eul_wid: tfq-ab
Ὑπόμνημα εἰς τὸ περὶ ἰδεῶν ἙρμογένουςCommentary-Hermogenes' Book-Ideas
Syrianus of Athens Commentary Hermogenes' Book Ideas PDF
| 1 (1t) | ΣΥΡΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΙΔΕΩΝ ΕΡΜΟΓΕΝΟΥΣ Α ΥΠΟΜΝΗΜΑ. Ἅπαντα μὲν σχεδὸν ὅσα γε εἰς ἡμᾶς ἥκει τοῦ τεχνογράφου Ἑρμογένους συγγράμματα θαυμαστά τε καὶ πολιτικῆς ἀνάμεστα φρονήσεως ὑπάρχει—φημὶ δὲ τὸ περὶ τῶν στάσεων αὐτοῦ σύγγραμμα, ὃ δὴ πολλοί γε καὶ ἄλλοι σοφιστῶν τε καὶ τῶν Πλατωνικῶν φιλοσόφων ὑπομνηματίζειν οὐκ ἀπηξίωσαν, τό τε περὶ μεθόδου δεινότητος καὶ τὰ εἰς τοὺς δημοσίους ὑπομνήματα, ὧν καὶ αὐτὸς ποιεῖται μνήμην—, διαφερόντως δὲ τῶν ἄλλων τὸ περὶ ἰδεῶν αὐτοῦ σύνταγμα θαυμάζειν ἄξιον ὡς ἄριστόν τε καὶ τεχνικώτατον καὶ τῆς τελεωτάτης καὶ κριτικῆς περὶ λόγους ἕξεως οὐδαμῶς ἄμοιρον. ἐπειδὴ τοίνυν πολλὰ τῶν ἐν αὐτῷ κειμένων οὐ παντὶ ῥᾴδια συμβαλεῖν, οὐδενὶ δὲ μέχρι καὶ τήμερον εἰς αὐτὰς ὑπόμνημα γεγραφότι περιτετυχήκαμεν, ἀναγκαῖον ᾠήθην, ὦ φίλτατέ μοι τῶν ἐκγόνων Ἀλέξανδρε, βραχέα τινὰ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου συμβαλλόμενα κατά γε τὴν ἐμὴν συνθεῖναι δύναμιν. |
| 2 | εἰ δέ τις καὶ βελτίω τούτων ἐπεισάγειν δυνηθείη λυσιτελοῦντα πρὸς τὸ προκείμενον, χάριν αὐτῷ παμπόλλην εἰσόμεθα τὸν κοινὸν Ἑρμῆν ἔργοις οὐ λόγοις ἡμῖν ἐπιδεικνύοντι. ἀλλὰ γὰρ προσευξάμενοι τοῖς λογίοις θεοῖς ἀγαθὸν ἡμῖν καὶ τοῖσδε τοῖς πόνοις ἐπινεῦσαι τὸ πέρας ἔργου ἐχώμεθα. [265, 5] ‘ εἴπερ ἄλλο τι τῷ ῥήτορι καὶ τὰς ἰδέας οἶμαι τοῦ λόγου τῶν ἀναγκαιοτάτων εἶναι γιγνώσκειν ‘ τὸ χρήσιμον τοῦ βιβλίου εὐθὺς ἐκ προοιμίων ἐμφαίνει διαρρήδην ἀναγκαιότατον αὐτὸ τοῖς ῥητορικὴν μετιοῦσι γνησίως βοῶν. ἰδέα δέ ἐστι ποιότης λόγου τοῖς ὑποκειμένοις ἁρμόδιος προσώποις τε καὶ πράγμασι κατά τε ἔννοιαν καὶ λέξιν καὶ τὴν ὅλην τῆς ἁρμονίας διαπλοκήν. ἰδέας δὲ εἶδος διαφέρει ὥσπερ γένος εἴδους καὶ ὅλον μέρους· τὸ μὲν γὰρ εἶδος περιληπτικόν ἐστι τῶν ἰδεῶν, αἱ δὲ ἰδέαι ὑπὸ τὸ εἶδος ἀνάγονται. |
| 3 | ἀδύνατον γὰρ δικανικὸν ἢ συμβουλευτικὸν ἢ πανηγυρικὸν εἶδος λόγου συστῆναι χωρὶς πλειόνων ἰδεῶν μίξεως. [265, 6] ‘ ὅπῃ ποτὲ ἔχουσι καὶ ὅπως γίγνονται ‘ ἐκ ποίων συνίστανται τόπων καὶ τίνα τὰ χαρακτηρίζοντα ἕκαστον τόπον. [265, 7] ‘ κα θ ’ ὅτι τε καλῶς ἂν ἔχοι καὶ ἀκριβῶσ ‘ εὐλόγως σφόδρα τὸ ἀκριβῶς προστέθεικεν· ἐν δέχεται γὰρ καλῶς μὲν ἔχειν τόνδε τινὰ τὸν λόγον τῷ τῆς συνθέσεως κάλλει διαπρέποντα, μὴ μέντοι πρὸς ἀκρίβειαν εἰργάσθαι τῆς τέχνης. [265, 12] ‘ καλῶν τε καὶ γενναίων ‘ γενναίους φησὶ λόγους τοὺς μὴ χαμαιπετεῖς μηδὲ εἰκῇ συγκειμένους καὶ εὐκαταφρονήτους. [265, 15] ‘ ἡ γάρτοι μίμησις καὶ ὁ ζῆλοσ ‘ Διονύσιος μὲν ἐν τῷ πρώτῳ περὶ μιμήσεως ὁρίζεται τὴν μίμησιν οὕτως ‘ἐνέργεια διὰ τῶν θεωρημάτων ἐκματτομένη τὸ παράδειγμα‘, ὡς δὲ οἱ μεταγενέστεροι ‘λόγος [ἢ πρᾶξις] ὁμοίωσιν εὖ ἔχουσαν τοῦ παραδείγματος περιέχων‘. ζῆλος δέ ἐστιν ἐνέργεια ψυχῆς πρὸς θαῦμα τοῦ δοκοῦντος εἶναι καλοῦ κινουμένη. [265, 14] ‘ εἰ μέλλοι μὴ σφόδρα πόρρω τοῦ ἀκριβοῦς τις ἀπενεχθήσεσθαι ‘ καλῶς τὸ μὴ πόρρω τοῦ ἀκριβοῦ ς · οὐ γὰρ οἷόν τε τὸν κρίνοντα πρὸς ἀκρίβειαν πᾶσαν τῶν τε τοῦ λέγοντος ἐννοιῶν καὶ τῆς τοιᾶσδε τῶν ὀνομάτων στοχάζεσθαι συνθέσεως. |
| 4 | πολλὰ γοῦν τοιῶσδε παρὰ τῶν ἀρχαιοτέρων εἰρημένα πολυτρόπως οἱ μετ’ αὐτοὺς ἐδέξαντο. διόπερ ἀκριβῶς πρόσκειται τὸ μὴ σφόδρ α · ἀγαπητὸν γὰρ ἐγγὺς βαλόντα φανῆναι τῆς ὀρθῆς κρίσεως. [265, 16] ‘ μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος ἀλόγου τριβῆσ ‘ καλῶς τὴν ἐμπειρίαν ἄλογον τριβὴν προσεῖπεν· τὸ μὲν γὰρ ὅτι γινώσκει, τοῦ δὲ διότι παντελῶς ἀμαθής ἐστιν, ὅπερ ὁ κατὰ τὴν τέχνην ἀνευρίσκει λόγος. καὶ γὰρ ὁ θεῖος Πλάτων φησὶν ‘ἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα‘. [265, 18] ‘ τοὐναντίον γὰρ ἴσως ἂν αὐτὸν καὶ σφάλλοι μᾶλλον τὰ τῆς φύσεως πλεονεκτήματα ‘ ὁ μὲν γὰρ μὴ ὀξὺς τὴν φύσιν ἀγαπᾷ κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα ἀτρέμας ἧσθαι καὶ ἄλλων μῦθον ἀκούειν, ὁ δὲ τῷ τάχει τῆς φύσεως πεποιθὼς καὶ μόνην αὐτὴν πρὸς ἕκαστα τῶν ἐγχειρουμένων ἀποχρῆν οἰόμενος τόν τε παρὰ τῆς τέχνης χαλινὸν οὐκ ἀνεχόμενος καταγέλαστος πολλαχῇ τοῖς ἐπιστήμοσι φαίνεται. [265, 23] ‘ κράτιστον μὲν γὰρ εἰ καὶ τὰ τῆς φύσεως συλλαμβάνοιτο ‘ ἀρχὴ γὰρ οἱονεὶ καὶ κρηπὶς καὶ χρηστὸν ὄργανον ψυχῇ πρὸς τὰ βέλτιστα χωρεῖν ἐπειγομένῃ δεξιὰ φύσις· διὸ καὶ Πίνδαρός φησι ‘τὸ δὲ φυᾷ κράτιστον ἅπαν‘. |
| 5 | ὁ δέ γε Ἐπίκουρος ἐν τῷ περὶ ῥητορικῆς αὐθαδέστερον οἶμαι λέγων φησὶν αὐτὸς μόνος εὑρηκέναι τέχνην πολιτικῶν λόγων· τοὺς δὲ ἄλλους ἀποσκορακίζων ῥήτορας ἑαυτῷ πως μαχόμενος λέγει ‘φύσις γάρ ἐστιν ἡ κατορθοῦσα λόγους, τέχνη δὲ οὐδεμία‘. [265, 25] ‘ εἰ δὲ μ ή , ἀλ λ ’ ὅ γε μαθητόν ἐστι καὶ διδακτὸν οὐκ ἐν ἄλλοις ἐ φ ’ ἡμῖν δὲ ὄν‘ ἀπορήσειεν ἄν τις, διὰ τί τὰ παρὰ τῆς φύσεως ἀγαθὰ ἐν ἄλλοις ὠνόμασεν· ἐν ἡμῖν γὰρ δηλονότι καὶ ἡ φύσις καὶ τὰ παρὰ τῆς φύσεως δῶρα ὅπως ἂν ἑκάστῳ διακείμενα τυγχάνοι. φαμὲν οὖν ὅτι ἐν ἄλλοις εἶπε τὰ τῆς φύσεως, διότι οὐκ ἐν ἡμῖν προηγουμένως τὸ κῦρος αὐτῶν—οὐ γὰρ ἂν ἑκών τις ἕλοιτο τὴν νωθῆ τε καὶ ἀπρονόητον ἑκάστων φύσιν ἢ τὴν ὀξεῖαν καὶ πρὸς πάντα χωρεῖν ἕτοιμον—, ἀλλὰ δῆλον ὅτι ἥ τε παρὰ τῶν προτέρων βίων ἀξία καὶ ἡ τοιάδε τῶν πατέρων ἕξις ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα αἴτια θεῖά τε καὶ ἀνθρώπινα χορηγὰ τῆς διαφόρου φύσεως ἑκάστῳ τυγχάνει. διὸ τὰ μὲν παρὰ τῆς φύσεως ἐν ἄλλοις εἶπεν. ἐ φ ’ ἡμῖν δὲ τὰ τῆς μαθήσεως· προαίρεσις γὰρ καὶ ὁρμὴ βελτίστη φύσεως ὑπουργούσης τῶν καλλίστων ἁπάντων ἡμῖν πρυτανεύονται τὰς μαθήσεις. ἔτι γε μὴν καὶ Διονύσιος πρὸς τῷ τέλει τοῦ πρώτου βιβλίου τῶν περὶ μιμήσεως περὶ προαιρέσεώς τε καὶ δυνάμεως τῆς περὶ λόγους διεξιὼν ἔφη τῆς μὲν δυνάμεως τὴν κυριωτάτην εἶναι μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφ’ ἡμῖν ἔστιν οἵαν ἀξιοῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως οὐδὲν μέρος ἐστίν, οὗ μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν. |
| 6 | καὶ ἔοικεν ὁ τεχνογράφος ἐπιμελῶς ἐκείνοις ἐντετυχηκὼς καὶ αὐτὸς οὐκ ἐφ’ ἡμῖν ὠνομακέναι τὴν φύσιν. [266, 9] ‘ ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου παραγίνεσθαι πέφυκεν ‘ Πλάτων τε γάρ φησι ‘τῶν γὰρ πόνων πωλοῦσιν ἡμῖν τἀγαθὰ οἱ θεοί‘ καὶ Σοφοκλῆς ‘πόνος γὰρ ὡς λέγουσιν εὐκλείας πατήρ‘ καὶ ἐν Μιλήτῳ ὁ θεὸς ‘οὐδὲν ἄνευ καμάτου πέλει ἀνδράσιν εὐπετὲς ἔργον‘ καὶ πάλιν ‘πάντα πόνος τεύχει θνητοῖς μελέτη τε βροτείη‘. [266, 10] ‘ λόγων δὲ καλῶν τε καὶ γενναίων εἰ μέλλοι τι χρηστότερον ἀνθρώποις οὖσι καὶ ζῴοις λογικοῖς γενήσεσθαι ‘ εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικόν, εἰκότως αὐτῷ καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων ἐστὶν ἁρμοδιωτέρα· ἕκαστον γὰρ κατὰ φύσιν πρὸς τὴν οἰκείαν ἐπείγεται σωτηρίαν, σῴζει δὲ ἕκαστον ἡ τελειότης ἑκάστου, ἀνθρώπου δὲ τελειότης οὐδὲν ἕτερον ἢ λόγος, πάντων ἄρα κρεῖττον ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις. [266, 16] ‘ νῦν ἐστιν ἡμῖν οὐ περὶ τῆς Πλάτωνος ἢ Δημοσθένους ἰδέας ὁ λόγοσ ‘ εἰ γὰρ καὶ ἐκ πλειόνων ἰδεῶν ἑκάστου τούτων συνεστήκασιν οἱ λόγοι, ἀλλ’ οὖν καθόλου ἡ Δημοσθενική τε καὶ Πλατωνικὴ φράσις μίαν τινὰ σύμμικτον ἐκ πολλῶν ἰδέαν ἐπιφαίνουσιν, ἥπερ ἰδίας μὲν οὐκέτι κοινῆς δέ τινος ἐκ τοῦ χρησαμένου τυγχάνει τῆς προσηγορίας. |
| 7 | πρὸς δὲ τῷ τέλει τοῦ περὶ ἰδεῶν δευτέρου βιβλίου καὶ ἰδίᾳ περὶ ἑκάστου τῶν ἀρίστων ῥητόρων τε καὶ συγγραφέων διεξέρχεται. [266, 19] ‘ ὁποῖόν τί ἐστι σεμνότης δεῖξαι καὶ ὅπως γίγνεται ‘ ὁποῖον μὲν ὅτι μεγέθους τῷ λόγῳ περιποιητική, ὅπως δὲ γίγνεται διὰ ποίων ἐννοιῶν μεθόδων λέξεων σχημάτων καὶ τῶν λοιπῶν. ἰστέον δὲ ὅτι ἄλλο μὲν εἶδος καὶ ἄλλο ἰδέα, ὡς καὶ ἄνω ἔφαμεν, τοῖς δὲ ὀνόμασιν ἀδιαφόρως κέχρηται, ποτὲ μὲν εἴδη τὰς ἰδέας καλῶν, ποτὲ δὲ ἰδέας τὰ εἴδη. ἰδέαι δὲ λόγων αἱ γενικώταταί εἰσιν ἑπτά, σαφήνεια μέγεθος κάλλος γοργότης ἦθος ἀλήθεια δεινότης· τούτων δὲ αἱ μὲν τέτταρες μένουσιν ἀδιαίρετοι, ἀλήθεια γοργότης δεινότης κάλλος, αἱ δὲ τρεῖς διαιροῦνται εἰς ἑτέρας δώδεκα, ὡς εἶναι τὰς πάσας ἑκκαίδεκα· ἑκάστη δὲ τούτων εἰς ὀκτὼ διαιρεῖται, ἔννοιαν μέθοδον λέξιν σχῆμα κῶλον συνθήκην ἀνάπαυσιν ῥυθμόν. [266, 24] ‘ τὸν μάλιστα τῶν ἄλλων ποικίλως χρησάμενον τῷ λόγῳ καὶ σχεδὸν ἐξ ἁπάσης ἰδέας συμμιγῆ ‘ τὸν Δημοσθένην φησί, ταῖς μὲν γὰρ τῶν ἰδεῶν ἐπὶ πλεῖστον κέχρηται, ὡς σαφηνείᾳ τε καὶ γοργότητι καὶ περιβολῇ· ταῖς δὲ ἐπ’ ἔλαττον, ὡς λαμπρότητι σεμνότητι κάλλει· οὕτω γὰρ ὑπερεκπλήττεται διόλου τὸν ῥήτορα τῆς μίξεως ἕνεκα τῶν ἰδεῶν, ὡς ἓν ἀνθ’ ἑνὸς ἀποφαίνεσθαι πολιτικῶν τε ἄριστον τὸν Δημοσθενικὸν καὶ αὖθις τὸν Δημοσθενικὸν ἄριστον τῶν πολιτικῶν. |
| 9 | ὅθεν δὴ καὶ Ἰάμβλιχος ὁ θεῖος ἐν τῷ περὶ κρίσεως ἀρίστου λόγου φησὶ ‘δεῖ γὰρ μήτε τὸ σύντομον εἶναι ἀσαφὲς μήτε τὸ σαφὲς ἰδιωτικόν, καὶ τὸ μὲν σεμνὸν μὴ εἶναι ἄγαν ἐξηλλαγμένον τὸ δὲ κοινὸν μὴ εἶναι εὐκαταφρόνητον ἔχειν δέ τινα ἐξαίρετον ὑπεροχήν· τὸ γὰρ παντελὲς τοῦτο καὶ συμπεπληρωμένον τοῖς ὅλοις κάλλεσι τῶν λόγων παρ’ Ὁμήρῳ τε καὶ Πλάτωνι καὶ Δημοσθένει γνώριμόν ἐστιν ἰδεῖν‘. [266, 27] ‘ ἀνάγκη τά τε μέρη κα θ ’ ἕκαστον καὶ τὸ ὅλον εἶδος τοῦ τοιούτου δεικνύντασ ‘ τὸ μὲν τοῦ τοιούτου τοῦ Δημοσθενικοῦ λόγου φησί, μέρη δὲ τὰ ἐν προοιμίοις ἢ ἀντιθέσεσιν ἢ διηγήσεσιν εἰρημένα, εἶδος δὲ δικανικὸν συμβουλευτικὸν πανηγυρικὸν ἢ μικτόν. [266, 28] ‘ ὅθεν τε καὶ ἐξ ὧν συνέστηκεν ὁποῖόν τέ ἐστι ‘ τὸ μὲν ὅθεν ἐκ ποίων εἰδῶν κεκίνηται τῆς ῥητορικῆς, τὸ δὲ ἐξ ὧν ποίαις τισὶν ἰδέαις κέκραται, τὸ δὲ ὁποῖον ἠθικὸν ἢ πραγματικὸν ἢ παθητικόν. |
| 10 | [266, 31] ‘ καὶ πῶς μιγνυμένων αὐτῶν τοτὲ μὲν ποιητικὸς τοτὲ δὲ ὡς ποιητικόσ ‘ οἱ μὲν πρὸ ἡμῶν ποιητικὸν μὲν ἐξηγοῦντο τὸν πεποιημένον καὶ ἐπιτετηδευμένον λόγον πρὸς τὸ τοιούσδε ἢ τοιούσδε τοὺς ἀκούοντας καταστῆσαι, ὡς οὐ ποιητικὸν δέ—καὶ γὰρ τὴν οὐ ἄρνησιν τῷ ῥητῷ προσετίθεσαν— τὸν ἐπιτετηδευμένον μέν, μὴ μέντοι δοκοῦντα. ἄμεινον δὲ τῷ Ἁλικαρνασεῖ Διονυσίῳ ἑπομένους ποιητικὸν μὲν λόγον φάναι τὸν τροπικῇ τε καὶ μεταφορικῇ 〈καὶ〉 διθυραμβώδει συνθήκῃ συντεθειμένον, ὁποία ἡ Γοργίου τοῦ ῥήτορος φράσις—πρῶτος γὰρ ἐκεῖνος, ὥς φησι Διονύσιος ἐν τῷ περὶ μιμήσεως δευτέρῳ, τὴν ποιητικὴν καὶ διθυραμβώδη λέξιν εἰς τοὺς πολιτικοὺς εἰσήνεγκε λόγους—, ὡς ποιητικὸν δὲ λόγον τὸν εὐρυθμίας μὲν καὶ ἁρμονίας ὁμαλῆς μετειληφότα κατά τε περιόδων καὶ κώλων ἀπηκριβωμένην σύνθεσιν, τὴν δέ γε διθυραμβώδη καὶ ποιητικὴν συνθήκην ἥκιστα ζηλώσαντα, οἵα τίς ἐστιν ἡ Ἰσοκράτους φράσις, περὶ ἧς Διονύσιος ἐν πρώτῳ χαρακτήρων ὡδί πως λέγει ‘τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις ὡς ἐκλυούσας τὴν ἁρμονίαν τῶν ἤχων καὶ τὴν λειότητα τῶν φθόγγων λυμαινομένας ἐξίσταται περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πάνυ καὶ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου‘, ὅθεν δὴ καὶ πλείστους ἰάμβους παρ’ αὐτῷ τε καὶ Δημοσθένει ῥᾴδιον εὑρεῖν· πάλιν δὲ περὶ τῆς ἄνευ μέτρου λέξεως τῆς ὁμοίας καλῷ ποιήματι λέγων ὁ αὐτὸς ὧδέ πού φησιν ἐν τῷ περὶ συνθέσεως ὀνομάτων ‘Δημοσθένη γὰρ ἐν τοῖς μάλιστα οἴομαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν. |
| 11 | τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίουσ‘, ἔνθα δὴ καὶ τὸ προοίμιον τοῦ κατὰ Ἀριστοκράτους παραθεὶς ἐκ πολλῶν αὐτὸ συνεστάναι μέτρων ἀναπαιστικῶν τε καὶ ἐλεγειακῶν δείκνυσι, καὶ πάλιν μετ’ ὀλίγα φησὶν ‘ἀπόχρη γὰρ τὴν πολιτικὴν λέξιν εὔρυθμον εἶναι καὶ εὔμετρον· οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ‘. ἔτι γε μὴν ἐν τῷ περὶ μιμήσεως ὁ αὐτός φησιν ὅτι ‘Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετήνεγκεν εἰς λόγους πολιτικοὺς οὐκ ἀξιῶν ὅμοιον τὸν ῥήτορα τοῖς ἰδιώταις εἶναι, Λυσίας δὲ τοὐναντίον ἐποίησεν· τὴν γὰρ φανερὰν ἅπασι καὶ τετριμμένην λέξιν ἐζήλωσεν ἔγγιστα νομίζων εἶναι τοῦ πεῖσαι τὸν ἰδιώτην τὸ κοινὸν τῆς ὀνομασίας καὶ ἀφελές. ἥκιστα γὰρ ἄν τις εὕροι τὸν Λυσίαν τροπικῇ καὶ μεταφορικῇ λέξει κεχρημένον, σεμνὰ δὲ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις ὀνόμασι χρώμενος καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆσ‘. |
| 12 | ἔτι γε μὴν ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ τὸ δοκοῦν ἀνεπιτήδευτον εἶναι ἀποίητον ὀνομάζει· καὶ πολὺ κάλλιον ἦν οὕτως ὀνομάσαι τὸ ἀνεπιτήδευτον, εἴπερ τοῦτο ἐβούλετο δηλῶσαι, ἢ ὡς οὐ ποιητικόν· ἐπάγει γὰρ καὶ τάδε περὶ Λυσίου ‘δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ χαρακτὴρ καὶ πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει‘. [267, 15] ‘ τὸ μὲν ὡς διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι ‘ καὶ γὰρ ἐν Φιλιππικοῖς συμβουλεύων σφοδρῷ τῷ ψόγῳ κέχρηται κατὰ Φιλίππου ἔκ τε τῆς οἰκείας φύσεως κἀκ τῶν συνόντων καὶ πανταχόθεν αὐτὸν διαβάλλειν πειρώμενος, καὶ πάλιν ἐν τῷ περὶ τοῦ στεφάνου δικανικὸν εἶδος μελετῶν πανηγυρίζει τῇ τε κατ’ Αἰσχίνου πομπείᾳ λαμπρῶς ἐπεξιὼν καὶ ταῖς εὐφημίαις τῆς οἰκείας ἐναβρυνόμενος πολιτείας. [267, 25] ‘ οὐδὲ γὰρ ἔστιν ὅστις πρὸ ἡμῶν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος φαίνεται ‘ καλῶς τὸ ἀκριβέ ς · οἶδε γὰρ καὶ Βασιλικὸν πρὸ αὑτοῦ γεγραφότα περὶ ἰδεῶν, οὐ μέντοι σὺν εὐκρινείᾳ καὶ τάξει τῇ ἀρίστῃ, ᾗπερ διαφερόντως αὐτὸς φαίνεται κεχρημένος. |
| 13 | [267, 30] ‘ πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρόσ ‘ εἰς τοὺς ὑπομνηματίσαντας τῶν Δημοσθενικῶν λόγων ἐνίους ἀποτείνεται καὶ τὰς περὶ αὐτῶν θεωρίας φιλοτιμότερον ἐπεξεργασαμένους Βασιλικόν τε καὶ Ζήνωνα καὶ τοὺς ὁμοίους. [268, 11] ‘ τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ στοιχεῖα ‘ μέχρι τοῦ ‘ καὶ τί δύναται ‘ μεταφορικὴ γὰρ ἡ λέξις οὖσα κυριώτατα καὶ πρώτως ἐπὶ τῶν τοῦ κόσμου στοιχείων εἴρηται, δευτέρως δὲ ἐπὶ τῶν γραμμάτων· ἐκεῖνά τε γὰρ ἀρχὴ παντὸς τοῦ σωματικοῦ καὶ ταῦτα συλλαβῶν καὶ λέξεων· εἰκότως οὖν καὶ τὰς ἰδέας στοιχεῖα καὶ ἀρχὰς τοῦ ἀρίστου τῶν πολιτικῶν λόγων φησίν. τὸ δὲ ὁποῖα ποίαν ἔχει φύσιν ἑκάστη τῶν ἰδεῶν, γλυκεῖαν αὐστηρὰν ἀφελῆ δεινήν, τὸ δὲ ὅπως γίγνεται διὰ ποίων κατασκευάζεται τόπων, τὸ δὲ τί δύναται τί τὸ ἀπὸ τῆς μίξεως τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν ἀποτέλεσμα. [268, 21] ‘ εἰ μέλλοι τις ὡς ἓν ἅπαντα ἀκούσεσθαι τάδε ‘ οὐ γὰρ ἰδίᾳ τῶν ἰδεῶν ἑκάστη ἐπιτετήδευται καὶ μεμελέτηται παρὰ τῷ ῥήτορι, ἀλλ’ ἡ πασῶν ἅμα ἀκριβεστάτη καὶ ἐν τῷ δέοντι παρ’ αὐτῷ μῖξις τὸν κάλλιστον τῶν πολιτικῶν ἀπεργάζεται λόγων· ὅθεν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων κράτιστον εἶναί φησι χαρακτήρων ἐν πολιτικοῖς λόγοις τὸν Δημοσθενικόν. |
| 14 | [268, 25] ‘ τούτων δὲ τῶν ἰδεῶν αἱ μὲν ἐ φ ’ ἑαυτῶν εἰσιν ‘ ὡς αἱ ἀδιαίρετοι, ἀλήθεια γοργότης δεινότης κάλλος, ‘ αἱ δὲ ἔχουσιν ὑ φ ’ ἑαυτάσ ‘ ὡς αἱ διαιρούμεναι, σαφήνεια μέγεθος ἦθος, ‘ αἱ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρεσιν ‘ αἱ μὲν γὰρ ἑνὶ τῶν ὀκτὼ μερῶν ἀλλήλαις κοινωνοῦσιν, αἱ δὲ πλείοσιν, ὡς ἡ καθαρότης τῇ εὐκρινείᾳ λέξει κώλοις συνθήκῃ κοινωνεῖ καὶ ἡ τραχύτης τῇ σφοδρότητι καὶ κατὰ πλείονα. [269, 8] ‘ ἅπας τοίνυν λόγος ἔννοιαν ἔχει πάντως τινὰ ἢ ἐννοίασ ‘ αἱ μὲν γὰρ τῶν ἰδεῶν μονοειδεῖς ἔχουσι τὰς ἐννοίας, ὡς ἡ καθαρότης, αἱ δὲ καὶ μέχρι τριῶν καὶ τεττάρων προέρχονται τόπων, ὡς ἡ σεμνότης. [269, 19] ‘ καὶ εἴ τινες ἕτεραι ταύταις ὅμοιαι ‘ ὡς αἱ ἱστορικαί· καὶ γὰρ αὗται διὰ τὸν χρόνον πλησιάζουσι ταῖς μυθικαῖς, ὡς καὶ Θουκυδίδης φησίν, καὶ ὅσαι τὰ ταῖς αἰσθήσεσιν ἡδέα ἐκφράζουσιν, ὄψει ἀκοῇ ὀσφρήσει γεύσει ἁφῇ, ὡς Ὅμηρος ‘τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον‘ καὶ Σαπφὼ ‘ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ δι’ ὄσδων μαλίνων‘ καὶ ‘οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὄσδῳ ἄκρον ἐπ’ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδρόπηες, οὐ μὰν ἐκλελάθοντ’ ἀλλ’ οὐκ ἐδύναντ’ ἐφικέσθαι‘ καὶ Θεόκριτος ‘ἁδὺ δὲ τῶ θέρεος παρ’ ὕδωρ ῥέον αἰθριοκοιτεῖν‘ καὶ ‘ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο‘. |
| 15 | [269, 22] ‘ τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει αὐτὰς διεξιέναι ‘ ὡς Δημοσθένης ἐν πολλοῖς τῶν ἰδιωτικῶν ἀπ’ αὐτῶν ψιλῶν ἀρχόμενος τῶν πραγμάτων καὶ ἐν τῷ κατὰ Σπουδίου ‘ἀδελφὰς ἔχομεν γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσὶ Πολυεύκτου θυγατέρασ‘ καὶ Λυσίας ἐν τῷ κατὰ Διογείτονος ‘ἀδελφοὶ ἦσαν, ὦ δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι‘. [269, 23] ‘ ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέρωσ ‘ ἐξ ὑποβολῆς ἐστιν ἤτοι ὅταν μὴ προηγουμένως τις εἰσάγῃ τὸν λόγον, ἀλλὰ προειρηκώς τινα οὕτως ὑποβάλλῃ τὸ πρᾶγμα περὶ οὗ θέλει εἰπεῖν—ὡς ὁ ῥήτωρ ἐν τῷ πρὸς Βοιωτὸν περὶ προικὸς ‘πάντων ἐστὶν ἀνιαρότατον, ὦ δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινων, τῷ δὲ ἔργῳ ἐχθροὺς ἔχῃ τούτους καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπ’ αὐτῶν εἰς δικαστήριον εἰσιέναι, ὃ νῦν ἐμοὶ συμβέβηκεν‘· ἀρξάμενος γὰρ ἀπὸ τοῦ καθόλου καὶ δεινώσας ὡς ἠβούλετο τὸ πρᾶγμα οὕτως ὑποβάλλει τὰ περιστάντα αὐτὸν πράγματα—ἢ ὅταν ἐάσας τὸ ἐξ εὐθείας προενεγκεῖν τὸν λόγον προσώπου τινὸς ὑποβολῇ χρήσηται κἀκείνῳ περιθῇ τοὺς λόγους, οἷον ‘ὡς δ’ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι‘. |
| 16 | [269, 24] ‘ καὶ ὅση δριμεῖα ‘ λέξις δριμεῖά ἐστιν ἡ μὴ κυρίως μὲν ἐπί τινος κειμένη, κατὰ δέ τινα μεταφορὰν ἐναργῶς δοκοῦσα τοῦ προκειμένου ἅπτεσθαι, ὡς παρὰ Ξενοφῶντι μὲν ἐν κυνηγετικῷ ἡ φιλανθρωπία ἐπὶ κυνῶν κειμένη διὰ τὸ σφόδρα φιλοσύνηθες τοῦ ζῴου, παρὰ δὲ Εὐριπίδῃ ἡ φιλανδρία ἐπὶ ψόγου πρὸς Ἑρμιόνην ὑπ’ Ἀνδρομάχης εἰρημένον ‘μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν‘ καὶ παρὰ τῶν νεωτέρων τινὶ τὸ ‘ἱπποδάμοιο χαλινοῦ‘ ἐναργέστατα ἐπὶ τοῦ χαλινοῦ εἰρημένον καὶ παρὰ Δημοσθένει ‘ἐγὼ δὲ οὐ δέδοικα, εἰ ζῇ ἢ τέθνηκε Φίλιππος, ἀλλ’ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι‘. [269, 24] ‘ καὶ τῆς ποιητικῆς ἡ μὴ διῃρημένη μηδὲ πλατεῖα φύσει ‘ διῃρημένη μὲν ὡς τὸ ‘κατὰ μῆρ’ ἐκάη‘ ‘κατὰ ταῦρον ἐδηδώσ‘ ‘διά τε σκόλοπας καὶ τάφρον ἔβησαν‘, πλατεῖα δὲ ὡς τὸ ‘βοόωσι‘ ‘Πηληϊάδεω‘. |
| 17 | [269, 25] ‘ αἵ τε τῆς καθαρότητος ἅπασαι ‘ ὡς αἱ Λυσίου καὶ Ἰσοκράτους σχεδὸν πᾶσαι. [269, 27] ‘ κῶλα δὲ τὰ ὀλίγῳ τῶν κομματικῶν μείζονα ἢ καὶ τὰ κομματικὰ αὐτά ‘ ἔστι μὲν κοινὸς σφόδρα ὁ λόγος ὁ περὶ κόμματος καὶ κώλου καὶ περιόδου, ἀναγκαῖον δὲ διὰ τὸ τοῖς λεγομένοις δύνασθαι παρακολουθεῖν βραχέα περὶ αὐτῶν εἰπεῖν· ὡς γὰρ πρὸς εἰδότας ὁ τεχνογράφος διαλέγεται. ἔστι τοίνυν κόμμα μὲν λόγος διάνοιαν δηλῶν ἐν δύο ἢ τρισὶ λέξεσιν, ὡς τὸ ‘μηδὲν ἄγαν‘ ‘γνῶθι σαυτόν‘· τὸ δὲ τέλειον κόμμα ἐπῳδῷ μετρεῖται, ὃς ἔχει συλλαβὰς ὀκτώ. κῶλον δέ ἐστι μόριον λόγου συγκείμενον ἐξ ὀνομάτων πλειόνων τελειοῦν τὴν ἐπὶ μέρους διάνοιαν, ὡς τὸ ‘ἀντὶ πολλῶν ἄν, ὦ Ἀθηναῖοι‘· μέτρον δὲ αὐτοῦ ἑκκαίδεκα συλλαβαί· τὸ δὲ σχοινοτενὲς καὶ μέχρι εἴκοσι προέρχεται συλλαβῶν. περίοδος δέ ἐστι μόριον λόγου συγκείμενον ἐκ κώλων δύο ἢ καὶ πλειόνων ἀρχὴν ἔχον καὶ κατάληξιν τελειοῦσαν τὴν διάνοιαν, ὡς τὸ ‘ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν‘. [269, 30] ‘ οὐ μὴν ἥ γε πάντῃ διεστηκυῖα ‘ κεχηνυῖα καὶ συγκρουσμῶν πλήρης. |
| 18 | [269, 32] ‘ κατὰ δὲ τὰς βάσεις ἡ δακτυλική ‘ βάσις καλεῖται ἡ κατάληξις τῶν κώλων, μεταφορικὴ δέ ἐστιν ἡ λέξις ἀπὸ τῶν χορευτῶν· τὴν γὰρ ἐν χοροῖς βάσιν καὶ ὁρίζονται οὕτως οἱ μουσικοὶ ‘βάσις ἐστὶν ἄρσεως καὶ θέσεως ποδῶν σημείωσις· ἄρσις δέ ἐστι μέρος ποδὸς τὴν ὁρμὴν ἄνω λαμβάνον, θέσις δέ ἐστι μέρος ποδὸς τὴν ὁρμὴν κάτω λαμβάνον‘. [270, 6] ‘ ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον ‘ ἀνάπαυσις μέν ἐστιν ἡ κατάληξις τῶν κώλων, βεβηκυῖα δὲ ἡ εἰς πλείονας μακρὰς καταλήγουσα μετὰ τὸ πληροῦν τὴν διάνοιαν, ὡς τὸ ‘πλὴν αὐτὸς αὐτῷ‘. [270, 6] ‘ ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδός τι ἐπακολουθεῖ τῇ τε συνθέσει τῇ ποιᾷ καὶ τῇ ἀναπαύσει ‘ ἀπὸ γὰρ τῆς τοιᾶσδε συνθήκης τῶν λέξεων καὶ τῆς καταλήξεως τῶν κώλων ὁ τοιόσδε συνίσταται ῥυθμός. ῥυθμὸς δέ ἐστι χρόνος διῃρημένος ὑπὸ λέξεως ἢ μέλους ἢ κινήσεως κατά τινα τάξιν ὡρισμένην λόγῳ, ὡς δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασὶ χρόνων τάξις· χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον ἢ μέτρον τι κινήσεως. [270, 32] ‘ ἀκριβῶς μὲν διὰ πάντων ἑνὸς εἴδους εἰργασμένον λόγον ‘ ἕως τοῦ ‘ ἀδύνατον εὑρεῖν‘ εἴδους μὲν πάλιν καταχρηστικώτερον τῆς ἰδέας φησί ν , ἀδύνατον δέ φησι διὰ πάντων τῶν τῆς ἰδέας τόπων ἕνα συστῆναι λόγον—εἰκότω ς , ἀπρεπὴς γὰρ ἡ τοιαύτη σύνθεσι ς , ὡς καὶ αὐτὸς προϊὼν ἐρε ῖ . |
| 19 | [ 27 1 , 8 ] ‘ ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν ‘ ἀμφιβόλως μὲν ἐξενήνοχε τὸ χωρίον, ἐὰν δὲ γνῶμεν, τί διαφέρει μέρος εἴδους, ἀκριβῶς εἰσόμεθα, πῶς τὸ αὐτὸ καὶ μέρος καὶ εἶδος ἐκδέξασθαι δυνατόν. τὸ μὲν οὖν μέρος τοῦ ὅλου χωρισθὲν αὐτό τε ἀτελές ἐστι καὶ τὸ λειπόμενον κωλύει τῆς οἰκείας τελειότητος, οἷον ὅλον μέν τί ἐστιν ὁ ἄνθρωπος, μέρη δὲ αὐτοῦ κεφαλὴ χεῖρες πόδες· τὸ δὲ εἶδος διαστὰν τοῦ γένους ἐκείνω τε οὐκ ἐμποδίζει πρὸς τελειότητα καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ γενόμενον πλῆρές τι καὶ τέλειον ἀναφαίνεται, οἷον γένος μὲν τὸ ζῷον, εἴδη δὲ αὐτοῦ βοῦς ἵππος ἄνθρωπος. ἡ τοίνυν περιβολὴ κυρίως εἶδος ἂν εἴη τοῦ μεγέθους· ὑπὸ γὰρ τὸ μέγεθος ὡς γένος ἀνάγεται σὺν ταῖς ἄλλαις πέντε ταῖς προειρημέναις. εἰ δὲ ὡς ὅλον τι λάβοιμεν τὸ μέγεθος—πᾶσαι γὰρ αἱ ὑπ’ αὐτὸ μεγέθους εἰσὶ ποιητικαί—, μέρος ἐροῦμεν καταχρηστικῶς τὴν περιβολήν. [271, 16] ‘ τὰ δ ’ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων ‘ καὶ γὰρ Ἰσοκράτης ἔργον ἔφασκεν εἶναι ῥητορικῆς τὰ μὲν σμικρὰ μεγάλως εἰπεῖν τὰ δὲ μεγάλα σμικρῶς καὶ τὰ μὲν καινὰ παλαιῶς τὰ δ’ αὖ παλαιὰ καινῶς. [271, 21] ‘ πασῶν αὐτῷ δ ι ’ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν ‘ αἱ γάρτοι τῆς καθαρότητος ἔννοιαι κώλοις καὶ σχήμασι πολλάκις τοῖς τῆς λαμπρότητος ἢ περιβολῆς παρ’ αὐτῷ διαπλέκονται καὶ τοὐναντίον αἱ τῆς περιβολῆς ἔννοιαι διὰ τῶν τῆς καθαρότητος καὶ τῆς εὐκρινείας ἐξάγονται σχημάτων πανταχοῦ τὴν μῖξιν ἐναρμόνιον τοῦ ῥήτορος ποιουμένου. |
| 20 | [272, 1] ‘ τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάστης μάλιστα χρῆσθαι ‘ κυριωτάτους φησὶν εἶναι τόπους ἑκάστης ἰδέας, καθ’ οὓς μηδεμιᾷ τῶν λοιπῶν κοινωνοῦσα εὑρίσκεται· ἐκεῖνοι γὰρ αὐτὴν καὶ χαρακτηρίζειν μάλιστα δύνανται. χρὴ τοίνυν τὸν βουλόμενον ἀκριβῶς ἰδέαν τινὰ λόγῳ διαπλέξαι τοὺς μὲν ἐπικοίνους αὐτῆς παραιτεῖσθαι τόπους ὡς ἄλλοσε ἄγοντας, ἀνιχνεύειν δὲ τοὺς κυριωτάτους καὶ τῇ χρήσει τούτων πλεονάζειν, οἷον ἡ σφοδρότης τῇ τραχύτητι κατὰ μὲν ἐννοίας τινὰς λέξεις τε καὶ μεθόδους συνθήκην τε καὶ ἀνάπαυσιν κοινωνεῖ, σχήμασι δὲ καὶ κώλοις πάντῃ διέστηκεν. ὁ τοίνυν ἐναργῆ σφοδρότητα βουλόμενος ἐργάζεσθαι σχήμασι καὶ κώλοις σφοδροῖς πλεοναζέτω καὶ κυριώτατα τεύξεται τοῦ σκοποῦ. [272, 11] ‘ τὸ σχῆμα δὲ τρίτον λέγω τὸ τῆς λέξεωσ ‘ ἕως τοῦ ‘ τέταρτον λέγω κατὰ δύναμιν ‘ μέθοδος μὲν οὖν ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας ἔννοιαν κατὰ τὸ προσῆκον ἑρμηνεύων, ὡς εἰρωνεία καὶ διαπόρησις, σχῆμα δέ ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον διαπλέκων ἢ ὡς ἕτεροι λόγος μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρων μηδὲ ἐπ’ εὐθείας, ἀλλ’ ἐκτρέπων καὶ ἐξαλλάττων τὴν διάνοιαν τῇ φράσει κόσμου τινὸς ἢ χρείας ἕνεκα, ὡς ἐπανάληψις καὶ κλῖμαξ. |
| 21 | τὸ οὖν σχῆμα καὶ ἡ μέθοδος κοινωνοῦντα ἀλλήλοις κατὰ τὸ ἐναλλάττειν τὸ σύνηθες διαφέρουσι ταύτῃ, ὅτι ἡ μὲν μέθοδος ἐννοίας ἐστὶν ἐναλλαγή, τὸ δὲ σχῆμα τῆς λέξεως, καὶ ὅτι τὰ μὲν τῆς διανοίας σχήματα κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν ὁμοίως μένει—δυνατὸν γὰρ τὸ κατὰ εἰρωνείαν εἰ· τύχοι καὶ διαπόρησιν, αἵπερ εἰσὶν περὶ ἔννοιαν μέθοδοι, πολυτρόπως μεταφράσαι—, τὰ δὲ τῆς λέξεως σχήματα οἷον ἡ ἐπανάληψις καὶ ἡ κλῖμαξ μεταπιπτούσης τῆς λέξεως οὐχ οἷά τέ ἐστι φυλάττεσθαι. [272, 15] ‘ ὡς ἐν τῷ περὶ δεινότητος μεθόδων ἔσται φανερώτερον ‘ διὰ γὰρ τὸ πολυσχιδὲς τῆς μεθόδου ταύτης καὶ ἴδιον τὸ περὶ μεθόδου δεινότητος αὐτῷ γέγραπται σύνταγμα. [272, 27] ‘ δύνασθαι δὲ καὶ θυμὸν κινῆσαι μειζόνως ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον ‘ οἶδεν ὁ τεχνογράφος καὶ Λακεδαιμονίους τοὺς ἀνδρικωτάτους πρὸς τὸν ἐμβατήριον τοῦ αὐλοῦ ῥυθμὸν κατὰ πολεμίων χωροῦντας. φασὶ δὲ καὶ τοὺς Πυθαγορείους, εἴ ποτε κινηθεῖεν αὐτοῖς τὰ πάθη ἤ τινας ἑτέρους ὑπ’ αὐτῶν θεάσαιντο κατεχομένους, διὰ τῶν ἐν αὐλοῖς τε καὶ κιθάραις ῥυθμῶν μετάγειν ἐπὶ τὸ ἡμερώτερον τὴν ψυχήν· οὕτω γοῦν Πυθαγόρας τε ὁ πάνυ, ὡς Ἰάμβλιχός φησιν ἐν τῷ περὶ τῆς Πυθαγορείου αἱρέσεως, μέσων νυκτῶν ἀστρονομούμενος νεανίαν τινὰ σὺν αὐλητῇ κωμάζοντα μετὰ λαμπάδων κατὰ αὐλητρίδος τόν τε οἶκον αὐτῆς ἐμπρῆσαι σπεύδοντα διὰ ζηλοτυπίαν ἐπέσχε τῆς μανίας παρακελευσάμενος τῷ αὐλητῇ μεταβάλλεσθαι τὸν ῥυθμὸν ἐπί τι καταστηματικώτερον μέλος τὸ καλούμενον σπονδεῖον, Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος ὁ Πυθαγόρου μαθητὴς ὁ κωλυσανέμας ἐπίκλην σπασαμένου τινὸς ἤδη κατά 〈του〉 τῶν πλησίον τὸ ξίφος, ὃς ἐδόκει τὸν πατέρα τοῦ θυμουμένου ἀνῃρηκέναι, ἀναβαλόμενός τι καταστηματικὸν τῇ κιθάρᾳ μέλος, ἣν ἔτυχε μετὰ χεῖρας ἔχων, διεκώλυσε γενέσθαι τὸν φόνον χαλάσας τοῦ νεανίσκου μαλθακωτέρῳ ῥυθμῷ τὸν θυμόν· εἰκότως οὖν παρὰ τοῖς μουσικοῖς τοσαύτην ἔχειν ὁ ῥυθμὸς θρυλεῖται δύναμιν. |
| 22 | —τὸ δὲ ἐρεσχελήσουσιν ἐριστικῶς διαλέξονται σημαίνει. [273, 13] ‘ καὶ δ ι ’ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα ἐκρίναμεν ‘ πάντα τοῖς ἐμφρονεστάτοις ἀκολουθῶν τῶν πρὸ αὐτοῦ καὶ μάλιστα τῷ πρεσβυτέρῳ τῶν ἁλικαρνασέων φησὶν Ἑρμογένης· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων διαρρήδην φησὶ τάδε ‘ὅρος γὰρ δή τίς ἐστιν ἐκλογῆς ὀνομάτων καὶ κάλλους συνθήκης ὁ Δημοσθένησ‘ καὶ ἀνωτέρω περὶ Πλάτωνος λέγων φησὶν ‘εἰ δέ γε δεινὸς οὕτως ἦν ἐκλέξαι τὰ ὀνόματα ὡς συνθεῖναι περιττός, καί νύ κεν ἢ παρέλασσε τὸν Δημοσθένη κάλλει ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκεν· νῦν δὲ περὶ τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει‘. |
| 23 | [274, 15] ‘ καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίασ ‘ οἷον ‘εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις ἀλλὰ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε‘ καὶ πάλιν ‘ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκατε ἀνθρώποισ‘. [274, 19] ‘ καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται ‘ ἡ γὰρ ἀκμὴ πλὴν ἐννοιῶν κατὰ πάντα τὰ ἄλλα κοινωνεῖ τῇ λαμπρότητι. [275, 4] ‘ ἅπασι σχεδὸν τοῖς προειρημένοισ‘ καλῶς τὸ σχεδό ν · οὐ γὰρ πάντες οἱ τόποι δι’ ὧν γίγνεται μόνης καθαρότητός εἰσιν· κοινωνεῖ γὰρ τῇ εὐκρινείᾳ λέξει κώλοις συνθήκῃ ἀναπαύσει. [275, 9] ‘ κατὰ τὶ οὐ γὰρ κατὰ πάντα‘ ἐναντιοῦται γὰρ ἡ περιβολὴ τῇ καθαρότητι κατὰ ἔννοιαν μέθοδον λέξιν σχῆμα· κῶλα γὰρ καὶ συνθήκας καὶ ἀναπαύσεις καὶ ῥυθμοὺς πασῶν ἰδεῶν ἡ περιβολὴ δέχεται, ὥστε κατά γε ταῦτα οὐκ ἐναντιοῦνται ἀλλήλαις. |
| 24 | [275, 21] ‘ ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν ‘ καθ’ ἑαυτὴν μὲν γὰρ ἡ προκειμένη ἔννοια θεωρουμένη σαφεστάτη ἐστίν, ἐπεὶ δὲ δεινώσεως ἕνεκα τῶν καθ’ ἑαυτὸν παρείληφεν αὐτὴν καὶ τῆς σαφηνείας ἐκβιάζεται τὴν φύσιν, καὶ τὸ δοκοῦν ἁπλούστατα λελέχθαι γέμει βαθύτητος· διὰ παραδειγμάτων γὰρ κατασκευάσαι βουλόμενος δεινότερα πάντων Μειδίαν εἰς αὑτὸν πεποιηκότα τὸ κατὰ Σαννίωνα παρείληφεν εἴ γε τοῦ μὲν ἀτίμου Σαννίωνος χοροδιδασκάλου παρὰ τὸν νόμον καταστάντος οὐδὲ τῶν ἐχθρῶν οὐδὲ εἷς ἥψατο, Μειδίας δὲ τὸν ῥήτορα χορηγοῦντα φιλοτίμως ἐτύπτησεν. [275, 24] ‘ ἕνεκά γε τῆς ἐπιβολῆς καθαραί ‘ τοῦ ἐπιχειρήματος φησίν· αὐταὶ γὰρ καθ’ ἑαυτὰς ἁπλούσταται σαφηνείας ἕνεκα τῶν προκειμένων παρελήφθησαν πραγμάτων διδάξαι τὰ γεγονότα σπεύδουσαι τὸν ἀκροατήν. [276, 1] ‘ ὅταν ψιλὸν τὸ πρᾶγμά τις ἀφηγῆται ἢ ἄρχηται ἀ π ’ αὐτοῦ ψιλοῦ τοῦ πράγματοσ ‘ τὸ μὲν ἀπὸ ψιλῶν ἄρχεσθαι τῶν πραγμάτων ἐστὶ τὸ μηδὲν τῶν ἔξωθεν τοῦ πράγματος προειπόντα μηδὲ τοὺς ἐκ τῶν περιστατικῶν κινήσαντα τόπους, πλὴν ὅσοι ἀναγκαιότατοι λεχθῆναι πρὸς τὴν τοῦ πράγματος διδασκαλίαν, αὐτὸ μόνον τὸ πρᾶγμα διεξελθεῖν· καὶ γὰρ καὶ Ἰσοκράτης ἐν τῇ ῥητορικῇ τέχνῃ διδάσκων ὅπως χρὴ διηγεῖσθαι φησὶ ‘διηγητέον δὲ τό τε πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων 〈χρώμενοσ〉 ἔπραξε τόδε τι‘· σαφὴς δὲ καὶ ἡ διήγησις ἔσται τῇ λέξει ἢ τῇ τάξει ἢ ἀμφοῖν. |
| 25 | τὸ δὲ ψιλὸν τὸ πρᾶγμα ἀφηγεῖσθαι ἵνα μηδὲ μετὰ τὴν ἀφήγησιν τοῦ πράγματος ἐπεισενέγκωμεν ἕτερα, ὅπερ ποιοῦσιν ἔνιοι πολλάκις ἐπὶ μὲν τῆς ἀρχῆς ἀφέλειαν καὶ ἰδιωτισμὸν ἐνδεικνύμενοι μετὰ δὲ ταῦτα ποικίλως ὑπορύττοντες τοὺς λόγους δεινώσεις τε καὶ αὐξήσεις ἐπάγοντες καὶ πολλῷ τῷ παθητικῷ χρώμενοι· φησὶ γοῦν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων σφόδρα τὸν Λυσίαν ἐπὶ ταῖς τοιαύταις διηγήσεσιν ἐπαινῶν τάδε ‘οἴομαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς· καὶ γὰρ τὸ σύντομον ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι καὶ πιθαναὶ καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήτε ὅλην διήγησιν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι, τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην τὰ λεγόμενα καὶ οὕτω λανθάνει τοὺς ἀκούοντας, εἴτε ἀληθῆ ἐστιν εἴτε καὶ πεπλασμένα, ὡς ἐφαρμόζειν αὐτῷ τὸ Ὁμηρικὸν οὐχ ἧττον ἢ τῷ Ὀδυσσεῖ ‘ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα‘‘. |
| 26 | [276, 3] ‘ ἢ γένος εἴδει προσλαμβάνων ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν καὶ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφοράν ‘ γένος μὲν εἴδει ὅταν θέλων τὸ εἰδικὸν εἰπεῖν καὶ τὸ γένος αὐτῷ συμπεριλάβῃ, οἷον Αἰσχίνην βουλόμενος ὑβρίσαι καὶ γενικῶς περὶ πάντων συκοφαντῶν ἔφη ‘πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιον, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν‘· ὅλον δὲ μέρει ὅταν τοῦ μέρους μνημονεῦσαι θέλοντες καὶ τὸ ὅλον προσπεριλάβωμεν, οἷον ‘ἀλλ’ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἕστηκεν ἐκ δεξιᾶσ‘· ἀόριστον δὲ ὡρισμέν ῳ , οἷον ‘πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα‘, ἀόριστα γὰρ ὄντα τὰ πολλὰ τοῖς ὡρισμένοις προσπεριέλαβεν· κρίσιν δὲ δικαστῶ ν , οἷον ‘ἀντὶ πολλῶν ἄν, ὦ Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει‘, τῷ γὰρ παρ’ αὐτοῦ ῥηθήσεσθαι μέλλοντι τὴν τῶν ἀκροατῶν συμπεριέλαβε κρίσιν· ποιότητα δὲ πράγματο ς , τοῦτο εἰ μὲν ὡς τῷ ἀνωτέρω λάβοιμεν συνημμένον διὰ τὸν κα ί , ἐροῦμεν ὅτι πρὸς τῇ κρίσει τῶν ἀκροατῶν καὶ τὸ συμφέρον τοῦ πράγματος ἐκ προοιμίων δείκνυσιν, εἰ δὲ καθ’ ἑαυτὸ ὡς ἐπ’ ἐκείνου ‘καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει περὶ ὧν βουλεύεσθε‘· ἢ τὴν πρὸς ἕτερον διαφορά ν , οἷον ‘οὐχὶ ταὐτὰ παρίσταταί μοι γινώσκειν, ὅταν τε εἰς τὰ πράγματα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους ἀκούω‘. |
| 27 | [276, 32] ‘ καὶ γὰρ ὀρθώσας καὶ πλαγιάσας καὶ μερίσας καὶ συμπλέξασ ‘ ὀρθώσας μὲν κατ’ ὀρθὴν πτῶσιν προφέρων τὸν λόγον, οἷον ‘ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι‘, πλαγιάσας δὲ κατά τινα τῶν πλαγίων πτώσεων ἀφηγούμενος, οἷον ‘τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου οὐ δι’ ἐμέ‘, μερίσας δ έ , οἷον ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν‘, συμπλέξας δ έ , οἷον ‘καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα περὶ ὧν βουλεύεσθε‘. [277, 9] ‘ καὶ μὴ τετραμμένη ‘ τροπὴν ἔχουσα καὶ μεταφοράν, ὡς τὸ ‘αἱ δὲ πόλεις ἐνόσουν‘· ἐπὶ μὲν γὰρ σωμάτων κυρίως ἡ νόσος, ἐπὶ δὲ πόλεων μεταφορικῶς διὰ τὰς στάσεις. |
| 28 | [277, 19] ‘ πολὺ δὲ τὸ καθαρὸν τῆς λέξεως πα ρ ’ Ἰσοκράτει ‘ τοσοῦτον γὰρ πεφρόντικε τῆς καθαρότητος ὁ ἀνήρ, ὡς καὶ ἐν τῇ οἰκείᾳ τέχνῃ τοιάδε παραγγέλλειν περὶ λέξεως ‘δεῖ δὲ ἐν τῇ μὲν λέξει τὰ φωνήεντα μὴ συμπίπτειν—χωλὸν γὰρ τὸ τοιόνδε—μηδὲ τελευτᾶν καὶ ἄρχεσθαι ἀπὸ τῆς αὐτῆς συλλαβῆς, οἷον ‘εἰποῦσα σαφῆ‘, ‘ἡλίκα καλά‘, ‘ἔνθα Θαλῆσ‘, καὶ τοὺς συνδέσμους τοὺς αὐτοὺς μὴ σύνεγγυς τιθέναι καὶ τὸν ἑπόμενον τῷ ἡγουμένῳ εὐθὺς ἀνταποδιδόναι, ὀνόματι δὲ χρῆσθαι ἢ μεταφορᾷ ἢ τῷ καλλίστῳ ἢ τῷ ἥκιστα πεποιημένῳ ἢ τῷ γνωριμωτάτῳ· ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω—ξηρὸν γάρ—μηδὲ ἔμμετρος— καταφανὲς γάρ—, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλιστα. διηγητέον δὲ τὸ πρῶτον καὶ δεύτερον καὶ τὰ λοιπὰ ἑπομένως, καὶ μὴ πρὶν ἀποτελέσαι τὸ πρῶτον ἐπ’ ἄλλο ἰέναι εἶτα ἐπὶ τὸ πρῶτον ἐπανιέναι ἀπὸ τοῦ τέλουσ‘. [278, 16] ‘ ἐ φ ’ ἑαυτῶν περιγραφόμεναι ‘ τελειοῦσαι τὴν ἐπὶ μέρους διάνοιαν. [278, 32] ‘ θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον τῆς διδασκαλίας τοῦτον ‘ οἶδε τὴν διάλληλον δεῖξιν καὶ παρὰ τοῖς φιλοσόφοις διαβεβλημένην ὡς σφόδρα ἕωλον καὶ ἀναπόδεικτον ποῦ οἰκεῖ Δίων; ὅπου οἰκεῖ Θέων. |
| 29 | ποῦ δὲ Θέων; ὅπου Δίων. τὸ οὖν δι’ ἀλλήλων ἥκειν τὰς ἰδέας καὶ πῂ μὲν δυσὶ πῂ δὲ τρισὶ πῂ δὲ καὶ πλείοσι μέρεσιν ἀλλήλαις κοινωνεῖν, ὡς προϊόντες γνωσόμεθα, αἴτιόν φησι τοῦ κἀν ταῖς πρώταις μεμνῆσθαι τῶν τελευταίων. [279, 24] ‘ ἔπειτα ἡ λογοειδεστέρα οἷον ἰαμβική τις ἢ τροχαϊκή ‘ λογοειδεστέραν καλεῖ τὴν κωμικωτέραν προσεοικυῖαν λόγῳ κατὰ τὴν συνθήκην· πολλοὺς γοῦν παρὰ τῷ Ἰσοκράτει καὶ μάλιστα παρὰ Δημοσθένει λανθάνοντας ἰάμβους τε καὶ χωλιάμβους ἔστιν εὑρεῖν διὰ τὴν ἐναρμόνιον συνθήκην τῶν λέξεων, ὡς εὐθὺς ἐν πρώτῳ Φιλιππικῶν οἶδεν ‘δῆλον γάρ ἐστι [τοῦτο] τοῖς Ὀλυνθίοις ὅτι νῦν οὐ περὶ δόξης οὐδ’ ὑπὲρ μέρους χώρασ‘, οὐχ ὡς τῶν ῥητόρων ἐπιτηδευσάντων καὶ ἔμμετρα λέγειν—ἀλλότριον γὰρ τοῦ πολιτικοῦ λόγου τό γε τοιοῦτον—ἀλλ’ αὐτοφυῶς εἰς μέτρον ὑπενεχθείσης τῆς φράσεως. [279, 25] ‘ ἧττον γὰρ ἡ τοιαύτη διῆρται ‘ ἢ διῄρητα ι . διῃρημένην φράσιν καὶ αὐτὸς προϊών φησι τήν τε κομματικήν, ὡς ἐν τραχύτητι ‘παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν‘ καὶ τὴν ἐν σφοδρότητι κατ’ ὄνομα τὸν λόγον ἀναπαύουσαν ‘οὗτος οὖν αὐτὸν ἐξαιτήσεται ὁ φαρμακὸς ὁ λοιμόσ‘. |
| 30 | ταύτῃ οὖν τῇ φράσει εἰκότως ἐναντία ἐστὶν ἡ λογοειδεστέρα ὡς διὰ μακροτέρων συγκειμένη κώλων. εἰ δὲ διῆρται ἔχοι, σημαίνει τὸ τὴν ἰαμβικὴν καὶ τροχαϊκὴν συνθήκην ἥττονος ὕψους καὶ μεγέθους μετέχειν ἤπερ τὴν δακτυλικήν τε καὶ σπονδειακήν. [280, 3] ‘ λέγω δὲ τοῦ φυσικοῦ ‘ φυσικὸν καλεῖ μέτρον τὸ ἐκ τῆς αὐτοφυοῦς συνθήκης τοῦ λόγου συνιστάμενον καὶ μὴ ἐπιτετηδευμένον ὡς παρὰ τοῖς ποιηταῖς· ὡς γὰρ καὶ ἀνωτέρω εἴρηται, Διονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησὶν ‘ἀπόχρη γὰρ τὴν πολιτικὴν λέξιν εὔρυθμον εἶναι καὶ εὔμετρον· οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημα, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ‘, ἔτι δὲ καὶ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησὶν ‘ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω— ξηρὸν γάρ—μηδὲ ἔμμετρος—καταφανὲς γάρ—, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλιστα‘. [280, 9] ‘ ἰαμβικὸν ἢ τροχαϊκόν ‘ τὸ μὲν ἰαμβικὸν μέτρον καλεῖται καὶ τρίμετρον διὰ τὸ κατὰ συζυγίαν ποδῶν μετρεῖσθαι, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς χώραις δάκτυλον σπονδεῖον ἴαμβον ἀνάπαιστον χορεῖον, ἐν δὲ ταῖς ἀρτίοις μόνους τοῦς ἀπὸ βραχείας ἀρχομένους· τὸ δὲ τροχαϊκὸν μέτρον καλεῖται μὲν ἰθυφαλλικὸν καὶ τετράμετρον, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς χώραις τέτρασι τροχαῖον χορεῖον δάκτυλον, ἐν δὲ ταῖς ἀρτίοις τούτους τε καὶ ἀνάπαιστον καὶ σπονδεῖον, οἷον παρὰ Ἀρχιλόχῳ ἐν τετραμέτροις ‘τοῖος ἀνθρώποισιν αἶνος, Γλαῦκε Λεπτίνεω πάι, γίγνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφ’ ἡμέρην ἄγῃ‘· τοῦτο οὖν τετράμετρόν ἐστι καταληκτικὸν εἰς συλλαβήν, τὸ οὖν τοῦ ῥήτορος σπονδεῖον ἐν τῇ τρίτῃ ἔχον χωλόν ἐστιν. |
| 31 | [280, 18] ‘ ἢ καταλήξει τινὶ τροχαϊκῇ ἢ ἰαμβικῇ ‘ κατάληξίς ἐστιν, ὡς οἱ τεχνικοί φασι, συλλαβὴ ἀντὶ ὅλου ποδὸς παραλαμβανομένη ἢ ποὺς ἀντὶ ὅλης συζυγίας· συζυγία δέ ἐστι δύο ποδῶν διαφόρων σύνταξις, διποδία δὲ δύο ποδῶν τῶν αὐτῶν σύνταξις. τὸ μὲν οὖν ἰαμβικὸν μέτρον εἰς ἴαμβον ἢ πυρρίχιον καταλήγει πάντως, εἰ μὴ χωλεύοι· τότε γὰρ εἰς σπονδεῖον ἢ τροχαῖον λήγει, ὡς ἔγνωμεν ἐν χωλιάμβοις· τὸ δὲ τροχαϊκὸν ἔχον τὸν ἕβδομον πόδα ὡς εἴρηται τροχαῖον ἢ χορεῖον ἢ δάκτυλον καὶ συλλαβὴν ἐπὶ τούτῳ διαφόρους ἀποτελεῖ τοὺς καταληκτικοὺς πόδας ἴαμβον ἢ πυρρίχιον. [280, 21] ‘ μεταξὺ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου ‘ συμφώνως πάλιν κἀνταῦθα τοῖς ἀρίστοις ἀποφαίνεται τῶν πρὸ αὐτοῦ· Ἰσοκράτης τε γὰρ ὡς ἔφαμεν ἔλεγεν ‘ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω— ξηρὸν γάρ—μηδὲ ἔμμετρος—καταφανὲς γάρ‘ καὶ Διονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησὶν ‘ἡ γάρτοι τῶν πολιτικῶν λόγων ἐπιστήμη μουσική τίς ἐστι τῷ ποσῷ [καὶ] διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον, ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται 〈δὲ〉 τὰς μεταβολάς, ποθεῖ δὲ ἐπὶ πάντων τὸ οἰκεῖον‘. |
| 32 | [281, 29] ‘ ἀλ λ ’ ὅτι διὰ δεινότητα συγχεῖν μέλλων τὰ πράγματα ‘ , πρῶτον γὰρ προστάττεται τάδε τινὰ ὁ πρεσβευτής, δεύτερον πειρᾶται πείθειν ἐκείνους πρὸς οὓς ἡ πρεσβεία, τρίτον δὲ ἀπαγγέλλει τῶν πρεσβευομένων ἕκαστον· ὁ δὲ τοῖς ἀπηγγελμένοις παρὰ Αἰσχίνου πάντα τὰ παρὰ Φιλίππου πεπραγμένα παραθεῖναι σπεύδων τῶν πραγμάτων ἀναστρέφει τὴν τάξιν καί φησι ‘τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν; πρῶτον μὲν οὖν ὧν ἀπήγγειλεν, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε αὐτῷ‘. [282, 5] ‘ δεῖ δ ’ ὑμᾶς πρῶτον ἁπάντων ἀκοῦσαι καὶ μαθεῖ ν , τί πο τ ’ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκόσ ‘ τὸ μὲν ῥητὸν ἐν τῷ κατὰ Ἀριστοκράτους οὕτως ἔχει ‘ἀνάγκη δέ ἐστι πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι‘. |
| 33 | κἀνταῦθα γὰρ ὑποσχόμενος ἐκ προοιμίων ὁ ῥήτωρ κακονούστατον ἀνθρώπων καὶ τῆς διὰ τοῦ ψηφίσματος δωρεᾶς ἀνάξιον ἀποδεῖξαι τὸν Χαρίδημον δεδοικὼς μὴ τὰς περὶ τούτων ἀποδείξεις ὁ ἀκροατὴς εὐθέως ἐπιζητήσῃ ἐπὶ τοὺς περὶ Χερρονήσου μεταβαίνει λόγους καὶ πάντων ἀναγκαιοτέρους εἶναι διισχυρίζεται τούτους, ὅθεν καὶ πρώτους αὐτοὺς ἀναγκαῖον διεξιέναι φησίν. [282, 7] ‘ ἡ πρὸς ἀλλήλους διαφορὰ τῶν Θρᾳκῶν ‘ Ἀμαδόκου καὶ Κερσοβλέπτου τῶν Βηρισάδου παίδων· οὗτοι γὰρ τότε Θρᾳκῶν ἐβασίλευον, τῷ δὲ Κερσοβλέπτῃ καὶ γαμβρὸς ἦν Χαρίδημος ἐπ’ ἀδελφῇ, ἐξ οὗ καὶ διαβάλλει Χαρίδημον ὁ ῥήτωρ ὡς Κερσοβλέπτῃ κατασκευάζοντα τὴν ἀρχήν. [283, 4] ‘ πολλάκις δὲ διεμαρτυράμην τοῦτο ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων εἰ καὶ ἄλλο τί ἐστιν ἅμα τῇ εὐκρινείᾳ ‘ συνειδὼς γὰρ ἑαυτῷ κατὰ μὲν τὸ παράνομον μάλιστα ἰσχύοντι κατὰ δὲ τὸ ἀνάξιον ἢ μὴ τὸν Χαρίδημον εἶναι σαθροτέρῳ ὄντι—συναράμενος γὰρ ἦν Ἀθηναίοις ὁ Χαρίδημος ἐν ταῖς περὶ Χερρονήσου συνθήκαις πρὸς Κερσοβλέπτην καὶ Βηρισάδην καὶ Ἀμάδοκον, διὸ καὶ στρατηγὸν αὐτοκράτορα τῶν τε νήσων καὶ τοῦ Ἑλλησπόντου καὶ Χερρονήσου χειροτονήσαντες ἐξέπεμψαν Ἀθηναῖοι—ταῦτα τοίνυν πόρρωθεν ὁ ῥήτωρ διασκοπούμενος καὶ τεχνικῶς ἅπαντα μεθοδεύων πρώτους ἔταξε τοὺς περὶ τοῦ παρανόμου λόγους καὶ—τὸ δεινότερον—ἐπὶ τὴν τῶν δικαστῶν βούλησιν μετήνεγκε τὴν αἰτίαν. |
| 34 | [283, 28] ‘ συμβαίη δ ’ ἂν ἴσως ποτὲ καὶ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι ‘ ἓν καὶ τοῦτο τῶν ἀρίστων θεωρημάτων ἐν τῷ περὶ μεθόδου δεινότητός ἐστιν, πότε τὴν τάξιν τῶν πραγμάτων φυλάξει ὁ ῥήτωρ καὶ πότε οὐ· ἐν ᾧ καὶ περὶ τῆς ταυτολογίας διαλαμβάνει καί φησιν ὅτι ἐν μὲν τῇ πανηγυρικῇ ἰδέᾳ τοῦ λόγου συγχέαι τὴν τάξιν τῶν πραγμάτων ἀδύνατον διὰ τὴν τῶν γιγνομένων φύσιν τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα καὶ τρίτα καὶ πολλοστὰ τάττουσαν καὶ ἐν συμβουλευτικῇ ὁμοίως διὰ τὸ χρῆναι τὸν συμβουλεύοντα περὶ τοῦ κατεπείγοντος πρώτου ποιεῖσθαι τοὺς λόγους, ἐν δὲ τῇ δικανικῇ πρὸς τὴν τοῦ ῥήτορος βούλησίν τε καὶ τέχνην καὶ ἡ τῶν πραγμάτων γενήσεται τάξις. [284, 7] ‘ ὁ δὲ περὶ ἀντιθέσεως εἰσαγωγῶν λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται ‘ τὰς εἰσαγωγὰς τῶν ἀντιθέσεων ἐν ἐκείνῳ τῷ βιβλίῳ κατὰ τρεῖς τρόπους φησὶ δεῖν ὁ τεχνογράφος ποιεῖσθαι, ἐπιστήμην δόξαν ἀκοήν, καὶ τὰς μὲν ἰσχυρὰς κατὰ ἀκοὴν δεῖν εἰσάγειν ὡς μὴ συνειδότα τοῖς ἀντιδίκοις ἐκεῖνα ἐφ’ οἷς θαρροῦσι, οἷον ‘πυνθάνομαι τοίνυν αὐτὸν κἀκεῖνο τολμήσειν ἀποφαίνεσθαι πρὸς ὑμᾶσ‘, τὰς δὲ μέσως ἐχούσας δυνάμεως κατὰ δόξαν, οἷον ‘τάχα τοίνυν κἀκεῖνον ἐρεῖ τὸν λόγον‘, τὰς δὲ ἀσθενεῖς κατ’ ἐπιστήμην, οἷον ‘οἶδα τοίνυν ὡς κἀκείνῳ πολλῷ χρήσεται τῷ λόγῳ‘· τὰ μὲν γὰρ σαθρὰ τοῦ ἀντιδίκου ὡς εἰδὼς ὀφείλει προβάλλειν, τὰ δὲ μέσα ὡς στοχαζόμενος, τὰ δὲ ἰσχυρὰ ὡς ἀκούων. |
| 35 | ἰστέον μέντοι ὡς ὁ ῥήτωρ ταῦτα μίγνυσι πολλάκις. [284, 15] ‘ τοιαῦτα δὲ σχήματα καὶ ὁ μερισμὸς καὶ ἡ ἀπαρίθμησισ ‘ οἷον ‘εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνησ‘ καὶ ‘τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀπίστους ἀχαρίστους εἶναι δοκεῖν‘. [285, 7] ‘ τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι ‘ ἐνταῦθα δι’ ὅλου τοῦ χωρίου τῇ καλουμένῃ μεστώσει χρησάμενος ὁ ῥήτωρ ἐπεμβολάς τε συμπλέξας ἐπεμβολαῖς εἰκότως ἐδεήθη τοῦ διευκρινῆσαι τὸν λόγον αὐτῷ δυναμένου σχήματος τῆς ἐπαναλήψεως καὶ ταύτης οὐ μιᾶς ἀλλ’ ἤδη καὶ δευτέρας διὰ τὸ μῆκος τῶν ἐπεμβολῶν· εἰρηκὼς γὰρ ‘ταῦτα μὲν οὖν παραλείψω‘ καὶ πάλιν κατασκευάσας αὖθις ἐπανέλαβεν ‘ὑπὲρ τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν‘ καὶ οὕτως τὸ ἐπαγόμενον τῇ προτέρᾳ προτάσει ἀποδέδωκεν ‘ἃ δὲ καὶ χωρὶς τούτων ἔνι‘. |
| 36 | καὶ καθόλου ἔνθα τῇ καλουμένῃ μεστώσει κέχρηται, τὰ τὴν εὐκρίνειαν ποιοῦντα παραλαμβάνει κακίαν λόγου τὴν ἀσάφειαν ἐγνωκώς. μέστωσις δέ ἐστι λόγος πλειόνων καὶ μακροτέρων ἐννοιῶν ἐπεμβολὰς περιέχων. [286, 5] ‘ ἐπεὶ αἵ γε ἐμφάσεις καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων ‘ πολὺ μὲν παρὰ τῷ ῥήτορι τὸ κατ’ ἔμφασιν σχῆμα, οἷον ‘πατὴρ δὲ οὐκ ἐρῶ τίς ἢ πόθεν‘. ἔοικε δὲ ταῖς ἐμφάσεσι καὶ τὰ αἰνίγματα καλούμενα ἤτοι γρῖφοι, οἷον ‘εἶδον ἐγὼ πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα‘ καὶ τὸ ‘ἐπὶ ξύλου με κοὐ ξύλου καθημένην‘ καὶ τὸ Σιμωνίδου πρὸς τοὺς ἑταίρους λεγόμενον ‘φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηϊάδῃ δώσειν μετὰ δεῖπνον Ἐπειῷ‘ καὶ ἔτι κἀκεῖνο ‘πέντ’ ἄνδρες δέκα νηυσὶ συνέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι, δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου‘. ἐσχηματισμένα δὲ ζητήματά εἰσιν, ὡς παρὰ Ἀψίνῃ τῷ Γαδαρεῖ ἐν ἐκείνῳ τῷ ζητήματι ‘φήμη ἦν ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ παιδὸς γυναικί, ‘καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων πάτερ, σὺ δὲ ἦς οὐδαμοῦ‘‘ καὶ πάλιν ἐν τῇ περὶ τῆς ἐκθέσεως τοῦ παιδίου φιλονεικίᾳ ‘ὅπερ ὁ θεὸς ἀνεῖλε τὸν πατέρα φονεύσειν σὸν εἶναι νόμισον, ὦ πάτερ, τὸ παιδίον οὐκ ἐμόν· ἐκτιθεῖς ὃν ἔσπειρας, ῥίπτεις [ἐκτιθεὶς ὃ ἐγέννησας ῥίπτεις] τὸ παιδίον οὗ γέγονας πατήρ‘· καὶ Σοφοκλῆς δὲ ἐν Οἰδίποδι σχηματίζων τὸν περὶ Ἰοκάστης λόγον φησὶ ‘γυνὴ δὲ μήτηρ θ’ ἥδε τῶν κείνου τέκνων‘. |
| 37 | [287, 19] ‘ ἔννοιαι τοίνυν εἰσὶ σεμναί ‘ τὰς τῆς σεμνότητος ἐννοίας εἰς τέτταρας τρόπους διεῖλεν· καὶ πρώτας μὲν εἶναί φησι τὰς περὶ θεῶν ὡς θεῶν λεγομένας, ὁποῖαί εἰσιν αἱ Πλατωνικαὶ σχεδὸν πᾶσαι· 〈αἱ δὲ ῥητορικαὶ〉 σπανιώτατα προσάπτονται τοῦ μυθώδους καὶ αὗται μετὰ δή τινος βασάνου φιλοσοφωτάτης. διόπερ τὰ ἐν Δηλιακῷ Ὑπερείδου πόρρω τούτων ἑστάναι φησίν· βουλόμενος γὰρ ἐκεῖνος δεῖξαι τοῖς Ἀθηναίοις τὰ ἐν Δήλῳ ἐξ ἀρχαίου ἱερὰ προσήκοντα πολλῷ κέχρηται τῷ μύθῳ λέγων οὕτως ‘λέγεται γὰρ τὴν Λητὼ κύουσαν τοὺς παῖδας ἐκ Διὸς ἐλαύνεσθαι ὑπὸ τῆς Ἥρας κατὰ πᾶσαν γῆν καὶ θάλατταν· ἤδη δὲ αὐτὴν βαρυνομένην καὶ ἀποροῦσαν ἐλθεῖν εἰς τὴν χώραν τὴν ἡμετέραν καὶ λῦσαι τὴν ζώνην ἐν τῷ τόπῳ, ὃς νῦν Ζωστὴρ καλεῖται‘. |
| 38 | δευτέρας δὲ τάττει σεμνότητος ἐννοίας τὰς περὶ τῶν φυσικῶν πραγμάτων, οἷαί εἰσιν αἱ τῶν μετεώρων ὑποθέσεις· τρίτας δὲ τὰς περὶ ψυχῆς καὶ τῶν ἀρετῶν καὶ τῶν ἀνθρωπίνων πραγμάτων· τετάρτας δὲ τὰς περὶ μεγάλων καὶ λαμπρῶν πράξεων, αἷς πολὺ τὸ ἔνδοξον πρόσεστιν. [290, 27] ‘ λέγω δὲ τοῦτο εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων τε καὶ εὐτελῶν τινος ἀλληγοροίη ‘ κυρίως μὲν τὸ εὔζωνον κεῖται ἐπὶ ἀνδρῶν τῶν μὴ πολλὰ σκεύη ἐπιφερομένων μηδὲ πολλοὺς ἑπομένους ἐχόντων, ὡς καὶ ὁ συγγραφεύς φησιν ‘ἀνδρὶ εὐζώνῳ ἡμερῶν δέκα ὁδόσ‘· καὶ αὐτὸς δὲ τὸ εὐτελῶν ἐπενεγκὼν ἐπεξηγεῖται τὴν λέξιν. εὐτελεῖς δὲ ἀλληγορίαι εἰσίν, οἷον ὡς Ἀριστοφάνης ἐν τῷ δράματι τῆς Εἰρήνης διαπλάττει τὴν ἄνοδον τοῦ κανθάρου πρὸς τὸν Δία τῆς εἰρήνης ἕνεκα, καὶ πάλιν παρὰ Πλάτωνι ἐν συμποσίῳ ὁ αὐτὸς κωμικώτερον πεποίηται τοὺς περὶ ἔρωτος λόγους διεξιὼν καὶ τὴν σύζευξιν τοῦ ἄρρενος καὶ θήλεος καὶ πάλιν διαίρεσιν ἀλληγορῶν. [291, 3] ‘ ὅταν λέγῃ τὸ ὄντως ὂν καὶ ἀγαθὸς ἦν ‘ περὶ μὲν γὰρ τῆς πρωτίστης αἰτίας ὁ Πλάτων λέγων φησὶ τὸ μὲν ὅτι ἐστὶ πάντας ὁμολογεῖν, τὸ δὲ τί ἐστιν εὑρεῖν τε καὶ φράσαι τῶν χαλεπωτάτων ὑπάρχειν· τὰ δὲ ὄντα διαιρῶν εἰς δύο, νοητά τε καὶ αἰσθητά, τὰ μὲν νοητὰ ὄντως ὄντα καλεῖ ὡς αἰωνίας τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἔχοντα, 〈τὰ δέ γε αἰσθητὰ τὰ γινόμενα ἀεὶ ὄντα δὲ οὐδέποτε ὡς ἔγχρονον τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἔχοντα〉. |
| 39 | [291, 10] ‘ ἑτέρου δέ τινος ἐργαστικαί ‘ ἢ αὐξήσεως τοῦ ὑπονοουμένου, ὡς παρὰ τῷ ῥήτορι ‘οἱ δὲ συνειπόντες ὅτου δήποτε ἕνεκα—ἐῶ γὰρ τοῦτό γε‘, ἢ ἀτόπου ἐπικρύψεως ‘οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου‘. —[στομφάζειν] στομφάζειν δέ ἐστι τὸ κομπάζειν καὶ ἀλαζονεύεσθαι, καὶ στομφῶδες τὸ σκληρόν· τὸ οὖν στομφάζειν τραχὺ ὂν κατὰ τὴν σύνθεσιν τῶν στοιχείων καὶ αὐτῇ τῇ προφορᾷ διογκοῖ τὸ στόμα. [291, 19] ‘ ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα πεποίηκε δωριαζούσαις γυναιξίν ‘ ἐν γὰρ Συρακοσίαις ἢ Ἀδωνιαζούσαις δύο γυναικῶν πολλὰ πρὸς ἀλλήλας διαλεγομένων δωριστὶ καὶ πολλῷ τῷ α χρωμένων—οἷον ‘θᾶσαι, Πραξινόα, θᾶσαι, φίλα‘ καὶ ‘γραιᾶν ἀποτίλματα πηρᾶν‘ καὶ ‘ἦνθε φέρων ἅλας ἄμμιν ἀνὴρ τρισκαιδεκάπηχυσ‘—ἔφη τις ἀκούσας αὐτῶν ὡς ‘πλατειάσδοισαι ἕπονται‘, ὅ ἐστι πλατέως λαλοῦσαι· καὶ τῶν κωμικῶν τις περί τινος ἀλαζόνος στρατιώτου φησὶ ‘καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετ’ Αἰχμία καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν καὶ ναὶ μὰ Δία τρίτον ἔτος μετὰ Κινησία‘, ἄλφα πρὸς ἑκάστην τὴν τελευτὴν προστιθεὶς ἐπέραινεν ὀνόματα πλατύτατα ἐξηγγελμένος. |
| 40 | [291, 30] ‘ καὶ εἰ κα θ ’ ἑαυτὸ δὲ τὸ ι τάττοιτ ο , ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν ‘ ὡς ἐν τῷ ‘Ἕκτορι‘ ‘ἵει‘ ‘Ἴριδι‘. [292, 1] ‘ καὶ μὴν καὶ αἱ τροπικαὶ λέξεις σεμναὶ καὶ διωγκωμέναι ‘ εἰκότως αἱ τροπικαὶ λέξεις ὄγκον προσάγουσι τῷ λόγῳ· διπλαῖ γάρ πώς εἰσιν ἔχουσαι τό τε κύριον σημαινόμενον καὶ τὸ μεταφορικόν. [292, 15] ‘ περαιτέρω δὲ τούτων εἰ προέλθοιε ν , καὶ παχύτερον αὐτὸν ποιοῦσιν ‘ ἀντὶ τοῦ ἀνοητότερον· παχεῖς γὰρ ἐκάλουν τοὺς ἀναισθήτους καὶ ὑώδεις ὥσπερ λεπτοὺς τοὺς ἀκριβεῖς τε καὶ ὀξεῖς· καὶ λόγος οὖν παχύτερος ὁ ἀκύρως τε καὶ μὴ ἐναργῶς συγκείμενος. |
| 41 | [292, 22] ‘ ἐκτραχηλίζουσι δὲ αὐτοὺς αἵ τε τραγῳδίαι καὶ ὅσοι τῶν ποιητῶν τραγικώτερόν πως προαιροῦνται ‘ οὗτοι γὰρ καὶ τὰ τυχόντα πολλάκις τῶν πραγμάτων ἁδρότατα περιφράζουσιν, ὡς Εὐριπίδης μὲν τὸ ῥαίνειν ἔφη ‘ἐκ χρυσηλάτων τευχέων χερὶ σπείρουσαν ποταμίαν δρόσον‘, Πίνδαρος δὲ ἐρήμην μὲν τὴν αἰθέρα διὰ τὸ μὴ τρέφειν ζῷα, ἀμπέλου δὲ καχλάζοισαν δρόσῳ τὴν οἴνου πλήθουσαν φιάλην, εὐωνύμων δὲ πατέρων ἄωτον τὸν Θήρωνα, τὸ δὲ ἀρετὴν ἀσκεῖν ‘δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν‘· ἕκαστον γὰρ τούτων πολλῆς τῆς τροπῆς καὶ περιφράσεως γέμει. τοῦτο δὲ τραγικοῖς μὲν καὶ διθυραμβοποιοῖς ἐργάζεσθαι συγγνώμη τοῖς μὲν ἡρωϊκὰς ὑποθέσεις τοῖς δὲ πράξεις ἐνδόξους ἐπὶ λύρας ἐκλεγομένοις, τοῖς δὲ τὸν πολιτικὸν μετιοῦσι λόγον ἀπρεπὲς τοσοῦτον ἐκ τοῦ κατὰ φύσιν ἐκτρέπειν τὸν λόγον. διόπερ καὶ ὁ θεῖος Πλάτων ἐν τοῖς περὶ ἔρωτος λόγοις πεποίηκε τὸν Σωκράτην πρὸς ἑαυτὸν ἐπισημαινόμενον ὡς διθυραμβώδη φθεγγόμενον· εἰρηκὼς γὰρ περὶ τοῦ ἀτόπου ἐραστοῦ ‘ὡς λύκοι ἄρν’ ἀγαπῶς’ ὣς παῖδα φιλοῦσιν ἐρασταί‘ λέγει πρὸς Φαῖδρον ἔτι παρακαλοῦντα περὶ τοῦ αὐτοῦ διεξιέναι ‘οὐκ ᾔσθου, ὦ μακάριε, ὅτι ἤδη ἔπη φθέγγομαι ἀλλ’ οὐκέτι διθυράμβους καὶ ταῦτα ψέγων;‘ [292, 18] ‘ παρὰ δὲ τοῖς ὑποξύλοις τουτοισὶ σοφισταῖσ ‘ ὑπόξυλα κυρίως ἀγάλματα καλεῖται, ὅσα ἀκρόλιθα ὄντα ἔμφασιν μὲν παρέχει τοῖς πόρρωθεν ὁρῶσιν ὡς λίθινα ὄντα, ἔστι δὲ πλὴν τῶν ἄκρων ξύλινα· εἰκότως οὖν καὶ τοὺς ταῖς ψυχροτέραις τροπαῖς χρωμένους ὑποξύλους ἐκάλεσεν ὡς δοκοῦντας μὲν σεμνόν τι λέγειν πόρρω δὲ σεμνότητος κατὰ λέξιν ἑστῶτας. |
| 42 | [292, 32] ‘ ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων εἰς ὀνόματα πεποιημένην καὶ τὴν διὰ μετοχῶν τε καὶ ἀντωνυμιῶν ‘ οἷον ὡς παρὰ Θουκυδίδῃ ἀπὸ ῥημάτων γίνονται ὀνόματα ἀπὸ τοῦ μέλλειν ἡ μέλλησις καὶ ἀπὸ τοῦ κωλύειν ἡ κώλυσις καὶ κωλύμη καὶ ἀπὸ τοῦ πρεσβεύειν ἡ πρέσβευσις· μετοχικὰ δέ ἐστι σωφρονῶν πολιορκῶν εὐεργετῶν, ἀντωνυμικὰ δὲ ἡμέτεροι σφέτεροι. —τὸ δὲ 〈καὶ〉 τῶν τοιούτων διότι καὶ ἀπὸ ἐπιρρημάτων ὀνόματα ποιεῖ, ὡς ἀπὸ τοῦ δικαίως δικαίωσις καὶ ἀπὸ τοῦ ἀξίως ἀξίωσις· ἅτε γὰρ πολλῆς ἀεὶ τῆς σεμνότητος ὁ συγγραφεὺς προνοῶν ἐλάχιστα μὲν τοῖς ῥήμασι τὰ δὲ πλεῖστα τοῖς ὀνόμασι κατακέχρηται, οἷον ἔν τε τῇ δημηγορίᾳ τοῦ Κερκυραίου ‘δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμμαχίας προϋφειλομένης ἥκοντας παρὰ τοὺς πέλασ‘ καὶ ἐν τῷ ἐπιταφίῳ ‘οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε‘ καὶ ἐν τῷ Ἀρχιδάμῳ ‘καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι, ὦ Λακεδαιμόνιοι‘· καὶ μυρία ἄν τις εὕροι τῆς ὀνοματικῆς φράσεως παρὰ Θουκυδίδῃ τὰ παραδείγματα. |
| 43 | [293, 15] ‘ μάλα σεμνῶς ὀνομάζων ‘ ὀνοματικῇ τῇ λέξει κεχρημένος· φησὶ γὰρ ὁ ῥήτωρ ἐν τῷ περὶ τοῦ στεφάνου περὶ Αἰσχίνου λέγων ‘καὶ ἀκούσεσθε δυοῖν ἢ τριῶν ἡμερῶν οἷς μὲν ἐχθρὸς ἥκει φίλον αὐτὸν γεγενημένον, οἷς δὲ φίλος τοὐναντίον ἐχθρόν. οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν— μάλα σεμνῶς ὀνομάζων—ἀλλὰ τὸ ταὐτὰ συμφέρειν· συμφέρει δὲ Φιλίππῳ καὶ Φωκεῦσι καὶ ὑμῖν ὁμοίως ἅπασι τῆς ἀναλγησίας καὶ τῆς βαρύτητος τῆς τῶν Θηβαίων ἀπαλλαγῆναι.‘ ἀντὶ μὲν οὖν τοῦ τάδε Φίλιππον εἰπεῖν τὰ ῥήματα ἔφη, ἀντὶ δὲ τοῦ οἰκείως ἔχειν πρὸς ὑμᾶς τὰς οἰκειότητας εἶπε, καὶ διὰ τῆς ἐπικρίσεως αὐτὸς ὁ ῥήτωρ ἐπεσημήνατο ὅτι ἡ ὀνοματικὴ λέξις ἀεὶ σεμνότητός ἐστι ποιητική. |
| 44 | [293, 17] ‘ ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον ‘ οἷον τὰ εὐκρίνειαν ποιοῦντα σχήματα· καὶ γὰρ ἐκεῖνα πρὸς ὀρθότητά πως ἀνάγουσι τὸν λόγον διακρίνοντα σαφῶς τὸ ἐν αὐτῷ συγκεχυμένον, ὡς τὸ κατὰ ἄθροισιν κατὰ μερισμὸν κατὰ ἐρώτησιν. [293, 18] ‘ καὶ μὴν καὶ αἱ ἐπικρίσεις εἴτε ἔννοιαί τινες εἴτε σχήματα εἶεν ‘ καὶ τῇ ἐννοίᾳ γὰρ καὶ τῷ σχήματι σεμναὶ αἱ ἐπικρίσεις τῷ τε λέγοντι διὰ τὴν ἀνενδοίαστον ἀπόφασιν σεμνότητα χορηγοῦσαι ὡς δὴ κρίνειν ἐπισταμένῳ τὰ δέοντα καὶ τὸν λόγον διὰ τῆς τοιᾶσδε προφορᾶς σχηματίζουσαι. τὸ δὲ ἐνδοιάζειν ἐν ταῖς ἐπικρίσεσιν ἦθος μὲν προστίθησι τῷ λόγῳ, τοῦ δὲ τῆς σεμνότητος ἀξιώματος οὐκ ὀλίγον ὑποτέμνεται. [294, 2] ‘ ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ καὶ καθαροῦ ‘ τὰ γὰρ γνωμικὰ καθόλου ἄνευ ἀποστροφῆς ἢ ὑποστροφῆς ὄντα σεμνότερον καὶ καθαρώτερον ἀπεργάζεται τὸν λόγον. τῆς μὲν οὖν ὑποστροφῆς αὐτὸς ἐδίδαξε τὸ παράδειγμα, τῆς δὲ ἀποστροφῆς λάβοι τὶς ἂν ἐκ τοῦ κατὰ Ἀνδροτίωνος ἐκεῖνο ‘ὁποίους γὰρ ἄν τινας φαίνησθε ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετε εἶναι‘· ἀποστρέψας γὰρ πρὸς τὸν ἀκροατὴν τὸν λόγον ἧττον αὐτὸ σεμνὸν ἔδειξεν ἢ εἴπερ αὐτὸ καθ’ αὑτὸ ὑπῆρχεν ἄνευ ἀποστροφῆς εἰρημένον ‘ὁποίους γὰρ ἄν τις ἀγαπῶν φαίνηται καὶ σῴζων, τούτοις ὅμοιος εἶναι δόξει‘. |
| 45 | ὑποστροφὴ δὲ καλεῖται τὸ πρῶτον σχῆμα, ὅτι ἀρξάμενος τῆς πρώτης ἐννοίας οὐκ ἐπήνεγκεν εὐθὺς τὴν ἑπομένην, ἀλλ’ ἐπὶ τὴν πρώτην εὐθὺς ὑπέστρεψεν· τὸ γὰρ ‘κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν‘ περὶ τῶν ἀνθρώπων εἴρηται δηλονότι τῶν ἐν τῇ προτέρᾳ προτάσει κειμένων. [294, 29] ‘ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικα ί , σπονδειακαὶ δὲ μᾶλλον ‘ τέσσαρές εἰσιν οἱ παίωνες ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν συνεστῶτες τῆς μακρᾶς ποτὲ πρώτης ποτὲ δευτέρας ποτὲ τρίτης καὶ τετάρτης γινομένης καὶ οὕτω τοὺς τέσσαρας πόδας ἀποτελούσης, ὥσπερ ἀπεναντίον οἱ ἐπίτριτοι τέσσαρες ὄντες ἐκ μιᾶς βραχείας καὶ τριῶν μακρῶν συνεστήκασι πάλιν τῆς βραχείας διὰ τῶν τριῶν μακρῶν πλεκομένης. εἰ δὲ ἡ σπονδειακὴ συνθήκη μᾶλλον ἐπιπρέπει τῇ σεμνότητι διὰ τὸ πλῆθος τῶν μακρῶν, δηλονότι ἡ τροχαϊκή τε καὶ ἄμφω αἱ ἰωνικαὶ διὰ τὴν συνέχειαν τῶν βραχειῶν ἀνεπιτήδειοι· εἰ γὰρ καὶ αἱ δακτυλικαί τε καὶ ἀναπαιστικαὶ πλείονας ἔχουσιν βραχείας, ἀλλ’ οὖν διὰ τοῦ φάναι σπονδειακαὶ δὲ μᾶλλον ἐδήλωσεν, ὡς ἐπ’ ὀλίγον ἐκείναις χρηστέον, καὶ τοῦτο βεβαιότερον ἐποίησε προσθεὶς ὡς 〈αἱ〉 ἐξ ἐπιτρίτων ἁρμόδιοι μάλιστα τῷ σεμνῷ λόγῳ, ἐν οἷς μία βραχεῖα διὰ τριῶν ἐστι πλεκομένη μακρῶν. |
| 46 | [294, 31] ‘ τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντίαι σεμνότητι ‘ ἄξιον ζητῆσαι, τί δήποτε τὰς ἰωνικὰς καὶ τροχαϊκὰς συνθήκας καίτοι πλείονας ἐχούσας μακρὰς ἀνεπιτηδειοτέρας ἔφησεν εἶναι τῶν παιωνικῶν τῶν πολλὰς ἐχουσῶν βραχείας. φαμὲν οὖν ὅτι ἡ παράθεσις τῶν ἴσων μακρῶν καὶ βραχειῶν ἐν ταῖς ἰωνικαῖς καὶ τροχαϊκαῖς πλέον κλᾷ τὸν ῥυθμὸν ἤπερ ἡ τῶν πλειόνων βραχειῶν ὁμόχρονος συνθήκη· ὁ μὲν γὰρ ἀπὸ μείζονος ἰωνικὸς ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συνίσταται, ὁ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸς ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν. οὐ γὰρ οὕτως τὸ ἐναντίον καθ’ ἑαυτό πως ὂν ἐπίδηλόν ἐστιν, ὥσπερ ὅταν ἔχῃ παρακείμενον τὸ ἐναντίον· τὸ γάρτοι πικρὸν ἢ τὸ μέλαν τοῦ γλυκέος ἢ λευκοῦ παρακειμένου μᾶλλον γνωρίζομεν, ἤπερ εἰ καθ’ ἑαυτὸ ἑκάτερον θεωροῖτο, καὶ τὰς ἰαμβικὰς δὲ μᾶλλον τῶν τροχαϊκῶν ἐν σεμνῷ λόγῳ ἀποδέχεται ὡς σεμνοτέραν ἐχούσας τὴν βάσιν ἐκείνων, ἡ γάρτοι εἰς μακρὰν κατάληξις σεμνοτέρα τῆς εἰς βραχεῖαν. [295, 5] ‘ ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τούτῳ τροχαϊκόν ‘ ἁβρότεροι ἐξ ἀρχαίου οἱ Ἴωνες, ὡς Βακχυλίδης τε ὁ λυρικός φησιν ὁ Σιμωνίδου τοῦ μελοποιοῦ ἀδελφιδοῦς ‘τῶν ἁβροβίων Ἰώνων ἄναξ‘ καὶ Θουκυδίδης ἐν πρώτῃ ‘καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων οὐ πολὺς χρόνος ἐπειδὴ χιτῶνάς τε λινοὺς ἐπαύσαντο φοροῦντες καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν‘. |
| 47 | εἰκότως οὖν καὶ τὸ ἐπώνυμον αὐτῶν μέτρον ἐκλυτώτερόν τε καὶ κεκλασμένον καὶ σεμνότητι ἐναντίον φησίν. συγγενὲς δὲ αὐτῷ καλεῖ τὸ τροχαϊκόν, διότι τῶν ἰωνικῶν ἀμφοτέρων ὡς ἔφαμεν ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συνεστώτων ἐναλλὰξ ἀλλήλοις τὸ τροχαϊκὸν ἐκ διαιρέσεως αὐτῶν συνίσταται καὶ ὁμοίως καὶ τοῦτο εὐτελῆ τὴν βάσιν ἔχει. [295, 8] ‘ καὶ μετὰ ταύτας τὸ ἰθυφαλλικόν ‘ τὸ τροχαϊκὸν μέτρον οὕτως ὠνόμασται διὰ τὸ πρὸς Διονυσιακάς τινας ἁρμόδιον εἶναι χορείας, ὥσπερ ὁ ἰθύφαλλος ἀνεῖται συμβολικῶς τὴν γόνιμον περὶ πάντα τὰ μέρη τοῦ κόσμου δημιουργίαν τοῦ θεοῦ σημαίνων· καὶ μέλη δέ τινα ἐκάλουν ἰθυφαλλικὰ εὐφημίας περιέχοντα τοῦ θεοῦ, οἷα καὶ Ἀρχίλοχος γέγραφεν. [295, 17] ‘ εἰ γὰρ μεταθείης τὰς λέξει ς , ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον ‘ ἐπίμικτον καλεῖ τὸ ἐκ τροχαϊκοῦ καὶ ἰαμβικοῦ πεπλεγμένον· τοιοῦτον γάρ ἐστι τὸ ‘αἱματοέσσης κόνιος δεδραγμένος βεβρυχώσ‘, κἀκεῖνο δὲ ὅπερ ὁ Διονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων διαλύσας φησὶν ‘ἀλλ’ ἔχον ὥστε γυνὴ χερνῆτις τάλαντ’ ἀληθὴς ἥτις εἴριον ἀμφὶς καὶ σταθμὸν ἔχους’ ἀνέλκει ἰσάζους’ ἵνα παισὶν ἀεικέ’ ἄροιτο μισθόν‘. |
| 48 | [296, 2] ‘ ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι ‘ δακτύλου σπονδείου ἐπιτρίτου. [296, 2] ‘ χωρὶς μέντοι καταλήξεωσ ‘ τίς μὲν ἡ ἐν τοῖς μέτροις κατάληξίς ἐστιν, καὶ ἀνωτέρω εἴρηται—καταληκτικὰ δὲ καλοῦσιν οἱ τεχνικοὶ μέτρα τὰ μὴ εἰς τελείους καταλήγοντα πόδας, ὧν ἐπώνυμον τὸ μέτρον ἐστίν, ἢ τελείας συζυγίας ποδῶν, ἐξ ὧν ἐκεῖνο συνέστηκε τὸ μέτρον· ὅθεν καὶ τὸ ἡρωϊκὸν μέτρον καταληκτικὸν καλοῦσιν, ὅταν εἰς τροχαῖον καταλήγῃ, ὃς βραχείᾳ μιᾷ ἐλάττων ἐστὶ τοῦ δακτύλου, ὅταν μέντοι εἰς δάκτυλον καταλήγῃ, ὡς τὸ ‘οὓς τέκετο Ῥέα‘ καὶ ‘ἀνδρόμεα κρέα‘, τότε ἀκατάληκτον αὐτὸ προσαγορεύουσιν—· ὁμοίως δὲ καὶ ἐπὶ τῶν κατὰ συζυγίαν ἢ διποδίαν ποδιζομένων μέτρων, ὅταν ἡ τελευταία συζυγία τῶν ποδῶν εἰς ἕνα πόδα καὶ συλλαβὴν ἀντὶ δύο ποδῶν καταλήγῃ, καταληκτικόν φαμεν, ὅταν δὲ εἰς τοὺς δύο τελείους ἀπαρτίζῃ πόδας, ἢ τετράμετρον ἢ τρίμετρον ἢ δίμετρον ἀκατάληκτον καλοῦσιν. |
| 49 | [298, 21] ‘ δυσχερὲς δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα ‘ ἄριστος γὰρ τεχνίτης ὁ ῥήτωρ περὶ λόγων πολιτικῶν ἐπιστήμην γεγονὼς πανταχοῦ φυλάττειν ἐπείγεται τὸ μέτρον καὶ ἀκράτῳ μὲν τῇ κατ’ ἔννοιαν τραχύτητι σπανίως κέχρηται, ὑφειμένας δὲ καὶ λειοτέρας ἀεὶ τὰς τοιαύτας ἐννοίας τῇ συμπλοκῇ τῶν μεθόδων ἀπεργάζεται. [299, 5] ‘ ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότεσ ‘ ζητήσεως γὰρ περὶ τῶν Ἁρπαλείων γενομένης γράφει ψήφισμα Δημοσθένης ζητῆσαι τὴν ἐξ Ἀρείου πάγου βουλὴν τοὺς μετειληφότας τῶν χρημάτων· ἁλοὺς οὖν ἐπ’ αὐτοῖς ὁ ῥήτωρ ἐνεβλήθη τῷ δεσμωτηρίῳ. τῶν δὲ οἰκείων αὐτοῦ γυναικῶν ὡς αὐτὸν ἀφικομένων ἐνδὺς γυναικείαν στολὴν καὶ συνεξελθὼν αὐταῖς ἀπέδρα τῆς φρουρᾶς καὶ ἀπῆλθεν εἰς Τροιζῆνα κἀκεῖθεν εἰς Ἄργος· ὅθεν τῷ δήμῳ τὰς ἐπιστολὰς ἐπιστέλλει ταύτας συκοφαντουμένοις τε τοῖς Λυκούργου τοῦ ῥήτορος παισὶν ὑπὸ Μενεσαίχμου προθύμως ἐπικουρῶν καὶ τὴν ἑαυτοῦ κάθοδον πρυτανευόμενος Ἀθηναίοις τε πρεσβευομένοις πρὸς Ἀργείους περὶ συμμαχίας ἄριστα συνεῖπεν οὐδεμίαν τῶν λυπησάντων φροντίδα ποιησάμενος· ἐφ’ ᾧ δὴ καὶ θαυμάσαντες αὐτὸν Ἀθηναῖοι κατελθεῖν ἐψηφίσαντο καὶ τὸν ἐν Πειραιεῖ τοῦ σωτῆρος Διὸς βωμὸν ἐξεμίσθωσαν αὐτῷ πεντήκοντα ταλάντων, ἅπερ ἦσαν αὐτῷ τιμήσαντες ἐπὶ τῇ φυγῇ, οὐχ ὅτι τοσούτων ἄξιον ἦν τὸ ἔργον ἀλλὰ μεταγνόντες ἐπὶ τῷ μεγέθει τῆς ζημίας. |
| 50 | κωμῳδεῖ δὲ αὐτὸν Τιμοκλῆς ἐπὶ τοῖς Ἁρπαλείοις λέγων ‘Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει—μακάριος, εἴπερ μεταδίδωσι μηδενί‘. [299, 27] ‘ λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἐ φ ’ ἑαυτῆς σκληρά ‘ τετραμμένη μέν ἐστιν ἡ κατά τινα τροπὴν καὶ μεταφορὰν λεχθεῖσα, σκληρὰ δὲ ἥτις καὶ τῇ συνθέσει τῶν στοιχείων κατ’ αὐτὴν τὴν προφορὰν τραχύνει τὴν ἀκοὴν ὡς τὸ δαρδάπτων. διαφέρει δὲ τῆς τραχείας λέξεως ἡ σκληρὰ τῷ τὴν μὲν ὡς ἔφαμεν κατ’ αὐτὴν τὴν προφορὰν φαίνεσθαι τοιαύτην τὴν δὲ τραχεῖαν καὶ ἐκ μόνης τῆς μεταφορᾶς ἐμφαίνειν τὸ τραχὺ ὡς τὸ ‘περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα‘. [304, 11] ‘ ἰδίως δὲ εἰπεῖν λαμπρότητι ἐναντίον ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικόν ‘ οἷον ‘τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθ’ ἂν αὐτούς; ἐπὶ τὴν εἰρήνην; ἀλλ’ ὑπῆρχεν ἅπασιν. ἀλλ’ ἐπὶ τὸν πόλεμον; ἀλλ’ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε‘· κομματικὸν γὰρ τοῦτο καὶ διαλεκτικόν, ἐρώτησιν γὰρ καὶ ἀπόκρισιν μιμεῖται. |
| 51 | ὅθεν δῆλον, ὡς τὰ ἐν τοῖς διαλόγοις κατὰ πεῦσιν καὶ ἀπόκρισιν συνεχῆ συγκείμενα ἐναντίως ἔχει πρὸς λαμπρότητα, ὅνπερ τρόπον καὶ τὰ ἐν σφοδρότητι κομματικά. [304, 23] ‘ φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραϊσμ ῷ , ἣ δὴ γλυκύτητος καὶ ἀφελείας ἐστίν ‘ τὴν τοῦ λόγου φαιδρότητα διττὴν εἶναί φησι τὴν μὲν γλυκύτητι καὶ ἀφελείᾳ καὶ τῇ κατ’ ἐπιμέλειαν συνθήκῃ συνθεωρουμένην, ἥτις καὶ λεπτότερον ποιεῖ τὸν λόγον, ὡς ἐπὶ τῶν παρίσων ὁμοιοάρκτων τε καὶ ὁμοιοτελεύτων, ἃ πολλὰ παρ’ Ἰσοκράτει καὶ Γοργίᾳ, οἷον ‘ἐὰν ᾖς φιλομαθής, ἔσῃ πολυμαθήσ‘· καὶ παρὰ Πλάτωνι ἐν συμποσίῳ ‘Παυσανίου δὲ παυσαμένου‘, καὶ εὐθὺς ἐπισημαίνεται ὡς ἀλλοτρίῳ τοῦ Πλατωνικοῦ ἀξιώματος ‘διδάσκουσι γάρ με ἴσα λέγειν οἱ σοφοί‘· τὴν δὲ ἑτέραν φαιδρότητα ἐν λαμπρότητι θεωρεῖσθαί φησι τὴν μέγεθος καὶ ἀξίωμα τῷ λόγῳ περιποιοῦσαν ὡς τὰ πολύπτωτα καὶ τὰς ἐπαναφοράς· διὰ γὰρ τούτων καὶ τῶν τοιούτων ὁ ῥήτωρ ἄριστα τῷ πολιτικῷ λόγῳ τὸ φαιδρὸν περιτίθησιν οὐ κατὰ τὸν Ἰσοκράτην διόλου ταῖς παρισώσεσιν χρώμενος—ἐπίβουλον γὰρ κάλλος τὸ τοιοῦτον—ἀλλὰ διακόπτων αὐτὰς καὶ ἐναλλάττων, ἵνα τό τε προσκορὲς φύγῃ καὶ τὸ πολιτικὸν κάλλος οὐχὶ τὸ κομμωτικὸν περιθῇ τῷ λόγῳ· κάλλος γὰρ λόγου κυρίως ἐστὶν ἡ σύμμετρος καὶ εὐάρμοστος μῖξίς τε καὶ χρῆσις τῶν τοῦ λόγου πασῶν ἰδεῶν, ἥνπερ μάλιστα ὁ ῥήτωρ ἐπιτηδεύει. |
| 52 | [307, 11] ‘ εἰδέναι μέντοι χρὴ ὅτι ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνενέγκῃς τὸν λόγον ὀρθώσασ ‘ θεώρημα λαμπρότητος κάλλιστον ἡμῖν παραδίδωσι πρὸς τὰς καταστάσεις· ὅταν γὰρ καταστατικῶς εἰσάγωμεν τὸν λόγον τῷ κατ’ ὀρθότητα καὶ ἀπόστασιν σχήματι κεχρημένοι, ἀναγκαῖον εὐθὺς πλαγιασμὸν ἢ ἄλλο τι τῶν τῆς περιβολῆς σχημάτων συμπλέκειν τῷ λόγῳ, εἴπερ τὴν λαμπρότητα βουλοίμεθα διασῴζειν. [308, 14] ‘ χρῆσθαι μὲν ἔστιν ὅτε καὶ τροχαϊκαῖς ἀναπαύσεσιν ‘ ταῖς μερικαῖς φησι κατὰ μέσας τὰς περιόδους γιγνομέναις ἀποθέσεσι τῶν κώλων· οὐ γὰρ δὴ ταῖς περατούσαις τὰς περιόδους· αὐτὸς γοῦν ἐπάγει, ὡς λαμπρὸς ἂν γένοιτο λόγος, εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή—δηλονότι ἡ πρὸς τῷ τέλει τῆς περιόδου. [309, 10] ‘ ἔννοιαι μὲν γὰρ ἀκμῆς καὶ ἔτι μέθοδοι αἱ αὐταί ‘ πολλήν τινα πεποίηται τὴν κοινωνίαν ἡ ἀκμὴ πρὸς τραχύτητα καὶ σφοδρότητα καὶ λαμπρότητα, ὡς δοκεῖν ἐξ ἐκείνων συνίστασθαι· κατὰ μὲν γὰρ ἔννοιαν καὶ μέθοδον κοινωνεῖ τραχύτητι καὶ σφοδρότητι, κατὰ δὲ λέξιν τραχύτητι σφοδρότητι λαμπρότητι, κατὰ δὲ σχῆμα τῇ σφοδρότητι καὶ λαμπρότητι, κατὰ δὲ κῶλα συνθήκας ἀναπαύσεις ῥυθμοὺς λαμπρότητι, ὥστε πῂ μὲν αὐταῖς κοινωνοῦσα πῂ δὲ καὶ διεστῶσα εἰκότως ἴδιόν τινα κεκλήρωται τύπον. |
| 53 | [309, 18] ‘ ἑτέρως πως διῄρηται ὡς ἐν λαμπρότητι ‘ ἢ διῆρτα ι . εἰ μὲν διῄρηται ἔχοι, ἀντὶ τοῦ οὐχ ὡς ἐν τραχύτητι κομματική ἐστιν ἡ φράσις ἀλλὰ κατὰ μείζονα κῶλα διῄρηται, ἅπερ ἔγνωμεν λαμπρότητος οἰκεῖα· εἰ δὲ διῆρται ἔχοι, ὅτι δίαρμα καὶ ὄγκον ἔσχεν ὁ λόγος διὰ μακροτέρων τῶν κώλων ἐξενεχθείς. [309, 23] ‘ κατὰ μὲν οὖν λαμπρότητος σχῆμα ἀκμὴ γέγονεν ‘ κατὰ ἀπόστασιν γὰρ εἰσενήνεκται τὸ προκείμενον χωρίον, ὅπερ ἴδιον σχῆμα λαμπρότητός ἐστιν. [311, 32] ‘ σφοδραί πως εἶναι δοκοῦσιν ‘ καλῶς τὸ δοκοῦσι ν · οὐ γὰρ ἐπιτιμητικὴ λίαν ἡ σφοδρότης ἐνταῦθα ὡς τὸ ‘βάρβαρος ὄλεθρος Μακεδών‘. [312, 3] ‘ ὥστε φαίη τις ἄ ν , τί χρὴ λέγει ν , ὅτι μέμικται λαμπρότης ἐνταῦθα ἀκμῇ ‘ τὰ χωρία ταῦτα ἀκμῆς μὲν μετέχει, ὅτι σφοδράς τε καὶ τραχείας ἐννοίας ἔχει μεμιγμένας, τραχείας μὲν τὰς κατὰ Φιλίππου, σφοδρὰς δὲ τὰς κατὰ προδοτῶν· μετέχει δὲ καὶ λαμπρότητος ἡ ἔννοια τῷ πεποιθέναι τὸν λέγοντα ἐφ’ οἷς λέγει. |
| 54 | μεθώδευται δὲ λαμπρῶς· προηγουμένως γὰρ εἰσῆκται ἡ ἔννοια καὶ οὐχὶ ἐξ ὑποβολῆς. σχηματισθὲν δὲ κατὰ ἀπόστασιν καὶ λέξιν ἔχον μὴ τροπικὴν ἀλλὰ σεμνὴν κώλοις τε μακροτέροις ἐξαγγελθὲν λαμπρότητος ἱκανῶς μετέχει. τραχύτητος δὲ μόνης σὺν λαμπρότητι ἢ σφοδρότητος μόνης σὺν λαμπρότητι οὐκ ἄν τις φαίη κυρίως μετέχειν· διαφέρουσι γὰρ ἀλλήλων τε αὗται κατὰ τὰς ἐννοίας καὶ τὰ λοιπὰ καὶ λαμπρότητος. ἀκμαῖος μὲν οὖν ὁ λόγος οὐκ ἂν εἴη μόνως, διότι καὶ λαμπρός ἐστι κατ’ ἔννοιαν, ὅπερ ἀλλότριον ἀκμῆς, τραχὺς δὲ καὶ σφοδρὸς οὐκ ἂν λέγοιτο, διότι τὸ ἐπιτιμητικὸν οὔκ ἐστιν ἄγαν πικρόν. [314, 3] ‘ καὶ τῶν ἐπαναφορῶν διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι θαυμαστὸν κάλλος ἐργασαμένων ‘ πάντα γὰρ ἐφεξῆς τὰ ἐν τῷ χωρίῳ τούτῳ περὶ τῶν κατὰ πόλεις προδοτῶν εἰρημένα κατὰ συζυγίαν δύο ἐννοιῶν προῆκται λαμπρότητός τε πλείστης καὶ κάλλους μετέχει διά τε τὴν πεποίθησιν τοῦ λέγοντος—ἀποφαντικῶς γοῦν αὐτὰ προάγει—καὶ διὰ τὴν σύζευξιν τῶν ἐννοιῶν σὺν ἐπαναφορᾷ προελθοῦσαν· εἰ γὰρ καὶ ἁπλῆ οὖσα ἡ ἐπαναφορὰ κάλλος προσάγει τῷ λόγῳ, πόσῳ πλέον διπλῆ γενομένη. |
| 55 | [315, 25] ‘ ἀλλὰ τὴν μὲν αἰτίαν δ ι ’ ἣν οὕτω πεποίηκεν ἐκεῖνος ὕστερον λέξομεν ‘ ὑπὲρ τὰς ἄλλας ἰδέας ἁπάσας ὁ ῥήτωρ πλεονάζει τῇ περιβολῇ, διότι χρὴ τὸν ἄριστον τῶν πολιτικῶν λόγων κεκρᾶσθαι μὲν ἄριστα ταῖς ἰδέαις ἁπάσαις ταῖς μὲν ἐπὶ πλέον ταῖς δὲ ἐπ’ ἔλαττον τοῦ τεχνίτου κατὰ τὸν προσήκοντα λόγον καιρῷ τε καὶ μέτρῳ κεχρημένου, διαφερόντως δὲ πλεονάζειν προσήκει τῇ περιβολῇ διὰ τὸ πολὺ συνεστραμμένον καὶ πυκνὸν ἐν ἅπασι τῆς ἰδέας ταύτης καὶ διότι καὶ τὴν παρὰ τῶν ἄλλων ὑπτιότητα τῷ λόγῳ προσγινομένην ἐκθεραπεύειν ἱκανή. [316, 28] ‘ θαυμάζειν δὲ οὐ χρ ή , εἰ δοκοῦσά πως ἡ εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος δύναται γίνεσθαι ‘ ἐν τῷ περὶ εὐκρινείας λόγῳ φησίν, ὅτι τὰ κατὰ ἄθροισιν καὶ μερισμὸν καὶ ἀπαρίθμησιν σχήματα τῷ μὲν ἐφέλκεσθαι ἄλλα νοήματα περιβάλλει τὸν λόγον, τῷ δὲ εὐθὺς ἀρχομένου τοῦ λέγοντος φαίνεσθαι τοῖς ἀκούουσιν ὅτι ἕπεται καὶ ἄλλο τι νόημα καλῶς τὴν εὐκρίνειαν ἐργάζεται· καὶ τοῦτο μάλιστα τοῦ ἀκριβοῦς ἐπιστήμονος ἔργον ἡ τῶν δοκούντων ἐναντίων εὔκαιρός τε καὶ σύμμετρος μῖξις, ἣν μετὰ Ὅμηρον ὁ τεχνογράφος τῷ ῥήτορι προσνέμει. |
| 56 | [317, 12] ‘ ἔνθα δὲ τόλμης δεῖ κάλλος καὶ τὸ μὴ κεκοσμημένον ἅμα πιθανότητι ‘ τόλμαν καλεῖ τὸ σὺν τραχύτητι καὶ σφοδρότητι διαπλέξαι τὸν λόγον· τολμηρῶς γὰρ τηνικαῦτα πάσῃ κέχρηται καταφορᾷ κατὰ μειζόνων τε καὶ ἐλαττόνων προσώπων ἅπαντας τοὺς ἐπιτηδείους πρὸς τοῦτο κινῶν τόπους. καὶ ἀκόσμητον μὲν λόγον καλεῖ τὸν τραχύτητος μόνης ἀνάπλεον, οἷα δὴ πολλὰ παρὰ τῷ Ἀριστογείτονί ἐστιν ἐν τῷ κατὰ Δημοσθένους, ἅμα δὲ πιθανότητι προϊόντα τὸν ἠθικόν τε καὶ ἀληθινόν· ἕτοιμον γὰρ πρὸς πειθὼ τὸ ἦθός τε καὶ ἡ ἀλήθεια ‘καὶ τοῦτον οὐδ’ εἰ γέγονεν εἰδὼς οὐδὲ γιγνώσκων ὡς μηδὲ νῦν ὤφελον‘ καὶ τὸ ‘ἐφ’ οἷς ἔγωγε ἀποπνίγομαι‘. [317, 13] ‘ λαμπρότητι δὲ τὸ γοργὸν καὶ ἀγωνιστικόν ‘ τῆς γὰρ λαμπρότητος τοῖς μακροτέροις ἀεὶ τῶν κώλων χαιρούσης ἀναγκαῖον ἔσθ’ ὅπου κατά τινα διαστήματα τὴν γοργότητα συμπλέκειν τοῖς κατ’ ὄνομα κομματικοῖς ἀγωνιστικώτερον ποιοῦσαν τὸν λόγον, οἷον ‘Ἀμφίπολιν Πύδναν Ποτείδαιαν Μεθώνην.‘ [318, 14] ‘ δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων ‘ ἕκαστον γὰρ τῶν περιστατικῶν μορίων εἴ τις διὰ πλειόνων τόπων ἐπεξεργάζεσθαι βούλοιτο πολλὴν πλατύτητα ποριεῖ τῷ λόγῳ. |
| 57 | [318, 27] ‘ ἔτι δὲ ἀπὸ τοῦ μείζονος ἴσου ἐλάττονοσ ‘ πάντων μὲν ἄμεινον καὶ τελεώτατα ὁ φιλόσοφος Ἀριστοτέλης παραδίδωσι τὰ περὶ τόπων ἐν τοῖς οὕτως ἐπιγραφομένοις τοπικοῖς βιβλίοις· καὶ Βασιλικὸς δὲ ὁ σοφιστὴς ἐν τῷ περὶ τόπων μονοβίβλῳ τούτους τε ἀπαριθμεῖ τοὺς τόπους καὶ ἄλλους ἀμφὶ τοὺς εἴκοσι, δι’ ὧν πλατύτατα τῶν πραγμάτων οἷόν τε ποιεῖσθαι τὰς ἐξεργασίας. [318, 28] ‘ ταῦτα δὲ ἴσως οὐδὲ προσλήψεις εἰσὶν ἀλλὰ πίστεις μᾶλλον ‘ προσλήψεις μὲν καλεῖ τὰς περιβολάς, δι’ ὧν οἷόν τε πολλήν τινα τοῖς πράγμασιν αὔξησιν περιβάλλειν· πίστεις δὲ μᾶλλον αὐτὰς εἶναί φησιν, διότι τοῖς τοιούτοις ἐν τῷ δέοντι κεχρημένοι τόποις οἱ ῥήτορες πείθουσι τοὺς ἀκροωμένους. τῶν δὲ πίστεων αἱ μέν εἰσιν ἄτεχνοι, νόμοι μαρτυρίαι συνθῆκαι ὅρκοι βάσανοι καὶ ὅσα ἔγγραφα, αἱ δὲ ἔντεχνοι· τῶν δὲ ἐντέχνων εἴδη τρία, αἱ μὲν γάρ εἰσι λογικαί τε καὶ πρακτικαὶ αἱ δὲ ἠθικαὶ αἱ δὲ παθητικαί. λογικὴ μὲν οὖν πίστις ἐστὶ λόγος αὐτοῦ τοῦ πράγματος περὶ οὗ ὁ λόγος ἐστὶ τὰς ἀποδείξεις δι’ ἐπιχειρημάτων ποιούμενος· ἐπιχείρημα δέ ἐστι λόγος πρὸς πίστιν τοῦ ὑποκειμένου ζητήματος παραλαμβανόμενος. ἠθικὴ δὲ πίστις ἐστὶ λόγος ἀπὸ τῆς τοῦ προσώπου ποιότητος τὴν πίστιν παρεχόμενος. παθητικὴ δὲ πίστις ἐστὶ λόγος εἰς πάθος ὅπερ ὁ λέγων βούλεται τὸν ἀκροατὴν ἐκτρέπων καὶ ἄνευ τῆς τῶν πραγμάτων ἀποδείξεως, οἷον ὀργὴν ἔλεον φθόνον εὔνοιαν. |
| 58 | [324, 4] ‘ περιβέβληται δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ σχῆμα ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ κατὰ ἄλλα σχήματα πλείονα ‘ οὐ γὰρ μόνον κατὰ πλαγιασμὸν ἐξενήνεκται τὸ χωρίον, ἀλλὰ καὶ σὺν τοῖς περιστατικοῖς διαπέπλεκται πράγμασι προσώποις αἰτίαις, ὅπερ ἐστὶν ἔννοια περιβολῆς· ἔτι γε μὴν ἐν πολλοῖς μέρεσι τοῦ χωρίου καὶ τὰς κατασκευὰς λέγει πρὸ τῶν προτάσεων, ὅπερ ἐστὶ μέθοδος περιβολῆς, οἷον ‘ταῦτα δὲ ὁρῶν ὁ Φίλιππος—οὐ γὰρ ἦν ἀφανῆ—τοῖς παρ’ ἑκάστοις προδόταις χρήματα ἀναλίσκων πάντα συνέκρουε καὶ πρὸς ἀλλήλους ἐτάραττεν‘· τοῦ γὰρ πάντα συγκρούειν προτάσεως οὔσης κατασκευή ἐστι τὸ χρήματα ἀναλίσκειν τοῖς ἑκασταχοῦ προδόταις. [324, 21] ‘ τὸ καὶ κέχρηται συμφορᾷ ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου ‘ τὸ μὲν γὰρ κῶλον διὰ λέξεων κοινῶν ἐξενεχθὲν καθαρόν ἐστιν, ἡ δὲ ἔννοια γένος εἴδη περιλαβοῦσα περιβέβληται· γενικὸν μὲν γὰρ ἡ συμφορά, εἰδικὸν δὲ ἡ παρὰ τῶν νόμων ἀτιμία, ἣν ὑπεῖχε διὰ τὴν ἀστρατείαν ὁ Σαννίων. [324, 30] ‘ τῶν δὲ ἄλλων ἰδεῶν αἳ ποιοῦσι τὸ μέγεθος τῶν λόγων ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία πλὴν σφοδρότητος ἁρμόττει ‘ ἡ μὲν λαμπρότης οὐχ ἁρμόττει, διότι παρὰ τοῖς ἰδιώταις οὐχ οἷόν τε ἔνδοξα πράγματα γίγνεσθαι· ἡ δὲ τραχύτης οὐ παραληπτέα, διότι κατὰ μειζόνων προσώπων οὐκ ἂν χρήσαιτο καταφορᾷ ἰδιώτης, ὅπερ τραχύτητος ἴδιον. |
| 59 | διὰ ταὐτὰ δὲ οὐδὲ τῇ ἀκμῇ χρηστέον ἐν ἰδιωτικοῖς· ἀπὸ γὰρ τῆς μίξεως τῶν προειρημένων γίγνεται. σφοδρότης δὲ ἁρμόδιος ἰδιώταις· εὑρίσκεται γὰρ ἐν αὐτοῖς τὰ μὲν μείζονα τὰ δὲ καταδεέστερα πρόσωπα, ἔγνωμεν δὲ ὡς αἱ τῶν καταδεεστέρων προσώπων ἐπιτιμήσεις ἴδιαι σφοδρότητος. καὶ ταύτην δὲ οὐ καθαράν φησιν εὑρίσκεσθαι ἀντὶ τοῦ οὐχὶ ἄκρατον· πρῶτον μὲν γὰρ οὐ πάντως καὶ πεποιημέναις χρήσεται λέξεσιν ὁ ἰδιώτης ἐπιτιμῶν, οἷόν ἐστι τὸ ‘ἰαμβειοφάγοσ‘ καὶ ‘γραμματοκύφων‘—αὗται γὰρ τραχύτητος ἴδιαι—, ἔπειτα δὲ τῷ ἤθει συμπλέξει τὴν τραχύτητα, ὅπως ἂν ἰδιώτῃ πρέπων ἔτι μᾶλλον ὁ λόγος φαίνοιτο. [325, 16] ‘ οὐ μὴν οὐδὲ ἐνταῦθα ἐκείναις μᾶλλον ἔστι πλεονάσαι ‘ καὶ γὰρ ἐν τοῖς δημοσίοις ἀγῶσι 〈τῇ μὲν σεμνότητι〉 σπανιώτερον χρησόμεθα, διότι οὐ πολλαχοῦ τοῦ λόγου περὶ θείων ἢ μετεώρων ἢ ἐνδόξων πραγμάτων ὁ ῥήτωρ διαλέξεται ἀλλ’ ἐπ’ ἐλάχιστον· ταῖς δ’ αὖ ἐπιτιμητικαῖς τῶν ἰδεῶν οὐκ ἐπὶ πολὺ χρηστέον διὰ τὸ μὴ λίαν τραχὺ καὶ φιλαίτιον τοῦ λέγοντος φαίνεσθαι τὸ ἦθος, σκληρὸν γὰρ καὶ φιλαπεχθῆμον τό γε τοιοῦτον· οὐ μὴν οὐδὲ τῇ ἀκμῇ πλεονάσει διὰ ταῦτα, κοινωνεῖ γὰρ ὡς ἔγνωμεν τραχύτητι καὶ σφοδρότητι κατὰ τὴν ἔννοιαν. |
| 60 | διὸ δὴ πάντων μάλιστα τὴν περιβολὴν ἠγάπησεν ὁ ῥήτωρ ὡς μέγεθός τε περιποιοῦσαν τῷ λόγῳ καὶ τῶν ὁμοειδῶν ἀποφεύγουσαν τὸ δύσχρηστον. [325, 23] ‘ καὶ τὸ ἐπιτρέχον καλούμενον σχῆμα ἐκ τοῦ παρασυναπτικοῦ ‘ ἐπιτρέχον μὲν καλεῖται τὸ σχῆμα διὰ τὸ τὰς ἐννοίας ἔχειν ὥσπερ ἐν δρόμῳ ἠρτημένας ἀλλήλων· ἐκ τοῦ παρασυναπτικοῦ δὲ ἐπειδὴ εὐθὺς τῇ πρώτῃ προτάσει συνῆπται ἡ αἰτία. [325, 24] 〈 ‘ ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέ τ ’ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι ‘ 〉 ὡρισμέναι γὰρ ἦσαν ἐκκλησίαι κατὰ πρυτανείαν ἑκάστην τέσσαρες· δέκα δὲ οὐσῶν Ἀθήνησι φυλῶν ἐπρυτάνευον αἱ μὲν πρῶται λαχοῦσαι φυλαὶ τέσσαρες ἀπὸ τριάκοντα ἓξ ἡμερῶν αἱ δὲ λοιπαὶ ἓξ ἀπὸ τριάκοντα πέντε. μετὰ οὖν τὰς ὡρισμένας τοῦ δήμου συνόδους ἐν ταῖς ἐκκλησίαις εἴ τι ἀναγκαῖον ἐμπέσοι πρᾶγμα, περὶ οὗ τὸν δῆμον ἐχρῆν συνελθόντα γνῶναι, σύγκλητος ἐγένετο ἐκκλησία. προκατακεχρῆσθαι οὖν ἐστι τὸ ἤδη τὰς ὡρισμένας ἐκκλησίας παρεληλυθέναι. [325, 26] ‘ ἔτι ἐφέλκονται νοήματα καὶ ὑποστάσεισ ‘ ὑποστάσεις καλοῦνται τὰ σχήματα τὰ οἱονεὶ ὑποστῆσαι καὶ δεῖξαι τὰ πράγματα δυνάμενα ‘τίς γὰρ ἂν ἐναργέστερον τοῦτο δείξειε τοῦ καὶ τοὺς ἀντιδίκους ὁμολογοῦντας παρεχομένου;‘ ἢ πάλιν ‘πῶς οὐκ ἐναργὲς ταῦτα παρὰ θεῶν αἰτεῖν, ὅσα τῇ πόλει καὶ τοῖς ἐνοικοῦσιν εὐχόμεθα προσεῖναι;‘ [326, 31] ‘ ἀλλὰ συντεθέντα δύο κώλοις ἑτέροις συνεζευγμένοις ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ τὴν ἀνταπόδοσιν ἔχει ‘ ὁ κατὰ συζυγίαν φησὶ μερισμὸς δύο ἐννοιῶν πρὸς δύο ἐννοίας τὴν ἀνταπόδοσιν ἔχει. |
| 61 | [326, 32] ‘ ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ ‘ στροφὴ καὶ ἀντίστροφος καὶ ἐπῳδὸς συστήματα μέτρων ἐστὶν ἐν κωμικοῖς καὶ τραγικοῖς καὶ λυρικοῖς ποιήμασιν. ἡ μὲν οὖν στροφή ἐστιν ἡ πρώτη τιθεμένη περίοδος ἐκ δυεῖν ἢ πλειόνων κώλων ὁμοίων ἢ ἀνομοίων συγκειμένη, ὡς παρὰ Ἀλκμᾶνι ‘μῶς’ ἄγε Καλλιόπα θύγατερ Διὸς ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἱερὸν ὕμνον καὶ χαρίεντα τίθει χορόν‘· αὕτη γὰρ ἡ στροφὴ ἐκ τριῶν ἐστι κώλων δακτυλικῶν ἰσομέτρων. ἐξ ἀνομοίων δέ, ὡς τόδε ‘μῶς’ ἄγε μῶσα λίγεια πολυμμελὲς αἰὲν ἀοιδὲ μέλος νεοχμὸν ἄρχε παρσένοις ἄειδεν‘. ἀντίστροφος δέ ἐστιν ἡ μετὰ τὴν πρώτην στροφὴν τιθεμένη περίοδος ἴση καὶ ὁμοία τῇ πρὸ αὐτῆς στροφῇ κατά τε τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν κώλων· ὠνομάσθησαν δὲ οὕτω διὰ τὸ τοὺς χοροὺς στρεφομένους τε καὶ ἀντιχορεύοντας ἀλλήλοις περὶ τοὺς βωμοὺς ἢ τοὺς ναοὺς ἢ τὰς ὀρχήστρας ᾄδειν τὰ τοιάδε μέλη τήν τε οὐρανίαν καὶ τὴν τῶν πλανητῶν κίνησιν ἐναντίαν οὖσαν ἀπομιμουμένους ἐν ῥυθμῷ. |
| 62 | ἐπῳδὸς δέ ἐστι περίοδος ἐν τριάδι τῇ στροφῇ καὶ ἀντιστρόφῳ ἐπιλεγομένη ἀνόμοιος τῷ πλήθει τῶν κώλων ἢ τῷ μεγέθει ἢ συναμφοτέροις· ᾔδετο δὲ ἱσταμένων τῶν χορῶν καὶ ταύτῃ τὸ ἑδραῖον τῆς γῆς ἀπομιμουμένων. [328, 6] ‘ τό τε οὖν κατὰ ἄρσιν καὶ θέσιν περιβάλλει ‘ ἄρσις καὶ θέσις, ὡς καὶ ἀνωτέρω εἴρηται, κυρίως μὲν ὀνομάζεται παρὰ τοῖς μουσικοῖς ἐπὶ τῶν τοῦ ποδὸς κρουσμάτων ἄνω ἢ κάτω τὴν ὁρμὴν λαμβανόντων, παρὰ δὲ τῷ ῥήτορι τὸ κατὰ ἀπόφασιν καὶ κατάφασιν σημαίνει. [330, 13] ‘ εἴπερ μὴ ἀγλευκὴς γενήσεσθαι μέλλοι ‘ ἄχαρις καὶ ἀκόσμητος, μεταφορικῶς· τὸ γὰρ γλεῦκος πολλὴν ἔχον τὴν γλυκύτητα δοκεῖ χαρίεν εἶναι πρὸς τὴν πόσιν. [330, 29] ‘ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν με τ ’ εὐχροίασ ‘ καί ἐστι περιληπτικώτερον μὲν τὸ μέλος οἷον κεφαλὴ χεὶρ πούς, περιεχόμενον δὲ τὸ μέρος οἷον ὀφθαλμοὶ ὦτα δάκτυλοι· ἀναλογοῦσι δὲ ἐν τοῖς λόγοις τοῖς μὲν μέλεσιν αἱ ἰδέαι τοῖς δὲ μέρεσι τὰ ὀκτὼ ἑκάστης ἰδέας ποιητικά. |
| 63 | [331, 11] ‘ ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι ‘ ἀναρμόστως καὶ συγκεχυμένως· ὅπερ πάσχουσιν ἔνιοι τῶν φύσει μὲν ὀξυτέρᾳ κεχρημένων ἥκιστα δὲ τοῖς ἐπιστημονικοῖς λόγοις ποδηγετῆσαι τὴν φύσιν ἐξισχυόντων. [332, 6] ‘ ἔννοιαι δὲ αὐταὶ κα θ ’ ἑαυτὰς ἢ μέθοδοί τινες τοῦ τοιούτου κάλλους οὐκ εἰσί ν , πλὴν εἴ τις λέγοι τὴν δριμύτητα ‘ δριμεῖαι ἔννοιαί εἰσιν αἱ τροπικῶς τε καὶ ἐμφαντικῶς εἰρημέναι, ὡς ἐπὶ κυνῶν ἡ φιλανθρωπία καὶ ἐπὶ Ἑρμιόνης ἡ φιλανδρία καὶ ἐπὶ τοῦ χαλινοῦ τὸ ἱππόδαμος· αἱ δὲ τοιαῦται τῶν ἐννοιῶν καὶ κάλλος οὐ σμικρὸν προσάγουσι τῷ λόγῳ, ὡς εὐθὺς κινεῖν τὸν ἀκροατὴν πολλῷ δὴ μᾶλλον ἢ τοὺς ἐρωτικοὺς τὰ λίαν εὐειδῆ τῶν προσώπων. [332, 13] ‘ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως καὶ ἄλλο τι ‘ ἀντὶ τοῦ καὶ σφοδραί· πολλὴ γὰρ ἡ συγγένεια τῇ τραχύτητι πρὸς τὴν σφοδρότητα. [332, 17] ‘ καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει οὐκ εἰσίν ‘ ἀντὶ τοῦ ὡς ἐν τῷ ἰδιάζοντι καὶ οἰκείῳ τῆς τοῦ κάλλους ἰδέας· διπλοῦν γὰρ τὸ κάλλος, ὡς καὶ ἀνωτέρω ἔφη, τὸ μὲν δι’ ὅλου τοῦ λόγου διῆκον ἐκ τῆς ἐναρμονίου κράσεως τῶν ἰδεῶν τὸ δὲ διὰ μόνων τῶν ποιούντων τὴν τοῦ κάλλους ἰδέαν προερχόμενον. |
| 64 | [332, 30] ‘ τοιαύτην γὰρ παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην ‘ πρὸς Ἀνδροτίωνα ἦν αὐτῷ τὸν Ἄνδρωνος ὁ ἀγὼν τῶν Ἰσοκράτους ἄριστον μαθητῶν καὶ πρὸς ῥητορείαν κάλλιστα γεγυμνασμένον, διόπερ εὐθὺς ἐκ προοιμίων τοιαύτῃ κέχρηται παρισώσει, οἵαν ἀλλαχοῦ φαίνεται διακόπτων, ὅπως ἂν τὸ κομμωτικὸν διαφύγοι κάλλος· ἰσοσύλλαβα γὰρ σχεδόν πώς ἐστι τὰ τρία κῶλα καὶ ὁμοιοκατάληκτα λέξει τε καθαρᾷ κεχρημένα καὶ συνθήκῃ περικαλλεῖ τῇ ἄνευ παντὸς συγκρουσμοῦ αἵ τε ἀναπαύσεις τῶν κώλων εἰς μικρότερα μόρια λήγουσαι λίαν εὐειδεῖς εἶναι δοκοῦσιν. [333, 32] ‘ σαφῶς ἂν ἡ πρὸς κάλλος ἐγένετο ἐπιβουλὴ τοῦ λόγου ‘ πανταχοῦ ὁ τεχνογράφος ἐπιβεβουλευμένον καλεῖ λόγον τὸν τῷ ἐπιτετηδευμένῳ κάλλει κεχρημένον· τὸ γάρτοι διόλου ταῖς κατ’ ἀρχὴν ἢ τέλος τῶν κώλων κεχρῆσθαι παρισώσεσιν ἐκπρεπῆ μὲν οὐ μὴν πιθανὸν ποιεῖ τὸν λόγον· διόπερ Γοργίας μὲν καὶ Πῶλος σφόδρα τοῦ κάλλους πεφροντικότες παντοδαπῶν παρισώσεων πληροῦσι τοὺς λόγους, Ἰσοκράτης δὲ ἐπ’ ἔλαττον, ὁ δ’ αὖ Δημοσθένης ὁ σφόδρα τεχνίτης φεύγει τὸ κεχρῆσθαι ταύταις διακόρως. [335, 12] ‘ διαφέρει δὲ παρισώσεως τῆς κα τ ’ ἀρχὰς τὸ σχῆμα τοῦτο ‘ τῆς ἐπαναφορᾶς ἡ μὲν κατὰ κῶλόν ἐστιν ἡ δὲ κατὰ κόμμα· αὗται μὲν οὖν ὅλων λέξεών εἰσιν ἐπαναλήψεις, ἡ δὲ παρίσωσις καὶ ἐν μιᾷ πολλάκις ἢ δευτέρᾳ συλλαβῇ θεωρεῖται, ὡς τὸ ‘Παυσανίου δὲ παυσαμένου‘. |
| 65 | τὴν δὲ ἀντίστροφον ἐναντίαν εἶναί φασι τῇ ἐπαναφορᾷ, ὅτι τὴν παρίσωσιν οὐκέτι ἐπὶ τῆς ἀρχῆς ὡς ἡ ἐπαναφορὰ δέχεται ἀλλὰ πρὸς τῷ τέλει, οἷον ‘ταξιάρχους παρ’ ὑμῶν ἄρχοντας παρ’ ὑμῶν‘. [336, 23] ‘ ἐκφανὲς δὲ τὸ τῆς ἐπιβουλῆς ἐγίνετο καὶ τὸ τῆς ἐπιτηδεύσεωσ ‘ τὸ ἄγαν καταγίνεσθαι περὶ τὸν καλλωπισμὸν τοῦ λόγου ἐπιβεβουλευμένον τε καὶ διαπρεπῶς ἐπιτετηδευμένον αὐτὸν ἀποδείκνυσιν. εἰκότως δὲ λόγου ἐπιβουλὴν τὸ κομμωτικόν φησι κάλλος ἀπὸ μεταφορᾶς τῶν ἀτόπων μειρακίων, ὅσα τῷ φαινομένῳ κάλλει τὰς ἄφρονας δελεάζοντα τῶν γυναικῶν ἐπιβουλεύει τῇ σωφροσύνῃ· καὶ γὰρ ἐκ τοῦ ἐναντίου σώφρων μὲν λόγος ὁ σεμνός, ὁ δὲ τὸ ἐκπρεπὲς κάλλος ἐπιτηδεύων ἐπίβουλος. [337, 20] ‘ διήκουσι γὰρ δ ι ’ ἀλλήλων σχεδὸν ἅπασαι παρά γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου πεποιήκασιν εἶδος τὸ κάλλιστον ‘ τὴν ἀρίστην παρὰ τῷ ῥήτορι τῶν ἰδεῶν ἕνωσίν τε καὶ σύγκρασιν ἐκάλεσε σύμφθαρσιν ἀπὸ μεταφορᾶς τῶν διαφόρων σιτίων, ἅπερ ἐν τῇ γαστρὶ πρότερον ἀλλοιοῦται καὶ τὴν οἰκείαν μεταβάλλει ποιότητα, εἶθ’ οὕτως ἕνα τινὰ χυμὸν γεννώντων θρεπτικόν τε καὶ σωτήριον τοῦ σώματος. |
| 66 | [340, 1] ‘ ὅ γε μὴν περὶ τῆς ἀτελείας σχεδὸν ἅπας ἐστὶ τοιοῦτοσ ‘ ἠθικώτερον γὰρ μᾶλλον καὶ δι’ ἐπιμελείας τε καὶ κάλλους πεπλεγμένον Ἀψίνης καὶ Ἀσπάσιος ἀπεφήναντο τὸν πρὸς Λεπτίνην, τραχύτητος δὲ καὶ σφοδρότητος ἄμοιρον δία τε τὸ πρὸς ἔνδοξον πρόσωπον ὑπὲρ ἀδόξου τοῦ Κτησίππου ποιεῖσθαι τοὺς λόγους καὶ διὰ τὸ ἐξήκειν αὐτῷ τὸν χρόνον τῆς γραφῆς, ἣν ἐγράψατο πρότερον Βάθιππος ὁ Ἀψεφίωνος πατὴρ τὸν Λεπτίνου νόμον, ἔτι μὴν διὰ τὸ συμφέρειν τῷ δήμῳ τὸν νόμον ἐπὶ τοὺς πλουσίους μετάγοντα τὰς λειτουργίας· ὥστε καὶ πρὸς ὀργὴν ἔτρεψεν ἂν τὸν ἀκροατήν, εἰ πρὸς καταφορὰν ἐχώρησεν ὁ ῥήτωρ τοῦ τὰ λυσιτελοῦντα νομοθετοῦντος. εὐθέως γοῦν ἐκ προοιμίων διὰ τῶν ἐξ ἐπιπλοκῆς βραχείας πεπλεγμένων κώλων τὴν περὶ τοῦ δικαίου τέθεικεν ἀντίθεσιν, καθ’ ἣν σαθρότερος ἦν ὁ Λεπτίνου νόμος —τῷ γὰρ συμφέροντι μᾶλλον ἔρρωτο—, ἰσχυρὰν δὲ αὐτὴν δῆθεν ἐπιδεῖξαι βουλόμενος ἐπήνεγκεν ὡς εἰδὼς ἀκριβῶς ‘καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ‘. |
| 67 | καίτοι δῆλον ὅτι τοῖς σαθροτέροις ἐπ’ ἐλάχιστον οἱ ῥήτορες χρῶνται. [340, 15] ‘ διόπερ δὴ μάλιστα καλὸν ὅτε ποιοῦμεν λόγον μέτρου πλησίον εἶναι τὸν ῥυθμόν ‘ ὥστε ἰαμβόκροτά τε πολλὰ εἶναι καὶ ἑφθημιμερῆ καὶ ἐπῶν ἀκροτελεύτια, ἅπερ παρὰ τῷ Δημοσθένει καὶ Ἰσοκράτει φαίνεται πάμπολλα τοῖς ἀκριβῶς ἐπισκοπουμένοις, καὶ ἡμεῖς δὲ διεξιόντες τοὺς λόγους πλῆθος ἰάμβων ἐσημειωσάμεθα· Ἰσοκράτης τε, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ἐν τῇ τέχνῃ φησὶν ‘ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω—ξηρὸν γάρ—μηδὲ ἔμμετρος—καταφανὲς γάρ—, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλιστα‘. [340, 27] ‘ ἔπειτα εἰ οἱ πόδες ἐξ ὧν σύγκειται ὁ ῥυθμὸς οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες τραχύτητα ποιοῖεν ‘ δεῖ γὰρ ἐν τῇ τοιαύτῃ συνθήκῃ τοὺς ὁμοχρόνους ὡς ἐπὶ τὸ πολὺ πλεονάζειν πόδας, οἷον σπονδείους καὶ δακτύλους ἰάμβους τε καὶ τροχαίους—οὗτοι γὰρ ὁμόχρονοι—· ἀνάρμοστοι δὲ οἱ ἐναντίως ἔχοντες σπονδείῳ πυρρίχιος μολοττῷ χορεῖος. εἰ τοίνυν διὰ τῶν ἀναρμόστων ἡ σύνθεσις γένοιτο, τραχύνει τὸν λόγον, διόπερ καὶ ἀνωτέρω τὸ ἰωνικὸν ὡς ἐκλυτώτερον ἐξέβαλε τοῦ σεμνοῦ λόγου· ἐκ γὰρ ποδῶν ἀναρμόστων ἀλλήλοις ἰωνικοὶ σύγκεινται. |
| 68 | [341, 5] ‘ ἀναπαύσεις δὲ λόγῳ περικαλλεῖ πρέπουσιν οὐχ αἱ βεβηκυῖαι ‘ τουτέστιν αἱ εἰς κῶλον πληροῦν τὴν διάνοιαν ἀπαρτίζουσαι καὶ λέξιν μακροτέραν τε καὶ μακροκατάληκτον, ὡς ἐκεῖνο ‘ὥστ’ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι‘. [341, 8] ‘ ἐμέλησε γὰρ τῷ ῥήτορι τοῦ μὴ διόλου καλλωπίζειν δοκεῖν ‘ ὡς ἀκριβέστατος κανὼν τῶν πολιτικῶν λόγων ὁ Δημοσθένης τὸ κομμωτικὸν οὐ προσίεται κάλλος. διόλου γὰρ ἂν ἐκαλλώπισε τὸν λόγον, εἶτα ἐξ ἐπιπλοκῆς βραχείας κῶλα εἰσάγων ὡς ἀνωτέρω ἔφη κρεμαμένην εἰργάσατο τὴν ἀνάπαυσιν. [341, 32] ‘ καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ ‘ οἱ ἀνηρτημένοι καὶ μικροὶ καὶ εὐειδεῖς καὶ μὴ τελείως περατοῦντες τὴν διάνοιαν ῥυθμοὶ βραχεῖαν δέ τινα διανάπαυσιν ποιούμενοι τῆς ἐννοίας διὰ μικροτέρων τε κώλων ἐξαγόμενοι καὶ λέξεων βραχυτέρων καὶ εἰς βραχεῖαν συλλαβὴν λήγοντες ἢ παραλήγοντες οἰκεῖοί εἰσι τῷ περικαλλεῖ λόγῳ, ὥσπερ οἱ διὰ πάντων ἐναντιούμενοι τούτοις τῷ μεγαλοπρεπεῖ καὶ ἀξίωμα ἔχοντι λόγῳ προσήκουσιν. [342, 10] ‘ ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ ὃς δοκεῖ τὶ περὶ λέξεως πεπραγματεῦσθαι ἀντιλέγωμεν ‘ ἐκεῖνος γὰρ ἐν τῷ περὶ συνθέσεως ὀνομάτων τὰς μὲν διὰ τῶν μακρῶν φωνηέντων ἐξαγομένας λέξεις σεμνοτέρας εἶναί φησι καὶ τοῦ βεβηκότος οἰκείας ῥυθμοῦ, τὰς δὲ διὰ τῶν βραχέων εὐτελεστέρας καὶ τοῦ κρεμαμένου. |
| 69 | ἐπειδὴ δὲ τὸ συνειπεῖν διὰ τῆς ει διφθόγγου ἀμφοτέρας ἔχει τὰς ἐπὶ τέλους συλλαβὰς ἐξαγομένας—ἥτις εἰ καὶ μακρά ἐστιν εὐτελέστερον ποιεῖ τὸν ῥυθμὸν διὰ τὸ προσεοικέναι τῇ τοῦ ι ἐκφωνήσει, ὅπερ συστέλλει καὶ σεσηρέναι ποιεῖ τὸ στόμα, ὡς καὶ αὐτὸς ἀνωτέρω φησὶν ἐν τῷ περὶ λέξεως σεμνῆς—, εἰκότως ὡς δι’ ἀμφιβόλων ἔφη εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμό ς · καθὸ μὲν γὰρ εἰς δύο μακρὰς ἔληξε βέβηκε, καθὸ δὲ διὰ τῆς ει διφθόγγου ἐξαγομένας εὐτελής ἐστιν. ΕΙΣ ΤΟ Β. |
| 70 (1t) | Τοῖς μὲν ἀκριβῶς τὰ ἐν τῷ προτέρῳ βιβλίῳ τῶν ἰδεῶν ἐπεσκεμμένοις ῥᾴδιον ἤδη καὶ τοῖς ἐν τῷ δευτέρῳ παρακολουθῆσαι καὶ χωρίς τινος ὑπομνήσεως· ἐπεὶ δὲ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου οἶμαι κἀνταῦθα χρῄζειν τινὰ σαφηνείας, ἐπειράθην καὶ τούτοις διὰ συντόμων ὡς οἷόν τε ἦν ἐπεξελθεῖν. Ἑρμῆς δὲ καὶ μοῦσαι καὶ νῦν ἡγεμόνες ἡμῖν τῆς ἐπὶ τὸ βέλτιστον καὶ φιλομαθέστατον ὁδοῦ κατασταῖεν. [343, 13] ‘ εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι ‘ ὡς φιλανθρωπίαν ἐπὶ κυνῶν καὶ φιλανδρίαν ἐπὶ ἀκόσμων γυναικῶν. ἰστέον δέ, ὅτι ἡ ὀξύτης ἡ αὐτή ἐστι τῇ δριμύτητι. [343, 19] ‘ ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου ‘ τμητικόν φησι τύπον τὸν διὰ τῆς βραχύτητος τῶν κώλων καὶ τῶν ταχειῶν ἐννοιῶν τέμνειν δοκοῦντα τὸν λόγον καὶ εἰς μικρὰ διαιρεῖν· τὸ γάρτοι τεμνόμενον πρόδηλον ὡς τῆς οἰκείας ὁλότητος ἀφαιρεῖταί 〈τι〉· εἰ δὲ τὸ κῶλον ἑκκαίδεκα μετρεῖσθαι συλλαβαῖς ἔφαμεν, πρόδηλον ὡς τὰ τούτου βραχύτερα τέτμηται καὶ καθόλου τὰ κομματικὰ καὶ ἀσύνδετα. |
| 71 | [344, 10] ‘ ἀλλὰ τὸ τοῦ Κεφάλου καλὸν καὶ νὴ Δία εὔδαιμόν γε ‘ τὸ χωρίον τοῦτο μεθώδευται μὲν γοργῶς διὰ τὸ βραχείας εἶναι καὶ ταχείας ἀπαντήσεις, σχῆμα δὲ ἐπιδέχεται τὸ κατὰ συνδρομὴν ἤτοι συγχώρησιν, διότι συγχωρεῖ τῷ λόγῳ τῶν ἐναντιουμένων εὐθὺς ἐν ἀρχῇ· δυνατὸν γὰρ ἦν καὶ μεθοδεύσαντα γοργῶς μὴ χρήσασθαι τῷ κατὰ συνδρομὴν ἀλλὰ δι’ ἐναντιώσεως ἀπαντῆσαι, οἷον ‘μὰ Δία ὁ γὰρ Ἀριστοφῶν ἡμῖν κρειττόνων ὑπάρχει παράδειγμα πολιτευμάτων‘. [346, 28] ‘ εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ καὶ μὴ κα θ ’ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίασ ‘ τὰ τοιαῦτα χωρία δοκοῦσι μὲν ἔμφασιν ἔχειν τοῦ τμητικοῦ λόγου τῷ ταχέως ἀφ’ ἑκάστου τῶν πραγμάτων ἀπαλλάττεσθαι τὸν ῥήτορα, γοργότητος δὲ μετέχουσι τῷ τὰ πλείονα τῶν κώλων κομματικώτερα εἶναι, περιβολῆς δὲ γέμουσι τῷ τε ἐφέλκεσθαι πολλὰ νοήματα καὶ διὰ μερισμῶν ἐξετάζεσθαι διὰ μακροῦ τε τὴν ἀνταπόδοσιν ἔχειν τῆς ἐρωτήσεως. [348, 8] ‘ γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνων ‘ ἀναγκαῖον ὅλον παραθέντας τὸ παράδειγμα οὕτως ποιήσασθαι τὴν ἐξήγησιν. |
| 72 | ἔχει δὲ οὕτως· ‘ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ Μεγάροις ἐπιχειρῶν καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμὸν καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον καὶ τὸν Ἑλλήσποντον ὑφ’ αὑτῷ ποιούμενος καὶ Βυζάντιον πολιορκῶν καὶ πόλεις Ἑλληνίδας ἃς μὲν ἀναιρῶν εἰς ἃς δὲ τοὺς φυγάδας κατάγων πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὐ;‘ ἐνταῦθα γένος μὲν εἴδεσι περιβάλλει τὸν Φίλιππον ἀδικεῖν ἀποφαίνων, γένος μὲν γὰρ ἡ ἀδικία, εἴδη δὲ ταύτης ἡ παρασπόνδησις ἡ λύσις τῆς εἰρήνης· καὶ ὅλον μὲν ἡ Εὔβοια, μέρη δὲ ὁ Ὠρεὸς ὁ Πορθμός· καὶ ἀόριστον μὲν αἱ Ἑλληνίδες πόλεις ὡρισμένα δὲ Βυζάντιον Ὠρεὸς Ἐρετρία. ἔστι δὲ καὶ ἄλλα περιβλητικὰ ἐν αὐτῷ, οἱ δύο μερισμοὶ καὶ ἡ διὰ μακροῦ ἀπόδοσις. [348, 26] ‘ ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς προσήκει χρῆσθαι ‘ πάνυ κἀνταῦθα κἀν τοῖς ἑπομένοις ὁ τεχνογράφος ἐξυμνεῖ τὴν δεινότητα ὡς τῷ πολιτικῷ λόγῳ τὰ μέγιστα συμβαλλομένην καὶ τὴν εὔκαιρον χρῆσιν τῶν ἰδεῶν τῷ τεχνίτῃ χορηγοῦσαν· αὕτη γὰρ ἡμᾶς διδάσκει τόν τε καιρὸν πηνίκα ταῖσδε ἢ ταῖσδε τῶν ἰδεῶν χρηστέον, ὅπερ τὸ πότε δηλοῖ, τὸ δὲ ποῦ ἐν ποίῳ τῆς ῥητορικῆς εἴδει ἢ ἐν ποίοις μέρεσι τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα πρὸς ὑπερέχοντα πρόσωπα ἢ ἴσα ἢ καταδεέστερα ἔνδοξά τε ἢ ἄδοξα ἢ καὶ ἀμφίδοξα, τὸ δὲ πῶς διὰ ποίων ἐπιχειρημάτων τὰς κατασκευὰς ἐργαστέον. |
| 73 | [349, 9] ‘ καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ τροχαϊκῶς τε συντεθέντα ‘ οἷον παρ’ Εὐριπίδῃ ἐν Ὀρέστῃ ‘θᾶττον ἤ μ’ ἐχρῆν προβαίνων ἱκόμην δι’ ἄστεωσ‘ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τετραμέτροις ‘Γλαῦχ’, ὅρα, βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται‘. [350, 19] ‘ καὶ μαθησόμεθά γε τοῦτο οἷον τίνα εἴδη τίσιν ἁρμόττει προσώποισ ‘ πάλιν καταχρηστικώτερον ἐνταῦθα τὰς ἰδέας εἴδη καλεῖ. στρατηγοῖς μὲν γὰρ ἢ πρεσβευταῖς σεμνότης ἁρμόττουσα φανήσεται ἰδιώταις δὲ ἀφέλεια. [350, 31] ‘ οὐ μὴν συμπληροῖ αὐτὸν ὥσπερ ἥ τε ἀφέλεια καὶ ἡ ἐπιείκεια ‘ εἴρηται καὶ ἐν τῷ πρώτῳ, ὅτι τὸ ἦθος διαιρεῖται εἰς ἀφέλειαν ἐπιείκειαν βαρύτητα. ἡ τοίνυν μῖξις τῶν ἰδεῶν τούτων προσλαβοῦσα καὶ τὴν ἀλήθειαν τὸν ἠθικὸν ἀπεργάζεται λόγον· αἱ μὲν γὰρ ἐπιεικεῖς ἔννοιαι μετὰ εἰρωνείας ἐξενεχθεῖσαι βαρύτητα ποιοῦσιν ἐν λόγῳ μεμιγμένου καὶ τοῦ ἐνδιαθέτου, οἷον ἐν τῷ κατὰ Μειδίου ‘ἐμὲ δὲ ὡς—εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίᾳ· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν‘. |
| 74 | [351, 16] ‘ καὶ ὑπό τι νηπίω ν , ἵνα μὴ ἀβελτέρων λέγῃ τισ ‘ τῶν οὐ πάντῃ ἀνοήτων ἀλλὰ κουφοτέρων καὶ ἃ χρὴ λέγειν ἢ μὴ κρίνειν οὐκ εἰδότων· τοιοῦτοι γὰρ ὡς ἐπίπαν μὲν οἱ παῖδες, ἤδη δὲ καὶ τῶν ἀνδρῶν ἔνιοι. [352, 32] ‘ ἣ τὰ καταχύσματα φησὶν αὐτοῦ κατέχεεν ‘ καταχύσματα ἐκάλουν οἱ Ἀττικοὶ τὰ τραγήματα, ἃ τοῖς νεωνήτοις ἀνδραπόδοις ἐπέχεον αἱ δέσποιναι πρὸς τῇ ἑστίᾳ καθεζομένοις εὔκαρπον αὐτῶν καὶ ὀνήσιμον γίνεσθαι τὴν κτῆσιν ἐπευχόμεναι. [353, 3] ‘ ὅλως τε πολλὰ τοιαῦτά ἐστιν ἐν τοῖς ἰδιωτικοῖσ ‘ ἀνάγκη γὰρ τὸν περὶ εὐτελῶν διαλεγόμενον πραγμάτων εὐτελέσι κεχρῆσθαι καὶ ταῖς ἐννοίαις, ὡς ἐν τῷ κατὰ Κόνωνος ὁ Δημοσθένης φησὶ ‘φήσαντες γὰρ καπνίζειν αὑτοὺς ὀψοποιουμένους ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσεούρουν‘ καὶ μετ’ ὀλίγον φησὶ περὶ Κόνωνος καὶ τοῦ υἱέος αὐτοῦ ὡς μετὰ τὸ τυπτῆσαι αὐτὸν ‘ᾖδε τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἱ δὲ κροτεῖν τοῖς ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράσ‘. |
| 75 | [354, 4] ‘ καὶ εἰ ἀπὸ τῶν φυτῶν δέ τις ἐπιχειροί η , παραπλησίως ταὐτὸν ποιήσει ‘ οἷον ‘τὰ γὰρ χωρία καὶ τὰ δένδρα οὐδέν με θέλει διδάσκειν‘ καὶ ‘ὄχνη ἐπ’ ὄχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ‘. [355, 26] ‘ αὐτίκα ἡ ὀξύτης καὶ τὸ ὀξέως τι εἰπεῖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν‘ τὸ περὶ τῶν Βυζαντίων παράδειγμα, ὅπερ τέθεικεν ἐν τῷ περὶ μεθόδου γοργότητος, διπλῆν ἔχει τὴν ταχεῖαν ἀπάντησιν· πρὸς μὲν γὰρ τὸ ‘κακοδαιμονοῦσι γὰρ Βυζάντιοι‘ ὡς παρ’ ἑτέρου εἰρημένον ἀπήντησεν ὀξέως κατὰ ἐπίκρισιν εἰπὼν ‘σφόδρα γε‘, πρὸς δὲ τὸ ‘ἀλλ’ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι‘ παρὰ τοῦ ῥήτορος αὐτοῦ τεθὲν ἄλλη ταχεῖα ἀπάντησις γέγονε κατασκευαστικὴ τοῦ λεχθέντος ‘συμφέρει γὰρ τῇ πόλει‘. τὸ οὖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν νοητέον οὕτως ἢ τῷ παρ’ ἑτέρου λεγομένῳ ἀπαντῶντα ἢ τῷ παρ’ ἑαυτοῦ τεθέντι. [356, 7] ‘ ὥσπερ τὸ ἀδελφίζειν παρὰ Ἰσοκράτει ‘ ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. [357, 18] ‘ διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο ‘ τό τε γὰρ ἀφηγηματικὸν καὶ τὸ μυθῶδες πολλὴν ὑπτιότητα παρέχει τῷ λόγῳ, ὅπερ διὰ τῆς γοργότητος ἰάσατο δεόντως ταχέως τε ἀφ’ ἑκάστου ἀπαλλαττόμενος καὶ κομματικώτερα τὰ κῶλα ποιῶν καὶ τῶν μερισμῶν τὰς ἀποδόσεις ἐπιταχύνων, ὡς ἐν τούτῳ ‘λαβεῖν μὲν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρὰ Ἄρεως, δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί‘. |
| 76 | [358, 1] ‘ καὶ ἴσως καὶ ἄλλα τινὰ σφόδρα ὀλίγα ‘ οἷον τὰ περὶ τῆς γλαυκὸς ὅτι περὶ τὸν καιρὸν τῆς συμβολῆς ἐφάνη περιιπταμένη τὰς Ἀττικὰς ναῦς, καὶ τὰ περὶ τῆς περιστερᾶς ὅτι ἐπὶ τῆς Θεμιστοκλέους τριήρους ἐφάνη καθεζομένη, ὅθεν καὶ μετὰ τὴν νίκην ἀπαρχὰς Ἀφροδίτης ἱερὸν ἱδρύσατο ἐν Πειραιεῖ, ὡς Ἀμμώνιος ὁ Λαμπρεὺς ἐν τῷ περὶ βωμῶν φησι, καὶ τὰ περὶ τῆς Αἰγιναίας τριήρους, ἥτις πρώτη τῆς ναυμαχίας ἄρχειν ἔδοξεν ἐπαγομένη τοὺς Αἰακίδας· ὡς γὰρ Ἡρόδοτος ἐν ὀγδόῃ φησί, κατὰ κοινὸν δόγμα τῶν Ἑλλήνων Αἴαντι μὲν καὶ Τελαμῶνι ἐν Σαλαμῖνι ηὔξαντο, ἐπὶ δὲ τοὺς ἄλλους Αἰακίδας εἰς Αἴγιναν ναῦν ἀπέστειλαν· ἔτι γε μὴν καὶ τὰ περὶ τοῦ γυναικείου φάσματος, ἥν φησιν Ἡρόδοτος ὀνειδίσασαν τοὺς μετὰ Ἀδειμάντου τοῦ Κορινθίων στρατηγοῦ ὑποχωροῦντος ἐπὶ τὸν Ἰσθμὸν προτρέψαι τῆς ναυμαχίας ἔχεσθαι. [358, 13] ‘ οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρουσ ‘ οἷον ἡνίκα τὸν Πριάμου καὶ Μενελάου οἶκον ἐκφράζοι Ὅμηρος ἢ τὸν Ἀλκινόου κῆπον ἢ τὰς ἐν Τροίᾳ πηγὰς θερμοῦ καὶ ψυχροῦ ὕδατος. |
| 77 | [358, 31] ‘ οἷς γὰρ ἕκαστος χαίρει πραττομένοι ς , οὗτος καὶ λεγομένοις ἡσθήσεται ‘ ἐμφρόνως καὶ τοῦτο καὶ φιλοσόφως φησίν· καὶ γὰρ ὁ θεῖος Σωκράτης εἰώθει λέγειν ‘οἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος, τοιαῦται αἱ πράξεισ‘ καὶ ἀναστρέφων τὰ αὐτά. [359, 7] ‘ οὐ γὰρ τραχέως μόνον ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ ἔμαρπτε ‘ τροπικὴ γάρ ἐστιν ἡ λέξις ἀπὸ τῆς ἀνθρωπικῆς περὶ τὰ ἐρωτικὰ πτοίας ἐπὶ τὴν τοῦ θείου ἀπάθειαν μετενηνεγμένη, τραχέα δὲ τὰ τροπικά· σκληρὰ δὲ διὰ τὸ δύσφωνον τῆς τῶν στοιχείων συνθέσεως. καὶ μεγέθους δὲ μετέχειν αὐτάς φησι, διότι ὑπὸ τὸ μέγεθος τραχύτης τε καὶ σφοδρότης ἀνάγονται. [359, 16] ‘ καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα ‘ τὴν γὰρ ὄψιν εὐφραίνει τὰ τοιαῦτα· εἴρηται δὲ καὶ ἀνωτέρω, ὅτι ὅσα προσφιλῆ ταῖς αἰσθήσεσιν ἡμῶν ἐστι ταῦτα ἐκφραζόμενα πολλὴν παρέχει τὴν γλυκύτητα τῷ λόγῳ. [360, 6] ‘ ἀμφισβητήσειε δ ’ ἄν τις πότερον κατὰ λέξιν ἢ κατὰ ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτησ ‘ καὶ γὰρ ἡ ἔννοια πολλῆς γέμει τῆς γλυκύτητος μεταφορικῶς προενεχθεῖσα—ὡς περὶ ἀνθρώπων γὰρ ἔφη τῶν δένδρων τὸ θέλει—καὶ ἡ λέξις πολλὴν ἐνδείκνυται τὴν ἀφέλειαν. |
| 78 | [360, 13] ‘ ἐνταῦθα γὰρ τὸ ῥέεν τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ ἐθέλει ‘ οὐ γὰρ οὕτως ἄν τις εἴποι τροπικὸν εἶναι τὸ ζωὴν ἔχοντι φυσικὴν τῷ δένδρῳ προαίρεσιν περιθεῖναι—ἥτις διὰ τοῦ ἐθέλει δηλοῦται—, ἢ τῇ προϊούσῃ φωνῇ τὴν τοῦ ῥεύματος ἐπιθεῖναι μεταφορὰν καὶ τῷ ἀψύχῳ τὴν ζῶσαν εἰκάσαι φωνὴν καὶ τῷ ἀναρμόστῳ τὸ ἐναρμόνιον καὶ τῷ ἀτάκτως μετὰ ῥοίζου προχεομένῳ τὴν μετὰ τάξεώς τε καὶ λειότητος ἤχου προϊοῦσαν. [362, 19] ‘ τὸ δὲ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν ‘ αἱ ἐξαλλαγαὶ φησὶ τῶν διαλέκτων πολλὴν ἡδύτητα χορηγοῦσι ταῖς ἀκοαῖς· διόπερ καὶ αἱ κολλήσεις τῶν ἐπῶν ἐν τῷ πεζῷ λόγῳ τοὺς ἀκροωμένους εὐφραίνουσιν, εἰ κατὰ σύνθεσιν ἐξαγγέλλοιντο δεόντως ἀλλὰ μὴ κατὰ παράθεσιν. [365, 6] ‘ οἷον ἐξ ἐπιπολῆς βαθεῖαι ‘ ἐν τῷ περὶ μεθόδων ἀφελείας ἔφη, ὅτι ἡ δριμύτης καὶ ἡ ὀξύτης ἡ αὐτὴ οὖσα ἰδέα ἐπιπόλαιός ἐστι βαθύτης καὶ τῷ μὲν ἀφελεῖ λόγῳ ἐναντίαι πως εἶναι δοκοῦσι καίτοι ὑπὸ τὴν ἀφέλειαν τελοῦσαι δεινότητι δὲ μᾶλλόν εἰσιν οἰκεῖαι· τὰς γοῦν ταχείας ἀπαντήσεις οὐ πολὺ τὸ περινενοημένον ἐχούσας εἶδος εἶναι δριμύτητός φησιν· ‘κακοδαιμονοῦσι γὰρ Βυζάντιοι. |
| 79 | σφόδρα γε, ἀλλ’ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι, συμφέρει γὰρ τῇ πόλει‘. πάλιν δὲ κἀν τῷ περὶ μεθόδου γοργότητος τὸ παράδειγμα τοῦτο σὺν ἑτέροις θεὶς ἐπήνεγκε ‘ταῦτα γάρ πώς ἐστι καὶ ὀξέα‘ τουτέστιν ὑπὸ τὴν ὀξύτητα καὶ δριμύτητα τελοῦντα. [365, 18] ‘ εἰ τῆς ἐννοίας αὐτὴν χωρίσει τις περὶ ἣν γίνεται τῶν πρὸ αὐτῆς ῥηθέντων ‘ ὑπερβατόν ἐστιν· ἡ γὰρ λέξις φησὶν ἡ ποιοῦσα τὴν δριμύτητα αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν ἔχει δριμύ, εἰ μόνον αὐτὴν χωρίσειέ τις τῶν πρὸ αὐτῆς ῥηθέντων τῆς ἐννοίας. [368, 6] ‘ γίνεται δὲ ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα ἀτηρᾷ μηδὲ σκληρᾷ ‘ ἀτηρὰν ἐκάλεσε τροπὴν τὴν ἰταμωτέραν καὶ πόρρωθεν ἐπάγουσαν τὴν τροπήν, οἷαι ἦσαν αἱ προειρημέναι καὶ τὸ καταρρεῖ. [368, 13] ‘ τὸ δὲ ἤνθησεν τροπικὸν μὲν οὐ σκληρὸν δέ ‘ ἡ γὰρ ἄνθησις οὐ πόρρω τῆς τῶν πραγμάτων ἀκμῆς βαίνουσα τυγχάνει· καὶ γὰρ τὰ φυτὰ καὶ πάντα ἐφ’ ὧν τὸ ἀνθεῖν τάττεται κυρίως, ὅταν ἀκμάζῃ τῷ γονίμῳ, χωρεῖ πρὸς ἄνθησιν. [369, 1] ‘ ἢ καὶ τῶν ἄλλων τι τῶν ἰδίων γλυκύτητοσ ‘ οἷον μυθικὸν ἱστορικὸν ἢ τὴν αἴσθησιν εὐφραῖνον ἢ θεῖα πράγματα διηγούμενον. |
| 80 | [370, 4] ‘ τῷ οὖν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι ‘ καὶ τοῦτο τῆς Δημοσθενικῆς δεινότητος ἄξιον τὸ τοῦτο δοκεῖν χαρίζεσθαι τῷ ἐχθρῷ, δι’ οὗ μάλιστα παρανομωτάτην ἀποδείκνυσι τὴν γεγραμμένην αὐτῷ δωρεάν· νόμῳ γὰρ αὐτὸν πολίτην γεγενῆσθαι φήσας οὐδὲν ἀξιοῖ παρὰ τοὺς Ἀθήνησι νόμους αὐτῷ ψηφίζεσθαι, ὅσα τοίνυν οὐδὲ κατὰ τῶν τοὺς πολίτας ἀπεκτονότων οἱ νόμοι γίγνεσθαι συγχωροῦσι, ταῦτα διὰ τοῦ ψηφίσματος Ἀριστοκράτη γεγραφότα δείκνυσι κατὰ τῶν ἐπηρεαζόντων καὶ δικαίως ἔστιν ὅτε τῷ Χαριδήμῳ. [371, 9] ‘ μέθοδος δὲ ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα ταῖς ἐπιεικέσιν ἐννοίαισ ‘ τῷ γὰρ ἑκόντα φαίνεσθαι τὸ πολὺ τῆς ἀξίας μειοῦν ἀγαπῶντα σύμφωνόν ἐστιν ἥ τε τῶν οἰκείων πλεονεκτημάτων μείωσις κἀν τοῖς κατὰ τῶν ἐχθρῶν λόγοις ἡ ὑφειμένη τῶν ἐλαττωμάτων μνήμη καὶ ἔτι 〈ἡ〉 κατὰ παράλειψιν ἐφ’ ἑκατέρου μέθοδος. [375, 3] ‘ τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα λόγον ‘ τὸ ψιλὰ τὰ πράγματα φησὶν ἀφηγεῖσθαι μηδὲν αὐτοῖς τῶν ἔξωθεν συνεπιπλέκοντα· καὶ γὰρ ἀνωτέρω τὰς αὐτὰς ἔφη μεθόδους ἀφελείας τε καὶ καθαρότητος εἶναι. |
| 81 | [375, 25] ‘ τοιοῦτόν ἐστι καὶ τὸ ‘ ἀλ λ ’ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστή ς , Ἀνδροτίω ν , ὦ γῆ καὶ θεοί ‘‘ καὶ πάλιν ἐν τῷ κατὰ Ἀριστοκράτους ‘καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον ἡ πόλις ἡμῶν διεπράττετο, ἐφρούρει Χαρίδημον, οἴμμοι‘· τῆς γὰρ ἐννοίας ἐπ’ ἀμφοτέρων καθαρᾶς οὔσης ἐπὶ μὲν τοῦ προτέρου ἡ τοῦ σχετλιασμοῦ μέθοδος σὺν ἐπαναλήψει προελθοῦσα πεποίηκε τὸ ὅλον δοκεῖν πως φαίνεσθαι σχετλιαστικόν, ἐπὶ δὲ τοῦ δευτέρου τὸ πολὺ τοῦ πράγματος ἄδοξον τρόπον τινὰ ὀδύρεται, εἴ γε τὸν στρατιώτην τὸν πρῴην ἄλλους ἀγαπητῶς δορυφοροῦντα ἡ τῶν Ἀθηναίων πόλις φρουρεῖν ψηφίζεται. [378, 28] ‘ τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις χρῆσθαι ‘ καταστάσει μὲν γὰρ τὸν ἀντιθετικὸν λόγον ὁ πειρώμενος οὕτως λέγειν ‘ἀπήγγειλε τοίνυν ἐμοί τις καὶ τὸ τοιοῦτον παρεσκευάσθαι λέγειν αὐτὸν τόδε ἢ τόδε‘ ἢ πάλιν ‘οἶδα τοίνυν ὡς ἐκείνῳ πολλῷ χρήσεται τῷ λόγῳ‘, ἄνευ δὲ καταστάσεως ὁ ψιλὸν τὸν ἀντιθετικὸν εἰσάγων, ὡς ἐν οἷς αὐτὸς τίθησι παραδείγμασιν. |
| 82 | [379, 5] ‘ περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως δεῖ λέγειν ἀκριβέστερον ἐν τῷ περὶ μεθόδου δεινότητος λέξομεν ‘ ἰστέον ὅτι περὶ πολλῶν καὶ καλῶν ἐν τῷ περὶ μεθόδου δεινότητος διαλαμβάνων ὁ τεχνογράφος οὐδέν τι περὶ συνδρομῆς ἤτοι συγχωρήσεως—ἐπιλαθόμενος ὡς ἔοικεν—ἔφη· χρησόμεθα δὲ τῇ συνδρομῇ ἤτοι ὅταν σφόδρα ὁμολογούμενον ᾖ τὸ παρὰ τοῦ ἀντιδίκου λεγόμενον, ὡς ἐκεῖνο ‘ἀλλὰ τὸ τοῦ Κεφάλου καλὸν καὶ νὴ Δία εὔδαιμόν γε‘, ἢ ὅταν συμφέρῃ μὲν καὶ ἡμῖν τὸ λεγόμενον, ἔνια δὲ τοῦ πράγματος ἐνοχλοῦντα πείθεσθαι μὴ συγχωρῇ, ὡς παρ’ Ὁμήρῳ ‘ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες, ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει‘. [379, 17] ‘ εἶτα ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου μὴ καταστήσας σφόδρα ἐνδιαθέτωσ ‘ εἰ γὰρ ἐβούλετο καταστατικῶς εἰπεῖν, οὕτως ἂν ἔφη ‘ὅπερ γὰρ ἐπὶ νεὼς καὶ τῶν ἐμπλεόντων εἴωθε συμβαίνειν ἕως ἂν σῴζηται τὸ σκάφοσ‘ καὶ τὰ ἑξῆς· νῦν δὲ μὴ καταστήσας ἀλλὰ ἀσυνδέτως τὸν λόγον εἰσενεγκὼν πολὺ τὸ ἐνδιάθετον εἰργάσατο. [380, 28] ‘ ὁ γὰρ διακειμένως τι λέγων σφόδρα αὑτὸν γοῦν πεποιηκέναι δοκεῖ ‘ ὁ ἄνευ τοῦ ἐπισημήνασθαι λοιδορῶν δόκησιν τῷ ἀκροατῇ παρέχει ὡς αὐτομάτως εἰς ὕβρεις ἐμπίπτων—διὸ καὶ πεῖσαι τοὺς ἀκροωμένους ἱκανός—, ὁ δὲ ἐπισημαινόμενος καὶ προλέγων ὅτι ὑβρίσει οὐκέτι ὁμοίως τὸ πιθανὸν διασώσει καὶ ἐνδιάθετον. |
| 83 | [381, 19] ‘ οὐ μὴν ἔνθα γε ἄλλο τι πάθος ψυχῆσ ‘ οἷον ἡδονὴ λύπη θαῦμα φόβος ἔλεος. [381, 26] ‘ καὶ τὸ ἡ χεὶρ ἐπηκολούθησεν ‘ φησὶ γὰρ ἐν πέμπτῳ τῆς Κύρου παιδείας ὁ Ξενοφῶν ὅτι ἡ Πάνθεια τεθνεῶτος ὑπὸ τῶν Αἰγυπτίων τοῦ ἀνδρὸς λαβοῦσα τὴν χεῖρα ἠσπάζετο, ἡ δὲ—ἀποκοπεῖσα γὰρ ἦν ὑπὸ τῶν πολεμίων καὶ τῷ σώματι ὕστερον ὑπὸ τῶν οἰκείων ἐφαρμοσθεῖσα—δραξαμένης ἑτοίμως ἀπεσπάσθη. [381, 32] ‘ σχήματα δὲ τοῦ ἐνδιαθέτου καὶ κα τ ’ ἐπιφορὰν λόγου ‘ ἐπιφοράν φησι τὴν καταφοράν, οἱ δὲ καταφορικοὶ τῶν λόγων σφοδρότητος οἰκεῖοι. [382, 5] ‘ τί γὰρ δήποτ ε , Εὔβουλε ‘ ἡ μετὰ ἐρωτήσεως ἀποστροφὴ διαφέρει τῆς ἀποστροφῆς, ὅτι ἡ μὲν ὡς ἐξ ἀποφάσεως εἰσάγεται πεποιθότος τοῦ λέγοντος ἀληθὲς εἶναι τὸ πρᾶγμα 〈καὶ〉 ἰσχυριζομένου, ἡ δὲ μετὰ ἐρωτήσεως ἀποστροφὴ προσκειμένην ἔχει τὴν ἐρώτησιν. [384, 8] ‘ ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον ὅτι ἔλαβεν ὡς ὁμολογούμενον τὸ ζητούμενον ὁ ῥήτωρ ‘ πολλαχοῦ τῶν λόγων ὁ Δημοσθένης τά τε ζητούμενα ὡς ὁμολογούμενα λαμβάνει δεινότητι πρὸς τὸ δοκοῦν ἑκάστοτε τὸν ἀκροατὴν μετάγων καὶ τῷ ἀπολύτῳ μερισμῷ χρώμενος οὐκ ἀξιοῖ ἀνταποδιδόναι τὸν δέ. |
