eul_wid: utq-aa
Σχόλια εἰς τὸ περὶ ἑρμηνείας ἈριστοτέλουςScholia-Aristotle's Book-Interpretation
Olympiodorus the Younger of Alexandria Scholia Aristotle's Book Interpretation PDF
| xxvi [10] | Ὀλυμπιοδώρου. Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα . ἀποροῦσί τινες διὰ τί ἀπὸ φωνῶν καὶ μὴ ἀπὸ γραμμάτων ἤρξατο· καὶ λέγομεν πρὸς τοῦτο ἐπιλυόμενοι ὅτι λογική ἐστιν ἡ πραγματεία, λογικῷ δὲ καθήκει περὶ φωνὰς καταγίνεσθαι. διὰ τοῦτο οὖν ἀπὸ φωνῶν τὴν ἀρχὴν ἐποίησεν. Ὀλυμπιοδώρου. Ὄνομα . μετὰ τὰς κοινωνίας καὶ διαφορὰς τῶν τεσσάρων, φημὶ δὴ γραμμάτων φωνῶν νοημάτων πραγμάτων, νῦν κατὰ τὴν πρόθεσιν ἔρχεται ἐπὶ τὸ παραδοῦναι τοὺς ὁρισμοὺς τῶν ἓξ τῶν συμβαλλομένων τῇ διδασκαλίᾳ τῆς παρούσης πραγματείας. ἀλλ’ ἐπειδὴ ἔφη “πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα,” διὰ τοῦτο κατὰ τὴν ὑπόσχεσιν ἀπὸ τοῦ ὀνόματος ἄρχεται τὴν παράδοσιν τῶν ὁρισμῶν ποιεῖσθαι. ὁρίζεται τοίνυν τὸ ὄνομα λέγων οὕτως· “ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου ὡρισμένον τι δηλοῦσα, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη. |
| xxvii [20] | ” καὶ οὗτος μέν ἐστιν ὁ ὁρισμός. φέρε οὖν καὶ ἡμεῖς ἀρξώμεθα πολυπραγμονεῖν ἀπὸ τῆς φωνῆς ἑκάστην τῶν λέξεων τούτων καταλεπτολογοῦντες. Φωνή . καλῶς εἶπε φωνὴν καὶ οὐ ψόφον· ὁ γὰρ ψόφος πληγή ἐστιν ἀέρος, ἡ δὲ φωνὴ διὰ φωνητικῶν ὀργάνων γίνεται. καλῶς δὲ πρόσκειται καὶ τὸ σημαντικόν, ἐπειδὴ καὶ τὸ βλίτυρι καὶ ὁ σκινδαψὸς φωναί εἰσιν ἀλλ’ οὐ σημαντικαί· διὰ τοῦτο οὖν πρόσκειται καὶ τὸ σημαντικαί. ἀλλ’ οὐ μόνον τοῦτο ἀρκεῖ· ἰδοὺ γὰρ καὶ ἄναρθροι φωναί εἰσι σημαντικαί, οἷον ὁ βληχηθμὸς τοῦ προβάτου σημαίνει τὴν πεῖναν καὶ ἡ ὑλακὴ τοῦ κυνὸς παρουσίαν ξένου, ἀλλὰ καὶ ἡ βὴξ φωνή ἐστι σημαίνουσα μάχην ὑγροῦ καὶ ξηροῦ πνεύματος. διὰ τοῦτο οὖν προσέθηκε τὸ κατὰ συνθήκην. ἀλλ’ ἐπειδὴ καὶ τὸ ῥῆμα φωνή ἐστι σημαντικὴ κατὰ συνθήκην, ἔχει δὲ χρόνον, διὰ τοῦτο προσδιοριζόμενος εἶπεν “ἄνευ χρόνου.” οὐ τοῦτο δὲ λέγει ὅτι οὐδέποτε τὸ ὄνομα δηλοῖ χρόνον· ἔστι γὰρ ὄνομα τυχὸν αὐτὸν τὸν χρόνον δηλοῦν, ὥσπερ ὁ ἐνιαυτὸς καὶ ὁ μήν· ἄνευ οὖν χρόνου ἀκουστέον ἀντὶ τοῦ ἄνευ χρονικῆς προσσημασίας, ὅπερ τὸ ῥῆμα ἐργάζεται. ἀλλ’ ἐπειδή ἐστιν ἄλλο ὅπερ καὶ φωνή ἐστι καὶ σημαντικὸν καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου, οἷον ὥσπερ “οὐκ ἄνθρωπος,” διὰ τοῦτο προσέθηκε τὸ “ὡρισμένον τι δηλοῦσα. |
| xxviii [15] | ” τὸ δὲ “οὐκ ἄνθρωπος” οὐδὲν ὡρισμένον δηλοῖ, διὸ οὐκ ἔχομεν τί αὐτὸ καλέσαι· ὄνομα γὰρ οὐκ ἔστι διὰ τὸ ἀόριστον. ἀλλ’ οὐδὲ κατάφασις ἢ ἀπόφασις· πᾶσα γὰρ κατάφασις ἢ ἀπόφασις ἢ ἀληθεύει ἢ ψεύδεται. ἀλλ’ οὐδὲ λόγος ἐστίν· τοῦ γὰρ λόγου πενταχῶς λεγομένου, ὡς ἐμάθομεν, κατ’ οὐδένα τῶν σημαινομένων τοῦτο δυνάμεθα εἰπεῖν. ἀλλ’ ἐπειδή ἐστι καὶ ἕτερον ὅπερ καὶ φωνή ἐστι καὶ σημαντικὸν καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου καὶ ὡρισμένον τι δηλοῖ, ὡς τὸ “τοῦ Φίλωνος,” διὰ τοῦτο προσέθηκε “μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη·” ἐν μόνῃ γὰρ τῇ εὐθείᾳ ἡ τριμέρεια τοῦ χρόνου προσαπτομένη ἢ ἀληθεύει ἢ ψεύδεται· μόνη γὰρ αὕτη τὴν οὐσίαν δηλοῖ, ἐν δὲ ταῖς πλαγίαις οὐδαμῶς ἀληθεύει ἢ ψεύδεται, διότι οὐ τὴν οὐσίαν δηλοῦσιν ἀλλὰ τὰ περὶ τὴν οὐσίαν. Ὀλυμπιοδώρου. Ἀποροῦσί τινες· διαλεκτικῶν κανόνων ἐπιτρεπόντων δι’ ἀπαριθμήσεως εἰδῶν ὁρισμὸν μὴ γίνεσθαι, πῶς αὐτὸς νῦν δι’ ἀπαριθμήσεως εἰδῶν τὸν λόγον ὡρίσατο; οἷον ἀπαρίθμησίς ἐστιν, ἡνίκα τις θέλων τὸν ἀριθμὸν ὁρίσασθαι εἴποι ὅτι ἀριθμός ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, οὗτος δὲ ἢ ἄρτιος ἢ περιττός· καὶ τοῦτο λέγων ἐσμίκρυνε τὸ πρᾶγμα (σκοπὸς γάρ ἐστι πάντα ἀριθμὸν ὁρίσασθαι). |
| xxix [15] | οὕτως δὲ κἀνταῦθα ποιεῖ καὶ δι’ ἀπαριθμήσεως εἰδῶν τὸν λόγον ὁρίζεται· εἶπε γὰρ “ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις.” καὶ αὕτη μὲν ἡ ἀπορία, οὐχ ἡ τυχοῦσα οὖσα. λέγομεν δὲ ἡμεῖς πρὸς τοῦτο ὅτι οὐχ ὡς ὁριζόμενος νῦν τὰ παραδείγματα ἀλλὰ σαφηνείας χάριν ἐπήγαγεν. ὁ ὁρισμὸς τοῦ λόγου οὗτός ἐστιν· “φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον.” εἶτα διὰ τὴν σαφήνειαν, ἐπειδὴ γὰρ “ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις·” ἄλλη ἐπίλυσις ὅτι οὐδὲ κυρίως ὁρισμός ἐστιν οὗτος ἀλλ’ ὑπογραφικὸς ὁρισμός. Ὀλυμπιοδώρου. Ἀποροῦσι πῶς εἴρηκεν ἐνταῦθα ὁ Ἀριστοτέλης “ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις·” δι’ ὧν γὰρ εἶπε τὸ εἷς καὶ τὸ εἶτα ἐνέφηνεν ὅτι προτέρα ἡ κατάφασις τῆς ἀποφάσεως· τὸ γὰρ εἷς καὶ τὸ εἶτα ἐπὶ πρώτου καὶ δευτέρου τάττεται· ἐν οἷς δὲ εὑρίσκεται τὸ πρῶτον καὶ τὸ ὕστερον τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. |
| xxx [15] | καί φαμεν ὅτι καλῶς εἶπεν ὁ Ἀριστοτέλης ἐνταῦθα τὴν ἀπόφανσιν γένος τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως· οὐ γὰρ προτερεύει ἡ κατάφασις τῆς ἀποφάσεως χρόνῳ, ἀλλ’ ὁμοτίμως διῄρηται ἀπ’ αὐτῆς καὶ φύσει διῄρηται ἡ ἀπόφανσις εἰς αὐτάς. ὁ δὲ κανὼν ὁ λέγων “ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον” περὶ τῶν τῷ χρόνῳ λέγει προτέρων καὶ ὑστέρων, οὐ μὴν τῇ τάξει. Ὀλυμπιοδώρου. Τινὲς δὲ τῶν ἐξηγητῶν συνηγοροῦντες τῇ ἀστρῴᾳ κινήσει καὶ τῇ εἱμαρμένῃ κατηγοροῦσι τῆς ὑπάρξεως τοῦ ἐνδεχομένου καί φασιν ὅτι οὐκ ἔστι τὸ ἐνδεχόμενον καὶ ἀποδεικνύουσι τοῦτο διά τινων ἐπιχειρημάτων. ἰστέον δὲ ὅτι τοῦτο τὸ ἐνδεχόμενον οὐ τὴν τυχοῦσαν δύναμιν εἴληχεν· ἔστι γὰρ διαλεκτικόν, ἔστι καὶ ἠθικόν, ἔστι καὶ φυσικόν. καὶ διαλεκτικὸν μέν, ἐπειδὴ ὁ διαλεκτικὸς περὶ τὰ ἐνδεχόμενα καταγίνεται, διότι ἀνασκευάζειν βούλεται καὶ κατασκευάζειν, τοῦτο δὲ τῶν ἐνδεχομένων ἐστίν. ἔστι γὰρ διαλεκτικὴ δύναμις λόγου πιθανοῦ ἀφ’ οὗ δυνησόμεθα περὶ παντὸς τοῦ προκειμένου συλλογίζεσθαι αὐτοὶ μηδὲν ἐροῦντες ὑπεναντίον· ὤστε ὁ διαλεκτικὸς περὶ τὰ ἐνδεχόμενα καταγίνεται ὤσπερ ὁ ἀποδεικτικὸς περὶ τὰ ἀναγκαῖα. |
| xxxi [15] | ἀλλὰ καὶ ἠθικόν ἐστιν, ὡς εἴρηται, τοῦτο τὸ ἐνδεχόμενον· ἐὰν γὰρ ἀναγκαῖα ᾖ πάντα, καθὰ καὶ οἱ ἀστρολόγοι λέγουσι, καὶ ἐξ ἀνάγκης τυχὸν 〈ὅτι〉 μοιχείας τις ἢ φόνου δραστήριος γίνεται, οὐκέτι εἰς εὔνοιαν τῶν ἀνθρώπων γίνεται τὰ ὑπὸ γῆν δικαιωτήρια καὶ ὅτι εἰσὶν ἀμοιβαὶ κακῶν καὶ καλῶν πράξεων· ταῦτα δὲ μὴ ἐννοῶν ὁ ἄνθρωπος οὐκέτι τῶν ἀγαθῶν ἐν ἐπιμελείᾳ γίνεται ἐκ τούτου, ἀλλὰ ... κατορθοῦν ἡνίκα τὸ ἁμαρτάνειν ἡμῖν νομίζεται. ὤστε καὶ ἠθικόν. ἀλλὰ καὶ φυσικόν ἐστιν 〈ὡσ〉 τὸ πενταδάκτυλον δημιουργεῖσθαι τὸν ἄνθρωπον. Ὀλυμπιοδώρου. Τουτέστιν ὃν λόγον ἔχει ὁ δύο πρὸς τὸν ἕνα, τὸν αὐτὸν λόγον ἔχει καὶ ὁ τέσσαρα πρὸς τὸν ἕνα κατὰ τὸ ἐπὶ πλέον, οὐχ ὃν δὲ λόγον ἔχει ὁ εἷς πρὸς τὸν δύο κατὰ τὸ ἔλαττον, τοῦτον καὶ ὁ τέσσαρα· μείζων γὰρ ὁ τέσσαρα τοῦ δύο. καὶ πάλιν ὃν λόγον ἔχει ὁ τρία πρὸς τὸν τέσσαρα κατὰ τὸ ἔλαττον, τὸν αὐτὸν τρόπον καὶ ὁ εἷς πρὸς τὸν τέσσαρα· οὐχ ὃν δὲ λόγον ἔχει ὁ τέσσαρα πρὸς τὸν τρία κατὰ τὸ ἐπὶ πλέον, τὸν αὐτὸν λόγον καὶ ὁ εἷς πρὸς τὸν τρία· ἐλάττων γὰρ ὁ εἷς τοῦ τρία. |
| xxxii [15] | Ὀλυμπιοδώρου. Δεῖ εἰδέναι ὅτι ἡνίκα δύο εἰσὶν ἀντιφάσεις, ἐὰν τὸ ἓν σκέλος τῆς πρώτης καθολικώτερον ὑπάρχῃ ἑνὸς σκέλους τῆς δευτέρας προτάσεως, τὸ λοιπὸν σκέλος τῆς δευτέρας τοῦ λοιποῦ τῆς πρώτης προτάσεως σκέλους καθολικώτερόν ἐστιν. δεῖ γὰρ ἀντανίσωσιν γενέσθαι. ἐτάχθη δὲ ὑπὸ τὴν ἁπλῆν κατάφασιν ἡ στερητικὴ καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις διὰ τὸ ἕπεσθαι ταύτας τῇ ἁπλῇ καταφάσει [οὐ μὴν τὰς καταφατικάς]. Ὀλυμπιοδώρου. Πῶς ἀνωτέρω ἐάσας τοὺς προσδιορισμοὺς τῷ κατηγορουμένῳ καὶ τῷ προσκατηγορουμένῳ τὴν ‘οὐ‘ ἄρνησιν προσῆψε πρὸς τὴν τῆς ἀποφάσεως γένεσιν; λέγομεν οὖν ὅτι ὡς μήπω διαρθρωθέντων τῶν περὶ τῶν προσδιορισμῶν θεωρημάτων τοῦτο ἐποίησε. νῦν δέ, ἐπειδὴ ὥσπερ ἰδίως περὶ προσδιορισμοῦ ἀπεδίδου, διὰ τοῦτο οὐκ ἀδύνατον μὴ εἰπεῖν τούτων τὰς ἐνεργείας. |
| xxxiii [15] | Ὀλυμπιοδώρου. Βουλόμενος ὁ Ἀριστοτέλης καὶ ἐξ ἀορίστου ὑποκειμένου ἀντίφασιν εἰπεῖν εἰς παράδειγμα εἶπε τὸ “πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει” καὶ “πᾶς οὐκ ἄνθρωπος οὐχ ὑγιαίνει.” ἵνα οὖν μή τις ἀπορήσῃ πρὸς Ἀριστοτέλην καὶ εἴπῃ διὰ τί ἐν τῇ ἀποφάσει τοῦ ἀορίστου ὑποκειμένου μὴ τῷ προσδιορισμῷ συνῆψας τὴν ‘οὐ‘ ἄρνησιν καὶ εἶπας ὅτι “οὐ πᾶς ἄνθρωπος οὐχ ὑγιαίνει” (οὕτω γὰρ ἀόριστος ἐγίνετο ὁ ὑποκείμενος), διὰ τοῦτό φησιν “οὐ γὰρ τὸ πᾶς τὸ φυσικὸν τὸ καθόλου σημαίνει ἀλλὰ τὸ σχετικόν·” εἰ γὰρ τὸ φυσικὸν ἐσήμαινεν, ἔδει καὶ τὰ καθ’ ἕκαστα καθόλου ποιεῖν ἡνίκα τούτοις προσάπτεται, οὐ σημαίνει δὲ τὸ φυσικὸν καθόλου εἶπεν ἀντὶ τοῦ οὐκ ἔστιν αἴτιον τοῦ εἶναι καθόλου τὴν πρότασιν, ἀλλὰ τὸ ὂν ἐν αὐτῇ καθόλου μόνον δημοσιεύει. ἀλλ’ εἰκότως τις εἴποι “καὶ τί πρὸς τὸ προκείμενον οἷον τοῦ εἶναι τὸν ὑποκείμενον ἢ ὡρισμένον ἢ ἀόριστον;” λέγομεν ὅτι ὥσπερ τὸ οὐκ ἄνθρωπος πᾶσαν τὴν ἀνθρωπότητα ἀναιρεῖ, οὕτως ἔμελλε καὶ τὸ οὐ πᾶς τὴν πᾶσαν ἀναιρεῖν ἀνθρωπότητα, εἰ ἐσήμαινε τὸ φυσικὸν τὸ καθόλου καὶ ἦν αἴτιον τοῦ εἶναι καθόλου τὴν πρότασιν. |
| xxxiv [15] | ἐπειδὴ οὖν ἀντίφασίς ἐστι μάχη τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης φησὶν ὅτι οὐ τὸ φυσικὸν καθόλου σημαίνει τὸ πᾶς, ἵνα κυρίως γένηται ἀντίφασις. Ὀλυμπιοδώρου. Ἐν τοῖς προλαβοῦσι τεχνώσας τὸν ἀποκρινόμενον, ἡνίκα ἔλεγε ποίῳ μορίῳ δεῖ προσάπτειν τὴν ἐκ τῆς ἀποκρίσεως ἐπιφαινομένην ἀντίφασιν, εἶτα τῷ μεταξὺ λόγῳ χρησάμενος, νῦν τελειοῖ καὶ τὸν ἐρωτῶντα. ἀλλ’ ἐπειδὴ ἡ κυρίως ἐρώτησις κατὰ τὴν μίαν πρότασιν γίνεται, διαλέγεται περὶ ταύτης καὶ διδάσκει ὁμοῦ τίς ἐστιν ἡ κυρίως μία πρότασις. καὶ μὴ νομίσῃ τις τὸν φιλόσοφον ἀδολεσχεῖν· εἰ γὰρ καὶ ἀνωτέρω περὶ μιᾶς προτάσεως διελέχθη, ἀλλ’ οὖν περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως τὸν λόγον ἐποιεῖτο, ἐνταῦθα δὲ περὶ ἐρωτήσεως διαλεγόμενος, πάλιν προαναφωνεῖ τίς ἡ μία πρότασις καθ’ ἣν ἐρώτησις γίνεται, ὥστε οὖν οὐδαμῶς ἀδολεσχεῖ φάσκων ὅτι μία πρότασίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα, ἥτις ἔσται καὶ κυρίως. |
| xxxv [15] | τοῦ αὐτοῦ. Λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἔν τι τὸ ἐκ τούτων . ἐπειδὴ εἶπεν ὅτι ἐὰν πολλὰ καθ’ ἑνὸς κατηγορῆται ἢ ἐὰν ἓν κατὰ πολλῶν, οὐκ ἔστι κατάφασις ἐὰν μὴ ἕν τι σημαίνωσι τὰ πολλά, ἵνα μὴ νομίσῃ τις ὅτι ἡ τοῦ ἑνὸς σημασία κατὰ τὸ ὄνομά ἐστιν, οἷον ὡς ἐπὶ τῶν ὁμωνύμων, διὰ τοῦτο προσδιορισμῷ κέχρηται· φησὶ γὰρ ὅτι “λέγω ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ τὸ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων,” ἀντὶ τοῦ τοῦτό ἐστιν ἕν, ἵνα μία φύσις ἐκ τῶν πολλῶν ἀποτελεσθῇ. διὸ καὶ ἐπάγει τὸ ἀπὸ τοῦ ὁρισμοῦ παράδειγμα, ὅτι τὰ πολλὰ μίαν φύσιν ἀποτελοῦσιν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὁμωνύμων· ὁ γὰρ χερσαῖος καὶ ἀστρῷος καὶ θαλάττιος κύων οὐκ ἀποτελοῦσι μίαν φύσιν, ἀλλὰ μόνον ὅτι ἓν ἔχουσιν ὄνομα· οὐ περὶ ὀνόματος δέ ἐστιν ὁ λόγος, ἀλλὰ ἑνὸς πράγματος ἐκ τῶν πολλῶν συνισταμένου. Ὀλυμπιοδώρου. |
| xxxvi [15] | Ἐπὶ τῶν ἰδίᾳ λεγομένων τρία δεῖ παραφυλάττειν, εἰ συνάψαι αὐτά τις βούλοιτο. πρῶτον μὲν εἰ καὶ συμβεβηκότα εἶεν ἄμφω ἐν τῷ αὐτῷ ὑποκειμένῳ, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν ἐν τῷ Σωκράτει, ἢ εἰ θάτερον συμβεβηκὸς θατέρῳ συμβεβηκότι συνέβη, οἷον λευκῷ ὄντι συμβέβηκε μουσικῷ εἶναι, ἢ εἰ ἀμφότερα εἶεν μὲν οὐσιώδη, προηγεῖται δὲ τὸ μερικώτερον τοῦ καθόλου, ὡς ἐν τῷ “ἄνθρωπος δίπουν ἐστίν” “ὁ ἄνθρωπος ζῷόν ἐστιν·” ταῦτα γὰρ ἰδίᾳ μὲν λέγεται, ἅμα δὲ καὶ συνημμένως οὐδέποτε λέγεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἅμα μὲν λεγομένων, ἰδίᾳ δὲ οὔ, τρία δεῖ παρατηρεῖν. πρῶτον μὲν εἰ ἡ λέξις τῇ λέξει μάχοιτο ὡς ἀντίφασις, ὡς τὸ “ἄνθρωπος οὐκ ἄνθρωπος·” δεύτερον εἰ οἱ ὁρισμοὶ τοῖς ὁρισμοῖς μάχοιντο, ὡς ἐπὶ τοῦ “ὁ τεθνεὼς ἄνθρωπος νεκρός ἐστιν·” τρίτον ὅταν τὸ ὑπαρκτικὸν ῥῆμα κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτὸ κατηγορεῖται τοῦ ὑποκειμένου, ὡς ἐπὶ τοῦ “Ὅμηρος ποιητής ἐστιν.” Ὀλυμπιοδώρου. Καὶ ἐπὶ τούτου, οἷον “κύων σὸς” λέγομεν, διότι σὸν κτῆμα. καὶ πάλιν “ὁ κύων πατήρ,” διότι τῶν σκυλακίων πατήρ· οὐχ ἅμα δὲ ταῦτα δυνατὸν εἰπεῖν, οἷον “κύων σὸς πατήρ,” ὥστε οὐ πάντως τὰ ἰδίᾳ καὶ ἅμα λέγονται. |
| xxxvii [20] | Ὀλυμπιοδώρου. Τρισὶν οὖν ἀτοπήμασιν ὁ ταῦτα ποιῶν ὑποπίπτει· ψεύδεται, ἀδολεσχεῖ, καὶ ἀδιανόητα λαλεῖ. ψεύδεται ὁ λαλῶν τὸν σκυτέα ἀγαθόν. ἀδολεσχεῖ δὲ πάλιν τοιούτῳ τρόπῳ· ἀληθὲς γὰρ εἰπεῖν ἰδίᾳ τὸν ἄνθρωπον λευκὸν καὶ πάλιν ἰδίᾳ λευκόν· εἰ δὲ τὰ ἰδίᾳ πάντως καὶ ἅμα, ἔσται λευκὸν λευκὸν τοῦτο εἰπεῖν. καὶ ἐπειδὴ οὐκ ἔστιν ἄτοπον τὸ τοιοῦτον εἰπεῖν, διότι πολλάκις διὰ τὸ ἀκραιφνὲς τῆς ἄγαν λευκότητος τῷ τοιούτῳ ἐπαναδιπλασιασμῷ κεχρήμεθα καὶ λέγομεν τὸν ἄνθρωπον λευκὸν λευκόν, διὰ τοῦτό φησι “καὶ τοῦτο ἐπ’ ἄπειρον,” ἴνα τυχὸν ἰδίᾳ λεγόμενον τὸ “λευκὸς” καὶ πάλιν “λευκός,” ὡσαύτως καὶ πάλιν “λευκός,” ταῦτα καὶ ἅμα λεγόμενα ἔσται ἀδολεσχία, οἷον τὸ εἰπεῖν “ἄνθρωπος λευκὸς λευκὸς λευκὸς” καὶ ἐπ’ ἄπειρον. ἀλλὰ καὶ ἀδιανόητα πολλάκις λαλήσει ὅστις ἀεὶ τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα εἴπῃ. ἔστι γὰρ ἰδίᾳ εἰπεῖν τὸν ἄνθρωπον θνητὸν καὶ ἰδίᾳ ζῷον, τὸ δὲ ἅμα εἰπεῖν ταῦτα ἀδιανόητον, οἷον τὸ θνητὸν ζῷον· πάντως γὰρ διὰ τοῦ θνητοῦ καὶ τὸ ζῷον εἰσάγεται. Ὀλυμπιοδώρου. |
| xxxviii [5] | Ἰστέον ὅτι οὐ μόνον ἓν κατηγόρημα κατὰ τοῦ ἀτόμου· κἂν γὰρ ἄνθρωπον μόνον ὠνόμασεν, ἀλλ’ οὖν τὶς ἄνθρωπος γίνεται, ἐὰν μὴ τινὰ ἰδιότητα εἴπωμεν, τυχὸν ἢ φαλακρὸν ἢ κομήτην. δεῖ οὖν συνεπινοεῖν τὴν ἰδιότητα μετὰ τοῦ ἀνθρώπου κατηγορουμένην τοῦ ἀτόμου τυχὸν ὥσπερ εἰ ἔλεγε τὸν τινὰ ἄνθρωπον φαλακρὸν καὶ ἰδίᾳ ἄνθρωπον, ὁμοίως δὲ καὶ φαλακρόν. Ὀλυμπιοδώρου. Ἀλλ’ ἔστιν ἐφ’ ὧν . ἤγουν ἐφ’ ὅσων δυνάμεων προηγεῖται λόγος (ταύτας γὰρ λέγει τὰς μετὰ λόγου δυνάμεις, οἷον τὰς ἀπὸ τῆς βουλῆς), αὗται ἐνδεχόμεναί εἰσιν· οὐδεὶς γὰρ περὶ ἀναγκαίου βουλεύεται. ὅσων δέ, φησίν, οὐ προηγεῖται λόγος (ταύτας γὰρ πάλιν ᾐνίξατο διὰ τοῦ εἰπεῖν “μὴ κατὰ λόγον δυνάμεις”), τούτων οὐ πᾶσαι ἔχουσι τὴν πρὸς τὸ ἀντικείμενον ἐπιτηδειότητα, ἀλλὰ τινὲς ἐξ αὐτῶν, οἷον ἐπὶ τῶν καθ’ ὁρμήν· οὐδὲ τούτων γὰρ προηγεῖται λόγος, καὶ ἔχουσι καὶ τοῦ ἀντικειμένου τὴν δύναμιν· δύναται γὰρ καὶ βαδίσαι ὁ ἵππος καὶ μὴ βαδίσαι. εἰσὶ δὲ καὶ ἐπὶ τῶν ἀψύχων δυνάμεις τινὲς ἀναγκαῖαι (ἀλόγους γὰρ καὶ τὰς ἐν τούτοις δυνάμεις ἐκάλεσε κατὰ τὸ μὴ προηγεῖσθαι λόγον)· τούτων οὖν, ὡς εἴρηται, ἀναγκαῖαί εἰσιν αἱ ποιητικαί, ὅτι ἀεὶ ἐνεργοῦσιν, οἷον τὸ πῦρ δύναμιν ἀναγκαίαν ἔχει τοῦ θερμαίνειν, οὔπω δὲ καὶ μὴ θερμαίνειν δύναται· αἱ δὲ παθητικαὶ δυνάμεις καὶ τὰ ἀντικείμενα δύνανται, οἷον τὸ ὕδωρ δύναται ἐξατμίζεσθαι καὶ μὴ ἐξατμίζεσθαι. |
| xxxix [15] | Ὀλυμπιοδώρου. Ἔνιαι δὲ δυνάμεις . νῦν πάλιν δείκνυσιν ὁ Ἀριστοτέλης ὁμώνυμον τὸ δυνατὸν καὶ κατ’ ἄλλον τρόπον καὶ μὴ μόνον κατὰ τὸ ἔχειν ἢ μὴ ἔχειν ἀντικείμενα εἶναι ὁμώνυμον, ἀλλὰ καὶ κατὰ τὸ δυνάμει καὶ κατὰ τὸ ἐνεργείᾳ. φησὶ γοῦν ὅτι “ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν.” λέγεται γὰρ δυνατὸν καὶ τὸ νῦν ἐνεργοῦν, οἷον τυχὸν δυνατὸν γράφειν Πλάτωνα ὅτι νῦν γράφων ἐστίν· λέγεται δυνατὸν καὶ τὸ μήπω ἀχθὲν εἰς ἐνέργειαν, οἷον τυχὸν δυνατὸν τὸ παιδίον γενέσθαι γραμματικόν, ὅτι μέλλει γενέσθαι· νοῦ γὰρ καὶ ἐπιστήμης ἐστὶ δεκτικὸν καὶ ἔχει δύναμιν τούτου. Ὀλυμπιοδώρου. Ἐκόλασε τὸν λόγον καὶ εἶπεν “ἔστιν ἀρχὴ ἴσως τὸ ἀναγκαῖον,” ἐπειδή ἐστι λόγος μὲν ὁ ἀναγκάζων τὸ προταγῆναι αὐτό, ἔστι δὲ καὶ κωλύων ἕτερος. |
| xl [15] | ἀναγκάζει μὲν γὰρ λόγος τὸ προταγῆναι τὸ ἀναγκαῖον διὰ τὸ εἶναι αὐτὸ ἀμετάπτωτον, κωλύει δὲ διὰ τὸ εἶναι τὸ δυνατὸν καθολικώτερον, τὰ δὲ καθόλου τῶν μερικώτερον τιμιώτερα. διὰ γοῦν τοῦτο κολάσας εἶπε τὸ “ἔστι δὲ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον.” Ὀλυμπιοδώρου. Καὶ ἄλλως. φύσει πρῶτον ἐνταῦθα ἀκουστέον οὐ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον καὶ συνεισφερόμενον καὶ μὴ συνεισφέρον, ἀλλὰ φύσει πρότερον ἀκουστέον νῦν ὃν ἔχει πρῶτον σκοπὸν ἡ φύσις ποιῆσαι. ἐπειδὴ δὲ σκοπὸς τῇ φύσει ἐνεργείᾳ ποιῆσαι ὅπερ ποιεῖ, κατὰ τοῦτο καὶ τῇ φύσει ἐστὶ πρῶτον, τῷ δὲ χρόνῳ ὕστερον, ὥσπερ τὴν δύναμιν· ἀπὸ γὰρ τῶν δυνάμεων αἱ ἐνέργειαι προβάλλονται. Ὀλυμπιοδώρου. Ἰστέον δὲ ὅτι ἀνάγκη, ὡς ἂν ἔχῃ τὸ ἓν μέρος τῆς ἀντιφάσεως, οὕτως ἔχειν καὶ τὸ ἕτερον. οὐ γὰρ ἐνδέχεται κατά τι μόριον αὐτῆς εἶναι καθ’ αὑτό, κατά τι δὲ κατὰ συμβεβηκός. |
| xli [15] | διὰ γὰρ τὴν αὐτὴν αἰτίαν καὶ ἡ κατάφασις ἡ λέγουσα τὸ ἀγαθὸν κακόν, κατὰ συμβεβηκὸς ψευδής· δέδεικται γὰρ ἡ ταύτης ἀπόφασις κατὰ συμβεβηκὸς ἀληθής. ὥστε οὖν ἄρα μᾶλλον ψευδὴς ἡ τοῦ ἀγαθοῦ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις· εἰ δὲ μᾶλλον ψευδής, καὶ μᾶλλον ἐναντιοῦται ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις. Ὀλυμπιοδώρου. Διδάξας ὅτι τὴν ἀπόφασιν κατακρατεῖν ἐφ’ ὧν ἐστὶν ἐναντιότης, ὥσπερ καὶ ἐφ’ ὧν οὐκ ἔστιν ἐναντιότης, νῦν καὶ τὸν τρόπον ἡμᾶς διδάσκει τῆς ἀντιθέσεως ὃν ἔχει ἡ ἀπόφασις πρὸς τὴν κατάφασιν ἐφ’ ὧν οὐκ ἔστιν ἐναντιότης, οἷον ὥσπερ ἐπὶ τῆς οὐσίας. καί φησιν ὅτι ἀντίκειται ἡ ἀπόφασις πρὸς τὴν κατάφασιν καθὸ ἡ μὲν ἀληθεύει, ἡ δὲ ψεύδεται, καὶ ἐπάγει παράδειγμα τοῦτο, ὅτι ὁ οἰόμενος καὶ ἀποφάσκων τὸν ἄνθρωπον μὴ εἶναι ἄνθρωπον διέψευσται· εἰ δὲ ταῦτα οὕτως ἔχει, οὕτω δεῖ κρίνειν τὴν μάχην τῇ ἀποφάσει καὶ ἐφ’ ὧν ἐστὶν ἐναντιότης. |