---
title: On Harbors and Rivers
title_greek: Ἀποσπάσματα
author: Timagetus Historian
eul_wid: ldq-aa
eul_aid: ldq
canonical: "https://eulogikon.org/works/timagetus-harbors-rivers-ldq-aa"
period: Hellenistic
dialect: Mixed Dialects (frg)
domain: History
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Harbors and Rivers

*Ἀποσπάσματα*

**Author:** Timagetus Historian

**eul_wid:** `ldq-aa` · [HTML page](https://eulogikon.org/works/timagetus-harbors-rivers-ldq-aa)

## Text

### t1a-6

ΠΕΡΙ ΛΙΜΕΝΩΝ. Schol.

### 1a

Apoll. Rhod. IV, 259: Τιμάγητος δὲ ἐν αʹ Περὶ λιμένων τὸν Ἴστρον φησὶ καταφέρεσθαι ἐκ τῶν Κελτικῶν ὀρῶν, εἶτα ἐκδιδόναι εἰς Κελτικὴν λίμνην· μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν Κελτικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας, καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. Κατακολουθεῖ δὲ αὐτῷ καὶ Ἀπολλώνιος. idem IV, 284: Ἴστρον μιν καλέοντε ς: Τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ ἐν Λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο· γενόμενον δὲ μεταξὺ Σκυθῶν καὶ Θρᾳκῶν σχίζεσθαι· καὶ τὸ μὲν (εἰς τὴν καθ’ ἡμᾶς θάλασσαν ἐκβάλλειν ῥεῖθρον· τὸ δὲ) εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν· τὸ δὲ, εἰς τὸν Ἀδριατικὸν κόλπον .

### 1b

... Οὐδεὶς δὲ ἱστορεῖ, διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θάλασσαν, ἔξω Τιμαγήτου, ᾧ ἠκολούθησεν Ἀπολλώνιος. Idem IV, 306: Καλὸν δὲ διὰ στόμ α: Τρία στόματα ἔχει ὁ Ἴστρος· ὧν ἓν λέγεται Καλὸν στόμ α , ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων· εἰς ὅ φησι πλεῦσαι τὸν Ἄψυρτον.

### 3

Schol. Apoll. IV, 324: [ Ἀγγούρου ὄρεο ς ] Πλησίον Ἴστρου ποταμοῦ. Μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν. Idem II, 1031: Τὴν Ἀρητιάδα νῆσόν φασιν ὑπὸ Ὀτρήρας τῆς Ἄρεος κατοικισθῆναι.

### 4

Περὶ δὲ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμάγητος. Εἰσὶ δὲ σιδηρόπτεροι, αἳ λέγονται Στυμφαλίδες. Idem I, 224: Εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς (τοὺς Ἀργοναύτας) ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός.

### 5

Δημάγητος δὲ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν. Τὸ δὴ πιστὸν ἔχων παρὰ τοῦ τέκτονος ὁ Ἄκαστος ἐπέβη. Stephanus Byz.

### 6

: Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός ... Ἔστι καὶ Ἀκτὴ Μαγνησίας, ἀφ’ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. Ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: ldq-aa`.