| 84 | Τιμοκράτους τοίνυν θρυλοῦντος, ὡς δι’ ἔχθραν ὁ Διόδωρος τῶν παρανόμων ἀπενήνοχε κατ’ αὐτοῦ τὴν γραφήν, εὐθὺς ὁ ῥήτωρ τὴν πρώτην τοῦ προοιμίου πρότασιν κατὰ ἀπόλυτον εἰσήνεγκε μερισμὸν ἀξιοπίστως τὴν αἰτίαν τῆς ἔχθρας ἀπολυόμενος καὶ Τιμοκράτη παραίτιον ἑαυτῷ τῆς κατηγορίας ἀποφαίνων· καὶ διὰ τοῦτο τῷ μέν οὐκ ἀποδέδωκε τὸν δέ, ὥσπερ ἐν τῷ ‘ἐγὼ μὲν ἡγοῦμαι‘. [386, 11] ‘ εἰ δὲ τοῦτο καὶ σκώμματος ἔχει ἑτέρου λόγου ‘ σφοδρότητος γὰρ οἰκεῖον ἡ κατὰ τῶν ἐλαττόνων προσώπων καταφορά. [388, 26] ‘ πάντων τῶν προειρημένων εἰδῶν τοῦ λόγου καὶ τῶν ἐναντίων αὐτοῖς καὶ ἔτι δ ι ’ ὧν ἑτέρων σῶμα λόγου γίνεσθαι πέφυκεν‘ εἰδῶν μὲν πάλιν καταχρηστικῶς τῶν ἰδεῶν λέγει, ἐναντίων δὲ τῶν ἀντικειμένων ἑκάστῃ ἰδέᾳ, ὡς τῇ σαφηνείᾳ ἡ ἀσάφεια, τῷ μεγέθει ἡ ταπεινότης, τῇ γοργότητι τὸ μῆκος τῶν λόγων, τὰ δὲ ἕτερα δ ι ’ ὧν σῶμα λόγου γίγνεται ἐστὶ τὰ τρία τῆς ῥητορικῆς εἴδη αἱ στάσεις τὰ πέντε μέρη τοῦ πολιτικοῦ λόγου· ταῦτα γὰρ εἰς ταὐτὸν ἅπαντα συνελθόντα σῶμά τε κάλλιστον δημιουργοῦσι τῷ λόγῳ καὶ κατὰ Πλάτωνα ζώῳ τελείω παραπλήσιον αὐτὸν ἀπεργάζονται. |
| 85 | [389, 14] ‘ τά τε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά ‘ τὰς ἰδέας φησὶ καὶ τὰ ἑκάστης ἰδέας ποιητικὰ καὶ ἔτι τῶν προειρημένων ἕκαστα. [389, 15] ‘ πότε μὲν δεῖ πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι ‘ τὸ μὲν πότε ἐν ποίῳ καιρῷ—οὐ γὰρ ἀεὶ λεκτέον, ἐπὶ πᾶσι γὰρ ἄριστος ὁ καιρὸς οὐχ ἧττον ἢ τὸ μέτρον· καὶ γὰρ Ἰσοκράτης ἐν συμποσίῳ τινῶν αἰτούντων αὐτὸν λέγειν ἔφησεν ‘οὗ μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οὗ δὲ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινόσ‘—, τὸ δὲ ποῦ ἐν ποίῳ μέρει τοῦ λόγου, πότερον ἐν ἀρχαῖς ἢ μέσοις ἢ τελευταίοις—πολλὰ γὰρ καὶ καλῶς νοηθέντα καὶ μετρίας τυχόντα φράσεως διὰ τὴν ἀπειρίαν τῆς τάξεως ἔβλαψε μᾶλλον ἤπερ ὠφέλησε τοὺς ῥητορεύοντας—, τὸ δὲ μέχρι πόσου πότερον ἐπὶ πολὺ ἢ πρὸς ὀλίγον, τὸ δὲ πρὸς ὅντινα ὅπως ἂν ἀεὶ καὶ τῆς τοῦ προσώπου ποιότητος ἐστοχασμένως ποιώμεθα τοὺς λόγους, τὸ δὲ πῶς διὰ ποίων ἐπιχειρημάτων, τὸ δὲ διότι τίνες αἱ αἰτίαι τῆς τοιᾶσδε τοῦ λόγου μεταχειρίσεως. [389, 22] ‘ εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήϊοσ‘ ἰστέον ὅτι ἐν τοῖς νῦν φερομένοις Θεοκριτείοις ‘εἰ μὴ θεῖος ἀοιδόσ‘ γέγραπται. |
| 86 | πολὺ δ’ ἐκεῖ τὸ δεινὸς οἰκειότατον· πάσης γὰρ ἐπιστήμων ἀνὴρ ποιητικῆς τε καὶ μουσικῆς ὑπῆρχεν ὡς ἐκ νεότητος μέχρις ὀγδοήκοντα ἐτῶν νικᾶν ἐν τοῖς ἀγῶσιν Ἀθήνησιν, ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ ‘ἦρχεν Ἀδείμαντος μὲν Ἀθηναίοις, ὅτ’ ἐνίκα Ἀντιοχὶς φυλὴ δαιδάλεον τρίποδα· Ξεινοφίλου δέ τις υἱὸς Ἀριστείδης ἐχορήγει πεντήκοντ’ ἀνδρῶν καλὰ μαθόντι χορῷ· ἀμφὶ διδασκαλίῃ δὲ Σιμωνίδῃ ἕσπετο κῦδος ὀγδωκονταέτει παιδὶ Λεωπρεπέοσ‘. φασὶ δὲ αὐτὸν μετὰ τὴν νίκην πλεῦσαι πρὸς Ἱέρωνα καὶ μετ’ ὀλίγον ἐν Σικελίᾳ τελευτῆσαι. [390, 17] ‘ ἅτε τοῦ λόγου κατά τε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου ‘ τοῦ ἐν τῇ πρεσβείᾳ ῥηθέντος αὐτῷ, ἡνίκα σὺν Μενελάῳ πρὸς τοὺς Τρῶας ἐπρέσβευεν Ἑλένην ἀπαιτῶν. [390, 31] ‘ καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διῃρημένοσ ‘ μέγας μὲν ὡς μεγέθους καὶ ἀξιώματος μετέχων—ὑπὲρ Ἑλλήνων γὰρ ἀδικουμένων κατὰ βαρβάρων ἀσεβούντων ἐποιεῖτο τοὺς λόγους—, διῃρημένος δὲ ὡς κομματικός—τραχύτητι γὰρ ὁ τοιοῦτος προσήκει—, σφοδρὸς δὲ ὡς μηδὲ κομματικὸς πολλάκις ὑπάρχων ἀλλὰ κατ’ ὄνομα τὸν λόγον ἀναπαύων, οἷον ‘ὁ φαρμακὸς ὁ λοιμόσ‘. [392, 18] ‘ κέχρηται γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο ἀπαιτοῦντος τοῦ λόγου ‘ περὶ μεγάλων γὰρ καὶ δημοσίων πραγμάτων ποιούμενος τοὺς λόγους ὁ Δημοσθένης εἰκότως τῇ φαινομένῃ καὶ οὔσῃ δεινότητι κέχρηται, ἵνα καὶ τοῖς ἀκροωμένοις ἀξιόπιστος εἶναι δοκῇ τῷ εἰς δέον ἑκάστῳ κεχρῆσθαι τῶν ἐπιχειρημάτων καὶ τοῖς ἀντιλέγουσι μὴ λίαν εὐκαταγώνιστος φαίνηται. |
| 87 | [393, 20] ‘ ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ καὶ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται ‘ μὴ προλέγων γὰρ ὡς θαυμάζει ἢ ἀγανακτεῖ—ὅπερ μέθοδός ἐστιν ἀληθείας—οὕτως ἑκάτερον εἴργασται τῶν παραδειγμάτων τά τε πρότερα καὶ τὰ ὕστερα· καὶ σφοδρότητος δὲ μετέχει ταῖς τε ἀποστροφαῖς καὶ τῷ τραχύνεσθαι ὑβρίζοντα, καὶ κάλλους τοῖς παρίσοις καὶ ὁμοιοτελεύτοις. [394, 24] ‘ τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα ‘ πανταχοῦ γὰρ ὁ Λυσίας, ὡς καὶ Διονύσιός φησι, τῇ οὔσῃ μὲν μὴ δοκούσῃ δὲ κέχρηται δεινότητι· καὶ βοᾷ περὶ αὐτοῦ διαρρήδην ἐν τῷ περὶ μιμήσεως τάδε ‘πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον, καὶ τὸ μὴ δοκοῦν δεινῶς κατεσκευάσθαι δεινῶς ἔχει‘. [394, 29] ‘ τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοισ ‘ ἕως τοῦ ‘ σφόδρα οἶμαι δεινοῦ λόγου οὐ μὴν δοκοῦντός γε εἶναι τοιούτου‘ τὴν Λυσίου δεινότητα τὴν οὖσαν μὲν μὴ δοκοῦσαν δὲ καὶ ἐκ πάντων μὲν αὐτοῦ δυνατὸν φωρᾶσαι τῶν λόγων, ἀρκέσει δὲ καὶ τοῦ κατὰ Διογείτονος ὀλίγα παρατεθέντα πρόδηλον ἡμῖν τὴν τοῦ ῥήτορος ἰδέαν καταστῆσαι. |
| 88 | Διόδοτος γὰρ Διογείτονος τοῦ ἀδελφοῦ θυγατέρα γήμας καὶ σχὼν ἐξ αὐτῆς παῖδας ἐξιὼν ἐπὶ πόλεμον ἐν τοῖς Πελοποννησιακοῖς ἐπίτροπον καταλιμπάνει τῶν παίδων τὸν ἀδελφὸν καὶ μαχόμενος ἐν Ἐφέσῳ τελευτᾷ τὸν βίον. Ἀθηναῖος δέ τις γήμας τὴν Διοδότου μὲν θυγατέρα Διογείτονος δὲ θυγατριδῆν ἐγράψατο Διογείτονα κακῆς ἐπιτροπῆς ὑπὲρ τῶν παίδων· ᾧ γέγραφε τὸν κατὰ Διογείτονος λόγον ὁ Λυσίας. ἄξιον οὖν ἔκ τε τοῦ προοιμίου καὶ τῆς ἀρχῆς τῆς διηγήσεως τὸ ὑπορύττον ἀτεχνῶς τῆς Λυσίου κατανοῆσαι δεινότητος. ‘εἰ μὲν μὴ μεγάλα ἦν, ὦ δικασταί, τὰ διαφέροντα, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι εἰδώς τε ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται· ἐπειδὴ μέντοι, ὦ δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφ’ ὧν ἥκιστα ἐχρῆν ἐπ’ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. |
| 89 | ἔχω δὲ τούτων μὲν ἀδελφὴν Διογείτονος δὲ θυγατριδῆν, καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισα αὐτοὺς τοῖς φίλοις ἐπιτρέψαι δίαιταν περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι· ἐπειδὴ δὲ Διογείτων ἃ φανερῶς ἔχων ἐξηλέγχετο περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι ἀλλ’ ἐβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν καὶ καθυπομένειν τοὺς ἐσχάτους κινδύνους μᾶλλον ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτοις ἐγκλημάτων, ὑμῶν δέομαι ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν μηδὲν προσηκόντων ἐν τῇ πόλει βοηθεῖν αὐτοῖς τὰ δίκαια, εἰ δὲ μὴ τούτῳ μὲν ἅπαντα πιστεύειν ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι.‘ ἄρχεται δὲ τῆς διηγήσεως ὧδε ‘ἀδελφοὶ ἦσαν, ὦ δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο τῆς δὲ φανερᾶς ἐκοινώνουν. ἐργασαμένου δὲ Διοδότου κατ’ ἐμπορίαν πολλὰ χρήματα πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα.‘ ὁρᾷς, πῶς εὐθὺς ἐκ προοιμίων ὁ Λυσίας ἠθικὸν ἀπεργάζεται τὸν λόγον ἀφελέσι σφόδρα ταῖς τε ἐννοίαις καὶ ταῖς μεθόδοις χρώμενος καὶ πολλὴν ἐπιείκειαν τῷ διώκοντι μαρτυρῶν τῷ τε ἑκόντα μειονεκτεῖν καὶ ἄκοντα δῆθεν ἰέναι πρὸς δίκην. |
| 90 | καὶ τῇ λέξει καθαρᾷ κεχρημένος δοκεῖ μὲν ἀφελῶς προάγειν τὸν λόγον, πολλῇ δὲ κέχρηται τῇ δεινότητι πικρῶς ἐκπεριερχόμενος τὴν τοῦ προσώπου ποιότητα, ὅτι πάππος ὢν καὶ θεῖος τοὺς ἐκγόνους ἀδικεῖ καὶ ἀδελφιδοῦς, καὶ τὰ ἀδικήματα οὐκ εὐκαταφρόνητα ἀλλὰ πολλὰ καὶ δεινά. ὁμοίως δὲ τῷ προοιμίῳ καὶ ἡ διήγησις ἠθικῶς τε καὶ δεινῶς ἐσκευώρηται ὡς πάντας ἂν ὀμόσαι μηδένα ἀδικώτερον εἶναι Διογείτονος. τῇ δὲ ἔξωθεν ὄψει τοῦ λόγου πολλή τις ἡ ἀφέλεια καὶ καθαρότης. [395, 19] ‘ φαίνεται δὲ λόγος δεινὸς οὐκ ὢν τοιοῦτοσ ‘ ἕως τοῦ ‘ ἵνα μὴ πάντα λέγω ‘ Διονύσιος ὁ πρεσβύτερος ἐν τῷ δευτέρῳ περὶ χαρακτήρων περὶ Γοργίου λέγων τάδε φησὶ ‘δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις δημηγορικοῖς δὲ ὀλίγοις καί τισι καὶ τέχναις τοῖς δὲ πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων τοιοῦτος ὁ χαρακτήρ. ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων ‘τί γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην ἃ βούλομαι, βουλοίμην δὲ ἃ δεῖ λαθὼν μὲν τὴν θείαν νέμεσιν φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετὴν ἀνθρώπινον δὲ τὸ θνητὸν τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων εὐόργητοι πρὸς τὸ πρέπον τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας κόσμιοι εἰς τοὺς κοσμίους ἄφοβοι εἰς τοὺς ἀφόβους δεινοὶ ἐν τοῖς δεινοῖς. |
| 91 | μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν ἀγάλματα τούτων δὲ ἀναθήματα οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν ἀλλ’ ἀθάνατος ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.‘‘ σεμνὰς γὰρ ἐνταῦθα συμφορήσας λέξεις ὁ Γοργίας ἐννοίας ἐπιπολαιοτέρας ἐξαγγέλλει τοῖς τε παρίσοις καὶ ὁμοιοάρκτοις καὶ ὁμοιοτελεύτοις καλλωπίζων διόλου προσκόρως τὸν λόγον. [396, 17] ‘ πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐ φ ’ οἷς δεῖ χρῆσθαι ‘ τὸ μὲν πότε δηλοῖ πανηγυρίζοντα βουλευόμενον δικαζόμενον, τὸ δὲ ποῦ ἐν ἀρχαῖς ἢ μέσοις ἢ πρὸς τῷ τέλει τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα πρὸς ἔνδοξον ἢ ἄδοξον ἄρχοντα ἢ ἰδιώτην, τὸ δὲ πῶς διὰ ποίων ἐπιχειρημάτων, τὸ δὲ ἐφ’ οἷς ἐπὶ ποίοις πράγμασι δημοσίοις ἢ ἰδιωτικοῖς λαμπροῖς ἢ εὐτελέσιν. |
| 92 | [396, 19] ‘ τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης τῷ περὶ τῶν ἰδεῶν λόγῳ καθάπερ ὁ περὶ τῶν ἰδεῶν τῷ περὶ εὑρέσεωσ ‘ τὴν περὶ μεθόδου δεινότητος διδασκαλίαν ἕπεσθαί φησι τῷ περὶ ἰδεῶν λόγῳ τὸν δὲ περὶ τῶν ἰδεῶν τῷ περὶ εὑρέσεως. κἀν τῇ ἀρχῇ δὲ τῆς περὶ τῶν στάσεων τέχνης ὁ Ἑρμογένης τὸν περὶ διαιρέσεως τῶν πολιτικῶν ζητημάτων λόγον εἰς τὰ κεφάλαια τὸν αὐτὸν ἔφη σχεδὸν εἶναι τῷ περὶ εὑρέσεως πλὴν ὅσον οὐ πάντα ἔχειν τὰ περὶ εὑρέσεως. ἐροῦμεν οὖν κἀνταῦθα, ὅπερ καὶ τὴν τέχνην ἔφαμεν ἐξηγούμενοι, ὅτι ἡ εὕρεσις ἐπὶ πλέον ἐστὶ τῆς διαιρέσεως· ὁ μὲν γὰρ τὰ προσήκοντα πάντα περὶ τὸ προκείμενον εὑρίσκων καὶ διέλοι ἂν ἀκριβῶς καὶ τοὺς οἰκείους ἑκάστῳ τόπους ἀπονεῖμαι δύναιτο, ὁ δὲ τὴν εἰς τὰ κεφάλαια διαίρεσιν τῶν πολιτικῶν ζητημάτων εἰδὼς οὐ πάντως καὶ τοὺς ἁρμοδίους ἑκάστῳ τόπους καὶ τὰ ἐπιχειρήματα δι’ ὧν ἕκαστος κατασκευάζεται ἀνευρεῖν ἱκανός· ἡ μὲν γὰρ εἰς τὰ κεφάλαια διαίρεσίς ἐστιν ὡρισμένη ἡ δὲ τῶν ἁρμοδίων νοημάτων εὕρεσις ἀόριστος καὶ τῆς φύσεως ἑκάστου τῶν ῥητορευόντων ἰδία· τῆς γὰρ αὐτῆς προκειμένης ὑποθέσεως ἄλλως μὲν ὁ ὀξύς τε καὶ ἀγχίνους εὐπορήσει τῶν νοημάτων ἄλλως δὲ ὁ βραδύς τε καὶ ἁπλούστερος. |
| 93 | εἰκότως οὖν καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον ὑπὸ τὸν περὶ τῆς εὑρέσεως ἀνάγει· εἰ γὰρ καὶ ὡρισμένοι εἰσὶν ἑκάστης τῶν ἰδεῶν οἱ τόποι, ἀλλ’ ἡ πολυπλήθεια τῶν εἰς αὐτοὺς συντελούντων ἐπιχειρημάτων ἀόριστος καὶ κατὰ ἄνδρα ἰδία· τὰς γοῦν αὐτὰς σχεδὸν ἰδέας τοῦ λόγου μεταδιώξαντες οἱ ῥήτορες καινοτέραν ἀνιχνεύουσι πρὸς ἀλλήλους τὴν διαφοράν. ὅθεν καὶ ὁ φιλόσοφος Πορφύριος πρὸς τὰ τοιαῦτα καλῶς ἀποβλέψας ἔφη λίαν εὖ ἐχόντως, ὅτι δὴ τοῦ λόγου ψυχὴν δοκοῦντος ἔχειν καὶ σῶμα ἡ μὲν τῶν νοημάτων εὕρεσις δικαίως ἂν ψυχὴ τοῦ λόγου νομίζοιτο ἡ δὲ ἑρμηνεία σῶμα. [397, 1] ‘ καὶ δεῖξαι περὶ πάντων μὲν προβλημάτων πάντων δὲ αὖ τῶν ἐν τούτοις εἰδῶν καὶ τρόπων ‘ ἕως τοῦ ‘ κατὰ τόνδε τὸν καιρόν ‘ προβλημάτων μέν φησι τῶν παρὰ τοῖς ῥήτορσι καλουμένων ζητημάτων, εἰδῶν δὲ ἤτοι καταχρηστικῶς τῶν ἰδεῶν ἢ τοῦ δικανικοῦ καὶ πανηγυρικοῦ καὶ συμβουλευτικοῦ, τρόπων δὲ τοῦ ἐνδόξου τοῦ ἀδόξου τοῦ μικτοῦ, προκαταρκτικὰ δέ φησι τὰ προοιμιαστικὰ καὶ τὰ καταστατικά—ἐν γὰρ ταῖς καταστάσεσι τά τε οἰκεῖα συνιστῶμεν καὶ τὰ τῶν ἐναντίων διαβάλλομεν πρὸς τὸ οἰκεῖον συμφέρον ἐργαζόμενοι τὰς καταστάσεις ὡς Ἰσοκράτης ἐδίδαξεν—, τὸ δὲ ὅλον εἶδος εἶναι τοῦ λόγου οἷον ἠθικὸν ἀξιωματικὸν δεινὸν σαφές, τὸ δὲ κατὰ τόνδε τὸν καιρόν προσεχῶς τῶν πραγμάτων γεγονότων ἐφ’ οἷς αἱ δίκαι ἢ μετὰ χρόνον. |
| 94 | [397, 12] ‘ καὶ τίς τοῖς κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε ‘ τὸ μὲν νῦν σημαίνει τοῦ πράγματος κατεπείγοντος ἢ σχολῆς οὔσης τοῦ βουλεύεσθαι ἐπὶ πλέον, τὸ δὲ ἐπὶ τῶνδε ἐπὶ δικαστῶν ἢ βουλευτῶν ἢ ἀκροατῶν ἐπὶ μὲν βουλευτῶν κατεπείγοντος τοῦ πράγματος ἢ ἐπὶ δικαστῶν τὴν ἀλήθειαν γνῶναι μόνον ἐσπουδακότων—ὥσπερ ἐν Ἀρείῳ πάγῳ οὐδὲ προοιμιαστέον ἢ ἐλεεινολογητέον ἀλλ’ αὐτὰ ψιλὰ τὰ πράγματα λεκτέον—, πόλεμός τε γὰρ ἐπηρτημένος οὐκ ἐπιδέχεται σχολὴν καὶ δικαστὴς σώφρων κινοῦντα πρὸς πάθος [οὐ] περιόψεται τὸν λέγοντα. τὸ δὲ πῶς μὲν τοῦτο πῶς ἃ μὴ δεῖ λέγειν ἐάσομεν ἄρρητα, κατὰ ποίους δὲ τρόπους ὅσα λεχθῆναι προσῆκον εἰσάξομεν. [397, 16] ‘ καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν ‘ ἕως τοῦ ‘ δ ι ’ ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα ‘ τὰς μὲν οὖν ἰσχυροτέρας τῶν ἐννοιῶν καὶ ἐφ’ αἷς σφόδρα πέποιθεν ὁ λέγων πρώτας τε καὶ τελευταίας ὁ ἐπιστήμων τάξει, τὰς δὲ σαθροτέρας ἐν μέσῳ κατακρύψει τὸν Ὁμηρικὸν ἀτεχνῶς ἐκμιμούμενος Νέστορα καὶ τοὺς κακοὺς ἐς μέσον ἐλαύνων. [397, 18] ‘ ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν ‘ ἕως τοῦ ‘ θεῖον οἶμαι πρᾶγμά ἐστιν ‘ πολλαχοῦ πάνυ τῆς πραγματείας ταύτης τὸ περὶ μεθόδου δεινότητος ἀνυμνεῖ καὶ περὶ πολλῶν ἐν ταύτῃ ἐρεῖν ἐπαγγέλλεται, διόπερ καὶ μετὰ τοῦτο γέγραφεν εὐθέως ἐκεῖνο. |
| 95 | Τὰ δὲ λοιπὰ περὶ τῶν καθόλου πολιτικῶν λόγων δικανικοῦ τε καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ τοῦ ἀρίστου λεχθέντα ἔτι τε περὶ τῶν καθ’ ἕκαστον εὐδοκιμησάντων ῥητόρων διαλογογράφων ἱστορικῶν πρόδηλα τοῖς ἀκριβῶς τὰ πρὸ τούτων ἐπεσκεμμένοις. |