eul_wid: reo-ah
ΠροβλήματαProblems, Books 1–2
Alexander of Aphrodisias Problems, Books 1–2 PDF
| 1 t | ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ἰατρικῶν ἀπορημάτων καὶ φυσικῶν προβλημάτων τὸ Α. Τῶν προβλημάτων τὰ μὲν αὐτόθεν ἐστὶ πιστὰ καὶ γνώριμα, πάσης ἀμφιβολίας καὶ ζητήσεως ἄγευστα. |
| 1 Pr [55] | τίς γὰρ οἶμαι νοῦν ἔχων ἀπορήσειε, τίνος ἕνεκεν ἡ φύσις τοῖς πτηνοῖς ἐδωρήσατο πτερά; πᾶς γὰρ συνετὸς εἴποι ἄν, ὅτι θάλψεως χάριν ἀνθ’ ἱματίων μὲν πρῶτον περιέβαλε, δεύτερον δὲ κάλλους ἕνεκεν. πετοῖς δὲ ζῴοις τρίχας, ἑρπετοῖς δὲ φολίδας, ἐνύδροις δὲ λεπίδας, ἢ ὄστρακα, καθάπερ τὰ ὀστρακόδερμα προσαγορευόμενα. καὶ πάλιν διὰ τί τοῖς μὲν κέρατα, τοῖς δὲ κέντρα, τοῖς δὲ ὀξεῖς ὄνυχας ἤ τι τοιοῦτον; πρὸς ἄμυναν τῶν ἀδικούντων ὥσπερ φυσικοῖς δόρασιν ἠσφαλίσατο ταῦτα. καρποὺς δὲ πάντας καὶ σπέρματα πρὸς γένεσιν καὶ διαδοχὴν τοῦ γένους κεκτηναμένη ἡ φύσις, λέπεσιν ἢ σώμασί τισιν ὑγροῖς ἢ ξυλώδεσιν ἢ δέρμασιν ὁμοίως ἠσφαλίσατο, καθάπερ ἐν κιβωτῷ τούτους ἀποκρύψασα πρὸς ἀποφυγὴν κρύους ἢ θάλπους ἢ ζῴων τινῶν ἀδικούντων. καὶ αὐτὸ δὲ τὸ περίβλημα παντελῶς ἀχρεῖον οὐκ ἀπέλειψε ν, ἀλλὰ πρὸς τροφὴν παρεσκεύασεν. αὐτὰ δὲ τὰ φυτὰ φύλλοις μὲν καὶ φλοιῷ καὶ τοῖς ὁμοίοις ἠμφίασεν ἀντὶ πτερῶν. προῄδει γὰρ ὡς ἄμετρος ψύξις ἢ θερμότης ἐδύνατο λυμήνασθαι ταῦτα. ἀκάνθαις δὲ καθώπλισεν ἀντὶ βελῶν διὰ τὴν ἀπὸ τῶν ζῴων φθοράν. ἄνθεσι δὲ ποικίλοις ἐστεφάνωσε ταῦτα κόσμου καὶ κάλλους ἕνεκεν, καὶ πάλιν ὥσπερ κήρυκας προμηνύοντας τὴν τῶν καρπῶν προκύπτουσαν γένεσιν. ὅσοι μὲν τοιαῦτα γνωστὰ καὶ σαφῆ προτείνουσιν, ἄντικρυς δέονται νοῦ· ὅσοι δὲ διχοστατοῦσιν, εἰ σύμφυτος τῷ πυρὶ σύνεστιν ἡ θερμότης, ἁπτικῆς αἰσθήσεώς εἰσιν ἐνδεεῖς. ὅσοι δέ, πότερον φύσις καὶ λόγος προνοητικὸς προμυθεύεται τὰ ἐν γενέσει καὶ φθορᾷ, τὴν τάξιν, τὴν κίνησιν, τὴν θέσιν, τὴν διάπλασιν, τὰς χρόας, τὰ παραπλήσια, κολάσεσιν τυγχάνουσιν ἔνοχοι. τὰ δὲ ἄλυτα παντελῶς ἐστι θεῷ μόνῳ γνώριμα, τῷ καὶ τὴν τούτων οὐσίαν ὑποστήσαντι. καὶ γὰρ ὁ τεχνίτης ἔργον τι μηχανικὸν κατασκευάσας οἶδεν αὐτοῦ πάσας τῶν ἐνεργειῶν τὰς αἰτίας, ἰδιώτης δὲ παντελῶς ἄμοιρος τῶν αἰτιῶν ἐστιν. ἄποροι δὲ ζητήσεις εἰσὶν αἱ τοιαίδε· τίνος ἕνεκεν οἱ γαργαλιζόμενοι μαχάλας ἢ πέλματα ἢ πλευρὰς γελῶσιν; ἢ τίνος χάριν ἀκούοντές τινες μαρμάρων παρατριβομένων ἢ πριζομένων ἢ τρίζοντος ἢ ῥινουμένου σιδήρου τοὺς ὀδόντας εὐθέως μαρκῶσιν; ἢ διὰ τί τὴν ἀπὸ τῶν ψυχρῶν ὀπωρῶν προσγινομένην αἱμωδίαν τοῖς ὀδοῦσιν ἀνδράχνη ψυχρὰ πεφυκυῖα θεραπεύει καὶ οὐκέτι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἀλλὰ τὰ ὅμοια; ἢ διὰ τί λίθος ἡ μαγνῆτις ἕλκει μόνον τὸν σίδηρον, ὑπό τε τῶν τούτου ῥινημάτων ζῳοποιεῖται ἡ λίθος, ἥ τε ἤλεκτρος λεγομένη μόνα τὰ κυρήβια καὶ τὰ κάρφη συνανασπᾷ κολλωμένη τούτοις; καὶ λέων ἀλεκτρυόνα δέδοικε μόνος, ὄρνις δὲ κατοικίδιος ᾠὸν τεκοῦσα τοῖς κάρφεσιν ἑαυτὴν ἀποκαθαίρει πανταχόσε τοῦ σώματος· ὄρτυγές τε σιτοῦνται τὸν ἐλλέβορον τοῖς ἀνθρώποις δηλητήριον ὄντα· ψάροι δὲ τὸ κώνειον· ἀσκαμωνία δὲ μᾶλλον χολὴν ξανθὴν ἕλκει· κολοκυνθὶς δὲ καὶ ἀγαρικὸν καὶ λευκὸς ἐλλέβορος εὐφόρβιόν τε καὶ κόκκος Κνίδιος φλέγμα· μέλας δὲ ἐλλέβορος καὶ ἐπίθυμον μέλαιναν χολήν; τινὲς δὲ ὑπὸ μὲν τῶν καθαιρόντων στεγνοῦνται τὴν κοιλίαν, ὑπὸ δὲ τῶν στελλόντων καθαίρονται μᾶλλον. |
| 1 Pr (50) [95] | καὶ ἄλλος πρὸς τήνδε πλέον ἥδεται τὴν τροφήν, ῥᾷον αὐτὴν μεταβάλλων. οὐδεὶς δὲ καὶ τὴν θαλασσίαν νάρκην ἀγνοεῖ· πῶς δὴ τῆς μηρίνθου τὸ σῶμα ναρκοῖ; τρίγλη δὲ κρατουμένη ἀντιπαθεῖ τῇ νάρκῃ. καὶ μυρίων ἄν σοι τοιούτων προκαταβαλοίμην κατάλογον, πείρᾳ μόνον γινωσκομένων, ἃ παρὰ τοῖς ἰατροῖς ἰδιότητες ἄρρητοι λέγονται· τὸ γὰρ ἴδιον ἑκάστου προφορόμενον ἄῤῥητον ὑπάρχει πρὸς ἀπόδοσιν τῶν αἰτίων. κακῶς γὰρ ἔνιοι λύσεις ἀθρόας τούτων παραβάλλουσι, εὐφυρωτάτους δὲ καὶ ἀπιθάνους. φασὶ γὰρ τὰ καθαρτήρια θερμότατα τοὺς χυμοὺς ἕλκειν. ὅπερ ψεῦδος. ἔδει γὰρ πᾶν θερμὸν εἶναι καὶ καθαρτήριον· οὕτω γὰρ τὸ πέπερι θερμὸν ὂν οὐχ ἑλκτικόν ἐστιν, ἀλλὰ πεπτικὸν καὶ τονωτικόν. ὡσαύτως δὲ καὶ μαστίχη καὶ ἀλόη. φαμὲν δὲ μὴ ἀντιστρέφειν τὸν λόγον. πᾶν γὰρ καθαρτήριον θερμὸν μὲν τῇ κράσει, κενωτικὸν δὲ τῇ δυνάμει. οὐ πᾶν δὲ θερμὸν ἤδη καὶ τὴν δύναμιν καθαρτήριον. λέγουσι δὲ τὸν στρουθοκάμηλον σίδηρον πέττειν, οὐκ ἰδιότητί τινι, μᾶλλον δὲ θερμότητι· ὅπερ ἄτοπον. λέων γὰρ τούτου τοῦ ζῴου θερμότερος ὢν οὐ πέττει τὸν σίδηρον. οὐ μόνον δὲ παρὰ τοῖς ἰατροῖς ἐστιν ἰδιώματα μόνοις, ἀλλ’ ἤδη καὶ παρὰ φιλοσόφοις καὶ γραμματικοῖς, πάθη λεγόμενα καὶ σεσημειωμένα ταῖς χρήσεσι. χρὴ τοίνυν προβάλλειν εἰς ζήτησιν τὰ μέσην ἔχοντα χώραν, ἀμφίβολά τε πρὸς γνῶσιν, οἷά τε πρὸς λύσιν ὑποπεσεῖν. ὥσπερ γὰρ τῶν λεγομένων τὰ μέν ἐστι ψευδῆ πᾶσι γνωριζόμενα, τὰ δὲ πάντα τὴν ἀλήθειαν πρὸς ἀπόδειξιν κεκτημένα, τὰ δὲ ὡς ἂν εἴποι τις ἐξ ἀμφοτέρων κεκραμένα λεγόμενα, τὸν αὐτὸν τρόπον καὶ τῶν προβαλλομένων τὰ μέν ἐστιν εὔδηλα πᾶσι γινωσκόμενα, τὰ δὲ πάντα κεκρυμμένα λύσιν οὐχ ὑποδεχόμενα, τὰ δὲ μέσην ἔχοντα φύσιν, ὧν καὶ τὴν ἔκθεσιν ποιησόμεθα. λυτέον δὲ πᾶν πρόβλημα ἀπὸ κράσεω ς, ἢ διαπλάσεως, ἢ ἐνεργείας, ἢ συμπαθείας τοῦ ὁμοίου, ἢ χρώματος, ἢ κατὰ ἀπάτην αἰσθήσεως, ἢ κατὰ ὁμωνυμίαν, ἢ ἐκ τοῦ μᾶλλον καὶ ἧττον τῶν ἐνεργουσῶν δυνάμεων αὐτοῦ, ἢ καθὸ σκληρότερον ἢ μανώτερον ἢ μεῖζον ἢ ἔλαττον αὐτό φαμεν, ἢ ἀπὸ χρόνου καὶ ἡλικίας καὶ ἔθους, ἢ οὐσιώδους ἢ κατὰ συμβεβηκός, ἢ τῶν ὁμοίων καθὼς ἐν τοῖς προβλήμασιν εὑρήσεις τὰ λεγόμενα. τούτοις οὖν τοῖς κανόσι χρησάμενος πᾶν ἀπορούμενον δυνήσῃ πρὸς ἀπόδειξιν τῆς αἰτίας ἀγαγεῖν. ἐπειδὴ δὲ οὐ μόνον ἀρκεῖσθαι χρὴ τῇ καθόλου μεθόδῳ, ἀλλ’ ἤδη τοῖς κατὰ μέρος χειραγωγεῖν τὸν διδασκόμενον, ἀρξόμεθα τῶν λύσεων. Διὰ τί τοὺς ἀνθρώπους ὁ Ὅμηρος πολιοκροτάφους ἐκάλεσεν; ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐντεῦθεν αἱ πολιαὶ ἄρχονται τῷ εἶναι τὰ ἐμπρόσθια τῆς κεφαλῆς τῶν ὀπισθίων μᾶλλον ὑγρότερα καὶ φλεγματικώτερα. |
| 1 1 [5] | ἡ λύσις ἐκ κράσεως. Διὰ τί [δὲ καὶ] τὰ ἐμπρόσθια τῆς κεφαλῆς [τῶν ὀπισθίων μᾶλλον ὑγρότερα καὶ φλεγματικώτερα; ἡ λύσις ἐκ κράσεως]· φαλακροῦται μόνα· διότι μαλακὰ καὶ ἀραιοπόρ α. |
| 1 2 [20] | τῆς οὖν τριχὸς ὑπὸ τῆς φυσικῆς ξηρότητος ἀτροφούσης, ῥᾳδίως ἐκ τούτων τῶν μερῶν ἀποπίπτει καὶ μὴ κατεχομένη στερεῶς, ὥσπερ ἐπὶ τῶν ὀπισθίων ξηροτέρων καὶ πυκνοτέρων ὄντων. ἡ δὲ φαλάκρωσις τὴν γένεσιν ἐκ ξηρότητος ἔχει. διὰ δὴ τοῦτο καὶ οἱ οὐλότριχες ὡς ξηροκέφαλοι θᾶττον μὲν φαλακροῦνται, βράδιον δὲ πολιοῦνται, τῆς ξηρότητος ἐκδαπανώσης τὰ φλεγματώδη περιττώματα. εἰσὶ δὲ καὶ ἄγρυπνοι μᾶλλον τῶν ἄλλων. ὁ γὰρ ὕπνος ἐξ ὑγρότητος, ὡς δηλοῖ τὰ βρέφη ὑγρὰ τυγχάνοντα καὶ ὑπνώδη καὶ περιττωματικά, καὶ τὰ ὑγρὰ πάθ η, καὶ οἱ οἰνοφλυγήσαντες καὶ πυκνὰ λουόμενοι. τυγχάνουσι δὲ καὶ ἧττον ἀπέριττοι τὰς ἐκροὰς τῶν περιττωμάτων, ῥῖνά φημι καὶ στόμα καὶ ὀφθαλμούς. οἱ δὲ ἁπλότριχες ὑγροκέφαλοι πεφυκότες, τὰ ἐναντία πάσχουσι, βράδιον ἢ οὐδὲ ὅλως φαλακρούμενοι, φαλακροῦνται γὰρ καὶ διὰ γένους διαδοχήν, ὥσπερ καὶ ποδάγρα καὶ ἄλλα πάθη κατὰ συγγένειαν διαδέχεται τὰ τικτόμενα. τάχιον δὲ πολιοῦνται καὶ ὑπνώδεις καὶ περιττωματικοὶ [τυγχάνουσι]. αἱ δὲ πολιαὶ λευκαί. μιμοῦνται γὰρ τοῦ γεννήσαντος φλέγματος τὴν χροιάν. ἐνιότε δὲ καὶ χρυσοειδεῖς τυγχάνουσιν, ὅταν συναναμιχθῇ ἡ λεκιθώδης χολὴ τῷ φλέγματι. Διὰ τί οἱ γέροντες περιττωματικοὶ καὶ ἄγρυπνοι; περιττωματικοὶ μὲν διότι ψυχρότεροι τῷ χρόνῳ καὶ ἀδυνατότεροι γεγονότες. |
| 1 3 [5] | καὶ ἧττον πέττονται, πολλὰ συνάγουσι περιττώματα κατὰ τοὺς πόρους. ξηροὶ μέντοι κατὰ τὰ στερεὰ σώματα πεφυκότες εἰσὶ καὶ διὰ τοῦτο ἄγρυπνοι. τὰ δὲ βρέφη ὑγρὰ τοῖς πόροις τε καὶ τοῖς στερεοῖς σώμασιν ὑπάρχει. Διὰ τί τὰ παιδία ὑγρὰ ὄντα καὶ περιττωματικὰ πολιὰς οὐκ ἀναφέρει; ὅτι ὑγρὰ καὶ θερμὰ τυγχάνουσι· τὸ μέντοι φλέγμα ὑγρὸν καὶ ψυχρόν. |
| 1 4 [5] | ἄλλως τε καὶ τὸ βρέγμα τῆς κεφαλῆς ἔχει δερματῶδες καὶ ἀραιοπόρον. καὶ διαφορεῖ τὰ περιττώματα. τῷ χρόνῳ γὰρ σκληρύνεται καὶ ὀστῶδες γίνεται πυκνότερον. ὅθεν καὶ ῥαφὰς αὐτῷ δέδωκεν ἡ φύσις ὕστερον, πρὸς τὸ διαφορεῖν ἐκεῖθεν τὰ ἀτμώδη περιττώματα. [ἡ λύσις ἐκ κράσεως καὶ κατασκευῆς σωμάτων.] Διὰ τί αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι ταχέως πολιοῦνται; αἱ γυναῖκες μὲν ὡς φύσει ψυχραί· καὶ ἀπὸ τῆς ἀργίας δὲ περιττώματα συνάγουσι πλείονα, καὶ μάλιστα τῶν καταμηνίων ἐκλελοιπότων. |
| 1 5 [5] | εὐνοῦχοί γε τῷ μηκέτι τὸ σπέρμα ἐκκρίνειν, ἀλλ’ ἔχειν τὸ περίττωμα τὸ γεννητικὸν τοῦ σπέρματος συναναδιδόμενον τῷ αἵματι καθ’ ὅλον τὸ σῶμα, ὅπερ ἐστὶ φλεγματῶδες. Διὰ τί δὲ καὶ ἄτριχες; γυναῖκες μὲν ὡς ψυχραὶ πυκνοὺς ἔχουσι τοὺς πόρους τοῦ σώματος· τὸ γὰρ ψυχρὸν πιλητικόν· καὶ οὐκ ἔχουσιν ὁδὸν αἱ τρίχες πρὸς ἔξοδον. |
| 1 6 [5] | καὶ εὐνοῦχοι δὲ ὡς ὑγροὶ καὶ περιττωματικοὶ σφόδρα. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰ κάθυγρα χωρία βοτάνας οὐ βλαστάνει, οὔτε μὴν τὰ ἄγαν ξηρὰ καὶ πετρώδη ἐοικότα ταῖς φαλακρώσεσι. Διὰ τί τῶν εὐνούχων ὡς ἐπὶ τὸ πλεῖστον οἱ πόδες διαστρέφονται; ὅτι ὑπὸ τῆς εἰρημένης πολλῆς ὑγρότητος ἔχουσι τὰ μόρια διάβροχα σφόδρα καὶ μαλακά, διὰ τοῦτο δὲ καὶ ἀσθενῆ· τὸ οὖν ὑποκείμενον βάρος τοῦ σώματος τὰ σκέλη μὴ φέροντα στρεβλοῦνται. |
| 1 7 [5] | οὕτω γὰρ καὶ καλάμῳ, ἐὰν ἐπιθῇς βάρος κάμπτεται. ὅτι δὲ τὸ μὲν σκληρὸν καὶ ξηρὸν ἰσχυρὸν καὶ πρὸς ἐνέργειαν μᾶλλον ἀντέχει, τὸ δὲ ὑγρὸν καὶ μαλακὸν εὐθενὲς πρὸς ἐνέργειαν, δηλοῖ καὶ ξύλα καὶ δέρματα καὶ σχοινία. δηλοῦσι δὲ καὶ ἄνθρωποι. ὑπὸ γὰρ λουτρῶν καὶ ποτῶν πλειόνων ἀσθενέστεροι πρὸς ἐνέργειαν, ὑπὸ δὲ εὐταξίας συμμέτρως ξηρανθέντες, εὐσθενεῖς εἰσι πρὸς ἔργον. ὅθεν εὐνοῦχοι μὲν καὶ γυναικώδεις ἀσθενεῖς· ἴσως δὲ καὶ οἰνόφλυγες, ὡς φλεγματωδέστεροι. ψυχροὶ γὰρ γινόμενοι τὸ ἐναντίον ἀντεισάγειν ποθοῦσι ν· οἶνος δὲ θερμὸς φύσει. Αἰθίοπες δέ, ὡς ξηρότεροι, οὐλότριχες, ἰσχνοί, μυώδεις, ἰσχυροὶ πρὸς ἔργον. Διὰ τί δὲ καὶ ὀξύφωνοι; πάλιν γὰρ ἡ πλείων ὑγρότης παχύνουσα τὴν τραχεῖαν ἀρτηρίαν αὐτῶν ἀποστενοῖ καὶ τὸ πνεῦμα διὰ στενῶν τόπων διαβαῖνον ὀξυφωνίαν ποιεῖ, διὰ δὲ εὐρυτέρων ὡς ἐπὶ ἀνδρῶν μεγαλοφωνία ν· εἰκόνα δὲ λάμβανε τῶν αὐλῶν τὰς ὀπάς· ὅτι δὲ πλείστης ὑγρότητός εἰσιν ἔμπλεοι, δῆλον ἐκ τοῦ καὶ ἁδρύνεσθαι καὶ μαστοὺς γυναικώδεις ποιεῖν, καὶ βλέφαρα οἰδαλέα καὶ ἁπλότριχες καὶ πολιώδεις. |
| 1 9 [10] | Διὰ τί ἔνιοι τῶν εὐνούχων ποσῶς ἀφροδισίων ὀρέγονται καὶ ἐρῶσί ποτε; ὅτι πολὺ παρὰ τὸ ἡβάσκειν ὠρχοτομήθησαν ἢ ἐθλάσθησαν καὶ ὥσπερ ἡμιτελεῖς εἰσιν εὐνοῦχοι. καὶ οἱ φύσει δὲ θερμότεροι τὸ ἧπαρ καὶ τὰ σπερματικὰ ἀγγεῖα μεγάλα ἔχοντες, οἵ τινες φαντάζονται μὲν τὴν χρῆσιν, οὐκ ἐνεργοῦσι δὲ τὴν ἐπιθυμίαν, διότι τὸ αἰδοῖον αὐτὸ μὲν ἀπεμαράνθη. τὸ γὰρ οἰδίσκον πνεῦμα συνεχῶς ἐκλέλοιπεν, ὅπερ ὑπὸ τοῦ σπέρματος ἐτίκτετο. καὶ διὰ τῶν σπερματικῶν πόρων ἐφύετο ἐκ τῶν περὶ τὰ ἰσχία μερῶν. ὡς ἐπὶ παιδίων δὲ τετύφλωνται αὐτῶν οἱ σπερματικοὶ πόροι συμπεσόντες. Διὰ τί ἐν παντὶ τόπῳ τετριχωμένῳ πολιὰς ποιοῦμεν, ἐν δὲ μασχάλαις οὐκέτι; ὅτι ὁ τόπος θερμός· ἀρτηριώδης γὰρ καὶ φλεβώδης. |
| 1 10 [5] | ἄλλως τε καὶ ἀραιοπόρος ὢν διαφορεῖ συνεχῶς τὰ φλεγματώδη περιττώματα. δηλοῖ δὲ τοῦτο τὸ συνεχῶς ἱδροῦν αὐτάς. Διὰ τί ἔνιοι αἰδούμενοι ἱδρῶσι τὰς μασχάλας; ὅτι μᾶλλον ἀραιοπόροι. |
| 1 11 [5] | ἡ φύσις γὰρ ἀποστρεφομένη τὸ τιμῆς ἢ εὐλαβείας ἄξιον μετρίως φεύγει σὺν τῷ αἵματι εἰς τὰς μεγίστας φλέβας καὶ ἀρτηρίας. καὶ αὗται πληρούμεναι ἀποστάζουσιν. οἱ δὲ χαιρόμενοι τῷ διαχαλᾶσθαι καὶ ἀραιοῦσθαι, πλεῖστον δὲ τὰς μασχάλας, [ταὐτὸ τοῦτο πάσχουσιν]. Διὰ τί οἱ φοβούμενοι ὠχροί εἰσιν; ὅτι ἡ ἡμετέρα φύσις καὶ ἡ προνοουμένη τοῦ σώματος δύναμις δέει τοῦ μὴ παθεῖν τι περὶ τῶν ἐκτός, ὥσπερ καὶ ἡμεῖς ἐν οἴκοις ἀποφεύγομεν, καὶ αὐτὴ φεύγει σφόδρα πρὸς τὸ βάθος τοῦ σώματος ἀσφαλείας χάριν. |
| 1 12 | συνέλκει δὲ μεθ’ ἑαυτῆς τὸ αἷμα, ᾧ κέχρηται τροφῇ καὶ ὀχήματι, ὡς καὶ χρηστῷ μόνῳ χυμῷ· τοῦτο δὲ ἦν τὸ ῥοδίζον τὸ δέρμα καὶ ἐρυθριαῖνον. Διὰ τί καὶ τρέμουσιν; ὅτι καὶ ἡ ψυχικὴ δύναμις κατὰ συμπάθειαν τῆς φύσεως φεύγουσα τὰ νεῦρα καταλιμπάνει, ἅπερ ἐφύλαττον τὰ ἄτρομα μόρια. |
| 1 13 [5] | διὰ τοῦτο δὲ καὶ ἀποπατοῦσι καὶ οὐροῦσιν ἀπροαιρέτως. οἱ γὰρ κλείοντες τοὺς πόρους τῶν περιττωμάτων μῦες νῦν ἀσθενοῦντες ἀφιᾶσι τὰ περιττά. Διὰ τί οἱ χαίροντες ἐρυθριῶσιν; ὅτι ἡ φύσις αὐτοδιδάκτως τῷ ἥδοντι προτρέπει κατὰ τὸ ἐκτὸς ὄντι, καθάπερ ἡμεῖς φίλῳ ἢ τέκνῳ. |
| 1 14 [5] | συνέπεται δὲ τὸ αἷμα ταύτῃ. μεμαθήκαμεν δὲ τοῦτο ῥοδίζειν τὸ δέρμα τῷ ἰδίῳ χρώματι. οἱ δ’ ὠχριῶντες διὰ τὸ ἐναντίον [τὸ ἐναντίον πάσχουσι]. Διὰ τί οἱ αἰδούμενοι ἐρυθριῶσιν; ὅτι ἡ φύσις αὐτοδιδάκτως τινὶ συνειδήσει τὸ τιμῆς ἄξιον αἰσχυνομένη, καθάπερ εὐγενὴς κόρη, μετρίως ὑποστέλλεται πρὸς τὸ βάθος καὶ ἐντὸς τοῦ σώματος. |
| 1 15 [5] | τοῦ αἵματος τοίνυν συγκρινομένου καὶ χεομένου, τὸ δέρμα βάπτεται τῷ τοῦ αἵματος χρώματι. οἱ δέ φασιν, ὅτι ὥσπερ αὐτὸ προβάλλεται σκέπης ἕνεκεν. οὕτω γὰρ καὶ τὴν χεῖρα φυσικῶς τῷ προσώπῳ προφέρουσιν. Διὰ τί ἔνιοι φοβηθέντες ἀπέθανον; ὅτι φεύγουσα λίαν ἡ φυσικὴ δύναμις εἰς τὸ βάθος μετὰ τοῦ αἵματος τὸ ἔμφυτον θερμὸν καὶ ζωτικὸν τὸ παρὰ τῆς καρδίας γενόμενον ἀθρόως καταβαπτίζει καὶ σβέννυσι καὶ φθορὰν ἐπάγει. |
| 1 16 [10] | τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ ἔλαιον πολύ τε καὶ ἀθρόως ἐπιβαλλόμενον λυχνιαίᾳ φλογὶ σβέννυσιν αὐτή ν. ἀναλογεῖ δὲ τὸ ἐκ καρδίας θερμὸν λυχνιαίᾳ φλογί. καὶ οἱ ἀμέτρως δὲ ὀδυνώμενοι ἀπέθανον τῷ αὐτῷ λόγῳ. ἀπόλλυται γὰρ ἡ ἐκτὸς κίνησις τοῦ ἐμφύτου θερμοῦ, καθάπερ καὶ τὸ πῦρ ἐπιπωματιζόμενον σβέννυται. Διὰ τί πολλοὶ τῶν οἰνοφλυγησάντων ἀπέθανον; ὅτι πάλιν τὸ πλῆθος τοῦ οἴνου τὴν φυσικὴν καὶ τὴν ζωτικὴν δύναμιν καὶ θερμότητα καταβαπτίζει. |
| 1 17 [5] | πάσχουσι δὲ τοῦτο μάλιστα, ὅσοι τὸ ἔμφυτον θερμὸν ὀλίγον καὶ ἀσθενὲς ἔχουσι, τὸ πολὺ γὰρ καὶ ἰσχυρὸν ἀντέχειν μᾶλλον δύναται, καὶ τῷ χρόνῳ πέττει τὸ πλῆθος. καθάπερ καὶ ἡ πλείων φλὸξ φέρει πλείονα τοῦ ἐλαίου τὴν ἐπίχυσιν. Διὰ τί οἱ γέροντες τρέμουσιν; ὅτι τὰ νεῦρα πάλιν τῶν ψυχικῶν δυνάμεων καὶ οἱ μῦες τῶν μορίων μὴ δεχόμενοι τὴν ἀρκοῦσαν δύναμιν κινητικὴν οὐκ ἀντέχουσιν ὁμοίως βαστάζειν τὸ βάρος τοῦ σώματος. |
| 1 18 [10] | γίνεται δὲ τρόμος τῷ ἕλκειν ἐπὶ τὸ κάτω τὸ βάρος τοῦ σώματος τὸ μόριον, τὴν δὲ ψυχικὴν δύναμιν ἐπὶ τὸ ἄνω. καὶ τοῦτο κατὰ διαδοχὴν καὶ συνεχῶς γινόμενον τὸν τρόμον ποιεῖ. ὅθεν λοιπὸν ἐπὶ κάτω νεύουσιν ἐπὶ γῆν σπεύδοντες, ὅπου καὶ φύσις βιάζεται. ὅθεν καὶ βακτηρίαις ἑαυτοὺς καθάπερ τοίχους παλαιοὺς ἀντὶ ξύλων στηρίζουσι. διὰ τοῦτον τὸν λόγον τῆς ἀσθενείας τῶν δυνάμεων, ἀπροαιρέτως ἐξίασι σκύβαλον καὶ οὖρον. Διὰ τί οἱ λυπούμενοι ὠχριῶσιν; ὅτι πᾶσα ἡ φύσις ὑπομιμνησκομένη τοῦ ἀνιαροῦ, κατ’ ὀλίγον συννεύει πρὸς τὸ βάθος μετὰ τοῦ ῥοδίζοντος αἵματος τὸ δέρμα· ἧττον μέντοι τῶν φοβουμένων [ὠχριῶσιν]. |
| 1 20 [5] | Διὰ τί οἱ χαιρόμενοι ἀθρόως καὶ σφοδρῶς, ποτὲ καὶ ἐκλύονται; τῷ τὴν ζωτικὴν δύναμιν καὶ τὸ ἔμφυτον θερμὸν ἀμέτρως ἔξω φερόμενον πρὸς τὸ ἦδος διαφορεῖσθαι καὶ ἀπόλλυσθαι. ὅθεν καὶ ἱδροῦσι καὶ ἐρυθριῶσι διὰ τὴν παρουσίαν τοῦ αἵματος. τὸ γὰρ ἔμφυτον θερμὸν καὶ αὐτὸ τὸ πῦρ τῇ μὲν θερμότητι καὶ τῇ φύσει τοῦ οἰκείου τόπου ἐπὶ τὸ ἄνω κινεῖται. πάλιν δὲ διὰ τὴν ὄρεξιν τῆς τροφῆς ἐπὶ τὸ κάτω. ὁποτέρα τοίνυν τῶν κινήσεων ἀπόλλυται διαφθείρει τοῦτο. Διὰ τί οἱ λυπούμενοι καὶ οἱ ἐρῶντες καὶ οἱ ὀργιζόμενοι στενάζουσι μέγα καὶ συνεχῶς; ὅτι οἱ μὲν λυπούμενοι πρὸς τὸ λυπῆσαν ἔχουσι τὴν ψυχὴν ἐστραμμένην, οἱ δὲ ποθοῦντες πρὸς τὸ ποθούμενον, οἱ δὲ χολῶντες πρὸς τὸ τὴν ὀργὴν κινῆσαν αὐτοῖς. |
| 1 21 [25] | ἡ ψυχὴ τοίνυν ἐστραμμένη πρὸς τὸ κινῆσαν αὐτὴν ἀμελεῖ καὶ ὥσπερ ἐπιλανθάνεται χορηγεῖν τοῖς τοῦ θώρακος μυσὶ τὴν κινητικὴν δύναμιν. ἡ καρδία τοίνυν μήτε τῇ διαστροφῇ τοῦ θώρακος εἰςδεχομένη τὸν ἀέρα καὶ ῥιπιζομένη καὶ ἐψυχομένη μήτε διὰ τῆς συστολῆς ἐκκρίνουσα τὰ λιγνυώδη περιττώματα, ἅπερ ἡ ἐξ αἵματος ἔκκαυσις ἐγέννησ ε, δέει τοῦ μὴ πνιγμὸν παρακολουθῆσαι, τὴν ψυχὴν ἀναγκάζει καὶ ὑπομιμνήσκει πλείστην τοῖς μυσὶν ἐπιχορηγεῖν κίνησιν καὶ ποιεῖν μείζονα τὴν εἰσπνοὴν καὶ ἐκπνοὴν πρὸς τὸ καὶ πλῆθος ἀέρος ψυχροῦ λαβεῖν καὶ πλῆθος ἐκκενοῦν τῶν περιττωμάτων, ἵν’, ὅπερ ἔμελλον αἱ μικραὶ καὶ συνεχεῖς ἀναπνοαὶ ποιεῖν, τοῦτο μία ποιήσῃ μείζων. καὶ τοῦτο καλεῖται στενάζειν παρὰ τοῖς παλαιοῖς παρὰ τὴν στενοχωρίαν τῆς καρδίας. καὶ στένουσι διά τινος χρόνου μέγα. καὶ τοῦτο ποιοῦσι πολλάκις τῷ τὴν ψυχὴν ἀπεστράφθαι μὲν ἀεὶ πρὸς τὸ κινῆσαν αὐτήν, τὴν δὲ φύσιν ἀναγκάζειν ποτὲ διὰ τὴν καρδίαν ἐπιπέμπειν πλείονα δύναμιν κινητικὴν τοῖς μυσὶ τοῦ θώρακος. ὅπερ δὲ ἐν θώρακι ἀναπνοή, τοῦτο ἐν σώματι διαπνοὴ διὰ τῶν ἀρτηρίων. καὶ ἔοικε τῇ μὲν εἰσπνοῇ ἡ διαστολή, τῇ δὲ ἐκπνοῇ ἡ συστολή. συστολῆς δὲ καὶ διαστολῆς σφυγμὸς κατηγορεῖται. Διὰ τί ὁ ἴσικος δύσπεπτος; ὅτι κοῦφος ὢν ἐμπλέει ἐν τῇ ὑγρᾷ τροφῇ κατὰ μέσον καὶ οὐκ ὁμιλεῖ τῷ σώματι αὐτῆς, δι’ ἧς ὁμιλίας ἡ πέψις γίνεται. |
| 1 22 [5] | καὶ παρὰ τὸν οἰσοφάγον δὲ πλεονάζει, [οὗ] ἡ ὄρεξις ἔργον καὶ οὐ πέψις. ἐκτὸς δὲ εἰς ὕδωρ ἐμπλέει μὴ βυθιζόμενον, ὅτι ἐν τῇ τρίψει τῶν κρεῶν ἐναπολαμβάνεται πνεῦμα κοῦφον, ὅπερ μετεωρίζει τὸ σῶμα τοῖς ὑγροῖς ἐπινήχεσθαι. διὰ τοῦτο δὲ καὶ χαῦνός ἐστι τῇ μετοχῇ τοῦ πνεύματος. Διὰ τί τοῖς κνηστιῶσι τὸ ἄγαν ζέον φίλον; ὅτι τὸ μὲν ποιοῦν τὸν κνησμὸν φλέγμα παχὺ καὶ ψυχρὸν ὄν, δυσαίσθητον ἀποτελεῖ τὸ δέρμα. |
| 1 24 | Διὰ τί δὲ καὶ ἥδονται ἐν τοῖς λουτροῖς κνηστιῶντες; ὅτι ἡ θερμότης χέει τὸ φλέγμα· καὶ οἱ ὄνυχες διαφοροῦσι. Διὰ τί δὲ καὶ τὰ νῶτα μάλιστα κνηστιῶσιν; ὅτι τὰ μέρη ταῦτα ψυχρότερα τῶν ἐμπροσθίων ὄντα πλέον φλέγμα ἔχει· ὅθεν καὶ γέρουσιν ὡς ψυχροῖς μᾶλλον τὸ πάθος πλεονάζει. |
| 1 26 [5] | Διὰ τί οἱ βραχεῖς τῷ σώματι τῶν μακρῶν φρονιμώτεροι ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν; ὅτι συνέσφιγκται αὐτοῖς καὶ συνκεκρότηται ἡ ψυχὴ ἐν ὅλῳ τῷ σώματι. ἐπὶ δὲ τῶν εὐμεγεθῶν εἰς μῆκος ἐπεκτεινομένη ἐκλύεται. διὸ καὶ Ὅμηρος Ὀδυσσέα μὲν βραχὺν καὶ φρόνιμον λέγει, Αἴαντα δὲ μακρὸν καὶ μωρότερον. τὸν δὲ τρόπον [τοῦτον] ἰσχυροὶ μᾶλλον οἱ ἐλάσσονες τῶν μειζόνων. Διὰ τί οἱ ἧττον φρόνιμοι μετεωρίζονται περιπατοῦντες; ὅτι ὥσπερ κυβερνήτης μὴ ἄγαν ἐρρωμένος οὐκ ἐπ’ εὐθείας ἄγει τὸ σκάφος, οὕτως καὶ ἡ σαθροτέρα ψυχὴ τὸ σῶμα. |
| 1 28 [10] | Διὰ τί πολλοὶ μωροὶ φρονίμους ἄγαν τίκτουσι, πολλοὶ δὲ ἄγαν φρόνιμοι μωροτέρους; ὅτι οἱ μωρότεροι ἐν τῇ συνουσίᾳ νικώμενοι σφοδρᾷ τῇ ἡδονῇ ἔχουσι τὴν ψυχὴν ἄγαν βεβαπτισμένην τῷ σώματι, καὶ διὰ τοῦτο τὸ σπέρμα πλείστης μετέχον δυνάμεως λογιστικῆς καὶ φυσικῆς τὰ ὑπ’ αὐτοῦ τικτόμενα φρονιμώτερα ποιεῖ. ἐπὶ μέντοι τῶν φρονίμων καὶ μάλιστα τῶν πεπαιδευμένων, ἀεὶ τὸ φρονοῦν καὶ ἐν τῇ συνουσίᾳ λογιζόμενόν τινα τῶν ἐκτὸς ἀναγκαίων καὶ μετεωριζόμενον ἔχει τὸ σπέρμα κατιὸν ἄμοιρον πλείστης ψυχικῆς δυνάμεως. ἔνθεν λυτέον, διὰ τί οἱ μωροὶ καὶ ἀπαίδευτοι τῷ σώματι εὐσθενεῖς τίκτουσι μᾶλλον, οἱ δὲ πεπαιδευμένοι ἀσθενεῖς. Διὰ τί τῶν ἀγρίων ζῴων ἡ κόπρος ἧττον δυσώδης ἐστί; διότι καὶ ξηροτέρᾳ καὶ ἀπέπτῳ κέχρηται τροφῇ καὶ γυμνάζεται πλέον. |
| 1 29 [5] | ἡ δὲ τῶν δορκῶν καί τινων ζῴων κόπρος ἀρωματίζει ποσῶς. ἡ μέντοι τῶν ἀνθρώπων ὑπὲρ πάντα τὰ ζῷα δυσώδης ἐστίν, ὅτι καὶ ποικίλῃ καὶ ὑγρᾷ χρῶνται τροφῇ καὶ πλέον τοῦ κόρου παρὰ καιρὸν μὴ δεόμενοι καὶ ἀγυμναστότεροι καὶ ἧττον τῶν ἀλόγων θερμότεροι. μὴ πεττομένη τοίνυν τελείως καὶ τῷ πλήθει μὴ διαπνεομένη ποσῶς σηπομένη δυσώδης ἐστίν. Διὰ τί τὸ σίνηπι καὶ τὸ πέπερι καὶ πάντα τὰ δριμέα ἐπιτιθέμενα μὲν τῷ δέρματι ἕλκουσιν αὐτό, καταπινόμενα δὲ οὐκέτι τὴν κοιλίαν ἕλκουσι; διότι φθάνουσι μεταβληθῆναι καὶ πεφθῆναι πρὶν δράσωσι, καὶ ὅτι ἐκλύεται ἡ δριμύτης τῇ πολλῇ τῆς κοιλίας ὑγρότητι. |
| 1 30 [5] | ἄλλως τε ἐν τῇ ἐπιθέσει τὸ δέρμα καὶ τῇ πυκνότητι δίδωσι καιρὸν πρὸς τὸ δρᾶν τοῖς δριμέσι καὶ τὸ ἀσθενὲς δέ. τὸ δὲ βάθος καὶ ἀραιοπόρον καὶ ἰσχυρὸν μᾶλλον. Διὰ τί δὲ οἱ λυπούμενοι καὶ οἱ χαιρόμενοι γελῶντες δακρύουσιν; οἱ μὲν λυπούμενοι τῇ πυκνότητι τῶν ἐν ὀφθαλμοῖς πόρων ἐκθλίβουσι τὸ ἐν αὐτοῖς ὑγρόν· ἡ λύπη γὰρ ψύξιν καὶ πύκνωσιν ἐργάζεται τῶν πόρων· οἱ δὲ χαιρόμενοι τὸ ἐναντίον τῇ ἀραιότητι τῶν πόρων ἐκχέουσι τὰ ὑγρά. |
| 1 31 | ἐπί τινων δὲ στενοπόρων ὀφθαλμῶν οὐ γίνεται τὸ δάκρυον ἐπ’ ἀμφοτέρων. Διὰ τί τοῖς λυπουμένοις ὠχρὸν γίνεται τὸ ἐπιπολῆς; τῷ τὴν φύσιν μετὰ τοῦ αἵματος εἰς τὸ βάθος συννεύειν, ὡς ἐμάθομεν. |
| 1 32 | ὅπερ ἦν θερμαῖνον καὶ ἀραιοῦν τὴν ἐπιφάνειαν. Διὰ τί τοῖς οὐροῦσι παρέπεται πολλάκις καὶ φῦσαν ἐκκρίνειν; ὅτι ἡ οὐροδόχος κύστις τοῦ οὔρου πεπληρωμένη ὀγκοῦται καὶ θλίβει καὶ ῥενοῖ τὸ ἀπευθυσμένον ἔντερον. |
| 1 33 [5] | νῦν οὖν ἐν τῇ ἐκκενώσει χαυνούμενον δίδωσι καιρὸν πρὸς διέξοδον τῷ ἐναπολαμβανομένῳ πνεύματι ἐν τοῖς ἐντέροις. οἱ δέ φασιν, ὅτι καὶ συμπάθειά τίς ἐστι τῶν μορίων πρὸς τὴν ἀπόκρισιν. Διὰ τί οἱ βλέποντες χασμωμένους χασμῶνται; διὰ τὸ τὴν φύσιν ὁμοιοπαθῆ καὶ συμπάσχειν τῶν ζῴων, πλέον δὲ τῶν ἀλόγων· οὕτω γὰρ ἑνὸς οὐροῦντος ὄνου καὶ οἱ λοιποὶ συνεξουροῦσιν αὐτῷ πεπληρωμένοι οὔρων. |
| 1 35 [10] | Διὰ τί ὁ ὀφθαλμιῶν τῷ ὑγιαίνοντι μεταδίδωσι τοῦ πάθους, οὐκέτι μὴν ὁ ὑγιαίνων τῷ πάσχοντι μεταδίδωσι τῆς ὑγείας; τῷ εἶναι τοὺς ὀφθαλμοὺς ὑγροὺς καὶ μαλακοὺς καὶ εὐπαθεῖς, ἔτι γε μὴν καὶ τῆς ὑγείας ἐκ συμμέτρου κράσεως οὔσης, τῆς δὲ νόσου ἐξ ἀμέτρου δυσκρασίας· τὸ οὖν σύμμετρον ῥᾷον ὑπὸ τοῦ ἀμέτρου μεταβάλλεται καὶ τρέπεται, ἤπερ τοὐναντίον. οὐκοῦν ἡ ὀφθαλμία δυσκρασία τις ἄμετρος οὖσα τὴν ὑγείαν τρέπει θᾶττον, οὖσαν εὐκρασίαν σύμμετρον. ἔγνωμεν δὲ τὴν τροπὴν γίνεσθαι διὰ τὴν φυσικὴν τῶν σωμάτων συμπάθειαν. Διὰ τί τὸ νόμισμα καὶ τὸ μῆλον ἐν ὕδατι μείζονα ἑαυτῶν φαίνεται; ὅτι τὸ ὁμιλοῦν αὐτοῖς ὕδωρ [ποιούμενον] τὴν χρόαν αὐτῶν ἀναδέχεται καὶ τὴν ὄψιν ἀπατᾷ, ὡς μειζόνων αὐτῶν ὄντων. |
| 1 36 [5] | τούτῳ γὰρ τῷ λόγῳ καὶ ἥλιος καὶ σελήνη καὶ οἱ πλανῆται περὶ τὸν ἀνατολικὸν ἢ δυτικὸν ὁρίζοντα τυγχάνοντες μείζονες νομίζονται τῷ σώματι τῷ τὸν περὶ αὐτῶν ἀέρα ποιεῖσθαι. Διὰ τί τὰ τετράγωνα πόρρωθεν στρογγύλα νομίζονται; τῷ τὴν ὄψιν μὴ σθένουσαν μακρόθεν ὁρᾶν τὰς γωνίας ὡς ὀξείας, μὴ βλέπειν αὐτὰς τῇ ἀγνοίᾳ. |
| 1 37 [5] | τούτων δὲ ὑπεξαιρουμένων κατὰ ἀπάτην τῆς ὄψεως τὸ λοιπὸν σῶμα στρογγύλον φαίνεσθαι, τοῦτο γίνεται κατὰ ἀπάτην τῆς ὄψεως, [ὥσπερ] καὶ ἡ κεκλασμένη κώπη ἐν ὕδατι. Διὰ τί ξύλου τυπουμένου πόρρωθεν ὁρῶμεν τὴν πληγὴν εὐθέως, τὸν δὲ κτύπον βράδιον, καίπερ ἅμα τῇ πληγῇ τοῦ κτύπου γινομένου. |
| 1 38 [15] | ὅτι τὴν ὄψιν κεκτήμεθα τῆς ἀκοῆς λεπτομερεστέραν καὶ ὁξυτέραν. προλαμβάνει τοίνυν κατὰ τὸν χρόνον ὡς ὀξυτέραν τὴν πληγὴν ὄψις, ἡ δὲ ἀκοή, ὡς παχυμερεστέρα βράδιον τῆς πληγῆς ἀντιλαμβάνει. τῷ λόγῳ γὰρ ἀρχὴν τούτῳ λυτέον, ὅτι καὶ ἐπὶ τῆς παρατρίψεως τῶν νεφῶν ἐν χειμῶνι, πληγῆς τικτομένης τῆς λεγομένης βροντῆς καὶ ἐκπυρώσεως λεγομένης ἀστραπῆς, ὡς ἐπὶ πυρεκβόλων, πρῶτον ὁρῶμεν τὴν ἀστραπήν, εἶθ’ οὕτως ὕστερον ἀκούομεν τῆς βροντῆς, καίπερ τῆς πληγῆς πρῶτον τῆς ἀστραπῆς τὴν βροντὴν ἀποτελούσης ἢ ἅμα. κἀνταῦθα τοίνυν ἡ ὄψις προλαμβάνουσα τὴν ἀκοήν, ὡς λεπτομερεστέρα, πρώτη τὴν ἀστραπὴν ὁρᾷ, εἶθ’ οὕτως ὕστερον ἡ ἀκοὴ τῆς βροντῆς αἰσθάνεται ὡς παχυμερεστέρα καὶ βραδεῖα πρὸς ἀντίληψιν. Διὰ τί τῆς μὲν ὄψεως γυμνῆς οὔσης, τοῦ δὲ παντὸς σώματος ἠμφιεσμένου ἐν κρύει σφοδρῷ τὸ μὲν σῶμα πᾶν ῥιγοῦμεν, τὸ δὲ πρόσωπον οὐδόλως; διὰ τὸ ἔθος· εἴθισε γὰρ ἡ ὄψις ἀεὶ τῷ ἀέρι προσομιλεῖν. |
| 1 39 [5] | ᾧ δ’ ἂν ᾖ γυμνὴ τυγχάνουσα, μέγα δὲ πέφυκεν ὅπλον πρὸς δυσπάθειαν ἡ συνήθεια. Διὰ τί ἡ ξανθὴ δι’ ὅλου τοῦ βίου παραμένουσα χιτῶνι, τῇ λεγομένῃ κύστει χοληδόχῳ, λίαν εὐπαθεῖ, οὐδ’ ἀναβιβρώσκει τοῦτον, κατασκήπτουσα δὲ τῷ ὀδόντι βραχὺν χρόνον, σώματι δυσπαθεστάτῳ, παραχρῆμα τὴν διάβρωσιν ἐργάζεται; φημὶ διὰ τὸ παρὰ φύσεως ὡρίσθαι κατοικεῖν αὐτὴν ἐν ἐκείνῳ τῷ σώματι μόνῳ καὶ διὰ τοῦτο μηδὲν αὐτὴν λυμαίνεσθαι. |
| 1 40 [5] | μέγα γὰρ φάρμακον κωλυτικὸν ἀνίας ὄνομα τῆς φύσεως· καὶ μυρίων ἄλλων παραδείγματα δύναμαί σοι λέγειν. ἐν μήτρᾳ δεκαμηνιαῖον βρέφος βραδὺ παραμένει μηδεμίαν αἴσθησιν βάρους παρέχον τῇ κυοφορούσῃ, πνεῦμα δὲ κοῦφον ἐνσκῆψαν εἰς αὐτὴν ὀδύνην ἐργάζεται παραχρῆμα, τάσιν καὶ βάρος ἀφόρητον ἐμποιοῦν. τραχεῖα ἀρτηρία πνεύματός ἐστι δοχεῖον μόνον, καὶ ἐὰν ψὶξ ἢ ποτὸν εἰς αὐτὴν παραδράμῃ, πνιγμὸς ἕπεται καὶ βὴξ σύντονος. ἡ γὰρ φύσις οὐχ ὥρισε τοῦτο γενέσθαι κἂν ἐπ’ ὀλίγον ἀδύνατα. Διὰ τί τῶν λουομένων οἱ μὲν εἰσιόντες διψώδεις ἐξίασιν ἄδιψοι, οἱ δὲ τοὐναντίον; ὅσοι μὲν ξηρότεροι διψῶντες, ὑπὸ τοῦ λουτροῦ ὑγραινόμενοι γίνονται ἄδιψοι (ἡ δίψη γὰρ ἀπὸ ξηρότητος), καὶ μάλιστα ἐὰν μὴ διαφορηθῶσιν ὑπὸ τοῦ ξηροῦ θόλου· ὅσοι δὲ ὑγρότεροι καὶ ἄδιψοί εἰσιν, ἐγχρονίσαντες καὶ μάλιστα ἐν ἀέρι σφόδρα θερμῷ καὶ τῷ ξηρῷ θόλῳ [ἐὰν] διαφορηθῶσι τὴν ὑγρότητα διὰ τῶν ἱδρώτων διψώδεις ἀποτελοῦνται. |
| 1 42 [5] | Διὰ τί τῶν ἐσθιόντων ῥάφανον οἱ μὲν δυσῶδες ἐρεύγονται, οἱ δὲ οὐ δυσῶδες; φαμὲν ὅσων μὲν ἡ κοιλία καὶ ὁ στόμαχος ἀπέριττός ἐστι μοχθηρῶν χυμῶν καὶ μάλιστα φλεγματωδῶν ἡ ἐρυγὴ καθαρά· ὅσων δὲ πεπλήρωται, δυσώδης ἐστί, τῷ τὴν ῥάφανον θερμὴν καὶ τμητικὴν χυμῶν καὶ λεπτύνουσαν αὐτοὺς κινεῖν ἐκ τῶν χυμῶν τὰ πνεύματα, καὶ ταῦτα δι’ ἐρυγῶν κενοῦν διὰ στόματος. οὕτω γὰρ καὶ βόρβορος ἡσυχάζων μὲν οὐκ ἀναπέμπει δυσωδίαν, ὑπὸ δέ τινος κινούμενος καὶ ταρασσόμενος ἀναπέμπει. ὅσοι δέ φασιν αὐτὴν τὴν ῥάφανον μοχθηρᾶς εἶναι φύσεως καὶ δυσώδους ποιότητος, ἐκ τοῦ καὶ ἐκτὸς αὐτὴν χρονίζουσαν δυσώδη γίνεσθαι, σφάλλονται. πάντας γὰρ ἔδει τοὺς προσενεγκαμένους αὐτὴν δυσώδη ἐρεύγεσθαι. Διὰ τί ἐν τῷ ἄκρῳ κρύει οἱ δάκτυλοι καὶ τὰ ἄκρα τοῦ σώματος μελαίνεται καὶ ἀποπίπτει; ὅτι ἡ ἄκρα ψύξις ἀπελαύνει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμὸν εἰς τὸ βάθος τοῦ σώματος· καὶ λοιπὸν τὰ ἄκρα, ἀποτυχόντα τῆς ζωτικῆς δυνάμεως καὶ θερμότητος, πρῶτον μὲν πελιδνοῦνται, εἶτα μελαίνονται, καὶ ἐκκρούονται. |
| 1 43 [15] | καὶ ἀποπίπτει δὲ τῷ τὴν φύσιν μὲν προνοουμένην τοῦ λοιποῦ σώματος παρασφίγγειν μὲν εἰς αὑτὴν τὸ ὑγιές, τὸ δὲ νεκρὸν ἀφιεῖσαν ἀπορρίπτειν. τὰ δὲ ἄκρα μάλιστα πάσχει τῷ εἶναι αὐτὰ μὴ ἄγαν σαρκώδη καὶ ἧττον θερμά. οὕτω γὰρ καὶ τῶν φυτῶν ταῦτα χειμῶνος φυλοῤῥοεῖ, ὅσα καὶ ἧττον θερμὰ καὶ ἀσθενῆ καὶ ἀραιότερα. ὅσοι δὲ λέγουσιν, ὅτι ἐξ ἀρχῆς μὲν τὸ ἔμφυτον θερμὸν φεύγει τὸ ψυχρὸν ὡς ἐναντίον εἰς τὸ βάθος, συναθροισθὲν δὲ καὶ ὥσπερ ἀνακτησάμενον ἑαυτὸ κάτεισι πάλιν εἰς τὰ μόρια μετὰ πλήθους ἀθρόως πρὸς ἐπικουρίαν, καὶ τῇ ἀθροότητι καὶ τῷ πλήθει τοῦ θερμοῦ καίει τὰ ἄκρα τῶν μορίων (ἐκεῖ γὰρ ἱσταμένη μᾶλλον συνάγεται), ψευδολογοῦσι. Διὰ τί οἱ ψυγέντες τὰ ἄκρα καὶ προσάγοντες πυρὶ πρὸς τὸ θερμαίνειν, ὀδυνῶνται σφόδρα; φημὶ ὅτι τῇ ἀθρόᾳ μεταβολῇ τῆς ποιότητος. |
| 1 44 [5] | ἀπὸ γὰρ πλείονος ψύξεως εἰς πλείονα πάλιν μεταβάλλουσιν αὐτὰ θερμότητα. πᾶν δὲ τὸ ἀμέτρως καὶ ἀθρόως γινόμενον κατὰ δυσκρασίαν λυπεῖ τὴν φύσιν, κατὰ δὲ εὐκρασίαν καὶ συμμετρίαν καὶ εἰς τὸ κατὰ φύσιν ἀθρόως μεταβαλλόμενον εὐφραίνει σφόδρα τὴν φύσιν. ἔχει γὰρ ἐν συμμετρίᾳ κρᾶσιν τὴν ὕπαρξιν τὸ ἀνθρώπου σῶμα μᾶλλον τῶν ἄλλων ζῴων. Διὰ τί οἱ προσενεγκάμενοι πέπερι [καὶ ἄρτον μείζονα] λύζουσι; φημὶ ὅτι ἀναλογεῖ τοῖς κἀπὶ τῶν ἐκτὸς βασταζομένοις καὶ λυποῦσι, τὸ μὲν πέπερι καὶ ἡ ξανθὴ χυλὴ ταῖς ἀκάνθαις, τὸ δὲ φλέγμα καὶ ὁ ἄρτος λίθῳ βαρυτάτῳ. |
| 1 45 [5] | ὅσοι τὸ στόμα τῆς γαστρὸς ἔχουσιν ἄπεπτον καὶ εὐαίσθητον καὶ θερμόν, οὗτοι ταχέως ὑπὸ τῆς δριμύτητος τοῦ πεπέρεως δακνόμενοι διεγείρουσι τὸν στόμαχον πρὸς ἔκκρισιν καὶ δίωξιν τοῦ λυποῦντος καὶ ποιοῦσι τὸν λεγόμενον λύγγα. ὅσοι δ’ εἰσὶ στόμαχον φλεγματικώτεροι καὶ δυσαίθητοι καὶ ψυχρότεροι, βραδέως λύζουσι. πάσχουσι δὲ αὐτὸ καὶ οἱ ἀθρόως μέγιστον ἄρτον καταπιόντες τῷ πλήθει καὶ τῷ μεγέθει τοῦ ἄρτου βαρυνόμενοι. οὐκ ἀνέχεται γὰρ τῶν μορίων ἡ φύσις ἠρεμεῖν, ὅταν παρῇ τι τὸ λυμαινόμενον. τὸ μὲν οὖν πέπερι ποιότητι δριμείᾳ ποιεῖ κατὰ ἀναλογίαν καὶ τῆς ἔνδον νυττούσης χολῆς, ὁ δὲ ἄρτος ποσότητι βαρῶν, καθὼς καὶ πλῆθος φλέγματος ἔνδοθεν βαρῦνον, λυγμὸν ποιεῖ. Διὰ τί ἐν τοῖς ὄνυξι τῶν δακτύλων τὰ συνιστάμενα πάθη σφοδρὰν τὴν ὀδύνην ἐργάζεται; ὅτι τὰ νεῦρα κατιόντα ἐν τοῖς πέλμασι τῶν δακτύλων ἐκ τῶν οἰκείων περιττωμάτων ποιεῖ τοὺς ὄνυχας, ὥσπερ καὶ τοὺς ὀδόντας ἐν τοῖς οὔλοις. |
| 1 46 [5] | ἐπειδὴ τοίνυν ἡ διὰ τῶν νεύρων αἰσθητικὴ δύναμις κατιοῦσα πρὸς τοῖς ἄκροις τῶν νεύρων ἱσταμένη κἀκεῖσε συναγομένη πλεῖον γίνεται, καθάπερ καὶ ὕδωρ συρρέον εἰς μισγάγγειαν, δῆλον ὡς μᾶλλον αἰσθανομένη τοῦ πάθους μᾶλλον καὶ ὀδυνήσεται. Διὰ τί ἐπὶ τῶν ἀθρόως καταπιόντων ἄρτον μείζονα καὶ λυζόντων ἡ τοῦ πνεύματος κατοχὴ λύει τὸν λυγμόν; φημὶ ὅτι ὁ στόμαχος παράκειται τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ λοιπὸν αὐτὴ τὸν στόμαχον θλίβουσα καὶ στενοχωροῦσα ποιεῖ εἰς αὐτὸν ἐσφηνωμένον ψωμὸν ἐκθλίβεσθαι κατὰ τὴν γαστέρα. |
| 1 47 | καὶ οὗτος ἐλευθερούμενος ἀπὸ τοῦ βάρους παύει τὸν λυγμόν. Διὰ τί οἱ λύζοντες ὑπὸ ἄρτου ἀκούσαντές τι λυπηρόν, οὐ λύζουσιν; ὅτι τὴν ψυχὴν ἔχουσιν ἐστραμμένην καὶ νεύουσαν πρὸς τὸ λυπῆσαν αἴτιον, καὶ ἀμελοῦσαν τοῦ κινεῖν τὸν θώρακα. |
| 1 48 [5] | πάλιν οὖν τὸ πνεῦμα μὴ ἐξιὸν καὶ συναγόμενον τῷ πλήθει τὸν λυγμὸν λύει, ὡς ἐμάθομεν. Διὰ τί ἐπὶ τῶν εἰκόνων πλησίον μὲν ἑστηκότες ἰσόπεδα τὰ χρώματα βλέπομεν, πόρρωθεν δὲ τὰ μὲν κοῖλα τὰ δὲ κυρτά; λέγω ὅτι ἡ ὀπτικὴ δύναμις ἐπὶ πολὺ διάστημα ἐκτεινομένη καὶ ἐκλυομένη οὐ δύναται ἀκριβῶς ὁρᾶν τὰ πάθη τῶν χρωμάτων, τὰ λευκὰ ὁρῶσα κυρτά, τὰ δὲ μελάντερα κοῖλα. |
| 1 49 [5] | τὸ μὲν γὰρ λευκὸν πλησιάζον τῷ λαμπρῷ ἐπὶ τὰ ἔξω λάμπει, τὸ δὲ μέλαν ὡς σκοτεινὸν ἐπὶ τὰ ἐντός. τῶν δὲ τεχνῶν αἱ μὲν μετασχηματίζουσι τὴν ὕλην, ὡς ὅταν ὁ ἀνδριαντοποιὸς τὸν χαλκὸν ἵππον ἢ βοῦν ἤ τι τοιοῦτον ζῷον χωνεύσας ἢ ἐλάσας, πλάσῃ ἄνθρωπον ἢ ἕτερόν τι σκεῦος, ἀπὸ εἴδους εἰς εἶδος μεταβαλὼν τὴν ὕλην τοῦ χάλκου· αἱ δὲ προσθέσει, ὡς κηροῦ πλάστης ἢ πηλοποιός· αἱ δὲ ἀφαιρέσει, καθώς τις γλύφων ποιεῖ τι ζῷον· αἱ δὲ κατὰ σύνθεσιν καὶ παράθεσιν καὶ κόλλησιν, ὡς οἰκοδομική, ναυπηγική, ὑφαντική, τεκτονική. τὰ δὲ ἀλλοιώσει κράσεως γίνεται καὶ διὰ βάθους· ὡς ἡ φύσις ἐκ σπέρματος ζῷα [γεννᾷ]. τὰ δὲ ἐξ ἀλλοιώσεως καὶ κράσεως καὶ προσθέσεως σώματος, ὡς ἡ φύσις τὰ μόρια αὔξει τρέφουσα· τὰ δὲ μίξει χρωμάτων καὶ προσθέσει σωμάτων, ὡς [τὰ] ζωγραφικά. Διὰ τί, εἰ τὸ ψυχρὸν ὕδωρ τοῖς νεύροις πολέμιον, τὸ θερμὸν μὴ φίλον, ἀλλὰ καὶ αὐτὸ πολέμιον; εἰ γὰρ τόδε τι βλαβερόν, τὸ ἐναντίον αὐτῷ ὠφέλιμον· τὰ γὰρ ἐναντία ἐπὶ τὸ αὐτὸ οὐ δύνανται ἐνεργεῖν ὁμοίως κατὰ πρῶτον λόγον καὶ καθ’ αὑτό. |
| 1 50 [10] | φημὶ ὅτι οὐχ ᾗ θερμὸν πολέμιον ἁπλῶς, ἀλλ’ ᾗ θερμὸν καὶ ὑγρόν. ἐπὶ δὲ τῶν νευροτρώτων τὰ νεῦρα διὰ τὴν πολλὴν αἴσθησιν πόνου καὶ στύψεως δέεται· ξηρὰ γὰρ φύσει. ἡ δὲ ὑγρότης ὡς ἐναντία μαλακύνει καὶ χαυνοῖ αὐτὰ καὶ σήπει. ὅτι δὲ οὐ κυρίως τὸ θερμὸν βλαβερόν, δῆλον· τὸ γὰρ θερμὸν ἔλαιον καταντλούμενον ὠφέλιμον τῷ μετέχειν καὶ στύφειν. Διὰ τί ἀεὶ αἱ ὀπῶραι βλαβεραὶ τῷ εἶναι αὐτὰς ψυχρὰς καὶ ὑγράς, μὴ τὸ ὕδωρ τῆς αὐτῆς ὂν κράσεως; λέγω ὅτι τὸ ὕδωρ λεπτομερέστερον ὂν τῶν ὀπωρῶν καὶ ταχέως ἀναδεδόμενον οὐχ ὁμοίως ἀδικεῖ. |
| 1 51 [5] | ἄλλως τε καὶ τονοῖ μετρίως τὰ μόρια. Διὰ τί τὰ δύσπεπτα καὶ παχύχυμα πολλοὶ ῥᾷον πέττουσιν, ὡς πετραίους ἰχθύας; οἱ μέν φασι δι’ ἔθος, οἱ δὲ διά τινα ἕξιν φυσικὴν ἄρρητον καὶ ἀναιτιολόγητον. |
| 1 52 [5] | ἄλλοι δέ φασι δι’ ἄμετρον θερμότητα κοιλίας, τὰ μὲν εὔπεπτα ὑπερπεττόμενα ὡς εὐμετάβλητα, ὑπὸ τῆς σφοδρᾶς πυρώσεως φρύττεσθαι καὶ φθείρεσθαι, τὰ δὲ δύσπεπτα καὶ δυσμετάβλητα μὴ ἄγαν μεταβαλλόμενα πέττεσθαι μόνον. οὕτω γὰρ καὶ τὰ ἄχυρα ὡς εὐπαθῆ ὑπὸ πλείονος πυρὸς ἐκτεφροῦται, δρύϊνα δὲ ξύλα τοῦτο οὐχ ὑπομένει καιόμενα. Διὰ τί τὸ κρίθινον ἄλευρον ψυχρὸν ὂν διαφορεῖ τὰς φλεγμονάς, εἴ γε τὸ ψυχρὸν πυκνώτερον καὶ δυσδιαφόρητόν ἐστι; φημὶ ὅτι οὐ τῷ ψύχειν διαφορεῖ, ἀλλὰ τῷ ῥύπτειν. |
| 1 53 [5] | μετέχει γὰρ ῥυπτικῆς δυνάμεως καὶ τμητικῆς τῶν χυμῶν· καὶ ἄλλα δὲ πολλὰ εἴδη ἐστίν, ἅ τινα τὸ ἐναντίον αὐτῶν δρᾷ οὐ κατὰ πρῶτον λόγον καὶ καθ’ ἑαυτὸ καὶ κυρίως, ἀλλὰ κατὰ δεύτερον καὶ κατὰ συμβεβηκός· οἷον τὸ σέλινον θερμὸν ὂν μειοῖ πυρετόν, οὐ τῷ θερμὸν εἶναι (τὸ γὰρ ὅμοιον αὐξητικὸν τῶν ὁμοίων), ἀλλὰ τῷ ῥύπτειν τοὺς νοσοποιοὺς χυμοὺς ἐκ τῶν φλεβῶν καὶ εἶναι διουρητικόν. ὁμοίως ἶρις καὶ ὕσωπος συμβάλλεται πλευρίτιδι θερμὰ τυγχάνοντα τῷ τέμνειν τοὺς ἐργαζομένους χυμοὺς τὴν φλεγμονὴν τοῦ ὑπεζωκότος τὰς πλευρὰς εἶναι μόνον. καὶ τὸ ψυχρὸν ὕδωρ παραχυθὲν διεφόρησε τὸν ἀπὸ τῶν γλίσχρων καὶ ψυχρῶν χυμῶν τέτανον οὐ κυρίως, ἀλλὰ κατὰ συμβεβηκὸς διὰ μέσου τινός, λέγω δὲ τῆς ἐναποκλεισθείσης θερμότητος. ἐὰν μὲν οὖν ἀφ’ ἑαυτοῦ καὶ ἀμέσως ποιῇ, κυρίως λέγεται καὶ κατὰ πρῶτον λόγον ποιεῖν, ἐὰν δὲ διὰ μέσου τινὸς ἐνεργῇ καὶ μὴ ἀφ’ ἑαυτοῦ κατὰ συμβεβηκὸς ἐνεργεῖν λέγεται καὶ κατὰ δεύτερον λόγον. Διὰ τί πρὸ μὲν τοῦ εἰσόδου τοῦ βαλανείου θερμὸν οὐροῦμεν, εἰς δὲ τὸ βαλανεῖον χρονίσαντες, ψυχρόν; φημί, ὅτι περ κατὰ σύγκρισιν ἄλλου τοῦτο γίνεται· τὸ μὲν γὰρ οὖρον ἀληθῶς χλιαρᾶς ὑπάρχει κράσεως, ἐξαιρουμένου καὶ μετρίως θερμῆς. |
| 1 54 [10] | ἔξω μὲν οὖν, ἐπειδὴ ψυχρὸν ἡμῶν ἐστι τὸ σῶμα τὸ ἐξαιρούμενον ὡς πρὸς σύγκρισιν τοῦ σώματος θερμόν ἐστιν. ἐν δὲ τῷ λουτρῷ ἐπειδὴ τὸ σῶμα θερμαίνεται πλεῖον τοῦ οὔρου, ψυχρὸν τὸ οὖρον φαίνεται, καίτοι ποσῶς θερμὸν ὄν. ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον, εἰσιὼν εἰς λουτρόν, πρὶν θερμανθῆναι, ἐὰν εἰς θερμὴν δεξαμενὴν κατέλθῃ τις, τὸ θερμὸν ὕδωρ δόξειεν αὐτῷ πάνυ ζέον· ἐὰν δὲ προσθερμανθεὶς εἰσέλθῃ οὐχ ὁμοίως αὐτῷ φανήσεται ζέον. Διὰ τί ἔν τισι τόποις παραθαλαττίοις σκάπτοντες εὑρίσκομεν ὕδωρ γλυκύ; φαμέν, [ὅτι] ἐν τῇ θαλάττῃ τὸ μὲν λεπτομερέστερον ὕδωρ γλυκὺ τυγχάνει, τὸ δὲ παχυμερέστερον ἁλμυρόν. |
| 1 55 [10] | τὸ λεπτομερέστερον οὖν καὶ γλυκὺ διὰ τῶν πόρων τῆς γῆς διηθούμενον εἰς αὐτὴν κρύπτεται, ὅπερ καὶ ὀρύττοντες εὑρίσκομεν. τοῦτο καὶ ἐν χειμῶνι μετεωριζόμενον εἰς ἀέρα ὕδωρ γλυκὺ καὶ ὑέτιον γίνεται, τὸ δὲ πανὺ ξηραινόμενον καὶ ἀπολιθούμενον ἅλες. ἐπὶ δὲ τῶν ἀραιοπόρων αἰγιαλῶν τὸ εὑρισκόμενον ὕδωρ ἁλμυρόν ἐστι. διηθεῖται γὰρ τὸ παχύτερον τῆς θαλάσσης ὕδωρ. Διὰ τί τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι θερμόν ἐστιν, ἐν δὲ τῷ θέρει ψυχρόν; ἐροῦμεν, ὅτι ἀεὶ τὸ ἐναντίον ὡς πολέμιον φεύγει τὸ ἐναντίον. |
| 1 56 [10] | ἐπειδὴ τοίνυν τὸ θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ φθαρτικόν, δῆλον ὡς ἐν τῷ θέρει θερμότητος περιεχούσης τὸν ἀέρα τὸ ψυχρὸν φεύγει εἰς τὸ βάθος τῆς γῆς καὶ διὰ τοῦτο ψύχει τὸ ὕδωρ· ἐν δὲ τῷ χειμῶνι τοῦ ψυχροῦ ἐπικρατοῦντος ἐν τῷ ἀέρι πάλιν τὸ θερμὸν ἐν τῷ βάθει φεῦγον θερμαίνει τὸ ὕδωρ· τὰ δ’ ἐναντία κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνον οὐκ ἐνομοθέτησεν ἡ φύσις ἅμα μένειν. Διὰ τί ἐν τῇ Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ τίκτεται ψυχρὸς οἶνος; διὰ τὸν αὐτὸν λόγον· πάλιν γὰρ περὶ τὰς ῥίζας φεύγει τῶν ἀμπέλων καὶ ψύχει αὐτάς, ὡς εὐπαθεῖς μᾶλλον τῶν ἄλλων φυτῶν. |
| 1 58 [5] | Διὰ τί τὸ θερμαινόμενον ὕδωρ καὶ εἰς φρέαρ χαλώμενον ψυχρότατον ὕδωρ ποιεῖ; ὅτι τὸ ἐν τῷ φρέατι ψυχρὸν ἀντιμαχόμενον τῷ θερμῷ ὕδατι καὶ τῷ πλήθει τῆς ψυχρότητος ἐπικρατοῦν αὐτοῦ διώκει τὸ θερμὸν ἀθρόως, καὶ μετὰ πολλῆς ψυχρότητος διέρχεται διὰ τοῦ θερμαίνοντος ὕδατος καὶ οὕτως ἄγαν αὐτὸ ψύχει. Διὰ τί τὸ ζωΰφιον ἐν τῷ ὀφθαλμῷ προσπεσὸν ἔξεισιν, ἐὰν τὸν ἕτερον τῶν ὀφθαλμῶν μύσωμεν; ἐροῦμεν, ὡς τὸ πνεῦμα τὸ ὀπτικὸν οὐκέτι ἐξιὸν διὰ τοῦ μύοντος, ὡς ἐμάθομεν, ἀλλὰ συναγόμενον τῷ πλήθει ἐπὶ τὸν ἠνεωγμένον ἐρχόμενον πληροῖ αὐτὸν καὶ διογκοῖ καὶ προπετέστερον ἐπὶ τὰ ἔξω ποιεῖ. |
| 1 59 | καὶ οὕτως διώκεται καὶ ἐξωθεῖται τὸ ἐμπεσόν, ὡς ἀσθενές. ἴσως δὲ καὶ αὐτὸ τὸ ἐρχόμενον πνεῦμα τῇ ἀθροότητι διὰ τῶν πόρων τοῦ ὀφθαλμοῦ ἐξωθεῖ τὸ ζωΰφιον. Διὰ τί οἱ ῥαπιζόμενοι πῦρ ὁρῶσιν; ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν ὑπὸ τῆς πληγῆς λεπτυνόμενον ἄγαν ἐκπυροῦται καὶ ἐξιὸν ἐπὶ τὸν ἀέρα τοιοῦτον φαίνεται οἷον καὶ γίγνεται. |
| 1 60 [5] | οὕτω γὰρ καὶ ὑπὸ δύο λίθων ἢ σιδήρων παρατριβομένων ἄγαν ὁ ἐναπολαμβανόμενος ἀὴρ πληττόμενος καὶ λεπτυνόμενος σφόδρα πῦρ γίνεται. ὁμοίως δὲ καὶ ἐπὶ νεφελῶν. Διὰ τί οὐ πάντες οἱ λίθοι παρατριβόμενοι πῦρ ἐκπέμπουσι; διὰ τὸ εἶναι αὐτοὺς χαύνους καὶ κούφους καὶ ἀραιοπόρους, οὐχ ὁμοίως παρατριβόμενος ὁ ἀὴρ λεπτύνεται, μήτε σφοδρῶς πληττόμενος διὰ τὴν κουφότητα φεύγων τε καὶ εἴκων ἐν τοῖς πόροις, ὁμοτίμως πᾶς οὐ πλήττεται καὶ ἐκπυροῦται. |
| 1 61 [10] | τὸ αὐτὸ καὶ ἐπὶ ξύλων παρατριβονέμων. τὸ δὲ ἀπὸ ἡλίου καὶ ὕδατος πῦρ τῷ ἀνακλωμένας τὰς ἀκτῖνας τοῦ ἡλίου πρὸς τὴν ὕαλον, καθάπερ καὶ ἐπὶ τῶν κατόπτρων πλέον ἐκπυροῦσθαι καὶ πάλιν διαπέμπεσθαι ἐπὶ τὸ ὕπτιον. Διὰ τί μᾶλλον κλίμακα κάτιμεν ἢ ἄνιμεν; ὅτι ἔχομεν ἐν τῷ κατέρχεσθαι τὸ βάρος τοῦ σώματος συμβαλλόμενον τῇ κάτω φορᾷ· ἐν δὲ τῷ ἀνιέναι κάμνει ἡ δύναμις ἀνέχουσα πρὸς τὸ ἄνω τὸ βάρος τοῦ σώματος. |
| 1 62 [5] | οὕτω γὰρ καὶ λίθος ῥᾷον ἐπὶ τὸ κάτω φέρεται ἤπερ ἐπὶ τὸ ἄνω. τὸ γὰρ βαρὺ κατώφορον. Διὰ τί τὰ βρέφη γεννηθέντα παραυτίκα κλαίει; διότι τὴν αἴσθησιν καὶ τὴν φύσιν ξενιζομένην ἔχει. |
| 1 63 [5] | ἀπὸ γὰρ θερμῶν σωμάτων καὶ ἁπαλῶν τῆς μήτρας εἰς ἄγαν ψυχρὸν ἔξεισιν. ἴσως δὲ καὶ ὑπὸ τοῦ φωτὸς καταπλήττεται. οὐ γάρ, ὥς τινές φασι, ψυχὴ τὸν οὐράνιον χῶρον ἀποβαλοῦσα σῶμα γήϊνον οἰκεῖ καὶ διὰ τοῦτο κλαίειν ἀναγκάζει τὰ βρέφη. Διὰ τί μέλισσαι καὶ μύρμηκες καὶ μυῖαι καὶ καθόλου πάντα τὰ ἔντομα ζῷα ὑπὸ ἐλαίου ἀπόλλυνται; διότι τὰ ἀναπνευστικὰ στενὰ τούτων καὶ οὕτως ἀπόλλυνται. |
| 1 64 [5] | πάσχουσι δὲ τὸ αὐτὸ καὶ οἱ ὄφεις ὑπὸ τῆς ὀδμῆς τῶν δυσωδῶν καὶ βαρυόδμων. τὸ γὰρ στενοπόρον τῶν ἀναπνευστικῶν ἐμφράττεται ὑπὸ τῆς παχύτητος τῶν θυμιωμένων. Διὰ τί φυσῶντες τὰ μὲν θερμὰ ψύχομεν, τὰ δὲ ψυχρὰ θερμαίνομεν; τῷ τὴν ἀναπνοὴν θερμὴν εἶναι καὶ τὸ ἐξιὸν πνεῦμα διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα· τὰ δὲ θερμὰ ψύχομεν τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα θερμὴν οὖσαν. |
| 1 66 [5] | Διὰ τί τὰ ὑπὸ τὴν σελήνην κρέα νυκτερεύσαντα σήπεται; ὅτι τότε ὁ ἀὴρ θερμὸς καὶ ὑγρὸς γίνεται ὑπ’ αὐτῆς· ἔστι δὲ ἡ κρᾶσις αὕτη σηποποιός, τὰ δὲ θερμὰ ψυχόμενα τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα θερμαίνουσαν. εἰ μὲν γὰρ εἴη σύμμετρος ἡ θερμότης καὶ ὑγρότης, πέψις γίνεται· εἰ δὲ ἡ ὑγρότης ὀλίγῳ πλέον ὑπερβάλλοι τὴν θερμότητα, σῆψις γίνεται· εἰ δὲ ἀμέτρως ἐπικρατήσειε, σβέσις· εἰ δὲ ἡ θερμότης ἄγαν ἐπικρατήσειεν αὐτῆς, καῦσις. ἴσθι δὲ καὶ τὴν σελήνην τὰς τέσσαρας ἀναδεχομένην κράσεις. ἐν μὲν γὰρ τῷ διχομήνῳ σχήματι ὑγρὰ καὶ θερμή ποσῶς ἐστιν· ἐν δὲ τῷ πανσελήνῳ θερμὴ καὶ ξηρά ποσως· ἐν δὲ τῇ ἀποκρούσει ξηρὰ καὶ ψυχρά· ὅτε δὲ ἀφώτιστος, ψυχρὰ καὶ ὑγρά. ἀμοιρεῖ γὰρ τῶν ἡλιακῶν ἀκτίνων τότε θερμῶν οὐσῶν. Διὰ τί τὸ πέπερι καὶ σίνηπι ἄκοπα μὲν καταπινόμενα τὴν κοιλίαν οὐ θερμαίνουσι, κοπέντα δὲ θερμαίνουσιν; ὅτι ὅσα δυνάμει καὶ οὐκ ἐνεργείᾳ ἔχει τὰς ἑαυτῶν ποιότητας, δέονταί τινος ἔξω βοηθείας πρὸς τὸ δύναμιν εἰς ἐνέργειαν φανερῶσαι. |
| 1 67 [10] | γινόμενα τοίνυν ὑπὸ τῆς κοπῆς λεπτομερῆ καὶ εἰσδύνοντα τοὺς πόρους τοῦ σώματος εἰς βάθος καὶ ὑπὸ τῆς ἐμφύτου θερμότητος κινούμενα, δρῶσιν οὕτως· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων. τῶν δὲ κατὰ ποιότητα δρώντων τὰ μὲν ἐνεργείᾳ ἔχει τὴν ἑαυτῶν ποιότητα παροῦσαν ὡς ὕδωρ πότιμον, πτισσάνη, γάλα· ὑγρὰ γάρ ἐστι καὶ ψυχρά, μὴ δεόμενά τινος ἔξωθεν ἐπικουρίας πρὸς τὸ ψῦξαι καὶ ὑγρᾶναι, ἀλλ’ αὐτόθεν καὶ κυρίως δρῶντα. ὁμοίως δὲ καὶ ἅλες καὶ γῆ καὶ ὅμοια· ξηρᾶς γὰρ ὑπάρχουσι φύσεως καὶ τῇ δυνάμει καὶ τῷ φαινομένῳ καὶ τῇ ἐνεργείᾳ. θάλασσα μέντοι καὶ ἅλμη καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων ὑγρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ φαινομένῳ, ξηρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ. λινόσπερμον δὲ καὶ ἄρτος ξηρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ φαινομένῳ, ὑγρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἀληθείᾳ. Διὰ τί ἔνιοι τὴν μὲν ἡμέραν ὁρῶσι, τὴν δὲ νύκτα οὐχ ὁρῶσι; διὰ τὸ ἔχειν τὸ ὀπτικὸν πνεῦμα παχύτερον καὶ μὴ δύνασθαι διαβαίνειν τὸν ἀέρα ἐπὶ τὸ ὁρατόν· ἐν νυκτὶ δὲ παχὺ γίνεται διὰ τὸ καταψύχεσθαι τῇ ἀπουσίᾳ τοῦ ἡλίου· οἱ δέ φασιν, ὅτι ἐν μὲν ἡμέρᾳ ὑπὸ τοῦ ἀέρος λεπτοῦ καὶ θερμοῦ ὄντος λεπτύνεται, ἐν δὲ νυκτὶ παχύνεται· ἐπὶ μέντοι αἰλούρων καὶ ὑαίνων καὶ νυκτερίδων τὸ ἔμπαλιν· ἡμέρας οὐχ ὁρῶντα σχεδὸν νύκτωρ ἀκριβῶς ὁρῶσιν· ἔχουσι γὰρ τὸ ὀπτικὸν πνεῦμα λεπτότατον καὶ διαυγέστατον. |
| 1 68 [15] | καὶ ἐν μὲν νυκτὶ μετρίως παχυνόμενον ἐπιτήδειον γίνεται πρὸς ἀντίληψιν τῶν ὁρατῶν, ἐν δὲ τῇ ἡμέρᾳ καὶ τῷ λαμπρῷ φωτὶ ἄγαν λεπτυνόμενον διαφορεῖται καὶ σκεδάννυται· ὅθεν καὶ λέοντες τοιοῦτοί ποσως ὄντες διὰ τοῦ ἡλίου διαβαίνειν οὐ δύνανται· καὶ πῦρ μεθ’ ἡμέραν ὁρῶντες φεύγουσιν· ἔστι δὲ ὁρᾶν αὐτῶν καὶ τὴν κόρην ἄγαν καταλαμπομένην· ἔχουσι δὲ καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν διαυγέστατα. Διὰ τί ἐν νυκτὶ καθεύδοντες καὶ ἀθρόως ἀνοίγοντες τοὺς ὀφθαλμοὺς φῶς ὁρῶμεν; ὅτι τὸ ὀπτικὸν πνεῦμα συναγόμενον καὶ πολὺ γινόμενον ἐν τῷ καθεύδειν ἀθρόως καὶ πολὺ ἐξιὸν κατὰ τὸ σκότος καὶ λάμπον αὐτὸ ὁρᾷ φωτοειδές. |
| 1 70 [5] | Διὰ τί οἱ αἰδούμενοι τοὺς ὀφθαλμοὺς συμπεφύκασιν· οὕτω γὰρ καὶ τὰ πάθη τῆς ψυχῆς δι’ ὀφθαλμῶν ὁρῶμεν, λυπουμένης, ὀργιζομένης, αἰδουμένης. ἐπειδὴ τοίνυν οὐκ ἀντέχει ἡ ψυχὴ πρὸς τὸ τιμῆς ἄξιον ἀντιβλέπειν συνειδήσει τινὶ ἐπὶ χρόνον πολύν, ἀναγκάζει τοὺς μῦς τῶν ὀφθαλμῶν ἕλκειν αὐτοὺς ἐπὶ τὸ κάτω δίκην καλύμματι τοῦτο πράττουσα. Διὰ τί ἡ ἀκοὴ παντὸς ἀνέχεται ὑγροῦ χωρὶς ὕδατος; ὅτι ψυχρὸν ὂν τῷ ἀκουστικῷ νεύρῳ προςομιλεῖ παραχρῆμα. |
| 1 71 | τὸ γὰρ ψυχρὸν νεύροις πολέμιον. Διὰ τί ἀνέμου σφοδροῦ μέλλοντος κινεῖσθαι ὡς ἀστέρος διατρέχοντος προδηλοῦσιν αὐτὸν ἢ ὡς ἀστραπαὶ καὶ μάλιστα καθαροῦ ὄντος τοῦ ἀέρος. |
| 1 72 [5] | φημὶ ὅτι ἤρξατο μὲν κινεῖσθαι καὶ ἡμῖν μὲν ὡς παχυμερέσι τοῖς σώμασι καὶ δυσαισθήτοις οὔπω κατὰ δῆλόν ἐστιν. τὸν μέντοι ἀνώτερον ἀέρα ὡς λεπτομερῆ καὶ αἰθεροειδῆ κινῶν ἐκπυροῖ αὐτὸν καὶ μέρη αὐτοῦ σπινθηροειδῆ ὁρῶμεν. καὶ οὕτω λοιπὸν τῷ χρόνῳ σφοδρότερος γιγνόμενος κινεῖ καὶ τὸν περίγειον καὶ τὸν παχύτερον ἀέρα. καὶ οὕτως αἰσθόμεθα. Διὰ τί διὰ στενῶν τόπων ἄνεμος διαβαίνων ἰσχυρότερός ἐστι μᾶλλον ἤπερ δι’ εὐρυτέρων; ὅτι συναγόμενος εἰς ἕνα τόπον τονοῦται μείζων ἑαυτοῦ γιγνόμενος καὶ μεγεθύνεται καὶ σφοδρύνει. |
| 1 73 [5] | ἐπὶ δὲ τῶν εὐρυτέρων χωρίων ἐξαπλούμενος καὶ σκεδαννύμενος, ἄτονος καὶ ἀσθενὴς γίνεται. παραπλησίως δὲ καὶ τὸ θερμὸν καὶ αἱ ποιότητες καὶ τὰ ὕδατα. Διὰ τί πολλὰ τὰ πόρρωθεν καὶ μεγαλὰ οὐχ ὁρῶντες τὰ πλησίον καὶ μικρὰ ὁρῶμεν, οὓς καὶ μύωπας καλοῦμεν, παρὰ τὸ μυώπης ὁρᾶν. |
| 1 74 [10] | ὅτι τούτοις τὸ ὀπτικὸν πνεῦμα λεπτόν ἐστι καὶ καθαρὸν καὶ πόρρωθεν μὲν ἁπιὸν διαφορεῖται καὶ οὐκ ἀσθενεῖ κατοπτεύειν τὰ ὁρατά, μόλις δὲ τὰ πλησίον ὁρᾷ. καὶ διὰ τοῦτο λεπτόν ἐστι καὶ καθαρόν. οἵ τινες καὶ τὰ μικρότατα πόρρωθεν βλέπουσιν, ὡς καί τινες γέροντες οὔτοι κατὰ τὸ ἐναντίον, διὰ τὸ ἔχειν τὸ πνεῦμα τὸ ὀπτικὸν παχὺ καὶ πολύ. καὶ δέεσθαι κινεῖσθαι μῆκος ὁδοῦ πρὸς τὸ αὐτὸ ἀπολεπτυνθῆναι καὶ ἐπιτήδειον πρὸς ἀντίληψιν ὁρατῶν γενέσθαι· ἐκ τούτου λυτέον καὶ τὰς ὑπολοίπους δύο ἀντιθέσεις. Διὰ τί ὑπὲρ πάντα τὰ ζῷα κύνες μόνοι δεσμοῦνται κατὰ τὴν ὀχείαν; ὅτι στενοπόρος ἐστὶν ὁ αὐχὴν τῆς μήτρας, καὶ τὸ αἰδοῖον ἐν τῇ χρήσει φυσᾶται καὶ οὐκ ἔξεισιν εὐθύς. |
| 1 75 [5] | καὶ ὅτι τὸ σπέρμα κολῶδες ὑπάρχει, ἀμφότερα δὲ αὐτοῖς διὰ πολλὴν ξηρότητα γίνεται· τὸ γὰρ ξηρὸν οἶδε πυκνοῦν καὶ ἀποστενοῦν τὰ μόρια καὶ πηγνύειν τὰ ὑγρά. Διὰ τί μόνοι κύνες ἐν τῷ θέρει λυττῶσιν. |
| 1 76 [5] | ὅτι διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως· φύσει γάρ εἰσι ξηροί, καὶ πλέον ἐν τοῖς καύμασι. θερμαινόμενα οὖν καὶ καταξηραινόμενα ἐκπυροῦνται τὰ ἐν αὐτοῖς ὑγρὰ καὶ ἡ κρᾶσις. καὶ οὕτως μαίνονται καθάπερ φρενιτιῶντες. ὅθεν καὶ τὸ σιαλὸν αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότατον. ὅτι δὲ ἐκπυροῦται δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς, καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεωγμένον τὸ στόμα πρὸς ἔμψυξιν ἀέρος· καὶ ἡ οὐρὰ στραγγαλοῦται ἀπὸ τῆς ξηρότητος καὶ ἰχνοῦται. λυττῶσι δὲ οἱ ἐν αὐτοῖς ξηρότατοι, καὶ οὐ πάντες. τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν. Διὰ τί οἱ ἐξαίφνης καὶ ἀκουσίως τεμνόμενοι, ἧττον ὀδυνῶνται τῶν κατὰ προαίρεσιν τεμνομένων; ὅτι οἱ μὲν ἀκουσίως ἔχουσι τὴν ψυχὴν εἴς τι πρᾶγμα τετραμμένην καὶ ἀνομοίως ἀντιλαμβανομένην τῶν αἰσθήσεων, οἱ δὲ κατὰ προαίρεσιν εἰδότες ὃ μέλλουσι πάσχειν, τρέπουσιν ἀεὶ τὴν ψυχὴν παρὰ τὸ τεμνόμενον σῶμα. |
| 1 77 [5] | καὶ ἀκριβῶς ἀντιλαμβανόμενοι τῆς αἰσθήσεως, μᾶλλον ὀδυνῶνται ἐν τῇ τομῇ. [ἡ λύσις τοῦ ζητήματος ἀπὸ συμπαθείας τῆς κατὰ τὸ μᾶλλον.] Διὰ τί οἱ τὰ βάρη βαστάζοντες μετὰ ᾠδῆς περιπατοῦσιν, ὁμοίως δὲ καὶ οἱ ἕλκοντες; ὅτι τῷ μέλει ἡ ψυχὴ λογικὴ τερπομένη καὶ ἐπ’ ἔλαττον ἀντιλαμβανομένη τῆς αἰσθήσεως οὐχ ὁμοῦ αἰσθάνεται τοῦ βάρους τούτῳ τῷ λόγῳ. |
| 1 78 [5] | λύσις· διὰ τί καὶ ἐπὶ τῶν πενθούντων αὐλοὶ καὶ τύμπανα; καὶ διὰ τί ἐπὶ τῶν λυπουμένων καὶ πενθούντων καὶ νοσούντων εἴθισται πλῆθος ἀνθρώπων συνιέναι καὶ διαφόρους προτείνειν λόγους; νεύουσα γὰρ ἡ ψυχὴ πρὸς τοῖς ῥήμασιν ἧττον ἐπαισθάνεται τῶν συμφορῶν, διὸ τοῖς ἀρχαίοις τέρψεις ἐπενοήθησαν σκηνικαὶ καὶ ποικίλαι, χάριν τῶν περιστάσεων. Διὰ τί οἱ Αἰθίοπες πυρέξαντες ὡς ἐπὶ τὸ πλεῖστον ἀπόλλυνται, καὶ οἱ ὀφθαλμιῶντες ἑλκοῦνται; ὅτι σφόδρα τυγχάνουσι θερμότατοι καὶ ξηρότατοι· καὶ ὥσπερ ἀναστοιχείωσις αὐτοῖς γίνεται καὶ τὸ ὀλίγον ἐν αὐτοῖς ὑγρὸν ἐκδαπανώμενον καὶ φθειρόμενον, λύσιν τῶν λοιπῶν στοιχείων ἐργάζεται· φεύγει δὲ τὸ θερμὸν ἀπορίᾳ τροφῆς καὶ ἐπεγείρεται ψυχρότης ἀπουσίᾳ θερμότητος· καὶ τυραννεῖ ξηρότης ὑγρότητος ἀπωλείᾳ. |
| 1 79 [5] | καὶ διὰ τοῦτο τὰ νεκρὰ σώματα ξηρὰ καὶ ψυχρὰ πέφυκεν· ὅθεν καὶ ὁ θεῖος Ὅμηρος εἰδὼς τὰ μὲν δύο στοιχεῖα φεύγοντα ὡς λεπτομερῆ καὶ κουφότατα, τὰ δὲ δύο παραμένοντα εἶναι τοῖς νεκροῖς σώμασι, φησίν· ἀλ λ ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθ ε, ξηρότατοι καὶ ὑγρότατοι λέγων. ἑλκοῦνται δὲ καὶ κατὰ τὰς ὀφθαλμίας οἱ ὀφθαλμοὶ ὅτι ἀπὸ τῆς φλεγμονῆς τὸ αἷμα ἐκχολούμενον τῇ πολλῇ δριμύτητι διαβιβρώσκει τοὺς ὀφθαλμοὺς διὰ τοῦ ῥεύματος. Διὰ τί ἐν τοῖς συμποσίοις τῷ ποτῷ ἐναντίως οἱ ἄνθρωποι κέχρηνται; ἀρξάμενοι μὲν γὰρ ἐν μικροῖς πίνουσι, πληρωθέντες δὲ ἐν μεγάλοις ποτηρίοις· τοῦτο νομίζεται μὲν εἶναι εὐκαταγέλαστον, ἔχεται δέ τινος αἰτίας εὐλόγου· διὰ γὰρ τὴν εὐωχέαν πρὸς τὸ πίνειν πυκνότερον καὶ συνεχῶς ἄρχονται μὲν ἀπὸ μικροτέρων φιάλων, λήγουσιν δὲ ἐν μείζοσι. |
| 1 80 [10] | αἱ γὰρ μικραὶ αὐτάρκη κόρον ὡς ἐν δαψιλῷ ποτῷ πιεῖν, οὐχ οἷαίτέ εἰσιν. ἐὰν μέντοι ἀπὸ μειζόνων ἄρχωνται, θᾶττον πληρούμενοι πυκνῶς τοῦτο πράττειν ὡς ἐν τρυφαῖς οὐ δύνανται. ἔτι γε μὴν καὶ τῇ ἀθροότητι, καὶ τῷ πλήθει ξενιζομένη ἡ φύσις, εὐθὺς ἀνιωμένη τὸ πλῆθος ἀποστρέφεται· ἐν δὲ τοῖς μικροῖς, κατ’ ὀλίγον ἐθιζομένη καὶ πλῆθος ἐνεγκεῖν δυνήσεται τῷ χρόνῳ. Διὰ τί οἱ ὑδρωπιῶντες ὕδατος πεπληρωμένοι διψῶσιν ἀεί; ὅτι καὶ ἁλμυρὸν αὐτοῖς γίνεται τὸ ὑγρόν, μὴ διοικούμενον ἀλλὰ σηπόμενον, καὶ καταξηραίνει τὸ στόμα τῆς γαστρός. |
| 1 81 [5] | ἄλλως τε καὶ πυρετία λεπτὰ κέκτηνται· πρὸς δὲ τούτοις ὅσον ἡ γαστὴρ διογκοῦται, τὸ λοιπὸν σῶμα μὴ κατὰ λόγον τρεφόμενον καταξηραίνεται, ὅθεν καὶ ἰσχνοῦνται· τὸ γὰρ πλεῖστον τῆς τροφῆς ἐξυδαρούμενον, χορηγεῖται πρὸς γένεσιν τοῦ πάθους. Διὰ τί ἐν τοῖς συμποσίοις, ἐν μὲν τῇ ἀρχῇ τῆς τροφῆς καὶ πρὸ πληρώσεως στενούμεθα ἀνακείμενοι, μετὰ δὲ πλήρωσιν καὶ πρὸς τῇ τελευτῇ τοῦ ἀρίστου, ἀραιούμεθα μηκέτι θλιβόμενοι; ὅτι παρὰ μὲν τὴν ἀρχὴν ὄρεξιν τῶν σιτίων ἔχοντες πλείστην, ἐπὶ τὰ ἐκτὸς πάντων τὴν στρωμνὴν συντρέχουσιν ἀνακείμενοι, καὶ ἀθρόως ἅμα καὶ οὕτως θλίβονται. |
| 1 82 [10] | μετὰ δὲ τὸν κόρον τῆς τροφῆς, ὃς μὲν ἐπὶ τὸ κάτω νεύει μᾶλλον, ὃς δὲ ἐπὶ τὰ πλάγια, καὶ ὃς μὲν ποσῶς ἀνακάθηται, ἄλλου πλέον τοῦ δέοντος ἐπὶ τὰ ἐκτὸς νεύοντος· καὶ οὕτως μετὰ πλήρωσιν τῆς τροφῆς ἀναιροῦνται. ἄλλως γε μήν, καὶ τῷ πάντας ἐξ ἀρχῆς ἐν τῷ ἐσθίειν ἐπὶ τὸν θώρακα καὶ τὰ πλάτη τοῦ σώματος ἀνακεῖσθαι, στενοχωρεῖσθαι, συμβαίνει. Διὰ τί τριῶν χυμῶν ἁπλῶν καὶ μονοειδῶν ὄντων οὐκέτι καὶ τρία νοσήματα μονοειδῆ καὶ ἁπλᾶ συμβαίνει, ἀλλὰ πλείονα. |
| 1 83 [35] | διπλᾶ γὰρ ἐφ’ ἑκάστου συνεχῆ καὶ διαλείποντα; ὅτι διὰ τὸ μὴ μόνον ἀπὸ τῶν χυμῶν γίνεσθαι διαφορὰς νόσων, ἀλλὰ καὶ ἀπὸ τῶν τόπων· ὁ μὲν γὰρ θερμὸς καὶ λεπτὸς χυμὸς ὀξὺν καὶ ὀλιγοχρόνιον καὶ διακαῆ ποιεῖ πυρετόν. ὁ δὲ ψυχρὸς καὶ παχὺς βληχρὸν καὶ πολυχρόνιον· οὕτω γὰρ καὶ τῶν ξύλων τὰ μὲν θερμὰ καὶ ξηρότατα, καθάπερ δάφναι, δᾷδες, ἔλαιον, μεγίστην ἐγείρουσι φλόγα, καὶ τάχιον ἀποκαίονται, τὰ δὲ χλωρὰ καὶ ὑγρὰ ταπεινὸν καὶ καπνῶδες πῦρ ἐξάπτουσι καὶ οὐ βράδιον ἀποκαίονται. πάλιν εἰ μὲν ὁ τόπος πολύς τε καὶ πλατὺς εἴη τάχιστα καὶ μεγίστως ἐξάπτει τὸν χυμόν, τῷ ἅμα εἶναι σεσωρευμένον· καὶ ὑφ’ ἓν ὅλον ἐξάπτεσθαι σηπόμενον· εἰ δὲ ὀλίγος εἴη καὶ στενός, μήτε χωροίη τὸν χυμὸν ὅλως, ἀλλὰ κατὰ μέρος τῷ μὴ ὑφ’ ἓν ὅλον σήπεσθαι ποιεῖ πυρετὸν ἁμυδρὸν καὶ ἐν πολλῷ χρόνῳ καιόμενον. μίξας τοίνυν χυμοῦ φύσιν καὶ τόπον εὑρήσεις πᾶσαν διαίρεσιν, τῶν ἐπὶ χυμοῖς σαπεῖσι πυρετῶν. εἰ μὲν γὰρ ἐν τοῖς μεγάλοις ἀγγείοις, φλεψὶ λέγω, καὶ ἀρτηρίαις ἡ ξανθὴ σαπείη χολή, θερμὴ τυγχάνουσα, διακαέστατον καὶ ὀξὺν καὶ ὀλιγοχρόνιον ἐξάπτει πυρετὸν ὡς καῦσιν· εἰ δὲ ταῖς μικραῖς φλεψὶ καὶ ἀρτηρίαις ταῖς περὶ τὸ δέρμα σαπείη φλέγμα ψυχρόν, βληχρὸν καὶ πολυχρόνιον ποιεῖ πυρετὸν, ὡς ἀφημερινόν. λοιπὸν ἔχων τὰ ἄκρα ἐναλλάττεται ταῦτα· ἐὰν δὲ ξανθὴ χολὴ σαπῇ ἐν τοῖς μικροῖς ἀγγείοις, ποιεῖ πυρετὸν ἔλαττον ὀλιγοχρόνιον καὶ ποσῶς μακρότερον τοῦ καύσου ὡς τριταῖον, ἢ ὀξὺν ἁπλῶς. εἰ δὲ φλέγμα σαπείη ἐν τοῖς μεγάλοις ἀγγείοις ποιεῖ ποσῶς ὀλιγοχρονιώτερον τοῦ ἀφημερινοῦ. ὁμοίως καὶ ἡ μέλαινα, σαπεῖσα μὲν ἐν ταῖς μεγάλαις φλεψί, διὰ τὸ ἐν ἑνὶ χρόνῳ πᾶσαν ὑπεκκαίεσθαι ποσῶς, ὀλιγοχρόνιον ποιεῖ πυρετὸν διὰ τετάρτης· εἰ δὲ ἐν ταῖς μικραῖς, πολυχρονιώτερον τεταρταῖον. συνέδραμε γὰρ χυμὸς ψυχρὸς καὶ παχὺς καὶ δυσαλλοίωτος καὶ τόπος στενὸς μὴ συγχωρῶν ἅμα τὴν χολὴν πᾶσαν ἐκκαίεσθαι καὶ ἀναλίσκεσθαι. Διὰ τί, εἰ καὶ τὸ φλέγμα ψυχρόν ἐστι καὶ παχὺ καὶ γλίσχρον, ὁμοίως δὲ καὶ ἡ μέλαινα χολὴ ψυχρὰ καὶ παχεῖα· καὶ ἐλάττων πολὺ τοῦ φλέγματος. |
| 1 84 [10] | ὁ τεταρταῖος πολυχρονιώτερος τοῦ ἀφημερινοῦ; ὅτι τὸ φλέγμα καὶ ψυχρὸν καὶ παχύ, ἀλλ’ ὑγρόν· τὸ δὲ ὑγρὸν εὐαλλοίωτον καὶ εὐμετάβλητον· ἡ μέντοι μέλαινα ξηρὰ καὶ ψυχρά· τὸ δὲ ψυχρὸν δυσαλλοίωτον καὶ δυσμετάβλητον. σοφίζονται οὖν τῇ ὁμοιότητι τῆς ψυχρότητος καὶ τῷ πλεονάζοντι τῆς χολῆς κρύπτοντες τὴν ἐναντίαν καὶ τὴν λοιπὴν ποιότητα· ἄλλο τε τὸ φλέγμα προςῳκείωται τῇ φύσει μᾶλλον τῆς μελαίνης· ὅθεν καὶ ἐπὶ τῶν ὑγιαινόντων ἐν λιμοκτονίᾳ κέχρηται αὐτῷ ἡ φύσις πρὸς τροφήν. ἐπὶ τοίνυν τοῦ ἀφημερινοῦ, ὅσον εὑρίσκει χρήσιμον φλέγμα, τοῦτο δαπανᾷ πρὸς τροφήν, τὸ δὲ ἄχρηστον σηπόμενον ἐξάπτει τὸν πυρετόν. Διὰ τί τεσσάρων χυμῶν ὄντων καί ποτε σηπομένων, τρεῖς γίνονται πυρετοὶ καὶ οὐ τέσσαρες; ὅτι τὸ αἷμα κατὰ φύσιν ἐστὶ καὶ τροφὴ τοῦ σώματος· καὶ πλεονάζον μὲν ποιεῖ μόνον πληθώραν, σαπὲν δὲ οὐκέτι μένει αἷμα. |
| 1 85 [5] | μεταβάλλεται γὰρ θερμαινόμενον εἰς ξανθὴν χολήν· οἱ μέντοι λοιποὶ χυμοὶ πλεονάζοντες μὲν ποιοῦσι νοσήματα, περὶ τὸ δέρμα μάλιστα, ὡς ἕρπητας, καὶ καρκίνους, ἀλφούς, λεύκας· σαπέντες δὲ πυρετούς. Διὰ τί ἐξ ἐναντίας δύο τοίχων, θυρίδων οὐσῶν ἐν ἑκατέρᾳ, συμβαίνει τῆς μιᾶς κεκλεισμένης μηκέτι διὰ τῆς ἑτέρας εἰσιέναι λοιποὺς σφοδρὸν καὶ πολὺν ἄνεμον; ἤπερ ὑπαρχούσης αὐτῆς ἠνεωγμένης διὰ τὸ τὸν κινούμενον ἀέρα, ἤτοι τὸν ἄνεμον, σῶμα τυγχάνειν; ἐπὰν οὖν ἡ μία κλεισθῇ, διὰ τῆς ἑτέρας ὁ εἰσελθὼν ἀὴρ πληροῖ τὸν τόπον τῆς οἰκίας· καὶ σῶμα ὤν, οὐκ ἐᾷ λοιπὸν ἑτέρῳ ἀέρι σώματι ὄντι ἐπεισιέναι. |
| 1 86 [15] | ἐπὰν δὲ ἡ θυρὶς ἀνεωχθῇ, ὁ προλαβὼν ἔχων δι’ αὐτῆς φυγεῖν, χῶραν δίδωσιν ἐπεισιέναι ἑτέρῳ καὶ πάσης ὁμοίως διὰ τῆς ἀντικειμένης θυρίδος. καὶ οὗτος ἐξιὼν ἄλλον εἰσιέναι συγχωρεῖ διὰ τῆς ἑτέρας· καὶ τοῦτο γίνεται κατὰ τὸ συνεχές· ἐπὰν δὲ κλεισθῇ, ἡ ἐξ ἐναντίας, οὐκέτι τοῦτο γίνεται. Διὰ τί τῶν ἐρώντων τὰ ἄκρα ποτὲ μὲν ψυχρά, ποτὲ δὲ θερμὰ γίνεται· ὅτι ὅτε κέκτηνται λύπην πρὸς τὴν ἐρωμένην, καὶ ἀπελπίζουσι τοῦ τυγχάνειν αὐτῆς, τὸ ἔμφυτον θερμὸν εἰς βάθος συννεύει καὶ μετὰ τῆς φύσεως· καὶ διὰ τοῦτο τὰ ἄκρα καταψύχεται· καὶ ὠχριῶσι δὲ διὰ τοῦτο καὶ σκυθρωποὶ γίνονται· ὅτε δὲ τὸ ἐναντίον, ἢ ἐλπίδα χρηστὴν κέκτηνται παρ’ αὐτῆς, εἴτε θυμοῦνται σφόδρα, τότε τὸ ἔμφυτον θερμὸν νεύει πρὸς τὸ δέρμα σὺν τῇ φύσει, καὶ γίνονται θερμότεροι καὶ ἐρυθρότεροι· καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ ζωγράφοι σωματοποιοῦσι τὸν ἔρωτα, ποτὲ μὲν κατηφῆ καὶ ἡσυχάζοντα, ποτὲ δὲ πετόμενον καὶ μειδιῶντα, παῖδα δὲ εὐτραφῆ· διότι ὁ πόθος σφοδρὸς μέν ἐστιν, οὐ πολυχρόνιος δέ, καὶ δι’ ὅλου παραμένων· ἡ μὲν γὰρ διάθεσις διὰ παντὸς ὡς ἐπὶ γνησίων φίλων, ἢ πρὸς παῖδα, ἢ γυναικὸς πρὸς ἄνδρα· ὁ δὲ ἔρως οὐ διὰ παντός· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐπὶ ξένοις γίνεται· καὶ ἡ μὲν διάθεσις σύμμετρος καὶ οὐ κατάστατος, ὁ δὲ ἔρως σφοδρὸς καὶ μανιώδης. |
| 1 87 [5] | λαμπάδα δὲ κατέχοντα καὶ πτερωτόν, διότι τῶν φιλούντων αἱ ψυχαὶ μετεωρίζονται. καὶ εὐμετάβλητοί εἰσι πτερούμενοι· ἐκκαίεται δὲ αὐτοῖς καὶ τὸ τῆς καρδίας ἔμφυτον θερμὸν ἐκ τῆς ἀπαύστου καὶ σφοδρᾶς φροντίδος τῆς πρὸς τὸ ποθούμενον. καὶ τῇ μὲν δεξιᾷ κρατοῦντα βέλος, ἐν δὲ τῇ ἀριστερᾷ φαρέτρας. ὅτι κατὰ μὲν τὰς ἀρχὰς ἐκ μιᾶς ἀκτῖνος τῶν ὄψεων ὁ ἔρως ἀποτελεῖται· ἅμα γὰρ εἶδε καὶ ἐπόθησεν· ὕστερον δὲ μετὰ τὸ ποθεῖν, συνεχεῖς ἀκτῖνας ἀποπέμπει πρὸς τὸ ποθούμενον ὁ ἐρῶν· αὕτη δ’ ἔοικεν τῷ βέλει τῷ ἀκοντίζεσθαι πρὸς σώματι· ἐν δὲ φαρέτρᾳ τὰ βέλη· διότι κεκρυμμένως τὰς ἀκτῖνας πέμπουσιν οἱ ἐρῶντες· τὸ δὲ ἔθος, ὥσπερ ἄνεμος τὸ πῦρ ἐξάπτει, οὕτω καὶ αὐτὸ τὸν ἐρῶντα· οὐ γὰρ κυρίως ἐξ αὐτοῦ ὁ πόθος. εἰ γὰρ ἦν, τοῦτο δῆλον ὡς ἐχρῆν ἀεὶ τὸν ἐθίζοντα καὶ ἐρᾶν. τὸ δὲ φίλτρον καὶ αἰφνίδιον· γυμνὸν δὲ διότι γίνεται πόθος ἀμέσως καὶ φανερῶς· οὐ γὰρ δι’ ἑτέρου τινὸς ἐρᾷ τις οὐδὲ κεκρυμμένως, οὐθ’ ἥνπερ ἀγνοεῖ. διὸ καὶ οἱ ἀνδριαντοποιοὶ πρὸς τιμὴν ἐνίοτε γυμνοὺς πλάττουσι θεούς τε καὶ βασιλεῖς, δεῖξαι βουλόμενοι τούτων τὸ φανερὸν τῆς δυνάμεως καὶ γνώμης ἐκτὸς ὂν πάσης κακίας κεκρυμμένης. οὐχ εἷς δὲ ὁ ἔρως ἀλλὰ πλείονες. ἢ ὅτι διάφοροι τῶν πραγμάτων ἔρωτες· ἄλλως γὰρ καὶ ἄλλως ποθεῖ· καθὼς καὶ ὁ θεῖος Πλάτων φησὶ τὸν ἔρωτα πολυκέφαλον θηρίον. ἢ ὅτι πολλοῖς ἔρωσιν ὁ αὐτὸς πολλάκις ὑποπίπτει. μητέρα δ’ ἔχουσιν Ἀφροδίτην· τοῦτ’ ἐστι τὴν Ἐπιθυμίαν· ἄνω γὰρ πλάττουσι τὴν Ἀφροδίτην εἰς Ἐπιθυμίαν. ἱστοροῦσι δὲ τὸν Ἔρωτα ποθεῖν τὴν Ἐριννύν· διότι πολλοὶ παρανόμως ἠράσθησαν· καὶ δυσσεβῶν ἐράσθησαν ἐπιθυμιῶν, ὥςπερ μοι δέδεικται κατὰ τὸ δεύτερον βιβλίον τῶν ἀλληγοριῶν τῶν εἰς θεοὺς ἀναπλαττομένων πιθανῶν ἱστοριῶν· Διὰ τί λοιμικῆς καταστάσεως οἱ μὲν ἀπόλλυνται οἱ δ’ οὔ; ὅτι παρὰ τὴν ἰδιότητα τῆς κράσεως; εἰ μὲν γὰρ εἴη τις ἔχων τὸ σῶμα μεστὸν κακόχυμον, δῆλον ὡς ὁ εἰσπνεόμενος σηπεδονώδης ἀὴρ συνδιαφθείρει καὶ ὅπερ ἔχουσιν ὀλίγον χρηστόν· καὶ οὕτως πᾶς χυμὸς αὐτοῖς συνδιαφθαρείς, ἀνίατα τίκτει πάθη καὶ πλείονα· καὶ οὕτως θνήσκουσιν. |
| 1 88 [25] | εἰ δὲ εἴη ἀπέριττον καὶ εὔχυμον, οὐδὲν ἢ βραχύ τι βλάπτει τούτους ὁ λοιμώδης ἀήρ. ὅτι δὲ ἡ ἐπιτηδειότης ἐφέλκεται τὸ δρῶν αἴτιον ἐνεργεῖν, δηλοῦσιν αἱ ἐκτὸς ὗλαι. δρῦές εἰσι δυσπαθεῖς καὶ πρὸς ἔξαψιν οὐχ ἕτοιμοι μᾶλλον. πολλῷ δὲ πλέον κάλαμοι εὐπαθέστεροι καὶ πρὸς ἔξαψιν ἕτοιμοι μᾶλλον· πολλῷ δὲ πλέον στυπεῖον· ἀλλ’ ἐάν τις διάβροχον ὕδατος παρασκευάσῃ τὸ στυπεῖον, καὶ χλωροὺς λάβῃ καλάμους, τὴν δὲ δρῦν ἄγαν ξηρὰν εἰ καὶ θείω, καταπάσσοι τὸ ἀνεπιτήδειον, ἑτοιμότατα ἐργάζεται πρὸς ἔκκαυσιν πυρὶ προςενέγκας, τὸ δὲ στυπεῖον οὐδὲ ὅλως καήσεται· τούτῳ τῷ παραδείγματι χρώμενος, λύσεις τὸ ζητούμενον, τίνος ἕνεκα κόπος πυρετὸν ἐφήμερον ἢ τὸν ἐπὶ σήψει ποιήσει τὸν ἑκτικὸν πυρετὸν εἰργάσατο. φαμὲν γὰρ διὰ τὴν πρόληψιν τῆς ἐπιτηδειότητος· εἶχε γὰρ τὸ φυσικὸν πνεῦμα καὶ τοὺς χυμοὺς ἀπερίττους, τὰ δὲ στέρνα ξηρότατα. καὶ τὸ αἴτιον ἔδραμεν εἰς ἐκεῖνα· καὶ διὰ τί ἔκκαυσις ἡλίου τῷ μὲν ὕπνον ποιεῖ τῷ δὲ οὔ; ὅτι τῷ μὲν ἦν φλέγμα πλεῖστον καὶ τοῦτο χυθὲν ὕγραινε τὸν ἐγκέφαλον καὶ ὕπνον ὑπήνεγκε· τῷ δὲ ξηρὰ ἡ κεφαλὴ τυγχάνουσα πλέον ξηρανθεῖσα ἀγρυπνίαν ἤνεγκε. Διὰ τί ὁ ἥλιος ἄνθρωπον μὲν μελαίνει, λίνα δὲ λευκαίνει, καὶ κηρὸν μὲν μαλακύνει, πηλὸν δὲ σκληρύνει. |
| 1 89 [5] | πάλιν δὲ διὰ τὴν ἐπιτηδειότητα τῆς πασχούσης ὕλης· οἱ γὰρ χυμὸν χωρὶς τοῦ φλέγματος ὑπερθερμαινόμενοι περὶ τὸ δέρμα διαφαίνονται μέλανες· τὸ δὲ λίνον ὑπὸ νίτρου ἢ ἅλμης ῥυπτούμενον καὶ ὑπὸ τοῦ ἡλίου ἐκδαπανωμένου τοῦ ῥύπου τοῦ λίνου, λευκαίνεται· πάλιν ἕλκων ὁ ἥλιος ἐκ τοῦ κηροῦ τὴν ἐν τῷ βάθει ὑγρότητα μαλακύνει τοῦτον· τὴν δὲ πολλὴν καὶ ἐπιπόλαιον ὑγρότητα ἐκβοσκόμενος τοῦ πηλοῦ, σκληρύνει αὐτὸν ξηραίνων. εἰ τοίνυν περὶ τὸ πάσχον καὶ τὸ ἐνεργοῦν ποιεῖν ἀδύνατον καὶ ἡμετέραν ψυχὴν μὲν εὐσεβείαις ὁπλίσαντας, εὐταξίᾳ δὲ τροφῆς τὸ σῶμα κοσμήσαντας ἀκτήμονι δὲ βίῳ καὶ τοῖς πρὸς τὸ ζῆν μόνον ἀρκούμενοι ἑαυτοὺς καθιερεύσαντες ἐκφυγεῖν τὴν ἐκ τοῦ βίου συμβαίνουσαν ὅσον ἐνδέχεται παράστασιν, καὶ μὴ παρέχειν ἐπιτηδειότητα τῷ δρῶντι φαύλῳ πρὸς τὸ πάσχον ἐνεργεῖν τι, εἴπερ τίς ἐστι δαίμων ἢ ἀστὴρ ἤ τι τοιοῦτον ἐκτὸς αἴτιον. Διὰ τί οἱ ἰκτερικοὶ καὶ δυσδιαχώρητοί εἰσι, καὶ λευκὸν ἄγαν ἔχουσι τὸ σκύβαλον; ὅτι ἡ ξανθὴ χολὴ εἰς ὅλον αὐτῶν ἀνεδόθη τὸ σῶμα· καθὼς οἱ ὀφθαλμοὶ δηλοῦσι καὶ ἡ τοῦ δέρματος χροιὰ καὶ οὐκέτι συρρεῖ πρὸς τὰ ἔντερα τῷ ἐξ ἀρχῆς νόμῳ τῆς φύσεως. |
| 1 90 [5] | καὶ χρώνυσι τὸ σκύβαλον, οὔτε τῇ δριμύτητι ἐρεθίζει τὴν ἀποκριτικὴν δύναμιν τῶν ἐντέρων, πρὸς κένωσιν τῆς κόπρου· καὶ διὰ τοῦτο ἡ ἰατρικὴ καθάπερ καὶ ἄλλαι τέχναι τὴν φύσιν μιμουμένη τοῦ σώματος ἐν περιστάσει νοσοποιῷ καθεστῶτος, σύμμαχος ἀρρωστούσης γίνεται τῆς δυνάμεως. ἐπεὶ γὰρ τὸ σκύβαλον ἐκκρίνεται, τῆς χολῆς ἐρεθιζούσης καὶ ῥυπτούσης, τῶν τε ἐντέρων καὶ τῶν μυῶν ἐπεγειρομένων πρὸς ὤθησιν αὐτῶν, τῆς τε κόπρου μαλακῆς τε καὶ εὐολίσθου τυγχανούσης, ἐκ τῶν παρακειμένων τοῖς ἐντέροις γλίσχρων χυμῶν εἰκότως καὶ ὁ κλυστὴρ ἔχει μὲν ἀντὶ χολῆς τὸ μέλι ῥυπτικόν· τὸ δὲ νίτρον καὶ ῥυπτικὸν καὶ τῇ δήξει διεγεῖρον τὰ ἔντερα καὶ τοὺς μῦς πρὸς ἐξώθησιν· τὸ δὲ ὑδρέλαιον πρὸς ὕγρανσιν καὶ μαλάκανσιν τῆς κόπρου, φρυχθείσης ὑπὸ τοῦ πυρετοῦ· γίνωσκε γὰρ ὡς τότε μὲν ἡ φύσις ἐνεργεῖ μόνη χωρὶς ἰατροῦ. καθάπερ ἐπὶ τῶν κρίσεων τῶν νόσων καὶ τῶν πέψεων· τότε γὰρ θερμός ἐστιν, καὶ ὥσπερ βραβευτής· καὶ κριτὴς ἀνταγωνιστῶν δύο, νόσου καὶ φύσεως, ποτὲ δὲ ἰατρὸς μόνος, ὡς ἐπὶ τῶν ἐξαρθρήσεων καὶ τῆς τῶν ἄρθρων ἐμβολῆς, ποτὲ δὲ ἰατρὸς ἅμα καὶ φύσις ὡς ἐπὶ τῶν ῥυπαρῶν καὶ κοιλίας ἑλκῶν· ὁ μὲν γὰρ ἰατρὸς καθαίρει τὸν ῥύπον τοῖς ῥυπτικοῖς, καὶ δίδωσιν ἀναπέτειαν τοῖς πόροις, ζέσας ὡς ἂν εἴποι τις τὸ ἐπιπωματίζον καὶ ἐμφράττον αὐτούς, ὅπως τὸ αἷμα καθαρὸν παρασκευάσῃ. ἡ δὲ φύσις διὰ τῶν πόρων τοῦ ἕλκους ἀναδίδωσιν αἷμα καθαρὸν ὑπὸ τῶν τροφῶν, μεταβάλλουσα πρὸς σαρκὸς γένεσιν. ὅπερ πάλιν ὑπὸ τῶν ξηραινόντων φαρμάκων πηγνύμενον γίνεται σὰρξ ἐπιτήδειος. Διὰ τί πολλοὶ ληφθέντες συνόχῳ μετὰ κρίσιν μελάντατον ἔχουσιν δέρμα ἐπὶ χρόνον ἱκανόν; ὅτι ὁ σύνοχος ἀπὸ ξανθῆς ἐγίνετο χολῆς, αὕτη δὲ ἐν τῇ ἀκμῇ τῆς νόσου ὑπεκκαεῖσα μετέβαλεν ἐπὶ τὸ μέλος καὶ οὕτως ἐν τῇ κρίσει παρὰ φύσιν διωχθεῖσα παρὰ τὸ δέρμα ἔβαψεν αὐτό, καθάπερ ἐπὶ τῶν λεύκων τὸ δέρμα λευκὸν ὑπάρχει. |
| 1 91 [5] | διότι δὲ τὸ παχὺ τοῦ χυμοῦ καὶ δύςλυτόν ἐστι τὸ τοιοῦτον χρῶμα. Διὰ τί ἡ μέλαινα χολὴ παραγινομένη μαζῷ ἢ σκέλει ἀνάβρωσιν ἐργάζεται, ἐπὶ δὲ τῶν μελαγχολικῶν ἐν ἐγκεφάλῳ συρρέουσα ταύτην οὐ ποιεῖ; ὅτι ἐν μαστῷ μὲν φλέβες πολλαὶ καὶ μεγάλαι διὰ τὴν τοῦ γάλακτος γένεσιν καὶ διὰ τοῦτο τὸ πλῆθος συρρεῖται χολῆς· ὁμοίως δὲ καὶ ἐν τῷ σκέλει διὰ τὴν κατωφερῆ ῥοπὴν ἐπισύρεται χολὴ πλείων. |
| 1 92 [15] | ἐν μέντοι τῷ ἐγκεφάλῳ διὰ τὴν ἀνωφέρειαν καὶ διὰ τὸ λεπτὰς ἔχειν φλέβας ἄνεισι βραχὺ χολή, πρὸς τὸ νύττειν αὐτὸν καὶ μὴ διαβιβρώσκειν. καὶ ψυχρὸς δὲ καὶ ὑγρὸς ὢν ἀντιμάχεται τῇ κράσει τῆς μελαίνης ποσῶς καὶ καταπραΰνει ταύτην. ἡ μὲν οὖν κυρίως μέλαινα χολὴ ποιεῖ τὸν ἀναβρωτικὸν ἐν τῷ μαζῷ καρκῖνον, ἐν δὲ σκέλει χειρώνειον ἕλκος καὶ νομῶδες, ἐν δὲ ἐγκεφάλῳ τὴν θηριώδη μελαγχολίαν. ἡ δ’ οὐ κύριος ἀλλ’ ὁ λεγόμενος μελαγχολικὸς χυμὸς καὶ τρυγώδης, ῥεῦμα μόνον καὶ ὄγκον καρκινώδη χωρὶς ἀναβρώσεσι καὶ μελαγχολίαις ἥμερον. Διὰ τί ἐπὶ τῶν δυσεντερικῶν πάπυρον σφαιρώσαντες ἐμβάλλουσιν εἰς τὸ δακτύλιον καὶ ὠφελοῦσιν; ὅτι τῶν μυῶν συμπεσόντων τῆς ἕδρας, ὑγραινομένη ἡ πάπυρος τῇ διαστομώσει τοὺς μῦς ἐπεγείρει. |
| 1 93 [5] | τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐπὶ ὑποφορῶν συμπεσουσῶν ἐπὶ τῶν ἑλκομένων. τῶν οὖν μυῶν διαστελλομένων, ἡ κόπρος καὶ τὰ λυποῦντα ἐκκρίνεται. Διὰ τί τὰ λεγόμενα καυκάλια ἐν τῷ πληροῦσθαι ὕδατος ψόφον τινὰ ἀποτελεῖ, ὅθεν καὶ ἡ φύσις, καὶ τὸ ποιὸν τοῦ ψόφου εἰς ὄνομα αὐτοῖς μετήνεγκεν, ὡς καὶ τὸ φλοῖσβος καὶ βορβορυγμὸς καὶ τὰ λοιπά; ὅτι τὸ ἀγγεῖον ἐν τῷ μὴ ἔχειν ὕδωρ ἀέρος πεπλήρωται, σώματος λεπτοτέρου τυγχάνοντος ἐν οὖν τῷ καθεῖσθαι ἀθρόως εἰς αὐτὸ τὸ ὕδωρ τῇ βαρύτητι διώκει τὸν ἀέρα ἔξω ὡς λεπτομερῆ. |
| 1 94 [10] | ἅμα γὰρ μένειν ἐν τῷ καυκαλίῳ μέχρι πληρώσεως οὐ δύναται διὰ τὸ τοῖς φιλοσόφοις ἀποδεῖχθαι, μὴ δύνασθαι δύο σώματα τὸν αὐτὸν τόπον κατέχειν κατὰ τὸν αὐτὸν χρόνον. τοῦ οὖν ἀέρος ἐπὶ τὸ ἄνω διωκομένου, ἀθρόως διασθενεῖ τόπῳ ψόφον ἀναγκαίως συμβαίνειν· οὐχ ἕνα δὲ ἀλλὰ πλείους, διὰ τὸ μάχην ὥσπερ τυγχάνειν ἀμφοτέρων· τὸ μὲν γὰρ ὕδωρ ἐπὶ τὸ κάτω βιάζεται τὸν ἀέρα, ὁ δὲ ἀὴρ ἐπὶ τὸ ἄνω τὸ ὕδωρ. καὶ τούτου κατὰ διαδοχὴν γινομένου συμβαίνει καὶ τὸν ψόφον πυκνῶς γίνεσθαι. Διὰ τί ἐπὶ τῶν λεγομένων ἁρπαγίων ἀγγείων ὁ δάκτυλος ἐν τῷ στόματι ἐντιθέμενος αὐτοῦ, τὸ ὕδωρ οὐκ ἐᾷ ῥεῖν διὰ τοῦ πυθμένος· ἐπαιρόμενος δὲ συγχωρεῖ φέρεσθαι; ὅτι ἐν τῷ ἐπαίρεσθαι τὸν δάκτυλον ἐκ τοῦ σώματος, ὁ ἀὴρ εἰσιὼν ὠθεῖ τὸ ὕδωρ ἐπὶ τὸ κάτω, φύσιν ἔχων τοιαύτην· καὶ οὕτως ἔξεισι διὰ τῶν ὀπῶν τοῦ πυθμένος· καὶ διὰ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον πάντα τὰ μηχανικὰ κατασκευάσματα δι’ ὕδατος καὶ ἀέρος ἔχουσι τὴν γένεσιν· ὡρονόμια λέγω καὶ κλεψύδρας, καὶ ἤχους ἐξ ἀγαλμάτων καὶ τὰ ὅμοια. |
| 1 96 [15] | Διὰ τί καὶ οἶνος καὶ ὕδωρ ἐπὶ τῶν πυρεττόντων παρὰ καιρὸν διδόμενος φρενίτην κατασκευάζει, τουτέστι τὰ ἐναντία; ψυχρὸν μὲν γὰρ τὸ ὕδωρ· θερμὸς δὲ ὁ οἶνος. ὅτι ὁ μὲν οἶνος ἀνωφόρος γινόμενος ἐκκαίει σὺν τῷ πυρετῷ τὸν ἐγκέφαλον καὶ ἄγαν ἐκκαταρασσόμενον τὸ πρῶτον ὄργανον τῆς ψυχῆς (ὅπερ ἐστὶ τὸ αἰθεροειδὲς πνεῦμα) ἀναγκάζει τὸ φρονοῦν οὕτως ἐνεργεῖν. δῆλον δὲ τοῦτο ἐκ τοῦ καὶ πολλοὺς ὑγιαίνοντας χρησαμένους ἀκράτῳ πλείστῳ καὶ συνεχῶς εἰς ἔκστασιν τραπῆναι· τὸ δὲ ὕδωρ τῷ πυκνοῦν τοὺς πόρους τοῦ σώματος, τοὺς διαφοροῦντας τὰ ὑπὸ τῶν σαπέντων χυμῶν πνεύματα καὶ παχύνει αὐτούς· καὶ πλείονα διὰ τοῦτο σῆψιν καὶ πυρετὸν γίνεσθαι. πολλάκις δὲ καὶ τὸ ὕδωρ νικώμενον ὑπὸ τῆς ἀμετρίας τοῦ πυρετοῦ, τροφὴ τούτῳ γίνεται ὡς ἔστιν ἰδεῖν καὶ τοὺς ἐν ταῖς καμίνοις βαλλομένους τὸ πῦρ ἐξάπτειν, ἐπιρραίνοντας τῷ πυρὶ βραχὺ τοῦ ὕδατος. Διὰ τί αἱ γυναῖκες ὀξύφωνοι καὶ οἱ εὐνοῦχοι κατὰ παῖδα; ὅτι διὰ τὴν πολλὴν ὑγρότητα εἰς εὖρος αὐτῆς ἡ ἀρτηρία οὐκ ἐπεκτείνεται. |
| 1 97 [5] | τῆς γὰρ θερμότητος ἔργον τὸ διαστέλλειν εἰς πλάτος τοὺς πόνους. ὥσπερ οὖν ὁ στενοπόρος αὐλὸς ὀξύηχος, οὕτως καὶ ἡ τραχεῖα ἀρτηρία. φασὶ δέ τινες τὰς γυναῖκας ὀξυφώνους διὰ τὸ συμβάλλεσθαι ἐν τοκετῷ κράζειν πρὸς εὐχερῆ ἀποτέξεσθαι. ὅπέρ ἐστι ψεῦδος. Διὰ τί τὰ βρέφη ἐν τῷ θέρει σειριᾷ, ὅπερ ὁ πολὺς δῆμός φησι καῦμα ἔχειν αὐτά; πυρέττει γὰρ πυρετὸν λεπτὸν κατὰ βάθος καὶ κοιλοφθαλμιᾷ καὶ ἀγρυπνεῖ καὶ ἀσθενεῖ. |
| 1 98 [15] | ἔνια δὲ καὶ διαρροΐζεται, ὅτι τὰ βρέφη τυγχάνουσιν εὐπαθέστατα καὶ φλεγματικώτερα τὴν κεφαλήν· ἔν γουν τοῖς καύμασι τὸ φλέγμα ὑπερθερμαινόμενον καὶ σηπόμενον ἐξάπτει πυρετὸν καὶ ἐκπυροῖ τὰς μήνιγγας τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο ἀγρυπνεῖ. καὶ ἡ πύρωσις δὲ διὰ τῶν ἀρτηριῶν κατιοῦσα πρὸς καρδίαν καὶ ἐκπυροῦσα τὸ ζῳτικὸν πνεῦμα πυρετὸν ἐξάπτει, τὸν χωρὶς σήψεως. καὶ ἐκχολούμενα δὲ ὑπὸ τοῦ πυρετοῦ διαρροΐζεται λόγῳ φθορᾶς, τῆς χολῆς δακνούσης τὴν κοιλίαν καὶ τὰ ἔντερα. ὅτι δὲ τὸ αἴτιον καὶ ἡ ῥίζα τοῦ πάθους ἐν ἐγκεφάλῳ, δῆλον ἐκ τοῦ τῇ κεφαλῇ προςφέρειν τὰ ἐμψύχοντα καὶ ὠφέλοντα τῆς πυρώσεως κατασβεννυμένης. πάσχουσι δὲ αὐτὸ καὶ τέλειοι ὁμοίως, οἷς ἐν κεφαλῇ φλέγμα ἢ ξανθὴ χολὴ βράγχει σωρευθῇ ἢ καὶ σαπείη· καὶ διὰ τῆς εἰσπνοῆς δὲ καὶ τοῦ πυρώδους ἀέρος τὰ πνευματικὰ ἐκπυροῦται. Διὰ τί τὰ στρογγύλα τῶν ἑλκῶν δυσίατα; ὅτι κατὰ παρουσίαν χολῆς δριμείας καὶ διαβρωτικὰ συνίσταται· τῷ τοίνυν κατὰ σταγόνα συρρεῖν καὶ ἀναβιβρώσκειν, στρογγύλον τὸ ἕλκος ποιεῖ. |
| 1 99 [5] | καὶ διὰ τοῦτο τὰ καυστὰ καὶ ἄγαν ξηραντικὸν προσφέρουσι φάρμακον. οὕτω μὲν οἱ ἰατροί· οἱ δὲ φυσικοὶ καὶ οἱ φιλόσοφοί φασι τῷ μὴ εἶναι ἀρχὴν ὅθεν ἡ οὐλὴ ἄρξηται· ἐν γὰρ κύκλῳ οὔτε ἀρχὴν οὔτε τέλος ἐστὶ λαβεῖν. ὅθεν φασί, καὶ τὸ σχῆμα τοῦτο οἱ ἰατροὶ τῷ σιδήρῳ τέμνοντες ἀλλοιώτερον αὐτὸ ποιοῦσιν. Διὰ τί ἐν τόπῳ τινὶ ἀπιόντες, ἀναγκαίως καταλαβόντες αὐτὸν διαβαίνομεν; ὅτι πολλάκις ἔχομεν τὴν ψυχὴν περί τι πρᾶγμα φροντίζουσαν κἀκεῖσε νεύουσαν καὶ ἐστραμμένην, καὶ μὴ ἐφεστηκυῖαν ἀκριβῶς ταῖς αἰσθήσεσι πρὸς γνῶσιν τῶν οἰκείων. |
| 1 100 | ὥσπερ οὖν ὁρῶντες τὸν τόπον οὐχ ὁρῶσι τῷ μὴ εἶναι τὴν κρίνουσαν τὰ αἰσθητά. Διὰ τί τὸ μέλι τὸ πᾶσι γλυκύτατον τοῖς ἰκτερικοῖς πικρὸν φαίνεται γευομένοις; διότι χολὴν πικρὰν ἔχουσι πλεονάζουσαν ἐν παντὶ τῷ σώματι καὶ ἐν γλώσσῃ· τὸ οὖν μέλι ἐσθιόμενον τὸν ἡσυχάζοντα πικρὸν χυμὸν ἀνακινεῖ. |
| 1 101 [5] | καὶ ἡ γνῶσις λοιπὸν ἀντιλαμβανομένη τῆς πικρότητος τῆς χολῆς φαντασίαν ποιεῖ τοῦ νομίζεσθαι τὸ μέλι πικρὸν ὑπάρχειν. Διὰ τί ἐπὶ τῶν ἄγαν ὀργιζομένων οἱ ὀφθαλμοὶ πυρώδεις γίνονται; διότι θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος καὶ θερμοῦ πνεύματος· τοῦτο οὖν ὡς λεπτομερὲς ἀνώφορον γίνεται καὶ διὰ τῶν ὀφθαλμῶν διαφανεστάτων ὄντων φαίνεται· ἔχουσί γε μὴν καὶ ἀτμοὺς αἱματικοὺς ἀνιόντας, ὅθεν καὶ τὸ πρόσωπον ἐρυθρὸν φαίνεται· τοῦτο τοίνυν τὸ πάθος εἰδὼς καὶ Ὅμηρος γινόμενον ἔφη· ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτη ν. |
| 1 103 [5] | Διὰ τί τὸ ὕδωρ ἐπιρραινόμενον τοῖς ὄφεσι ἐκδιώκει αὐτούς; ὅτι φύσει ψυχροί εἰσι καὶ ξηροὶ καὶ νευρώδεις καὶ ὀλιγόαιμοι καὶ τὴν ἄμετρον ψύξιν φεύγουσιν. ὅτι δὲ τοιαύτης εἰσὶ κράσεως, δῆλον ἐκ τοῦ κατὰ τὸν χειμῶνα τοὺς φωλεοὺς ἐπιδιώκειν καὶ τὰ βάθη τῆς γῆς, ὡς θερμοτέρου ἡλίου τε δύνοντος ὡς ἐπὶ τὸ πλεῖστον φεύγειν, πάλιν ὡς ψυχρὸν τὸν ἀέρα. καὶ πάλιν ἐν τῷ θέρει τοῦ βάθους τῆς γῆς ψυχροῦ γινομένου, φεύγοντας ἐκεῖθεν μετιέναι τοὺς θερμοὺς τόπους. Διὰ τί τὸ ᾠὸν ὀπτόμενον ῥήγνυται οὐκέτι δὲ καὶ ζεννύμενον; ὅτι ὁμιλοῦν τῷ πυρὶ τὸ ἐν αὐτῷ ὑγρὸν ἀμέτρως θερμαινόμενον καὶ καιόμενον, πλείονα πνεύματα τίκτει. |
| 1 104 [5] | ταῦτα τῇ στενοχωρίᾳ τὴν ἔξοδον ζητοῦντα, ῥήξαντα τὸ ὄστρακον, χρῆται φυγῇ. τοῦτο δὲ ποιοῦσι καὶ ἐπὶ πίθων καὶ κεράμων, νέου τοῦ οἴνου τυγχάνοντος καὶ βράζοντος. ἔτι γε μὴν καὶ ἡ πολλὴ φλὸξ τοῦ ᾠοῦ τὸ ὄστρακον τῇ ὑπεροπτήσει ῥήγνυται, ὅπερ πάσχουσι καὶ οἱ κέραμοι ὑπεροπτώμενοι· διὸ καὶ φυσικῶς ὁ πολὺς ὄχλος ὕδατι τὸ ᾠὸν προβρέχει κατὰ τὴν ὄπτησιν· τὸ μέντοι θερμὸν ὕδωρ τῇ μαλακότητι κατ’ ὀλίγον χέει τὰ ὑγρὰ καὶ διαφορεῖ τῇ ἀραιώσει. Διὰ τί ἐν τῇ κατὰ τὴν συναφὴν ἡδονῇ τοὺς ὀφθαλμούς ποσως μύουσιν οἱ ἄνθρωποι καὶ ἐν ἄλλαις δέ τισι τῶν αἰσθήσεων; ὅτι ὑπὸ τοῦ πάθους νικώμενοι πλείονα ταύτης ἀντίληψιν ἐργάζονται, τῶν ὀφθαλμῶν καὶ μηκέτι μετεωριζομένων ἔξω, καὶ τὴν ψυχὴν μετὰ τῆς αἰσθήσεως ἑλκόντων πρὸς τὸν ἀέρα καὶ ἐλάττονος αἰσθήσεως τῶν σωματικῶν παθῶν παρασκευαζόντων αὐτὴν ἀντιλαμβάνεσθαι. |
| 1 106 [10] | Διὰ τί ἔνια τῶν μονοειδῶν βοηθημάτων ἐναντίας δυνάμεις ἔχει, ὡς ἡ πεῖρα διδάσκει; μαστίχη γὰρ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ τονοῖ, ὄξος δὲ θερμαίνει καὶ ψύχει. λέγω ὅτι τὸ εἶναι τὰ ἐν αὐτοῖς ἄτομα καὶ σμικρότατα σώματα κατὰ παράθεσιν καὶ μὴ κατὰ κρᾶσιν, ὡς ψάμμον ὑγρότητι δεσμουμένην καὶ σῶμα ἓν ἀποτελοῦσαν τὸ φαινόμενον· τῇ δὲ ἀληθείᾳ πολλῶν σωμάτων τοῦ ψάμμου σμικροτάτων ὄντων. εἰ τοίνυν ἀληθὲς τοῦτο πέφυκεν, οὐδὲν ἄτοπόν ἐστιν ἐν ἄλλοις καὶ ἄλλοις μέρεσι τῆς μαστίχης κρύπτεσθαι τὰς ἐναντίας δυνάμεις καὶ ποιότητας καὶ μὴ κεράννυσθαι πρὸς ἑαυτάς, τῆς φύσεως οὕτως ἐπ’ αὐτῶν μόνων τῶν σωμάτων νόμον ὑποθεμένης. Διὰ τί ἐπὶ τῷ προσπταίσματι τοῦ ἐν ποδὶ δακτύλου βουβὼν ἐπανίσταται; ὅτι ἡ φύσις ἀεὶ προνοουμένη τούτου τοῦ σώματος, εἴωθε προστρέχειν τοῖς ὀδυνομένοις μορίοις πρὸς ἐπικουρίαν αὐτῶν. |
| 1 107 [5] | ἐπεὶ δὲ ὀχήματι κέχρηται τῷ χρηστοτέρῳ τῶν χυμῶν, καὶ τρέφοντι καὶ συμφύτῳ φημὶ τῷ αἵματι, ἐπὰν ἀναγκαῖον πληροῦσθαι τὰς ἐν τῷ βουβῶνι μεγίστας φλέβας ἐνούσας· καὶ οὕτως καὶ τοὺς μεταξὺ τῶν ἀγγείων ἀδένας, στρογγυλοειδῶς σῶμα τυγχάνοντας ἡ οὖν ἄμετρος σφήνωσις, φλεγμονὴν καὶ ἔπαρσιν ἐργάζεται καὶ καλεῖται τοῦτο βουβών, τοῦ πάθους τὴν προσηγορίαν τῷ τόπῳ χαρισαμένου. Διὰ τί τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νεφροὺς ἡ φύσις οὐκ ἐδωρήσατο; ὅτι πολλῆς ὑγρότητος ἐδεῖτο πρὸς γένεσιν καὶ αὔξησιν τῶν πτερῶν· καὶ τὸ γυμνάζεσθαι δὲ κατὰ τὴν πτῆσιν ἐξαναλίσκει ταύτην, καὶ οὐκ οὐροῦσιν μὲν ὅλως· πίνοντα δὲ τὴν κόπρον ἔχει ἐξιοῦσαν σὺν ὑγρότητος ἀμετρίᾳ. |
| 1 109 [10] | Διὰ τί τὰ μὲν παιδία ἐν τῇ οὐρηδόχῳ κύστει τοὺς λίθους τίκτει, οἱ δὲ γέροντες ἐν τοῖς νεφροῖς; διότι στενοπόρους ἔχει τοὺς νεφροὺς τὰ παιδία, καὶ γεώδης χυμὸς καὶ παχὺς διὰ τῶν νεφρῶν ἐρχόμενος, τῇ βίᾳ τῆς στενοχωρίας ἐξωθεῖται ὑπὸ τῶν οὔρων, ἀπό τε τῶν νεφρῶν καὶ τῶν σωληνοειδῶν ἀγγείων, ἐπὶ τὴν οὐρηδόχον κύστιν. αὐτὴ δὲ εὐρύπορος οὖσα χώραν δίδωσι καὶ τῷ οὔρῳ πρὸς διάβασιν καὶ τῷ λιθοποιῷ χυμῷ πρὸς ὑφίζησιν καὶ πῆξιν ἰδίαν· ἐπὶ δὲ τῶν γερόντων ἀραιοπόροι τυγχάνοντες οἱ νεφροί, παρέχουσι χώραν καὶ τῷ οὔρῳ πρὸς ἔξοδον καὶ τῷ γεώδει χυμῷ πρὸς ὑφίζησιν τῆς πήξεως τοῦ λίθου. ἡ δὲ χρόα τοῦ λίθου δηλοῖ καὶ τὸν χυμὸν τὸν γεννήσαντα. ἡ λύσις ἀπὸ διαπλάσεως καὶ κατασκευῆς μορίων. Διὰ τί εἰ ὁ λίθος ὑπὸ θερμότητος πήγνυται (θερμὰ γὰρ τὰ παιδία) ὁμοίως δὲ καὶ ἐπὶ γερόντων; οὐ γὰρ ἂν δῶμεν τοσαύτην ψύξιν ὡς ἐπὶ κρυστάλλου καὶ χιόνος. |
| 1 110 [5] | νέκρωσις γὰρ ἂν τῶν νεφρῶν ἦν ἡ ἀκρότης τῆς ψύξεως· οὐ χρώμεθα οὖν τοῖς ἐναντίοις πρὸς λύσιν τῆς πήξεως, ἀλλὰ τοῖς ὁμοίοις· λέγω δὲ τοῖς θερμοῖς, ὡς πετροσελίνῳ, μαράθρῳ καὶ τοῖς ὁμοίοις. φημὶ ὅτι τῇ ἄγαν καύσει καὶ τῇ ὑπεροπτήσει θρύπτεσθαι συμβαίνει τὸν λίθον εἰς ψαμμία, καθάπερ κἀπὶ τῶν ὑπεροπτωμένων ὀστράκων τε καὶ κεράμων ψάμμος ἀποτελεῖται. καὶ λοιπὸν οὕτως εὐχερῶς ἀπουρεῖσθαι τοὺς μικροὺς λίθους μετὰ τῶν ψαμμίων· συμβαίνει δέ ποτε καὶ ψυχροῦ πόσει, τὸν λίθον εὐχερῶς ἐξουρηθῆναι τῶν νεφρῶν τονωθέντων καὶ τῇ ἄγαν ῥώσει διὰ τῆς ἀποκριτικῆς δυνάμεως ἐξουρούντων αὐτάς· ἔτι γε μὴν καὶ τὴν ἄμετρον πύρωσιν τῶν νεφρῶν ὑπὸ τοῦ ψυχροῦ κατασβέννυσθαι τὴν πηκτικὴν τῶν λίθων αἰτίαν. Διὰ τί τὰ ἐν νεφροῖς καὶ οὐρηδόχῳ κύστει ἕλκη δυσίατα; διότι τὸ οὖρον δριμὺ ὂν ἀναξηραίνει τὴν ἀπὸ τῶν βοηθημάτων πρόςκαιρον ἀπούλωσιν γινομένην· καὶ μᾶλλον τὰ ἐν κύστει ἀνίατα, διὰ τοῦ καὶ παραμένειν αὐτόθι τὸ οὖρον, ἐν δὲ τοῖς νεφροῖς διαβαίνειν. |
| 1 112 [5] | Διὰ τί ἐν τῇ ἐμβάσει θερμὸν ὕδωρ κινούμενον θερμότερον ἡμῖν φαίνεται, καὶ σχεδὸν τὸ σῶμα καῖον τὸ ἡμέτερον; ὅτι κατελθόντων ἡμῶν, τὸ μὲν προςομιλῆσαν θερμὸν ὕδωρ ποιῆσαν ἔπαθεν, τούτεστι θερμάναν τὸ ἡμέτερον σῶμα, ἔψυκταί ποσως ὑφ’ ἡμῶν. πάντα γὰρ τὰ ἐν γενέσει καὶ φθορᾷ ποιοῦντα, καὶ πάσχει πάντως, ἐπειδὴ τοίνυν καταψυχθέν ποσως οὐκέτι παραπλησίως θερμαίνει, δῆλον ὡς ἐθίσαντες αὐτό, οὐκέτι αἰσθανόμεθα αὐτὸ θερμὸν ὥσπερ καὶ ἐξ ἀρχῆς διὰ τὸ καθαιρεθῆναι τὴν ἄμετρον θερμότητα αὐτοῦ παρ’ ἡμῶν. ἐὰν οὖν κινήσαντες τὸ θερμὸν ὕδωρ ἐκεῖνο μὲν τὸ προςομιλῆσαν τῷ δέρματι μετακινήσωμεν, ἕτερον δὲ θερμὸν ὕδωρ προςέλθῃ γνήσιον μηδέπω ποιῆσαν καὶ παθὸν ὑπὸ τοῦ δέρματος, φυλάττον αὐτοῦ τὴν ἀμετρίαν τῆς θερμότητος, εἰκότως ἡμῖν θερμὸν καὶ καῖον φαίνεται τοσοῦτον χρόνον, ἄχρις ἂν καὶ αὐτὸ δράσαν πάθῃ καὶ καθαιρήσῃ τῆς αὐτοῦ θερμότητος, καθάπερ καὶ τὸ πρότερον, καὶ τοῦτο δυνατὸν ποιεῖ. καὶ κατὰ διαδοχήν· ἐφ’ ὅσον γὰρ κινούμενον τὸ θερμὸν ὕδωρ, ἐπὶ τοσοῦτον ἀεὶ τὸ προσιὸν ἡμῖν θερμὸν φαίνεται κατὰ ἀλήθειαν. καὶ διὰ τοῦτο ὁ πολὺς δῆμος φυσικῶς ὁρμώμενος, βουλόμενος τὸ σῶμα κατὰ τὴν ἔμβασιν πλέον θερμαίνεσθαι, κινεῖ τὸ θερμὸν συνεχῶς ἐφ’ ὅσον βούλεται χρόνον. Τίνος ἕνεκεν, εἰ πᾶν κινούμενον θερμότερον ἑαυτοῦ γίνεται καὶ μάλιστα ἐν θερμῷ ἀέρι καὶ τόπῳ, ὁ ἀὴρ ἐν τῷ ῥιπίζεσθαι κινούμενος, ψυχρότερος ἡμῖν φαίνεται κατὰ τὴν ἁφήν, καὶ μάλιστα κατὰ τὸ θέρος; ὅτε καὶ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος πλέον ἐκπυροῦται, τοῦτο δοκεῖ ὑπ’ ἐναντίον εἶναι τῷ πρὸ αὐτοῦ. |
| 1 113 [20] | τὸ γὰρ θερμὸν ὕδωρ θερμότερον ἡμῖν ἐφαίνετο σαλευόμενον, ἐνταῦθα δὲ ψυχρότερος ἡμῖν ὁ θερμὸς ἀὴρ φαίνεται κινούμενος καὶ ῥιπιζόμενος. φημὶ ὅτι ἀεὶ τό τινος πλεῖον κατὰ ποιότητα ἢ δύναμιν νικᾷ μὲν καὶ τρέπει τὸ ἔλαττον, ἀντιπάσχει δὲ μετρίως ὑπ’ αὐτοῦ τὸ ἰσχυρότερον. τὸ οὖν θερμὸν ὕδωρ, ἄγαν ὂν θερμὸν ὡς πρὸς τὸ σῶμα τὸ ἡμέτερον, θερμαινόμενον ἀντιψύχεται καὶ οὐ τὴν αὐτὴν ἔτι φυλάσσει ποιότητα. ὁ μέντοι περιέχων ἡμᾶς ἀὴρ ἐν τῷ θέρει μετρίως θερμὸς ὑπάρχων ὡς πρὸς σύγκρισιν τοῦ θερμοῦ ὕδατος ὁμιλῶν τοῖς σώμασιν ὑφ’ ἡμῶν ἐκπυρουμένων ὑπὸ τῆς θερμῆς καταστάσεως, θερμαίνεταί ποσως, καὶ οὕτως ἡμᾶς ἀντιθερμαίνει, ὅπερ δρῶσι καὶ τὰ λινᾶ ἱμάτια. ψυχρὰ γὰρ ὄντα πρῶτον ὑφ’ ἡμῶν θερμαινόμενα, οὕτως ἀντιθερμαίνει ἡμᾶς. δῆλον τοίνυν ὡς ἐν τῇ ῥιπίσει μετακινούμενος ἐκ τοῦ σώματος ὁ ὑφ’ ἡμῶν θερμανθεὶς ἀὴρ καὶ ἕτερος προσιὼν ἀθέρμαντος, ψυχρὸς ἡμῖν φαίνεται· καὶ τοῦτο γίνεται κατὰ διαδοχήν. Διὰ τί τὰ γινόμενα ἕλκη ἐν τῇ κόρῃ τοῦ ὀφθαλμοῦ καὶ ἀπουλούμενα λευκὰ φαίνεται, τὰ δὲ ἐκτὸς τῆς κόρης ἐν τῷ μέλανι οὐκέτι; ὅτι διὰ τῆς κόρης μόνης ἔξεισι τὸ ὀπτικὸν πνεῦμα διαυγέστατον ὂν καὶ φωτοειδές. |
| 1 114 [5] | ἐν οὖν τοῖς λευκώμοις τῆς οὐλῆς πυκνωσάσης τοὺς πόρους τοῦ κερατοειδοῦς χιτῶνος, οὐκέτι τὸ ὀπτικὸν πνεῦμα διέξεισιν· καὶ λοιπὸν συναγόμενον τῷ πλήθει καὶ καταλάμπον τὴν οὐλὴν λευκὴν αὐτὴν ἀποδείκνυσι· τῷ δὲ μὴ ἐξιέναι διὰ τὴν πύκνωσιν τὸ πνεῦμα τῆς ὄψεως οὐδὲ ὁρῶσιν. Διὰ τί τὰ ἄχυρα καὶ θερμὸν ὕδωρ φυλάττει καὶ χιόνα τὴν ψυχράν, τούτεστι τὰς ἐναντίας ποιότητας; φημὶ τὴν φύσιν τῶν ἀχύρων εἶναι χωρὶς σαφοῦς ποιότητος, διὸ καὶ ἄποιά τινες αὐτὰ προςηγόρευσαν. |
| 1 115 [10] | ὄντα οὖν εὔκρατα μᾶλλον, θᾶττον συμβάλλεται οἷς ἂν ὁμιλήσειε, τὴν κρᾶσιν ἐκείνων ἀναλαμβάνοντα. θερμανθέντα τοίνυν ὑπὸ τῆς τοῦ θερμοῦ προςομιλίας, ἀντιθερμαίνουσιν αὐτὸ καὶ φυλάττουσιν· ὁμοίως δὲ καὶ ψυχθέντα παρὰ τῆς χιόνος, ἀντιψύχοντα ταύτην τηροῦσιν αὐτῆς τὴν ψυχρότητα· καθάπερ καὶ τὸ ἔλαιον εὔκρατα καὶ ἄποια τυγχάνοντα συμμεταβάλλοντα τῇ ποιότητι τῶν σὺν αὐτοῖς μιγνυμένων τὴν ἐκείνων ἀναλαμβάνοντα κρᾶσιν. Διὰ τί ἐν χειμῶνι τοῦ ὑετοῦ παυσαμένου, τὰ ἄστρα φαιδρότερα ἡμῖν φαίνεται; διότι παρά τε τῶν ἀνέμων καὶ τῶν ὑετῶν ὁ περιέχων ἡμᾶς ἀὴρ καὶ πᾶς ὁ εἰς ὕψος ὑπὸ τῆς κινήσεως λεπτυνόμενος καὶ ὡς ἂν εἴποι τις σμηχόμενος, δίδωσι τῇ ὄψει καθαρωτέραν ἀντίληψιν τῶν ἀστρῴων σωμάτων καὶ διάβασιν εὐχερῆ καὶ πλείονα· δῆλον δὲ τοῦτό ἐστιν ἐκ τοῦ καὶ ἐν καθαροῖς καὶ αὐγέσιν ὕδασιν ἐν ἐμβάσεσιν οὖσαν, ὁρᾶν μᾶλλον καθαρὰ καὶ φαιδρότερα τὰ ἐγκείμενα σώματα, ἐν δὲ παχέσι καὶ ὑλώδεσι μηδόλως ὁρᾶν ἢ ἀμυδρῶς ὁρᾶν αὐτά. |
| 1 117 [5] | Διὰ τί πολλάκις ἐν τῷ οὐρεῖν φρίττομεν; διότι χολὴ δριμεῖα συρρέουσα καὶ δάκνουσα τὴν οὐρηδόχον κύστιν ἐρεθίζει καὶ πᾶν τὸ σῶμα διεγείρεται πρὸς συμπάθειαν τοῦ μορίου καὶ τὴν ἀποκριτικὴν δύναμιν μετρίως προβάλλεσθαι καὶ ποιεῖν τὴν λεγομένην φρίκην. τοῦτο δὲ πάσχουσι μάλιστα παῖδες· εἰσὶ γὰρ διὰ τὴν ἀδηφαγίαν περιττωματικώτεροι. Διὰ τί ἐν νυκτὶ μᾶλλον αἱ ὀδύναι σφοδρύνονται; διότι ἡ ψυχή, καθ’ ἑαυτὴν σχολάζουσα καὶ μηκέτι κατά τε τὰς ὄψεις καὶ τὴν ἀκοὴν καὶ γεῦσιν καὶ τὰς λοιπὰς αἰσθήσεις ἐνεργοῦσά τε καὶ περιελκομένη πρὸς τὰς ἔξω πράξεις, πλέον ἀντιλαμβάνεται τῶν σωματικῶν παθῶν κατὰ τὴν ἁπτικὴν αἴσθησιν. |
| 1 118 [20] | ὀλίγαι γὰρ ἐν νυκτὶ γίνονται ψυχικαὶ ἐνέργειαι, ἀναπνοή φημι καὶ λογισμός· ὅτι δὲ ἐπὶ τὰ ἐκτὸς ἑλκομένη ἡ ψυχὴ διὰ τῶν οἰκείων ἐνεργειῶν ἧττον ἀντιλαμβάνεται τῶν τοῦ σώματος παθῶν, δῆλον ἐκ τοῦ κατὰ τὰ πένθη καὶ τὰς νόσους καὶ τὰς λοιπὰς περιστάσεις τὰς ἀπὸ τῶν φίλων ὁμιλίας καὶ διηγήματα κουφίζειν καὶ παραμυθεῖσθαι τῶν πασχόντων τὰ πάθη· γίνωσκε δὲ τὴν μὲν φύσιν περὶ τὰς οἰκείας ἐνεργείας ἔλαττον ἐνεργεῖν ἐν ἡμέρᾳ· λέγω δὴ τὰς πέψεις τῶν τροφῶν καὶ τῶν χυμῶν τὰς ματαβολάς, καὶ τὰς ἐξαιματώσεις καὶ ἀναδόσεις, τὰς θρέψεις, τὰς προσφύσεις, τὰς ὁμοιώσεις καὶ τὰ παραπλήσια· τὴν δὲ ψυχὴν μᾶλλον ἐνεργεῖν περὶ τὰς ἰδίας ἐνεργείας τὰς πέντε αἰσθήσεις καὶ κινήσεις τῶν μορίων παρὰ φαντασίαν καὶ λογισμὸν καὶ μνήμην· ἐν δὲ τῇ νυκτὶ τὸ ἐναντίον, μᾶλλον μὲν δρᾶν τὴν φύσιν, ἐπ’ ἔλαττον δὲ τὴν ψυχήν. Διὰ τί τὰ ὕελα ἐν τῷ χειμῶνι θερμοῦ σφόδρα τινὸς ἐμβληθέντος, ῥήγνυνται; διότι πολλὴν ἐκ τοῦ περιέχοντος κέκτηνται ψυχρότητα κατασπᾶν τὸ ἑαυτῶν σῶμα. |
| 1 119 [15] | ἐπὰν οὖν μὴ προθερμάναντες ἐμβάλωμεν θερμὸν ἄγαν ὕδωρ ἀθρόως, δῆλον ὡς ἐναντίαν ψυχρότητα διώξειεν ἂν ἡ θερμότης· καὶ λοιπὸν αὕτη μετὰ τοῦ πνεύματος ἀθρόως φεύγουσα ῥῆξιν ἐργάζεται τῷ τῆς ὑέλου σώματι. εἰδώσομεν γὰρ τοὺς πόρους τῶν σωμάτων τῆς ὑέλου σώματι. εἰδώσομεν γὰρ τοὺς πόρους τῶν σωμάτων τῆς ὑέλου, κἂν πρὸς τὴν ὄψιν καὶ τὴν αἴσθησιν ἀόρατοι ὦσιν, ἀλλ’ οὖν γε πρὸς αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν φύσιν περιέχουσί τινα λεπτομερέστατον ἀέρα. οἱ δέ φασι τὸ ψυχρὸν ἄγαν ἀποξηραίνειν καὶ ἀποσκληρύνειν τὸ σῶμα τῆς ὑέλου, τῆς τὸ ἐν αὐτῷ λεπτομερέστερον ἤτοι ὑγρὸν ἢ ἀέρα ἐκθλίβεσθαι καὶ ἐκπυρηνίζεσθαι, καὶ οὕτως ἐπιτήδειον γίνεσθαι πρὸς ῥῆξιν καὶ κλάσιν, καθάπερ καὶ τὴν ξηρότητα τῶν ξύλων. οὕτω γὰρ καὶ Ἱπποκράτης ἔλεγε τὸ ψυχρόν, φλεβῶν ῥηκτικό ν· τὸ οὖν ἄγαν θερμὸν εὑρίσκον τοιοῦτον τὸ σῶμα τῆς ὑέλου ἔτι πλέον αὐτὸ καταξηραῖνον, ῥῆξιν καὶ κλάσιν αὐτῷ χαρίζεται. ἐὰν μέντοι προμαλαχθείῃ προθερμανθὲν συμμέτρως, οὐδὲν πείσεται· καθάπερ δὲ οἱ ἀθληταὶ μέλλοντες παλαίειν ἐλαίῳ προμαλάσσονται παρὰ τῶν παιδοτρίβων καὶ οἱ φωνασκοὶ δὲ παιονίζοντες προμαλακύνουσι τὰ ἀναπνευστικά· καὶ γὰρ ἡ ψύξις εὑροῦσα τῶν πόρων ἀναπέτειαν, φύγοι ἂν εὐχερῶς μετὰ τοῦ πνεύματος. καὶ τὸ μαλακὸν τῆς ὑέλου εἶκον τῇ θερμότητι ταχέως θλάσιν οὐχ ὑφίσταται. ὅτι δὲ πόρους ἔχει ἡ ὕελος, δηλοῖ καὶ τὰ ὀστράκινα τῶν ἀγγείων· ἐν γὰρ τῷ θέρει τὸ ἐμβαλλόμενον ὕδωρ ἐξιδροῖ· ἐὰν μὴ πισσωθῇ· ἔστι δὲ καὶ καπνὸν ἰδεῖν ἐξιόντα διὰ τοῦ σώματος τῆς ὑέλου κατὰ τὸν χειμῶνα, ἐπὰν ἐμβάλλῃς θερμὸν ὕδωρ καὶ τὸ κίτριον δὲ ἔξωθεν προςτεθὲν καὶ θλαθὲν τῷ κράμματι ἔνδοθεν ὄντι τὴν αὐτοῦ δίδωσι ποιότητα. Διὰ τί τὰ παιδία καὶ μάλιστα τὰ βρέφη πίπτοντα κατὰ τῆς γῆς οὐ ταχέως κλᾶται, καθάπερ ἄνδρες; ὅτι διὰ τὸ μαλακὸν ὂν τοῦ σώματος εἴκοντος τῷ ἐδάφει τῆς γῆς ἐκλύουσιν αὐτῆς τὸν τόνον καὶ τὸ σκληρὸν πρὸς τὸ μηκέτι δρᾶν· οἱ μέντοι ἄνδρες σκληροσώματοι τυγχάνοντες, τῷ ἀντιβαίνειν σκληρῷ τινι σώματι ἢ λίθῳ τινὶ τὴν τάσιν τῆς πληγῆς ἐπιτείνοντες ἀναγκάζουσι δρᾶν τὸν λίθον εἰς αὐτούς, ὡς σκληρότερον· τῷ λόγῳ τούτῳ καὶ σπόγγος πίπτων οὐ ῥήγνυται, ὑέλος μέντοι ἢ ὄστρακον, ἤ τι τοιοῦτον σῶμα σκληρὸν πίπτον κλᾶται· καὶ ἐντεῦθεν ὁρμώμενος καθ’ ὁμοιότητα λέξοις ἄν, καὶ διὰ τί καὶ κίνησις ἀνέμου σφοδρά, δρῦν μὲν καταβάλλουσα, κάλαμον δὲ οὐκέτι; διότι δρῦς μὲν ὡς σκληρὰ καὶ ἰσχυρὰ εὐμεγέθης ἀντιβαίνουσα τῷ ἀνέμῳ τὴν τούτου δύναμιν ἐπιτείνει, καλαμὸς δέ, ὡς μαλακὸς καὶ κοῦφος καὶ μικρός, εἴκων τῇδε κἀκεῖσε τῇ πνοῇ τοῦ ἀνέμου τὴν δύναμιν ἐκλύει. |
| 1 120 | τούτῳ τῷ λόγῳ καὶ ἀθλητὴς ἀντιβαίνων μὲν τῷ ἀνταγωνιστῇ τὴν δύναμιν αὔξει τούτου· ποσῶς δὲ εἴκων καὶ συμπεριφέρων αὐτὸν τῇδε κἀκεῖσε θᾶττον ἀπεκλύει τὸν τόνον αὐτοῦ. Διὰ τί τὰ βρέφη μέλους ἀκούοντα παρὰ τῶν τροφῶν κλαυθμυρίζοντα μὲν ἡσυχάζει, προϊόντα δέ, καὶ καθεύδει; διότι συνουσίωται μουσικῇ. |
| 1 121 [10] | καθάπερ καὶ πᾶσα ἐπιστήμη καὶ τέχνη τῇ ψυχῇ, ὥσπερ καὶ θερμότης ἔμφυτος τῷ πυρί, καθὼς καὶ ὁ Πλάτων ἔφησε τὰς ἐπιστήμας ἀναμνήσεις τῆς ψυχῆς εἶναι καὶ οὐ διδακτάς. ἀκούσασα οὖν ἡ ψυχὴ τοῦ τοιοῦδε μέλους παρὰ τῶν μελιζόντων ὑπομιμνησκομένη μὲν ἀναγκάζει ἡσυχάζειν τὰ βρέφη. θελγομένη δὲ καὶ εἰς ὕπνον αὐτὰ καταφέρει· ἀμόλυντος μὲν γὰρ οὖσα σώματος τὰς ἐπιστήμας εἱλικρινεῖς ἔχει, μολυνθεῖσα δὲ ἐν σώματι, ὥσπερ εἰς λήθην μετρίαν αὐτῶν ἔρχεται. Διὰ τί τὰ βρέφη αἱ τροφοὶ πρὸς ὕπνον τρέπουσαι κινοῦσιν αὐτά; πρὸς τὸ τοὺς χυμοὺς ὑπὸ τῆς κινήσεως χεομένους κινεῖν τὸν ἐγκέφαλον· τέλειοι μέντοι τοῦτο πάσχειν οὐκ ἀνέχονται. |
| 1 123 [5] | Διὰ τί τῶν ἄγαν μεθυόντων ἔνιοι διπλᾶ βλέπουσι; διότι ὑπὸ τῆς πολλῆς ὑγρότητος οἱ μῦες τῶν ὀφθαλμῶν πληρούμενοι, κατὰ τὸ πλέον ἢ ἔλαττον, καὶ χαλαροὶ γινόμενοι διαστρέφουσι τοὺς ὀφθαλμούς· τοὺς μὲν ἐπὶ τὸ ἄνω, τοὺς δὲ ἐπὶ τὸ κάτω· καὶ οὕτω λοιπὸν αἱ τῶν ὀφθαλμῶν ἀκτῖνες οὐκ εἰς τὸν αὐτὸν ἅμα τόπον συμβάλλουσιν, ἀλλ’ εἰς διαφόρους τόπους καὶ σώματα· καὶ οὕτως ἕκαστος τῶν ὀφθαλμῶν ὁρῶν ἰδία, διπλῆν ὄψιν ἀπεργάζεται. ὅτι δὲ τοῦτο ἀληθέστατον ὑπάρχει, δῆλον ἐκ τοῦ καὶ τοὺς τῷ δακτύλῳ τὸν ἕτερον τῶν ὀφθαλμῶν θλίβοντάς τε καὶ ὠθοῦντας ἐπὶ τὸ ἄνω, διπλᾶ πάντα ἀναγκάζειν ὁρᾶν. Διὰ τί οἱ ἐκ φύσεως στραβοὶ διπλᾶ οὐχ ὁρῶσι; διότι τὴν παρατροπὴν τῶν ὀφθαλμῶν οὐκ ἔχουσιν ἐπὶ τὸ ἄνω καὶ κάτω, ἀλλ’ ἐπὶ τὸ δεξιὸν μέρος καὶ τὸ ἀριστερόν· καὶ πάλιν οἱ ὀφθαλμοὶ κεκτημένοι τὴν αὐτὴν θέσιν, φημὶ δὴ τὴν ἐπ’ εὐθείας, ἔχουσι τὰς δύο ἀκτῖνας ἑαυτῶν εἰς ἓν σῶμα συμπίπτουσας· καὶ οὕτω μίαν χροιὰν καὶ ποιότητα τοῖς ὀφθαλμοῖς ἀναφέρουσι πρὸς ἀντίληψιν αὐτῆς. |
| 1 125 [5] | Διὰ τί τὰ ἡβάσκοντα παιδία τραγᾶ· περὶ ιδʹ ἔτος; ὅτι τότε ἡ διοικοῦσα τὰ ἀνθρώπινα σώματα φύσις πολλὴν καὶ ἀθρόαν μεταβολὴν ἐργάζεται τῆς ἡλικίας· πίστις δὲ τῶν λεγομένων ἡ ἐνέργεια· θεωρεῖν γὰρ πάρεστι τῶν μὲν θηλειῶν τοὺς μαστοὺς αὐξανομένους διὰ τὴν τοῦ γάλακτος συναγωγήν· ἔτι γε μὴν καὶ τοὺς παρὰ τὸ ἰσχίον τόπους διὰ τὴν τοῦ βρέφους παραμονήν, τῶν δὲ ἀνδρῶν θώρακα καὶ ὤμους διὰ τὴν τῶν ἐπιτιθεμένων βαρέων σωμάτων κομιδήν, διδύμους δὲ διὰ τὴν τοῦ σπέρματος ἀπόταξίν τε καὶ μονήν, τὸ δὲ αἰδοῖον διὰ τὴν τοῦ σπέρματος εὐχερῆ πρόοδον· εὐρύνεται δὲ αὐτοῖς καὶ τὸ πᾶν σῶμα, ὡς δηλοῦσι καὶ νόσων μεταβολαί. καὶ λύσεις γεγονυῖαι περὶ ιδʹ ἔτος. καὶ ἡ τῆς φωνῆς δὲ τραχύτης ὃ προςαγορούεται βράγχοι τραγᾶν, ἐκ μεταφορᾶς τῶν τράγων οὕτως κραζόντων. ἐν γὰρ τῷ εὐρύνεσθαι καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἐξ ἀρχῆς συμβαίνει τὰ μὲν αὐτῆς μᾶλλον τὰ δὲ ἧττον εὐρύνεσθαι· καὶ ὥσπερ ἀνώμαλον αὐτῆς τὸ σῶμα κατὰ τὴν ἔνδον ἐπιφάνειαν ὑπάρχειν ἄχρι καὶ τοῦ λάρυγγος· τὸ οὖν πνεῦμα διὰ τῶν μερῶν τούτων ἐξιὸν καὶ ὥσπερ προκόπτον διὰ τὸ ἀνώμαλον τῆς ὁδοῦ καὶ τὴν φωνὴν ἀνώμαλον ἐργάζεται καὶ τραχεῖαν καὶ βραγχώδη· τοῦτο πάσχουσι καὶ οἱ ῥευματισθέντες ἐπὶ τῶν κατάρρων τὴν τραχεῖαν ἀρτηρίαν. ἀπὸ γὰρ τῆς ῥευσάσης ὑγρότητος, ὁ ἔνδον λεῖος ὑμὴν ἀνώμαλως πληρούμενος, ἀνώμαλον καὶ τὴν ἔξοδον τοῦ πνεύματος ἐργάζεται· τοιαύτην ἴσθι καὶ τὴν τῶν τράγων τραχεῖαν ἀρτηρίαν καὶ τὸν λάρυγγα δι’ ὑγρότητα πλείστην, καὶ τοὺς ἔλαιον πλεῖον πίνοντας. τοὺς μέντοι διὰ συνεχεῖς καὶ συντόνους κραυγὰς διὰ ξηρότητα τῆς τραχείας ἀρτηρίας, ἀνώμαλον καὶ τὴν φωνὴν ἔχειν νόμιζε. γεράνων μέντοι καὶ τῶν τραχυφώνων ὀρνέων αἱ ἀρτηρίαι γεγόνασιν ἐκ φύσεως δι’ ὅλου τραχεῖαι· μετὰ δὲ τὸ τῆς ἥβης ἔτος παίδων τὸ τρυγᾶν παύεται λοιπὸν τῆς τραχείας ἀρτηρίας διὰ παντὸς εὐρυνθείσης τελέως καὶ τὴν κατὰ φύσιν ἀπολαβούσης ὁμαλότητα. Διὰ τί τὸ ἔλαιον πινόμενον ἔμετον προκαλεῖται καὶ μάλιστα ξανθῇ χολῇ; διότι κοῦφον ὂν καὶ ἀνωφερὲς προκαλεῖται τὰς τροφὰς ἐπὶ τὸν στόμαχον μετεωρίζον αὐτάς· καὶ οὗτος βαρυνόμενος ἐπεγείρει τὴν ἀποκριτικὴν δύναμιν πρὸς ἔμετον, μάλιστα δὲ τὴν ξανθὴν χολὴν ὡς κούφην καὶ λεπτομερῆ τυγχάνουσαν. |
| 1 126 | ὅτι δὲ τὸ ἔλαιον ἀνωφερές ἐστι, σαφὲς τῇ ἐνεργείᾳ· μιγνύμενον γὰρ ὑγρῷ τινι τρέχει πρὸς τὴν ἄνω χώραν. Διὰ τί τὸ ἔλαιον μόνον τοῖς ὑγροῖς οὐκ ἀναμίγνυται; διότι γλίσχρον ὂν καὶ ἡνωμένον πρὸς ἑαυτό, οὐ δύναται κατατέμνεσθαι εἰς ἄτομα μόρια καὶ συμμίγνυσθαι τοῖς λοιποῖς ὑγροῖς. |
| 1 127 [5] | ὅθεν οὐδὲ κατὰ γῆς χεόμενον θᾶττον διεσδύνει ταύτην. Διὰ τί ἔλαιον μὲν καὶ ὕδωρ ὑπὸ κρύους πήγνυται, οὐκέτι δὲ οἶνος ἢ ὄξος ἢ γάρος; ὅτι τὸ μὲν ἔλαιον, ἄποιον ὂν καὶ μᾶλλον εὔκρατον, ταχέως ψύχεται καὶ οὕτω σφοδρῶς, ὡς καὶ πήγνυσθαι τῇ ἄκρᾳ ψύξει· τὸ δὲ ὕδωρ αὐτόθεν ψυχρὸν ὂν ῥᾷον ἑαυτοῦ ψυχρότερον γινόμενον πήγνυται· ὁ μέντοι γάρος, ὡς λεπτομερὴς καὶ θερμὸς οὐ ταχέως ψύχεται. |
| 1 128 | τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ οἶνος· τὸ δὲ ὄξος ὡς λεπτομερέστατον οὐχ ὑπομένει πῆξιν. Διὰ τί τὰ ἐναντία κατὰ ποιότητα τὸ αὐτὸ δρῶσι; καὶ γὰρ τὸ ψυχρὸν πήγνυσι τὸ ὑγρὸν καὶ τὸ θερμὸν ὁμοίως. |
| 1 129 [5] | οὕτω γὰρ καὶ χιὼν καὶ ζωμὸς πήγνυται ὑπὸ ψυχρότητος, καταπλάσματα δὲ καὶ λίθοι ἐν κύστει παρὰ θερμότητος· φημὶ ὅτι κατ’ ἄλλην καὶ ἄλλην ἐνέργειαν. τὸ μὲν γὰρ θερμὸν τῷ ἐκβόσκεσθαι καὶ δαπανᾶν τὴν πολλὴν ὑγρότητα· τὸ δὲ ψυχρὸν τῇ πυκνότητι πιλοῦν ἐκθλίβει τὴν αὐχμώδη ὑγρότητα, καθάπερ καὶ σπόγγος ὑπὸ χειρῶν θλιβόμενος τὸ ἐν τοῖς πόροις ὕδωρ ἀποβάλλει. Διὰ τί πολλάκις ῥῖγος ἐπαύσατο, φοβεροῦ τινος ἢ κτύπου γενομένου κατὰ τὴν ἐπισημασίαν τῷ πάσχοντι, ἢ ὕδατος ἀθρόως ῥιφέντος; διότι πολλάκις τῷ χρόνῳ τῶν χυμῶν πεφθέντων καὶ λεπτυνθέντων ἡ φυσικὴ θερμότης πᾶσα σφοδρῶς καὶ ἀθρόως ἀπὸ τοῦ δέρματος ἐπὶ τὸ βάθος φεύγουσα, τὸν νοσώδη χυμὸν ἐξαναλίσκει καὶ διαφορεῖ· τοῦτο δὲ ποιεῖ καὶ ἡ θηριακὴ καὶ τὰ πλεῖστα τῶν θερμῶν καὶ ξηρῶν εἰδῶν εὐκαίρως καὶ μετὰ πέψιν λαμβανόμενα. |
| 1 131 [5] | Διὰ τί οἱ στρεφόμενοι πολλὰ παρὰ τὴν συνήθειαν καταπίπτουσιν; ὅτι ἀναγκάζουσι τὸ ψυχικὸν ἐν ἐγκεφάλῳ πνεῦμα ταράσσεσθαι καὶ εἰλεῖσθαι σὺν τοῖς ὑγροῖς, καὶ τοῦτο λοιπὸν ἀνεπιτήδειον γινόμενον πρὸς ὑποδοχὴν ψυχικῆς δυνάμεως, αἰσθητικῆς καὶ κινητικῆς, οὐκ ἐᾶ φέρεσθαι τοῖς τε μυσὶ καὶ τοῖς νεύροις ἐνέργειαν· καὶ λοιπὸν οὕτως τὸ βάρος τοῦ σώματος, μὴ ὀχούμενον καὶ ἀναβασταζόμενον ὑπὸ ψυχῆς, κατὰ γῆς φέρεται πρὸς ἣν καὶ τὴν ῥεῦσιν ἔχει· διὰ τοῦτο δὲ καὶ σκότος ὁρῶσι τῷ τεθολῶσθαι τὸ ὀπτικὸν αὐτῆς πνεῦμα καὶ ἀνομοίως ταῖς λοιπαῖς αἰσθήσεσιν ἐνεργεῖν· ἐπὶ δὲ τῶν κατ’ ὀλίγον ἐθιζομένων πλείονα στρέφεσθαι τοῦτο σπανίως γίνεται τῷ τὴν συνήθειαν μὴ ξενίζειν τὴν ψυχὴν μετὰ τῆς φύσεως, ἀλλ’ ὥσπερ οἰκειοῦσθαι· τῷ χρόνῳ γὰρ τὸ κατὰ βραχὺ καὶ συνεχῶς γινόμενον λανθάνον τὴν αἴσθησιν καὶ πολὺ γινόμενον, οὐκ οἶδεν οὐκέτι ξενίζειν, οὐδ’ ὅ τι οὖν τῶν ἀντιλήψεων μεταλαμβανόντων. Διὰ τί τὰ ὑέλινα κάτοπτρα λάμπουσιν ἄγαν; ὅτι ἔνδοθεν αὐτῶν χρίουσι κασσιτέρῳ· πέφυκε δ’ αὐτοῦ ἡ φύσις διαυγὴς καὶ τῇ ὑέλλῳ ἀναμιγνυμένη λαμπρᾷ οὔσῃ πλέον διαυγάζεται, καὶ τὰς ἰδίας ἀκτῖνας διὰ τῶν πόρων τῆς ὑέλλου παραπέμπουσα διπλασιάζει τὸ ἐπὶ πολλῆς καὶ ἐκτὸς τοῦ σώματος τῆς ὑέλλου· καὶ οὕτως γίνεται σφόδρα λάμπουσα. |
| 1 132 [5] | τῶν δὲ ποιοτήτων, αἱ μὲν οὐδόλως εἰς βάθος παραπέμπουσιν ἑαυτῶν τὴν ποιότητα, ὡς λευκότης καὶ μέλαν, καὶ πυρρόν, καὶ τὰ ὅμοια. αἱ δὲ εἰς βάθος διαπέμπουσι τὴν ἑαυτῶν ποιότητα κατ’ ἀλλοίωσιν, ὡς ψυχρότης, ὑγρότης, θερμότης, ξηρότης. ὅθεν καὶ παρὰ φιλοσόφοις καὶ ἰατροῖς δραστικαὶ λέγονται ποιότητες πρὸς ἀντιδιαστολὴν καὶ σύγκρισιν τῶν προειρημένων. Διὰ τί ἐπὶ τῶν κατόπτρων καὶ τῶν διαφανῶν ὑδάτων, ἑαυτοὺς ὁρῶμεν; ὅτι ἡ ποιότης τῆς ὄψεως ἀπιοῦσα πρὸς τὰ λαμπρὰ σώματα πάλιν κατ’ ἀνάκλασιν ἔρχεται διὰ τῶν ἀκτίνων τῶν ὀφθαλμῶν πρὸς τὴν ἑαυτῆς θέαν· ὅτι δὲ ποιότητες ἀπιᾶσι τοῦ προσώπου, καὶ οὐδὲν ἄτοπον, δηλοῦσι καὶ οἱ περὶ τὰ δένδρα παραμένοντες ὠχρὰν τὴν ὄψιν ἔχοντες, τῷ τὴν ὠχρὰν ποιότητα τῶν χλωρῶν φύλλων ἀπιέναι πρὸς τὸ πρόσωπον· ὁμοίως δὲ καὶ πρὸς τὸ ῥέον ὕδωρ ἀπιοῦσα, χλωρὸν αὐτὸ δείκνυσι. |
| 1 134 [15] | Διὰ τί τὰ καθαρὰ τῶν ἄντρων καὶ οἱ ὑψηλότατοι τόποι καὶ κρημνοὶ ποιοῦσι καὶ ἀντιπέμπουσι ταῖς φωναῖς ἦχον; διότι καὶ τὰ χωρία ταῦτα κατ’ ἀντανάκλασιν τὴν πληγὴν ἀναπέμποντα τὸν ἦχον ποιοῦσι· ἡ γὰρ φωνὴ πλήττει τὸν ἀέρα, ὁ δὲ ἀὴρ τὸν τόπον. καὶ ὅσον μᾶλλον πληττόμενος πέμπει, τοσοῦτον καὶ τὸν ἦχον σφοδρότερον συμβαίνει γίνεσθαι. τὰ δὲ ὑγρὰ τῶν χωρίων ὥσπερ μαλακώτερα τυγχάνοντα, τῇ πληγῇ εἴκοντα καὶ ἐκλύοντα αὐτήν, τὸν ἦχον οὐκ ἀποτελεῖ· πρὸς δὲ τὸ ποιὸν καὶ τὸ ποσὸν τῆς φωνῆς καὶ τῆς πληγῆς, καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν τοῦ ἤχου ἐναποτελεῖται. κακῶς δέ τινες ὡς δαίμονα τὴν Ἠχὼ μυθεύουσιν εἶναι, ἄλλοι δέ φασι τὸν Πάνα πεφιληκέναι ταύτην, ὅπερ ψεῦδος· ἀνὴρ γάρ τις γέγονε σοφός, ὅστις πρῶτος ἐπόθησε καὶ ἐπεζήτησε μαθεῖν τὴν αἰτίαν τῆς ἠχοῦς· καὶ ὥσπερ οἱ φιλοῦντες καὶ μὴ τυγχάνοντες δυσφοροῦσιν, οὕτω καὶ αὐτὸς πρὸ τῆς λύσεως ἐδυσχέραινε, καθάπερ καὶ ὁ πρῶτος εὑρὼν Ἐνδυμίων τὸν δρόμον τῆς σελήνης, ἀγρυπνῶν τὰς νύκτας, καὶ προσέχων αὐτῆς τῷ δρόμῳ καὶ ζητῶν τὰς κινήσεις, τὰς ἡμέρας ἐκάθευδε· μυθεύουσιν οὖν τὴν Σελήνην ποθῆσαι τοῦτον καὶ ἐλθεῖν πρὸς αὐτὸν καθεύδοντα, καὶ ὥσπερ ἐπιδεδωκέναι ἑαυτῆς τὴν λύσιν τῆς αἰτίας τῷ φιλοσόφῳ. φασὶ δὲ αὐτὸν καὶ ποιμένα, διότι περὶ τοὺς ἐρήμους καὶ καθαροὺς τόπους καὶ ὑψηλοὺς ἑώρα ταύτης τὴν κίνησιν· πυκτίδα δ’ ἔχοντα, διότι περὶ τοὺς ὑψηλοὺς τόπους μᾶλλον τὰ πνεύματα, ἢ ὅτι τὴν ἁρμονίαν ἐζήτει τῶν σχημάτων. ὁμοίως δὲ καὶ ὁ Προμηθεὺς σοφός τις ὢν καὶ ζητῶν τὴν αἰτίαν τοῦ ἀστρῴου ἀετοῦ καὶ τὴν φύσιν καὶ τὴν θέσιν, καὶ τῇ ἐπιθυμίᾳ τοῦ μαθεῖν κατεσθιόμενος ἐπαύσατο, τοῦ Ἡρακλέους αὐτῷ τὰ ἐπαπορούμενα λύσαντος τῇ οἰκείᾳ σοφίᾳ. Διὰ τί τὸ ὕδωρ τὸ ἱστάμενον ἐπιπολῆς ὂν καὶ μὴ εἰς βάθος τῆς γῆς, λίθου ῥιπτομένου κατ’ αὐτοῦ πολλοὺς κύκλους ποιεῖ; ὅτι τῇ τάσει τῆς βολῆς ἀποδιώκει πανταχόθεν ἑαυτοῦ τοῦ σώματος ὁ λίθος τὸ ὕδωρ πόρρωθεν, καὶ οὕτως γίνεται κύκλος, τοῦ ἰσοδύναμον καὶ ἰσότιμον εἶναι τὴν τάσιν τῆς βολῆς· διὰ δὲ τὴν ἄμετρον τάσιν καὶ μείζων ὁ κύκλος· καταβαίνων δὲ ἄχρι τῆς γῆς ὁ λίθος καὶ διασπῶν τὰ σώματα τοῦ ὕδατος κατὰ τὸ ἑξῆς, εἰκότως πολλοὺς ἐργάζεται κύκλους· πρῶτον γὰρ τὸ ἐπιπολῆς τοῦ ὕδατος κινῶν, διΐστησιν· ἔπειτα κατὰ τὸ συνεχὲς κατιὼν ἐπὶ τὸ βάθος καὶ διαχωρίζων πᾶν τὸ ὕδωρ, ἕτερον ποιεῖ κύκλον· καὶ τοῦτο κατὰ διαδοχὴν γίνεται, μέχρις ἂν ὁ λίθος στῇ καὶ ἠρεμήσῃ τῷ διεκλύεσθαι τὴν τάσιν τοῦ λίθου κατιοῦσαν κατ’ ὀλίγον ἐπάναγκες, τὸν μεταγενέστερον κύκλον τοῦ πρὸ αὐτοῦ μικρότερον γίνεσθαι διὰ τὸ καὶ ὑπὸ τοῦ λίθου μὴ ὁμοίως διΐστασθαι κατὰ τὴν πληγὴν τὸ ὕδωρ. |
| 1 136 [5] | Διὰ τί τὸν γέλωτα πολλοὶ νομίζουσιν ἐκ τοῦ σπληνὸς γίνεσθαι, φάσκοντες ἐπὶ τῶν σκιρρουμένων σπληνῶν μὴ ὁμοίως τοὺς πάσχοντας γελᾶν ὡς ἐπὶ τῶν ἐρρωμένων, ἀλλὰ μᾶλλον κατηφεῖς εἶναι; ὅτι κατὰ τὸ συμβεβηκὸς ὁ σπλὴν καὶ οὐ κυρίως ἐστὶν αἴτιος τοῦ γέλωτος· ἐὰν μὲν γὰρ ᾖ ἐρρωμένος, ἕλκει ἐκ τοῦ ἥπατος πάντα τὸν τρυγώδη καὶ μελαγχολικὸν χυμὸν καὶ οὕτω καθαρὸν ἀνιὸν τὸ αἷμα ἐν ὅλῳ τούτῳ σώματι καὶ ἐν τῷ ἐγκεφάλῳ ἥδει φύσιν καὶ ψυχήν, καὶ ὥσπερ οἶνος εὐφαίνει ταύτην καὶ εἰς εὐθυμίαν ἄγει· ἀπὸ δὲ ταύτης ὁ γέλως κινεῖται. Διὰ τί αἱ ἡμίονοι οὐ τίκτουσι; ὅτι ἐκ διαφόρων εἰδῶν ζῴων συνεστήκασι καὶ ἡ τῶν διαφερόντων κατὰ κρᾶσιν καὶ φύσιν σπερμάτων μῖξις, ἕτερόν τι γενῶν παρὰ τὸ πρότερον, καὶ τὴν τῶν γεννησάντων ἀφανίζει φύσιν· καθάπερ καὶ λευκοῦ καὶ μέλανος μῖξις ἀφανίζουσα τῶν ἄκρων τὸ χρῶμα τίκτει χροιὰν ἑτέραν τὴν τοῦ φαιοῦ, μηδὲν τῶν ἄκρων ὑπερέχουσαν. |
| 1 137 | ἡ γεννητικὴ τοίνυν κρᾶσις, ἠφάνισται καὶ τῶν εἰδῶν ἡ ἐπιτηδειότης. Διὰ τί οἱ ἐκ γενετῆς κωφοὶ καὶ ἄλαλοι; διότι ἅπερ οὐκ ἤκουσαν, οὐ δύνανται λέγειν καὶ ἐκκράζειν. |
| 1 138 [5] | τῶν δὲ ἰατρῶν τινές φασιν, ὅτι μία συζυγία νευρῶν ἐστιν ἐρχομένη πρός τε γλῶσσαν καὶ ὦτα, καὶ ἀνάγκη συμπάσχειν ἅμα. οἱ μέντοι ἐκ πάθους κωφοὶ οὐ πάντως ἄλαλοι· τὸ γὰρ νεῦρον μόνον πέπονθε τὸ ἀκουστικόν· ὁμοίως καὶ οἱ ἐκ πάθους ἄλαλοι, οὐκέτι καὶ κωφοί· τοπικὴ γὰρ γίνεται τῶν νεύρων τῆς γλώσσης πεῖσις. Διὰ τί πολλοὶ νηστεύοντες μετὰ τὴν τροφὴν ῥιγοῦσιν; ὅτι τῇ βραδυτῆτι τῆς τροφῆς ἐκχολούμενοι, δριμοὶ χυμοὶ σωρεύουσι. |
| 1 139 [5] | μετὰ τροφὴν οὖν, ῥωννυμένων τῶν μορίων καὶ τῆς χολῆς ἀποδιωκομένης παρ’ αὐτῶν εἰς τὸ δέρμα, συμβαίνει τὸ ῥῖγος γίνεσθαι, τῆς χολῆς δακνούσης τὰ μόρια καὶ ἐπανιστώσης αὐτὰ πρὸς ἀποδίωξιν. Διὰ τί ὗες ἄνω βλέπουσαι σιγῶσι βασταζόμεναι; διότι περὶ τὰ ἄλλα τῶν ἀλόγων ζῴων ἀεὶ πρὸς τὴν γῆν νεύουσι τῇ δυσωδίᾳ τερπόμενα καὶ ταύτην ἐπιζητοῦντα. |
| 1 140 [5] | ἐν οὖν τῇ ἀθρόᾳ μεταβολῇ τῆς ὄψεως ξενιζόμενα ὑπὸ τοῦ πολλοῦ φωτὸς σιγὴν ὑπομένει. τινὲς δέ φασι τὴν τραχεῖαν ἀρτηρίαν στενοπόρον οὖσαν συμπίπτειν τῷ ἀνωρρόπῳ σχήματι. Διὰ τί ὗες τῇ κόπρῳ τέρπονται; κατὰ μὲν τοὺς ἰατροὺς ὅτι φυσικῶς ἥδονται ταύτῃ, ἧπαρ μέγιστον ἔχοντες, ἐν ᾧ καὶ ἡ ἐπιθυμία. |
| 1 141 [5] | κατὰ δὲ Ἀριστοτέλη, ὅτι παχύρρυγχοι ὄντες ἔχουσι διαφορουμένην τὴν ὄσφρησιν καὶ μὴ ἀντιλαμβανομένην τὴν δυσωδίαν. Διὰ τί τῶν ἑλκῶν ὑγιαζομένων καὶ παυομένης τῆς φλεγμονῆς κνησμοὶ γίνονται; διότι λοιπὸν ὑγιασθὲν τὸ μόριον καὶ ῥωσθὲν ἀποδιώκει τὸ λείψανον τοῦ παρὰ φύσιν χυμοῦ τοῦ ποιήσαντος τὸ ἕλκος· καὶ οὗτος ἐξιὼν διὰ τοῦ δέρματος καὶ διαφορούμενος τὸν κνησμὸν ποιεῖ. |
| 1 143 [5] | Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν δεινότεραι γίνονται, καὶ πολυχρονιώτεραι; φημὶ κατὰ διττὴν αἰτίαν· ὅτι τε τὸ ῥεῦμα πρὸς ἕνα μόνον σεσώρευται τῶν ὀφθαλμῶν (τὸ γὰρ μεριζόμενον μᾶλλον ἀεὶ ἀσθενέστερον ἑαυτοῦ γίνεται καὶ ἧττον δραστικώτερον), καὶ ὅσῳ μᾶλλον καταμερίζεται τοσούτῳ πλέον ἐστὶν ἀδρανέστερον. ἢ ὅτι κινούμενος ὁ ὑγιὴς ὀφθαλμός, ἐν ταῖς ἐνεργείαις ἑαυτοῦ συνεχῶς ἀναγκάζει καὶ τὸν νοσοῦντα συγκινεῖσθαι τοσαυτάκις· ἐμάθομεν δὲ μέγιστον ἴαμα παντὸς πάσχοντος μέρους τὴν ἀκινησίαν ὑπάρχειν. Διὰ τί ἄνθρωπος μᾶλλον καὶ συνεχῶς καὶ σφοδρότερον ὑπὲρ πάντα τὰ ἄλογα ζῷα πτάρνυται; διότι πλείονι καὶ ποικιλωτέρᾳ καὶ πλέον τοῦ κόρου κέχρηται τροφῇ καὶ πνεύματι, καὶ διὰ τοῦτο μὴ πέττων αὐτὴν κατὰ λόγον, πολὺ συνάγει πνεῦμα διὰ τὴν πολλὴν ὑγρότητα· τοῦτο τοίνυν ὡς λεπτομερὲς ἀνιὸν πρὸς τὸ ἐγκέφαλον ἀναγκάζει αὐτὸν συνεχῶς ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν καὶ ποιεῖν τὸν πταρμόν. |
| 1 144 [10] | ψόφος οὖν γίνεται τῷ διὰ στενῶν πόρων τῆς ῥινὸς τὸ πνεῦμα διαβαίνειν ἀθρόως, ὡς καὶ ἀπὸ πάρδης δι’ ἕδρας, καὶ ἐρυγὴ διὰ στομάχου, καὶ φωνὴ διὰ λάρυγγος, καὶ ἦχος δι’ ὤτων, καὶ βορβορυγμὸς δι’ ἐντέρων ὁμοίως. Διὰ τί τῶν τεθνηκότων αἱ τρίχες αὔξονται καὶ οἱ ὄνυχες ἐπὶ χρόνον τινά; διότι τῆς σαρκὸς ἀπομαραινομένης, τὰ κρυπτόμενα μέρη περὶ τὰς ῥίζας αὐτῶν νῦν φαίνονται καὶ ἀπατῶσι καὶ φαντασίαν παρέχουσιν ὡς αὐξηθέντα· τινὲς δέ φασιν, ὅτι κατὰ ἀλήθειαν αὔξονται, διότι ταῦτα περιττωματικὴν ἔχουσι τὴν γένεσιν· τὰ δὲ νεκρὰ σώματα κατὰ τὰς ἀρχὰς εἰς περιττώματα πλεῖστα διὰ τὴν προσγινομένην σῆψιν ἀναλύονται· ταῦτα δέ, διὰ τῶν πόρων καὶ τῶν ἄκρων τοῦ σώματος μετὰ τοῦ πνεύματος ἐξιόντα, τὴν τῶν εἰρημένων αὔξει γένεσιν. |
| 1 146 [5] | Διὰ τί ἐπὶ τῶν δακτύλων τῶν χειρῶν μᾶλλον ἤπερ ἐπὶ τῶν ποδῶν αἱ λεγόμεναι λεῦκαι γίνονται, καὶ παισὶ μᾶλλον ἢ τελείοις· ὅτι τὴν γένεσιν ἐκ φλεγματικῶν μᾶλλον περιττωμάτων ἔχουσι, τὸ δὲ φλέγμα μᾶλλον ὡς ἀδηφάγοις τοῖς παισὶ πλεονάζει καὶ ὡς ἀργοτέροις· οἱ δὲ ὄνυχες τῶν ποδῶν μᾶλλον ἐν τῇ κινήσει καὶ τῷ περιπάτῳ πλέον γυμναζόμενοι, διαφοροῦσι τὰ περιττώματα. Διὰ τί ἐν τοῖς ποσὶν αἱ τρίχες οὐ ταχέως πολιοῦνται; διὰ τὴν αὐτὴν αἰτίαν. |
| 1 147 [5] | οἱ γὰρ πόδες ἐν τῷ συνεχεῖ καὶ συντόμῳ περιπάτῳ τὸ κατιὸν εἰς αὐτοὺς περίττωμα φλεγματῶδες διαφοροῦσιν, ὅπερ ἦν αἴτιον τῶν πολιῶν· ἡ δὲ ἥβη καὶ αὐτὴ βραδέως πολιοῦται διότι θερμοτέρα πέφυκε καὶ ἐν τῇ συνουσίᾳ διαφορεῖ τὸ φλέγμα. Διὰ τί τοῖς ἀνθρώποις ἡ φωνὴ καὶ ὁ λόγος βραδέως τελειοῦται, τοῖς δὲ ἀλόγοις εὐθέως, ἢ μετὰ βραχὺν χρόνον; διότι ποικιλωτέρα καὶ τεχνικωτέρα καὶ διδαχῆς μᾶλλον δεομένη· ἡ δὲ τῶν ἀλόγων ἁπλουστέρα καὶ φυσικωτέρα μᾶλλον ἢ ψυχικωτέρα. |
| 1 149 [5] | Διὰ τί τὰ πλεῖστα τῶν ζῴων τὰς οὐρὰς κινεῖ γνωρίζοντα τὰς συνήθεις, καὶ τὰς πλευρὰς δὲ λέων τύπτει θυμούμενος· ὁμοίως δὲ καὶ ταῦρος; διότι τὸν νωτιαῖον μυελὸν ἔχουσιν ἄχρις αὐτῶν κατιόντα καὶ περιέχοντα ψυχικὴν δύναμιν καὶ κινητικήν· ἡ ψυχὴ τοίνυν ἐπιγινώσκουσα τὸ σύνηθες, ὥσπερ διὰ χειρός τινος, καθάπερ ἐπ’ ἀνθρώπων τὴν οὐρὰν ἀναγκάζει κινεῖσθαι πρόδηλον τὴν ἑαυτῆς δύναμιν ἔνδον κεκρυμμένην, καὶ γινώσκουσαν τὸ ὀφειλόμενον· ἐν δὲ τῷ θυμῷ τῶν λεόντων καὶ τῶν ταύρων συμπάσχουσα ἡ ψυχὴ τῇ φύσει, πάλιν ἀναγκάζει κινεῖσθαι ταύτην σφοδρῶς. καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων ὁρῶμεν πολλάκις ἐν ὀργῇ τὰς χεῖρας πληττόντων ἢ μόριον ἕτερον· ἡ γὰρ ψυχὴ τὸ βλάπτον ἀμύνασθαι μὴ δυναμένη παραχρῆμα, ἑτέρῳ τρόπῳ σοφίζεται τὴν παραμυθίαν, κτύπῳ καὶ πληγῇ τὸ πάθος θεραπεύουσα. Διὰ τί αἱ κεκαυμέναι κριθαὶ ξήριον ἐπιπασσόμεναι τοῖς ἕλκεσι τῶν ἵππων οὐκέτι λευκὰς τρίχας ἐπὶ τῶν οὐλῶν φέρουσιν, ἀλλ’ ὁμόχρους ταῖς λοιπαῖς θριξίν, οἷαί περ πεφύκασι; διότι ῥυπτικῆς οὖσαι δυνάμεως, ἀποσμήχουσι καὶ διαφοροῦσι τὸ ὑποκείμενον φλεγματῶδες περίττωμα· καὶ τὴν μοχθηρὰν ὑγρασίαν τὴν συναχθεῖσαν διὰ τὴν τοῦ ἕλκους ἀναπέτειαν καὶ τοῦ μορίου τὴν ἀσθένειαν. |
| 1 151 [10] | Διὰ τί τοῖς μὲν ἀνθρώποις ἐπὶ τῶν οὐλῶν τοῦ δέρματος τρίχες οὐ φύονται, τοῖς δὲ ἵπποις ἀνίασι; διότι τὸ δέρμα τοῖς μὲν ἀνδράσι πυκνότερον, καθὼς δηλοῦσιν αἱ τρίχες μαλακαὶ καὶ λεπταὶ τυγχάνουσαι· καὶ ἡ οὐλὴ τοῦ δέρματος πυκνοτέρα πεφυκυῖα τοὺς πόρους ἀποτυφλώττει, τοῖς δὲ ἵπποις ὡς πρὸς σύγκρισιν ἀραιοπόρον, ὡς δηλοῦσιν αἱ τρίχες ταχεῖαι φαινόμεναι· καὶ διὰ τοῦτο μὴ δύνασθαι εἰς οὐλὴν ὅλους τοὺς πόρους τοῦ δέρματος ἀποκλείειν. τὰ οὖν ὑποκείμενα καὶ συναγόμενα περιττώματα, διὰ τῶν ὑπολειφθέντων λεπτῶν πόρων ἐξιόντα, ποιεῖ τὰς τρίχας πηγνυμένας. Διὰ τί ἐπὶ τῶν ὑπὸ διψάδος δηχθέντων καὶ δίψος ἀκατάσχετον ἐχόντων ἡ θηριακὴ θερμὴ καὶ ξηρὰ τυγχάνουσα πινομένη παύει τὸ δίψος καὶ οὐ μᾶλλον ἐπιτείνει; ὅτι οὐ λόγῳ κράσεως παύει τὸ δίψος, ἀλλὰ μᾶλλον ἀντιπαθείᾳ τινὶ καὶ λόγῳ φυσικῷ· τὸ γὰρ γινόμενον τοιοῦτόν ἐστιν· ἡ ἀντίδοτος ἐκ πλείστων βοτανῶν σύγκειται ἐχουσῶν τινα συμπάθειαν πρὸς ἓν ἕκαστον μόριον· οἷον τὸ δίκταμνον ᾠκείωται καρδίᾳ καὶ ταύτην ῥώννυσι καὶ διασώζει· ὁμοίως καὶ τὸ εὐπατόριον τὸ ἧπαρ· τὸ δὲ σκολοπένδριον τὸν σπλῆνα· τὸ δὲ πετροσέλινον τὸ στόμα τῆς κοιλίας· ὁ δὲ ὕσωπος τὸν ὑπεζωκότα καὶ τὸν πνεύμονα· τὸ δὲ ἔλαιον τοὺς νεφρούς· τὸ δὲ πήγανον τὸ κῶλον· γεντιανὴ δὲ τὸν ἐγκέφαλον· τὸ δὲ σέσελον κύστιν οὐρηδόχον. |
| 1 152 [20] | ἕκαστον οὖν τῇ γλυκύτητι τοῦ μέλιτος δελεαζόμενον, ἕλκει τὸ οἰκεῖον ἑαυτῷ πρὸς ἀσφάλειαν· ἐν οἷς πᾶσαί εἰσι καὶ αἱ τῶν ἐχέων σάρκες, ἀναμιγνύμεναι καὶ φυσικὴν ἀντιπάθειαν ἔχουσαι, πρὸς ἕκαστον ἰοβόλον θηρίον καὶ φθοροποιὸν δύναμιν· ἐν ἅπασιν οὖν τοῖς μορίοις κατακερματιζόμεναι, τὸ φθορὰν ἀπειλοῦν πάθος οὐκ ἐῶσιν ἐνεργεῖν, ἀντιμαχόμεναι καθάπερ στρατιῶται γνήσιοι περὶ πόλεως ἰδίας ὁπλιζόμενοι. ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ἰατρικῶν ἀπορημάτων καὶ φυσικῶν προβλημάτων τὸ Β. |
| 2 Pr [5] | Τὸ Ἀσκληπιοῦ δῶρον, πασῶν τῶν κατὰ τὸν βίον χρειῶν ὑπερηκοντίσθη κατὰ τὴν ἀξίαν. πρὸς γὰρ ἔμψυχον σῶμα καὶ λόγου μετέχον φέρει τὸν σκοπόν, οὗ ἡ τήρησις καὶ ἡ εὔκρατος φυλακὴ τὴν τῶν ἄλλων πασῶν τεχνῶν ἀρχὴν ὑπεστήσατο, τὰς αἰσθήσεις μὲν ὀξύνουσα, διαίτῃ δὲ τὰ μόρια ῥωννύουσα τὰ ὄργανα τῶν εὑρέσεων. αὕτη τὰ μὲν καλῶς προμηθευθέντα, φυλάσσει χρηστῶς· τὰ δὲ ἐλλιπῶς κατασκευασθέντα, διορθοῦται· σώματος φροντίζει, ψυχῆς οὐκ ἀμελεῖ· φιλοσοφίας γὰρ φέρει τὰ γνωρίσματα, ἧς τὸ τέλος οἰκείαν ἀρχὴν παρεπήξατο· τῆς φυσικῆς θεωρίας ἐκτὸς οὐκ ἔστιν, τὴν γὰρ σύνθεσιν τῶν γεγονότων δεξαμένη, οἶδε τὸ μέτρον τῶν λειπόντων. τοῦτο ὡς ἀληθῶς θεῖον καὶ μακάριον εὕρεμα, ἔχον ἐν λόγοις τὴν ἀκρίβειαν· διὰ τούτων καρπούσθω τὸν ἔπαινον καὶ εἰς ἐπιστήμης ἀναγέσθω κανόνα, κἂν γὰρ τέχνην τις τολμήσειε καλεῖν, οὐ διὰ ταῦτα, ἀλλὰ διὰ τὴν πάσχουσαν ὕλην. οὐκοῦν αὐτὴ μὲν καθ’ ἑαυτὴν εἴδους μισθῷ, τὸν λόγον φέρουσα τὸν πρὸς ἐπιστήμην βεβαίαν, ἀχθεῖσα δὲ πρὸς σῶμα, καὶ ἐνδυσαμένη τὴν ὕλην, γίνεται τέχνη βίᾳ. ὥσπερ γὰρ ψυχὴ ὁμολογηθεῖσα μὲν τοῖς πολλοῖς τῶν φιλοσόφων ἀθάνατος διὰ τὸ ἀσώματον καὶ αὐτοκίνητον, ἑτέροις δὲ διαπεφώνητο τοὔμπαλιν ὁ λόγος. φασὶ γὰρ φθαρτὴν αὐτήν, τῷ πάθει βαπτιζομένην τῆς ὕλης· οὐ πάσχει δὲ ψυχή, ὡς δείξει τὸ προςτιθέμενον· οὕτως ἐν σώματι ψυχὴ ὥσπερ ἐν ὕδατι καθαρωτάτῳ ἀκτὶς ἡλιακή· οὐκοῦν ἐὰν ᾖ διαυγὲς τὸ ὕδωρ, φέρει τὸ γνώριμον τοῦ σχήματος· ἐὰν δὲ θολωθῇ ἔκ τινος αἰτίου, μεταβάλλεται μὲν αὐτὸ τῇ οὐσίᾳ, κρύπτεται δὲ τὸ φανὲν μηδὲν βλαβὲν κατ’ οἰκείαν ἐνέργειαν· οὕτω πάλιν πολλάκις ἥλιος ἔκρυψεν ἀκτῖνα φαεινήν, νέφους παρεμπεσόντος, μὴ βλαβείσης αὐτοῦ τῆς ἀκηράτου φύσεως. ὥσπερ οὖν ἐπὶ ψυχῆς ἔγνωμεν, οὕτω νοήσωμεν καὶ ἐπὶ τῆς ἰατρικῆς· αὐτὴ γὰρ καθ’ ἑαυτὴν πρώτως ἔχει τὸ βέβαιον, πρώτως ἔχει τὸ ἑδραῖον καὶ ἅπτωτον, ἐπιστήμη τυγχάνουσα· κοινωνήσασα δὲ τῇ ὕλῃ καθῃρέθη τοῦ ἀξιώματος, τέχνη γεγονυῖα καὶ τὸ ἀσφαλὲς ἀπωλέσασα. ἀλλ’ οὐ δεῖ πρὸς τὸ δεύτερον ἀφορᾶν τοῦ συμβεβηκότος, ἀλλὰ πρὸς τὸ πρῶτον τῆς ὑπάρξεως. καὶ ὅσον μὲν πρὸς τὴν ἡμετέραν διάνοιαν διειλήφαμεν, ἀλλ’ οὐ πρὸς τὴν χρείαν τῶν ζητουμένων, ὀλίγα τινὰ κεφάλαια ἐξ αὐτῶν καρπωσάμενοι, συντελοῦντα δὲ τοῖς αὐτὴν μετερχομένοις καὶ μάλιστα τοῖς τὸν λόγον ἀσκοῦσι. φέρουσι δὲ τὴν ὠφέλειαν οὐ σμικρὰν καὶ πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν. Διὰ τί οἱ νεφριτικοὶ ἀραιὰν καὶ μεγάλην ἔχουσι τὴν ἀναπνοήν; ὅτι μὲν ψυχῆς ἐνέργεια διὰ μέσων νεύρων καὶ μυῶν, δῆλον· κινεῖται οὖν ὁ θώραξ διὰ τῶν προρρηθέντων· ἀραιὰ οὖν εἰκότως γίνεται ἡ ἀναπνοὴ βλαβείσης δυνάμεως ψυχικῆς. |
| 2 1 [5] | ἐπιλανθάνεται γὰρ ἔργου οἰκείου καὶ οὐκ ἐπιτάττει τοῖς προρρηθεῖσι· μεγάλη δὲ γίνεται διὰ τὸν ῥιπισμὸν τῆς καρδίας· ἐξαναστᾶσα γὰρ ἡ ζωτικὴ δύναμις τῆς καρδίας νύττει καὶ κινεῖ τὴν ψυχήν, ἀπειλοῦσαν αὐτῇ τὴν ἀπώλειαν· οὐκοῦν ὅπερ ἐνδεὲς ἀφῆκεν ἡ ψυχὴ διὰ τὴν νόσον, τοῦτο ἀναπληροῖ καρδία τῷ μεγέθει διὰ τὴν ἰδίαν χρείαν. Διὰ τί οἱ περιπνευμονικοὶ κωματώδεις; ὅτι ὑγρότητος δαψίλειαν ἔχον τὸ μόριον, ἐκδέχεται ἐπίκτητον θερμότητα, ἐκ τοῦ ἀεικίνητον αὐτὸν ὑπάρχειν· γεννῶνται οὖν ἀτμοί· οὗτοι δὲ διὰ κουφότητα καταλαμβάνουσι τὸ κρανίον, εἶτα πρὸς ἐγκέφαλον λαμβάνοντες τὴν στάσιν δέχονται τὴν πρώτην οὐσίαν πηγνυμένην. |
| 2 2 [5] | ὃ συμβαίνει καὶ ἐπὶ τῶν λουτρῶν καὶ λεβήτων σκεπομένων· ἀπολλύουσι γὰρ τὴν θερμότητα καὶ γίνονται ψυχροί, συμμεταβληθέντες τῇ τοῦ μορίου φύσει· καὶ διπλασιασθὲν τὸ ψυχρὸν ναρκοῖ τὸ ἡγεμονικὸν καὶ γεννᾷ πάθη. Διὰ τί οἱ ἐκ βάσεως τὴν κιονίδα ἀποτμηθέντες, φθισικοὶ γίνονται; ὅτι ὁ εἰσπνεόμενος ἀὴρ διὰ τοῦ στόματος ἐκπυροῦται καὶ μεταβάλλεται καθαιρουμένης τῆς ἀμέτρου ψυχρότητος αὐτοῦ, διὰ τὸ σκέπασμα καὶ προπύλαιον τυγχάνειν τὴν κιονίδα. |
| 2 3 [15] | ἀφαιρεθέντος οὖν τοῦ μορίου, φέρεται ἀὴρ κάτω ἀμετάβλητος, καὶ ὁμιλεῖ τῷ πνεύματι· ψύχει οὖν πήξει τὸ ἐν τοῖς ἀγγείοις αἷμα καὶ δυσκίνητον ἀποτελεῖ τὸν πνεύμονα· βιαζομένου δὲ πρὸς κίνησιν πάσχει ῥῆξιν τὰ ἀγγεῖα καὶ δίδωσι γένεσιν τῇ διαθέσει. κυρίως οὖν γαργαρεὼν λέγεται διὰ τὸ τοιόνδε ἦχον ἀποτελεῖν, ὡς καὶ τὸ φλοῖσβος καὶ βορβορυγμός· κιονὶς δὲ πάθος καλεῖται, ὅταν ἀπὸ ῥεύματος εἰς μῆκος χαλασθῇ· καὶ σταφυλὴ δέ, ὅταν φλεγμήσασα σχῆμα ῥωγὸς ἀπολάβῃ. χάνην δέ τινες ὠνόμασαν. διὰ τὸ ἄνωθεν μὲν εἶναι εὐρύ, κάτωθεν δὲ στενόν, ὥσπερ χωνεῖον. Διὰ τί τῶν περιπνευμονικῶν τὰ μῆλα ἐρυθρά ἐστιν; ὅτι αἱματικὸς χυμὸς ὀπτώμενος ἐν τῷ πνεύμονι ἀτμὸν γεννᾷ ὅμοιον τῷ αἵματι· ἀεὶ γὰρ ἐξομοιοῦται τῷ ποιοῦντι τὸ γινόμενον. |
| 2 4 [5] | ἀναχθεὶς οὖν πρὸς μῆλα διὰ τὴν κουφότητα ἐκεῖ ἐνίσταται· τῇ δὲ λεπτότητι τοῦ δέρματος ὥσπερ δι’ ὑέλου ἐμφαίνει τὸ εὐανθὲς τοῦ χρώματος. Διὰ τί τῷ χειμῶνι θερμοτέρων ἡμῶν ὑπαρχόντων τὸ βάθος, ὡς Ἱπποκράτης ἐν ἀφορισμοῖς δεδήλωκε, φλέγμα λαμβάνει τὴν γένεσιν; ὅτι πλειόνων λαμβανομένων τροφῶν, διὰ τὴν τοῦ στομάχου ἰσχὺν οὐκ ἐπαρκεῖ πέψαι γαστήρ· τῷ οὖν πλήθει, ὥσπερ σβεσθείσης τῆς ἐμφύτου θερμότητος, ψύχει καὶ τὸ φλέγμα γεννᾷ, καὶ ἐλλιπῆ καὶ ἀλμυρὰν παραστήσας τὴν ἐνέργειαν, ἡμιτελὲς αἷμα ὤφθη τὸ φλέγμα. |
| 2 6 [5] | Διὰ τί ἐν Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ ψυχρὸς οἶνος γεννᾶται, ἐν δὲ Σκυθίᾳ ψυχρᾷ οὔσῃ θερμός; οὔπω μὲν οἶνος θερμός, ἀλλὰ παρὰ τὸ ὑφειμένον τῆς κράσεως καὶ τὸ μᾶλλόν τε καὶ ἧττον, εἰς ἐναντίον περιέστη τοὔνομα. εἰκότως οὖν ψυχρότερός ἐστιν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων· τῆς γὰρ ἀμέτρου θερμότητος τοῦ θέρους, ἀραιούσης τῆς γῆς τὴν οὐσίαν, ἐκβόσκεται τὸ ἄμετρον αὐτῆς θερμὸν καὶ ἄτονον ποιεῖ τὸν οἶνον· τῆς δὲ Σκυθίας ψυχρᾶς οὔσης καὶ ἀποκλειούσης ἐν βάθει τῆς γῆς τὸ θερμόν, ἰσχυρὸν καὶ θερμὸν ποιεῖ τὸν οἶνον. ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν Αἰθιόπων· οὗτοι γὰρ θερμοτάτης χώρας ὑπάρχοντες δειλοί εἰσι καὶ ἄνανδροι καὶ μέλανες· οἱ δὲ Σκύθαι ψυχροτάτης χώρας ὄντες λευκοί εἰσιν καὶ θυμικοί, ὅτι ἐπὶ μὲν Αἰθιόπων ἐν ἐπιφανείᾳ ἤχθη τὸ θερμόν, ὡς ἐμφαίνει τὸ τοῦ δέρματος μέλαν, ἐπὶ δὲ τῶν Γάλλων ἐν ταῖς ἀρχαῖς ἵδρυται τὸ θερμὸν ἐν καρδίᾳ καὶ ἥπατι, καὶ ἐν βάθει φωλεύει, ὡς δηλοῖ τὸ λευκὸν τοῦ χρώματος. Διὰ τί ἐν τῷ θέρει ψυχρὰ λάχανα καὶ ὀπῶραι, οἷαί εἰσι πέπονες καὶ σίκυες καὶ σέρεις, ἐν δὲ τῷ χειμῶνι θερμὰ κράμβαι, ῥαφανίδες, γογγυλίδες, σταφυλῖνοι; ὅτι ἡ τοῦ ἡλίου φορὰ πολεύουσα τὸν κύκλον τοῦ πόλου ἐναλλάττει τὰς θέσεις· ἐν μὲν γὰρ τῷ θέρει τὴν ἄνω ζώνην κατείληφεν, ὡς τὸ μῆκος τῆς ἡμέρας δηλοῖ. |
| 2 7 | θάλπεται οὖν τὰ ὑπὲρ γῆν καὶ ψύχεται τὰ φυτά· ἐν δὲ τῷ χειμῶνι τὸ ὑπὸ τὸ ἡμισφαίριον διατρέχων τῆς γῆς τὰ βάθη θάλπων, θερμότερα ποιεῖ τὰ φυτά. Διὰ τί ἐκ καύσου περιπνευμονία, ἐκ δὲ περιπνευμονίας καῦσος οὐκέτι; ὅτι ὁ καῦσος ὡς ἐπὶ πᾶν ἐκ ξανθῆς χολῆς λαμβάνει τὴν γένεσιν· αὕτη γὰρ ἐξ ὅλων τῶν ἀγγείων φέρεται πρὸς κύτος γαστρὸς καὶ ἐπάγει τὸ σύμπτωμα. |
| 2 8 [5] | ἡ οὖν φύσις πειρᾶται μὲν ποικίλως ἐκμοχλεύειν τὸν χυμόν, κατὰ δὲ τόπους ὁρίζει τὴν γένεσιν. κἂν μὲν εἴη λεπτὴ κατ’ οὐσίαν, καὶ ἡ δύναμις ἰσχυρὰ καὶ ὁ καιρὸς θερμός, δι’ ἱδρώτων ἀπάγεται ἡ νοσοποιὸς αἰτία· ἂν δὲ τοὐναντίον, διὰ γαστρὸς κατάγεται, ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἐμεῖται. καὶ γὰρ ἡ θέσις ἐγγὺς καὶ τὸ σύμπτωμα σύνηθες· αὖθις οὖν ὁ χυμὸς εἰς τὰ βρογχία ἐνεχθεὶς τοῦ πνεύμονος, καὶ πληρώσας τὴν τοῦ μορίου οὐσίαν, γεννᾷ τὸ πάθος· ἐκ δὲ περιπνευμονίας, καῦσος οὐκέτι. φθάνει γὰρ σβεσθῆναι καὶ ἐκτεφρωθῆναι ὁ χυμὸς πρὶν γεννῆσαι τὴν διάθεσιν. Διὰ τί Ἱπποκράτης ἐπὶ τῶν ποῦ φεύγων τὴν τροφὴν ἐν τῇ ἀκμῇ, ἐπὶ τῶν πλευριτικῶν καὶ περιπνευμονικῶν ἐπιτρέπει δίδοσθαι κατὰ τὴν ἀκμήν· λέγει γὰρ ἐν τῇ περὶ πτισάνης, ὅτι εἰ μὴ ἀνάγηται τὸ πτύαλον, μὴ διδόναι ταύτην· τὸ μὴ ἀνάγεσθαι δὲ ἀρχὴν ἐμφαίνει τοῦ πάθους· ὅτι ἐπὶ μὲν τῶν ἄλλων νοσημάτων ἡ φύσις πέττει τοὺς χυμούς, ἐπὶ δὲ τῶν ἄλλων καὶ ἀπελαύνει τὰς αἰτίας δι’ οὔρων καὶ διαχωρημάτων. |
| 2 9 [5] | τροφὴν οὖν οὐ δεῖ παραλαμβάνειν ἐπὶ τούτων, ἵνα μὴ καταλείψασα τὰς αἰτίας πρὸς ταύτην ἐνστῇ· δεῖ οὖν μονομαχεῖν τὴν φύσιν μετὰ τοῦ νοσήματος. ἐπὶ δὲ τῶν πλευριτικῶν, φύσις μὲν πέττει τὸν χυμόν, ψυχὴ δὲ κενοῖ τὴν οὐσίαν προσχρωμένη μυσίν· οὗτος δὲ οἰκείᾳ δυνάμει συστέλλων θώρακα ἐκμοχλεύει τὸ λυποῦν. ἄλλως τε ἡ μὲν φύσις ἄλογος οὖσα ἐκ τῶν ἀχρείων ποιεῖται τὴν ἀπόλαυσιν τῆς οἰκείας τροφῆς· τὰ δὲ ψυχικὰ ὄργανα αἰσθητικὰ ὄντα διακρίνει τὸ μοχθηρὸν καὶ ἐπιζητεῖ τὸ χρηστόν· εἰκότως οὖν δεῖ τρέφειν, ἵνα ῥώσαντες τοὺς μῦς ἐξαναστήσωμεν πρὸς ἄμυναν τοῦ λυποῦντος. Διὰ τί ὁ μὲν τριταῖος ἐκ θερμοῦ χυμοῦ γινόμενος καὶ ἔχων μαστίζουσαν καὶ κατελαύνουσαν χολήν, περὶ μίαν κινεῖται, ὁ δὲ ἀφημερινός, ἔχων πεδῆσαν τὸ φλέγμα τῇ βαρύτητι καὶ ψυχρότητι, καθημερινόν, ὁ δὲ τεταρταῖος, διὰ δύο ἡμερῶν μέσων; ὅτι ὁ μὲν τεταρταῖος ὀλίγον ἔχει τὸν ποιοῦντα χυμόν, εὐθέως διαφορεῖται δι’ ἱδρῶτος ἢ ἐμέτου καὶ τῇ κενώσει τῆς αἰτίας ἵσταται τὰ τοῦ παροξυσμοῦ μένοντα εἰς δευτέραν κίνησιν, τὴν δρῶσαν ποιότητα. |
| 2 10 [5] | δὸς δὲ τὴν ὕλην ἄφθονον καὶ ὄψει τὸν παροξυσμὸν ἀνενδεῆ. ὁ δὲ ἀφημερινός, πλουσιῶν πρὸς ὕλην καὶ παχύτητα καὶ ὑγρότητα, ποιεῖ τὸν παροξυσμὸν ἐπιτεταμένον· ὅτι δ’ ἐκ πλήθους αἰτίου μηκύνεται νόσος, τῇ ῥώμῃ τῆς κινήσεως δηλοῖ ὁ σύνοχος. οὗτος γὰρ ἐξ αἵματος λαβὼν τὴν ὕπαρξιν, ἄφθονον ἔχων τὴν ὕλην, οὐ φέρει οὐδέν, ᾧ τὸ διάλειμμα· ὁ δὲ ἀφημερινός, ὅσῳ ἐμειώθη κατὰ ποσότητα χυμοῦ, ἐμφαίνει αἰσθητὸν διάλειμμα. πολλῷ δὲ πλέον ὁ τριταῖος, γεννηθεὶς ἐκ τοῦ ποιοῦντος χυμοῦ καὶ θερμὸν αὐτὸν ἔχων καὶ λεπτομερῆ, ἐπλάτυνε τὸ διάλειμμα· ἐπὶ πλέον δὲ ὁ τεταρταῖος ἐξέτεινε τὸ διάλειμμα καὶ τὴν ἀνταπόδοσιν· ὅσον γὰρ ἐμειώθη τῆς ὕλης, καθῃρέθη τῆς κινήσεως τοῦ παροξυσμοῦ· καὶ ἡ ταύτης δὲ ἐπὶ πλέον ἐλάττωσις ποιεῖ καὶ πεμπταῖον καὶ ἑβδομαῖον καὶ ἐνναταῖον. γίνωσκε γάρ, ὡς τὸ μὲν αἷμα τρέφον τὸ σῶμα πλουτεῖ τῷ ποσῷ, εἶτα φλέγμα. ποτὲ γὰρ καὶ τοῦτο ἐν λιμῷ τρέφει, εἶτα μεμείωτο ξανθὴ χολή, ὡς μὴ τρέφουσα. καὶ δριμεῖα δὲ πλέον ἐλαττοῦται ἡ μέλαινα ὡς ἐχθρὰ τῆς φύσεως, διαβρωτικὴ γάρ ἐστι τῶν μορίων· εἰ μὲν οὖν εἷς τῶν ἄλλων τριῶν χυμῶν αὐξηθῇ, τὸ τοιοῦτον κακόχυμον λέγεται, εἰ δὲ οἱ τέσσαρες κατὰ ἀναλογίαν τῆς οἰκείας αὐτῶν ποσότητος πληθώρ α. Διὰ τί ἐπὶ τῆς παραλυθείσης γνάθου οὐκ αὐτῇ προσφέρομεν τὰ βοηθήματα, ἀλλὰ τῇ ἑτέρᾳ; ὅτι δύο μυῶν ὑπαρχόντων ἀντιτεταγμένων ἀλλήλοις καθ’ ἑκάστην γνάθον, ἑνὸς ποιουμένου τὴν κίνησιν, ἐὰν συμβῇ θάτερον αὐτῶν παραλυθῆναι (ὡς ἐν ὑποθέσει δέ, κείσθω ὁ δεξιὸς παραλυθείς), ὁ ἀριστερὸς ἔχει τὴν οἰκείαν δύναμιν ἰσχυράν· ἕλκει οὖν πρὸς ἑαυτὸν τὸν ἀσθενῆ καὶ ὁρᾶται μὲν ὁ ὑγιαίνων ὡς νοσῶν καὶ ὁ νοσῶν ὡς ὑγιαίνων καὶ τὸ μὲν ὑγιὲς μέρος ῥυτιδοῦται, τὸ δὲ ἀσθενὲς περιγίνεται. |
| 2 11 [15] | τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν στραβισμῶν ἐν τοῖς ὀφθαλμοῖς, ἑλκομένων τῶν ὄψεων. καὶ εἰ μὲν πρὸς μέγαν κανθὸν εἴη σύννευσις τῆς κόρης, τοῦ μικροῦ παράλυσις νοείσθω, καὶ ἔσται σοι τοῦτο κανὼν μυῶν παραλυθέντων, ὡς μὴ τῇ ὄψει λαμβάνειν τὸ φαινόμενον, ἀλλ’ ἀνακρίνειν τὸ μὴ φαινόμενον. Διὰ τί ἐκ προσπταίσματος βουβὼν γίνεται; ὅτι ἡ δύναμις ἡ ψυχικὴ ἄχρι περάτων διὰ τῶν νεύρων ἐκτείνεται. |
| 2 12 [5] | φέρεται οὖν δύναμις προνοητικὴ καὶ ἄνεισιν αἰτία προδοτική· αὕτη πάλιν κατὰ μεταβολὴν καὶ ἀλλοίωσιν τῶν νεύρων ἄγεται μὲν δι’ ὅλου σκέλους καὶ δρᾷ οὐδέν, ἐπειδὴ οὐχ εὑρίσκει τὸ πάσχον. φθάσασα δὲ πρὸς βουβῶνα καὶ εὑροῦσα χώραν πρὸς ὑποδοχήν, ἐν αὐτῇ ἵδρυται, καὶ προσπελάσασα τῷ ἀδένι κἀκεῖ αὐτοῦ τῇ οὐσίᾳ καὶ εἰς ὄγκον τὸν παρὰ φύσιν ἕλκει. οἱ δὲ ἀδένες σώματά εἰσι σμικρά, σφαιροειδῆ, χαῦνα, μεταξὺ τῶν μεγάλων φλεβῶν καὶ ἀρτηριῶν, δίκην σφηνίσκων, ἵνα μὴ τῇ ὁμιλίᾳ σήπωνται τὰ ἀγγεῖα ὑγρὰ ὄντα τῇ περιουσίᾳ τοῦ αἵματος. τρέφονται οὖν ἐκ ταύτης τῆς ὑγρότητος οὗτοι φλεγμαίνοντες μὲν βουβῶνας ποιοῦσι, σκιρρούμενοι δὲ χοιράδας. Διὰ τί ἐπὶ τῶν φαλακρῶν τὸ μὲν βρέγμα ψιλοῦται, οἱ δὲ κρόταφοι δασύνονται; ὅτι ὡς ἐπίπαν τὰ μὲν μετέωρα τούτων ἐκτὸς ὄντα ὑγρότητος οὐ δίδωσι τῇ τριχὶ τὴν ὕπαρξιν, τὰ δὲ κάτω μέρη δεχόμενα ἐκ τῶν ἄνω τροφὴν φύουσι τρίχας. |
| 2 13 [5] | καὶ τούτου μαρτύριον τὰ ἐπὶ τῆς γῆς συμβαίνοντα· τὰ γὰρ ὑψηλότερα τῶν χωρίων καὶ οἷον πετρώδη, οὐ καρπογονεῖ, τὰ δὲ χθαμαλὰ καὶ νοτιώδεα τοὐναντίον. Διὰ τί ἐκ τεσσάρων στοιχείων γενόμενοι (λέγω δὴ πυρός, ἀέρος, ὕδατος, γῆς) τρία ἔχομεν ἐν ἑαυτοῖς ὑγρὰ στερεὰ πνεύματα; ὅτι κατά τινας ἡ τοῦ πυρὸς οὐσία λεπτομερείας στάσεως, εἰς ἀέρος περιΐστησι φύσιν· πῦρ γὰρ ἀναλυθὲν εἰς ἀέρα χωρεῖ καὶ ἀὴρ συναχθεὶς βίᾳ πῦρ γεννᾷ, ὡς ὑπὸ τῆς περιτρίψεως τῶν λίθων μεσοσυλλαβουμένου ἀέρος· οἱ δέ φασι καὶ αὐτὸ κατ’ ἐνέργειαν συμπαρεῖναι. |
| 2 15 [10] | Διὰ τί ἐν ταῖς ὀδύναις τῶν ἀποστημάτων προηγεῖται ῥῖγος, εἶτα πυρετός; ὅτι ἐν ταῖς ὀδύναις ἀνιωμένη ἡ φύσις ὑποδύνει ἐν τῷ βάθει, ἀηδιζομένη τῷ ξένῳ. ἀποψυχομένη οὖν ἡ ἐπιφάνεια πήγνυσι τὰ ἀγγεῖα τοῦ αἵματος. χρονίσαντος δὲ τοῦ πάθους καὶ οἷον καταγνοῦσα λοιπὸν ἡ φύσις καὶ χύσασα πάλιν τὸ παγὲν αἷμα ὑπερπληρούμενα τὰ ἀγγεῖα αὐτοῦ παρὰ τὸ γεννῶν, συμπάσχοντα δὲ τὰ μόρια τῷ ὀδυνωμένῳ διὰ τὴν ἀπὸ τῆς πληρώσεως τοῦ αἵματος τάσιν, ὥσπερ φυλαττόμενα ἐπεγείρει τὴν ἀποκριτικὴν δύναμιν καὶ ποιεῖ τὸ ῥῖγος, ἡ δὴ σῆψις τοῦ αἵματος τὸν πυρετόν. Διὰ τί τινες τῶν ὀπωρῶν ἔνδοθεν ἔχουσι τὸ ἀχρεῖον, οἷον φοίνικες περσικοί, τινὲς δὲ τοὔμπαλιν ὡς τὰ κάρυα καὶ αἱ ῥόαι; ὅτι ἡ φύσις εἰδυῖα τὴν τοῦ γένους διαδοχὴν κατέκρυψε τὰ πρὸς τὴν χρείαν ἔνδον. |
| 2 16 [5] | οἶδας γὰρ ἐκ τούτων σωζόμενον τὸ εἶδος, ἐπὶ δὲ ῥοιῶν καὶ τῶν λοιπῶν ἐκφυτῶν καὶ μοσχευμάτων λαμβάνειν τὴν γένεσιν. Διὰ τί οἱ τὰ βόεια πέττοντες ἰχθῦς πετραίους οὐ πέττουσιν; διὰ τὴν ἄμετρον θερμότητα τῆς γαστρὸς πέττονται τὰ βόεια. |
| 2 17 [10] | δεῖ γὰρ πρὸς τὴν ποιοῦσαν αἰτίαν εἶναι καὶ τὴν πάσχουσαν ὕλην. ὥσπερ γὰρ τῷ σιδήρῳ πρὸς τὴν ἐργασίαν στερεὰ ὕλη δέδοται πρὸς τὴν χρείαν, οἷον ξύλα δρύϊνα, ἢ ἄνθρακες, ἐπὶ δὲ ἀργύρου ἢ χρυσοῦ ἄχυρα (ἀμείβεται γὰρ ἡ ὕλη διὰ τὴν οὐσίαν τοῦ πάσχοντος), οὕτως καὶ ἐπὶ τῶν ἰχθύων· νόμισον γὰρ εἶναι τούτους μὲν χρυσόν, ὡς σίδηρον δὲ τὰ βόεια κρέα. ἐὰν οὖν εὑρεθῇ γαστὴρ θερμή, ὑπεροπτώμενος ὁ ἰχθὺς κνισσοῦται καὶ ἀφανίζεται καὶ ἀπεψίαν μιμεῖται. Διὰ τί ἐπὶ τῶν φθισικῶν γρυποῦνται οἱ ὄνυχες; ὅτι ἡ τῶν στερεῶν οὐσία δυσπαθὴς οὖσα ἐκκλίνει τὸ πάθος· φαντάζουσι δὲ τῷ σχήματι διὰ τῶν σαρκῶν συντάξιν. |
| 2 18 [5] | τὸ δὲ ἕλκος ἔχουσιν ἀνίατον τῷ μηδέποτε ἠρεμεῖν τὸν πνεύμονα διὰ τὸ ἀεικίνητον γεγονέναι ὑπὸ τῆς φύσεως. διὰ τὴν τῆς καρδίας ἀδιάλειπτον κίνησιν, καὶ διὰ βηχὸς ὡς ἀνακαθαιρομένου τοῦ πύου πλέον σπαράττεται τὸ ἕλκος. Διὰ τί ἐν τοῖς πυρετοῖς αὐτῶν μειουμένων αὔξουσι τρίχες καὶ ὄνυχες, ἐν δὲ ταῖς ἀναλήψεσιν ἀπορρέουσι μὲν αἱ τρίχες, αὔξει δὲ τὸ σῶμα; ὅτι θριξὶν ἡ τροφὴ ἐκ περιττωμάτων· ἐν δὲ τοῖς πυρετοῖς καιομένων τῶν χυμῶν, γεννᾶται τὰ περιττώματα· τὸ σῶμα οὖν οὐ τρέφεται διὰ τὴν καχεξίαν. |
| 2 19 [10] | εἰκότως οὖν ἡ θρὶξ πρὸς τὸ οἰκεῖον ἥδεσθαι καὶ τούτῳ χαίρει. ἐπὶ δὲ τῶν ἀναλήψεων ἐκτεφρωθέντων τῶν χυμῶν ἵσταται τὰ τῶν ἀναθυμάσεων καὶ οὐ τρέφεται. ὅθεν ἐκπίπτει· τὸ δὲ σῶμα ἐκ τῆς κενώσεως ἅπαν τὸ γεννώμενον εἰς αὐτὸ ἐφέλκεται διὰ τὴν τοῦ φθάσαντος δαπάνην. Διὰ τί ἡ λευκὴ ὑπόστασις τῶν οὔρων ἀγαθή; διὰ τὴν τῶν στερεῶν καὶ ἀρχῶν ὁμοιότητα· δηλοῖ γὰρ φιλίαν τῆς δυνάμεως καὶ ἰσχύν, καὶ τὸ γνώρισμα φέρει τῷ χρώματι. |
| 2 20 [35] | ἐν γὰρ τοῖς στερεοῖς ὡς ἑδραίοις περὶ τὰ ὑγρὰ καὶ τὰ πνεύματα ἡ φύσις πεπίστευκεν ἑαυτὴν οἰκεῖν· ταῦτα δὲ λευκὰ τὴν χρόον, ὡς νεῦρα καὶ ὀστᾶ καὶ φλέβες καὶ ἀρτηρίαι· πεττόμενος οὖν ὁ νοσοποιὸς χυμὸς ἐν τοῖς ἀγγείοις, καὶ διὰ τῶν νεύρων ἐκκενῶν τὸ πεφθὲν ἀχρεῖον, ἀπομόργνυται καὶ τὸ τοῦ πέττοντος χρῶμα λευκὸν ὄν· καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπειδήπερ κατὰ βραχὺ ἡ δύναμις διὰ τὸν πυρετὸν ἀσθενοῦσα πέττει τὸν νοσοποιὸν χυμὸν ἐξ ἀρχῆς ὀλίγον κενούμενον σὺν τοῖς οὔροις καὶ διὰ κουφότητα γινόμενον ἀνωφερές, ποιεῖ τὸ λεγόμενον ἐναιώρημα. ἔστι γὰρ ἰδεῖν ἐν τῷ ποτηρίῳ τῶν οὔρων ἐπιπολάζον ἀραχνοειδές τι. μετὰ δὲ ταῦτα προκόπτουσα καὶ πλέον πέττουσα, πλέον κυνοῖ καὶ ποιεῖ τὸ νεφέλιον κατὰ μέσον τῶν οὔρων ἱστάμενον. ὅσον γὰρ τῷ ποσῷ ἑαυτοῦ γέγονε βαρύτερον, τοσοῦτον ὑποκαταβέβηκεν· ὅταν δὲ τελείως ἐκκρίνει πέψασα τὸ πᾶν τοῦ νοσοποιοῦ περιττώματος, τοῦτο λοιπὸν τῷ πλήθει βαρὺ γενόμενον ὑφιζάνει παρὰ τὸν πυθμένα τοῦ ποτηρίου καὶ ποιεῖ τὴν λεγομένην ὑπόστασιν δηλοῦσαν τελείαν ὑγείαν· τὸν γὰρ ἀναπεφυρμένον ἐν τῷ κατὰ φύσιν αἵματι νοσοποιὸν χυμὸν τέλεον διὰ τῆς πέψεως χωρίσασα ἡ φύσις ἐξέκρινε· τὸ μὲν γὰρ λευκὸν τῆς ὑποστάσεως δηλοῖ τῶν στερεῶν μορίων τὸ χρῶμα σωζόμενον τῶν οἰκητηρίων τῶν δυνάμεων, τὸ δὲ λεῖον αὐτῆς σημαίνει τοῦ πεφθέντος χυμοῦ τὸ ὁμότιμον· τὸ γὰρ πῇ μὲν παχύτερον πῇ δὲ λεπτότερον, ἀνισότητά τινα τοῦ πεμφθέντος ἐνδείκνυται. τὸ δὲ ὁμαλὸν τῆς ὑποστάσεως, τούτεστι τὸ μὴ διασπᾶσθαι ταύτην, κηρύττει δυνάμεως τελείαν ἐνέργειαν· ἀναλογεῖ δὲ τὸ ἐν φλεγμοναῖς πύον τῇ ὑποστάσει τῶν οὔρων. καὶ τὸ μὲν πῦον δυσῶδες, ἐπειδὴ ἐν στενῷ τόπῳ τὸ σαπὲν μὴ διαπνεόμενον καὶ μὴ συναναμεμιγμένον τῷ αἵματι, ἀλλὰ ἐκτὸς ὂν περὶ τὸ δέρμα. ἡ δὲ ὑπόστασις τὰ ἐναντία ἔχουσα, οὐκ ἔστι δυσώδης. Διὰ τί ἀπὸ χολῆς γίνεται πυρετὸς καὶ ἀπὸ χολῆς λύεται; γίνεται δὲ ἀπὸ χολῆς, ὅταν κινηθεῖσα ἐπὶ τὸ δριμύτερον τραπῇ καὶ σαπῇ. |
| 2 21 [5] | λύεται δέ, ὅταν ἀθρόως ὁρμήσαντος τοῦ ζῴου πρὸς ἄμυναν τοῦ λυποῦντος, συντρέχων καὶ ὁ χυμὸς εἰς τὰ ἐκτὸς καὶ διαφορηθεὶς τῇ κενώσει λύσῃ τὴν αἰτίαν. Διὰ τί τῶν λυπουμένων κοῖλοι οἱ ὀφθαλμοί; ὅτι ἡ λύπη συνίζησιν ποιεῖ γενέσθαι τῶν σωμάτων διὰ τὴν τῆς ψυχῆς εἴσω ῥοπήν· τῶν δὲ ὀργιζομένων προπετεῖς εἰσι διὰ τὴν ἔξω ῥοπήν. |
| 2 22 [5] | ὅπου γὰρ νεῦμα δυνάμεως, ἐκεῖ ὀργάνων καὶ χυμοῦ νεύει ῥοπή. Διὰ τί τὰ μὲν ὀστέα ξηρότερα ὄντα καὶ ἰσχυρότερα ἐν ταῖς καταπτώσεσι κατεάγνυνται, ἡ δὲ σάρξ, ἀσθενὴς καὶ μαλακὴ οὖσα, φεύγει τῆς πληγῆς τὸ πάθος; ὅτι τὰ ἰσχυρότερα ἀντιβαίνοντα τῷ ποιοῦντι ἐκ μάχης πρὸς ἄλληλα ἑαυτῶν ποιοῦνται τὴν φθοράν, τὰ δὲ εὔεικτα διὰ τὸ τῆς οὐσίας μαλακὸν ὑπείκοντα τῷ ποιοῦντι κλέπτουσι τὴν μάχην. |
| 2 23 | τοῦτο συμβαίνει καὶ ἐπ’ ἀνθρώπων καὶ φυτῶν καὶ ἀψύχων σωμάτων. Διὰ τί οἱ εὐνοῦχοι μακροὶ καὶ βλεσοί; ὅτι ὑγρότητος ἔχοντες πλῆθος πλουτοῦσι πρὸς σῶμα. |
| 2 24 [5] | ἀσθένειαν δὲ δυνάμεως μὴ φέρον τὸ τῶν σαρκῶν πλῆθος, διαστρέφει τὰ ὀχοῦντα μόρια· ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰκιῶν· ἐάν τις μὴ ἀνάλογον τῶν θεμελίων ἀποτελέσῃ τὸ μέγεθος τοῦ οἰκήματος, τάχιον φθείρεται. τὸν αὐτὸν τρόπον ἐστὶν ἰδέσθαι καὶ ἐπὶ τῶν εὐνούχων. ἡ γὰρ φύσις οὐ προμεμάντευτο μέγεθος, ἀλλὰ τέχνη ἀφαιρέσεως τοῦ ἀναλίσκοντος θερμοῦ ἐπεισήγαγε τὴν παχύτητα. Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγοῦμεν; ὅτι λεπτὰ καὶ νευρώδη καὶ ὀλίγαιμα καὶ διὰ τοῦτο ψυχρά. |
| 2 26 | Διὰ τί ἐν φόβῳ ἢ ἐν φρίκῃ αἱ τρίχες ὀρθαὶ ἵστανται; ὅτι τὰ πάθη κατὰ ψύξιν ποιοῦσιν, ἡ δὲ ψύξις πύκνωσιν τῶν πόρων τοῦ δέρματος· ἡ δὲ θρὶξ οὖν πανταχόθεν παρασφιγγομένη, τῇ τάσει ὀρθοῦται. Διὰ τί οἱ μελαγχολικοὶ τὰ μὲν τῆς φύσεως σώζουσιν ἔργα, πέττοντες καὶ ἐξαιματοῦντες, τὰ δὲ τῆς ψυχῆς οὐκέτι; οὐ γὰρ διανοοῦνται κατὰ λόγον. |
| 2 27 [5] | ὅτι περὶ τὸ ὄργανον τοῦ φρονοῦντος τὸ πάθος καὶ ἡ δυσκρασία, λέγω δὲ περὶ τὸν ἐγκέφαλον. Διὰ τί τὰ συνεχῶς γινόμενα νοσήματα εὐιατότερα τῶν σπανίων; ὅτι πρῶτον μὲν τῷ πυκνότερόν τι γίνεσθαι ἐθιζόμενον, οὐ τοσοῦτον λυπεῖ τὴν φύσιν· ἄλλως τε καὶ μικρὰ ἐκτροπὴ τῆς κράσεως ποιεῖ τὰ συνεχῆ, μεγίστη δὲ τὰ σπάνια. |
| 2 29 [10] | Διὰ τί οἱ πυρέττοντες διψῶσι μὲν μᾶλλον, οὐ πεινῶσι δέ, οἱ δὲ ἀναλαμβάνοντες πεινῶσι μὲν μᾶλλον, οὐ διψῶσι δέ; διότι ἡ δίψα γίνεται δι’ ὑπερβολὴν θερμότητος τῆς τοῦ πυρετοῦ· καθάπερ καὶ ἐπὶ τῶν ὑγιαινόντων τῶν οἶνον πολὺν ἄκρατον πινόντων παρέπεται δίψα. ἡ γὰρ δίψα, ἐκ πολλῆς θερμότητος, ὡς νῦν εἴρηται, ἢ ἐκ πολλῆς ξηρότητος ἐκβοσκησάσης τὰ ὑγρά, καθάπερ ἐπὶ τῶν νηστευσάντων. οὐ πεινῶσι δέ, ὅτι πολλὴ ὑγρότης ἔγκειται τῶν νοσοποιῶν χυμῶν ἐν τῷ στομάχῳ, οἱ δὲ ἀναλαμβάνοντες πεινῶσι μὲν διὰ τὴν πολλὴν κένωσιν τῶν ὑγρῶν δαπανηθέντες ὑπὸ τοῦ πυρετοῦ, οὐ διψῶσι δέ, ὅτι κατέψυκται αὐτοῖς τὸ σῶμα τῇ ἀπουσίᾳ τῆς τοῦ πυρετοῦ θερμότητος. Διὰ τί ἐν τῷ ἀπόλλυσθαι οἱ φθεῖρες ἀφίστανται ἐν οἷς ἂν ὦσι τόποις; ὅτι δέονται καὶ θάλψεως καὶ τροφῆς, ἐκ τοῦ αἵματος· τοῦτο δὲ καὶ καταψύχεται καὶ ἐκδαπανᾶται. |
| 2 30 [5] | ζητοῦντες οὖν ἕτερον τόπον ὅμοιον τοῦ προτέρου ἀφίστανται. Διὰ τί τὰ σφαζόμενα ζῷα λακτίζει συνεχῶς τοὺς πόδας; διὰ τὴν ἀπὸ τῆς πληγῆς ὀδύνην μᾶλλον ἢ διὰ τὸ σπᾶσθαι. |
| 2 32 [5] | Διὰ τί ἐπί τινων ζῴων αἱ κέρκοι μᾶλλον κινοῦνται μετὰ ἀποκοπήν, ἤπερ τὸ λοιπὸν σῶμα κοπέν; ὅτι στενοπόροι οὖσαι τῶν σαρκῶν πλέον φυλάττουσι τὴν φυσικὴν θερμότητα, αὐτὴ δὲ τὴν κινητικὴν καὶ αἰσθητικὴν δύναμιν, ὅθεν καὶ μετ’ ἠρεμίας ἄν τις ἅψηται, πάλιν κινοῦνται. Διὰ τί ἐν ταῖς καθάρσεσιν ὅταν ἀριθμεῖν δύνωνται τὰς δοκοὺς ἀκριῷ ἀρκούντως ἐκαθάρθησαν; ὅτι ἐξ ἀρχῆς μὲν τὸ καθαρτήριον κινῆσαν τοὺς χυμοὺς ἐν τῇ κοιλίᾳ καὶ ἑλκύσαν, πεποίηκε τὸν ἐγκέφαλον κατ’ ἀναθυμίασιν πληρωθῆναι· καὶ διὰ τοῦτο τὸ ὀπτικὸν πνεῦμα καὶ τὸ φρονοῦν μὴ ὂν καθαρόν, ἀνομοίους ὁρᾷ τοὺς δοκούς. |
| 2 33 | μετὰ δὲ τὴν κένωσιν, καθαροῦ γενομένου, δίδωσι καὶ τῷ ὀφθαλμῷ κατὰ ἀλήθειαν ὁρᾶν καὶ τῷ φρονοῦντι καλῶς κρίνειν. Διὰ τί ἐπὶ τῶν ἐμπυϊκῶν καὶ φθισικῶν πλῆθος φθειρῶν ἐπί τινων γίνεται; ὅτι ὁ πυρετὸς φθείρει τὰ ὑγρὰ καὶ σήπει. |
| 2 34 [5] | ζῳοποιούμενα δὲ ἐκ τῆς φυσικῆς θερμότητος, τίκτει τούτους, καθάπερ καὶ ἐν βορβόρῳ ἢ κόπρῳ σκώληκες καὶ ἐν τοῖς τῶν ἐντέρων ἕλμινθες. Διὰ τί μᾶλλον ἀλγοῦμεν ἐπὶ τῇ τῶν ὄρχεων πληγῇ; ὅτι οἱ κρεμαστῆρες αἰσθητικώτατοι. |
| 2 35 [20] | ἔτι γε μὴν ἡ φύσις πλείστην ἡδονὴν τῷ αἰδοίῳ παρέσχε τῆς συνουσίας ἕνεκεν· νευρῶδες γάρ ἐστι μόριον. ἡ δὲ πλείστη ἡδονὴ ἀπὸ πολλῆς αἰσθήσεως γίνεται· καὶ οἱ ὄρχεις οὖν τῇ συγγενείᾳ καὶ τῷ γειτονεύειν συμπάσχοντες μετέχουσι καὶ αὐτοὶ πολλῆς αἰσθήσεως· ὅπου δὲ πολλὴ αἴσθησις, σφοδρὰ ἡδονὴ γίνεται· ὅπου δὲ σφοδρὰ ἡδονή, καὶ ἡ ὀδύνη σφοδρά· τῷ γὰρ μεγίστῳ ἀγαθῷ μέγιστον κακὸν ἀντίκειται, ὡς ἐπὶ τὸ πλεῖστον, τῷ δὲ ἐλάττονι ἔλαττον. τὰ δὲ συμπάσχοντα συμπάσχει τριχῶς, ἢ διὰ συγγένειαν. ὡς ἐγκέφαλον καὶ στόμα κοιλίας τῇ κοινωνίᾳ τῶν πλείστων νεύρων, ἢ διὰ τόπου γειτνίασιν καὶ ἐγγύτητα, ὡς καρδία στομάχου, ὅταν ὑπὸ δριμοῦ χυμοῦ δακνομένη καὶ αὐτὴ συναπολαύουσα ποιεῖ καρδιωγμὸν πρὸς ἀποδίωξιν τῶν λυπούντων· ἢ διὰ ἀσθένειαν καὶ κατὰ πάροδον, ὡς ἐπὶ προσπταίσματος δακτύλου, ποδός, βουβών· προστρεχούσης γὰρ τῆς φύσεως πρὸς τὸ ὀδυνώμενον μετὰ τοῦ αἵματος, πληροῦνται τούτου οἱ ἀδένες τοῦ βουβῶνος. καὶ ἡ τοῦ βίου δὲ συμπάθεια τριττή· ἐπὶ γὰρ νεκρῷ συμπάσχουσι καὶ συναλγοῦσι συγγενεῖς ἢ γείτονες ἢ κατὰ πάροδον ἀκούοντες, ἢ ἐρωτῶντές τινες τὸ πάθος λόγῳ ἀσθενείας τῆς ψυχῆς· καὶ γίνεται τὸ μὲν πρῶτον ὥσπερ κατ’ ἰδιοπάθειαν, τὸ δὲ δεύτερον κατὰ συμπάθειαν, τὸ δὲ τρίτον ἧττον. Διὰ τί ἐπὶ ὀφθαλμίᾳ ξύρησις ὠφέλιμος; ὅτι διαπνεομένη ἡ κεφαλὴ διὰ τῶν πόρων διαφορεῖ τὰ περιττώματα καὶ τὸ ῥεῦμα. |
| 2 37 [5] | Διὰ τί ἐκ τοῦ σκότους εἰς τὸ φῶς ἐλθόντες οὐ δυνάμεθα εὐθὺς ὁρᾶν, οὔτε μὴν ἐκ τοῦ φωτὸς εἰς τὸ σκότος· ὅτι τὸ μὲν σκότος παχὺ καὶ ψυχρὸν ὂν πυκνοῖ καὶ ἐπιθολοῖ τὸ ὀπτικὸν πνεῦμα, τὸ δὲ φῶς πάλιν λαμπρὸν ὂν καὶ λευκὸν καὶ θερμὸν διαφορήσει τοῦτο κατασκεδάννυσι. τῷ μέντοι χρόνῳ μετὰ τὸ ποιῆσαι ἐθιζόμενον καὶ τὸ μηκέτι ξενιζόμενον, ὁρᾶν δύναται. ἢ ὅτι ἀπὸ τοῦ ἐναντίου εἰς τὸν ἐναντίον ἀθρόως μετατιθέμενοι παραχρῆμα ξενιζόμεθα ὁμοίως ὁρᾶν; Διὰ τί ἐπὶ τῶν ἀλόγων οἱ πυρετοὶ καὶ τὰ κρυπτὰ πάθη δυσιατότερα καὶ κινδυνώδη, ἤπερ ἐπὶ τῶν ἀνθρώπων; ὅτι τὴν φύσιν ἔχουσι καὶ τὴν αἰσθητικὴν δύναμιν βεβαπτισμένην ἐν τῷ βάθει τοῦ σώματος καὶ περιελκομένην ὑπὸ τῶν λογιστικῆς ψυχῆς ἐπὶ τὰ ἐκτός, καθάπερ ἐπὶ ἀνθρώπων ἔχει. |
| 2 38 [5] | δεόντως οὖν ἡ αἴσθησις ἀντιλαμβανομένη πολλῆς ὀδύνης καὶ τὴν φύσιν καταβαπτίζει καὶ πάσας αὐτῶν τὰς δυνάμεις· ἄλλως τε μὴν ἅτε δὴ δυσπαθέστατα ὄντα ὑπὸ μειζόνων αἰτίων πάσχει μᾶλλον ἤπερ ἀπὸ τῶν τυχόντων. Διὰ τί ἐν ὑετῷ πομφόλυγγες γινόμεναι σφοδρὸν ὑετὸν δηλοῦσιν; ὅτι τὸ πολὺ ὕδωρ καὶ ἡ πολλὴ ἀναθυμίασις πνεύματος πολλοῦ καὶ παχέος γεννητικὴ ὑπάρχει· τοῦτο δὲ τὸ ὕδωρ ὑποδυόμενον πανταχόθεν καὶ κυρτοῦν ἑαυτὸ φύσαν ἐργάζεται καθάπερ καὶ τὴν ὕαλον ἔστιν ἰδεῖν ὑπὸ τοῦ πνεύματος φυσωμένην, καὶ πᾶν ὑγρὸν ἐν τῇ ἑψήσει πνευματούμενον. |
| 2 39 [10] | σφαιροειδὴς δὲ γίνεται, διότι τὸ ὕδωρ στοιχεῖόν ἐστι σφαιροειδές, καθάπερ καὶ τὰ λοιπὰ στοιχεῖα. δεῖξις δὲ τούτου, κατὰ φύλλων βαλλόμενον τὸ ὕδωρ καὶ καταφερόμενον ἐξ ὕψους στρογγυλοῦσθαι. καὶ ὡς ἔχει τὸ μέρος, οὕτω καὶ τὸ ὅλον ὕδωρ· διὸ καὶ ὁμοιομερές ἐστιν. Διὰ τί οὐκ ἀλγοῦμεν τὴν κεφαλὴν διαιρούμενοι τῷ λοιπῷ σώματι παραπλησιόν; ὅτι σὰρξ οὐκ ἔστι πολλὴ μυώδης καθάπερ ἐν τῷ λοιπῷ σώματι. |
| 2 41 [5] | Διὰ τί οἱ ἐκ νόσων ἐκ τῶν ποδῶν λεπίδας ἀποβάλλουσι μᾶλλον, σπανίως δὲ καὶ ἐκ τῶν χειρῶν; ὅτι ἡ ὕλη κατωφερὴς καὶ οἱ πόδες δὲ μᾶλλον τῶν χειρῶν πορρωτέρω τυγχάνοντες τῆς καρδίας. καὶ διὰ τοῦτο ψυχρότεροι ὄντες, ἧττον πέττουσι καὶ διαφοροῦσι τὰ περιττώματα. Διὰ τί ἀπὸ φθίσεως καὶ ψώρας καὶ ὀφθαλμίας οἱ πλησιάζοντες ἁλίσκονται, ὕδρωπος δὲ καὶ πυρετοῦ ἀποπληξίου οὐκέτι; ὅτι ὁ μὲν ὀφθαλμὸς ὡς εὐπαθὴς καὶ ὑγρὸς ἀντιβλέπων, καὶ ἀκτῖνες δὲ μετὰ πνεύματος ἐξιοῦσαι νοσώδεις τῷ εὐπαθεῖ ὀφθαλμῷ μεταδιδόασι τοῦ πάθους. |
| 2 42 [15] | ἡ δὲ φθίσις, ἀναπέμπουσα διὰ τῆς ἀναπνοῆς ἀέρα σεσηπότα, διαδίδωσι πάλιν διὰ τῆς ἀναπνοῆς τοῦ ὑγιαίνοντος τὸ πάθος καὶ τὴν σῆψιν τῷ πνεύμονι. ὁμοίως δὲ καὶ ἡ ψώρα ἐπὶ πολλῆς οὖσα τοῦ δέρματος καὶ γλίσχρον ἔχουσα τὸ ἀπορρέον, εὐχερῶς μεταδίδωσι· καὶ τρέπει τὸ δέρμα τοῦ ὑγιαίνοντος· τῶν δὲ ἄλλων παθῶν τὰ μὲν οὐχ ἅπτεται τοῦ δέρματος κατὰ τὸ βάθος ὄντα, ἤ τινα ἀπόρροιαν οὐκ ἀναπέμπει, καθάπερ ὕδρωψ καὶ ἀποπληξία, τὰ δὲ κατὰ μὲν τὰ ἐπὶ πολλῆς τυγχάνοντα, διὰ δὲ γλισχρότητα καὶ παχύτητα καὶ ξηρότητα μηδὲν ἀπορρέοντα, ὡς λεύκη καὶ λέπρα, τὰ δὲ κατὰ μὲν βάθη ὄντα μὴ ἀπορρέοντα δὲ λοιμικὴν καὶ σηπτικὴν ἀπόρροιαν, ὥσπερ οἱ συνήθεις τῶν πυρετῶν. Διὰ τί ἐπί τινων ἐν τοῖς πυρετοῖς οἱ σπλῆνες αὔξονται; ἢ διότι πολλὰ πίνουσι καὶ ἐμπνευματοποιοῦνται. |
| 2 43 | ἀραιοπόρον γὰρ τὸ μόριον. ἢ ὅτι ἀσθενὲς ὂν φύσει, δέχεται χεομένας τὰς ὕλας. Διὰ τί γέροντες καὶ παῖδες μᾶλλον λιθιῶσι τῶν νέων; παῖδες μὲν ὡς ἀδηφάγοι, γέροντες δὲ ὡς ψυχροὶ καὶ ἀδύναμοι καὶ ἧττον πέττοντες, πολλὰ περιττώματα συνάγουσι τὰ τῶν λίθων γεννητικά. |
| 2 45 [5] | Διὰ τί ὁ γαργαλισμὸς καὶ ὁ κνησμὸς τῶν πελμάτων ὕπνον ποιεῖ; ἐπειδήπερ τῶν νεύρων τὰ τέλη ἐνταῦθα πέφυκε. δι’ αὐτῶν οὖν ἡ μετρία κίνησις ἀνιοῦσα πρὸς ἐγκέφαλον ἥδει ψυχὴν καὶ εἰς ἠρεμίαν αὐτὴν ἕλκει καὶ ὕπνον. οἱ δέ φασιν ὡς πλειόνων ἐνταῦθα περιττωμάτων κατιόντων διά τε τὸ κατωφερὲς καὶ τὴν τῶν ποδῶν συνεχῆ κίνησιν· πάλιν ὁ μέτριος κνησμός, τὴν κίνησιν τὰ περιττώματα διὰ τῶν νεύρων ποσῶς ἀναπέμπει πρὸς ἐγκέφαλον, καὶ πληρούμενος οὗτος ὕπνον ποιεῖ. Διὰ τί μᾶλλον καὶ συνεχέστερον σεληνιακαὶ ἐκλείψεις γίνονται τῶν ἡλιακῶν; διότι ἡ μὲν σελήνη ἐμπίπτει καὶ εἰς τοὺς ὅρους τῶν ἐκλειπτικῶν συνδέσμων καὶ εἰς τὸν κῶνον τὸν γινόμενον ἐκ τῆς σκιᾶς τῆς γῆς διὰ τὴν τοῦ ἡλίου διάμετρον. |
| 2 46 [15] | καὶ διὰ γραμματικῶν δὲ ἀναγκῶν μᾶλλον σελήνη διὰ τὴν ὀξύρροπον κίνησιν ἐμπίπτει συνεχέστερον τοῖς εἰρημένοις συμπτώμασιν, ὁ δὲ ἥλιος μόνος ὑπὸ ἐκλειπτικῶν συνδέσμων ὑποσκιάζεται, τῆς σελήνης εἰς αὐτοὺς ἐμπιπτούσης καὶ ἀποκρυπτούσης αὐτόν· ἐλάττων δὲ αὐτοῦ τυγχάνουσα τῷ μεγέθει τὸν δίσκον πάντα κρύπτειν οὐ σθένει· τοῦτο δὲ πάσχει συνεχέστερον αὕτη. κινοῦσι δὲ χαλκὸν καὶ σίδηρον ἄνθρωποι πάντες, ὡς τοὺς δαίμονας ἀπελαύνοντες διότι κατ’ ἐκεῖνον τὸν χρόνον οἱ φωστῆρες οὐκ ἐπιπέμπουσι τῇ γῇ ἀπορροίας ἀγαθοποιούς, κωλυτικὰς τῶν φαύλων δαιμόνων. Διὰ τί τὰ ἑπταμηνιαῖα βρέφη ζώσιμα, τὰ δ’ ὀκτωμηνιαῖα οὐκέτι; ὅτι ὁ ἑπτὰ ἀριθμός, τέλειός ἐστι τῇ φύσει, ὡς μαρτυρεῖ Πυθαγόρας καὶ οἱ ἀριθμητικοὶ καὶ οἱ μουσικοί· ὁ δὲ ὀκτὼ ἀτελής. |
| 2 47 [5] | καθάπερ καὶ τὰ τέρατα οὐ ζώσιμα τῷ μὴ εἶναι αὐτῶν τὴν γένεσιν κατὰ πρόνοιαν φύσεως, ἀλλ’ εἶναι ἀτελῆ κατὰ πλεονασμὸν καὶ ἀταξίαν ὕλης, ἑτερόμορφα πλαττόμενα. οὐδὲν γὰρ ἀτελὲς οὔτε κατὰ χρόνον οὔτε κατὰ διάπλασιν καὶ γένεσιν ὑπὸ φύσεως γέγονεν, ὅθεν οὔτε παραμόνιμόν ἐστι· γεννῶνται δὲ ἑπταμηνιαῖα τῷ τὴν διαπλαστικὴν δύναμιν τὴν ἐν μήτρᾳ ἰσχυροτάτην οὖσαν καὶ εὑρίσκουσαν αἷμα χρηστὸν καὶ σύμμετρον, τάχιον ἀνύειν τὸ ἔργον· οἱ δὲ τοὐναντίον δεκαμηνιαῖα. ὅτι δὲ τέλειος ὁ ἑπτὰ καὶ ὁ δέκα τῇ φύσει ἀριθμός, δῆλον ἐκ τοῦ διοικεῖν τὸν θεὸν τὸν περίγειον κόσμον ἑπτὰ ἄστροις· ἑπταμηνιαῖα δὲ τὰ βρέφη τοὺς ὀδόντας ἀναφέρει, ἑπτὰ ἔτη δὲ ἀποβάλλει· διότι ἑπτὰ δέ, ἡβάσκει· τρὶς ἑπτὰ δὲ ἀνδροῦται· καὶ τὰ νοσήματα δὲ ἀναλόγως τῷ ἑπτὰ ἀριθμῷ. ὁμοίως καὶ ἡ σελήνη τῷ ἑπτὰ ἀριθμῷ σχηματίζεται, ἑβδομάσι δὲ καὶ ὁ μὴν διατυποῦται. ἑπτὰ δὲ καὶ τὰ φωνήεντα. ὁμοίως δὲ καὶ ὁ δέκα ἀριθμὸς παρὰ Ἀριστοτέλη καὶ τοῖς φιλοσόφοις συμπεριλαμβάνει τὰ ἐν γενέσει καὶ φθορᾷ· καὶ πᾶς δὲ ἀριθμὸς διὰ τοῦ δέκα γεννᾶται κατὰ ἀνακύκλωσιν· ὁ γὰρ ἕνδεκα καὶ ὁ δώδεκα καὶ οἱ ἑξῆς ἀνακάμπτουσιν ἐπὶ τὴν ἀρχὴν τοῦ δέκα ἀριθμοῦ ἄχρι παντὸς ἀπείρου ὡς πρὸς ἡμᾶς ἀριθμοῦ· καὶ οἱ τότε δὲ δικαιότατοι ἄνδρες τὰς δεξιὰς ἑαυτοῖς παρεῖχον ὑπὲρ ἀσφαλείας πράγματος, τὸν δέκα ἀριθμὸν προβαλλόμενοι· οἱ γὰρ νῦν γράμμασιν ἰδίοις βεβαιοῦνται τὰ πράγματα. Διὰ τί ταῖς χερσὶν ἀμφοτέραις ὀρθὸν τὸ ᾠὸν ἄγαν θλιβόμενον οὐ κλᾶται, πλάγιον δὲ τοῦτο πάσχει; ὅτι εἰς τὰς ὀξείας μόνας ὁμιλεῖ τῷ θέναρι τῶν χειρῶν καὶ ἐν βραχυτάτῳ μέρει αὐτοῦ θλίβεται· καὶ πλάγιον μέντοι καθ’ ὅλον τὸ ὄστρακον θλιβόμενον, εὐχερῶς ὑπομένει τὴν θλάσιν. |
| 2 49 [5] | Διὰ τί ἐπὶ τῶν ἠχούντων ὤτων φυσικῶς ὁρμώμενοι πάντες τὸν δάκτυλον ἐμβάλλοντες κινοῦσι τὸν πόρον ἐπὶ πολύ; ὅτι ὁ ἀκουστικὸς πόρος εὐρυνόμενος διαφορεῖ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐποίει τὸν ἦχον. ποσῶς δὲ καὶ ἀπὸ τῆς συντόνου κινήσεως λεπτυνόμενον ἐκκρίνεται. Διὰ τί αἱ θήλειαι βραδέως λιθιῶσι τὴν κύστιν; ὅτι μᾶλλον τῶν ἀρρένων εὐρύπορον ἔχουσι τὸν τράχηλον τῆς κύστεως ὡς καὶ συνεκκρίνεσθαι τῷ οὔρῳ τὸ περιττόν. |
| 2 51 [5] | Διὰ τί τὰ ἄγρια φυτὰ εὔκομα καὶ ἰσχυρά; ὅτι παρ’ αὐτῆς τῆς φυσικῆς δυνάμεως καὶ γεννᾶται καὶ τελεσιουργεῖται καὶ οὐκ ἀπὸ τέχνης ἢ γεωργίας. οὔτε μὴν ἐκ πλήθους ὕδατος καὶ πλείστης ὑγρότητος γεννᾶται καὶ τρέφεται καθάπερ τὰ ἥμερα, ἥτις ἐκθηλύνει τὰ τικτόμενα. ἢ ὥς τινές φασιν, ὅτι τῶν μὲν ἀγρίων ὥσπερ μηρόν ἐστι, τῶν δὲ ἡμέρων μητρυιά. Διὰ τί ἐπὶ τῶν μυῶν αἱ ἐγκάρσιαι τομαὶ δυσιατότεραι καὶ δυσχημάτιστοι τῶν ὀρθῶν; ὅτι πολλαὶ ἶνες τέμνονται νευρώδεις. |
| 2 52 [20] | ἡ γὰρ φύσις τὸ νεῦρον διαξάνασα πανταχόθεν εἰς πολλὰς ἶνας ἐπ’ εὐθείας παρενύφανεν, οὕτω τὴν σάρκα καθάπερ κρόκην στήμονι. καὶ πεποίηκε τὸν μῦν ἐοικότα κατὰ τὸ σχῆμα τῷ ζώῳ· πάλιν δὲ αὐτὸν συνάξασα, πεποίηκεν ἀντίστροφον νεῦρον, τὸν λεγόμενον τένοντα ὅνπερ προσέφυσε κατὰ τὸ πέρας τοῖς ἄρθροις τῶν κινουμένων μορίων. ἐπειδὴ δὲ οὐκ ἠδύνατο τὸ μαλακὸν σκληρῷ συνάψαι ἁπλῶς οὕτως ἀμέσως (ἐναντία γὰρ) ἀνέφυσε διὰ τῶν ὀστῶν καὶ τοῦ μυελοῦ νευρωδές τι μόριον λεγόμενον σύνδεσμον καὶ ἐν αὐτῷ συνέδησε τὸ πέρας τοῦ τένοντος, ὅθεν διὰ τὸ συνδεῖν σύνδεσμος ἐκλήθη. ὅπου μὲν ἦν χρεία τοῦ ἕλκους μόριον εὐμέγεθες καὶ ἰσχυρόν, ὡς σκέλος, ἐκεῖ σφαιροειδῶς τὸν μῦν διέπλασε πρὸς τὸ χωρεῖν αὐτὸν πολλὴν δύναμιν κινητικήν· ὅπου δὲ μικρὸν καὶ ἀσθενὲς ὡς βλέφαρον ἢ ἐπιγλωττίδα, ἐκεῖ τὸν μῦν ὥσπερ ὑμενώδη κατεσκεύασε διὰ τὸ μὴ δέεσθαι πολλῆς δυνάμεως κινητικῆς. καὶ κατὰ ἀναλογίαν τοῦ κινουμένου μορίου καὶ ὁ μῦς γεγένηται. Διὰ τί τίνες βασκαίνουσι καὶ μάλιστα παῖδας; διότι πολλὴν ἔχουσιν εὐπάθειαν καὶ τροπὴν τῆς φύσεως. |
| 2 53 [10] | τὸ δὲ γινόμενον τοιοῦτόν ἐστιν· τινὲς ἐκ πολλῆς κακίας ψυχῆς, φύσιν ἔχοντες ἐπὶ τοῖς καλοῖς δάκνεσθαι, τῷ ἀμέτρῳ φθόνῳ τῆς κακίας αὐτοῖς διεγειρομένης, ὥσπερ ἰώδης τις καὶ φθοροποιὸς ἀκτὶς ἔξεισιν ἀπὸ τῆς κόρης αὐτῶν· καὶ αὐτὴ εἰσιοῦσα διὰ τῶν ὀφθαλμῶν τοῦ φθονουμένου τρέψει τὴν ψυχὴν καὶ τὴν φύσιν εἰς δυσκρασίαν καὶ τοὺς χυμοὺς ἐπὶ σῆψιν καὶ εἰς νόσον ἄγει τὰ σώματα τούτων· ὅθεν καὶ οἱ πολλοὶ καθαριευόμενοι παραφυλάττονται καὶ παραιτοῦνται βλέπειν νεκρούς· αἱ γὰρ ὀπτικαὶ ἀκτῖνες, ἀπιοῦσαι πρὸς τὰ νεκρὰ σώματα κατ’ ἀντανάκλασιν ἀναφέρουσι μολυσμόν τινα διὰ τῶν ὀφθαλμῶν τῇ ψυχῇ. καὶ φύσει παῖδες διὰ τὸ εὐπαθὲς τῆς φύσεως μᾶλλον ἁλίσκονται. Διὰ τί ἐπί τινων σφόδρα βηττόντων ἢ ἐμούντων, ὥσπερ ἀστέρες πρὸ τῶν ὀφθαλμῶν προφαίνονται; διότι ἡ σύντονος ἐπὶ τὰ ἔσω θλίψις τοῦ θώρακος καὶ τοῦ στομάχου ἀνωθεῖται τὰ ὑγρὰ σὺν τοῖς πνεύμασιν ἐπὶ τὰ ἄνω καὶ ταῦτα παριόντα διὰ τῶν ὀφθαλμῶν ἐπιθολοῖ τὸ ὀπτικὸν πνεῦμα· καὶ τοῦτο ἔξω φαντάζοντα ὡς κατ’ ἀλήθειαν· εἰ μὲν οὖν ἀτμὸς ἐπὶ μήκης εἴη, μακρὰ ὁρῶσιν· εἰ δὲ λεκιθώδης, χρυσίζοντα, εἰ δὲ καπνώδης ἀπὸ φλέγματος, λευκά· καὶ καθόλου πρὸς τὸ σχῆμα καὶ τὴν χρόαν τὰ φαινόμενα· ἐπὶ δὲ φρενιτικῶν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου ἐπὶ τὸ ὀπτικὸν πνεῦμα οἱ ἀτμοὶ παρέχονται· καὶ οἱ ὑπὸ χύσει πειραζόμενοι τὰ αὐτὰ ὁρῶσιν. |
| 2 55 | Διὰ τί οἱ ὑδροποτοῦντες ὀξυωπέστεροι; ὅτι ὁ πολὺς οἶνος ἐπιθολοῖ τὸ ὀπτικὸν πνεῦμα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. Διὰ τί οἱ γλαυκόφθαλμοι ἐν ταῖς ὀφθαλμίαις πλέον ὀδυνῶνται καὶ οὔτε στύψιν φέρουσιν; ὅτι τὸ κρυσταλλοειδὲς ὑγρὸν καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν ἔχουσι προπετέστερα ἐπὶ τὰ ἔξω. |
| 2 56 [5] | καὶ διὰ τὴν εὐπάθειαν, καὶ αἰσθητικώτερα. οἱ δὲ μελανόφθαλμοι διὰ τὸ ἐναντίον ἧττον εὐαίσθητοι. Διὰ τί ὡς ἐπὶ τὸ πλεῖστον οἱ μὲν ἁπλῶς ἐμοῦντες φλέγμα κενοῦσιν, οἱ δ’ ἐπὶ πλέον, χολήν, εἶτα καὶ αἷμα; ὅτι συντόνῳ κέχρηνται σπαράξει· καὶ τὰ ἐν τῷ βάθει ἐμπεπαρμένα κενοῦσι· τὸ μέντοι φλέγμα παχὺ ὄν, ἐμπεπλασμένον ἐστίν, καὶ ὀλίγος ἐρεθισμὸς κινεῖ αὐτὸ πρὸς ἔμετον· ἐὰν δὲ εἴη καὶ χολὴ ἐπιπλέουσα τῷ κύτει τῆς γαστρός, ταχύτερον κενοῦται τοῦ φλέγματος. |
| 2 57 [5] | οἱ μέντοι ἐν ταῖς φλεψὶ χυμοὶ τοιαύτην ποιοῦνται τὴν κένωσιν ἐπὶ τῶν καθαρτηρίων· ἡ γὰρ φύσις αὐτὸ τοῦτο προειδυῖα, ὡς ἐπὶ κακοχύμου ἐδέετο καθάρσεως τὸ σῶμα. τὰ πέρατα τῶν φλεβῶν ἀπετελεύτησαν εἰς τὸ κύτος τῆς κοιλίας, καθάπερ καὶ ἐπὶ μήτρας διὰ τὴν μηνιαίαν κάθαρσιν καὶ ἐπὶ ἕδρας καὶ ῥινὸς διὰ τὴν ἐκ νόσων κένωσιν· ἅπερ στόματα φυσικῶς παιδαγωγούμενα μύει τὸν πάντα χρόνον, ἄχρις ἂν ἡ χρεία καλῇ. ἐν μὲν οὖν ταῖς καθάρσεσι τῶν ὀξέων πυρετῶν, αὐτομάτως ὑπὸ τῆς ἀποκριτικῆς δυνάμεως ἀνοστομούμενοι κενοῦσι τὸν ἐν ταῖς μεγάλαις φλεψὶ καὶ ἀρτηρίαις πεφθέντα χυμὸν ἢ διὰ γαστρὸς ἢ διὰ στόματος· ἐν δὲ τοῖς δεδωμένοις καθαρτηρίοις βίᾳ ἀνευρυνόμενα συγχωροῦσιν ἕλκειν τῷ καθαρτηρίῳ. τὸ μὲν γὰρ ἐν αὐτῷ πέπερι θερμὸν ὂν καὶ ἡ σκαμωνία καὶ εἴτι παραπλήσιον φύσει θερμὰ ὄντα ἀνοίγουσι τὰ στόμια· καὶ εἴ τι ἕτερον θερμὸν εἶδός ἐστιν ἐν αὐτῷ, ἰδικῶς δὲ καὶ φυσικῶς λοιπὸν ἕλκει ἕκαστον τὸν οἰκεῖον χυμὸν ὡς ἐν ἀρχαῖς εἴρηται. τὸ μέντοι αἷμα ὡς οἰκεῖον ὑπὸ φύσεως κατεχόμενον τῇ βίᾳ ἑλκόμενον ὕστερον κενοῦται ἐν ταῖς ὑπερκαθάρσεσι. Διὰ τί τὰ βάρη εὐφορώτερον ἐν τοῖς ἀριστεροῖς φέρομεν ἀσθένεσιν οὖσιν, ἤπερ ἐν τοῖς δεξιοῖς; ὅτι μᾶλλον τὰ δεξιὰ ὡς ἰσχυρότερα βοηθοῦσι τοῖς ἀριστεροῖς, καὶ ποσῶς ἐπικουφίζει τὸ βάρος συμπάσχοντα· τὰ μέντοι λαιὰ ὡς ἀσθενῆ τοῦτο ποιεῖν οὐ σθένει. |
| 2 59 [25] | Διὰ τί τὸν σίφωνα ἐκμυζοῦντες ἕλκομεν τὸν οἶνον ἢ ἕτερόν τι ὑγρόν; οὐχ ἡ ἕλξις τῶν χειλῶν ἐπισπᾶται τὸ ὑγρόν, ἀλλ’ ἡ βία τοῦ κενοῦ. ὁ γὰρ πόρος τοῦ σίφωνος ἀέρος πεπλήρωται, σώματος ὄντος λεπτομεροῦς. καὶ ἐπειδὴ ἀδύνατον, σώματα δύο τυγχάνειν ἅμα ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸν αὐτὸν τόπον (λέγω δὴ ὑγρὸν καὶ πνεῦμα) ἔτι γε μὴν οὐδὲ τόπον καὶ χώραν εἶναι κενὴν χωρὶς σώματος· πᾶσα γὰρ χώρα ἢ στερεὸν περιέχει ἢ ὑγρόν, πνεῦμα· ἐπαναγκὲς οὖν διὰ τῆς ἐκμυζήσεως τοῦ ἀέρος ἑλκομένου ἀπὸ τοῦ σίφωνος συνακολουθεῖν τὸ ὑγρὸν τῇ ἀπειλῇ τοῦ κενοῦ· τοῦτο τοίνυν ἴσθι γενόμενον καὶ ἐπὶ καθετῆρος· τὸ γὰρ ἐμβαλλόμενον ἐν αὐτῷ ἔριον ἑλκόμενον συνεξάγει τὸ πνεῦμα, καὶ οὕτω πάλιν τῇ ἀπειλῇ τοῦ κενοῦ συνεφέλκεται τὸ οὖρον· τοῦτο πάσχει καὶ τὰ στραγγεῖα τὰ ἰατρικά· καὶ ἡ σικύα δὲ τοῦτον ἕλκει τὸν τρόπον. τὸ γὰρ ἐμβαλλόμενον πῦρ χέει τὸν ἐν αὐτῷ ἀέρα, λεπτύνον αὐτόν, καὶ κενοῖ ἐξ αὐτῆς· καὶ οὕτως λοιπὸν ἐμβαλλομένης τῷ σώματι, καὶ τοῦ πυρὸς σβεννυμένου, καὶ κενοῦ τόπου παραμένοντος, ἀνάγκη ταύτην ἕλκειν τὸ αἷμα τῇ τοῦ κενοῦ πάλιν ἀπειλῇ. καὶ καθόλου πάντα τὰ ἕλκοντα τοῦτον ὑπομένει τὸν τρόπον ἐπὶ τούτων· καὶ οὔτε ἡ θερμότης ἐστὶν ἡ ἕλκουσα, οὔτε ἡ ἐπίσπασις τοῦ στόματος· καθὼς ὁ καθετὴρ δείκνυσι κατ’ οὐδέτερον τούτων ἕλκων· ἕλκεται δὲ καὶ ὑπὸ θερμότητος ὡς θαψίας κατάχρισις. καὶ ὑπὸ ἰσχυροῦ τὸ ἀσθενές· καὶ ἰδιότητι ὡς ὑπὸ μάγνητος σίδηρος, καὶ αἷμα ὑπὸ τῶν μορίων. Διὰ τί αἱ μὲν φυσικαὶ δυνάμεις σύμφυτοι, αἱ δὲ ψυχικαὶ ἐπίρρυτοι; ὅτι αἱ μὲν φυσικαί, λέγω δὴ ἑλκτική, καθεκτική, ἀλλοιωτική, ἀποκριτική, πρὸς αὐτὸ τὸ ζῆν ἀφορῶσι τὸ ἀναγκαῖον ἔχουσαι. |
| 2 60 [40] | αἱ δὲ θυμικαὶ καὶ ψυχικαὶ καὶ αἰσθητικαὶ καὶ κινητικαὶ πρὸς τὸ εὖ ζῆν τὸ χρήσιμον ἔχουσιν. τὸ μὲν γὰρ μὴ τρέφεσθαι τὸ μόριον, φθορὰν ποιεῖ· τὸ δὲ μὴ κινεῖσθαι ἢ μὴ ὁρᾶν ἢ μὴ ἀκούειν οὐκέτι ποιεῖ θάνατον. ἐν μέντοι τῷ θώρακι διὰ τὴν ἀπειλὴν τοῦ πνιγμοῦ τῇ ἀδιαλείπτῳ ἐπιρροίᾳ τῆς κινήσεως, σοφίζεται ὡς δοκεῖν σύμφυτον εἶναι. αἱ δὲ φυσικαὶ δυνάμεις ταύτην ἔχουσι τὴν τάξιν καὶ τὸν ἀριθμὸν διὰ τοιαύτην αἰτίαν. ἡ τροφὴ καὶ τὸ αἷμα ἄψυχον ὂν οὐχ οἷόντε ἦν ἀφ’ ἑαυτοῦ προσκολλᾶσθαι τῷ τρεφομένῳ μορίῳ. ἐχρῆν οὖν εἶναι δύναμιν τὴν ἕλκουσαν πάλιν, ἐπειδὴ πᾶν τὸ ἀλλοιώμενον καὶ μεταβαλλόμενον σῶμα ἐν χρόνῳ τοῦτο πάσχει παρὰ τοῦ ἀλλοιοῦντος καὶ δρῶντος· καὶ οὐκ ἀχρόνως ἀνάγκη γενέσθαι δευτέραν δύναμιν καθεκτικὴν πρὸς ὑπηρεσίαν τῆς ἀλλοιούσης τὸ αἷμα καὶ ἀρκοῦντα χρόνον. τρίτη λοιπὸν ἡ ἀλλοιωτική· ἐπειδὴ δὲ πέττουσα ἡ ἀλλοιωτικὴ τὸ μὲν χρηστὸν τοῦ αἵματος προσέφυσε τῷ μορίῳ εἰ οὕτως ἔτυχε τῷ νεύρῳ, τὸ δὲ ἀχρεῖον κατέλειψε, καὶ τοῦτο παραμένον οὐ μόνον τὴν ὁδὸν ἀπέφραττε καὶ τοὺς πόρους τῆς μελλούσης δευτέρας ἕλξεως τοῦ αἵματος πρὸς τροφήν, ἀλλὰ καὶ παραμένον ἐσήπετο, δῆλον ὡς ἐξ ἀνάγκης τετάρτη τις ἐγίνετο δύναμις ἡ ἀποκριτική, ἥτις διὰ τῆς ἀδήλου διαπνοῆς καὶ αἰσθητῆς τῆς διὰ τῶν ἱδρώτων ἐξέκρινε τὸ περίττωμα. αὕτη μὲν οὖν ἡ τάξις καὶ ὁ ἀριθμὸς τῶν φυσικῶν δυνάμεων. γίνωσκε δὲ ὡς ἐπί τινων μὲν μορίων ὁμότιμον ἔχουσι τὴν δύναμιν· ὡς ἐπὶ νεύρου καὶ φλεβὸς καὶ ὀστέου, ἐν οἷς μορίοις ἡ ἐνέργεια, ἰδία μόνου ἦν. ἐπὶ δέ τινων μία ἐστὶν ἐπιτεταμένη, ἐφ’ ὧν ἡ ἐνέργεια οὐ μόνον ἰδία ἀλλὰ καὶ κοινή ἐστι, συμβαλλομένη παντὶ τῷ σώματι· οἷον ἐν κοιλίᾳ καὶ ἥπατι μᾶλλον ἡ ἀλλοιωτικὴ ἐπιτέταται τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ· ἐν δὲ σπληνὶ καὶ στομάχῳ καὶ χοληδόχῳ κύστει καὶ νεφροῖς μᾶλλον δὲ ἡ ἑλκτική· ἐν δὲ ἐντέροις καὶ οὐρηδόχῳ κύστει μᾶλλον ἡ ἀποκριτική· ἐν δὲ μήτρᾳ μᾶλλον ἡ καθεκτική. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πέντε αἰσθήσεων εὑρίσκομεν ἐπί τινων μίαν μᾶλλον ἐπιτεταμένην· οἷον ἐν κυνὶ μὲν τὴν ὀσφρητικήν· ἐν δὲ ἀετῷ τὴν ὀπτικήν, ἐν δὲ τῷ λεγομένῳ πρωτογεύστῃ Ἰνδικῷ ζῴῳ ὄντι τὴν γευστικήν, ἐν δὲ ὄφεσι καί τισιν ὀρνέοις τὴν ἁπτικήν· κατὰ δὲ τοὺς χῆνας τὴν ἀκουστικήν. Διὰ τί πέντε μόναι αἰσθήσεις καὶ μὴ πλείους ἢ ἐλάττους; ὅτι πρὸς τὴν φύσιν καὶ τὸν ἀριθμὸν τῶν αἰσθητῶν καὶ τὰ αἰσθητήρια. |
| 2 61 [15] | ἡ μὲν γὰρ ἁφὴ δοκιμάζει τραχέα καὶ λεῖα καὶ σκληρὰ καὶ μαλακά, καὶ ποιότητας, ἅπερ ἐν τοῖς στερεοῖς εἰσιν· ἡ δὲ γεῦσις γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ τὰ ὅμοια, ἅπερ ἐν ὑγροῖς εἰσι καὶ χυμοῖς· ἡ δὲ ὄσφρησις, δυσώδη καὶ εὐώδη, ἅπερ ἐν ἀτμοῖς ὑπάρχει. ἡ δὲ ἀκοὴ ψόφων καὶ ἤχων γνωστική, ἅπερ περὶ πληγὴν ἀέρος πάρεστιν. ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ἅπερ ἐν λεπτοτάτῳ καὶ αἰθεροειδεῖ τυγχάνει πνεύματι. τὸ γὰρ στερεὸν χεόμενον, ὑγρὸν γίνεται, τὸ δὲ ὑγρὸν πάλιν ἀτμός, ὁ δὲ ἀτμὸς ἀὴρ καὶ πνεῦμα λεπτὸν καὶ ὥσπέρ τις σειρὰ καὶ τάξις ἀπὸ γῆς ἄχρις οὐρανοῦ πέφυκεν. διαφέρει δὲ ἀὴρ πνεύματος κινήσει καὶ λεπτότητι· τὸ γὰρ πνεῦμα ἀήρ ἐστι κινούμενος ὡς ἐπὶ ἀνέμων· κινούμενον δὲ ἐξ ἀνάγκης καὶ λεπτύνεται. Διὰ τί ἐπὶ τῇ τοῦ ὀστέου φθορᾷ, ἡ ἐπικειμένη σὰρξ εὑρίσκεται πλαδαρὰ καὶ βρυώδης καὶ πελία; ὅτι ἡ φθορὰ γίνεται κατὰ δυσκρασίαν τοῦ μορίου· ἡ δὲ δυσκρασία φθείρει καὶ ἀδικεῖ τὴν ἀλλοιωτικὴν δύναμιν. |
| 2 62 [5] | αὕτη οὖν οὐ σθένει γνησίαν σάρκα γεννῆσαι καὶ στερεὰν καὶ ῥοδίζουσαν. τὸ γὰρ αἷμα κατὰ φύσιν οὐ μεταβάλλεται. Διὰ τί ἐπὶ πάντων τῶν μεταβαλλομένων τὸ γεννώμενον ἀπομόργνυται τὴν τοῦ γεννῶντος καὶ ἀλλοιοῦντος χρόαν; ὅτι μεταβάλλουσαί εἰσι δυνάμεις αἱ φυσικαί· ταύτας δὲ ἡ φύσις ἐνεπίστευσε κατοικεῖν ἐν τοῖς στερεοῖς ὡς ἑδραίοις οὖσι μορίοις, λέγω δὲ νεύροις καὶ ὀστοῖς καὶ φλεψὶ καὶ ὑμέσι καὶ ἀρτηρίαις, οὔτε δὲ ἐν τοῖς ὑγροῖς οὔτε ἐν τοῖς πνεύμασιν ὡς ῥυτοῖς καὶ ἀβεβαίοις. |
| 2 63 [5] | καὶ εὐχερῶς προδιδόασι τὰς δυνάμεις. ἐπεὶ γὰρ τὸ πᾶν σῶμα ἐκ τῶν τριῶν τούτων σύγκειται, ταῦτα δὲ τὰ στερεὰ λευκὴν ἔχει τὴν χρόαν, εἰκότως καὶ ἡ ἐν οὔρῳ πέψις λευκή, καὶ τὸ πύον καὶ τὸ γάλα καὶ τὸ σπέρμα καὶ ἡ μύξα καὶ αἱ λῆμαι καὶ ἡ γαλακτώδης ἐν κοιλίᾳ τροφὴ καὶ τὰ παραπλήσια. τὸ δὲ αἷμα ἐρυθρόν, ἐπειδὴ καὶ τὸ γεννῶν αὐτὸ ἧπαρ ἐρυθρόν. τῶν δὲ γεννωμένων τὰ μέν ἐστι πάντη παρὰ φύσιν, ὡς λίθος καὶ ἕλμινθες καὶ σκώληκες καὶ πῶροι ποδαγρῶν καὶ λειχῆνες καὶ λεῦκαι καὶ τὰ ὅμοια ἐκ φθοροποιοῦ χυμοῦ τὴν γένεσιν ἔχοντα· τὰ δὲ πάντη κατὰ φύσιν ὡς σπέρμα καὶ γάλα καὶ αἷμα καὶ βρέφος καὶ σὰρξ καὶ τὰ παραπλήσια, φύσεως ὄντα γνήσια βλαστήματα· τὰ δὲ μέσα τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν ὡς τὰ τῆς φύσεως πεψάσης περιττώματα· λέγω δὲ πτύαλον, σκύβαλον, οὖρον, βλένναι, κυψέλη, λῆμαι καὶ τὰ ὅμοια. αἱ δὲ εὐκρασίαι γεννῶσι τὰς φυσικὰς δυνάμεις καὶ ψυχικὰς κατά τινας, ἢ ὄργανα αὐτῶν εἰσιν, ὃ καὶ ἀληθέστερον· πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὀργάνου ἐνεργεῖ καὶ ἡ δύναμις· οὕτω γὰρ καὶ χορδῶν ἐν κιθάρᾳ ἢ ὀπῶν ἐν αὐλῷ καλῶς διακειμένων, ἐνεργήσει καὶ ὁ τεχνίτης ἄριστα· φαύλως δὲ διατεθέντων, οὐκ ἐνεργήσει καλῶς· αὐτὸς μὲν μηδὲν πάσχων, δυνάμει δὲ ἔχων τὴν τέχνην σωζομένην καὶ οὐ κατ’ ἐνέργειαν. οὕτως οὖν καὶ ἐγκεφάλῳ εἰ οὕτως ἔτυχεν διαστραφέντες ὑπὸ δυσκρασίας, οὐκ ἐνεργήσει μὲν ψυχὴ λογιστική· κατ’ αὐτὴν δὲ ἄτρεπτος μένει δυνάμει τυγγάνουσα κατὰ τὴν ἐνέργειαν διὰ τὸ ἀθάνατον. εὐπορήσασα δὲ πάλιν ὀργάνου εὐκράτου τὴν δύναμιν εἰς ἐνέργειαν προβάλλει καλῶς· ἡ εὐκρασία οὖν τῶν μορίων τὰς δυνάμεις διασώζει, αἱ δὲ δυνάμεις τὰς ἐνεργείας προβάλλουσιν, αἱ δὲ ἐνέργειαι τὸ ἔργον. οἷον ἡ θερμὴ καὶ ὑγρὰ σύμμετρος κρᾶσις τοῦ ἥπατος βλαστάνει τὴν ἐξαιματωτικὴν δύναμιν, ἢ φυλάσσει κατά τινας· ἡ δ’ ἐξαιματωτικὴ γεννᾷ τὴν ἐξαιμάτωσιν· ἡ δὲ ἐξαιμάτωσις δείκνυσι τὸ ἔργον αὐτὸ τὸ αἷμα· δυνατὸν δὲ κατὰ ἀνάλυσιν καὶ ἀναποδισμὸν εἰπεῖν, εἰ ἐγένετο αἷμα, σώζεται ἡ ἐξαιμάτωσις· εἰ δὲ αὐτὴ ἔρρωται ἡ ἐξαιματωτικὴ δύναμις· εἰ δὲ αὐτὴ σώζεται. δῆλον δὲ ἡ εὐκρασία τοῦ ἥπατος· εἰ δὲ ἡ εὐκρασία σώζεται, καὶ ἡ κρᾶσις τῶν στοιχέων πεπαιδαγώγηται. Διὰ τί τὸ ὄξος προσραινόμενον τῇ μήτρᾳ πολέμιον; ὅτι διὰ τὸ εἶναι αὐτὴν αἰσθητικωτάτην διὰ τὸ ἄμετρον ἡ δύναμις τῆς τοῦ σπέρματος εἰςδοχῆς, γέγονεν ἄγαν νευρώδης, καὶ διὰ τὸ ἐκτείνεσθαι δὲ ἀμέτρως, ἐν τῇ κυοφορίᾳ. |
| 2 64 [30] | τὸ τοίνυν ὄξος τῇ δριμύτητι πλῆττον καὶ δάκνον αὐτήν, ἀνιᾷ· καθάπερ καὶ τὸν θώρακα ὑμενώδη καὶ μυωδὸν τυγχάνοντα. τινὲς δέ φασιν, ὡς κατὰ ἀντιπάθειάν τινα πολέμιόν ἐστιν, ἱστοροῦντες, ὡς ἰατρίνην ποτὲ κατὰ τὸν τοκετὸν τὸ χορεῖον κλέπτουσαν κατὰ γυναῖκα, μισθοῦ χάριν ἐπιραίνουσαν ὄξος σὺν ἑτέρῳ τινὶ εἴδει, τούτῳ εἶχε τὴν τετοκυῖαν σπωμένην καὶ ἄγαν ὀδυνωμένην. προσποιουμένη δὲ τὸ θεραπεύειν ἐπέρραινέ τινα πάλιν τῷ χορείῳ καὶ εἶχεν ἐκείνην ὑγιαίνουσαν. καὶ τοῦτο φωραθῆναι πράττουσα, δίκην παρέσχε τῆς δυσσεβείας. ἐν δὲ ταῖς ὑστερικαῖς πνιξί τινες τὰ μὲν εὐώδη προσφέρουσι τῇ μήτρᾳ, τὰ δὲ δυσώδη τῇ ῥινί, νομίζοντες τῷ εἶναι αὐτὴν ζῷον, φεύγειν μὲν τὰ δυσώδη, προστρέχειν δὲ τοῖς εὐώδεσι καὶ οὕτω τὸν οἰκεῖον ἀπολαμβάνειν τόπον· ἐμοὶ δὲ μᾶλλον φαίνεται, τὰ μὲν εὐώδη λεπτομεροῦς ὄντα δυνάμεως καὶ θερμῆς, τέμνειν καὶ διαφορεῖν τὸ γλίσχρον τοῦ ἐν τῇ μήτρᾳ νοσοποιοῦ χυμοῦ, τὰ δὲ δυσώδη παχυμεροῦς ὄντα δυνάμεως ἐμφράττειν τοὺς πόρους καὶ μὴ ἐᾶν αὐτὴν ἀνατρέχειν. ἐπὶ δὲ τῶν ἐπιληπτικῶν κατάπτωσιν ποιεῖ τὰ δυσώδη, ὡς πτερὰ καιόμενα, λίθος γαγάτης, ἄσφαλτον, κέρας παντοῖον, ἐλλύχνια, ἔρια πεπισσωμένα καιόμενα, λίθος Θρᾳκίας ὕδατι μὲν καιόμενος, ἐλαίῳ δὲ σβεννύμενος· ἡ γὰρ ἀναφερομένη διὰ τῶν ῥινῶν παχυμέρεια τῶν ἀτμῶν παχύνει καὶ πιλοῖ τὸ ψυχικὸν πνεῦμα ἤδη πρόσληψιν ἔχον παχύτητος καὶ ψυχρότητος καὶ ἀνεπιτήδειον ποιεῖ τὸ ψυχικὸν πνεῦμα τῇ ψυχῇ πρὸς ἐνέργειαν. μὴ ὀχούμενον οὖν ὑπὸ ψυχῆς τὸ σῶμα τῷ οἰκείῳ βάρει ἐλεγχόμενον καταπίπτει. Διὰ τί τἀναντία τῇ ποιότητι τὸ αὐτὸ ποιεῖ πάθος; οὕτω γὰρ θερμότης καὶ ψυχρότης ῥῖγος ἐργάζεται. |
| 2 65 [10] | φημὶ ὅτι κατ’ ἄλλην αἰτίαν καὶ διάθεσιν· γίνεται γὰρ ἀπὸ χολῆς ξανθῆς ῥῖγος δριμείας οὔσης τῷ δακνόμενα καὶ κεντούμενα τὰ μόρια ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν. καὶ τούτου συνεχῶς γιγνομένου καὶ τῆς μὲν ἐπιρρεούσης καὶ κεντούσης, τῶν δὲ ἐπεγειρομένων κατὰ διαδοχήν, γίνεται τὸ ῥῖγος. γίνεται δὲ καὶ ἀπὸ ψύξεως τῇ ἀμέτρῳ μεταβολῇ ξενιζομένης τῆς φύσεως τῶν μορίων καὶ πάλιν συνεχῶς ἐπανισταμένων πρὸς ἀπόκρισιν. τὸ γὰρ σύμμετρον φίλον τῇ φύσει τῶν μορίων, τὸ δὲ ἄμετρον ἀλλότριον καὶ βλαβερόν. ὁμοίως καὶ ἐπὶ τοῦ ψυχροῦ· γίνεται δὲ περίψυξις πρώτη, εἶτα ἐπιταθεῖσα φρίκη, εἶτα ἔτι μᾶλλον ῥῖγος. Διὰ τί οἶνον σὺν ἄρτῳ ἐν πυρετῷ καὶ ἀδυναμίᾳ δεδώκαμεν καὶ οὐκ ἐπηυξήσαμεν τὸν πυρετὸν τῇ τοῦ οἴνου θερμότητι; ὅτι πρῶτον μὲν βραχὺν παρέχομεν καὶ ἀσθενῆ. |
| 2 66 [5] | καὶ οὕτως τῇ μετρίᾳ θερμότητι πυρούμενος θᾶττον ἀναδίδωται κατὰ πάντα τὰ μόρια σὺν τῇ τοῦ ἄρτου δυνάμει· καὶ οὕτως τρέφων τὰ μόρια ἐπεγείρει αὐτῶν τὰς δυνάμεις πρὸς πέψιν τοῦ νοσοποιοῦ χυμοῦ. ὁμοίως δὲ καὶ ὁ οἶνος τρέφων ῥώννυσι· γίνωσκε γὰρ ὑπὲρ πάσας τὰς τροφὰς ἰδιότητά τινα ἔχειν τὰ δύο ταῦτα πρὸς θρέψιν καὶ ῥῶσιν τῶν μορίων συμμέτρως δεδόμενα. καθὼς ὁ θειότατος Ὅμηρος μαρτυρεῖ λέγων· σίτου καὶ οἴνοι ο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκ ή. προέταξε δὲ πάλιν τὸν σῖτον τοῦ οἴνου, διὰ τὸ δύνασθαι τρέφειν καὶ μόνον χωρὶς οἴνου. μόνος δὲ ὁ οἶνος χωρὶς ἄρτου τρέφειν οὐ δύναται. εἰ δὲ καὶ συμβαίη τι σφάλμα, δύναται τὰ μόρια ἀνασφήλαντα διορθώσασθαι τοῦτο· καὶ ὀσφραινόμενα δὲ τὰ δύο ταῦτα τῇ οἰκείᾳ ποιότητι δύνανται ῥωννύειν παραπεμπόμενα διὰ ῥινὸς καὶ στομάχου καὶ πνεύμονος καθ’ ὅλα τὰ μόρια· ὁμοίως δὲ καὶ τὸ μῆλον ῥώννυσι ποιότητα· ὄξος μέντοι καὶ γλίχων ἀνακτᾶται λειποθυμίαν ὀσφραινόμενον τῷ διὰ τῆς ποιότητος τέμνειν τὸν ἐν τῷ στομάχῳ χυμὸν καὶ τῷ ῥωννύειν διὰ τοῦ ὄξους. καὶ ἕλικες δὲ ἀμπέλων καὶ μυρρῖνα καὶ ῥόδα καὶ τὰ ὅμοια ἐπὶ τῶν πυρετῶν ὀσφραινόμενα, δύνανται καὶ ἐμψύχειν καὶ τονοῦν. Διὰ τί τὸ ἔλαιον οὐδενὶ τῶν ὑγρῶν ἀναμίγνυται; ὅτι γλίσχρον ὂν καὶ παχυμερὲς καὶ ἡνωμένον καὶ μὴ τεμνόμενον εἰς λεπτὰ μόρια καθάπερ τὰ ἄλλα ὑγρά, οὐ δίδωσιν χώραν ἑτέρῳ ὑγρῷ ἐγκαταβληθῆναι εἰς αὐτὸ καὶ ἀναμιχθῆναι αὐτῷ· τὰ δὲ ὁμιλοῦντα ἑαυτοῖς ὁμιλεῖ τῶν κατὰ τὴν κρᾶσιν, ὡς αἱ ποιότητες τῶν στοιχείων παντελῶς ἔχουσαι τὰς πρώτας ποιότητας ἀφανιζομένας καὶ ἑτέρας γεννωμένας, δυναμένας δὲ πάλιν ὑπὸ φύσεως χωρισθῆναι καὶ σωθῆναι. |
| 2 67 [55] | τὸ δὲ μελίκρατον καὶ τὸ ὀξύκρατον μιμεῖται τὴν φύσιν, τῇ αἰσθήσει μὲν νομιζόμενα κατὰ κρᾶσιν, εἶναι μὴ ὄντα δὲ κατὰ ἀλήθειαν· καὶ πρὸς τὴν φύσιν οὐσιωδῶς, ὥσπερ τὰ στοιχεῖα. τὰ δὲ κατὰ παράθεσιν, ὡς ὑδρέλαιον· τὰ δὲ κατὰ μῖξιν, ὡς κριθὴ πυροῖς· τὰ δὲ κατὰ κόλλησιν, ὡς λίθος λίθῳ· τὰ δὲ κατὰ πρόσφυσιν καὶ ὁμοίως, ὡς αἷμα σαρκὶ ἢ μυελῷ ἢ ὀστῷ. τὰ δὲ κατὰ γόμφωσιν, ὡς ξύλον ξύλῳ διὰ γόμφων τινῶν ἐν μέσῳ βαλλομένων. τὰ δὲ κατὰ ἀντοχὴν ἑαυτῶν καὶ περιπλοκήν, ὡς κρίκος κρίκῳ. ἐπὶ δὲ ἐμψύχων, ὡς ἐπὶ παλαιόντων, κατ’ οὐδένα τούτων τῶν τρόπων μίγνυται ἡ ψυχὴ σώματι. διὰ τὸ πολλὴν ἐπάγεσθαι ἀντοπίαν, ἀλλὰ μᾶλλον κατ’ ἐπιτηδειότητα ὁμιλεῖ σώματι ψυχὴ διὰ μέσου τινός, ὅπερ ἀμφοτέρων ἀναδεχόμενον φύσιν ποσῶς· καὶ προσφιλεῖ γινόμενον καὶ σοφιζόμενον, ἀμφότερον μίγνυσι τὸ ἀσώματον τῷ σώματι, τὸ ἀθάνατον τῷ φθαρτῷ, τὸ καθαρὸν τῷ ἀκαθάρτῳ, τὸ θεῖον τῷ γηΐνῳ, ὡς ὁ λόγος δείξει· ἐν γὰρ τῷ ἥπατι τοῦ αἵματος πεττομένου καὶ μεταβαλλομένου ὑπὸ τῆς αὐτόθι συμμέτρου θερμότητος καὶ ὑγρότητος, γεννᾶται πνεῦμα ἀτμοειδές· τοῦτο δὲ διὰ τῆς κοίλης φλεβὸς ἀνιὸν μετὰ τοῦ αἵματος πρὸς καρδίαν, καὶ ἐπὶ πλέον θερμαινόμενον καὶ λεπτυνόμενον, γίνεται ἀεροειδές· καὶ πάλιν ἀναπεμπόμενον διὰ τῶν καρωτίδων ἀρτηριῶν πρὸς τὴν βάσιν τοῦ ἐγκεφάλου κατὰ πρόνοιαν φύσεως ἐκεῖσε παιδαγωγούμενον κατ’ ἰδιότητά τινα φυσικὴν ὑπὸ τῆς τοῦ ἐγκεφάλου ψυχρότητος ἀποβαλὸν τὴν ἄμετρον ζέσιν, γίνεται πνεῦμα αἰθεροειδές, ὅπερ ὄργανόν ἐστι ψυχῆς πρὸς ἐνέργειαν· ὥσπερ ἄγριος ἵππος ὑπὸ χαλινοῦ σωφρονιζόμενος, οὕτω δὲ τοῦτο χαλιναγωγούμενον ὑπό τινος ἀρρήτου φυσικῆς δυνάμεως· ἔτι γε μὴν διὰ τῆς ἀναπνοῆς ὁ εἰσιὼν ἀὴρ ἐν τῇ καρδίᾳ λεπτυνόμενος καὶ ἀνιὼν διὰ τῶν ἀρτηριῶν πρὸς ἐγκέφαλον, καὶ αὐτὸ τροφὴ καθίσταται τοῦ αἰθεροειδοῦς καὶ ψυχικοῦ πνεύματος· ὅπερ εἰ μὲν σῶμα τυγχάνει, προσωκείτω τῷ σώματι, εἰ δὲ λεπτότατον καὶ καθαρότατον καὶ διαυγέστατον φιλιοῦται, ψυχῇ λογικῇ σῶμα ἀσώματόν πως ὑπάρχον καὶ δεσμὸς ἔμμεσος τυγχάνει τῶν ἄκρων ἐναντίαν οὐσίαν ἐχόντων· τοῦτο τὸ πνεῦμα καλῶς μὲν εὐσταθοῦν διάγει ψυχῇ πάντα κατὰ λόγον ἐνεργεῖν· ἀμέτρως δὲ ψυχόμενον καὶ πιλούμενον καὶ παχυνόμενον καὶ ἀνεπιτήδειον γινόμενον πρὸς ἐνέργειαν σύντονον ψυχῆς ποιεῖ τὰς πράξεις ἀργοτέρας καὶ νωθροτέρας· ἀμετρότατα δὲ ψυχθὲν καὶ παχυνθὲν καὶ σῶμα γενόμενον παρασκευάζει ταύτην ἀφίστασθαι διὰ τὸ ἀνεπιτήδειον τῆς οὐσίας, ὡς ἐπὶ ληθάργων καὶ κάρων καὶ πόσεως ψυχρῶν δηλητηρίων· πάλιν δὲ θερμανθὲν ἀμέτρως καὶ πλέον τοῦ δέοντος κινούμενον, παρασκευάζει ψυχὴν ἀμετρότερον ἐνεργεῖν κατὰ τὰς ἐκστάσεις τῆς ψυχῆς ταῖς φρενίτισιν· ἔτι δὲ πλέον τοῦτο παθὸν καὶ ἐκδαπανηθὲν ποιήσει πάλιν ψυχὴν ἀφίστασθαι τῷ μὴ εὐπορεῖν τοῦ δεσμοῦντος ἀμφότερα. |
| 2 67 (50) [5] | θεώρει δέ μοι ἕτερον ἔργον θεοῦ· ἐπειδὴ γὰρ ταύτην ἔμελλεν ἀπὸ σώματος οὐρανίου καὶ θείου κατακλείειν σώματι γηΐνῳ, σοφίζεται τὴν κάθοδον σχήματι, κατασκευῇ, χρώματι. αὐτὴν μὲν γὰρ τὴν κεφαλὴν σφαιροειδῆ διετύπωσε, καθάπερ μικρὸν οὐρανόν· τὸν δὲ ἐγκέφαλον λαμπρὸν καὶ ἀπέριττον ἔταξε δεδωκὼς αὐτῷ πόρους ἑπτὰ τῶν κινουμένων ἀστέρων τὸν ἀριθμὸν διατυπώσας. ὑπερέχειν δὲ τοῦ παντὸς σώματος· καὶ γὰρ ὁ οὐρανὸς ὑπερέχει πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ. Διὰ τί τῶν ζῴων τὰ μὲν πλείονα τίκτει, τὰ δὲ ἐλάττονα; φημὶ ὅσα μὲν ἡ φύσις ὀλιγοχρόνια τέταχε, ταῦτα πεποίηκε πολύτοκα· διὰ τοῦ πλήθους τῶν τικτομένων τὸ ὀλιγοχρόνιον τῶν τικτόντων ἀναπληρώσασα, ὡς χοίρους, κύνας, ὄρνεις, ἰχθῦς· ὅσα δὲ πολυχρόνια, ταῦτα ὀλιγοτόκα· ἤρκει γὰρ ὁ χρόνος ἀναπληρῶσαι τὴν σπάνιν τῶν τικτομένων. |
| 2 68 [15] | ὡς ἐλέφας, ὄφις, κορώνη· τὰ δὲ μέσα πρὸς χρόνον, μέσα καὶ τῷ τοκετῷ γέγονε. καθ’ ὁμοιότητα δὲ τῶν ζῴων καὶ τὰ ἀπὸ γῆς τικτόμενα· ὁ γὰρ δημητριακὸς καρπὸς ὀλιγοχρόνιος ὢν πολύσπορός ἐστι· τὰ δὲ φυτὰ πολυχρόνια, ὀλιγόκαρπα. πρὸς δὲ τὰ τικτόμενα καὶ τὸ πλῆθος τῶν μαστῶν διετύπωσεν ἡ φύσις· τοῖς μὲν οὖν τετράποσιν, ἅτε καὶ μείζοσιν οὖσι τῷ σώματι καὶ κατὰ γῆν τὴν πορείαν ποιουμένοις καὶ μὴ πάνυ κάμνουσιν, ἐντὸς τὰ τῆς κυοφορίας, τοῖς δὲ πτενοῖς καὶ διὰ τὸ βραχὺ τοῦ σώματος καὶ δι’ ἀέρος ποιεῖσθαι τὴν τροφὴν ἱπταμένοις διὰ τὸ κάμνειν, ἔξω τὰ τῆς κυοτοκίας καὶ γονοποιίας. Διὰ τί τῶν τύπων ἔντακτος ἡ κίνησις τῶν παροξυσμῶν; ὅτι τοσοῦτον σήπει φύσις τοῦ νοσοποιοῦ χυμοῦ, ὅσον δύναται καὶ πέψαι· ἐπειδὴ τοίνυν ὥρισται τὸ πεττόμενον καὶ ἡ δύναμις ἐξ ἀνάγκης καὶ ὁ χρόνος. |
| 2 69 [5] | ἕκαστος δὲ χυμὸς ἔχει ἰδίαν ἀναθυμίασιν. ἀπὸ μὲν γὰρ τοῦ αἵματος ἀτμὸς γεννᾶται ὑγρὸς ὢν καὶ θερμός, ὥσπερ καὶ ἐπὶ λεβήτων θερμὸν ὕδωρ ἐχόντων ἐν τῷ πόματι εὑρίσκεται ἀτμός, καὶ ἐν βαλανείοις ἐν τῇ ὀροφῇ, καὶ νέφος ἐν ἀέρι παχύ, ὅπερ πηγνύμενον ὕδωρ πάλιν γίνεται. ἀπὸ δὲ τῆς ξανθῆς χολῆς λιγνύς, θερμῆς οὔσης καὶ ξηρᾶς, καθάπερ καὶ ἐπὶ λύχνων καιομένων λιγνύς· ἀπὸ δὲ τῆς μελαίνης χολῆς, αἰθάλη, καθάπερ καὶ ἐπὶ ξύλων καέντων ἡ τέφρα ξηρὰ μᾶλλον οὖσα· ἀπὸ δὲ φλέγματος καπνός, καθάπερ ἐπὶ ξύλων χλωρῶν καιομένων, ὑγρότητος καὶ παχύτητος καὶ δακνώδους οὐσίας μετέχων. ἔχει δὲ καθόλου ἐπὶ παντὸς ὑγροῦ τὴν αὐτὴν οὐσίαν τοῦ γεννήσαντος, τὸ γεννώμενον. Διὰ τί τὸ μέλι παλαιούμενον ἢ ὑπερεψόμενον πικροῦται; ὅτι ἀπόλλυσιν αὐτοῦ τὴν ὑγρότητα, ἥτις κατεκρίνατο τὸ ἄγαν θερμὸν τοῦ μέλιτος· τοῦτο δὲ πάσχει καὶ πᾶν ὑγρὸν γλυκείας μετέχον ποιότητος, ὡς οἶνος καὶ σίραιον. |
| 2 70 [20] | ὅθεν τῷ χρόνῳ καὶ παχύνονται καὶ μειοῦνται· ὥσπερ δὲ οἶνός ἐστι τετραμερής, ἔχων ἄνθος τὸ ἐπιπολάζον, κουφότατον ὄν, καὶ τρῦγα ὑφιζάνουσαν παχεῖαν οὖσαν, καὶ τὴν ὑγρότητα τὴν τῷ χρόνῳ δαπανωμένην, καὶ αὐτὸ τὸ οἰνῶδες καὶ τρόφιμον, τὸν αὐτὸν τρόπον καὶ τὸ μέλι· τοῦτο δὲ ἐν αὐτῷ ὑγρὸν περίττωμα μετέχει τινὸς ῥυπτικῆς δυνάμεως· ὅθεν ὠμὸν μὲν ῥύπτειν, ἑψόμενον δὲ τρέφειν μόνον τῷ ἀναλίσκεσθαι ὑπὸ τοῦ πυρὸς τὸ περιττὸν τὸ ἐν αὐτῷ. τὰ μέντοι ἐλαιώδη παλαιούμενα, τάγγην ὑπομένει, ὡς βούτυρον, ὕσωπος, ἔλαιον, λίπος· ἑκάστη δὲ ποιότης ἐκ κράσεως καὶ ποιότητός ἐστιν ἰδίας. ἡ γὰρ γλυκύτης ἐκ θερμότητος πλείονος καὶ ξηρότητος. ἡ δὲ δριμύτης ἐκ θερμότητος πλείονος καὶ ξηρότητος· ἡ δὲ ἁλμυρότης ἐκ ξηρότητος πλείονος καὶ ψυχρότητος ὀλίγης. ἡ δὲ ὀξώδης ἐκ ψυχρότητος πλείονος καὶ ὑγρότητος. ἡ δὲ στρυφνότης ἐκ ξηρότητος ὀλίγης καὶ πλείονος ψυχρότητος. ἡ δὲ αὐστηρότης ἐξ ἐπιτεταμένης πλείονος ξηρότητος καὶ ψυχρότητος· ἡ δὲ πικρότης ἐκ ξηρότητος πλείονος καὶ θερμότητος· τὸ δὲ λιπῶθες ἐξ ὑγρότητος πλείονος καὶ βραχείας θερμότητος. Διὰ τί οἱ μεθύοντες ἄγαν στρεφόμενοι πάντα ὁρῶσιν; ὅτι ἐκ τοῦ πολλοῦ οἴνου πλείων αὐτοῖς ἀναθυμιάσις γέγονεν ἀτμώδους πνεύματος πρὸς ἐγκέφαλον. |
| 2 71 [5] | τοῦτο δὲ μὴ δυνάμενον διαφορηθῆναι πρὸ πέψεως, ἀπὸ τοῦ χρόνου φυγεῖν μὴ ἔχον, τὸν ἐγκέφαλον περιδινεῖται πάντα καὶ οὕτως τεταραγμένος ἐξίησι διὰ τοῦ ὀπτικοῦ νεύρου καὶ τῆς κόρης ἐπὶ τὰ ὁρατά, καὶ τοιαῦτα αὐτοῖς φαίνεσθαι ποιεῖ πάντα. τὸ γὰρ ἔνδον πάθος ἔξω φαντάζονται, ὅθεν καὶ ἰλιγγιῶσι σκοτοδινιῶντος ἀπὸ τῆς ἔξωθεν ἴλιγγος τῶν ὑδάτων καὶ τῆς περιστροφῆς δεξάμενον τοὔνομα. ὅπερ δὲ ἐξ οἴνου γίνεται, τοῦτο καὶ ἀπὸ χυμῶν, ἀτμὸν πολὺν γεννώντων καὶ πληρούντων τὸ ἐγκέφαλον καὶ ποιούντων τὸ σκοτοματικὸν λεγόμενον πάθος. Διὰ τί εἰ τὰ νεῦρα παρ’ ἐγκεφάλου καὶ νωτίου μυελοῦ πέμπεται τοῖς μορίοις, οὐχ ἡ αὐτὴ ἐνέργεια ἀλλὰ διάφορος; ὅτι οὐ μόνον παρὰ συνουσίαν τοῦ μορίου ἐξαλάττεται ἡ ἐνέργεια, ἀλλὰ καὶ παρὰ τὴν τοιάνδε κατασκευὴν αὐτοῦ· ἄλλη γὰρ κατασκευὴ καὶ διάπλασις τοῦ νεύρου τοῦ ὀπτικοῦ καὶ ἄλλη τοῦ ἀκουστικοῦ, ἑτέρα δὲ τοῦ γευστικοῦ καὶ ἄλλη τοῦ στόματος τῆς κοιλίας καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. |
| 2 72 [20] | τὸ μὲν γὰρ ὀπτικὸν τέτρηται νεῦρον· τὸ δὲ ἀκουστικὸν ἐξήπλωτο μᾶλλον· πλέον δὲ ἔτι τὸ γευστικόν. τὸ δὲ τοῦ στόματος τῆς κοιλίας περιειλεῖται μᾶλλον, τὸ δὲ τῆς κοιλίας ἐξήπλωται σφαιροειδῶς. οὕτω γὰρ καὶ ἐπὶ κιθάρας. ἡ μὲν παχυτέρα νευρά, μᾶλλον φθόγγον ἀποτελεῖ, ἡ δὲ ἰσχυροτέρα ἕτερον. καὶ ἡ τεταμένη μᾶλλον ἕτερον, καὶ ἡ ἀνειμένη ποσῶς, ἄλλον· καὶ ἐπὶ τῶν λοιπῶν δὲ ὀργάνων τὸ αὐτὸ θεωρήσεις, ἥπατος καὶ σπληνός. ἡ στοιβοειδὴς σὰρξ, ἣ καὶ παρέγχυμα λεγομένη, ἐπὶ δὲ νεφρῶν καὶ καρδίας σαρκός τις ἰδιότης. ἐπὶ δὲ στομάχου αἱ μὲν ὄρθιαι ἶνες ἕλκουσιν, αἱ δὲ πλάγιαι ὠθοῦσιν· ἐπὶ δὲ ἄλλων μορίων αἱ λοξαὶ κατέχουσιν ὡς ἐπὶ μήτρας. καὶ αἱ μὲν φλέβες, καὶ ἀρτηρίαι καὶ οἱ ὑμένες ἐπὶ ἑκάστου μορίου χρείας λόγον ἐπέχουσι κοινὰ ὄντα καὶ ἐπὶ πάντων εὑρισκόμενα· τὸ δὲ ἴδιον καὶ ἀκοινώνητόν ἐστιν, ὃ καὶ ποιεῖ κυρίως τὴν ἐνέργειαν. Διὰ τί αἱ κυοφοροῦσαι περὶ δεύτερον καὶ τρίτον μῆνα κιττῶσιν; ὅτι ἡ φύσις διὰ τὴν τοῦ ἐμβρύου διάπλασιν τὸ καταμήνιον συνάγει πᾶν ἐν τῇ μήτρᾳ. |
| 2 73 [5] | τοῦτο δὲ ἂν εὑρεθῇ ποσως κακόχυμον κατὰ ἀνάδοσιν τῶν ἀγγείων, πληροῖ τὸ στόμα τῆς γαστρός, τοῦτο δὲ κινούμενον ὑπὸ μοχθηρᾶς ποιότητος, ἐπεγείρεται πρὸς ὄρεξιν ἀλλοκότων τροφῶν· ἐπιθυμοῦσι δὲ πρὸς τὸν ὑποκείμενον χυμόν. εἰ μὲν γὰρ εἴη μελαγχολικός, εἰ οὕτως ἔτυχεν, ὀρέγονται ἀσβόλης ἢ ὀστράκων· εἰ δὲ φλέγμα ὀξύ, τῶν ὀξωδῶν· εἰ δὲ λεκινθώδης χολὴ τῶν κισσωδῶν· εἰ δὲ μῖξίς τις εἴη ποικίλη, ἀλλοκότων ὀρέξεων. ὅτι δὲ τοῦτο ἀληθὲς ὑπάρχει, δῆλον ἐκ τοῦ μὴ πάσαις τοῦτο γίνεσθαι, αἷς τὸ συναγόμενον αἷμα χρηστόν ἐστι καὶ ἀπέριττον· μετὰ δὲ τρίμηνον παύεται ἡ κίττα, τῷ λοιπὸν πλασθὲν καταναλίσκειν τὸ πλεονάζον τοῦ αἵματος καὶ μηκέτι ἀναπέμπεσθαι πρὸς τὸν στόμαχον. τοῦτο πάσχουσι καί τινες βουλιμιῶντες καὶ κολικευόμενοι τῷ πάλιν πληροῦσθαι τὸ στόμα τῆς γαστρὸς ἀλλοκότων χυμῶν· ὅθεν τὸ καθαρτήριον αὐτοὺς μεγάλους ὠφελεῖ. εἴρηται δὲ κίττα ἀπὸ τοῦ ὀρνέου τοῦ ἀεὶ βώλους κατεσθίοντος· ἢ ὅτι ποικίλον ἐστὶ τῷ χρώματι καὶ ἀλλόκοτον ὥσπερ ἡ τούτων ἐπιθυμία. Διὰ τί τὸ φθινόπωρον ἀνώμαλον κατὰ τὴν κρᾶσιν ἔχον κατὰ τὴν αὐτὴν ἡμέραν καὶ θάλπος καὶ κρύος; τινές φασι φύσιν ἔχειν τοιαύτην αὐτὸ ἄρρητον μοχθηράν· τινὲς δὲ τῶν φυσικῶν, ὅτι ὁ ἥλιος ταύτην τὴν ζώνην κινούμενος τοῦ ζωδιακοῦ καὶ τὴν γῆν οὕτω τρέπει· ἄλλοι δὲ ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἄνεμοι τοιοῦτοι πνέουσιν ἀνώμαλοι καὶ διάφοροι. |
| 2 74 [15] | οἱ δὲ ὅτι ἡ γῆ ὑπερκαεῖσα ὑπὸ τῆς ἀμέτρου θερμότητος τοῦ θέρους εἰς ψυχρότητα μετέβαλεν καὶ τοιαύτην αὖραν ἀναπέμπει τοῦ ἀέρος ἔτι θερμοτέρου ὄντος. οἱ δὲ λέγοντες ὅτι μέσον ὂν θέρους καὶ χειμῶνος καὶ τῆς τῶν ἐναντίων μετέχει κράσεως, ψεύδονται· οὐδὲν γὰρ ἧττον καὶ τὸ ἔαρ· γίνωσκε δὲ ὅτι τὸ νυχθήμερον μιμεῖται τῶν τεσσάρων ὡρῶν τὴν κρᾶσιν. τὸ μὲν γὰρ ὑπὸ τὴν ἕω μέρος αὐτῆς ἔοικε τῷ ἔαρι, ἡ δὲ μεσημβρία θέρει, τὸ δὲ μετὰ τοῦτο ἄχρις ἑσπέρας φθινοπώρῳ, ἡ δὲ νὺξ χειμῶνι, ψυχρὰ καὶ ὑγρὰ οὖσα τῇ ἀπουσίᾳ τοῦ ἡλίου. Διὰ τί ὁ κόπος ποιεῖ ὕπνον, εἴγε ὁ κόπος ξηραίνει τὸ σῶμα, ἡ δὲ ξηρότης ἀγρυπνίαν ποιεῖ; φημὶ ὅτι οὐ κυρίως ὁ κόπος ὕπνον ποιεῖ, ἀλλὰ διὰ μέσου τινός. |
| 2 75 [5] | λέγω δὴ τῆς ψυχρότητος καὶ τῆς ἀπωλείας τῆς ὑγρότητος· ὁ γὰρ κόπος κυρίως ξηρότητα ποιεῖ, ἡ δὲ τῆς ὑγρότητος ἀπώλεια καθαίρει τὴν θερμότητα ἀπωλείᾳ τροφῆς· καθαίρεσις δὲ θερμότητος, αὔξησις ψυχρότητος· ἡ οὖν φύσις τῇ καταδαπάνῃ τῆς ὑγρᾶς τροφῆς καὶ τοῦ ζῳτικοῦ πνεύματος ἀναπαύεται πρὸς τὸ πάλιν συνάξαι τὴν ἀπολλυμένην ὑγρότητα. Διὰ τί κίων ἢ ἕτερόν τι βάρος κατὰ μὲν ὕδατος ῥιπόμενον βυθίζεται, ἐν δὲ σανίσι βαλλόμενον, οὐκέτι ὡς ἐν πλοίῳ; φημὶ ὅτι μεγίστην δύναμιν ἔχων ὁ ἀὴρ κατὰ κουφότητος διεισδύνων εἰς τοὺς πόρους τῶν σανίδων ἐπινήχεσθαι ποιεῖ ταύτας, εἰ καὶ βάρη ἔχουσιν ἐπικείμενα· ὁ μέντοι κίων ἢ ὁ σίδηρος πυκνοπόρος ὢν καὶ διὰ τοῦτο βαρὺς οὐκ ἐπινήχεται τῷ μὴ ἐπιδέχεσθαι πνεῦμα· οὕτω γὰρ καὶ οἱ ἐν ὕδασιν ἀπολλύμενοι παρὰ αὐτὰ μὲν βυθίζονται. |
| 2 76 [15] | μετὰ δὲ ἡμέρας τινὰς ἀναπλέουσιν· ἐν γὰρ τῷ σήπεσθαι τὸ σῶμα πνεῦμα γεννᾶται. τοῦτο δὲ πληροῦν τοὺς πόρους καὶ τὰ τοῦ πνεύμονος βρόγχια, κοῦφον ἀποτελεῖ τὸ σῶμα πρὸς τὸ ἀναπλεῖν· ὅθεν καὶ ἱστοροῦσί τινα κατὰ θάλασσαν κακοῦργον αὐτὸ τοῦτο γινώσκοντα μετὰ τὸν φόνον ἀνατέμνοντα, λέγεται αὐτῶν τὸν πνεύμονα, καὶ οὕτω ῥίπτειν εἰς τὸ ὕδωρ πρὸς τὸ μὴ ἀναπλεῖν καὶ λανθάνειν διὰ τοῦτο. καὶ τὰ μὲν ἀπαθῆ τῶν ᾠῶν εἰς ὕδωρ βαλλόμενα βυθίζεται, τὰ δὲ ἀφανασθέντα καὶ ἐξουρίσαντα ἐπινήχεται τῷ τὰ ἐν αὐτοῖς ὑγρὰ ἐξυδαρωθῆναι καὶ ἐμπνευματωθῆναι. |