ΠΕΡΙ ΛΙΜΕΝΩΝ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τιμάγητος δὲ ἐν αʹ Περὶ λιμένων τὸν Ἴστρον φησὶ καταφέρεσθαι ἐκ τῶν Κελτικῶν ὀρῶν, εἶτα ἐκδιδόναι εἰς Κελτικὴν λίμνην· μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν Κελτικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας, καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. Κατακολουθεῖ δὲ αὐτῷ καὶ Ἀπολλώνιος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἴστρον μιν καλέοντες: Τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ ἐν Λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο· γενόμενον δὲ μεταξὺ Σκυθῶν καὶ Θρᾳκῶν σχίζεσθαι· καὶ τὸ μὲν εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν· τὸ δὲ, εἰς τὸν Ἀδριατικὸν κόλπον .... Οὐδεὶς δὲ ἱστορεῖ, διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θάλασσαν, ἔξω Τιμαγήτου, ᾧ ἠκολούθησεν Ἀπολλώνιος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Καλὸν δὲ διὰ στόμα: Τρία στόματα ἔχει ὁ Ἴστρος· ὧν ἓν λέγεται Καλὸν στόμα, ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων· εἰς ὅ φησι πλεῦσαι τὸν Ἄψυρτον.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἀγγούρου ὄρεος Πλησίον Ἴστρου ποταμοῦ. Μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τὴν Ἀρητιάδα νῆσόν φασιν ὑπὸ Ὀτρήρας τῆς Ἄρεος κατοικισθῆναι. Περὶ δὲ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμάγητος. Εἰσὶ δὲ σιδηρόπτεροι, αἳ λέγονται Στυμφαλίδες.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς — τοὺς Ἀργοναύτας — ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός. Δημάγητος δὲ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν. Τὸ δὴ πιστὸν ἔχων παρὰ τοῦ τέκτονος ὁ Ἄκαστος ἐπέβη.
Στέφανος ὁ Βυζάντιος : Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός ... Ἔστι καὶ Ἀκτὴ Μαγνησίας, ἀφʼ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. Ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος.