eul_wid: jkq-aa
Ἀποσπάσματα περὶ ΜυθολογίαςFragments on Mythology
Possis of Magnesia Fragments on Mythology PDF
| t1 | ΜΑΓΝΗΤΙΚΑ. E LIBRO TERTIO. |
| 1 | Athenaeus XII: Πόσσις δ’ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν, ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα, θῦσαι Ἀθηνᾷ, καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι, καὶ Διονύσῳ Χοο πότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. |
| t2 | ΑΜΑΖΟΝΙΣ. E LIBRO TERTIO. |
| 2 | Idem VII: Πόσσις δ’ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον, καὶ κυβερνῶντα αὐτὴν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάττης βυθῷ φανῆναι, καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα, ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. |