eul_wid: msu-ab
ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣOn Rhetoric
Philodemus of Gadara On Rhetoric PDF
| 1.1 | ἢ πρὸς τὰς κατὰ μέρος λόγων διακοπάς, ἐπιμνησθησόμεθα. fr. IV Τῶν γὰρ ἐπιστημῶν αἱ μὲν τὸ πᾶν ἢ τὸ πλεῖστον ἔχουσιν ἐκ φύσεως ὀφεῖλον προϋποκεῖσθαι καὶ ἐπιγείνεσθαι διὰ συνασκήσεως ὀλίγον, αἱ δὲ διʼ ἑαυτῶν τελεσιουργοῦσιν, αἱ δὲ καί τινος προσδέονται φυσικοῦ δώρου παρὰ τῆς ἀσκήσεως οὐ περιγινομένου. |
| 1.2 | ἄσκησιν, αἱ δʼ οὐδʼ ὅλως ἔχουσιν χρείαν ΙΙ συνασκήσεως, ἀλλὰ φύσεως ὁμοειδοῦς ἀξιολόγως ἐπιθλιβομένης τὸ πλεῖστον διʼ ἑαυτῶν συντελοῦσιν. Αἱ δʼ οὐ φύσεως ἀλλὰ τριβῆς μόνον δεηθεῖσαι μεθοδικῶς τἆλλα δημιουργοῦσιν. Ἔτι τινῶν μὲν τεχνῶν ἔργα πείπτει τῶν γε κατὰ μέρος καὶ ἀξιόλογά γε οὐ μόνον εἰς τοὺς τεχνείτας ἀλλὰ καὶ εἰς τοὺς ἀνεπιστήμονας, τινῶν δʼ οὐδὲ ἓν ἔργον εἰς τοὺς ἀτέχνους πείπτει. |
| 1.3 | ἑστηκότα θεωρήματα προσφερομένην ὡς τὴν γραμματικήν, οἱ δὲ τὴν σοφίαν μόνην, οἱ δὲ τὴν λόγον ἔχουσαν, ‘ὧι προσφέρει, ἃ προσφέρειʼ, καθάπερ Πλάτων, των, οἱ δὲ τὴν ἐπὶ συμφέροντι τοῦ βίου παρεισηγμένην, κἂν τὴν ῥητορικὴν οὐκ οὗσαν τοιαύτην ἐκ τῶν τεχνῶν ἐξορίζωσιν, εἶτʼ ἀποκλίνειν πρὸς τὴν αὐτὴν ἐπιχειροῦντες. |
| 1.5 | καὶ τὴν ῥητορικὴν ἐναρμόσαντες εἰς αὐτὴν ἀποφαίνουσι τέχνην, ἵνʼ οὕτως ὁ καλούμενος γένηται τῶν τεχνῶν σύνδεσμος. Ἀμέλει δέ τινι παρακειμένωι καὶ τοιούτωι συνέχονται χαρακτῆρι κακίας· διαφορῶν γὰρ οὐσῶν ἀπλάτων ὅσων ἐν ταῖς τέχναις, ὅταν ἰδιότητι προσπέσωσιν, ἐκ τῶν τεχνῶν εὐθὺς ἐξορίζουσιν τὴν τοῦτο προσφερομένην. Τὰς μὲν οὖν ἄλλας ἐάσομεν παραλλαγὰς ἐπὶ τοῦ παρόντος· οὐδὲν γὰρ ἐνχρήζουσιν· ἐνίων δὲ συνεργίαν τινὰ παρεξομένων . |
| 1.6 | τὸ θεωρητικὸν μόνον, ὁ δὲ τὸ ῥητορικόν, ὁ δʼ ἑκάτερον, ἐν ὄχλωι τῆς διαθέσεως τοῦ λόγου γεινομένης· μένης· ὅ καὶ ἐπὶ τῶν ἄλλων εἴπερ ἦν ἐπιστημῶν, ἴσως οὐκ ἂν ὁ θεωρητικὸς εὐθέως ὑπῆρχε διαλεκτικός. Ἴσως δὲ καὶ μετὰ τούτων ἕτεραί τινες ἐν ταῖς ἐπιστήμαις εὑρεθήσονται παραλλαγαὶ κατὰ τὴν δύναμιν | ἤτοι τὴν παρασκευὴν τῶν αὐτῶν ἔργων, ἀλλʼ οὐ τὸ lI μὴ εἶναι τέχνην αὐτὴν παριστάνειν δόξουσιν ἀλλὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. Οὐ γὰρ ἴσως ἀγένητον οὐδʼ οὐχ ὁρώμενον ἐν τοῖς φαινομένοις, ὅ γείνεται διὰ τέχνης τινός, διὰ ταύτης τε συντελεῖσθαι καὶ διʼ ἄλλης τινὸς ἀκολουθεῖν τέχνης, καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. Ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. Ἄθλιος δʼ εἰ καί τις ἄλλος χαρακτὴρ λόγων, ὅταν διʼ ὧν τις ἀναιρεῖν οἴεταί τινα, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. Χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένους εἶναί τινα τέλειον τεχνείτην, . |
| 1.7 | ὃς τό τε σύνολον τῆς τέχνης ἔχει καὶ ἃ ἐκπε πόνηται ΙΙΙ μέρεσιν, εἶναι δʼ ἄλλους τινάς, οἵ μέρη τινὰ τῶν τῆς ἐπιστήμης ἀνειλήφασιν· οὓς εἴ τις εὐθύνων οἴεται τὸν τέλειον εὐθύνειν, λήθαργός ἐστιν, ὧι δὴ παραδείξει περιπετεῖς καὶ τοὺς τὰ νῦν ἐξεταζομένους. Παρακείμενον δὲ καὶ τοιοῦτον ἐξουσιάσει παραπλάττεσθαι χαρακτῆρα μοχθηρότατον, ὅταν ἀπὸ τῶν ἐπὶ μέρους ἀνδρῶν κατηγορίαν τῶν ἐπιστημῶν ποιῆταί τις, ὅ καὶ παρὰ τοῖς ὀνωδεστάτοις ἄδικον ἤδη διείληπται, γείνεται δὲ παρὰ τούτοις. Ἀλλὰ μὴν πρόχειρον ἔσται λέγειν καί, διότι πείθουσιν μὲν πολλοὶ κατὰ τὸ κοινὸν καὶ τῶν οὐ ῥητόρων, οὐ μὴν τέλος τοῦτο τῆς ῥητορικῆς ὑπάρχειν, ἀλλὰ τὸ λόγωι πείθειν, ὥστε καὶ πολλὴν ἀπειρολογίαν καταγνώσεται τῶν τὰ κάλλη καὶ IV τὰς ἄλλας φλυαρίας . |
| 1.8 | παραφερόντων. Ἐγὼ μὲν γὰρ οἶμαι, διότι, κἂν λόγωι ποτὲ πείθειν συνχωρηθῇ τινας ἰδιώτας, ἀλλʼ οὐχ, ὅτι γε βέλτειον τῶν τεχνειτῶν, ἔσται δεδειχώς, οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως ὡς ἐκεῖνοι. Πολλὰς δέ τινας εὑρήσεις τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα, πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλʼ ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερότητας, τὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. Πολὺ δʼ ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ τὸ φατικὸν καὶ τὸ παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς πεκστάντες οὐκ ἔσονται διημαρτημένοι. Διήκει δέ τις ἁμαρτία . |
