eul_wid: kpu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Europe by Mnaseas of Patara

The Fragments on Europe constitutes the surviving portions of a geographical treatise by the Hellenistic scholar Mnaseas of Patara, a pupil of Eratosthenes. Composed in Greek prose around 200 BCE, the work was originally part of a larger, multi-volume descriptive guide to the known world. Its text is now lost in its complete form, preserved only in 59 brief fragments quoted by later authors such as Strabo, Hesychius of Alexandria, and Harpocration. These remnants reveal a work that blended catalogues of European places—including cities, rivers, mountains, and peoples—with etiological myths explaining their origins and names. For instance, one fragment attributes the invention of the chariot to an Athena described as a daughter of Poseidon, thereby explaining her epithet "Hippia." This fusion of emerging empirical geography with traditional storytelling is characteristic of the Hellenistic literary genre of periegesis, or descriptive circuit. The original work was likely intended for an educated, curious audience interested in the marvels and legendary foundations associated with distant lands. Though its full structure is irrecoverable, the collected fragments provide valuable insight into ancient scholarly methods of connecting physical landscape to cultural memory and myth.

ΠΕΡΙΗΓΗΣΙΣ

αʹ. ΕΥΡΩΠΗ.

Οὐαλέριος Ἁρποκρατίων Ἱππία Ἀθηνᾶ. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν αʹ Εὐρώπης τὴν ἱππίαν Ἀθηνᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο ἱππίαν κεκλῆσθαι.

Ἀθηνᾶ ἱππία· ἢ ὅτι ἐκ τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθʼ ἵππου ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας, ἡ Ποσειδῶνος καὶ Κορύφης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. Ἄλλοι δέ φασιν, ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορευθῆναι.

Ζηνόβιος ὁ Σοφιστής Βούνας δικάζει· αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὡς φησι Μνασέας· τούτῳ δὲ Ἠλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μνασέας δέ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι.

Πινδαρικὴ ὑπόμνησις Ὅτι δὲ καὶ τὰς περὶ τὰ ἱερὰ διατελούσας Νύμφας Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς ἀφηγεῖται λέγων, ὡς αὐταὶ κατέπαυσαν σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθʼ ὃν καιρὸν καὶ μία τις αὐτῶν Μέλισσα κηρία μελισσῶν εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῶα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέσθαι· ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται, διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι· οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας πρῶτον τιμῶμεν μνήμης χάριν, ὅτι εὐσεβείας τε καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο.

Ἀθήναιος Μνασέας δʼ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον.

Σχόλια εἰς Θεόκριτον Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης Πανὸς υἱόν φησι Βουκολίωνα, ἀφʼ οὗ καὶ τὸ βουκολεῖν.

Σχόλια εἰς Εὐριπίδην Κρονίου πανός Μνασέας δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πανὸς, ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν, Αἰθέρος γενεαλογούμενος — Κρόνους γὰρ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον — ἢ παππωνυμικῶς, ὅτι Διὸς, ὡς τὸν Ἀχιλλέα Αἰακίδην λέγουσιν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Στυμφαλίδες δὲ λέγονται αἱ περὶ αὐτὴν ὄρνιθες ... Ἰδίως δὲ Μνασέας φησὶ Στυμφάλου τινὸς ἥρωος καὶ Ὄρνιθος γυναικὸς γενέσθαι Στυμφαλίδας θυγατέρας· ἃς ἀνελεῖν τὸν Ἡρακλέα, ὅτι οὐ προσεδέξαντο αὐτὸν, καὶ ἐξένισαν τοὺς Μολίονας.

Πινδαρικὴ ὑπόμνησις Ὅτι ἐν τῷ πρὸς Αὐγείαν πολέμῳ ὁ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ὕλας· οὗτος Ἡρακλέους ἐρώμενος, υἱὸς δὲ Θειοδάμαντος τοῦ Δρύοπος. Οὕτω Μνασέας. Ἑλλάνικος δὲ κτλ.

Κλαύδιος Αἰλιανός Λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾄδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. Οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δὲ εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνις. Νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφὰς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. Αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης νέμονται νεῷ, οἱ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. Ὀχετὸς δὲ ἄρα ἀεννάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. Θῆλυς μὲν οὖν οὐδὲ εἷς εἰς Ἡρακλέους πάρεισιν, οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ὑποθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν· εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν εἰς τὰ σφέτερα αὖθις περὶ τὸν θεὸν ᾧ λατρεύουσιν, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. Τίκτεται οὖν, οἷα εἰκὸς, πρῶτα ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρʼ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν, αἱ δὲ ὄρνις κἀκείναις ἐστὶ τρέφειν τὰς θυγατέρας.

Ἀθήναιος Μνασέας δʼ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν τὸν Γλαῦκον γενεαλογεῖ. Ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι· ἁρπάσαντα δὲ Σύμην, τὴν Ἰαλύσου καὶ Δωτίδος θυγατέρα, ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν, καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι.

Στέφανος ὁ Βυζάντιος Ἐγγελᾶνες, ἔθνος Ἰλλυρίας, οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν Περιηγήσεων.

Ἀθήναιος Οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος ὁ Φρύξ. Καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.

Ἀθήναιος Οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησὶ Λυσίμαχος ἐν τρίτῳ Νόστων.

Φώτιος Πραξιδίκη· θεὸς ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης, Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας, Ἀλαλκομένειαν, Θελξίνειαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι.

Σχόλια εἰς Εὐριπίδην Βρόμιον ἔνθα τέκετο μάτηρ Διὸς γάμοις, κισσὸς ὃν περιστεφὴς ἑλικτὸς εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, βάκχιον χόρευμα παρθένοισι Θηβαίαισι καὶ γυναιξὶν εὐίοις. Ἱστορεῖ γὰρ Μνασέας, ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων, κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ καλυφθέν. Διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ὁμοίως τῷ ποιητῇ καὶ Ἑλλάνικος τὴν Ἐριώπην μητέρα Αἴαντός φησι. Φερεκύδης δὲ ἐν εω καὶ Μνασέας ἐν ηʹ Ἀλκιμάχην· ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυμον αὐτήν φησι· «Τὴν δὲ μεθʼ ὁπλοτάτην Ἐριώπην ἐξονόμαζεν, Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος καλέεσκεν.»

Στέφανος ὁ Βυζάντιος Δωδώνη· Διτταὶ δʼ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Ἰταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας.

Στέφανος ὁ Βυζάντιος Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία .. Ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου· ὡς δὲ Ἀρχῖνος, ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος· Μνασέας δὲ ἀπὸ Δώτου τοῦ Πελασγοῦ.

Στέφανος ὁ Βυζάντιος Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας.

Φώτιος Ζάμολξις ... Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μνασέας δέ φησι νῦν τοὺς Ὑπερβορείους Δελφοὺς λέγεσθαι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφʼ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγεται. Τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν, ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας, ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περιβαλεῖν θανάτῳ, ἐκπέμπειν αὐτῷ· πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦτον κακίας· ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραννίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. Ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρσύᾳ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀπὸ μιᾶς αἱ πᾶσαι Μοῦσαι λέγονται. Μνασέας δέ φησιν, ὅτι αἱ πᾶσαι τρεῖς εἰσίν· Μοῦσα, Θεὰ, Ὑμνώ. Ἐν μὲν οὖν Ἰλιάδι μεμνῆσθαι τῆς Θεᾶς· «Μῆνιν ἄειδε Θεά»· ἐν δὲ Ὀδυσσείᾳ τῆς Μούσας· «Ἄνδρα μοι ἔννεπε Μοῦσα»· ἐν δὲ τῇ Παλαμηδείᾳ τῆς Ὑμνοῦς.

Ἀμμώνιος ὁ Γραμματικός Νηρεΐδες τῶν τοῦ Νηρέως θυγατέρων διαφέρει, Δίδυμος ἐν Ὑπομνήματι Βακχυλίδου ἐπινικίων. Φησὶ γὰρ κατὰ λέξιν· «Εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων· καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὴ γνησίας καὶ τὸν ἀριθμὸν, πλείους δὲ τὰς ἄλλας. Ταῦτά φησι Μνασέας ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν τρόπον τοῦτον.»

βʹ. ΑΣΙΑ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ὡς δὲ Μνασέας ἐν πρώτῳ Περὶ Ἀσίας, Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου καὶ τῆς μητρὸς Ἴδης.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μυοῦνται δὲ ἐν τῇ Σαμοθρᾴκῃ τοῖς Καβείροις, ὧν Μνασέας φησὶ καὶ τὰ ὀνόματα. Τέσσαρες δʼ εἰσὶ τὸν ἀριθμόν· Ἀξίερος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιόκερσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ ᾍδης· ὁ δὲ προστιθέμενος τέταρτος, Κάσμιλος, ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος.

Τοὺς δὲ μυοῦντας ἐν Σαμοθρᾴκῃ Καβείρους εἶναί φησι Μνασέας τρεῖς ὄντας τὸν ἀριθμὸν, Ἀξίερον, … .. ᾍδην. Οἱ δὲ προστιθέασι καὶ τέταρτον, Κάσμιλον. Ἔστι δὲ οὗτος ὁ Ἑρμῆς, ὡς ἱστορεῖ Διονυσόδωρος.

Στέφανος ὁ Βυζάντιος Δάρδανος, πόλις Τρωάδος, ἡ πρότερον Τευκρίς. Μνασέας δέ φησιν, ὅτι Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ Παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος, τῶν ἀδελφῶν· κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο· καὶ ἀποθανούσης Τηλεφάσσης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τρὼς ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. Καὶ πόλιν ᾤκισε Δάρδανον, καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Κατὰ Μνασέαν Βρισέως υἱὸς ἦν Ἠετίων.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Μνασέας δέ φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι Γανυμήδην καὶ ἐν κυνηγεσίῳ ἀναιρεθῆναι· πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός.

Σχόλια εἰς Θεόκριτον Μνασέας δὲ Κόλχους φησὶ κληθῆναι ἀπὸ Κόλχου τοῦ Φάσιδος.

Αἰσχύλου Σχόλια Ἱερὸν δὲ τοῦτον φησὶ διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας.

Ἀθήναιος Μνασέας δὲ ἐν δευτέρῳ Περὶ Ἀσίας φησὶν οὕτως· «Ἐμοὶ μὲν ἡ Ἀτεργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι, καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν, διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. Καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς ἢ χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτοὺς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς.» Καὶ μικρὸν προελθὼν πάλιν φησίν· «Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς, ὑπὸ Μόξου τοῦ Λυδοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν, καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.»

Ἀθήναιος Μνασέας δʼ ὁ Πατρεύς φησιν· «Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.»

Ἰώσηπος ὁ ἱστορικός Μέμηνται δὲ τούτων καὶ Ἱερώνυμος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους.

Μνασέας δὲ ὁ Παταρεὺς ἑρμαφρόδιτον τὸν Πρίαπον λέγει.

Οὐαλέριος Ἁρποκρατίων Σαβοί· Δημοσθένης Ὑπὲρ Κτησιφῶντος. Οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. Τὸν δὲ αὐτὸν εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Ἀμφίθεος βʹ Περὶ Ἡρακλείας. Οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον.

Πλούταρχος Ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν.

γʹ. ΛΙΒΥΗ.

Μὴ ἔνι δούλων πόλις· πόλις ἐστὶν ἐν Λιβύῃ Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πατρεύς … καὶ τὸν εἰς ἐλευθερίαν … ἀναβοῶντα λέγειν·

Οὐκ ἔστι δούλων οὐδʼ ἐλευθέρων πόλις

… ἐν ᾗ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μνασέας δέ φησι κατʼ ἰδίαν αὐτὴν προαίρεσιν ἐς Λιβύην ἐληλυθέναι, οὐκ ἀπʼ Ἀπόλλωνος διαχθεῖσαν.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Βαρκαίοις ὄχοις· Λιβυκοῖς. Οὗτοι γὰρ ἐσπούδαζον περὶ ἱπποτροφίαν. Φασὶ δὲ αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος· τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθηνᾶς, ὡς Μνασέας ἐν τοῖς Περὶ Λιβύης.

Φώτιος Πύθου χελιδόνος· παροιμία ἀπό τινος Χελιδόνος θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζῷον· οἱ δʼ ὅτι τὸ ἔαρ προσημαίνει.

Στησίχορος ἐν δευτέρῳ Ὀρεστείας τὸν Παλαμήδην φησὶν εὑρηκέναι τὰ γράμματα, Μνασέας δὲ Ἑρμῆν, ἄλλοι δὲ ἄλλον. Πιθανὸν δὲ κατὰ τόπον εὑρετὰς γεγενῆσθαι, διὸ καὶ ἄλλοι παρʼ ἄλλοις εἰσὶ χαρακτῆρες τῶν στοιχείων.

Στησ. Παλαμήδην εὑρετὴν αὐτῶν ποιεῖται, ᾧ συμφωνεῖ Εὐριπίδης· Μνασέας δὲ κατὰ πάντα τόπον εὑρετὰς γεγενῆσθαι τῶν στοιχείων.

Αἴλιος Ἡρωδιανός Ἴουρα· μέμνηται Μνασέας.

ΔΕΛΦΙΚΩΝ ΧΡΗΣΜΩΝ ΣΥΝΑΓΩΓΗ.

Μνασέας ὁ Πατρεὺς ἐν τῇ τῶν Δελφικῶν χρησμῶν συναγωγῇ Εὐρυστέρνας ἱερόν φησιν ἀναστῆσαι.

Πινδαρικὴ ὑπόμνησις Ἐν δὲ τοῖς Παιᾶσιν Πινδάρου εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ, καθὰ καὶ Μνασέας ἐν τῷ Περὶ χρησμῶν γράφει·

Λάϊε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων·

Εὐριπίδης Ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα. —Ποῖον; —Κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους. Σχόλια εἰς Εὐριπίδην Ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέγραπται·

Κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι,

οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο

ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς. Καὶ οἱ μὲν λέγουσιν, ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δʼ, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν, καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς, ἀναθήματα κυνηγετῶν, ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον· ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὃς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν. —Δύο δέρματα ἔκειντο εἰς τὰ οἰκήματα τοῦ Ἀδράστου εἰς ἀνάπαυσιν τῶν ξένων, τὸ μὲν ἓν λέοντος, τὸ δὲ ἕτερον κάπρου. Καὶ ἐλθόντες εἰς τὰ προλεχθέντα οἰκήματα τοῦ Ἀδράστου ὁ Τυδεύς τε καὶ Πολυνείκης φιλονεικίαν ἐποιήσαντο ἄμφω, ἵνα αὐτὰ ἐπάρωσιν. Τοῦτο δὲ νοήσας ὁ Ἄδραστος κατὰ τὸν χρησμὸν ἔδωκε τὰς αὑτοῦ θυγατέρας τοῖς δυσὶ τούτοις.

Ζηνόβιος ὁ Σοφιστής Πᾶσα γῆ πατρίς. Τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.

Σοῦδα, Φώτιος Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι.