---
title: "Aesop's Mythical Book"
title_greek: Βιβλίον μυθικὸν τοῦ Αἰσώπου
author: Aesop Life-anonymous
eul_wid: pqy-ab
eul_aid: pqy
canonical: "https://eulogikon.org/works/aesop-mythical-book-pqy-ab"
period: Roman
dialect: Koine
domain: Fiction
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Aesop's Mythical Book

*Βιβλίον μυθικὸν τοῦ Αἰσώπου*

**Author:** Aesop Life-anonymous

**eul_wid:** `pqy-ab` · [HTML page](https://eulogikon.org/works/aesop-mythical-book-pqy-ab)

## Text

### 309 (2t)

Βιβλίον μυθικὸν τοῦ Αἰσώπου, εἰκονίζον ἀπὸ τῶν ἀλόγων ζώων πρὸς τὰς τῆς ἀνθρωπίνης φύσεως πράξεις. Αἴσωπος ὁ μυθοποιὸς Φρὺξ μὲν ἦν τὸ γένος, τῇ τύχῃ δὲ δοῦλος, μέλας ὑπάρχων καὶ κακοειδὴς εἰς ὑπερβολὴν σφόδρα. τὰ δὲ περὶ αὐτοῦ σαφῶς εἰς τὸ τέλος εὑρήσεις τοῦ βιβλίου. οὗτος ὑπὸ ἀγαθοποιίας εὐπορήσας, ἐχαρίσατο αὐτῷ ἡ τύχη λόγον σοφίας, καὶ γέγονε τῷ νοῒ ἐπιτήδειος. ποικίλους γὰρ μύθους πρὸς συνοπτικὴν παιδείαν καὶ νουθεσίαν ὠφελίμους καὶ νουθετικοὺς συνταξάμενος, εἰσενήνοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζώων κοινωνίαν ἀνθρώποις, ἤθη ἀθέμιτα καὶ ἔργα καὶ τρόπους ποικίλους προσεικάσας, ἐν τοῖς μύθοις ἐδήλωσεν, ὅθεν τοῖς πολιτευομένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται· τῶν γὰρ λεόντων καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τῆς θαυμασιότητος πρὸ ὀφθαλμῶν τιθεμένης, ψυχαγωγεῖν οἶδε τοὺς ἀκούοντας.

### 310

εὑρίσκομεν δὲ παραπλησίως αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς τῶν ποιημάτων γνωμολογίαις περιπεφρασμένας καὶ προσομοιοῦν ταύτας· ἔτι καὶ θέας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα, ἄπερ εἰσὶ ταῦτα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pqy-ab`.
