eul_wid: dvq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Thrasymachus of Chalcedon

The Testimonies is a model forensic speech attributed to the sophist and rhetorician Thrasymachus of Chalcedon. Composed in Attic Greek in the late fifth century BCE, it represents a practical work from the early development of professional rhetoric, functioning as a handbook for constructing arguments within Athenian law courts. The speech focuses specifically on the presentation and examination of witness testimony, demonstrating systematic techniques for either proving or challenging its credibility. It is often read as a pedagogical tool for students and litigants, reflecting the sophistic movement's emphasis on persuasive argument and probability over absolute truth. The work survives only in a fragmentary state, preserved through quotations in later ancient authors such as Diogenes Laertius. It is not a complete, continuous text but a collection of rhetorical arguments; the available evidence suggests it was originally structured as a series of fourteen passages. As a product of Thrasymachus—who is famously depicted as an interlocutor in Plato’s Republic—the Testimonies illustrates his concrete contributions to rhetorical style and forensic technique, offering a perspective on his legacy distinct from his philosophical reputation.

Σοῦδα Θρασύμαχος Χαλκηδόνιος σοφιστὴς τῆς ἐν Βιθυνίαι Χαλκηδόνος — ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο, μαθητὴς … Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος — ἔγραψε συμβουλευτικούς, τέχνην ῥητορικήν, παίγνια, ἀφορμὰς ῥητορικάς.

Ἀριστοτέλης οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη.

Διονύσιος ὁ Ἁλικαρνασσεύς μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίαι πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δʼ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ· λέγω δʼ ὡς ἐν ἀκμῆι κοινῆι βίου γενομένων ἀμφοῖν· ... τίς δʼ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι.

Ἀριστοφάνης ὁ Ἀθηναῖος ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῶι χρόνωι.

—τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.

—ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ ῥήματα·

—παρʼ Ἀλκιβιάδου τοῦτο τἀποβήσεται.

—τί δʼ ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις

καλοκἀγαθεῖν ἀσκοῦντας; —οἴμʼ, ὦ Θρασύμαχε,

τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;

Ἀριστοτέλης καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θ. ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψωιδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι.

Ἀριστοτέλης ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει καὶ Ἡρόδικος Θρασύμαχον «ἀεὶ θρασύμαχος εἶ» καὶ Πῶλον «ἀεὶ σὺ πῶλος εἶ».

Ἀθήναιος Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐντῶι Περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν. πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.

Πλάτων καὶ ὁ Θ. πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτʼ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφʼ ἡμᾶς ὡς διαρπασόμενος, καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν. ὁ δʼ εἰς τὸ μέσον φθεγξάμενος «τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατες» κτλ.

Ἀριστοτέλης λείπεται δὲ παιάν, ὧι ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωίλος ὁ τὰς καθʼ Ὁμήρου συντάξεις καταλιπών ... Θ. δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωίλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι τῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων.

Σοῦδα Οὐηστῖνος ὁ Ἰούλιος χρηματίσας σοφιστής. ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία Ϟδ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου, Ἰσαίου, Ἰσοκράτους καὶ Θρασυμάχου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων.