ιβ εἰ πλέω ἀκινδύνως ιγ εἰ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι ιδ εἰ στρατεύομαι ιε εἰ κοινωνῶ τῷ πράγματι ιϛ εἰ προκόπτω ἐν τιμῇ ιζ εἰ ἀποδημῶ ιη εἰ συναλλάξαι συμφέρει μοι ιθ εἰ εὐτυχής εἰμι κ εἰ ἀγοράζω τὸ προκείμενον κα εἰ γαμῶ καὶ συμφέρει μοι κβ εἰ ἔχω βλαβῆναι ἐν τῷ πράγματι κγ εἰ κινοῦμαι ἐκ τοῦ τόπου κδ εἰ τίκτει μου ἡ γυνή κε εἰ εὕρω δανείσασθαι κϛ εἰ ἀποδώσω ὃ ὀφείλω κζ εἰ ἔρχεται ὁ ἀπόδημος κη εἰ δώσω τοὺς λόγους ἄρτι κθ εἰ σώζομαι τῆς κατηγορίας λ εἰ τὸ γεννώμενον τρέφω λα εἰ ἔχω ὑβρισθῆναι ἐν τῷ πράγματι λβ εἰ ἐλευθεροῦμαι τῆς δουλείας λγ εἰ κληρονομῶ τὸν πατέρα λδ εἰ κληρονομῶ τὴν μητέρα λε εἰ ἄρξω ἐν τῷ πράγματι λϛ εἰ εὑρήσω τὸν φυγόντα λζ εἰ ἔχω ἐσχάτην καλήν λη εἰ κληρονομῶ τὸν φίλον λθ εἰ γίνομαι πρεσβύτερος μ εἰ τὸ ἀπολόμενον εὑρεθήσεται μα εἰ ὑπάγω εἰς τοὺς ἁγίους τόπους μβ εἰ σώζομαι τῆς ἀσθενείας μγ εἰ ἀνοίγω ἐργαστήριον μδ εἰ ἔχω χρόνον ζωῆς με εἰ ἐπιτεύξομαι γραμμάτων μϛ εἰ καταλλάσσομαι τοῖς κυρίοις μζ εἰ τεκνώσω μη εἰ κληρονομῶ τοὺς γονεῖς μθ εἰ λαμβάνω τὴν φερνήν ν εἰ μένει μοι τὰ ὑπάρχοντα να εἰ εἴπω τὴν δίκην νβ εἰ κληρονομῶ τὴν γυναῖκα νγ εἰ συκοφαντούμενος σώζομαι νδ εἰ ὁ ἀσθενῶν σώζεται νε εἰ γίνομαι μοναχός νϛ εἰ ἀπολύομαι τῆς συνοχῆς νζ εἰ πωλῶ τὸ φορτίον νη εἰ δανείσας οὐκ ἀπολέσω νθ εἰ ἐκτιτρώσκει μου ἡ γυνή ξ εἰ οἰκονομήσω ξα εἰ μισθωσάμενος κερδήσω ξβ εἰ κληρονομῶ τὸ πρόσωπον ξγ εἰ νικῶ τὸν ἀντίδικον ξδ εἰ ἔχω θάνατον ἰδεῖν ξε εἰ στρατηγήσω ξϛ εἰ γίνομαι ἐπίσκοπος ξζ εἰ ἐπιτεύξομαι τῆς ἐπικλήσεως ξη εἰ ἔχω ἐλπίδα πίστεως ξθ εἰ θεὶς παραβόλιον νικήσω ο εἰ ὁ ἀδελφὸς ποιεῖ εἰς τὴν ἐγχείρησιν οα εἰ λαμβάνω τὴν παραθήκην οβ εἰ λαμβάνω τὸ ὀφώνιον ογ εἰ μένω ὅπου ὑπάγω οδ εἰ πωλοῦμαι οε εἰ ὠφελοῦμαι ἀπὸ τοῦ φίλου οϛ εἰ ἑτέρῳ συναλλάξω οζ εἰ καθίσταμαι εἰς τὸν τόπον οη εἰ λαμβάνω κομιᾶτον οθ εἰ λήψομαι τὸ ἀργύριον π εἰ ζῇ ὁ ἀπόδημος πα εἰ κερδαίνω ἀπὸ τοῦ πράγματος πβ εἰ προγράφεται τὰ ἐμά πγ εἰ εὑρίσκω πωλῆσαι πδ εἰ ἀγοράζω ὃ ἐνθυμοῦμαι πε εἰ γίνομαι βιοπράτης πϛ εἰ φυγαδεύομαι πζ εἰ πρεσβεύσω τὰ πρὸς θεόν πη εἰ βουλευτὴς ἔσομαι πθ εἰ λανθάνει μου ὁ δρασμός ϙ εἰ ἀπαλλάσσομαι τῆς γυναικός ϙα εἰ φαρμακοῦμαι ϙβ εἰ λαμβάνω ληγᾶτον ϙγ εἰ ὃ ἐπιβάλλομαι ἀπαρτίζω καὶ πληρῶ ϙδ εἰ θεωρῶ τὴν πατρίδα μου ϙε εἰ γίνομαι δεκάπρωτος ϙϛ εἰ συγκροτοῦμαι ἀπὸ τοῦ φίλου ϙζ εἰ παραμένει μου ἡ γυνή ϙη εἰ παραμένει μου ὁ πλοῦτος ϙθ εἰ ἀγοράζω χωρίον ρ εἰ καταλαμβάνομαι ὑπὸ ἄρχοντος ρα εἰ γίνομαι ἱερατικός ρβ εἰ καταλλάσσομαι τῇ γυναικί ΚΕΦΑΛΑΙΑ ΕΠΕΡΩΤΗΣΕΩΣιγ = κ ἐρώτησον Πέτρον ιδ = ϙζ ἐρώτησον Παῦλον ιε = μδ ἐρώτησον Ἀνδρέαν ιϛ = η ἐρώτησον Ἰωάννην ιζ = ιθ ἐρώτησον Ἰακώβ ιη = ϙγ ἐρώτησον Φίλιππον ιθ = οθ ἐρώτησον Θωμᾶν κ = λε ἐρώτησον Βαρθολομαῖον κα = η ἐρώτησον Ματθαῖον κβ = μϛ ἐρώτησον Ἰάκωβον κγ = κδ ἐρώτησον Σίμωνα τὸν Ζηλωτήν κδ = κζ ἐρώτησον Ἰούδαν Ἰακώβου κε = οα ἐρώτησον Μωυσῆν κϛ = ιη ἐρώτησον Ἀαρών κζ = ιε ἐρώτησον Ἰησοῦν Ναυῆ τοῦ κη = λζ ἐρώτησον Δαυείδ κθ = νϛ ἐρώτησον Σολομῶνα λ = μζ ἐρώτησον Ἰσαάκ λα = λη ἐρώτησον Ἱερεμίαν λβ = λδ ἐρώτησον Ἱεζεκιήλ λγ = γ ἐρώτησον Δανιήλ λδ = ξη ἐρώτησον Ὠσηέ λε = οϛ ἐρώτησον Ἰωήλ λϛ = ν ἐρώτησον Ἀμώς λζ = νγ ἐρώτησον Ἀβδιοῦ λη = δ ἐρώτησον Ἰωνᾶν λθ = ϙϛ ἐρώτησον Ἀμβακούμ μ = μ ἐρώτησον Ζαχαρίαν μα = κα ἐρώτησον Ἀγγαῖον μβ = κγ ἐρώτησον Ναούμ μγ = ο ἐρώτησον Σοφονίαν μδ = ϙθ ἐρώτησον Ἡλίαν με = ξβ ἐρώτησον Ἐλισσαῖον μϛ = λα ἐρώτησον Σαμψών μζ = λγ ἐρώτησον Γεδεών μη = ε ἐρώτησον Μιχαίαν μθ = με ἐρώτησον Ἰώβ ν = ρ ἐρώτησον Συχάρ να = μα ἐρώτησον Μαλαχίαν νβ = λθ ἐρώτησον Μάρκον νγ = ια ἐρώτησον Λουκᾶν νδ = οδ ἐρώτησον Ῥούθ νε = ι ἐρώτησον Ἀνανίαν νϛ = μθ ἐρώτησον Ἰωσήφ νζ = πγ ἐρώτησον Συμεών νη = ϙδ ἐρώτησον Ἰσάχαρ νθ = πϛ ἐρώτησον Μανωέ ξ = ξα ἐρώτησον Νῶε ξα = οε ἐρώτησον Ἐνώχ ξβ = νβ ἐρώτησον Ἰεχονίαν ξγ = ϛ ἐρώτησον Ἔσδραν ξδ = μβ ἐρώτησον Ἐζεκίαν ξε = οη ἐρώτησον Μανασσῆν ξϛ = μη ἐρώτησον Φαλέκ ξζ = νθ ἐρώτησον Τωβίαν ξη = ζ ἐρώτησον Ματθίαν ξθ = α ἐρώτησον Ἰάκωβον ο = ϙε ἐρώτησον Λευί οα = ϙ ἐρώτησον Ῥουβίμ οβ = ιζ ἐρώτησον Φινεές ογ = κβ ἐρώτησον Ἐλεάζαρ οδ = να ἐρώτησον Ζαχαρίαν οε = ξ ἐρώτησον Ἰωάννην οϛ = λϛ ἐρώτησον Σεβήρ οζ = μγ ἐρώτησον Σαμουήλ οη = ιδ ἐρώτησον Ἰωσήφ οθ = νε ἐρώτησον Σαβαχάρ π = λ ἐρώτησον Νεβαῦ πα = ξδ ἐρώτησον Ἰεσσαί πβ = νη ἐρώτησον Ἰεφθάε πγ = πε ἐρώτησον Σιγώρ πδ = πζ ἐρώτησον Σιείρ πε = κϛ ἐρώτησον Σεβωείμ πϛ = ξϛ ἐρώτησον Σαβαχάρ πζ = ξζ ἐρώτησον Ῥαγουήλ πη = θ ἐρώτησον Ῥοβοάμ πθ = οβ ἐρώτησον Φογώρ ϙ = ιγ ἐρώτησον Ναασσών ϙα = πα ἐρώτησον Ναχώρ ϙβ = ιβ ἐρώτησον Ἐσρώμ ϙγ = νζ ἐρώτησον Ἱερεμίαν ϙδ = κθ ἐρώτησον Φανουήλ ϙε = κε ἐρώτησον Ἰεφθάε ϙϛ = πθ ἐρώτησον Ἀβενεζέρ ϙζ = οζ ἐρώτησον Κορέ ϙη = νδ ἐρώτησον Ἀσάφ ϙθ = ξε ἐρώτησον Ἰωβάβ ρ = ογ ἐρώτησον Ἐσρώμ ρα = λβ ἐρώτησον Ἰούδαν ρβ = ιϛ ἐρώτησον Σεναάρ ργ = β ἐρώτησον Βεσελεήλ ρδ = π ἐρώτησον Ἡσαίαν ρε = κη ἐρώτησον Βοός ρϛ = ξθ ἐρώτησον Ἰώχ ρζ = ξγ ἐρώτησον Μαριάμ ρη = πβ ἐρώτησον Σεδράχ ρθ = πη ἐρώτησον Μισάχ ρι = ϙα ἐρώτησον Ἀβδεναγώ ρια = ϙβ ἐρώτησον Δανιήλ ριβ = πδ ἐρώτησον Ἰωσεδέκ α Ἰάκωβοςα ἔχεις ἐλπίδα πίστεως β οὐκ ἀποτυγχάνεις τῶν ἐπικληθέντων γ γίνῃ ἐπίσκοπος δ ἀγοράζεις οἰκίαν καὶ χώραν ε θεωρεῖς θάνατον τοῦ ἰδίου σου ϛ νικᾷς. ἀγωνίζου δυνάμει ζ κληρονομεῖς μετὰ δίκης η ἐὰν ἄρτι μισθώσῃ, βλάπτῃ θ οἰκονομεῖς καὶ οὐ φθονῇ ι ἐκτιτρώσκει μετὰ κινδύνου β Βεσελεήλα καταλλάσσῃ τῇ γυναικί β οὐκ ἔχεις τύχην ἱερατικοῦ γ ἀγωνίζου ἐπεὶ κινδυνεύεις δ ἀγοράζεις οἰκίαν καὶ χώραν ε παραμένει σου ὁ πλοῦτος ϛ οὐ παραμένει σου ἡ γυνή ζ οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου η δεκάπρωτος ἔσῃ ἐξάπινα θ ἔχεις τὴν πατρίδα θεωρῆσαι ι οὐκ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ γ Δανιήλα οὐκ ἐλευθεροῦσαι ἄρτι β ὑβρίζῃ, οὐ λίαν δέ γ σώζεται τὸ γεννηθέν δ σώζῃ τῆς κατηγορίας ε οὐ δίδεις ἄρτι τοὺς λόγους ϛ ἔρχεται ὁ ἀπόδημος ἐξαίφνης ζ ἀποδίδεις ὃ ὀφείλεις καλῶς η οὐχ εὑρίσκεις ἄρτι δανείσασθαι θ τίκτει καὶ κινδυνεύει ι οὐ κινῇ ἄρτι ἐκ τοῦ τόπου δ Ἰωνᾶςα οὐκ ἔχεις ἐσχάτην καλήν β οὐχ εὑρήσεις ἄρτι τὸν φυγόντα γ ἄρξεις καὶ εὐημερεῖς δ οὐ κληρονομεῖς τὴν μητέρα ε κληρονομεῖς τὸν πατέρα ϛ οὐκ ἐλευθεροῦσαι ἄρτι ζ ἄχρι λόγων ὑβρισθήσῃ η ζῇ τὸ γεννηθὲν καὶ τρέφεται θ οὐ σώζῃ τῆς κατηγορίας ι δίδεις τοὺς λόγους μετὰ ἀγνωσίας ε Μιχαίαςα οὐ τεκνώσεις ἄρτι β οὐ καταλλάσσῃ τοῖς κυρίοις γ δίδεις τὰ γράμματα δ ἔχεις χρόνον ζωῆς ε ἀνοίγεις ἐργαστήριον ϛ σώζῃ τῆς ἀσθενείας βραδύ ζ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους η οὐχ εὑρήσεις τὸ ἀπολόμενον θ γίνῃ πρεσβύτερος, ἄρτι δὲ οὔ ι οὐ κληρονομεῖς τὸν φίλον ϛ Ἔσδραςα οὐ κληρονομεῖς β μίσθωσαι καὶ κερδήσεις γ οἰκονομεῖς καὶ πιστευθήσῃ δ κρατεῖ τῇ ἐρχομένῃ γαστρί ε μὴ δάνειζε. μὴ δίδου ϛ οὐ πωλεῖς τὸ φορτίον ζ ἀπολύῃ τῆς συνοχῆς η γίνῃ μοναχός θ ὁ ἀσθενῶν κινδυνεύσει ι σώζῃ τῆς συκοφαντίας ζ Ματθίαςα ἐπιτεύξῃ τῆς ἐπικλήσεως β οὐ γίνῃ ἐπίσκοπος γ στρατηγεῖς καὶ κινδυνεύεις δ οὐκ ἔχεις ἰδεῖν θάνατον ε νικᾷς θαρρῶν. ἀγωνίζου ϛ κληρονομεῖς, οὐ πάντα δέ ζ οὐ μισθώσῃ ἄρτι η οὐκ οἰκονομεῖς. μὴ ἀγωνίζου θ οὐκ ἐκτιτρώσκει. μὴ φοβοῦ ι ἐὰν δανείσῃς, ἐπὶ ὑποθήκῃ δάνεισον η Ματθαῖοςα οὐκ ἀγοράζεις τὸ προκείμενον β εὐτυχήσεις ἐπὶ τὰ ἔσχατα γ συναλλάξεις καὶ κερδήσεις δ ἀποδημεῖς, ἄρτι δὲ οὔ ε οὐ προκόπτεις ἄρτι ϛ οὐ κοινωνεῖς ἄρτι τῷ πράγματι ζ ἐὰν στρατεύσῃ, μετανοήσεις η μετὰ φόβου ἐρώτησον καὶ ἀκούεις ἀλήθειαν θ ἐὰν πλεύσῃς ἄρτι, ναυαγήσεις ι ὁ ἀπόδημος ἀπέθανεν θ Ῥοβοάμα οὐ πρεσβεύεις, οὐχ ἁμαρτών β οὐ φυγαδεύῃ, ὑβρίζῃ δέ γ οὐ γίνῃ βιοπράτωρ τελείως δ ἀγοράζεις ὃ ἐνθυμεῖσαι ε ἐὰν ἄρτι πωλήσῃς, βλάπτῃ ϛ οὐ προγράφεται τὰ σά ζ κερδαίνεις ἀπὸ τοῦ πράγματος η οὐ ζῇ ὁ ἀπόδημος θ οὐ λαμβάνεις τὸ ἀργύριον ι οὐ λαμβάνεις κομιᾶτον ι Ἀνανίαςα σώζεται τῆς ἀσθενείας β σώζῃ τῆς συκοφαντίας γ κληρονομεῖς τὴν γυναῖκα δ μὴ λέγε τὴν δίκην ἄρτι ε οὐ μένει σοι τὰ ὑπάρχοντα σῶα ϛ λαμβάνεις τὴν φερνήν ζ κληρονομεῖς τοὺς γονεῖς σου η τεκνοῖς καὶ τρέφεις θ καταλλάσσῃ τοῖς κυρίοις ι δίδεις τὰ γράμματα ταχέως ια Λουκᾶςα οὐ κληρονομεῖς τὴν γυναῖκα β εἰπὲ τὴν δίκην. νικᾷς γ μένει σοι τὰ ὑπάρχοντα σῶα δ οὐ λαμβάνεις τὴν φερνήν ε κληρονομεῖς τοὺς γονεῖς ϛ οὐ τεκνοῖς ἄρτι ζ καταλλάσσῃ τοῖς κυρίοις η οὐ δίδεις τὰ γράμματα ταχέως θ μεσοχρόνιος εἶ. μὴ φοβοῦ ι ἀνοίγεις ἐργαστήριον ιβ Ἐσρώμα πεφαρμάκευσαι. βοήθησον ἑαυτῷ β οὐ καταλλάσσῃ τῇ γυναικί γ λανθάνει σου ὁ δρασμός δ γίνῃ βουλευτής, ἄρτι δὲ οὔ ε οὐ πρεσβεύεις μόνος ϛ οὐ φυγαδεύῃ. μὴ φοβοῦ ζ οὐ γίνῃ βιοπράτης τελείως η οὐκ ἀγοράζεις ἄρτι ὃ ἐνθυμεῖσαι θ εὑρήσεις πωλῆσαι ι οὐ προγράφεται τὰ σά ιγ Ναασσώνα λανθάνει σου ὁ δρασμός β γίνῃ βουλευτής γ πρεσβεύεις, οὐ μόνος δ φυγαδεύῃ πρὸς χρόνον ὀλίγον ε οὐ γίνῃ βιοπράτωρ … γ ἐὰν θῇς παραβόλιον, ἀπολεῖται δ ἔχεις ἐλπίδα πίστεως ε ἐπιτυγχάνεις τῆς ἐπικλήσεως ϛ γίνῃ ἐπίσκοπος ζ οὐ στρατηγεῖς νῦν η ὄψει θάνατον ἐπικερδῆ θ νικᾷς. μὴ ἀγωνία ι οὐ κληρονομεῖς. μὴ ἀγωνία ιη Ἀαρώνα οὐχ εὑρήσεις δανείσασθαι β τίκτει μετὰ ἀγωνίας γ οὐ κινῇ ἐκ τοῦ τόπου ἄρτι δ οὐ βλάπτῃ. μὴ ἀγωνία ε γαμεῖς ἣν θέλεις γυναῖκα ϛ ἀγοράζεις τὸ προκείμενον ζ εὐτυχήσεις ἐκ κόπου η οὐ συναλλάσσεις ἄρτι θ οὐκ ἀποδημεῖς νῦν ι προκόπτεις καθὼς ἐνθυμεῖσαι ιθ Ἰακώβα οὐ προκόπτεις ἄρτι β καλῶς κοινωνήσεις γ στρατεύῃ μετὰ κόπου δ μὴ ἐρωτήσῃς. ἐναντία ἐστὶν ἡ ἡμέρα ε πλέεις μετὰ ἐγκοπῆς ϛ σώζεται ὁ ἀσθενῶν ἐν τάχει ζ οὐ ζῇ ὁ ἀπόδημος η ἀνοίγεις ἐργαστήριον θ οὐκ εἶ εὐτυχής ι νικᾷς ταχύ. μὴ ἀγωνία κ Πέτροςα οὐ πλέεις καλῶς καὶ ἀβλαβῶς β κληρονομεῖς τοὺς γονεῖς γ οὐ λαμβάνεις τὸ ἀργύριον δ οὐ γαμεῖς ἄρτι. μὴ ἔλπιζε ε οὐ λαμβάνεις τὴν φερνήν ϛ οὐ κοινωνεῖς ἄρτι ζ ἀγοράζεις χώραν η τὸ ἀπολόμενον εὑρεθήσεται θ οὐ ζῇ ὁ ἀπόδημος ι τίκτει μετὰ κινδύνου κα Ἀγγαῖοςα οὐχ εὑρήσεις τὸ ἀπολόμενον β οὐ γίνῃ πρεσβύτερος ἄρτι γ κληρονομεῖς τὸν φίλον δ οὐκ ἔχεις ἐσχάτην καλήν ε εὑρήσεις τὸν φυγόντα ϛ ἄρξεις καὶ εὐημερήσεις ζ κληρονομεῖς τὴν μητέρα η οὐ κληρονομεῖς τὸν πατέρα θ ἐλεθεροῦσαι βραδέως ι ὑβρισθήσῃ ταχέως κβ Ἐλεάζαρα οὐ λαμβάνεις τὸ ὀψώνιον β οὐ λαμβάνεις τὴν παραθήκην γ οὐ ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν δ θὲς παραβόλιον ε ἔχεις ἐλπίδα πίστεως ϛ ἐπιτυγχάνεις τῆς ἐπικλήσεως ζ οὐ γίνῃ ἐπίσκοπος η στρατηγεῖς καὶ εὐημερεῖς θ θεωρεῖς θανάτους ι οὐ νικᾷς. καρτέρει ὅσον δύνασαι κγ Ναούμα οὐχ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους β τὸ ἀπολόμενον εὑρεθήσεται γ γίνῃ πρεσβύτερος καὶ εὐημερεῖς δ οὐ κληρονομεῖς τὸν φίλον ε ἔχεις ἐσχάτην καλήν ϛ οὐχ εὑρήσεις ἄρτι τὸν φυγόντα ζ ἄρχοντος γένεσιν ἔχεις η οὐ κληρονομεῖς τὴν μητέρα θ κληρονομεῖς τὸν πατέρα ι οὐκ ἐλευθεροῦσαι ἄρτι κδ Σίμων ὁ Ζηλωτήςα βλάπτῃ μεγάλως β γαμεῖς καὶ καταγνώσῃ σαυτοῦ γ ἀγοράζεις τὸ προκείμενον δ εὐτυχήσεις ἐξ ἀλλοτρίων ε συναλλάσσεις καὶ ὠφελεῖσαι ϛ ἀποδημεῖς ἐξαίφνης ζ προκόπτεις ὅταν οὐκ ἐλπίζεις η κοινωνεῖς καὶ συμφέρει σοι θ στρατεύῃ καὶ προκόπτεις ι εὖξαι σήμερον καὶ αὔριον ἐρώτησον κε Ἰεφθάεα οὐ θεωρεῖς τὴν πατρίδα β οὐκ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ γ λαμβάνεις ληγᾶτον δ οὐ πεφαρμάκευσαι. μὴ φοβοῦ ε ἀπαλλάσσῃ τῆς γυναικός ϛ λανθάνει σου ὁ δρασμός ζ βουλευτὴς γίνῃ καὶ ἄρχων η πρεσβεύεις καὶ εὐημερεῖς θ οὐ φυγαδεύῃ. μὴ φοβοῦ ι γίνῃ βιοπράτης κϛ Σεβωείμα ἀγοράζεις ὃ ἐνθυμεῖσαι β οὐχ εὑρήσεις ἄρτι πωλῆσαι γ οὐ προγράφεται τὰ σά δ ὀλίγον κερδαίνεις ε ζῇ ὁ ἀπόδημος. μὴ θρήνει ϛ λαμβάνεις τὸ ἀργύριον βραδέως ζ λαμβάνεις κομιᾶτον η ἀποκαθίστασαι εἰς τὸν τόπον θ συναλλάξαι ἑτέρῳ συμφέρει σοι ι οὐκ ἔχεις ὠφέλειαν ἀπὸ τοῦ φίλου κζ Ἰούδας Ἰακώβουα οὐ κινῇ ἐκ τοῦ τόπου β οὐ βλαβήσῃ. μὴ ἀγωνία γ γαμεῖς ἣν θέλεις γυναῖκα δ ἀγοράζεις τὸ προκείμενον ε εὐτυχήσεις ἐκ κόπου ϛ συναλλάσσεις ἄρτι ζ οὐκ ἀποδημεῖς μακράν η προκόπτεις ἐξάπινα θ μὴ κοινωνήσῃς τῷ πράγματι ι στρατεύῃ εὐτυχῶς κη Βοόςα οὐκ ἀθαρρῶν ἀγωνίζου β ἀπολύεται ὁ συνεχόμενος γ καταλλάσσῃ τῇ γυναικί δ ἱερατεύεις ἐκ κόπων ε καταλαμβάνῃ ἐὰν μὴ σπεύσῃς ϛ ἀγοράζεις χωρίον καὶ οἰκίαν ζ οὐ παραμένει σου ὁ πλοῦτος η παραμένει σου ἡ γυνή θ οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου ι οὐ γίνῃ δεκάπρωτος κθ Φανουήλα ἀπαρτίζεις ὃ ἐπιβάλλῃ β οὐ λαμβάνεις ληγᾶτον γ οὐ πεφαρμάκευσαι δ οὐ καταλλάσσῃ τῇ γυναικί ε οὐ λανθάνει σου ὁ δρασμός ϛ γίνῃ βουλευτής ζ πρεσβεύεις, οὐ μόνος δέ η οὐ φυγαδεύῃ. μὴ ἀγωνία θ γίνῃ βιοπράτης ι ἀγοράζεις ὃ ἐνθυμεῖσαι ϛ οὐχ εὑρίσκεις τὸ ἀπολόμενον ζ δανείζῃ καὶ εὐθέως δαπανᾷς αὐτά η οὐ κληρονομεῖς τὸν φίλον θ ἔχεις ἐσχάτην καλήν ι οὐχ εὑρήσεις τὸν φυγόντα ἄρτι λβ Ἰούδαςα οὐ καταλαμβάνῃ ἐὰν φυλάσσῃς β οὐκ ἀγοράζεις χωρίον γ οὐ παραμένει σου ὁ πάλληξ δ οὐ παραμένει σου ἡ πρώτη γυνή ε οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου ϛ οὐ γίνῃ δεκάπρωτος ζ οὐ θεωρεῖς τὴν πατρίδα η οὐκ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ θ οὐ λαμβάνεις ληγᾶτον ι πεφαρμάκευσαι. ἑαυτῷ βοήθει λγ Γεδεώνα οὐ καταλλάσσῃ τοῖς κυρίοις β μὴ δίδου τὰ γράμματα ἄρτι γ ἔχεις χρόνον ζωῆς δ οὐκ ἀνοίγεις ἐργαστήριον ἄρτι ε σώζῃ τῆς ἀσθενείας ϛ οὐχ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους ζ οὐχ εὑρίσκεις τὸ ἀπολόμενον η οὐ γίνῃ πρεσβύτερος ἄρτι θ κληρονομεῖς τὸν φίλον ι οὐκ ἔχεις ἐσχάτην καλήν λδ Ἱεζεκιήλα ὑβρισθήσῃ δεινῶς β τὸ γεννηθὲν θρέψεις γ σώζῃ τῆς κατηγορίας δ δίδεις τοὺς λόγους. μὴ ἀγωνία ε οὐκ ἔρχεται ὁ ἀπόδημος ϛ οὐκ ἀποδίδεις ὃ ὀφείλεις ζ δανείζῃ καὶ εὐθέως δαπάνᾳς αὐτά η τίκτει μετὰ κινδύνου θ κινῇ ἐκ τοῦ τόπου ι οὐ βλάπτῃ. μὴ ἀγωνία λε Βαρθολομαῖοςα οὐκ εὐτυχήσεις, ἀλλὰ καὶ οὐ τελείως β συναλλάσσεις ἐξάπινα γ οὐκ ἀποδημεῖς μακράν δ προκόπτεις ταχύ ε μὴ κοινώνει τῷ πράγματι ϛ ἐὰν στρατεύσῃ, μετανοήσεις ζ οὐκ ἔστιν ὥρα. ἔνδος ἄρτι η ἐὰν ἄρτι πλεύσῃς, ναυαγήσεις θ ἐὰν κοινωνήσῃς, βλάπτῃ ἐν τῷ πράγματι ι τίκτει, ἀλλὰ μετὰ κινδύνου λϛ Σεβήρα οὐκ ἔχεις ὠφέλειαν ἀπὸ τοῦ φίλου β οὐ πωλῇ. οὐ συμφέρει σοι γ ὅπου ὑπάγεις μένεις δ οὐ λαμβάνεις ἄρτι τὸ ὀψώνιον ε λαμβάνεις τὴν παραθήκην ϛ οὐ ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν ζ ἐὰν θῇς παραβόλιον, ἀπολεῖται η πίστευε καὶ ἔχεις ἐλπίδα καλήν θ ἐπιτυγχάνεις τῆς ἐπικλήσεως ι γίνῃ ἐπίσκοπος λζ Δαυείδα βραδύνει ὁ ἀπόδημος, ἀλλʼ ἔρχεται β ἀποδίδεις ὃ ὀφείλεις, βραδέως δέ γ δανείζῃ καὶ βλάπτῃ μεγάλως δ τίκτει μετὰ κινδύνου ε οὐ κινῇ ἄρτι ἐκ τοῦ τόπου ϛ οὐ βλάπτῃ. μὴ ἀγωνία ζ γαμεῖς τὴν ἀπὸ συνηθείας καθʼ ἡμέραν γυναῖκα η ἀγοράζεις τὸ προκείμενον θ εὐτυχεῖς εἰς τὰ ἔσχατα ι συναλλάξεις καὶ ὠφελεῖσαι λη Ἱερεμίαςα τὸ γεννηθὲν οὐ σώζεται β σώζῃ τῆς κατηγορίας γ οὐ δίδεις ἄρτι τοὺς λόγους δ οὐκ ἔρχεται ὁ ἀπόδημος ε ἀποδίδεις ὃ ὀφείλεις ϛ οὐ δανείζῃ. οὐδείς σοι δίδει ζ τίκτει, ἀλλʼ οὐ τρέφεται η οὐ κινῇ ἄρτι ἐκ τοῦ τόπου θ βλάπτῃ, ἐφʼ ἑτέρῳ δὲ κερδήσεις ι οὐ δύνασαι γαμῆσαι ἄρτι. σιώπα τέως λθ Μάρκοςα εἰπὲ τὴν δίκην. μὴ ὑπέρθῃ β μένει σοι τὰ ὑπάρχοντα γ λαμβάνεις τὴν φερνήν δ κληρονομεῖς τοὺς γονεῖς ε τεκνοῖς ταχέως ϛ οὐ καταλλάσσῃ τοῖς κυρίοις ζ δίδεις τὰ γράμματα ταχέως η ἔχεις χρόνον ζωῆς θ οὐκ ἀνοίγεις ἐργαστήριον ι σώζῃ τῆς ἀσθενείας μ Ζαχαρίαςα οὐ γίνῃ πρεσβύτερος νῦν β οὐ κληρονομεῖς τὸν φίλον γ ἔχεις ἐσχάτην καλήν δ οὐχ εὑρήσεις τὸν φυγόντα ἄρτι ε ἄρχοντος γένεσιν ἔχεις ϛ κληρονομεῖς τὴν μητέρα ζ κληρονομεῖς τὸν πατέρα η ἐλευθεροῦσαι μετὰ ληγάτου θ ὑβρίζῃ καὶ ζημιοῦσαι ι σώζεται τὸ γεννηθέν μα Μαλαχίαςα οὐ μένει σοι τὰ ὑπάρχοντα σῶα β λαμβάνεις τὴν φερνήν γ κληρονομεῖς τοὺς γονεῖς δ οὐ τεκνοῖς ἄρτι ε καταλλάσσῃ τοῖς κυρίοις ϛ δίδεις τὰ γράμματα βραδέως ζ ἔχεις χρόνον ζωῆς η οὐκ ἀνοίγεις ἐργαστήριον θ σώζῃ τῆς ἀσθενείας ι οὐχ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους μβ Ἐζεκίαςα οὐ νικᾷς. σιώπα, ἡσύχαζε β κληρονομεῖς ὃν οὐκ ἐλπίζεις γ οὐ μισθοῦσαι ἄρτι οὐδέν δ οἰκονομεῖς, ἀλλʼ οὐ κατηγορεῖσαι ε οὐκ ἐκτιτρώσκει. μὴ φοβοῦ ϛ δανείσας, βραδέως ἀπολήψῃ ζ πωλεῖς τὸ φορτίον ἐπὶ κέρδει η ἀπολύεσαι τῆς συνοχῆς θ γίνη μοναχός ι ὁ ἀσθενῶν μακρονοσήσει μγ Σαμουήλα οὐ δίδοταί σοι ἑτέρῳ συναλλάξαι β ὠφελεῖσαι ἀπὸ τοῦ φίλου γ ἐὰν πραθῇς, μετανοήσεις δ ὅπου ὑπάγεις οὐ μένεις ε λαμβάνεις τὸ ὀψώνιον ϛ λαμβάνεις τὴν παραθήκην ζ ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν η ἐὰν θῇς παραβόλιον, ἀπολεῖται θ ἔχεις ἐλπίδα πίστεως ι οὐκ ἀποτυγχάνεις τῆς ἐπικλήσεως μδ Ἀνδρέαςα οὐ δίδοταί σοι στρατευθῆναι β ἐπερώτησον καὶ ἀκούεις τὴν ἀλήθειαν γ πλέεις ἐξαίφνης μετὰ φόβου δ μοιχὸς γίνεσαι. μὴ ἐπιθυμήσῃς. δὸς τόπον ε νικᾷς. ἀγωνίζου καὶ σπεῦδε ϛ ἀγοράζεις οἰκίαν καὶ χωρίον ζ γαμεῖς καὶ οὐ παραμένει ἡ γυνή η ἄτεκνος γενέσθαι ἔχεις ὡς νομίζω θ κινδυνεύεις ὑπὸ τῆς φορᾶς ι οὐ λήψῃ τὴν παραθήκην με Ἰώβα κληρονομεῖς τοὺς γονεῖς β τεκνοῖς ἄρσεν καὶ θῆλυ γ καταλλάσσῃ τοῖς κυρίοις δ κενῶς δίδεις τὰ γράμματα ε ἔχεις χρόνον ζωῆς ϛ οὐκ ἀνοίγεις ἐργαστήριον ζ σώζῃ τῆς ἀσθενείας η ὑπάγεις καὶ εὐτυχεῖς θ εὑρίσκεις τὸ ἀπολόμενον ι οὐ γίνῃ πρεσβύτερος. μὴ ἔλπιζε μϛ Ἰάκωβοςα γαμεῖς τὴν γυναῖκα β οὐκ ἀγοράζεις τὸ προκείμενον γ εὐτυχεῖς ἐκ κόπων πολλῶν δ οὐ συναλλάσσεις. μὴ ἔλπιζε. καρτέρει ε ἀποδημεῖς ἐξαίφνης ϛ προκόπτεις ὅτε οὐκ ἐλπίζεις ζ μὴ κοινώνει. βλάπτῃ ἐν τῷ πράγματι η στρατεύῃ καὶ προκόπτεις ταχύ θ ἐρώτα μετὰ πίστεως ι πλέεις μετὰ κόπου μζ Ἰσαάκα σώζῃ τῆς κατηγορίας β δίδεις τοὺς λόγους βραδέως γ ἔρχεται ὁ ἀπόδημος ἐξαίφνης δ ἀποδίδεις ἐκ μέρους ὃ ὀφείλεις ε δανείζῃ ἐπὶ ὑποθήκῃ ϛ τίκτει τὸ γεννηθέν. σιώπα ζ κινῇ ἐκ τοῦ τόπου. ἀγωνίζου η βλαβῆναι ἔχεις. φοβοῦ θ γαμεῖς καὶ μετανοεῖς ι οὐκ ἀγοράζεις τὸ προκείμενον μη Φαλέκα οὐ στρατηγεῖς ἄρτι β οὐκ ἔχεις θάνατον ἰδεῖν νῦν γ νικᾷς. ἀγωνίζου ἕως θανάτου δ κληρονομεῖς καὶ ἄλλους ε μίσθωσαι καὶ κερδήσεις ϛ οἰκονομεῖς καὶ κατηγορεῖσαι ζ οὐκ ἐκτιτρώσκει. μὴ φοβοῦ η δανείζεις ἐπὶ ὑποθήκῃ θ πωλεῖς τὸ φορτίον ι ἀπολύῃ τῆς συνοχῆς μθ Ἰωσήφα γίνῃ μοναχός β ὁ ἀσθενῶν ταχέως ὑγιαίνει γ οὐ σώζῃ τῆς συκοφαντίας δ κληρονομεῖς τὴν γυναῖκα ε μὴ λέγε τὴν δίκην ἄρτι ϛ μένει σοι τὰ ὑπάρχοντα σῶα ζ οὐ λαμβάνεις τὴν φερνήν η κληρονομεῖς τοὺς γονεῖς θ τεκνοῖς. μὴ ἀγωνία ι οὐ καταλλάσσῃ τοῖς κυρίοις ν Ἀμώςα οὐ δύνασαι ἄρξαι νῦν β οὐ κληρονομεῖς τὴν μητέρα γ οὐ κληρονομεῖς τὸν πατέρα δ οὐκ ἐλευθεροῦσαι ἄρτι ε οὐχ ὑβρίζῃ. μὴ ἀγωνία ϛ τὸ γεννώμενον σώζεται ζ σώζῃ τῆς κατηγορίας η δίδεις τοὺς λόγους. μὴ ἀγωνία θ ἔρχεται ὁ ἀπόδημος ἐξαίφνης ι ἀποδίδεις ὃ ὀφείλεις να Ζαχαρίαςα ὅπου ὑπάγεις οὐ μένεις β λαμβάνεις τὸ ὀψώνιον γ οὐ λαμβάνεις τὴν παραθήκην δ οὐ ποιεῖ ὁ ἀδελφὸς οὐδὲν εἰς τὴν ἐγχείρησιν ε θὲς παραβόλιον. νικᾷς γάρ ϛ ἔχεις ἐλπίδα πίστεως εἰς τὸ πρᾶγμα ζ ἐπιτυγχάνεις τῆς ἐπικλήσεως η γίνῃ ἐπίσκοπος καὶ βλάπτῃ θ στρατηγεῖς καὶ μέμψιν αἱρεῖς ι ὄψει θάνατον ἐπικερδῆ νβ Ἰεχονίαςα ἐὰν μισθώσῃ, βλάπτῃ β οἰκονομεῖς εὐτυχῶς γ ἐκτιτρώσκει καὶ κινδυνεύει δ δανείσας, βραδὺ ἀπολήψῃ ε πωλεῖς τὸ φορτίον καλῶς ϛ οὐκ ἀπολύεσαι τῆς συνοχῆς ζ γίνῃ μοναχός η ὁ ἀσθενῶν ζήσει θ σώζῃ τῆς συκοφαντίας ι κληρονομεῖς τὴν γυναῖκα νγ Ἀβδιοῦα οὐχ εὑρήσεις τὸν φυγόντα β ἄρξεις καὶ εὐημερήσεις γ κληρονομεῖς τὴν μητέρα δ κληρονομεῖς τὸν πατέρα ε ἐλευθεροῦσαι τὸ ἀργύριον διδούς ϛ ὑβρίζῃ δεινῶς ζ οὐ ζῇ τὸ γεννηθέν η οὐ σώζῃ τῆς κατηγορίας θ οὐ δίδεις ἄρτι τοὺς λόγους ι οὐκ ἔρχεται ὁ ἀπόδημος νδ Ἀσάφα οὐ παραμένει σου ἡ γυνή β οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου γ δεκαπρωτεύσεις καὶ βλάψῃ δ ἔχεις τὴν πατρίδα θεωρῆσαι ε οὐκ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ ϛ λαμβάνεις ληγᾶτον ὀλίγον ζ οὐ πεφαρμάκευσαι. μὴ φοβοῦ η οὐ καταλλάσσῃ τῇ γυναικί θ οὐ λανθάνει σου ὁ δρασμός ι οὐ γίνῃ βουλευτὴς νῦν νε Σαβαχάρα οὐ λαμβάνεις κομιᾶτον β ἀποκαθίστασαι εἰς τὸν τόπον γ συναλλάξας ἑτέρῳ κερδήσεις δ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου ε οὐ πωλῇ. οὐ συμφέρει σοι ϛ μένεις ὀλίγον χρόνον ὅπου ὑπάγεις ζ λαμβάνεις ὀψώνιον βραδέως η ἀπολήψῃ τὴν παραθήκην θ οὐ ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν ι ἐὰν θῇς παραβόλιον, ἀπολεῖται νϛ Σολομώνα δίδεις τοὺς λόγους μεθʼ ὕβρεως β οὐκ ἔρχεται ὁ ἀπόδημος ἄρτι γ ἀποδίδεις ὃ ὀφείλεις ἐξ ἀλλοτρίων δ οὐ δύνῃ νῦν δανείσασθαι. σιώπα ε τίκτει καὶ κινδυνεύει ϛ κινῇ ἐκ τοῦ τόπου ἐπὶ τὸ κρεῖττον ζ ἔχεις βλαβῆναι, ὀλίγον δέ η οὐ γαμεῖς ἄρτι. περίμεινον δέ θ οὐκ ἀγοράζεις τὸ προκείμενον ι εὐτυχήσεις ἐπὶ τὰ ἔσχατα νζ Ἱερεμίαςα οὐ λαμβάνεις ληγᾶτον β πεφαρμάκευσαι. ἑαυτῷ βοήθει γ οὐ καταλλάσσῃ τῇ γυναικί δ λανθάνει σου ὁ δρασμός ε οὐ γίνῃ βουλευτὴς ἄρτι ϛ πρεσβεύεις, οὐ μόνος δέ ζ οὐ φυγαδεύῃ. μὴ φοβοῦ η βιοπράτης γίνῃ, οὐ τελείως θ ἀγοράζεις ὃ ἐνθυμεῖσαι ι οὐχ εὑρήσεις ἄρτι πωλῆσαι νη Ἰεφθάεα οὐχ εὑρήσεις κερδῆσαι ἀπὸ τοῦ πράγματος β ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται γ λήψῃ κατὰ μέρος τὸ ἀργύριον δ οὐ λαμβάνεις κομιᾶτον ε ἀποκαθίστασαι εἰς τὸν τόπον ϛ ἐὰν συναλλάξῃς, βλάπτῃ ζ ὠφελεῖσαι ἀπὸ τοῦ φίλου η οὐ πωλῇ ἐπὶ τὸ συμφέρον θ ὅπου ὑπάγεις οὐ μένεις ι λαμβάνεις τὸ ὀψώνιον νθ Τωβίαςα γίνῃ ἐπίσκοπος β οὐ στρατηγεῖς ἄρτι γ θεωρεῖς θάνατον πρὸ καιροῦ δ οὐ νικᾷς ὁλοκλήρως ε κληρονομεῖς, οὐ μόνος δέ ϛ μίσθωσαι καὶ ὠφελεῖσαι ζ οἰκονομεῖς, ἄρτι δὲ οὔ η οὐκ ἐκτιτρώσκει. μὴ φοβοῦ θ μὴ δάνειζε καὶ βλαβήσῃ ι οὐ πωλεῖς τὸ φορτίον καὶ βλάπτῃ ξ Ἰωάννηςα πωλῇ, ἄρτι δὲ οὐκέτι β μένεις ὁλοχρονεὶ ὅπου ὑπάγεις γ λαμβάνεις τὸ ὀψώνιον δ λαμβάνεις τὴν παραθήκην ε ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν ϛ θὲς παραβόλιον. νικᾷς ζ εὖ πιστεύεις, ἄρτι δὲ οὔ η ἐπιτεύξῃ τῆς ἐπικλήσεως θ γίνῃ ἐπίσκοπος ι μένει σοι τὰ ὑπάρχοντα σῶα ξα Νῶεα ἐκτιτρώσκει καὶ κινδυνεύει β δάνεισον ἐπὶ ὑποθήκῃ γ πωλεῖς τὸ φορτίον δ οὐκ ἀπολύῃ τῆς συνοχῆς ε γίνῃ μοναχός ϛ ὁ ἀσθενῶν σωθήσεται ζ σώζῃ τῆς συκοφαντίας η κληρονομεῖς τὴν γυναῖκα θ εἰπὲ τὴν δίκην. μὴ ὑπέρθῃ ι μένει σοι τὰ ὑπάρχοντα σῶα ξβ Ἐλισσαῖοςα οὐκ ἔχεις χρόνον ζωῆς β οὐκ ἀνοίγεις ἐργαστήριον γ σώζῃ τῆς ἀσθενείας δ οὐχ ὑπάγεις. μὴ ἀγωνία ε εὑρίσκεις τὸ ἀπολόμενον ϛ οὐ γίνῃ πρεσβύτερος ζ κληρονομεῖς τὸν φίλον η οὐκ ἔχεις ἐσχάτην καλήν θ εὑρίσκεις τὸν φυγόντα βραδέως ι οὐκ ἔχεις ἄρξαι. μὴ ἀγωνία ξγ Μαριάμα ἀποδημεῖς καὶ ἀσθενεῖς ἐπὶ τέλος β δεκαπρωτεύεις καὶ βλάπτῃ γ φυγαδεύῃ διʼ αἰῶνος δ οὐκ ἀπολύεται ὁ συνεχόμενος ε καταλλάσσῃ τῇ γυναικί ϛ ἱερατικοῦ τύχην ἔχεις ζ προδότις ἡ γυνὴ ἔσται η οὐκ ἀγοράζεις ἄρτι οἰκίαν θ οὐ παραμένει ὁ πάλληξ ι παραμένει σου ἡ γυνή ξδ Ἰεσσαία οὐ ζῇ ὁ ἀπόδημος β ἀπόταξαι περὶ τοῦ ἀργυρίου γ λαμβάνεις κομιᾶτον δ ἀποκαθίστασαι εἰς τὸν τόπον σου ε ἑτέρῳ συναλλάξας κερδήσεις ϛ ὠφελεῖσαι ἀπὸ τοῦ φίλου ζ οὐ πωλῇ ἄρτι. οὐ συμφέρει σοι η ὅπου πορεύῃ, οὐ μένεις ἐκεῖ θ οὐ λαμβάνεις τὸ ὀψώνιον ι οὐ λαμβάνεις νῦν τὴν παραθήκην ξε Ἰωβάβα οὐ παραμένει σου ὁ πάλληξ β παραμένει σου ἡ γυνή γ οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου δ γίνῃ δεκάπρωτος ε ἔχεις τὴν πατρίδα θεωρῆσαι ϛ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ ζ λαμβάνεις ληγᾶτον ὀλίγον η πεφαρμάκευσαι. ἑαυτῷ βοήθησον θ οὐ καταλλάσσῃ τῇ γυναικί ι λανθάνει σου ὁ δρασμός ξϛ Σαβαχάρα γίνῃ βιοπράτης τελείως β οὐκ ἀγοράζεις ὃ ἐνθυμεῖσαι γ εὑρίσκεις πωλῆσαι μετὰ κέρδους δ προγράφεται τὰ σὰ καὶ ἄλλα κερδήσεις ε κερδήσεις ἀπὸ τοῦ πράγματος ϛ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται ζ οὐ λαμβάνεις τὸ ἀργύριον η λαμβάνεις κομιᾶτον θ οὐκ ἀφίστασαι ἀπὸ τοῦ τόπου ι ἑτέρῳ συναλλάξας, βλάπτῃ ξζ Ῥαγουήλα φυγαδεύθητι πρὸς ὀλίγον β οὐ γίνῃ βιοπράτης τελείως γ ἀγοράζεις ὃ ἐνθυμεῖσαι δ εὑρίσκεις πωλῆσαι βραδέως ε οὐ προγράφεται τὰ σά. μὴ φοβοῦ ϛ κερδαίνεις ἀπὸ τοῦ πράγματος ζ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται η λαμβάνεις τὸ ἀργύριον κατὰ μόνας θ λαμβάνεις κομιᾶτον ι καθίστασαι εἰς τὸν τόπον σου ξη Ὠσηέα κληρονομεῖς τὸν πατέρα, οὐ μόνος β οὐκ ἐλευθεροῦσαι ἄρτι γ οὐχ ὑβρίζῃ. μὴ φοβοῦ δ σώζεται τὸ γεννηθέν ε σώζῃ τῆς κατηγορίας ϛ δίδεις τοὺς λόγους μεθʼ ὕβρεως ζ ἔρχεται ὁ ἀπόδημος βραδέως η οὐκ ἀποδίδεις νῦν ὃ ὀφείλεις θ δανείζῃ βραδέως εὑρών ι τὸ γεννώμενον οὐ τρέφεται ξθ Ἰώχα ὁ συνεχόμενος ἀποθνῄσκει β οὐκ ἔχεις ἱερατεῦσαι γ ἀπολύεται ὁ συνεχόμενος δ οὐ καταλλάσσῃ τῇ γυναικί ε οὐκ ἰσχύεις ἱερατεῦσαι ϛ καταλαμβάνεσαι ἐὰν μὴ σπεύσῃς ζ ἀγοράζεις, ἀλλὰ μετὰ κόπου η παραμένει ὁ πάλληξ θ οὐ παραμένει σου ἡ γυνή ι οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου ο Σοφονίαςα σώζῃ τῆς ἀσθενείας β οὐχ ὑπάγεις, ἀλλαχοῦ δὲ ὑπάγεις γ εὑρίσκεις τὸ ἀπολόμενον δ γίνῃ πρεσβύτερος καὶ εὐημερεῖς ε οὐ κληρονομεῖς τὸν φίλον ϛ οὐκ ἔχεις ἐσχάτην καλήν ζ οὐχ εὑρήσεις τὸν φυγόντα η ἄρξεις καὶ εὐημερήσεις θ κληρονομεῖς τὴν μητέρα ι οὐ κληρονομεῖς τὸν πατέρα οα Μωυσῆςα τίκτει μετὰ κινδύνου β κινῇ ἐκ τοῦ τόπου γ βλάπτῃ, ἄλλοθεν δὲ κερδαίνεις δ γαμεῖς ἣν θέλεις γυναῖκα ε οὐκ ἀγοράζεις τὸ προκείμενον ϛ εὐτυχήσεις εἰς τὰ ἔσχατα ζ συνάλλαξον καὶ κερδήσεις η ἀποδημεῖς ἐξαίφνης θ οὐ προκόπτεις ἄρτι ι ἐὰν κοινωνήσῃς, βλάπτῃ οβ Φογώρα οὐ γίνῃ βουλευτής β πρεσβεύεις. ἑτοιμάζου γ οὐ φυγαδεύῃ. μὴ φοβοῦ δ οὐ γίνῃ βιοπράτης ε ἀγόραζε ὃ ἐνθυμηθῇς ϛ εὑρίσκεις πωλῆσαι καλῶς ζ προγράφεται τὰ σά, ἀλλʼ οὐδὲν κτήσῃ η οὐ κερδαίνεις ἀπὸ τοῦ πράγματος θ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται ι τὸ ἀργύριον βραδὺ ἀπολήψῃ ογ Ἐσρώμα οὐκ ἀγοράζεις ἄρτι χωρίον β παραμένει ὁ πάλληξ γ οὐ παραμένει ἡ πρώτη γυνή δ οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου ε γίνῃ δεκάπρωτος ἐξαίφνης ϛ ἔχεις τὴν πατρίδα θεωρῆσαι ζ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ βραδέως η οὐ κερδαίνεις ἀπὸ τοῦ πράγματος θ ζῇ ὁ ἀπόδημος καὶ ἐξέρχεται ι τὸ ἀργύριόν σου βραδὺ ἀπολήψῃ οδ Ῥούθα οὐ σώζῃ τῆς συκοφαντίας β οὐ κληρονομεῖς τὴν γυναῖκα γ εἰπὲ τὴν δίκην. νικᾷς δ οὐ μένει σοι τὰ ὑπάρχοντα ε ϛ κληρονομεῖς τοὺς γονεῖς ζ οὐ τεκνοῖς ἄρτι. μὴ προσδόκα η καταλλάσσῃ τοῖς κυρίοις θ δὸς τὰ γράμματα. ἐπιτεύξῃ ι ἔχεις χρόνον ζωῆς ὅσον ὁ θεὸς θέλει οε Ἐνώχα οἰκονομεῖς ταχέως β ἐκτιτρώσκει καὶ κινδυνεύσει γ δανείσας, βραδέως ἀπολήψῃ δ οὐ πωλεῖς τὸ φορτίον ἄρτι ε ἀπολύῃ τῆς συνοχῆς ϛ γίνῃ μοναχός ζ ὁ ἀσθενῶν σωθήσεται η σώζῃ τῆς συκοφαντίας θ οὐ κληρονομεῖς τὴν γυναῖκα ι εἰπὲ τὴν δίκην. νικᾷς. ἀγώνισαι οϛ Ἰωήλα οὐ κληρονομεῖς τὴν μητέρα β οὐ κληρονομεῖς τὸν πατέρα γ ἐλευθεροῦσαι βραδέως δ οὐχ ὑβρίζῃ. μὴ ἀγωνία ε τὸ γεννηθὲν οὐ τρέφεται ϛ κινδυνεύσεις κατηγορούμενος ζ δίδεις τοὺς λόγους μεθʼ ὕβρεως η οὐκ ἔρχεται ὁ ἀπόδημος νῦν θ ἀποδίδεις ὃ ὀφείλεις ἐκ κόπου ι οὐ δύνῃ ἄρτι δανείσασθαι οζ Κορέα οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου β γίνῃ δεκάπρωτος γ ἔχεις τὴν πατρίδα θεωρῆσαι δ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ ε οὐ λαμβάνεις ληγᾶτον ϛ οὐ πεφαρμάκευσαι. μὴ φοβοῦ ζ οὐ καταλλάσσῃ τῇ γυναικί η οὐ λανθάνει σου ὁ δρασμός θ οὐ γίνῃ βουλευτής ι πρεσβεύεις, οὐ μόνος οη Μανασσῆςα ὄψει θάνατον μὴ θέλων β οὐ νικᾷς. καρτέρει. μακροθύμει γ οὐ κληρονομεῖς δ ἐὰν μισθώσῃ, κερδήσεις ε οὐκ οἰκονομεῖς ἄρτι ϛ ἐκτιτρώσκει καὶ κινδυνεύσει ζ δάνεισον ἐπὶ ὑποθήκῃ η οὐ πωλεῖς ἄρτι τὸ φορτίον θ ἀπολύῃ τῆς συνοχῆς ι οὐ γίνῃ μοναχός οθ Θωμᾶςα οὐ συμφέρει σοι συναλλάξαι β ἀποδημεῖς ἐξαίφνης γ οὐ προκόπτεις ἄρτι δ καλῶς κοινωνεῖς τῷ πράγματι ε στρατεύῃ καὶ ταχὺ προκόπτεις ϛ ἐπερώτησον ὥρᾳ ἕκτῃ ζ πλέεις μετὰ ἐγκοπῆς η οὐ μένει σοι τὰ ὑπάρχοντα θ ἄρξεις καὶ εὐημερήσεις ι λανθάνει σου ὁ δρασμός π Ἡσαίαςα ἀπολύεται ὁ συνεχόμενος β οὐ καταλλάσσῃ τῇ γυναικί γ γίνῃ ἱερατικός δ ἀσφαλίζεσαι ... ε ἀγοράζεις ὃ ἐνθυμῇ ϛ οὐ παραμένει σου ὁ πάλληξ ζ οὐ παραμένει σου ἡ δευτέρα γυνή η οὐ συγκροτεῖσαι ἀπὸ τοῦ φίλου θ οὐ γίνῃ δεκάπρωτος ι ἔχεις τὴν πατρίδα θεωρῆσαι πα Ναχώρα ἀπαλλάσσῃ τῆς γυναικός β οὐ λανθάνει σου ὁ δρασμός γ γίνῃ βουλευτὴς καὶ ἄρχων δ πρεσβεύεις, οὐ μόνος δέ ε οὐ φυγαδεύῃ. μὴ φοβοῦ ϛ γίνῃ βιοπράτωρ ζ ἀγοράζεις ὃ ἐνθυμῇ η εὑρήσεις πωλῆσαι ταχέως θ προγράφεται τὰ σά ι οὐ κερδαίνεις ἀπὸ τοῦ πράγματος πβ Σεδράχα ὁ ἀσθενῶν σωθήσεται β οὐ φυγαδεύῃ διʼ αἰῶνος γ οὐκ ἔρχεται ὁ ἀπόδημος δ καταλλάσσῃ τοῖς κυρίοις ε ἀπολύεται ὁ συνεχόμενος ϛ οὐ καταλλάσσῃ τῇ γυναικί ζ ἱερατεύσεις ἐκ κόπων η ἐὰν μείνῃς, καταλαμβάνῃ θ ἀγοράζεις προχρησάμενος ι οὐ παραμένει σου ὁ πάλληξ πγ Συμεώνα οὐκ ἀπολύεσαι τῆς συνοχῆς β γίνῃ μοναχός γ σώζεται τῆς ἀσθενείας δ σώζῃ τῆς συκοφαντίας ε οὐ κληρονομεῖς τὴν γυναῖκα ϛ μὴ λέγε τὴν δίκην. οὐ νικᾷς ζ ὀλίγα μένει σοι τῶν ὑπαρχόντων η λαμβάνεις τὴν φερνήν θ θὲς παραβόλιον. νικᾷς γάρ ι οὐ καταλλάσσῃ ἄρτι τῇ γυναικί πδ Μανωέα οὐκ ἔχεις ὠφέλειαν ἀπὸ τοῦ φίλου β ἔχεις ἐλπίδα πίστεως γ οὐ ζῇ ὁ ἀπόδημος δ ἀτέκνου γένεσιν ἔχεις ε οὐ κληρονομεῖς τοὺς γονεῖς ϛ πιπράσκῃ καὶ φεύγεις ζ ἐὰν πλεύσῃς ἄρτι, ναυαγήσεις η ἀποκαθίστασαι εἰς τὸν τόπον θ θὲς παραβόλιον. νικᾷς γάρ ι οὐ καταλλάσσῃ ἄρτι τῇ γυναικί πε Σιγώρα προγράφεται τὰ σά. ἕτερα κερδήσεις β κερδαίνεις ἀπὸ τοῦ πράγματος γ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται δ λήψῃ τὸ ἀργύριον. ἀγωνίζου ε λαμβάνεις κομιᾶτον ϛ καθίστασαι εἰς τὸν τόπον ζ συναλλάξας ἑτέρῳ κερδήσεις η οὐκ ἔχεις ὠφέλειαν ἀπὸ τοῦ φίλου θ πιπράσκῃ καὶ ὠφελεῖσαι ἐξαίφνης ι ὅπου ἐὰν ἀπέλθῃς, οὐ μένεις πϛ Ἰωσεδέκα μὴ δάνειζε. μὴ δίδου β πωλεῖς τὸ φορτίον εὐτυχῶς γ ἀπολύεσαι τῆς συνοχῆς δ γίνῃ μοναχός ε ὁ ἀσθενῶν μακρονοσεῖ ϛ σώζῃ τῆς συκοφαντίας ζ κληρονομεῖς τὴν γυναῖκα η εἰπὲ τὴν δίκην. νικᾷς θ οὐ μένει σοι τὰ ὑπάρχοντα ι λαμβάνεις τὴν φερνήν πζ Σιείρα εὑρίσκεις πωλῆσαι τὸ φορτίον β προγράφεται τὰ σά, ὅλα δὲ οὐχί γ κερδαίνεις ἀπὸ τοῦ πράγματος δ οὐ ζῇ ὁ ἀπόδημος ε οὐ λήψῃ τὸ ἀργύριον ϛ λαμβάνεις κομιᾶτον ζ οὐκ ἀποκαθίστασαι εἰς τὸν τόπον σου η ἑτέρῳ συναλλάξας βλάπτῃ θ ἔχεις ὠφέλειαν ἀπὸ τοῦ φίλου ι οὐ πιπράσκῃ. ἐλευθεροῦσαι πη Μισάχα στρατεύῃ καὶ εὐθέως φεύγεις β οὐκ ἀποκαθίστασαι εἰς τὸν τόπον σου γ εὐτυχήσεις ἐκ κόπων δ οὐκ ἀνοίγεις ἐργαστήριον ε δίδεις τοὺς λόγους καὶ ζημιοῦσαι ϛ ἀπολύεσαι τῆς συνοχῆς ζ καταλλάσσῃ τῇ γυναικί η οὐκ ἔχεις ἱερατεῦσαι εὐθύμως θ ἐν ῥαθυμίᾳ καταλαμβάνῃ ι ἀγοράζεις χωρίον καὶ οἰκίαν πθ Ἀβενεζέρα γίνῃ δεκάπρωτος β ἔχεις τὴν πατρίδα θεωρῆσαι γ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ δ λαμβάνεις ληγᾶτον ε πεφαρμάκευσαι ἀκριβῶς ϛ οὐ καταλλάσσῃ τῇ γυναικί ζ λανθάνει σου ὁ δρασμός η μὴ γίνου βουλευτὴς καὶ ὠφεληθήσῃ θ πρεσβεύεις, οὐ μόνος δέ ι φυγαδεύῃ καὶ φιλανθρωπευθήσῃ ϙ Ῥουβίμα οὐ ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν ἐγχείρησιν β θὲς παραβόλιον. νικᾷς γάρ γ ἔχεις ἐλπίδα πίστεως δ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ε γίνῃ ἐπίσκοπος καὶ βλάπτῃ ϛ στρατηγεῖς καὶ εὐημερεῖς ζ ὄψει θάνατον ταχέως η νικᾷς. ἀγωνίζου μόνον θ κληρονομεῖς καὶ δίκην ἔχεις ι ἐὰν μισθοῦσαι, βλάπτῃ ϙα Ἀβδεναγώα ἔχεις ὑβρισθῆναι μεγάλως β σώζῃ τῆς συκοφαντίας γ σώζεται τὸ γεννηθέν δ ἐπὶ μοιχείᾳ καταλαμβάνεσαι ε οὐ λαμβάνεις τὸ ἀργύριον ϛ ἀποδημεῖς, οὐ καλῶς δέ ζ ἀπολύεσαι τῆς συνοχῆς η οὐ καταλλάσσῃ τῇ γυναικί θ οὐκ ἔχεις ἱερατεῦσαι ι οὐ καταλαμβάνῃ ἐὰν πιστεύσῃς ϙβ Δανιήλα πρεσβεύεις καὶ κινδυνεύεις β ἐὰν πλεύσῃς, ναυαγήσεις γ ὁ ἀσθενῶν σωθήσεται δ οὐ λαμβάνεις τὴν παραθήκην ε οὐ λαμβάνεις τὸ ὀψώνιον ϛ προγράφεται τὰ σὰ ὅλα ζ οἰκονομεῖς καὶ συμφέρει σοι η κινδυνεύεις συνεχόμενος θ καταλλάσσῃ τῇ γυναικί ι οὐκ ἔχεις τύχην ἱερατικοῦ ϙγ Φίλιπποςα οὐκ ἀποδημεῖς νῦν β προκόψεις ἐξαίφνης γ οὐ καλῶς κοινωνεῖς τῷ πράγματι δ οὐ στρατεύῃ ἄρτι. μεῖνον ε ἐρώτησον ἐὰν πιστεύῃς ϛ οὐ πλέεις. οὐ συμφέρει σοι ζ εὑρίσκεις τὸν φυγόντα η σώζῃ τῆς κατηγορίας θ πωλῇ ἐπὶ τὸ συμφέρον ι ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται ϙδ Ἰσάχαρα οὐ πωλεῖς ἄρτι τὸ φορτίον β ἀπολύεσαι τῆς συνοχῆς γ οὐ γίνῃ μοναχός δ σώζεται τῆς ἀσθενείας ε σώζῃ τῆς συκοφαντίας ϛ οὐ κληρονομεῖς τὴν γυναῖκα ζ εἰπὲ τὴν δίκην. μὴ ὑπέρθῃ η οὐ μένει σοι τὰ ὑπάρχοντα θ οὐ λαμβάνεις τὴν φερνήν ι κληρονομεῖς τοὺς γονεῖς ϙε Λευία εἰ θῇς παραβόλιον, ἀπολεῖται β οὐκ ἔχεις ἐλπίδα πίστεως γ ἐπιτεύξῃ τῆς ἐπικλήσεως δ γίνῃ ἐπίσκοπος ε στρατηγήσεις καὶ εὐημερήσεις ϛ οὐ θεωρεῖς θάνατον νῦν ζ νικᾷς. ἀγωνίζου η οὐχ ὑβρίζῃ. μὴ ἀγωνία θ μίσθωσαι. οὐ βλάπτῃ ι οἰκονομεῖς πιστευθείς ϙϛ Ἀμβακούμα οὐ κληρονομεῖς τὸν φίλον β οὐκ ἔχεις ἐσχάτην καλήν γ εὑρίσκεις τὸν φυγόντα δ ἄρξεις καὶ εὐημερήσεις ε κληρονομεῖς τὴν μητέρα ϛ κληρονομεῖς τὸν πατέρα ζ ἐλευθεροῦσαι βραδέως η οὐχ ὑβρίζῃ. μὴ ἀγωνία θ ζῇ τὸ γεννηθὲν καὶ τρέφεται ι σώζῃ τῆς κατηγορίας ϙζ Παῦλοςα ἐπιβαλέσθαι ὥρα ἐστὶν ἅπαξ μόνον β ἐὰν πλεύσῃς, ναυαγήσεις γ ὁ ἀπόδημος ἀπέθανεν δ ἀπαρτίζεις ὃ ἐπιβάλλῃ ε πρεσβεύεις καὶ κινδυνεύεις ϛ προγράφεται τὰ σὰ ἅπαντα ζ ἀποκαθίστασαι εἰς τὸν τόπον η οὐκ οἰκονομεῖς. οὐ δέδοται θ ἀπολύεται ὁ συνεχόμενος ι οὐ καταλλάσσῃ τῇ γυναικί ϙη Ἰωάννηςα ἐὰν κοινωνήσῃς, βλάπτῃ β ἐὰν στρατεύσῃ, ταχὺ προκόπτεις γ οὐκ ἔστιν ὥρα νῦν. ἀνάμεινον καὶ ἐρώτησον δ πλέεις ἐξαίφνης μόνος ε γαμεῖς καὶ λῦσον τὸν γάμον ϛ οὐ πωλῇ ἄρτι. οὐ συμφέρει σοι ζ ἀγορανομεῖς καὶ εὐημερεῖς η οὐ καταλλάσσῃ τοῖς κυρίοις θ ἀνοίγεις ἐργαστήριον ι μένεις ὀλίγον χρόνον καὶ ἀναχωρεῖς ϙθ Ἡλίαςα οὐκ ἀνοίγεις ἐργαστήριον ἄρτι β σώζῃ τῆς ἀσθενείας γ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους δ οὐχ εὑρήσεις τὸ ἀπολόμενον ε γίνῃ πρεσβύτερος, ἄρτι δὲ οὔ ϛ οὐ κληρονομεῖς τὸν φίλον ζ ἔχεις ἐσχάτην καλήν η οὐχ εὑρήσεις τὸν φυγόντα θ ἔχεις τύχην ἄρχοντος ι οὐ κληρονομεῖς τὴν μητέρα ρ Συχάρα λαμβάνεις τὴν φερνήν β κληρονομεῖς τοὺς γονεῖς γ τεκνοῖς καὶ οὐ χαρήσῃ δ οὐ καταλλάσσῃ τοῖς κυρίοις ε δὸς τὰ γράμματα. ἐπιτυγχάνεις ϛ οὐκ ἔχεις χρόνον ζωῆς ζ ἀνοίγεις ἐργαστήριον η σώζῃ τῆς ἀσθενείας θ ὑπάγεις εἰς τοὺς ἁγίους τόπους ι τὸ ἀπολόμενον εὑρίσκεται
The Oracles of Astrampsychus, also known as the Sortes Astrampsychi, is an ancient Greek divinatory treatise attributed pseudonymously to the legendary magician Astrampsychus. Composed during the Roman Imperial period, most likely between the second and fourth centuries CE, the work functioned as a practical manual for personal fortune-telling, addressing common concerns such as travel, business, marriage, health, and legal affairs. Its structure is systematic rather than narrative, built around a two-step procedural mechanism. A user would first select from a list of 92 predefined questions and then employ a numerical algorithm, utilizing a random number and a special table, to arrive at one of 1030 possible answers. These responses are characteristically concise, ranging from simple affirmatives or negatives to brief predictive statements. The elaborate, pseudo-random system was designed to imbue the divination process with an aura of mathematical precision and mystical objectivity. The work exemplifies the popular demand for accessible forms of personal guidance in antiquity, operating outside formal religious institutions. Preserved in several Greek manuscripts, the oldest of which dates to the 14th century, the text survives in its entirety, though its transmission history reveals a complex tradition of multiple versions and revisions over time.
Astrampsychus the Magician Oracles, Short Recension in Greek in PDF
Astrampsychus the Magician Oracles, Short Recension in Greek in MD