eul_wid: qhw-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Incredible Things, Fragment A by Antonius Diogenes the Erotic Writer

On Incredible Things is a lost prose work of paradoxography attributed to Antonius Diogenes, an author best known for his novel The Wonders Beyond Thule. The work is known only from a brief notice in the Library of the 9th-century Byzantine patriarch Photius, who describes it as a compilation of marvelous and unbelievable tales. As a work within the paradoxographical tradition, its content would have consisted of collected accounts of geographical and ethnographic wonders from distant lands, alongside descriptions of unusual natural, astronomical, and biological phenomena, all unified by a focus on narratives that defy ordinary belief. Photius’s reference confirms the author’s activity in this separate genre of sensational compilation, which typifies the imperial-era practice of gathering extraordinary lore from earlier authorities for purposes of erudition and entertainment. This tradition contributed significantly to the encyclopedic currents in later ancient and medieval writing. No fragments of the original text survive.

… πλεον …
και τω …
και εν …
γαι τυχη πλε …
ρουση· ἐσιώπα γὰρ ἀχρείως· ἄκουσον
οὖν, ὅπερ τότε ἐπὶ νοῦν ἦλθέ μοι· γραμματεῖον
δίθυρον τῶν τοιούτων, οἷα ἐς
διδασκάλου ἐπεφερόμεθα, ἀπολαβοῦσα
δίδωμι τῇ Μυρτοῖ· «κεἰ σὺ ἄλλʼ ἔτι μοι μὴ
δύνασαι λαλεῖν,» ἔφην, «ἄλλʼ ἔν γε τούτῳ χάραξον
ὅσα εἰπεῖν ἐθέλεις. ἐγὼ δὲ ἀναγνοῦσα
εἴσομαι.» ἥσθη τὸ θεραπαινίδιον· δήλη
γὰρ διὰ τῆς ὄψεως ὡς αὐτίκα μάλα ἐκδικίας
ἐφʼ οἷς πέπονθε καὶ θεραπείας τευξομένη.
λαβοῦσα οὖν τὸ γραμματεῖον καὶ
τῷ λύχνῳ προσελθοῦσα χαράττει τῷ γραφείῳ
πάνυ σπουδῇ ὅσα ἠβούλετο ἐν μικροῖς
πάνυ γράμμασι τοῦ πλέον ἐγγράψαι,
καί μοι δίδωσιν ἅμα διανεύουσα τῇ χειρὶ
ἐξιέναι. ἐγὼ δὲ λαβοῦσα ἐξῆλθον μὲν εὐθὺς
οὐδαμῶς, πρότερον δὲ ἀνέγνων αὐτὸ
καὶ ἐδήλου τάδε· «ἄπιθι, ὦ δέσποινα, αὐτίκα
πρὸς τὴν τροφόν, καὶ ἀκουούσης ἀνάγνωθι
τὰ λοιπά, ὡς ἂν κἀκείνη μάθοι τὰ
ἑαυτῆς κακὰ μηδὲ ἐς τὸν πάντα χρόνον
ἀγνοοῦσα ἥδοιτο, ὡς ἂν καὶ τὰ ἐμὰ γνοίητε.
ἄπιθι, ἤδη, πρὶν φοιτῆσαι παρὰ …
τὸν συγκοιμώμενον μὴ καὶ αὐτὴ δαίμονος
ἀπολαύσῃς χαλεποῦ.» ταῦτα δὲ ὡς ἀνέγνων,
ἐβουλόμην μὲν ἐπισκ …