eul_wid: pqy-ac
Βίος ΑἰσώπουLife of Aesop
Aesop Life-anonymous Life of Aesop PDF
| 306 (5) [15] | Αἴσωπος ὁ λογοποιὸς Λυδὸς μὲν ἦν τὸ γένος, τύχῃ δὲ ἐδούλευεν ἐν Ἀθήναις Ζημάρχῳ τῷ ἐπικαλουμένῳ Κερασίᾳ. σφόδρα δὲ εὐγενὴς γενόμενος τοῖς τρόποις καὶ φιλοδεσπότης θεράπων, τῆς μουσικῆς ἐπιπνεούσης αὐτοῦ τῇ γλώττῃ, ποικίλοις τοὺς Ἕλληνας εἱστιᾶτο μύθοις. μάλιστα οὐκ ἀνεπιτηδείους πρὸς βιωτικὴν παιδείαν καὶ νέων ἀγωγήν, νουθετικοὺς δὲ καὶ ὠφελιμωτάτους λόγους συνταξάμενος, προσενήνοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζῴων κοινωνίαν, ἐν οἷς ἀνθρώπων σκολιὰ ἔργα καὶ ἤθη ἀθέμιτα καὶ τρόπους παμποικίλους προσεικάσας ἐν τοῖς ἐπιμυθίοις ἐδήλωσε. |
| 307 [5] | κατὰ δὲ τὸν τῆς παιδείας νόμον τυχὼν φύσεως ἀρίστης, ἠξιώθη βιβλιοθήκης· ὅθεν τοῖς πολιτευομένοις καὶ τοῖς λέγειν προαιρουμένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται. εἰσὶν οἳ μὲν οὖν ἐκ τῶν τραγῳδιῶν τὰ κεφάλαια συναγαγόντες εἰς τὸ μέσον αὐτοῖς τεθείκασιν, ἡγούμενοι δεῖν ταῖς τῶν ἰδίων ἐπιστήμαις τὰς τῶν ποιητῶν γνωμολογίας μάρτυρας παρέξειν καὶ τοὺς τρόπους αὐτῶν θέσθαι πιστοτέρους διὰ τοῦτο. ἄλλοι τινὲς τῶν εἰς τὸν βίον καλῶς εἰρημένων συνενηνόχασι πολὺ πλῆθος ἀποφθεγμάτων, νομίζοντες ἡμᾶς τοὺς τούτων ἐπιμιμνησκομένους μεγάλα πλεονεκτήσειν ἐν τοῖς λόγοις. ἐπικεχειρήκασι δέ τινες τὰς ἐκ τῶν λόγων ἐναντιώσεις καὶ γνώμας ὁμοίως παραβολαῖς συνάπτοντες καθ’ ἕκαστον. εἶδος παραδοῦναι τοῖς πολιτευομένοις, ὅπως ἐξ ἐκείνου πολλὰς ἔχωσιν ἐπὶ τῶν ἀγώνων χρείας καὶ κατισχύειν διὰ τούτων δύνωνται τοὺς ἀντιλέγοντας. τοῦτον οὖν τὸν τρόπον Αἴσωπος εὗρεν, ὁρῶν χρήσιμον οὖσαν δούλοις καὶ ἐλευθέροις ἐν ταῖς δημηγορίαις τὴν τῶν μύθων δήλωσιν τοῖς πρόσθεν εἰρημένοις· τῶν γὰρ λεόντων καὶ τῶν λύκων καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τὸ ἐπιβάλλον καὶ θαυμασιότητος μετέχον ἐξ αὐτῶν πρὸ ὀφθαλμῶν τιθέμενος ψυχαγωγεῖν εἴωθε τοὺς ἀκούοντας. |
| 308 [10] | εὑρίσκομεν γὰρ παραπλησίας αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς ἀπὸ τῶν ποιημάτων γνωμολογίαις, περιπεφρασμένας μὲν καὶ προσομοιούσας ταύταις καὶ προκεχειρισμένας ὑπ’ αὐτῶν, ἔτι καὶ τῶν κεφαλαίων παράλληλα θέντες ἐπ’ αὐτῆς τῆς ἀληθείας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα. |