eul_wid: siy-aa
Ἀποσπάσματα ἐκ Ἀδήλων ΛόγωνFragments from Uncertain Orations
Himerius the Sophist Fragments from Uncertain Orations PDF
| 1 [25] | Τὰς βασιλέως αὐλὰς καὶ χρυσῆν τύχην ὑπόπτερον ... Οὐ γὰρ ἀφῃρέθης τὴν ἀρχήν, ἀλλ’ ἑκὼν ἔρριψας, ὥσπερ τις ὑπερόπτης κατὰ παιδικῶν τρυφῆσαι βουλόμενος ... Τὴν χρυσῆν κόμην ῥόδων στεφάνῳ πορφύροντι ... Ἀλλὰ τίς τούτων ἡ χάρις; φυγὴ καὶ δρασμὸς καὶ τοσαύτης φιλίας ἄρνησις ... Ἐνίκησα μὲν ὑπὸ σοὶ κριτῇ κατὰ τὴν θερινὴν ὥραν τὸν τέττιγα, ἠπείλησα δὲ καὶ ταῖς ἀηδόσι ταῖς Ἀττικαῖς, εἴ ποτέ μοι καὶ Ἀττικὸν πήξαιο θέατρον, μῦθον ὄντως τὰς ἐκείνων γλώττας ταῖς ἐπὶ σοὶ φωναῖς ἀπεργάσασθαι ... Ὦ καὶ τοῦ σαυτοῦ γένους ὄμμα φανότατον, καὶ ταὐτὸν τῷ γένει γενόμενος, ὅπερ καὶ σοὶ πολλάκις ὁ προπάτωρ Ἥλιος. τῆς γὰρ συνωρίδος ταύτης δὴ τῆς καλῆς ὁ μὲν καταυγάζοντι τοὺς μεγάλους θρόνους ὥς τις ἑωσφόρος συνανέσχεν ὄρθριος, ταῖς αὑτοῦ βολαῖς τὰς σὰς ἀκτῖνας μιμούμενος· ὁ δὲ τῆς τῶν νέων ἀγέλης ἐκλάμπων, καθάπερ τις ταῦρος ἀγελάρχης ἀγέρωχος, ἐσκίρτησε μὲν κατὰ τοὺς Μουσῶν λειμῶνας, ὥσπερ τις πῶλος ὑψαύχην καὶ ἔνθεος, ἐμιμήσατο δὲ καὶ τὸν Ὁμηρικὸν νεανίσκον τὸν Θέτιδος, καὶ μύθων ῥητὴρ ἀγαθὸς καὶ πρηκτὴρ ἔργων γενόμενος ... Εἰ δέ μοι καὶ τῆς ποιητῶν ἐξουσίας μετῆν, ἔδειξα ἄν σοι καὶ Ἰλισσὸν τοῦτον δακρύοντα, ἔχρωσα δ’ ἂν καὶ κατηφεῖ χρώματι τὰ καλὰ Καλλιρρόης νάματα ... Πέμποι μὲν σὲ Πὰν ἐνόδιος, πομπαῖον καὶ γλυκὺ προσηχῶν μέλος τῇ σύριγγι, Ἀφροδίτη δὲ καὶ οἱ ταύτης παῖδες Ἔρωτες, πόθου κρατῆρα κεράσαντες, σοῦ τῆς ὁδοῦ προπομπεύοιεν ... Κοιμίζει μὲν δῆμον κυμαίνοντα . |
| 2 | .. Πανταχοῦ γὰρ οἶμαι καλὸν χρήστης, εὐγνώμων καὶ δίκαιος . |
| 3 | .. Ἀρρήτῳ πόθῳ τὸ πλησιάζον δουλούμενος . |
| 4 | .. Αἱ Μοῦσαι τοῖς ἐπιχωρίοις ἑκάστοτε λόγοις τοὺς ἐπιφοιτῶντας ξένους ξενίζουσιν . |
| 5 | .. Ἦ πολλὰ ἂν ἡμῖν ἡ βασιλὶς πόλις ἐν δίκῃ μέμψαιτο . |
| 6 | .. Τί δὲ Σκύθαις μουσικῆς ὄφελος, σιδήρῳ τὰ πάντα νομίζουσιν; . |
| 7 | .. Κἂν τάχει παραθέωσι τοὺς ἄλλους ἅπαντας . |
| 8 | .. Ὅτε εἰς αὐτὸν περιῆλθε τὰ τῶν Μακεδόνων πράγματα . |
| 9 | .. Οὔτε ἡνιόχῳ τῆς ξυνωρίδος πλέον οὐδέν, κἂν τὰς Βορέου αὔρας τῷ τάχει παρέρχηται . |
| 10 | .. Λάθρᾳ δὲ ὑπὲρ αὐτοῦ παρὰ βασιλέως πρεσβεύεται . |
| 11 | .. Καὶ κρουνοὶ πλείους ἀπὸ πάσης πλευρᾶς διὰ θηρίων εἴδους ποταμοὺς ὅλους ἐκχέοντες πελαγίζουσι μὲν τὴν κολυμβήθραν . |
| 12 | .. Πλεῖς δὲ πάλιν Αἰγαίου κύματα . |
| 13 | .. Πόσας δέ σοι πηγὰς δακρύων οὐκ ἔσπεισα; . |
| 14 | .. Διὸ τὰ μὲν πλείω ἐατέον, ἐκ πολλῶν δ’ ὀλίγα λεκτέον, ἵνα κἀνταῦθα τὸν ἴσον τῷ λόγῳ τύπον φυλάξωμεν . |
| 15 | .. Φεῦ κάλλους, φεῦ μεγέθους. |