτηθεὶς εἶπε· „τῶν ἀρχόντων ὑμῶν γνώμην δεδωκότων εἰς φόρου ἀπαγωγὴν ὑπακούειν τῷ βασιλεῖ, συμβουλὴν μὲν οὐδ’ ὥς, λόγον δὲ ἐρῶ ὑμῖν, καὶ εἴσεσθε τὸ συμφέρον. ἡ τύχη δύο ὁδοὺς ἔδειξεν ἐν τῷ βίῳ, θατέραν μὲν ἐλευθερίας, ἧς ἡ μὲν ἀρχὴ δύσβατος, τὸ δὲ τέλος ὁμαλόν· θατέραν δὲ δουλείας, ἧς ἡ μὲν ἀρχὴ εὐπετής τε καὶ βάσιμος, τὸ δὲ τέλος ἐπώδυνον.“ ταῦτα ἀκούσαντες οἱ Σάμιοι, ἀνεβόησαν· „ἡμεῖς ἐλεύθεροι ὄντες ἑκόντες οὐ γινόμεθα δοῦλοι“, καὶ τὸν πρεσβευτὴν οὐ σὺν εἰρήνῃ ἀπέπεμψαν. ὁ μὲν οὖν Κροῖσος ταῦτα μαθών, ἐβούλετο πόλεμον κατὰ Σαμίων κινεῖν, ὁ δὲ πρεσβευτὴς ἀνήνεγκεν, ὡς οὐκ ἂν δυνηθείη Σαμίους ὑπὸ χεῖρα λαβεῖν, Αἰσώπου παρ’ αὐτοῖς ὄντος, καὶ γνώμας ὑποτιθέντος.
282 „δύνῃ δὲ μᾶλλον,“ εἶπεν „ὦ βασιλεῦ, πρέσβεις ἀποστείλας ἐξαιτῆσαι παρ’ αὐτῶν Αἴσωπον, ὑποσχόμενος αὐτοῖς ἀντ’ αὐτοῦ χάριτας ἄλλας τε δώσειν, καὶ λύσιν τῶν ἐπιταττομένων φόρων. καὶ τότε τάχα οἷός τε ἔσῃ τούτων περιγενέσθαι.“ καὶ ὁ μὲν Κροῖσος κατὰ ταῦτα πρεσβευτὴν ἀποστείλας, ἔκδοτον ᾔτει τὸν Αἴσωπον. Σάμιοι δὲ τοῦτον ἐκδόσθαι γνώμης ἐγένοντο. Αἴσωπος δὲ τοῦτο μαθών, ἐν μέσῳ τε τῆς ἀγορᾶς ἔστη καὶ φησίν· „ἄνδρες Σάμιοι, κἀγὼ μὲν περὶ πολλοῦ ποιοῦμαι παρὰ τοὺς πόδας ἀφικέσθαι τοῦ βασιλέως· ἐθέλω δὲ ὑμῖν ἕνα μῦθον εἰπεῖν. καθ’ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. τῶν δὲ κυνῶν συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσοβούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες, ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τοὺς κύνας αὐτοῖς ἐκδοῦναι.
283 τῶν δὲ προβάτων ὑπ’ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθειραν.“ οἱ Σάμιοι τοίνυν τὸ τοῦ μύθου βούλημα συννοήσαντες, ὥρμησαν μὲν παρ’ ἑαυτοῖς κατασχεῖν τὸν Αἴσωπον. ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῷ πρεσβευτῇ συναποπλεύσας, πρὸς Κροῖσον ἀπῄει. ἀφικομένων δ’ αὐτῶν εἰς Λυδίαν, ὁ βασιλεὺς ἐπίπροσθεν αὐτοῦ στάντα τὸν Αἴσωπον θεασάμενος, ἠγανάκτησε λέγων· „ἴδε ποταπὸν ἀνθρώπιον ἐμποδών μοι γέγονε νῆσον ὑποτάξαι τοσαύτην;“ καὶ ὁ Αἴσωπος· „μέγιστε βασιλεῦ, οὐ βίᾳ οὐδ’ ἀνάγκῃ πρὸς σὲ παρεγενόμην, ἀλλ’ αὐθαίρετος πάρειμι. ἀνάσχου δέ μου μικρὸν ἀκοῦσαι. ἀνήρ τις ἀκρίδας συλλέγων καὶ ἀποκτιννύς, εἷλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· „ἄνθρωπε, μή με μάτην ἀνέλῃς. ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὐτ’ ἄλλο τι τῶν ἁπάντων σε ἀδικῶ, τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τοὺς ὁδοιπόρους.
284 φωνῆς οὖν παρ’ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ κἀκεῖνος ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. κἀγὼ γοῦν, ὦ βασιλεῦ, τῶν σῶν ποδῶν ἅπτομαι, μή με εἰκῆ φονεύσῃς. οὐδὲ γὰρ οἷός τ’ εἰμὶ ἀδικῆσαί τινα, ἐν εὐτελείᾳ δὲ σώματος γενναῖον φθέγγομαι λόγον.“ ὁ δὲ βασιλεὺς θαυμάσας ἅμα καὶ οἰκτείρας αὐτόν, ἔφη· „Αἴσωπε, οὔκουν ἐγώ σοι δίδωμι τὸ ζῆν, ἀλλ’ ἡ μοῖρα. ὃ γοῦν θέλεις, αἴτει καὶ λήψῃ.“ καὶ ὅς· „δέομαί σου, βασιλεῦ, διαλλάγηθι Σαμίοισ“. τοῦ δὲ βασιλέως εἰπόντος „διήλλαγμαι“, πεσὼν ἐκεῖνος ἐπὶ τὴν γῆν, χάριτάς τε αὐτῷ ὡμολόγει, καὶ μετὰ τοῦτο τοὺς οἰκείους συγγραψάμενος μύθους, τοὺς καὶ μέχρι νῦν φερομένους, παρὰ τῷ βασιλεῖ κατέλιπε. δεξάμενος δὲ παρ’ αὐτοῦ γράμματα πρὸς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου τούτοις διήλλακται, καὶ δῶρα πολλά, πλεύσας ἐπανῆλθεν εἰς Σάμον. οἱ μὲν οὖν Σάμιοι τοῦτον ἰδόντες, στέμματά τε αὐτῷ προσήνεγκαν καὶ χοροὺς ἐπ’ αὐτῷ συνεστήσαντο. ὃ δ’ αὐτοῖς τά τε τοῦ βασιλέως ἀνέγνω γράμματα, καὶ ἀπέδειξεν ὡς τὴν εἰς αὐτὸν γενομένην παρὰ τοῦ δήμου ἐλευθερίαν ἐλευθερίᾳ πάλιν ἠμείψατο.
285 Μετὰ δὲ τοῦτο τῆς νήσου ἀπάρας, περιῄει τὴν οἰκουμένην, τοῖς ἁπανταχοῦ τῶν φιλοσόφων διαλεγόμενος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασιλεῖ Λυκήρῳ ἐγένετο. κατ’ ἐκείνους γὰρ τοὺς χρόνους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυόμενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμβανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα. καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασιλεὺς ὅτι πλείστους εἰσέπραττεν. Αἴσωπος δὲ μὴ παιδοποιησάμενος, ἕνα τινὰ τῶν εὐγενῶν, Ἔννον τὴν κλῆσιν, εἰσεποιήσατό τε καὶ ὡς γνήσιον παῖδα τῷ βασιλεῖ προσενέγκας συνέστησε. μετὰ δ’ οὐ πολὺν χρόνον τοῦ Ἔννου τῇ τοῦ θεμένου παλλακῇ συμφθαρέντος, Αἴσωπος τοῦτο γνούς, ἀπελαύνειν ἔμελλε τῆς οἰκίας.
286 ὃ δὲ τῇ κατ’ ἐκείνου ὀργῇ ληφθείς, ἐπιστολήν τε πλασάμενος παρ’ Αἰσώπου δῆθεν πρὸς τοὺς ἀντισοφιζομένους Λυκήρῳ, ὡς αὐτοῖς ἕτοιμός ἐστι προστίθεσθαι μᾶλλον ἢ τῷ Λυκήρῳ, τῷ βασιλεῖ ἐνεχείρισε, τῷ τοῦ Αἰσώπου ταύτην σφραγισάμενος δακτυλίῳ. ὁ δὲ βασιλεὺς τῇ [τε] σφραγῖδι πεισθεὶς καὶ ἀπαραιτήτῳ ὀργῇ χρησάμενος, παραχρῆμα τῷ Ἑρμίππῳ κελεύει, μηδὲν ἐξετάσαντα οἷα δὴ προδότην διαχειρίσασθαι Αἴσωπον. ὁ δὲ Ἕρμιππος φίλος τε ἦν τῷ Αἰσώπῳ καὶ τότε δὴ τὸν φίλον ἐπέδειξεν. ἔν τινι γὰρ τῶν τάφων μηδενὸς εἰδότος κρύψας τὸν ἄνθρωπον, ἐν ἀπορρήτοις ἔτρεφεν. Ἔννος δέ, τοῦ βασιλέως κελεύσαντος, πᾶσαν τὴν διοίκησιν Αἰσώπου παρέλαβε. Μετὰ δέ τινα χρόνον Νεκτεναβὼ βασιλεὺς Αἰγυπτίων πυθόμενος Αἴσωπον τεθνηκέναι, πέμπει Λυκήρῳ παραχρῆμα ἐπιστολήν, οἰκοδόμους αὐτῷ ἀποστεῖλαι κελεύουσαν, οἳ πύργον οἰκοδομήσουσι μήτ’ οὐρανοῦ μήτε γῆς ἁπτόμενον, ἀλλὰ καὶ τὸν ἀποκρινούμενον ἀεὶ πρὸς πάνθ’ ὅσα ἂν ἐρωτῴη.
287 καὶ τοῦτο ποιήσαντα, φόρους εἰσπράττειν, εἰ δὲ μή, κατατίθεσθαι. ταῦτα τῷ Λυκήρῳ ἀναγνωσθέντα εἰς ἀθυμίαν ἐνέβαλε, μηδενὸς τῶν φίλων δυναμένου τὸ πρόβλημα τὸ περὶ τοῦ πύργου συνεῖναι. ὁ μέντοι βασιλεὺς καὶ κίονα τῆς ἑαυτοῦ βασιλείας ἔλεγεν ἀπολωλεκέναι τὸν Αἴσωπον. Ἕρμιππος δὲ τὴν τοῦ βασιλέως δι’ Αἴσωπον λύπην μαθὼν, προσῆλθε τῷ βασιλεῖ καὶ ζῆν ἐκεῖνον εὐηγγελίσατο, προσθεὶς ὡς τοῦδε χάριν αὐτὸν οὐκ ἀνεῖλεν, εἰδὼς ὡς μεταμελήσει ποτὲ τῷ βασιλεῖ τῆς ἀποφάσεως. τοῦ δὲ βασιλέως διαφερόντως ἐπὶ τούτοις ἡσθέντος, Αἴσωπος ῥυπῶν καὶ αὐχμῶν ὅλος προσηνέχθη, καὶ τοῦ βασιλέως, ὡς εἶδεν αὐτὸν, δακρύσαντος καὶ λούσασθαί τε καὶ τῆς ἄλλης ἐπιμελείας ἀξιωθῆναι κελεύσαντος, Αἴσωπος μετὰ τοῦτο καὶ ὑπὲρ ὧν κατηγορήθη τὰς αἰτίας ἀπεσκευάσατο· ἐφ’ οἷς καὶ τοῦ βασιλέως τὸν Ἔννον ἀναιρεῖν μέλλοντος, Αἴσωπος αὐτῷ συγγνώμην ᾐτήσατο.
288 ἑπομένως δὲ τούτοις ὁ βασιλεὺς τὴν τοῦ Αἰγυπτίου ἐπιστολὴν τῷ Αἰσώπῳ ἐπέδωκεν ἀναγνῶναι. ὃ δ’ αὐτίκα τὴν λύσιν συνεὶς τοῦ προβλήματος, ἐγέλασέ τε καὶ ἀντιγράφειν ἐκέλευσεν, ὡς ἐπειδὰν χειμὼν παρέλθῃ, πεμφθῆναι τούς τε τὸν πύργον οἰκοδομήσοντας καὶ τὸν ἀποκρινούμενον πρὸς τὰ ἐρωτώμενα. ὁ βασιλεὺς οὖν τοὺς μὲν Αἰγυπτίους πρέσβεις ἀπέστειλεν, Αἰσώπῳ δὲ τὴν ἐξ ἀρχῆς διοίκησιν ἐνεχείρισεν ἅπασαν, ἔκδοτον αὐτῷ παραδοὺς καὶ τὸν Ἔννον. ὁ δὲ Αἴσωπος παραλαβὼν τὸν Ἔννον, οὐδὲν ἀηδὲς αὐτὸν ἔδρασεν, ἀλλ’ ὡς υἱῷ πάλιν προσσχών, ἄλλους τε καὶ τούτους ὑπετίθει τοὺς λόγους. „Τέκνον, πρὸ πάντων σέβου τὸ θεῖον, τὸν βασιλέα δὲ τίμα· καὶ τοῖς μὲν ἐχθροῖς σου δεινὸν σεαυτὸν παρασκεύαζε, ἵνα μὴ καταφρονῶσί σου· τοῖς δὲ φίλοις πρᾶον καὶ εὐμετάδοτον, ὡς εὐνουστέρους σοι μᾶλλον γίνεσθαι.
289 ἔτι τε τοὺς μὲν ἐχθροὺς νοσεῖν εὔχου καὶ πένεσθαι, ὡς μὴ οἵους τε εἶναι λυπεῖν σε· τοὺς δὲ φίλους κατὰ πάντα εὖ πράττειν βούλου. αἰεὶ τῇ γυναικί σου χρηστῶς ὁμίλει, ὅπως ἑτέρου ἀνδρὸς πεῖραν μὴ ζητήσῃ λαβεῖν. κοῦφον γὰρ τὸ τῶν γυναικῶν ἐστι φῦλον καὶ κολακευόμενον ἐλάττω φρονεῖ κακά. ὀξεῖαν μὲν πρὸς λόγον κτῆσαι τὴν ἀκοήν, τῆς δὲ γλώττης ἐγκρατὴς ἔσο. τοῖς εὖ πράττουσι μὴ φθόνει, ἀλλὰ σύγχαιρε. φθονῶν γὰρ σεαυτὸν μᾶλλον βλάψεις. τῶν οἰκετῶν σου ἐπιμελοῦ, ἵνα μὴ μόνον ὡς δεσπότην σε φοβῶνται, ἀλλὰ καὶ ὡς εὐεργέτην αἰδῶνται. μὴ αἰσχύνου μανθάνειν ἀεὶ τὰ κρείττω. τῇ γυναικὶ μηδέποτε πιστεύσῃς ἀπόρρητα, ἀεὶ γὰρ ὁπλίζεται, πῶς σου κυριεύσει. καθ’ ἡμέραν καὶ εἰς τὴν αὔριον ἀποταμιεύου. βέλτιον γὰρ τελευτῶντα ἐχθροῖς καταλεῖψαι, ἢ ζῶντα τῶν φίλων ἐπιδεῖσθαι. εὐπροσήγορος ἔσο τοῖς συναντῶσιν, εἰδὼς ὡς καὶ τῷ κυναρίῳ ἄρτον ἡ οὐρὰ προσπορίζει. ἀγαθὸς γενόμενος μὴ μετανόει. ψίθυρον ἄνδρα ἔκβαλε σῆς οἰκίας, τὰ γὰρ ὑπὸ σοῦ λεγόμενα καὶ πραττόμενα ἑτέροις φέρων ἀναθήσει.
290 πρᾶττε μὲν τὰ μὴ λυπήσοντά σε, ἐπὶ δὲ τοῖς συμβαίνουσι μὴ λυποῦ. μήτε πονηρὰ βουλεύσῃ ποτὲ μήτε τρόπους κακῶν μιμήσῃ“ Τούτοις τοῦ Αἰσώπου τὸν Ἔννον νουθετήσαντος, ἐκεῖνος τοῖς τε λόγοις καὶ τῇ οἰκείᾳ συνειδήσει οἷά τινι βέλει πληγεὶς τὴν ψυχήν, μετ’ οὐ πολλὰς ἡμέρας τὸν βίον μετήλλαξεν. Αἴσωπος δὲ τοὺς ἰξευτὰς πάντας προσκαλεσάμενος, ἀετῶν νεοττοὺς τέτταρας συλληφθῆναι κελεύει. συλληφθέντας οὖν οὕτως ἔθρεψεν, ὡς λέγεται, καὶ ἐπαίδευσεν, ὅπερ οὐ πάνυ τί με πειθόμενον ἔχει, ὡς παῖδας διὰ θυλάκων αὐτοῖς προσηρτημένων βαστάζοντας εἰς ὕψος αἴρεσθαι, καὶ οὕτως ὑπηκόους τοῖς παισὶν εἶναι, ὡς ὅποιπερ ἂν ἐκεῖνοι βούλοιντο ἵπτασθαι ἄν τε εἰς ὕψος, ἄν τε εἰς γῆν χαμάζε. τῆς δὲ χειμερινῆς ὥρας παραδραμούσης καὶ ἦρος διαγελάσαντος, ἅπαντα τὰ πρὸς τὴν ὁδὸν συσκευασάμενος Αἴσωπος, καὶ τούς τε παῖδας λαβὼν καὶ τοὺς ἀετούς, ἀπῆρεν εἰς Αἴγυπτον, πολλῇ φαντασίᾳ καὶ δόξῃ πρὸς κατάπληξιν τῶν ἐκεῖ κεχρημένος.
291 Νεκτεναβὼ δ’ ἀκούσας παραγεγονέναι τὸν Αἴσωπον, „ἐνήδρευμαι“, φησὶ τοῖς φίλοις, „μεμαθηκὼς Αἴσωπον τεθνηκέναι“. τῇ δ’ ἐπιούσῃ κελεύσας ὁ βασιλεὺς πάντας τοὺς ἐν τέλει λευκὰς περιβαλέσθαι στολάς, αὐτὸς κιρρὰν ἐνεδύσατο καὶ διάδημα καὶ διάλιθον κίταριν. καὶ καθεσθεὶς ἐφ’ ὑψηλοῦ δίφρου, καὶ τὸν Αἴσωπον εἰσαχθῆναι κελεύσας, „τίνι με εἰκάζεις,“ εἰσελθόντι φησίν „Αἴσωπε, καὶ τοὺς σὺν ἐμοί“; καὶ ὅς· „σὲ μὲν ἡλίῳ ἐαρινῷ, τοὺς δὲ περὶ σὲ τούτους ὡραίοις στάχυσι.“ καὶ ὁ βασιλεὺς θαυμάσας αὐτὸν καὶ δώροις ἐδεξιώσατο. τῇ δὲ μετ’ ἐκείνην ἡμέρᾳ πάλιν ὁ μὲν βασιλεὺς στολὴν λευκοτάτην ἐνσκευασάμενος, τοῖς δὲ φίλοις φοινικᾶς κελεύσας λαβεῖν, εἰσελθόντα τὸν Αἴσωπον τὴν προτέραν αὖθις πεῦσιν ἐπύθετο. καὶ ὁ Αἴσωπος „σὲ μὲν“ εἶπεν „εἰκάζω ἡλίῳ, τοὺς δὲ περὶ σὲ τούτους ἀκτῖσι“. καὶ ὁ Νεκτεναβώ· „οἶμαι μηδὲν εἶναι Λυκῆρον πρός γε τὴν ἐμὴν βασιλείαν“.
292 καὶ ὁ Αἴσωπος μειδιάσας ἔφη· „μὴ εὐχερῶς οὕτω περὶ ἐκείνου, ὦ βασιλεῦ, λογίζου· πρὸς μὲν γὰρ τὸ ὑμέτερον ἔθνος ἡ ὑμῶν ἐπιδεικνυμένη βασιλεία δίκην ἡλίου σελαγεῖ· εἰ δὲ Λυκήρῳ παραβληθείη, οὐδὲν ἂν δέοι μὴ τὸ φῶς τοῦτο ζόφον ἀποδειχθῆναι“. καὶ ὁ Νεκτεναβὼ τὴν τῶν λόγων εὐστοχίαν ἐκπλαγείς, „ἤνεγκας ἡμῖν“ ἔφη „τοὺς μέλλοντας τὸν πύργον οἰκοδομεῖν;“ καὶ ὅς· „ἕτοιμοί εἰσιν, εἰ μόνον ὑποδείξεις τὸν τόπον“. μετὰ τοῦτο ἐξελθὼν ἔξω τῆς πόλεως ὁ βασιλεὺς ἐπὶ τὸ πεδίον, ὑπέδειξε διαμετρήσας τὸν χῶρον. ἀγαγὼν τοίνυν Αἴσωπος ἐπὶ τὰς ὑποδειχθείσας τοῦ τόπου γωνίας τέτταρας τοὺς τέτταρας τῶν ἀετῶν ἅμα τοῖς παισὶ διὰ τῶν θυλάκων ἀπηρτημένοις, καὶ οἰκοδόμων τοῖς παισὶ μετὰ χεῖρας δοὺς ἐργαλεῖα, ἐκέλευσεν ἀναπτῆναι. οἳ δὲ πρὸς ὕψος γενόμενοι „δότε ἡμῖν“ ἐφώνουν „λίθους, δότε κονίαν, δότε ξύλα, καὶ τἄλλα τῶν πρὸς οἰκοδομὴν ἐπιτηδείων.
293 “ ὁ δὲ Νεκτεναβὼ τοὺς παῖδας θεασάμενος εἰς ὕψος ὑπὸ τῶν ἀετῶν ἀναφερομένους, ἔφη· „πόθεν ἐμοὶ πτηνοὶ ἄνθρωποι;“ καὶ ὁ Αἴσωπος· „ἀλλὰ Λυκῆρος ἔχει. σὺ δὲ θέλεις ἄνθρωπος ὢν ἰσοθέῳ ἐρίζειν βασιλεῖ“; καὶ ὁ Νεκτεναβώ· „Αἴσωπε, ἥττημαι. ἐρήσομαι δέ σε, σὺ δέ μοι ἀπόκριναι.“ καὶ φησίν· „εἰσί μοι θήλειαι ὧδε ἵπποι, αἵπερ ἐπειδὰν ἀκούσωσι τῶν ἐν Βαβυλῶνι ἵππων χρεμετιζόντων, εὐθὺς συλλαμβάνουσιν. εἴ σοι πρὸς τοῦτο πάρεστι σοφία, ἐπίδειξαι.“ καὶ ὁ Αἴσωπος· „αὔριον ἀποκρινοῦμαί σοι, βασιλεῦ.“ ἐλθὼν δ’ οὗ κατήγετο, αἴλουρον τοῖς παισὶν ἐκέλευσε συλλαβεῖν, καὶ συλληφθέντα δημοσίᾳ περιάγεσθαι μαστιζόμενον. οἱ δὲ Αἰγύπτιοι τὸ ζῷον σεβόμενοι, οὕτω κακῶς πάσχον αὐτὸ θεασάμενοι, συνέδραμον, καὶ τὸν αἴλουρον τῆς χειρὸς τῶν μαστιγούντων ἐκσπάσαντες, ἀναγγέλλουσιν ὡς τάχος τῷ βασιλεῖ τὸ πάθος. ὃ δὲ καλέσας τὸν Αἴσωπον, „οὐκ ᾔδεισ“ φησίν „Αἴσωπε, ὡς θεὸς σεβόμενος παρ’ ἡμῖν ἔστιν αἴλουρος; ἵνα τί γοῦν τοῦτο πεποίηκας;“ καὶ ὅς· „Λυκῆρον τὸν βασιλέα ἠδίκησεν, ὦ βασιλεῦ, τῆς παρελθούσης νυκτὸς οὗτος ὁ αἴλουρος· ἀλεκτρυόνα γὰρ αὐτοῦ πεφόνευκε μάχιμον καὶ γενναῖον, προσέτι μὴν καὶ τὰς ὥρας αὐτῷ τῆς νυκτὸς σημαίνοντα.
294 “ καὶ ὁ βασιλεύς· „οὐκ αἰσχύνῃ ψευδόμενος, Αἴσωπε; πῶς γὰρ ἐν μιᾷ νυκτὶ αἴλουρος ἀπ’ Αἰγύπτου ἦλθεν εἰς Βαβυλῶνα“; κἀκεῖνος μειδιάσας φησί· „καὶ πῶς, ὦ βασιλεῦ, ἐν Βαβυλῶνι τῶν ἵππων χρεμετιζόντων, αἱ ἐνθάδε θήλειαι ἵπποι συλλαμβάνουσιν;“ ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας, τὴν αὐτοῦ φρόνησιν ἐμακάρισε. μετὰ δὲ ταῦτα μεταπεμψάμενος τῶν ἀφ’ Ἡλίου πόλεως ἄνδρας ζητημάτων σοφιστικῶν ἐπιστήμονας, καὶ περὶ τοῦ Αἰσώπου διαλεχθεὶς αὐτοῖς, ἐκάλεσεν ἅμα τῷ Αἰσώπῳ ἐπ’ εὐωχίαν. ἀνακλιθέντων οὖν αὐτῶν, τῶν Ἡλίου πολιτῶν τίς φησι πρὸς τὸν Αἴσωπον· „ἀπεστάλην παρὰ τοῦ θεοῦ μου πεῦσίν τινα πυθέσθαι σου, ὡς ἂν αὐτὴν ἐπιλύσῃς.
295 “ καὶ ὁ Αἴσωπος· „ψεύδῃ· θεὸς γὰρ παρὰ ἀνθρώπου οὐδὲν δεῖται μαθεῖν. σὺ δ’ οὐ μόνον σαυτοῦ κατηγορεῖς, ἀλλὰ καὶ τοῦ θεοῦ σου.“ ἕτερος πάλιν εἶπεν· „ἔστι ναὸς μέγας καὶ ἐν αὐτῷ στῦλος, δώδεκα πόλεις ἔχων, ὧν ἑκάστη τριάκοντα δοκοῖς ἐστέγασται. τούτους δὲ περιίασι δύο γυναῖκες.“ καὶ ὁ Αἴσωπος ἔφη· „τοῦτο τὸ πρόβλημα καὶ οἱ παρ’ ἡμῖν ἐπιλύσονται παῖδες· ναὸς μὲν γάρ ἐστιν οὗτος ὁ κόσμος, στῦλος δὲ ὁ ἐνιαυτός, αἱ δὲ πόλεις οἱ μῆνες, καὶ δοκοὶ αἱ τούτων ἡμέραι, ἡμέρα δὲ καὶ νὺξ αἱ δύο γυναῖκες, αἳ παραλλὰξ ἀλλήλας διαδέχονται.“ τῇ δὲ ἐφεξῆς ἡμέρᾳ συγκαλέσας τοὺς φίλους ἅπαντας ὁ Νεκτεναβώ φησι· „διὰ τὸν Αἴσωπον τοῦτον ὀφλήσομεν φόρους τῷ βασιλεῖ Λυκήρῳ.“ εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτ’ εἴδομεν, οὔτ’ ἠκούσαμεν“.
296 ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτεναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη· „φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὗ οὔτ’ εἴδομεν οὔτ’ ἠκούσαμεν.“ καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀποκρινοῦμαι“. ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθὼν τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασιλέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες ἔλεγον· „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀληθῶς ἐπιστάμεθα.“ καὶ ὁ Αἴσωπος· „χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυκήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε;“ κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτ’ εἴδομεν οὔτ’ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθ’ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένοσ“. τοὺς οὖν συμφωνηθέντας φόρους παραδοὺς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ ἀπέστειλεν.
297 Αἴσωπος δ’ εἰς Βαβυλῶνα παραγενόμενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πραχθέντα πάντα καὶ τοὺς φόρους ἀπέδωκε. Λυκῆρος δ’ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνατεθῆναι. μετὰ δ’ οὐ πολὺν χρόνον Αἴσωπος εἰς Ἑλλάδα ἐβουλεύσατο πλεῦσαι. καὶ δὴ τῷ βασιλεῖ συνταξάμενος ἀπεδήμησεν, ὅρκον δοὺς αὐτῷ πρότερον, ἦ μὴν ἐπανήξειν εἰς Βαβυλῶνα κἀκεῖ τοῦ λοιποῦ διαβιώσειν. περιιὼν δὲ τὰς Ἑλληνίδας πόλεις καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδεικνύμενος, ἦλθε καὶ εἰς Δελφούς. οἱ δὲ Δελφοὶ διαλεγομένου μὲν ἠκροῶντο ἡδέως, τιμῆς δὲ καὶ θεραπείας εἰς αὐτὸν οὐδ’ ὁτιοῦν ἔδρασαν. ὃ δὲ πρὸς αὐτοὺς ὑπολαβὼν ἔφη· „ἄνδρες Δελφοί, ἔπεισί μοι ξύλῳ ὑμᾶς εἰκάζειν τῷ ἐν θαλάσσῃ φερομένῳ· κἀκεῖνο γὰρ ὁρῶντες ἐκ πολλοῦ διαστήματος ὑπὸ κυμάτων φερόμενον, πολλοῦ τινος ἄξιον εἶναι οἰόμεθα, ἐπειδὰν δ’ ἐγγυτάτω προσέλθῃ, εὐτελέστατον φαίνεται. κἀγὼ γοῦν πόρρωθεν τῆς ὑμῶν πόλεως ὤν, ὥς τινας τῶν ἀξίων λόγου ὑμᾶς ἐθαύμαζον· νυνὶ δ’ ἐλθὼν ὡς ὑμᾶς, πάντων ὡς εἰπεῖν ἀνθρώπων εὗρον ἀχρειοτέρους· οὕτω πεπλάνημαι.
298 “ ταῦτα ἀκούσαντες οἱ Δελφοὶ καὶ δείσαντες μήπως Αἴσωπος καὶ πρὸς τὰς ἄλλας πόλεις βαδίζων κακῶς αὐτοὺς λέγῃ, βουλὴν ἐβουλεύσαντο δόλῳ τὸν ἄνθρωπον ἀνελεῖν. καὶ δῆτα χρυσῆν φιάλην ἐκ τοῦ παρ’ αὐτοῖς ἱεροῦ τοῦ Ἀπόλλωνος ἀνελόμενοι, λάθρα τοῖς Αἰσώπου κατέκρυψαν στρώμασι. τοῦ δ’ Αἰσώπου τὰ ὐπ’ αὐτῶν ἀγνοοῦντος σκαιωρηθέντα, ἐξελθὼν ἐπορεύετο εἰς Φωκίδα. οἱ Δελφοὶ δ’ ἐπιδραμόντες καὶ κατασχόντες αὐτόν, ἀνέκρινον ὡς ἱεροσυληκότα. τοῦ δ’ ἀρνουμένου μηδὲν πεπραχέναι τοιοῦτον, ἐκεῖνοι πρὸς βίαν τὰ στρώματα ἀναπτύξαντες τὴν χρυσῆν εὗρον φιάλην. ἣν καὶ ἀναλαβόντες, τοῖς ἐν τῇ πόλει πᾶσιν ἐπεδείκνυσαν οὐ σὺν ὀλίγῳ θορύβῳ. ὁ μὲν οὖν Αἴσωπος τὴν ἐκείνων συννοήσας ἐπιβουλήν, ἐδεῖτο αὐτῶν ἀπολυθῆναι.
299 οἳ δ’ οὐ μόνον οὐκ ἀπέλυσαν, ἀλλ’ ὡς ἱεροσυλήσαντα καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, θάνατον αὐτοῦ καταψηφισάμενοι. Αἴσωπος δὲ μηδεμιᾷ μηχανῇ τῆς πονηρᾶς τῆσδε τύχης σωθῆναι δυνάμενος, ἑαυτὸν ἐπὶ τῆς εἱρκτῆς ἐθρήνει καθήμενος. τῶν συνήθων δέ τις αὐτῷ, Δημᾶς τοὔνομα, πρὸς αὐτὸν εἰσελθὼν καὶ ἰδὼν οὕτως ὀλοφυρόμενον, τὴν αἰτίαν τοῦ πάθους ἤρετο. καὶ ὃς ἔφη· „γυνή τις προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθ’ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. ἀροτριῶν δέ τις οὐ πόρρω τοῦ μνήματος, εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικός. καὶ καταλιπὼν τοὺς βόας, ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα καὶ καθίσας συνεθρήνει τῇ γυναικί. τῆς δὲ πυθομένης τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται, „ὅτι κἀγώ“ φησίν „εὐπρεπῆ γυναῖκα κατώρυξα. καὶ ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ ἣ δέ· „κἀμοὶ τοῦτ’ αὐτὸ προσγίνεται“. κἀκεῖνος· „εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνιμεν; ἐγώ τε γὰρ φιλήσω σὲ ὡς ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.
300 “ ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. ἐν τούτῳ δὲ κλέπτης ἐλθὼν καὶ τοὺς βόας λύσας ἀπήλασεν. ὃ δ’ ἐπανελθὼν καὶ τοὺς βόας μὴ εὑρηκώς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί· „πάλιν κλαίεισ“; κἀκεῖνος „νῦν“ εἶπεν „ἐπ’ ἀληθείας κλαίω“ κἀγὼ γοῦν πολλοὺς διαδρὰς κινδύνους, νῦν τῷ ὄντι θρηνῶ, λύσιν τοῦ κακοῦ μηδαμόθεν εὑρίσκων.“ μετὰ ταῦτα παρῆσαν καὶ οἱ Δελφοὶ καὶ ἐκβαλόντες αὐτὸν τῆς εἱρκτῆς εἷλκον βιαίως ἐπὶ τοῦ κρημνοῦ. ὃ δὲ πρὸς αὐτοὺς ἔλεγεν· „ὅτε ἦν ὁμόφωνα τὰ ζῶα, μῦς βατράχῳ φιλιωθείς, εἰς δεῖπνον αὐτὸν ἐκάλεσε. καὶ ἀγαγὼν εἰς ταμιεῖον πλουσίου, ἔνθα πλεῖστα τῶν ἐδωδίμων ἦν, „εὐωχοῦ“ φησί „φίλε βάτραχε“. μετὰ δὲ τὴν ἑστίασιν καὶ ὁ βάτραχος τὸν μῦν ἐπὶ τὴν οἰκείαν ἐκάλεσε δίαιταν. „ἀλλ’ ἵνα μὴ ἀποκάμῃσ“ φησί „νηχόμενος, μηρίνθῳ λεπτῇ τὸν σὸν πόδα τῷ ἐμαυτοῦ προσαρτήσω“.
301 καὶ τοῦτο πράξας, ἥλατο εἰς τὴν λίμνην. αὐτοῦ δὲ καταδύντος εἰς βάθος, ὁ μῦς ἀπεπνίγετο, καὶ θνήσκων εἶπεν· „ἐγὼ μὲν ὑπὸ σοῦ θνήσκω· ἐκδικηθήσομαι δὲ ὑπὸ μείζονος.“ ἐπιπλέοντος τοίνυν τοῦ μυὸς ἐν τῇ λίμνῃ νεκροῦ, καταπτὰς ἀετός, τοῦτον ἀφήρπασε, σὺν αὐτῷ δὲ προσηρτημένον ὁμοῦ καὶ τὸν βάτραχον. καὶ οὕτως ἄμφω κατεθοινήσατο. κἀγὼ τοίνυν βίᾳ πρὸς ὑμῶν ἀποθνήσκων, ἕξω τὸν ἀμυνοῦντα. Βαβυλὼν γὰρ καὶ Ἑλλὰς πᾶσα τὸν ἐμὸν παρ’ ὑμῶν ἀπαιτήσουσι θάνατον.“ οἱ μὲν οὖν Δελφοὶ οὐδ’ ὣς ἐφείδοντο τοῦ Αἰσώπου. ὃ δ’ ἐπὶ τὸ τοῦ Ἀπόλλωνος κατέφυγεν ἱερόν. οἳ δὲ κἀκεῖθεν ἀποσπάσαντες μετ’ ὀργῆς, ἐπὶ τὸν κρημνὸν αὖθις. εἷλκον. ὃ δ’ ἀπαγόμενος ἔλεγεν· „ἀκούσατέ μου, Δελφοί· λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος, πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ’ αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν καὶ κατὰ τοῦ μεγίστου Διός, ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ.
302 ὃ δὲ μετ’ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσελθών, τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δ’ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία, τούτου γὰρ ἱερὸς εἶναι λέγεται, τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἐπέθηκε, τῷ θεῷ ταῦτα παραθέμενος, καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δὲ κόπρου σφαῖραν ποιήσας, καὶ ἀναβάς, ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆκεν ὁ δὲ Ζεὺς ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος· ἃ καὶ συνετρίβη πεσόντα.
303 μαθὼν δὲ πρὸς τοῦ κανθάρου, ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα, καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι· τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι. καὶ ὑμεῖς οὖν, ὦ ἄνδρες Δελφοί, μὴ ἀτιμάσητε τοῦτον δὴ τὸν θεόν, εἰς ὃν κατέφυγον, εἰ καὶ μικροῦ τετύχηκεν ἱεροῦ. οὐδὲ γὰρ ἀσεβηθεὶς περιόψεται.“ οἱ δὲ Δελφοὶ τούτων ὀλίγα φροντίζοντες, τὴν ἐπὶ τὸν θάνατον ὁμοίως ἦγον. Αἴσωπος δὲ μηδενὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ὁρῶν καμπτομένους, πάλιν φησίν· „ἄνδρες ἀνήμεροι καὶ φονῶντες, ἀκούσατε· γεωργός τις ἐπ’ ἀγροῦ γεγηρακώς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. οἳ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀναβιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν.
304 ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα, εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. ὃ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι, ‘ὦ Ζεῦ‘ εἷπε, ‘τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθ’ ὑφ’ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγαθῶν, ἀλλ’ ὀναρίων εὐτελεστάτων;‘ κἀγὼ τοίνυν ἐπὶ τοῖς ἴσοις νῦν δυσχεραίνω, ὅτι μὴ ὑπ’ ἐντίμων ἀνδρῶν ἢ ἐλλογίμων, ἀλλ’ ὑπ’ ἀχρείων καὶ κακίστων ἀπόλλυμαι.“ μέλλων δὲ ἤδη κατὰ τοῦ κρημνοῦ ἀφίεσθαι, τοιοῦτον εἴρηκε πάλιν μῦθον· „ἀνήρ τις τῆς οἰκείας ἐρασθεὶς θυγατρός, εἰς ἀγρὸν ἀπέστειλε τὴν γυναῖκα, μόνην δὲ τὴν θυγατέρα ἀπολαβὼν ἐβιάζετο. ἣ δὲ ‘πάτερ‘, εἶπεν, ‘ἀνόσια πράττεις· ηὐχόμην μέντοι ὑπὸ πολλῶν ἀνδρῶν αἰσχυνθῆναι, ἢ ὑπὸ σοῦ τοῦ γεννησαμένου.‘ τοῦτο τοίνυν καὶ ἐφ’ ὑμῶν, ὦ παράνομοι Δελφοί, λέγω· ὡς ᾑρούμην Σκύλλῃ καὶ Χαρύβδει περιπεσεῖν καὶ ταῖς ἐν Ἀφρικῇ Σύρτεσιν, ἢ παρ’ ὑμῶν ἀδίκως καὶ ἀναξίως ἀποθανεῖν.
305 καταρῶμαι γοῦν ὑμῶν τῇ πατρίδι, καὶ θεοὺς μαρτύρομαι, ὡς ἔξω πάσης δίκης ἀπόλλυμαι, οἵ μοι τιμωρήσουσιν εἰσακούσαντες.“ ἔρριψαν μὲν οὖν αὐτὸν οἱ Δελφοὶ κατὰ τοῦ κρημνοῦ, καὶ ἀπέθανεν. οὐ πολλῷ δ’ ὕστερον λοιμῷ συσχεθέντες, χρησμὸν ἔλαβον ἐξιλάσκεσθαι τὸν Αἰσώπου θάνατον. ᾧ καὶ ὡς συνειδότες [ἑαυτοῖς] ἀδίκως φονευθέντι, καὶ στήλην ἀνέστησαν. οἱ δ’ ἐν τῇ Ἑλλάδι πρωτεύοντες καὶ ὅσοι τῶν σοφωτέρων, καὶ αὐτοὶ τὰ εἰς Αἴσωπον πεπραγμένα μαθόντες, εἴς τε Δελφοὺς παρεγένοντο καὶ σὺν ἐκείνοις σκεψάμενοι, τιμωροὶ καὶ αὐτοὶ τῷ Αἰσώπου θανάτῳ γεγόνασιν.