eul_wid: tfq-ac

Περὶ ἰδεῶν
Preface to Hermogenes' Book-Ideas

Syrianus of Athens Preface to Hermogenes' Book Ideas PDF

96 (1t) [ΣΥΡΙΑΝΟΥ] ΕΙΣ ΤΟ ΠΕΡΙ ΙΔΕΩΝ ΕΡΜΟΓΕΝΟΥΣ. Ἅπαντα μὲν σχεδὸν ὅσα γε εἰς ἡμᾶς ἥκει τοῦ τεχνογράφου Ἑρμογένους συγγράμματα θαυμαστά τε καὶ πολιτικῆς ἀνάμεστα φρονήσεως ὑπάρχει—φημὶ δὴ τό τε περὶ τῶν στάσεων αὐτοῦ σύγγραμμα, ὃ δὴ πολλοί τε καὶ ἄλλοι σοφιστῶν τε καὶ τῶν Πλατωνικῶν φιλοσόφων ὑπομνηματίζειν οὐκ ἀπηξίωσαν, τό τε περὶ μεθόδου δεινότητος καὶ τὰ εἰς τοὺς δημοσίους ὑπομνήματα, ὧν καὶ αὐτὸς ποιεῖται μνήμην—, διαφερόντως δὲ τῶν ἄλλων τὸ περὶ τῶν ἰδεῶν αὐτοῦ σύνταγμα θαυμάζειν ἄξιον ὡς ἄριστόν τε καὶ τεχνικώτατον καὶ τῆς τελεωτάτης καὶ κριτικῆς περὶ λόγους ἕξεως οὐδαμῶς ἄμοιρον. ἐπειδὴ τοίνυν πολλὰ τῶν ἐν αὐτῷ κειμένων οὐ παντὶ ῥᾴδια συμβάλλειν, οὐδενὶ δὲ μέχρι καὶ τήμερον εἰς αὐτὰς ὑπόμνημα γεγραφότι περιτετυχήκαμεν, ἀναγκαῖον ᾠήθην, ὦ φίλτατέ μοι τῶν ἐκγόνων Ἀλέξανδρε, βραχέα τινὰ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου συμβαλλόμενα κατά γε τὴν ἐμὴν συνθεῖναι δύναμιν.
97 εἰ δέ τις καὶ βελτίω τούτων ἐπεισάγειν δυνηθείη λυσιτελοῦντα πρὸς τὸ προκείμενον, χάριν αὐτῷ παμπόλλην εἰσόμεθα τὸν κοινὸν Ἑρμῆν ἔργοις οὐ λόγοις ἡμῖν ἐπιδεικνύοντι. ἀλλὰ γὰρ προσευξάμενοι τοῖς λογίοις ἀγαθὸν ἡμῖν καὶ τοῖσδε τοῖς πόνοις ἐπινεῦσαι τὸ πέρας ἔργου ἐχώμεθα. Εἰ περισπούδαστον ὅλως ἀνδρὶ πολιτικῷ τὰς ἀρετὰς τοῦ λόγου μαθεῖν καὶ μὴ θέλειν μόνον διακρίνειν τοὺς τῶν ἀρχαίων χαρακτῆρας ἀλλ’ ἤδη που καὶ ποιεῖν παραπλησίους, δεῖ μεθόδους ἀναζητεῖν καὶ πονεῖν περὶ τὴν τούτων εὕρεσιν· οὐ γὰρ ἂν οὕτω πρᾶγμα τῇ καταλήψει παγχάλεπον ῥᾷστα προσγένοιτό τινι, κἂν ᾖ πάνυ πιστεύων τῇ φύσει—χωρὶς γὰρ τέχνης ἀνόνητα τὰ τῆς φύσεως πλεονεκτήματα, καθὰ καὶ ὁ τεχνικός φησιν—, ὅτῳ δὲ καὶ προσγένηται τῆς ἐπιστήμης ἡ γνῶσις, συμβάλλεται μέγα, κἂν ὁ τὴν τέχνην ἠσκημένος μετρίας εὐτυχήσοι δεξιότητος. ἀλλὰ τὸ μὲν ἐπιχείρημα χαλεπὸν ἴσως ἂν ἦν, εἰ τὰς ἰδέας αὐτοὶ τῶν λόγων ἐπινοεῖν ἐσπουδάζομεν, νῦν δὲ τούτων ἡμᾶς τῶν πόνων ὁ τεχνικὸς ἠλευθέρωσεν· τάχα γὰρ καὶ πολλὰ ταλαιπωρήσας τις οὐδὲν ἂν ἐξεύροι γενναῖον, ὥσπερ καὶ οἱ πρὸ αὐτοῦ φαίνονται τηνάλλως ποιήσαντες. εἰ δὲ τὸ δυσχερὲς μὴ πρόσεστι, λέγω δὴ τὸ εὑρεῖν καὶ τὸ παραστῆσαι τὸ εὑρεθὲν μετ’ εὐκρινείας, τί λοιπὸν ἢ προθύμως ἀντιλαβέσθαι τῆς ὑποκειμένης πραγματείας, εἴπερ ἄρα φροντίζομεν λόγων οἱ κατ’ αὐτὸ τοῦτο τῶν ἀλόγων διοίσοντες; σφόδρα γὰρ ἀνοήτους ἡγοῦμαι τοὺς σπουδάζοντας περὶ τὰς σωματικὰς πράξεις καὶ νομίζοντας μὴ τοσοῦτον ἐκ τῶν λόγων ὅσον ἐκ τῆς διαδοχῆς τῶν παίδων μνημονεύεσθαι· τοὺς μὲν γὰρ βραχὺς ἀφανίζει χρόνος, ὁ δὲ τὸν λόγον ἐργασάμενος ἀΐδιον καὶ μετὰ τὴν τελευτὴν τοῖς ἐντυγχάνουσι καταλιμπάνει τὴν μίμησιν.
98 ὥστε προτιμᾶν ἀναγκαῖον κατὰ τὸν τοῦ Πλάτωνος λόγον τὰ τῆς ψυχῆς ἔκγονα μᾶλλον ἢ τὰ τοῦ σώματος οὐ μόνον κατὰ τὸ τιμιώτερον ἀλλ’ ἤδη που καὶ κατὰ τὴν ἡμετέραν αὐτοπροαίρετον ἐν τοῖς λόγοις διοίκησιν· ἐπὶ μὲν γὰρ τῶν παίδων ὁ δημιουργὸς τῶν τρόπων καὶ ὁ τῆς προαιρέσεως κύριος, τὸν δὲ λόγον ἡμεῖς κυβερνῶμεν καὶ ὡς ἂν βουληθείημεν οὕτως αὐτὸν καὶ μεθοδεύομεν. ἐγκαλείτω δὲ μηδεὶς ἡμῖν, πρὶν ἂν καταμάθοι σαφῶς τὸ λεχθέν. ἀναλογεῖ δὲ ὁ περὶ τῶν ἰδεῶν λόγος τῷ ζῴῳ, καὶ ψυχῆς μὲν ἐπέχει τάξιν ἡ ἔννοια τοῦ δὲ σώματος ὁ χαρακτήρ. Ἀλλὰ δεῖ τὸν ἐπιστήμονα μὴ μόνον ἀκριβῶς γνῶναι τὴν ποσότητα τῶν χαρακτήρων, ἀλλὰ καὶ τὴν ἰδιότητα καὶ τὴν μίμησιν τὴν πρὸς τοὺς παλαιούς· μὴ γὰρ ἐκταράξωσιν ἡμᾶς οἱ παραφθεγγόμενοι καὶ λέγοντες ὡς ἀδύνατον ταῦτα καταλαβεῖν· ‘ὥσπερ γὰρ οὐχ οἷόν τε τὴν ποσότητα τῶν καθ’ ἕκαστα γνῶναι σαφῶς, οὕτω‘ φασί ‘καὶ τῶν χαρακτήρων ἀδύνατον, εἴπερ ὅλως ἀναλογοῦσι τῷ ζῴῳ κατὰ τὸν ὑμέτερον λόγον‘, καὶ ὅτι ‘οὐχ οἷόν τε τῶν ἀτόμων παραστῆσαι τὰς ἰδιότητας· τὸ γὰρ παρακολουθοῦν τούτῳ γένοιτ’ ἂν καὶ ἑτέρου δηλωτικόν, πλὴν εἰ καὶ καταλάβοις ἄδηλον τὸ αἴτιον τὸ σημαντικὸν τῆς ἰδιότητοσ‘, καὶ ὅτι ‘τὰ καθ’ ἕκαστα‘ φασίν ‘ὅς’ ἂν λάβοι πρὸς τὴν ἑαυτοῦ μεταβάλλει φύσιν· οἷον οὐδὲν ἀσύμφορον τῷ εὐεκτοῦντι, κἂν ᾖ βλαβερόν, τῷ δὲ κακῶς διακειμένῳ πάντα τοὐναντίον ἀσύμφορα, κἂν ᾖ πάντα ἐπωφελῆ, πρὸς γὰρ τὴν ἐκείνου μεταβάλλεται κρᾶσιν.
99 οὕτως οὖν‘ φασί ‘καὶ τῷ ἐπιχειροῦντι μιμεῖσθαι τοὺς τῶν ἀρχαίων χαρακτῆρας ἀνόνητος ἡ σπουδή· πάντως γὰρ πρὸς τὴν ἑαυτοῦ φύσιν μεθοδεύσει τὸν λόγον οὐ πρὸς τὴν ἑαυτοῦ μεταχείρισιν. εἰ δὲ καὶ διενοήθησάν τινες ἐπιγράψαι τοὺς χαρακτῆρας καὶ τὸ ποσὸν αὐτῶν συστεῖλαι, τηνάλλως ἐποίησαν, ὧν εἷς ἐστιν ὁ Διονύσιος· οὗτος γὰρ τρεῖς εἶναι χαρακτῆράς φησι, τὸν ἰσχνὸν τὸν μέσον τὸν ἁδρόν· ὁ δὲ Ἵππαρχος προστίθησι τόν τε γραφικὸν καὶ τὸν ἀνθηρόν· ὁ δὲ Δημήτριος ἐκβάλλει τὸν γραφικὸν τοῖς τέτρασιν ἀρεσκόμενος.
100 ἀλλ’ εἰ καὶ συνέστειλαν οὗτοι‘ φασί ‘τοὺς χαρακτῆρας καὶ ὡρισμένον τῷ δοκεῖν αὐτοῖς ἀριθμὸν ἀποδεδώκασιν, ἀλλ’ οὐδὲν ἧττον ἀκατάληπτοι πάλιν εἰσίν· πολλοὺς γὰρ ἰσχνοὺς εὑρήσομεν πῂ μὲν ἐπίτασιν δεξαμένους πῂ δὲ μείωσιν πάλιν. ὅταν γὰρ ἐπὶ τὸν ἁδρὸν ὁ ἰσχνὸς προβαίνῃ μὴ γινομένης ἰσορρόπου τῆς κράσεως, τοὺς χαρακτῆρας ἀπαρνεῖται τοὺς τρεῖς· οὔτε γὰρ ὁ κατὰ φύσιν ἰσχνός ἐστιν—νένευκε γὰρ μᾶλλον ἐπὶ τὸν ἐναντίον—, οὔτε μέσος—ὑπερβέβηκε γὰρ τοῦτον—, οὐδ’ αὖ πάλιν ἁδρός—οὐ γὰρ πάντῃ τὴν ἰδίαν φύσιν μετέβαλεν—· κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως ὃν τρόπον ὁ ἰσχνὸς ἀνίσης γινομένης τῆς μίξεως οὔτε μέσος ἐστὶν οὔτε πάλιν ἁδρός, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἁδρὸς κατὰ πρόσβασιν ἐρχόμενος ἐπὶ τὸν ἰσχνὸν μὴ κατὰ μῖξιν δὲ συγκεραννύμενος οὐ γίνεται μὲν ἰσχνός, παρέρχεται δὲ τὸν μέσον, ἅτε μόνος αὐτὸς δεξάμενος τὴν ἐπίτασιν. τούτῳ δέ‘ φασί ‘τοὺς χαρακτῆρας τοὺς κατὰ τὸ μᾶλλον καὶ ἧττον ποτὲ μὲν ἐπίτασιν δεχομένους ποτὲ δὲ μείωσιν καταλαμβάνειν ἀδύνατον. εἰ δὲ καὶ συγχωρήσομεν αὐτοὺς εἶναι καταληπτούς, πόνων δεόμεθα καὶ ταλαιπωρίας πολλῆς πρὸς τὴν ἐπίγνωσιν, καὶ μετὰ τὴν κατάληψιν αὖθις ἡ γνῶσις ἀσύμφορος.
101 ὅτι δὲ οὐ διὰ τῶν χαρακτήρων ἡ κατάληψις, ἐντεῦθεν εἰσόμεθα· τὰ ὑφ’ ἡμῶν ἀποτελούμενα κατὰ ζῆλον ἑτέρων ἢ κατὰ φύσιν γίνεται ἢ κατὰ τύχην ἢ κατὰ τέχνην· ἢ γὰρ ἡ φύσις δωρεῖται παραπλησίως, οἷον εἰ τύχοι καὶ τούτῳ λαμπρὰν ἐφιλοτιμήσατο φωνὴν καὶ ἑτέρῳ λαλεῖν τὴν αὐτὴν ὥστε μηδὲν διαλλάττειν ἀλλήλων—λέγω δὴ κατὰ τὸν τῆς φωνῆς λόγον—· ἢ κατὰ τὴν φύσιν μὲν οὐ γίνεται τὸ ὅμοιον, κατά τινα δὲ τύχην δύο τὴν αὐτὴν εὑρίσκονται δράσαντες πρᾶξιν· εἰ δὲ μήτε κατὰ φύσιν ᾖ μήτε κατὰ τύχην, ἀλλ’ οὖν μεθόδῳ τινὶ καὶ τοῖς αὐτοῖς ὀργάνοις κεχρημένοι μιμούμεθα ζωγράφον πινάκιον τοιαύτην ἀποτελοῦντες μορφήν. ἀλλ’ ὅταν μὲν ἢ φυσικῶς ἢ κατὰ τύχην ἢ κατὰ τέχνην ἀποτελεσθῇ τὸ ὅμοιον, ἐκφεύγει τὰ τοιαῦτα τὸ δυσχερές, ὅταν δὲ προΐῃ τις ἐναλλαγὴ καὶ τὸ κατὰ φύσιν ἀποτελούμενον ἢ κατὰ τύχην βουληθείημεν τέχνῃ καταλαβεῖν, τότε γίνεται παγχάλεπος ἡ κατάληψις καὶ σχεδὸν εἰπεῖν ὑπὸ γνῶσιν πεσεῖν, οἷον καθ’ ὑπόθεσιν· ἀφῆκε λίθον τις, οὗτος πεσὼν κατὰ τύχην διαμερισθεὶς πολλὰς ἀπετέλεσε διαμορφώσεις· ἆρα γοῦν εἰ ταύτας τὰς διατυπώσεις ἀπαιτήσοι τις τὸν πλαστουργὸν ἤτοι τὸν Φειδίαν αὐτὸν ῥᾷστα ποιεῖν, ἐκτελέσαι οὐχ οἷός τε εἴη; κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως, οἱονεὶ τὸν τῇ φύσει λαμπρόφωνον ἢ τὴν ἀποτελεσθεῖσαν ἐκ Ζεύξιδος γραφὴν ἐκ τοῦ παρατυχόντος τίς ἐθελήσοι ζηλοῦν; οὕτω‘ φασί ‘δυσχερὲς τὸ κατὰ φύσιν ἢ κατὰ τύχην γινόμενον τέχνῃ καταλαβεῖν.
102 εἰ δὲ καὶ καταλάβωμεν, ἀσύμφορος ἡ γνῶσις· ἐπικρατεστέρα γὰρ ἡ φύσις ἑκάστου. καὶ τοὺς τῶν ἀρχαίων χαρακτῆρας ζηλοῦν οὐχ οἷόν τε βιαζομένου τοῦ χρόνου πῂ μὲν διὰ τὸ νέον τῆς ἡλικίας πῂ δὲ διὰ τὸ προβεβηκός· ἕως οὗ μὲν γὰρ ἑκκαίδεκα χρόνων ὦμεν, καὶ μικρόν τι προσμένομεν ἐπὶ τῆς αὐτῆς φύσεως καὶ οὐδεμίαν ἔχομεν ἐπιτηδειότητα πρὸς ζῆλον ἑτέρου χαρακτῆρος· εἰ δὲ πλησιάσομεν τοῖς τεσσαράκοντα, πάλιν τὸ παλαιὸν τῆς ἡλικίας ἀφαιρεῖται τὴν μίμησιν· ἐν δὲ τῷ μεταξὺ τῶν ἑκκαίδεκα καὶ τῶν τεσσαράκοντα πρὸς μὲν ζῆλον ἔχομεν ἐπιτηδείως, ἀλλὰ πόσας οἴει περιστάσεις εὑρίσκεσθαι τὰς ἐμποδιζούσας πρὸς τὴν τοιαύτην ἐγχείρησιν; ὥστε συμβαίνει καὶ τῆς τοιαύτης φύσεως ἐκπίπτειν ἡμᾶς μή τί γε καὶ τὸν ἀρχαῖον καταλαβεῖν τύπον διὰ τὰς συμβαινούσας ἐν τῷ μεταξὺ περιστάσεις.‘ Καὶ ταῦτα μὲν οἱ διαπορήσαντες. πρὸς οὓς ἔστιν ἐκεῖνο φάναι. πάντα τὰ ὄντα ἢ κατὰ θεωρίαν γινώσκομεν ἢ κατὰ πρᾶξιν· τὸν αὐτὸν οὖν τρόπον κἀπὶ τῶν χαρακτήρων.
103 ἀλλ’ εἰ μὲν θεωρίᾳ θέλεις τούτους καταλαβεῖν, ἀπηλλάγης τοῦ ἀσυμφόρου καὶ τοῦ δυσχεροῦς, ὥστε δεῖ μόνον τὸ ἀδύνατον ἐπὶ ταύτης ζητεῖν, ὃ γινόμενον καταφανὲς δείξει δηλαδὴ κἀπὶ τῶν περὶ τῆς πράξεως λόγων φυλαττομένης ἐκεῖ τῆς ζητήσεως τῆς περὶ τοῦ ἀσυμφόρου καὶ χαλεποῦ· μικρὸν οὖν ἀναδράμωμεν ἐπὶ τὴν θεωρίαν. ἔνθα δείξομεν πρῶτον μὲν κατὰ τὸ ποσὸν καταληπτοὺς τοὺς χαρακτῆρας, εἴ γε καὶ τὴν ἀρχὴν οἱ περὶ Διονύσιον συστείλαντες αὐτοὺς εἰς ὡρισμένον ἀριθμὸν ἀποδεδώκασιν. ἐκεῖνο γὰρ λῆρον τὸ τὴν ἐπίτασιν τοῦ ἰσχνοῦ καὶ τὴν μείωσιν ἀντὶ ἑτέρων λαμβάνειν χαρακτήρων· ὡρισμένος γὰρ ὢν τὴν ἀρχὴν κἂν αὔξησιν δέξηται κἂν μείωσιν οὐδὲν ἧττον ἰσχνός ἐστι κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως. Ὄντος δὲ καταληπτοῦ τοῦ ποσοῦ πρόδηλος αὐτῶν καὶ ἡ ἰδιότης τοῖς ἀκριβῶς σκοπουμένοις καὶ μὴ πλανωμένοις περὶ τὰ παρακολουθήματα τῶν χαρακτήρων. οὐ γὰρ τὸν αὐτὸν κἀνταῦθα τρόπον ὥσπερ ἐπὶ τῆς οὐσίας ἕτερον τὸ παρακολουθοῦν καὶ ἕτερον ἡ ὕπαρξις· ὅθεν ἐκεῖ μὲν δυσκατάληπτος ἡ ἰδιότης γνῶναι γὰρ εἰς τὸ ἀκριβὲς τὰς ἐξαλλαγὰς τῶν παρακολουθημάτων ἀδύνατον—, ἐπὶ δὲ τοῦ χαρακτῆρος αὐτὸ τὸ παρακολουθοῦν καὶ συστατικόν ἐστιν. ὅθεν καὶ ῥᾷστα καταλαμβάνεσθαι δύναται· ἐπὶ μὲν γὰρ τῆς οὐσίας μένει Σωκράτης, κἂν ἀφαιρεθῇ τὸ λευκὸν ἢ τὸ σιμὸν ἢ τὸ μέλαν ἢ ἕτερόν τι τῶν ἰδιωμάτων, ἐπὶ δὲ τῶν χαρακτήρων τὸ παρακολουθοῦν ἐὰν ἀφέλῃς, οἷον τὴν τροπικὴν ἢ τοιάνδε λέξιν, τὸ ὅλον διέφθειρας.
104 ὥστε τὴν μὲν ἰδιότητα τῶν ἀτόμων δυσκατάληπτον πεποίηκε τὸ ἄλλην μὲν μεῖναι τὴν ὕπαρξιν ἄλλα δὲ τὰ παρακολουθήματα, τοὺς δὲ χαρακτῆρας αὐτὰ τὰ ἰδιώματα συνίστησιν· κἂν γὰρ τὴν ὕπαρξιν καταλάβοις, ἔγνως τὰ παρακολουθήματα, κἂν τὰ ἰδιώματα μάθοις, ἔγνως τὴν ὕπαρξιν. Καὶ ὅτι μὲν δυνατὸν γνῶναι τὰ ἰδιώματα τῶν χαρακτήρων, ἀρκούντως ὡς οἶμαι δεδήλωται· δεῖ δὲ μετελθεῖν ἐπὶ τὸ τρίτον ἀπόρημα. τί δὲ τοῦτο ἦν; ‘οὐχ οἷόν τε‘ φασί ‘ζηλῶσαι τοὺς τῶν ἀρχαίων τύπους· καταφερομένη γὰρ ἡ φύσις πρὸς τὴν οἰκείαν διάθεσιν μεταβάλλει πρὸς τὴν ἑαυτῆς ἰδιότητα τὴν πᾶσαν τοῦ λόγου διοίκησιν.‘ καὶ τοῦτο μὲν ἐγγὺς ἀληθείας, ζηλῶσαι γὰρ εἰς τὸ ἀκριβὲς τὸν χαρακτῆρα τὸν Δημοσθενικὸν ἢ Πλατωνικὸν ἀδύνατον, πλὴν εἰ μὴ καὶ τελέως ἀλλ’ οὖν ἔσται τοῖς πονοῦσιν ἐκ μέρους καταληπτόν· ἀγαπητὸν γὰρ καὶ τῶν ἄλλων ἐγγὺς ἐλθεῖν μή τί γε Δημοσθένους ἢ Πλάτωνος. μὴ οὖν ἀπέχου τῶν λόγων, διότι μὴ δυνατὸς εἶ Δημοσθένης ἡμῖν ἐκ τοῦ παραχρῆμα γενέσθαι, ἀλλὰ σπούδασον καὶ πρὸς τοὺς ἄλλους ῥήτορας ἀφορᾶν, οἳ τὴν ἀρχὴν ἐσιώπων ἄν, εἰ νενικήκει καὶ παρ’ αὐτοῖς τὸ θέλειν κατὰ μηδὲν διαλλάττοντας τοῦ Δημοσθενικοῦ τύπου τοὺς ἑαυτῶν φαίνεσθαι λόγους.
105 Περὶ δὲ τοῦ ἀσυμφόρου καὶ χαλεποῦ καὶ περὶ τῶν λοιπῶν ζητεῖν μάλιστα δὲ περὶ τοῦ δυσχεροῦς περιττόν. φιληδόνων γάρ ἐστι τὸ λέγειν μὴ ῥᾳδίως καταλαμβάνεσθαι τὰ καλά· δυσκατάληπτα γὰρ ταῦτα καὶ πέφυκε μετὰ τῶν λοιπῶν τοῖς ἀνθρώποις περιγίνεσθαι πόνων. ὅτι δὲ καὶ μετὰ τὴν γνῶσιν οὐκ ἔστιν ἀσύμφορον, δῆλον ἐντεῦθεν· δυνατὸν γὰρ κατὰ ταὐτὸν καὶ τὴν οἰκείαν φύσιν φυλάξαι καὶ ζηλῶσαι τύπον ἀρχαῖον· ὁ γὰρ περὶ τὸν ἰσχνὸν ἐπιτηδείως ἔχων κἂν τούτῳ δεόντως ἐγγυμνασθεὶς ἅμα καὶ τὴν οἰκείαν φύσιν ἐρρωμένην φυλάττει καὶ τὸν Λυσιακὸν ζηλοῖ χαρακτῆρα, κἀπὶ τῶν λοιπῶν ὡς ὁμοίως ἔνθα ἂν ἕκαστος ἐπιρρεπεστέραν ἴδοι τὴν ἑαυτοῦ φύσιν, περὶ τοῦτο μάλιστα γυμναζόμενος εἰς ἀρχαῖον πάντως κατενεχθήσεται τύπον καὶ τῆς οἰκείας οὐκ ἐκπεσεῖται δεξιότητος. Τούτων δὲ σαφῶς ἀποδειχθέντων καὶ ὡρισμένου μὲν ὄντος τοῦ ποσοῦ καταληφθείσης δὲ τῆς ἰδιότητος ἀκριβῶς καὶ τῆς μιμήσεως κατὰ τὸ ἐγχωροῦν δεῖ τοῦ παραδείγματος ἔχεσθαι καὶ καθ’ ὁδὸν τούτου προβαίνειν· συντελεῖ γὰρ ἡμῖν πολλαχῇ διὰ τὴν πρὸς τοὺς χαρακτῆρας ὁμοιότητα· τὸν γὰρ αὐτὸν τρόπον ὥσπερ κἀπὶ τῶν ἐμψύχων σωμάτων τὴν μὲν συστατικὴν ὕλην αὐτῶν καὶ κατὰ μέρος καταλαβεῖν οἷόν τέ ἐστι, τὴν δὲ μῖξιν καὶ τὴν τοιάνδε κρᾶσιν ἀδύνατον λόγῳ διεξελθεῖν.
106 ὅτι μὲν γὰρ ἐκ τεσσάρων στοιχείων σύγκειται ὁ ἄνθρωπος, πᾶσι καταφανές, τί δὲ τὸ αἴτιον τὸ ἀποτελεσματικὸν τοῦ τοιοῦδε χρήματος, ὃ καὶ διαφόρους ἐποίησε τοὺς χαρακτῆρας, ἀπαγγέλλειν ἀδύνατον. καὶ ὅλως τὸ τέλειον αἰσθήσει καὶ μόνῃ διαγινώσκεται· οὐ γὰρ ἂν δυνηθείη τις λόγος παραστῆσαι τὸ ὅλον ὡς ὅλον πλὴν εἰ μὴ συμβολικῶς· ἡ δὲ τοιαύτη γνῶσις οὐ καθάπτεται τῶν παρακολουθημάτων μή τί γε δὴ τῆς ὑποκειμένης οὐσίας, ἀλλ’ ἔξωθεν ἐπικειμένη σημαίνειν μὲν οἵα τέ ἐστιν, ὅταν ᾖ τὸ πρόσωπον ὁμολογούμενον, εἰ δὲ ᾖ τὴν ἀρχὴν ἀγνοούμενον, οὐ δύναται παριστᾶν ἅτε μὴ καθαπτομένη τῆς οὐσίας μηδὲ τῶν ἐπισυμβεβηκότων αὐτῇ· οἷον τὸ ἐπικείμενον ἑκάστῳ ὄνομα συμβολικόν ἐστιν, ὃ τότε μόνον ἰσχύει πρὸς δήλωσιν, ὅταν μὴ ᾖ τὸ πρόσωπον ἀγνοούμενον. εἰ δὲ τὰς ἐξαλλαγὰς τῶν ἀτόμων καὶ τὴν ἀποτελουμένην ἐκ τῶν κατὰ μέρος μορφὴν αἰσθήσει καὶ μόνῃ καταλαμβάνομεν, ἄδηλος ἄρα καὶ τῶν χαρακτήρων ἡ μῖξις.
107 καὶ ὅτι μὲν ἐκ τῆς τοιᾶσδε λέξεως ἢ ἐννοίας ὁ Δημοσθενικὸς ἀπαρτίζεται λόγος, οὐ δυσχερὲς διαγνῶναι, τὸ δὲ ὅλον καὶ τὴν ἀποτελεσθεῖσαν ἐκ τῶν κατὰ μέρος μῖξιν λόγῳ παραστῆσαι παγχάλεπον· ὥσπερ γὰρ ὁ ζωγράφος τὰ μὲν συντελοῦντα πρὸς τὴν μῖξιν χρώματα τῷ μανθάνοντι παραδίδωσι, κατὰ δὲ τὸ πινάκιον καὶ τὴν γραφὴν ἀπορεῖ παραστῆσαι τὸν λόγον, δι’ ὃν ἡ τοιάδε συνεκεράσθη μορφή, τὸν αὐτὸν τρόπον καὶ τὰ ποιοῦντα τὰς ἰδέας πρόδηλα, τὸ δὲ ἀποτελούμενον ἀπαγγέλλειν οὐχ οἷόν τε, πλὴν εἰ μὴ βούλοιτό τις κατὰ συμβολικὸν τρόπον, ὃς οὐδὲν δύναται τῶν συστατικῶν ἢ παρακολουθούντων ἐμφαίνειν. εἰ δὲ τὸ ποιούμενον καθὰ δεδηλώκαμεν ἅτε τέλειον ἐξειπεῖν οὐχ οἷόν τε λόγῳ, πολλῷ μᾶλλον ὀνόματι· τεχνίτου γὰρ ἀνδρὸς καὶ μάλα σοφοῦ μὴ συμβολικὰς τιθέναι τὰς ὀνομασίας ἀλλὰ τῶν ὑποκειμένων ἐμφαντικάς, ὃ ποιεῖ μὲν ὁ τεχνικὸς σπεύδων, ἀπορῶν δὲ διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐπὶ τὴν ὁμοιότητα τῶν παραδειγμάτων ἀνέδραμε καί, ἣν ἐπὶ τῶν ἀτόμων ὀνομασίαν ἡ αἴσθησις ἐξ αὐτῆς τῆς ὄψεως ἔλαβε, ταύτην ἐπὶ τὸν τέλειον λόγον μετενεγκὼν μεταφορικῶς ἰδέαν ὠνόμασεν, ὥσπερ καὶ αὐτοὺς τοὺς λόγους ὑποβαλλομένους τῇ ὁρατικῇ αἰσθήσει, καθὰ καὶ τὰς τῶν ἀτόμων μορφάς· ἐντεῦθεν γὰρ ὁρμώμενοι καὶ ἁδροὺς ἐκάλεσαν οἱ παλαιοὶ χαρακτῆρας καὶ ἰσχνοὺς καὶ ἀνθηροὺς καί, ὅσας σχεδὸν ἐπὶ τῶν σωμάτων διατυπώσεις ἐθεάσαντο, τοσαύτας ἐπὶ τοὺς χαρακτῆρας μετήνεγκαν.
108 Ἀλλὰ περὶ μὲν τούτων ἅλις· ἁψώμεθα δὲ τῆς ὑποκειμένης πραγματείας μικρὰ πρότερον διαλεχθέντες περὶ τῆς τοῦ βιβλίου 〈καὶ〉 μάλιστα προθεωρίας. δεῖ γὰρ ἐνταῦθα ζητεῖν, ἃ πολυπραγμονεῖν ἔθος ἐπὶ παντὸς βιβλίου μάλιστα τεχνικοῦ, ἔστι δὲ ταῦτα· σκοπός, χρήσιμον, τίς ἡ ἐπιγραφή, εἰ γνήσιον τοῦ ἀρχαίου τὸ βιβλίον, τίς ἡ τάξις τῆς ἀναγνώσεως, ἡ εἰς τὰ μέρη τομή. ζητεῖν οὖν ὑπερθέμενοι περὶ τοῦ σκοποῦ τοῖς ἐνισταμένοις πρὸς τὴν ἐπιγραφὴν ἀπαντήσωμεν. λέγουσι γὰρ ἠγνοηκέναι τὸν τεχνικὸν τὴν σημασίαν τοῦ ὀνόματος· οἱ γὰρ φιλόσοφοι βούλονται τὴν ἰδέαν γενικωτέραν εἶναι καὶ περιεκτικὴν τῶν ἀτόμων. ‘καὶ οὐ κατὰ τοῦτο‘ φασί ‘μόνον διήμαρτεν, ἀλλ’ ἤδη που καὶ τὴν ἰδίαν ἀνατρέπει δόξαν αὐτὸς ἑαυτῷ μαχόμενος· εἰ γὰρ τὸ ὅλον ὡς τέλειον ὑπὸ διδασκαλίαν πεσεῖν οὐ δύναται, πῶς αὐτὸς ἅτε περὶ τελείων διαλαμβάνων οὕτως ἐποιήσατο τοῦ βιβλίου τὴν ἐπιγραφήν;‘ πρῶτον μὲν οὖν ἀνόητον εὐθύνειν τὸν τεχνικὸν ὅτι μὴ κατὰ τοὺς φιλοσόφους ἔλαβε τὴν σημασίαν περὶ πολιτικῶν χαρακτήρων διαλεγόμενος, πλὴν ἵνα τὶ καὶ συγχωρήσωμεν οὐδὲν ἧττον καὶ αὕτη περιεκτική ἐστιν· καθ’ ὃν γὰρ κατὰ τοὺς φιλοσόφους λόγον τὸ εἶδος περιέχει τὰ ἄτομα, κατὰ τὸν αὐτὸν καὶ ἡ σεμνότης τὴν Δημοσθενικὴν καὶ τὴν Ἀντιφωντείαν εἰ τύχοι καὶ τὰς λοιπάς.
109 ἀλλὰ τοῦτο μὲν αὐτόθεν προφαινομένην ἔχει τὴν λύσιν· τὸ δὲ διαπορηθὲν ἐφεξῆς τῶν πάνυ ζητουμένων ἐστίν· ‘τί δήποτε τὴν προσήκουσαν ἀφεὶς ἐπιγραφὴν τὴν κατηγορουμένην ἐπὶ τοῖς ὅλοις ἔλαβε διαρρήδην τῷ λόγῳ τῷ προλεχθέντι μαχόμενος;‘ καὶ ὅτι μὲν πρὸς τὴν ὑποκειμένην τῷ βιβλίῳ διδασκαλίαν τὴν ἐπιγραφὴν ἔδει ποιήσασθαι, συνωμολογήσαμεν ἄν, εἰ σκοπὸς ἦν αὐτῷ περὶ τῶν ποιούντων διαλαβεῖν καὶ μὴ περὶ τῶν ἀποτελουμένων ἐκ τῆς μίξεως· ἀλλ’ ἐπεὶ νῦν ἡ τοῦ τεχνικοῦ προαίρεσις ἐπὶ τὰ ὅλα νένευκε καὶ περὶ τὴν τῶν ποιουμένων κατάληψιν, δεῖ πρὸς ταύτην μᾶλλον καὶ μὴ πρὸς τὸ κατεπεῖγον ὁρᾶν. εἰ γὰρ καὶ τὰ ἀποτελούμενα κατὰ περίστασιν ἀφῆκε, πλὴν οὐκ ἐξέστη τοῦ σκοποῦ, κἂν ἐπὶ τὰ κατὰ μέρος ἐτράπη. ‘καίτοι‘ φασί ‘κατά γε τὴν τοῦ τεχνικοῦ προαίρεσιν ἐχρῆν τὴν ἐπιγραφὴν εἶναι περὶ χαρακτήρω ν . αὐτὸς γὰρ ἐν ἀρχῇ τῆς πραγματείας ὑποτίθεται τοὺς ἐπιστήμονας ταύτης δύνασθαι λόγων ἐργάτας εἶναι καὶ τὰ τῶν ἄλλων κρίνειν, καθότι καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ καθότι μή—ποιοῦμεν δηλαδὴ τοὺς χαρακτῆρας καὶ κρίνομεν· ὥσπερ γὰρ τῶν σωμάτων τὰ μέν ἐστιν ἀρρενωπὰ τὰ δὲ μαλθακὰ τὰ δὲ μέσα, τὸν αὐτὸν τρόπον κἀπὶ τῶν χαρακτήρων εὑρήσομεν τοὺς μὲν αὐτῶν ἀνθηροὺς εἰ τύχοι τοὺς δὲ μέσους τοὺς δὲ τραχεῖς καὶ αὐστηρούς· εἰ δὲ περὶ τούτων ἐν τῇ προθεωρίᾳ διδάσκειν ἐπαγγέλλεται, τί δήποτε μὴ κατὰ τὴν προαίρεσιν τὴν οἰκείαν ἐποιήσατο τοῦ βιβλίου ἐπιγραφήν;‘ σφόδρα θαυμασίως· ἅτε γενικωτέρους ὄντας αὐτοὺς καὶ μὴ δυναμένους ἐκ τῶν ποιούντων καταληφθῆναι παρῆκεν· ὥσπερ γὰρ ἡ ἰδέα περιεκτικὴ τῆς ἐννοίας ἐστὶ καὶ τῆς μεθόδου καὶ τῆς λέξεως καὶ τῶν ἄλλων ἁπάντων, ὑφ’ ὧν καὶ ἀποτελεῖται, τὸν αὐτὸν τρόπον καὶ οἱ χαρακτῆρες περιέχουσι τὰς ἰδέας, ἀφ’ ὧν καὶ τὴν σύστασιν ἔχουσιν, ἀλλὰ τὰ μὲν ποιοῦντα τὴν ἰδέαν ἅτε μερικὰ καὶ ὑπὸ διδασκαλίαν πίπτει καὶ λόγῳ καταλαμβάνεται, τὰ δὲ ἀποτελοῦντα τοὺς χαρακτῆρας ἐκφεύγει τὴν ἀπὸ τοῦ λόγου γνῶσιν ὡς τέλεια καὶ περιέχοντα τὴν ἔννοιαν καὶ τὴν μέθοδον καὶ τὰ περὶ τὴν λέξιν.
110 εἰ δὲ τὰ ποιοῦντα τοὺς χαρακτῆρας ὡς ὅλα καθὰ μεμαθήκαμεν οὐ καταλαμβάνεται λόγῳ, τὰ δὲ ἀποτελοῦντα τὰς ἰδέας ὑπὸ διδασκαλίαν πίπτει καὶ γνῶσιν, προσηκόντως ὁ τεχνικὸς ἐκείνην μὲν ἀπεκρούσατο τὴν ἐπιγραφήν, ἧς καὶ τὸ ποιοῦν ἄδηλον καὶ τὸ ποιούμενον, ταύτην δὲ προείλετο μᾶλλον, ἧς τὸ ἀποτελοῦν τὴν ἰδέαν καταληπτόν· εἰ γὰρ ἐπέγραψε περὶ χαρακτήρω ν , αὐτοὺς μὲν λόγῳ παραστῆσαι τὴν ἀρχὴν ὡς ὁλικωτέρους οὐχ οἷόν τε ἦν, ἀλλ’ ἴσως ἐκ τῶν ποιούντων δυνατὸν ἦν αὐτοὺς διαγνῶναι. καὶ μὴν κἀκεῖνα πάλιν καταληπτὰ καθὸ τέλεια καὶ περιεκτικὰ λέξεως καὶ ἐννοίας, νῦν δὲ μέσην βαδίσας ὁδὸν ἀφῆκε μὲν τὰ γενικώτερα, λέγω δὴ τοὺς χαρακτῆρας—οὗτοι γὰρ ἀκατάληπτοι, κἂν τὰ ποιοῦντα λάβῃς—, ἐπέγραψε δὲ περὶ ἰδεῶ ν , ἃ τὴν ἀρχὴν ἐκ τῶν ἀποτελούντων γνωρίζεται.
111 τίς δὲ ἡ τάξις τῆς ἀναγνώσεως καὶ εἰ γνήσιον τοῦ ἀρχαίου τὸ βιβλίον, ἐν μὲν τῷ περὶ στάσεων λεκτέον λόγῳ, πλὴν οὐδὲν κωλύει καὶ νῦν διὰ βραχέων εἰπεῖν. ὅτι μὲν γὰρ γνήσιον, πάντες συνομολογοῦσιν· τὸ γὰρ ἀκριβὲς καὶ ἡ εὐκρίνεια καὶ ἡ λέξις βοῶσιν ὡς εἰπεῖν Ἑρμογένους εἶναι τὸ σύνταγμα, πλὴν καὶ αὐτὸς ἐν τῷ περὶ τῶν στάσεων μέμνηται ταύτης τῆς πραγματείας, καθὰ κἀκεῖσε δεδηλώκαμεν. ἡ δὲ τάξις τῆς ἀναγνώσεως ὁμοίως καταφανής· ἡγουμένων γὰρ τῶν πραγμάτων δεῖ τηνικαῦτα καὶ τὸν περὶ τούτων ἕπεσθαι λόγον. δύο δέ εἰσι τὰ συνιστῶντα τὸν λόγον, δύναμις καὶ ἡδονή· καὶ ἡ μὲν δύναμις ἐν τοῖς κεφαλαίοις καὶ τοῖς ἐνθυμήμασιν ἀναφαίνεται, ἡ δ’ ἡδονὴ διὰ τῆς φράσεως λαμβάνει τὴν ἰσχύν· τὰ γὰρ σχήματα καὶ τὰ εἴδη καὶ ὅσα ἕτερα τῆς ἡδονῆς ἐστι παρεκτικά. ἑξῆς ἂν εἴη μαθεῖν τὴν εἰς τὰ μέρη τομὴν ἢ καὶ τοῦτο περίεργον, αὐτὸς γὰρ ἡμᾶς ὁ τεχνικὸς παρακατιὼν διδάξει, πλὴν ἀμυδρῶς κἀπὶ τοῦ παρόντος λελέξεται· τάχα γὰρ ἡμῖν συντελέσει πρὸς ἀκριβεστέραν τῆς ἐπιγραφῆς κατάληψιν. τέτμηται τοίνυν τὸ βιβλίον εἰς τὰ ποιοῦντα τοὺς χαρακτῆρας—λέγω δὴ τὰς ἰδέας—καὶ εἰς αὐτὸ τὸ ποιούμενον, ὃ παραδίδωσι καὶ ὡς ἐν γένει καὶ κατ’ ἄνδρα· σπουδὴ γὰρ αὐτῷ μὴ μόνον παραστῆσαι τὴν Πλατωνικὴν ἰδέαν ἢ τὴν Δημοσθενικήν, ἀλλὰ πρῶτον μὲν διδάξαι τί σεμνότης, τί καθαρότης, καὶ τελευταῖον μετὰ τὴν τοιαύτην διδασκαλίαν ἐπὶ τοὺς χαρακτῆρας τῶν ἀρχαίων ἐλθεῖν.
112 ἀλλὰ λελήθαμεν ἑαυτούς, ὡς φασί τινες, τὸν περὶ τῆς ἐπιγραφῆς ἐμβάλλοντες λόγον· ὑπεθέμεθα γὰρ ἐπὶ τοῦ παρόντος καὶ τοὺς χαρακτῆρας ὑπὸ διδασκαλίαν πεσεῖν, ὅπερ ἐν τοῖς φθάσασιν ἀπηγορεύσαμεν. ‘εἰ δυνατὸν ὅλως αὐτοὺς λόγῳ καταλαβεῖν, τί δήποτε μὴ περὶ χαρακτήρων ἐπέγραψεν;‘ ἀλλ’ οὐδὲν ἧττον ὁ προλεχθεὶς ἔρρωτο λόγος, οὐ γὰρ ἐπαγγέλλεται διδάσκειν τί τὸ ὅλον, ἀλλὰ τί τὸ ποιοῦν· τότε γὰρ ἂν ἐδόκει μάχεσθαι τοῖς προλαβοῦσιν, εἰ μετὰ τὴν συνέλευσιν τῶν ἰδεῶν ἐπεχείρει καὶ τὼν χαρακτήρων ἀπαγγεῖλαι τὰς μίξεις· νῦν δὲ πρότερον μὲν καθ’ ἑαυτὰς παραδίδωσι τὰς ἰδέας, οἷον τί σεμνότης ἢ τί καθαρότης, εἶτα τί τὸ ἀποτελούμενον ἐκ τῆς μίξεως, ὃ λόγῳ σαφηνίζειν οὐχ οἷόν τε πλὴν εἰ μὴ συμβολικῶς· οὕτως οὐδένα τοῦ ὅλου ποιεῖται λόγον, ἀλλὰ τὰ ποιοῦντα τὸ ὅλον καθ’ ἑαυτὰ πρότερον παραστήσας καὶ μετὰ τὴν συνέλευσιν ὁποῖον ἀπαρτίζει χαρακτῆρα διδάσκει, πῶς δὲ καταλάβοις αὐτὸν οὐ παραδίδωσι λόγῳ.