eul_wid: myo-aa

Ἀποσπάσματα περὶ Ἑλληνικῆς Τοπωνυμίας
Fragments on Greek Toponymy

Teucer of Cyzicus Fragments on Greek Toponymy PDF

1a [5] Etym. M.: Βουτρωτὸς ἢ Βουθρωτὸς, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνὸς, ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν, φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη, εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν. Ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος, κτίζει πόλιν, καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε. Stephan.
1b [5] Byz.: Βουθρωτὸς, χερρόνησος περὶ Κέρκυραν. Ἔστι καὶ πόλις. Ἐκλήθη δ’ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται, ὅτι Ἑλένῳ ἐκ Τροίας πλέοντι ἐς ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ, τὸ θῦμα ἡ βοῦς ἀποδράσασα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τὸ μεταξὺ πόντου· καὶ εἰς τὸν χέρσον ἐμβᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἤριπε καὶ ἔθανε· καὶ κλῃδόνι ὁ Ἕλενος χρῆται, ἵνα ἔθηκε Βουθρωτὸν, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός. Etym.
2 [5] M.: Βεβαία, πηγὴ οὕτω καλουμένη ἐν Εὐβοίᾳ. Ἐτυμολογεῖ δὲ Τεῦκρος, ὅτι φησὶ τῶν ἐν τῇ νήσῳ ποτὲ ὑδάτων ἐκλιπόντων καὶ ποταμῶν καὶ πηγῶν, μόνη αὕτη ὁμοίως διέμεινε πολύυδρος. Παρὰ τὸ βέβαιον οὖν καὶ ἀνελλιπὲς, Βεβαία. ΟΡΙΣΜΟΙ.
3 (t) [1] Athenaeus X: Φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς· Ζῶον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.