| 1.9 | σχεδὸν διὰ τῶν πλείστων ὑπομνήσεων V καὶ τοιαύτη· τὸ γὰρ μηδὲ τὴν τέχνην ὑπάρχειν ἐν τοισίδε τισὶν χρόνοις ἢ τόποις λαμβάνουσιν ἀσυκοφαντγτως, ὅταν δόξωσιν ὁπωσδήποτε παρεστακέναι τὸ μὴ διὰ γραπτῶν καταβεβλῆσθαί τινας τεχνολογίας, ὥσπερ οὐκ εὐπρόσδεκτον, ἐκπεπονῆσθαί τινας τέχνας, παρʼ οις ἀνθρώποις ἢ καθʼ οὓς καιροὺς οὐδʼ ὅλῶς γραμμαικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. Νομίζω δʼ ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους λόχους καὶ συνχωρουμένων τῶν λημμάτων οὐ συνάξειν, ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην, ἀλλʼ εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι διʼ αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν . |
| 1.10 | ἐπιστήμη πραγμάτων. Καὶ περὶ πολιτικῆς δὲ ἐρωτώμενοι VI μενοι πολλοὶ τὸ μὴ διὰ τῆς σοφιστικῆς αὐτὴν περιγείνεσθαι προσάγουσιν, ἂν εὖ βάλωσιν. Ἄξιόν τε ἐπιστῆσαι, μήποτε οὐκ ἀπιθάνως λέγῃ τις· ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαί τι καθʼ ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι, δραστήριον δʼ οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολιτικοῖς πράγμασιν συμπλακείη. Τοίγαρ ἐπακτικοὺς εἶναι τοὺς πλείονας τῶν λόγων, οὐκ ἴσως λέληθεν οὐδὲ τοὺς μετρίως συνέντας. Τάχα δʼ ἴσως καὶ πλείους ἄλλοι κακιῶν χαρακτρες διήκουσι διὰ τῶν συλλογισμῶν, ἀλλʼ οὔτε πρὸς ὄνηα τὴν προσκαρτέρησιν ποιεῖσθαι VII δοκι . |
| 1.10 | μάζομεν, ὧν συθεώρητον ἔχουσιν τὴν διάπτσομ. ἐπί τε τῆς διακοπῆ τῶν κατὰ μέρος λόγων ἔνι τῶν νῦν παραλελειμμένω ἐπισημασίας ἀξιωθήσεται. Τοῖς δʼ ἡμετέροις μεμπιν ἂν εἴη, καὶ περιττότερ τοῖς γέ τοι τοιούτοις, ὅοι καὶ τὴν σοφιστικὴν ῥῆορικὴν οὐκ εἶναι τέχνην διλήφασι καὶ τούτου συστικοὺς λόγους πεποιήκασιν Εἰ γὰρ Ἐπίκουρος καὶ Μητρόδωρος ἔτι δʼ Ἕρμαρος ἀποφαίνονται τέχνην πάρχειν τὴν τοιαύτην, ὡς ἐνιοῖς ἑξῆς ὑπομνήσομεν, τούτοις ἀντιγράφοντες οὐ πνυ τι μακρὰν τῆς τῶν ποτραλοιῶν καταδίκης ἀφεστήκαιν. |
| 2.1 | Ἐνίοτε γὰρ οἰκο οἰκο|δόμος οἰκίαν καταφθείρει καὶ ζῳγράφος I πίνακα καὶ ναῦν περιτρέπει κυβερνήτης καὶ ἰατρὸς ἄνθρωπον ἀποκτείνει μεθοδικῶς· μηδὲ ταύτας οὖν τέχνας ὁμολογῶμεν, ἢ καὶ πάσας τὰς τέχνας ὁ λόγος ἀξιοῖ ματαίως ὠφελίμους εἶναι, καθάπερ καὶ ὁ πρὸ αὐτοῦ. |
| 2.3 | „Αἱ διάφοροι τέχναι τῶν ἀλλήλων τελῶν οὐ τυγχάνουσιν, τοῦ δὲ τῆς ῥητορικῆς τέλους καὶ φιλόσοφος καὶ γραμματικὸς καὶ διαλεκτικός.“ . |
| 2.4 | Παράξουσι μέν τι λεγόμενον Πλάτωνι, οὐ τῆς ῥῆτορικῆς μόνον εἶναι τὴν πειθὼ καὶ τὰς πίστεις· κατὰ γὰρ τὸ κοινὸν πολλοὺς πείθειν τῶν οὐ ῥητορικῶν· ἀλλʼ οὐ τέχνην ὄντως κεκτημένους τήν τε πλεοναζομένην ἱστορίαν καὶ τριβήν, ὅταν οἱ λεγόμενοι τεχνῖται προσλάβωσιν τῶν τελῶν τι, παράξουσιν· τό τε διὰ λόγου ῥητορικοῦ πείθειν τέλος ἐστὶ τῆς ῥητορικῆς, ΙΙ οὐ τὸ πείθειν, καὶ διαλεκτικὸς καὶ φιλόσοφος . |
| 2.4 | πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς καὶ ἀναγκαστικῶς, ὡς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ ποιεῖ τὰς κατασκευάς, οὐδέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές. |
| 2.6 | „Τῶν ἀτέχνων οὐδὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνίτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦτο καθολικόν“ . |
| 2.7 | Ἐπὶ γὰρ ἐνίων, ἔφη, τῶν στοχαστικῶν ἔστιν ὅτε νικᾶι τὸν τεχνίτην ὁ ἄτεχνος, ὥσπερ κἂν εἴπαις ‘νικήσει τὸν ῥητορικὸν τεχνίτην ὁ ἱκανός τινος τῶν κατὰ μέρος καθεστώςʼ, εἰ δʼ ἡ τέχνη τῶν παγίων, τοῦτʼ ἀδύνατον· διαμφισβητεῖται δέ, πρὸς τίνα προκείμενον· εἰ γὰρ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλείων, οὔτε τὴν σοφιστικὴν μὴ εἶναι τέχνην οὔτε τὴν πολιτικὴν ἀποδείκνυσιν . |
| 2.8 | „Κατὰ τὰς ἄλλας τέχνας τὰ θεωρήματά ἐστιν ἀληθῆ, ψευδῆ δὲ κατὰ τὴν ῥητορικήν.“ . |
| 2.9 | Διὰ τοῦτο οὐδὲ τὴν φιλοσοφίαν τέχνην ῥητέον οὐδὲ τὴν ἰατρικὴν οὐδὲ τὴν μουσικήν· ὡς δʼ, εἴ τινα ψευδῆ τῶν ὑπό τινων καταβεβλημένων νε ἐστιν, εἰπεῖν εἰκὸς τὸ ,τινὲς ἡμαρτήκασι τῶν τῆς τέχνης“ μηδὲ τὸ „ἀμοιροῦντες ἐοίκασιν τῶν ἀληθινῶν τῆς τέχνης θεωρημάτων“, οὕτω καὶ ψεύδεται τὸ τὴν ῥητορικὴν προσφερομένην ψευδῆ παραγγέλματα μηδʼ εἶναι τέχνην. — Πρὸς δὲ τὸν τέλειον καὶ ἀτέλειον ἐν γεωμετρίαι καὶ ταῖς ἄλλαις ἐπιστήμαις υτεβιειιειν καιτ εγει . |
| 2.9 | γο ιση . δε τὰ συνέχοντα IV πρότερον εἰρήκαμεν, εἰρήκαμεν δὲ καὶ πρὸς τὸν παρακείμενο. |
| 2.11 | „Ὁ τεχνίτης οὐκ ἀρνεῖται τεχνίτης ὑπάρχειν, ὁ δὲ ῥήτωρ.“ . |
| 2.11 | Εἰ διαφορά τις καὶ τοιαύτη τεχνῶν ἐστιν, ὥστε τοὺς μὲν ἐν κοινῶι γε μηδέποτε ἐπανγέλλεσθαι, τοὺς δʼ ἔχειν ὁμολογεῖν τῆς τέχνης τὸ μεθοδικόν, οὐ δεόντως ἕνεκα τούτου τέχνην τὴν ῥητορικὴν οὐκ ἐροῦμεν· καὶ τινὲς δὲ τεχνῖται διὰ παντὸς ἀπαρνοῦνται τὴν τέχνην ἔχειν. ,,Καίτοι γʼ οὐκ ἀρνουμένων ἀτιμοτάτων εἰκὸς ἦν σοφιστὰς οὐκ ἐπαρνηθῆναι.“ Καὶ φιλόσοφός γʼ ἐπαρνεῖται πρός τινας καὶ γεωμέτρης καὶ ποητὴς καὶ ἰατρὸς τὴν τέχνην ἔχειν· οὐ γὰρ διὰ παντὸς οὐδὲ πρὸς πάντας ἀλλʼ ἐνίοτε καὶ πρὸς ἐνίους ἐπαρνοῦνται τὴν τέχνην τὸν φόβον ἡγούμενοι περιαιρεῖσθαι τῶν ἐξ ἀνάγκης ἀπατηθήσεσθαι προσδοκώντωον. |
| 2.13 | „Ἀρνοῦνταί τε τέχνην ἔχειν τήν γε σοφιστι . |
| 2.14 | κὴν V λεγομένην ῥητορικὴν καὶ λέγουσιν εἶδος οὐδʼ εἶναι τῆς ῥητορικῆς ἴδιον· τὴν δʼ ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν αὐτοὶ οὐ παρηιτήσαντο πώποτε, διατελοῦσιν τʼ ἐπʼ αὐτῆι κομπάζοντες ὡς Δημοσθένης.“ . |
| 2.15 | Μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντʼ ἂν ἔνιοι καταισχυνόμενοι περὶ τῆς τέχνης, οὐ δέον· ἡ μέντοι γε σοφιστικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτʼ ἂν παρίστασθαι; . |
| 2.16 | „Διόπερ εὔδηλον, ὅτι τινὲς ὀνειδίζουσιν τὴν τέχνην μὴ καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχειν.“ . |
| 2.17 | Καὶ ἐπʼ ἄλλων δὲ τεχνῶν ἢ βλαβερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδίζουσίν τινες τοῖς διδάσκουσιν οὐχ ἥν γε ῥητῶς ἔχειν ἐπαγγέλλονται, ἀλλʼ ἣν οὐδὲ θέλουσιν περιποιεῖσθαι. — . |
| 2.18 | „Πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν.“ . |
| 2.19 | Οὐ πᾶς τεχνίτης, ἐὰν ἔχῃ φρέ . |
| 2.19 | νᾶς, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν· οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔτε τοξότης οὔτε ἀπλῶς, ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχουσιν ἀλλὰ στοχαστικάς· ὥστʼ ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν. Ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν· ἔστι δʼ αὐτοῦ τὸ τέλος, ὅ φέρει τῶν πραγμάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδὲ μὰ Δία κατὰ τὸ πλεῖστον, ἀλλὰ πολὺ μᾶλλον τῶν μὴ ῥητόρων τὸ ἔργον ποιεῖ. |
| 2.21 | „Πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον, ῥήτορος δὲ τὴν τέχνην εἶχον καὶ οἱ ἀρχαιότατοι τῶν συνηγόρων.“ . |
| 2.21 | Διὰ τούτων μὲν τῶν λόγων καὶ τὴν ἰατρικὴν ἐκ τῶν τεχνῶν ἐκβάλωμεν, εἰ πρὸ τῆς Ἀσκληπιοῦ τις ἄλλους παρίσταται εὖ θεραπεύσαντας. |
| 2.23 | „Ὅ τε ῥήτωρ οὐδὲ ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδʼ ἐῶσαν τἀκόλουθον βλέ . |
| 2.24 | πειν ἕξιν.“ . |
| 2.24 | Ὥστε ῥητέον μηδὲ τριβὴν καὶ ἱστορίαν εἶναι τὴν ῥητορικήν· περιεποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς. |
| 2.26 | „Πρὸ τοῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφʼ οἷς δὲ συνέστησαν, χεῖρον.“ . |
| 2.27 | Ἄγαν μὲν τοῦτό τις ἂν εἴποι πρόχειρον· οἱ γὰρ μετὰ Δημοσθένην πολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἔλεγον. Οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς οὐ πάνυ οὔσης τέχνης, προσδεομένης δὲ τριβῆς πολλῆς καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτʼ ἀνάγκη, καὶ νῦν περισῴζεσθαι, ἤτοι θαυμαστόν, εἰ πρότερον μὲν ἐγένοντο μεγαλοφυεῖς καὶ φιλόσοφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι γὰρ τῶι τρόπωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας VIII λέγωμεν· καὶ καθʼ . |
| 2.27 | ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλʼ οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς· τό τε τοὺς σοφιστὰς μὲν διαπρέπειν πρὸ τῶν τεχνολογιῶν οὐ δείκνυσιν, ἀλλʼ ὑπὸ πολιτικῶν εἰσῆχθαι τὰς τέχνας, οὐχ ὑπὸ τῶν ἀνιστορήτων φήσει τις, ἄλλας δὲ εἶναι γραφαῖς οὐ περιειλημμένας ὥσπερ οὐδʼ ἐν πολλοῖς ἔθνεσιν τῶν βαρβάρων. |
| 2.29 | Νῦν δʼ ἐπεὶ πρὸς ἅπαντας τοὺς λόγους ἀποχρώντως διειλέγμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθα ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς καὶ αὐτῶν οἵ γε πλείους μὴ πᾶσι τελέως συστοιχοῦσιν, ἐχοντα. μ νουτων πρὸς τοὺς παραλελο γισμένους τῶν χαρακτήρων τοῖς. Οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν λογισμῶν πλάνης καὶ τοῦ παραλογισμοῦ τῶν . |
| 2.30 | ἀποφαινομένων αὐτῶν ΙΧ τὰ περὶ τῆς τέχνης καὶ τὴν ἐπαγγελίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶνται καὶ δὴ ἀξίως τὰ ἔργα συντελοῦσιν, οὐ τὰ πρόθεσιν κυροῦντα συνάγουσιν. — Ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μόνον τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης, ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως μὴ παρακολουθεῖν χωρὶς ἀσκήσεως, δοκεῖ δὲ παραπλήσιά τινα τῆι σοφιστικῆι καὶ τῆι πολιτικῆι προσόντα καὶ δὴ προτρέποντα τοὺς ἀπάτας μὴ ὁρῶντας τὰς τῶν ῥητορικῶν καὶ ἠπατημένους, τέχνης περὶ ταῦτʼ οὐχ ὑπαρχούσης. — Καὶ πρόχειρον λέγοιτʼ ἂν τοῦτο· εἰ τὰς τῶν ῥητορικῶν λόγων ἔξεις καλεῖσθαι τέχνην καὶ ἐπιστήμην συμβέβηκεν, πῶς οὐκ ὀλίγων ἀλλὰ κοιναὶ καὶ πάντων εἰσίν; . |
| 2.30 | Ἀλλʼ ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεως χρεία X πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ μέ|ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως καὶ ἐπιρήσεως. |
| 2.32 | „Εἰ μὴ τέχνην μεθώδευον οἱ ῥήτορες, οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτοῖς μισθοὺς διδόντες.“ . |
| 2.33 | Ἄξιον μὲν ἐπιστάσεως, μὴ δή ποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν, ἀλλὰ καὶ χάριν τῶν διʼ ἄλλου τρόπου περιγινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. Οὐ μὴν ἀλλʼ ἐπειδὴ ἐμφαίνει διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σοφιστικὴ ῥητορικὴ καὶ τέχνη, καὶ καταξιοῦται μὴ ἄν ποτε προσιέναι τινάς, εἰ μή τινες τούτου μέθοδοι ἦσαν ἢ τέχναι, φησὶν ἐν τῶι περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι „τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἀπεικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν, τῶι μήτε περὶ συμβολαίου μήτε περί τινος τῶν τῆι XI πόλει συμφερόντων εἶναι τὸν λόγον . |
| 2.34 | οὐδὲ τὸν ὅρκον ὀμωμοκότες ἢ κινδυνεύοντες, ὑπὲρ οὗτινος ἀκούουσιν τῶν πεπραγμένων, ὅτι . πα π νε σεικ σ απο — ὅταν δʼ οὕτω διακούωσιν, τοῖς μὲν λεγομένοις οὐ προσέχουσιν, εἰ συμφέροντα ἔσται ἢ οὔ, καὶ τὸ σύνολον, εἰ ἔστιν ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπʼ αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν περιόδων καὶ παρίσων καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι προσεδόκησαν, εἰ οὕτω λάλοι ἦσαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάξειν, οὐ συνορῶντες, ὅτι οὐδʼ ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις οὕτω λαλοῦντος ἤκουον· ὅθεν ἦλθον ἐπὶ τὸ μισθὸν ἀναλίσκειν τοῖς σοφισταῖς· εἶτʼ εὐθὺς ἐπιγινώσκουσιν, ὅτι ἀπολωλέκασιν τὸ ἀργύριον· οὐθὲν γὰρ αὐτοῖς ἐπιτελὲς γίνεται τῶν ἐπιτευγμάτων ἀλλὰ πορίζουσι τοὐναντίον, XII Τούτωι δὲ τῶι τρόπωι φήσο φήσο . |
| 2.35 | μὲν καὶ τὴν σύμπασαν μαντικὴν τέχνην εἶναι τούτων, ὧν χάριν προσίασιν αὐτῆι ἀργύριον διὰ φόβον ἐκτείνοντες. Τί δὲ παραλογισμὸν εἶπεν ‘τῶν προσηκόντων εἶναι καὶ τούτοις καὶ φαρμακοπώλαις καὶ μυρίοις ἑτέροις’; πῶς οὐχ ὑπονοήσομεν παραπλησίως ἔχειν ἐπὶ τῆς ῥητορικῆς; Οὐ μὴν ἀλλὰ καὶ τῶι γενέσθαι τινα συνεργίαν τινὶ παρὰ τῶν διατριβῶν συστοίχων πῶς εἶπε ο|τωσνηδ ε λ|σινε ου τέχνην πολιτικῆς δυνάμεως πρ τας ὥς τινες |. εμο. |τ . μενων διαλεκτικοῖς ο | ωι | . ν βλεπ κλε|γειν καὶ π τα | πεμπομένους | σκα τα . καὶ βασιλ ν | δωρεαι μηφοβ . τσσ (Ο φοληστα|) μειατασ . υπη . καιτοισ |πε . ευσκαι . λη ἐμπείρους πολλοὺς ἰδιώτας εἶναι πάντων τῶν τοι . |
| 2.35 | οὕτων. |
| 2.37 | „Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί.“ . |
| 2.37 | Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως. |
| 2.39 | „Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς.“ . |
| 2.40 | Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς . |
| 2.41 | τοῦτο ἀκριβούντων, ὅ μᾶλλον XIV ἀποφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. Φαίνεται δὲ ταὐτό, κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. Οὐ μὴν ἀλλὰ κἂν ἄσκησις ἦι κἂν μὴ τέχνη, δυνατὸν τοὺς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότερον, τοὺς δʼ ἧττον ἀλείφεσθαι, καὶ διὰ τοῦτο τοὺς μὲν μᾶλλον, τοὺς δʼ ἧττον ἀποτελεῖν ἀγαθούς. Ἔνιοί τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν, καὶ ἃ παρατετηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστʼ, ἐνποιοῦσι· τοίγαρ εἰ οἱ μαθηταὶ ἀκολουθοῦσι τοιούτοις μηδὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν καὶ σύνεισιν δʼ ἐνίοτέ τισιν εὐφυέσι πρὸς XV τὸ λέγειν, παραβεβληκέναι πάντως λέγονται . |
| 2.41 | σοφισταῖς, καὶ κατʼ ἐκεῖνον ὠφελούμενοι τὸν τρόπον δόξαν παρέχουσιν, ὡς ὑπὸ τῶν σοφιστῶν γεγόνασιν τοιοῦτοι. |
| 2.43 | „Πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς καὶ πρὸς σοφιστὰς ὡς μαθησομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί.“ . |
| 2.44 | Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς οἱοὺς ἐπὶ τὸν οὑτων ἄγουσι διδάσκαλον, τὸν δῆμον, ὅμως δʼ, εἰ ποσόν τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τούτου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δή τι τὴν διατριβὴν ἀσκήσεως λόγων νομίζωσιν, ἀφʼ ἧς τις ἂν προβιβάζεσθαι νέος ὢν δύναιτο, αὐτοί γʼ ἀφέντες σοφιστικὴν ζηλοῦσι τοὺς ἐν τῶι ἀγωνίζεσθαι γενομένους καὶ τὴν ἱστορίαν . |
| 2.44 | ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων. |
| 2.45 | „Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται. |
| 2.47 | Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον, . |
| 2.48 | χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ XVII καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —, ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ . |
| 2.48 | ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις XVIII ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ. |
| 2.50 | „Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν·“ . |
| 2.51 | Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν XIX λέγομεν ἐνί . |
| 2.51 | ους πάντες ἐπίστασθαι καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῷ τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετῆσαι. Τὰ δʼ αὐτὰ παραπλησίως ἐφαρμόσει, καὶ ἐπειδὰν δυεῖν τούτων τὸν μὲν ἄτεχνον λέγωμεν εἶναι, τὸν δὲ τεχνίτην. |
| 2.53 | „Ὥσπερ ἰδὼν ἄγαλμα καλὸν εἴπαις ἂν χωρὶς λόγου τέχνης ἔργον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα.“ . |
| 2.54 | Τοῦτο μὲν ἐπὶ τῶν συνγραμμάτων, ἃ συντετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες, ἀξιούμενον οὐκ ἀπίθανόν ἐστιν, εἰ καὶ χωρὶς λόγου γνοίη τις, ὅτι τέχνης ἔργα ταῦτʼ ἐστιν· ἐπὶ δὲ τῶν πολιτικῶν ἔργων, ἃ παρατιθέασιν, οὐδʼ ὄντων περί τι τεχνικὸν πῶς νοῦν ἔχον τέχνην ἀποφαίνειν ὡς ἐπʼ ἀγάλματος καλοῦ; οὔκ . |
| 2.54 | ουν XX ἐνδέχοιτʼ ἄν μέθοδον ἐνκρῖναι ἢ τέχνην ἀνάσκητον οὐδʼ ἀπείραστον τελέως· ὥστε κἂν τυχὸν εἰπεῖν, ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτου τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, διότι δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τὸ ἐπιχείρημα, πλεῖον δʼ οὐδὲ ἕν. |
| 2.56 | „Εἰ μὴ τέχνη ἦν, τὰ τῶν πίστεων οὐκ ἂν ἐμελέτων, ὃ ποιοῦσιν ἐκεῖ διδαχθέντες.“ . |
| 2.57 | Ἀλλʼ οὐ μόνον ὁ μὴ μαθὼν τὴν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας· ὅταν τε παρατηρήσῃ, φήσω, τὰ τοῖς ὄχλοις μάλιστʼ ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται τὰ κατὰ μέρος, οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς πολιτικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέξεται XXI καὶ συμπαράξεται . |
| 2.57 | πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών. |
| 2.59 | Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν XXII ἐκκειμένων, ὅτι τοῦ δίκας λέ . |
| 2.60 | γειν καὶ δημηγορεῖν οὐ τέχνην, πάλιν ἐγκαλέσειεν, ὅτι τῶν ζητουμένων τι κατὰ τὸν τρόπον συνεχόντως παραλελοίπασιν. Λέγω δέ, πότερον τοῦ δίκας λέγειν εὖ καὶ δημηγορεῖν τέχνη τις ἔστιν ἢ οὐκ ἔστιν. Οὐ γάρ, εἰ τὴν σοφιστικὴν συμβέβηκεν οὐκ εἶναι περὶ ταῦτα τέχνην, ἤδη δέδεικται τὸ μηδʼ ἐξ ἄλλης αὐτὰ μεθόδου παρακολουθεῖν· οὐδὲ γὰρ ἡ πίστις, ἣν παρατεθείκασι, περὶ τὸ τοιοῦτο τάχʼ ἐστιν, ἀλλὰ μόνον περὶ τὸ χωρὶς τῆς ῥητορικῆς τινας φύσιν καὶ τριβὴν εἰσενεγκαμένους δίκας λέγειν καὶ δημηγορεῖν. Οὐκ αὐτοτελῆ δʼ ἐκτεθείκασιν, καίπερ ἐπιβάλλοντος, οὐδὲ τὴν ἀπόδειξιν τὴν ὑπὲρ τοῦ τὴν σοφιστικὴν περὶ τὰς λογογραφίας καὶ τὰς ἐπιδείξεις τέχνην ὑπάρχειν, ὡς ἔσται φανερόν, ἐπειδάν, ὡς ἡμεῖς κατασκευάζομεν, παραθώμεθά γε παρὰ τῶν ἀνδρῶν καὶ τὰ μαρτύρια· τῶν δʼ ἀδιαστόλως ἢ τέχνην ἢ μὴ . |
| 2.60 | τέχνην τὴν ῥητορικὴν λεγόντων, καλῶς δὲ σεσημαγκέναι XXIII περὶ τῶν καὶ ὑπʼ αὐτῶν παραλελειμμένων, ὡς ὑποδεδείχαμεν, τὸν ἔλεγχον περιέχουσιν. Τὸ δὲ Πολυαίνου λεγόμενον περὶ ῥητορικῆς οὐχ ὑπάρχον Πολυαίνου, καθάπερ ἐνεφανίσαμεν, καὶ αὐτὸ τὸ τῶν παρατεθειμένων ἐπισεσυρμένον παρίστησιν. |
| 2.62 | Οἱ μέντοι λέγοντες αὐτὴν τέχνην, προσδεομένην δὲ φύσεως καὶ τριβῆς οὐκ εἰς τὴν ἑαυτῆς ἀνάληγψιν ἀλλʼ εἰς τὴν ἐπιτυχίαν τοῦ τέλους παντελῶς καὶ τῆς ἀληθείας καὶ τῆς κρίσεως τῶν καθηγεμόνων διαπεπτώκασιν· οὔτε γὰρ τὸ πλεοναχὸν διεστείλαντο τῆς ῥητορικῆς — διὸ καὶ τὴν πᾶσαν ἐν τοῖς λεγομένοις ἀναδέχονται κύκησιν — ὡς τέχνης τε σχεδὸν τῆς σοφιστικῆς οὔσης καὶ καλουμένης ῥητορικῆς, αὐτοί, ἃ λέγουσιν, ἐκτεθεικασιν. Τῶν τε περὶ τὸν Ἐπίκουρον . |
| 2.63 | ἀποφαινομένων XXIV τέχνην εἶναι τὴν σοφιστικὴν τοῦ λόγους συγγράφειν καὶ ἐπιδείξεις ποιεῖσθαι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην, τὴν σοφιστικήν γέ τοι τέχνην φασὶν εἶναι, τῶν ὑστέρων ὁμοίως εἰρηκότων, οὐδεμίαν, εἶναι τῆς πολιτικῆς δυνάμεως τέχνην, μή τι καταλείπουσί τινα περὶ αὐτῆς ἐπιστήμην. Ψευδῶς δὲ κατὰ τὴν πρόχειρον ὑπʼ αὐτῶν λέγεται καὶ τὸ τὴν σοφιστικὴν μὴ προσδεῖσθαι φύσεως καὶ τριβῆς εἰς τὴν ἑαυτῆς ἀνάληψιν, ἢ καὶ φιλοσοφίαν ῥητέον οὐδαμῶς προσδεῖσθαι τούτων. Τὸ δʼ ἐκτεθὲν ὑπʼ αὐτῶν τὸ τῆς γραμματικῆς καὶ ἀνομοίως, ὧι θέλουσι, καὶ κατʼ αὐτῶν ἅμα κεῖται· καθάπερ γὰρ βάσιν ἐπὶ ταύτης προϋποκεῖσθαι δεῖ φύσιν, οὕτως καὶ ἐπὶ ῥητορικῆς· ἐπὶ δὲ τῆς γραμματικῆς χρεία φύσεως καὶ τριβῆς πρὸς XXV τὴν . |
| 2.64 | ἀνάληψιν αὐτῆς, οὐ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους· ὥστʼ εἴπερ ὁμοίως λεκτέον καὶ ἐπὶ τῆς ῥητορικῆς, καὶ ταύτην ῥητέον προσδεῖσθαι φύσεως καὶ τριβῆς πρὸς τὴν ἀνάληψιν τὴν ἑαυτῆς. Ἐπεί τέ φασιν φύσεως δεῖσθαι πρὸς εἰκονισμόν, πρὸς τὸν χερῶν συμπαθῆ σχηματισμόν, πρὸς τὸ εὐέμπτωτον εἶναι ἐπὶ τὰ δυνάμενα πείθειν, τὴν δὲ τριβὴν καὶ τὴν ἐξ αὐτῆς ἕξιν εἶναι ποριστικὴν τῶν πρὸς τοὺς καιρούς, στοχαστικὴν τῶν προσώπων, πολλοῖς παρακολουθητικήν, καί φασι πολλάκις κεκτῆσθαι δύναμιν, θαυμάζω μέντοι, τί τῆι τέχνηι παρείκασιν. Οὐ μὴν ἀλλʼ αὐτούς γε χρῆν, ὥσπερ ἃ ποιεῖ φύσις καὶ τριβὴ παρατεθείκασιν οὐ πρὸς τὴν ἀνάληψιν αὐτῆς ἀλλὰ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους, οὕτως ὑπόδειξιν ποιεῖσθαι ἡμῖν, τίνα πότʼ ἐστιν, ἃ πρὸς τὴν ἀνάληψιν αὐτῆς συνεργεῖ, καὶ τίνα . |
| 2.64 | τέχνης ἐστίν, καὶ διὰ τί οὐκ ἐκεῖνά τισιν ἐνγινόμενα XXVI τευκτικοὺς καθίστησι τῶν τελῶν. |
| 2.66 | Οὐκ ὀρθῶς δʼ ἵστασθαι νομιστέον οὐδὲ τοὺς ἀποφαινομένους οὐκ εἶναι τέχνην, εἴ τις προείληφε τέχνην τὴν τὸ μεθοδικὸν ἔχουσαν καὶ ἑστηκὸς παράδοσιν, εἰ δὲ καλεῖ καὶ τὴν ὁλοσχερῆ παρατήρησιν τὴν στοχαζομένην τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον, ὥσπερ ἰατρικὴ καὶ κυβερνητική, τέχνην εἶναι. Πρῶτον μὲν γὰρ ὥσπερ οὐχὶ καθʼ ἑκάτερον τῆς τέχνης καλεῖσθαι προειλημμένης ἀλλʼ ὥς τινων θελόντων ὀνομάζειν οὕτωι τῇ διδασκαλίαι κέχρηνται. Ἅμα δὲ μεμφόμενοι τοὺς ἀδιαστόλως λέγοντας αὐτοὶ τὴν ῥητορικὴν οὐ διεστάλκασιν καί τινα τέχνην ἢ μὴ τέχνην ἀποδεικνύειν θέλουσι· πρὸς δὲ τούτοις, τῆς πολιτικῆς οὔτε οὔσης τέχνης λεγομένης τε πρὸς τῶν ἀνδρῶν οὐκ εἶναι, κατὰ ταύτην εἶναι τέχνην τήν γε διαστολὴν τῶν ἐπιστημῶν, οἵαν αὐτοὶ πεποίηνται. Κατʼ οὐδέτερον . |
| 2.67 | γὰρ τρό πον τῶν ἐκκειμένων τέχνην ἔστιν εἰπεῖν XXVII τὴν πολιτικὴν ῥητορικήν. Ὅτι μὲν γὰρ οὐκ ἔχει τὴν μεθοδικὴν παράδοσιν καὶ τὴν τὸ ἑστηκὸς προσφερομένην ὁμολογοῦσιν, ὅτι δʼ οὐδὲ τὴν παρατήρησιν τὴν τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον στοχαζομένην, Ἐπίκουρος ἐν τῶι πρώτωι Περὶ βίων καὶ ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὑπογέγραφεν καὶ Μητρόδωρος ἐν τῶι Πρὸς τοὺς ἀπὸ φυσιολογίας λέγοντας ἀγαθοὺς εἶναι ῥήτορας διδάσκει, „ὅτι ἐμπείρους τῆς πολιτικῆς οὐκ ἔστιν εἰπεῖν, οὐδὲ δύναμις οὐδέ τις κατὰ τὸ πλεῖστον οὖσα παρατήρησις ὑπάρχει, ἀλλὰ τὴν τοιαύτην διάθεσιν πολιτικὴν λέγομεν, τις ἂν διαλαβεῖν εὐλογίστως καὶ εὑρεῖν ἐπιμελῶς οἷός τε ἦν τὸ τῶι πλήθει ἑκάστοτε συνφέρον“· οὔτε δὲ τοῦτο μεθόδωι τις ἂν ἔχειν εἴποι, καὶ ἄλλη πίστις ἐστὶ περὶ τοῦ τὴν πολιτικὴν XXVIII μὴ στοχάζεσθαι τοῦ ὡς ἐπὶ τὸ πολ . |
| 2.68 | καὶ κατὰ τὸ εὔλογον, καὶ δῆτα καὶ φέρεται πρὸς τῶν περὶ τὸν Ἐπίκουρον· λέγω δὲ τὸ τῶν πολλῶν ἀόριστον καὶ τοῖς αὐτοῖς ὁτὲ μὲν πειθόμενον, ὁτὲ δὲ προσκόπτον. Ἡ δὲ περὶ τοῦ στοχασμὸν ἔχειν τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον τελέως ἐστὶν ἀπόπληκτος οὖσα τοιαύτη· „τὸ δὲ παρατετηρηκέναι τοὺς ῥήτορας τὰ ὡς ἐπὶ τὸ πολὺ πείθοντα καὶ ταῦτʼ εἰς παράδοσιν ἠχέναι, καὶ διότι προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ τἆλλα συντελοῦντες ἐξῆς μάλιστα πείθομεν, φανερὸν καθίστησι τὸ κατὰ τὸν δεύτερον τρόπον τέχνην εἶναι τὴν ῥητορικήν“. Οὐχὶ μὲν παρατετηρήκασιν οἱ ῥήτορες τὰ πείθοντα κατὰ τὸ πλεῖστον· εἰ δὲ δὴ τὰ προοίμια ταῦτα καὶ τὰς διηγήσεις καὶ τἆλλα τοῦ λόγου παραδιδόντες, ὡς οὗτοι νομίζουσι, καὶ παντελῶς εἰς παραδό . |
| 2.68 | σεις ἤχασιν, εὐτελὲς ἤνεγκεν ἡ φύσις τοῦτο παρατηρῆσαι· XXIX τό τε προοιμιαζομένους ἡμᾶς καὶ διηγουμένους καὶ τὰ συνεχῆ δρῶντας μάλιστα πείθειν οὐ λέγεται καλῶς· ὥστε ῥητέον καὶ τοῦτο καὶ τὸ προειρημένον ἀναποδείκτως ἐρρῖφθαι, τῆς προθέσεως οὔσης πίστιν εἰσενεγκεῖν. Ἀλλὰ μήν γε καὶ τὴν σοφιστικὴν παραλιπόντες ἄλλοις ἀποφαίνειν τέχνην, ὥσπερ ἔστιν, τῶν οὐθὲν προσηκόντων τέχνην αὐτὴν βούλονται συμβιβάζειν, τοῖς ἀνδράσι καθʼ ἑκάτερον διαφωνοῦντες, διὸ δὴ ποικίλως συνεχεῖς ὑπέσχον ψόγους. |
| 2.70 | Οἱ δὲ ἐκ τῶν Διογένους Σχολῶν τοὺς ὑπομνηματισμοὺς ἀναγράψαντες ἐπειδὴ σύνθετον ἐποίησαν ἀπόφασιν ἔκ τε ταύτης καὶ τῆς πρότερον σεσημασμένης, τοῖς πρὸς ἑκατέρους εἰρημένοις ὄντες ἔνοχοι μόνον ἐπισημανθήτωσαν, ἵνα μὴ ταὐτὰ πάλι καταλέγωμεν. Ὑπομνησθήτω . |
| 2.70 | σαν δὲ καὶ τοῦτο, διότι τέχνην τοιαύτην XXX λέγοντες εἶναι τὴν ῥητορικήν, „οἵαν ἄν τις εἴποι τὴν ἐκ παρατηρήσεως ποιᾶς συνησκημένην ἕξιν, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον περιγίνεται τὸ προκείμενον τέλος“, τὸ τῆς τέχνης ἴδιον αὐτῆς ἀναιροῦνται. Θεωρεῖται γὰρ ἐμ μεθόδωι τοῦτο καί τινι παραδόσει κοινῶν τινων διατεινόντων ἐπὶ τὰ κατὰ μέρος, ἄν τʼ οὖν ἦι τῶν παγίων ἐπιστημῶν, ἄν τε τῶν στοχαστικῶν. Τὼ δʼ ἐκ παρατηρήσεως καί τινος ἱστορίας συνησκημένα τέχνας ἡ συνήθεια τῶν Ἑλλήνων οὐ πάνυ τι προσαγορεύει κατὰ τὸν κύριον τρόπον ἀλλʼ ἔστιν ὅτε καταχρωμένη, καθάπερ ἐνίοτε καὶ τοὺς ἐν τοῖς θαύμασιν συντόνους τεχνίτας καλεῖ καὶ τὸ δεξιῶς ξύλα σχίσαι καὶ συνθεῖναι καὶ ἐνεδρεῦσαί τινα πονηρῶς τεχνικὸν λέγει καὶ τέχνας τὰς ἐν ταῖς κωμῳδίαις XXXI καὶ πᾶν τὸ τούτοις παραπλήσιον. |
| 2.72 | Καὶ μὴν τῶι καὶ παρατήρησιν καὶ ἄσκησιν τέχνην προσαγορεύειν τὰ πλεῖστα τῶν ἐν τῶι βίωι τέχνας προσαγορεύοντες οὐκ ἂν φθάνοιμεν, καὶ τὴν ἄσκησιν καὶ παρατήρησιν πρὸς μέθοδον οὐκ ἂν οὐδενὶ τάχα τάττοιμεν διαφερούσας. Ὧν οὕτως ἐχόντων καὶ μηδὲ τούτου λέγοντος τὴν πολιτικὴν ἀπὸ τέχνης εἶναί τινος, μήθʼ ὅτι ὡς γʼ ἐπὶ τὸ πολὺ καὶ εὔλογον τοῦ τέλους τυγχάνει, ἐγὼ μὲν ἡγοῦμαι τὰς διαφορὰς ἐκκεῖσθαι τῶν τεχνῶν πρὸς τὰς μὴ τέχνας, ἐκεῖνοι δʼ ὥσπερ ἐφόδιον ἐπὶ τὸν βίον ἔφασαν ἀκολουθεῖν αὐτὴν καὶ κα ὡφελεῖν, λεῖν, ἀφʼ ἧς γε οὐδὲ τὸ λέγειν ἐντὸς ἀληθινῶν ἀγώνων κατασκευάζειν ἦν, ὡς οὐδʼ ἐκ παλαιστρικῆς ἄν, ὦ Κορύβαντες, ἐνφῦναι δύναιτο· τέχνην γὰρ ῥητορικὴν πῶς ἂν λέγοιμεν τοιαύτην, ἥ παραληφθεῖσα κατʼ ὀλίγα ἢ οὐθὲν ὠφελεῖ τὸν τεχνί . |
| 2.73 | την, οὐδὲ παρασκευάζει XXXII δημιουργὸν τῶν ἰδίων αὐτῆς, ἀλλὰ καὶ ποεῖ που λείπεσθαι κατʼ αὐτὰ τῶν μὴ μαθόντων αὐτήν· ὑπείληπτο δὲ τέχνη „διὰ ποιᾶς παρατηρήσεως ἕξις συνησκημένη, καθʼ ἣν ὡς ἐπὶ τὸ πολὺ καὶ εὔλογον ποιοῦσιν τὸ προκείμενον τέλος· τὸ γὰρ αὗ τὴν διαλεκτικὴν λέγειν καὶ τὴν ἐριστικὴν τοιαύτην συγχωρηθήσεται πίστις εἶναι, ἐὰν λαμβάνοντας καὶ μὴ διαπίπτοντας ἀκούωμέν τινας τῶν ἐπαγγελλομένων τεχνιτῶν. Ὅμως δʼ οὖν, οἷς τούτων διαφέρειν φασὶν τὴν ῥητορικήν, ἀποδεικνύουσίν γε τέχνης τὸ μεθοδικὸν μηδʼ ἀκαρῆ ἔχειν αὐτήν· μηδὲ γὰρ πάντας μηδὲ τοὺς πλείστους τῶν κερη | ε . σ τὰς τέχνας ἀνειληφότων δύνασθαι λέγειν ἐν δήμοις καὶ δικαστηρίοις. θαυμαστῆς δὴ ἀτεχνίας, ἣν οὐ μαθόντες τε αὐτουργὸν περιπεποιήκασιν οὔτε μαθόντες ἔχουσι. Καὶ τὰς ἄλλας . |
| 2.74 | διαφοράς, ἃς XXXIII ἀποδεδώκασιν, πρὸς οὐθὲν εὑρήσομεν ἕτερον ἁμιλλωμένας ἢ πρὸς τὸ δεῖξαι κατὰ μηδένα τρόπον τέχνην αὐτὴν ὑπάρχουσαν. Διαφέρει γάρ, φασί, καὶ καθόσον, ὅταν καὶ συνβάλληται, μικρόν τι καὶ τὸ τυχὸν συμβάλλεται, καὶ καθόσον οὐκ ἔχει τὴν τἀναγκαίου χώραν ἀλλὰ δύναταί τις καὶ μὴ μαθὼν τἆργα ποιεῖν αὐτῆς, καὶ καθόσον εὐέφικτα αὐτῆς ἐστιν τὰ παραγγέλματα, καὶ καθόσον τὸ πλεῖστον τῆς ὠφελίας ἐν τῶι γυμνάζεσθαι πρὸς τὸ λέγειν πέπτωκε καὶ μνημονεύειν, πανταχοῦ δʼ, ὡς εἰπεῖν, μηδʼ ἀκαρῆ αὐτὴν ἑωρακέναι τεχνικὸν μηθὲν ἢ δυναμένους ὄνομά τε ἐκ τῆς οἰκουμένης καὶ δόξαν αὐτῆι περιάψαι. Τούτοις γοῦν ἐγὼ χρησάμενος ἄκρως τὸ τῆς δυνάμεως ἀμέθοδον παραστήσω. Τάς γε μὴν πίστεις, ἃς ἐνηνόχασιν περὶ τοῦ καὶ δὴ προσφέρεσθαι τὰς διαφορὰς αὐτήν, ἃς ἐπεσημήναντο, . |
| 2.74 | κἂν εἴπαιμεν τὸ ὑποκεί μένον συνάγειν, ἀλλʼ οὐδὲν ἡμᾶς γε βλάψουσιν ἀλλʼ αὐτοὺς ἐκείνους· ἐῶμεν ἄρʼ ὡς πίστεις ὑγιεῖς, εἰ μή τι κἀκ τῶν πρότερον εἰρημένων ἔστιν ἀνελέσθαι πρὸς αὐτὰς καὶ βλέπονταί τινες ἐκφανεῖς καὶ παρακείμεναι ὑπεναντιολογίαι. |
| 2.76 | Καὶ τούτων δʼ ἀποτεθεωρημένων λοιπὸν ἐνέστηκεν, ὃ δεῖ πρὸς τὸν φίλτατον ἐπιζητῆσαι Βρόμιον, πῶς περὶ τεχνῶν προτεθειμένος συνγράφειν καὶ ζητῶν, εἰ ἡ ἰατρικὴ τέχνη καὶ εἰ ἡ γραμματική, προθεὶς δὲ καί, εἰ ἡ ῥητορικὴ τέχνη, τὴν μὲν σοφιστικὴν παρῆκε ῥητορικὴν ὥσπερ οὐ λεγομένην καὶ κατὰ τὴν κοινὴν καὶ κατὰ τὴν Ἐπικούρου συνήθειαν, μόνην δὲ τὴν πολιτικὴν προσεποιήθη, καθαπερεὶ τῆς πλείστης σκευωρίας ἐν τοῖς περὶ λόγους διατρίβουσιν ἐνεστηκυίας περὶ τῆς τοιαύτης. Πῶς δὲ καὶ τέχνης οὔσης τῆς σοφιστικῆς καὶ λεγομένης ὑπὸ τῶν ἀνδρῶν; πῶς οὐκ, εἰ τέχνη ἐστὶν . |
| 2.77 | ἡ σοφιστική, προ εῖπε; πῶς οὐκ ἀποφάσκων αὐτὴν XXXV εἶναι τέχνην καὶ ἀπέδειξεν; πῶς τὴν πολιτικήν, λεγομένην ὑπὸ τῶν ἀνδρῶν οὐ τέχνην πολύ τε τοῦ τῆς τέχνης ἰδίου κεχωρισμένην, τέχνην ἀπεφήνατο καὶ παραστῆσαι πεπείραται; πῶς φησι τὴν ῥητορικὴν παρατετηρηκέναι τὰ πείθειν ὄχλους δυνάμενα; καὶ πάλιν· ἐπιλελογισμένον τὸν ἀγαθὸν πολιτικὸν τὰ κινεῖν ὀργὴν πεφυκότα καὶ ἔλεον καὶ προτροπὴν καὶ ἀποτροπὴν τούτοις χρῆσθαι διηνεκῶς; Οὐ γάρ, οἶμαι, φήσει τὰ πείθειν ὄχλους δυνάμενα παρατηρήσει τινὶ ἐνδεχόμενον ὑπάρχειν, οὐδὲ διηνεκῶς χρᾶσθαι τόνδε τισίν· πεπείρακεν γὰρ οὐ διηνεκῶς ἐναρμόττοντα, πολλάκις δὲ καὶ δρῶντα τοὐναντίον. Ὅταν τε μηνύῃ ῥάιδιον εἶναι παραγενηθέντας ἐπὶ τὰ κατὰ μέρος ὑποδείγματα τοὺς τεχνικῶς ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀναστραφέντας . |
| 2.78 | ἀποδεῖξαι, μήποτε οὐ ῥᾶιον ἐπαγγέλληται πρᾶγμα· XXXVI τετευχότας γὰρ αὐτούς, οὗ θέλουσιν, παραστήσει, τεχνικῶς δὲ τοὺς οὐ τεχνίτας ἀνεστραμμένους οὐ παραστήσει. „Νὴ Δία μᾶλλον τῶν οὐ τεχνιτῶν τοῦ τέλους τυγχάνουσι παρατετηρηκότες ἐπιτεύγματα καὶ ἀποτεύγματα.“ Ἀλλὰ καὶ οἱ τριβὴν ἔν τινι καὶ πολλὴν ἄσκησιν εἰσενηνεγμένοι τυγχάνουσι τῶν τελῶν οὐ διὰ παντός, ἀλλʼ οὖν τῶν ἀνασκήτων μᾶλλον. Προσέτι γʼ εἰ τῶν ἀνασκήτων οὐδὲ εἷς τυγχάνει τὸ σύνολον, ἀλλʼ οὐ διὰ τὴν αἰτίαν ταύτην τέχνην τις αὐτὴν εἶναι παραστήσει. Καὶ ὅτι ἀνάπτει „τὰς πλείστας τῶν ἀναγεγραμμένων τεχνικῶν παραδόσεων μὴ κενοὺς ὑπάρχειν“, ἐπιζήτησιν ἔχει· πάσας γὰρ ἀλλʼ οὐχὶ τὰς πλείστας οἵ γε περὶ τὸν Ἐπίκουρον δόξουσι λέγειν κενοτάτας ὥς γε πρὸς πολιτικῆς δυνάμεως παρασκευήν. Οὐ μὴν ἀλλὰ περὶ τούτων διασαφηθήσεταί τι, παρʼ ὅσον τι XXXVII ἄδη . |
| 2.78 | λον ἦν. |
| 2.79 | Καιρὸς δʼ ἂν εἴη πάντων ἀπολελρμένους ἐπὶ τὰς ἡμετέρας ἐλθεῖν δόξας, καὶ σχεδὸν κεφάλαια τῆς οἰκονομέας ἔσται προκείμενα τοιαῦτα· τέχνη τί λέγεται κατὰ τὴν συνήθειαν, ὑπομνῆσαι βραχέως· οὐ γὰρ ἄλλῃ τὰ ἡμέτερα ἔστι δεῖξαι· — τὴν σοφιστικὴν ῥητορικὴν τέχνην λεγομένην παρὰ τοῖς ἀνδράσιν, καθʼ οὓς φιλοσοφοῦμεν, μεθόδῳ καί τινι τῶν κοινῶν ἐπιτευκτικῆι γινομένην, οὐδὲ πρὸς ἀλλήλους ἡμᾶς αὐτοὺς ἢ καὶ πρὸς τοὺς χορευομένους διεστῶτας· — καὶ τὸ τὴν σοφιστικὴν περὶ μὲν λόγων γραφὰς καὶ ἐπιδείξεις τέχνην εἶναι, περὶ δὲ τὸ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην· — ἔτι τὸ τὴν πολιτικὴν ἐν ἱστορίαι καὶ τριβῆι καθεστηκέναι, τεχνικὸν δὲ μηδὲν προσφέρεσθαι. |
| 2.81 | Καὶ νὴ Δίʼ ὅτι λέγεται παρά τισι πρὸς τὰ δειχθένθʼ ἡμῖν, ὑποθώμεθα κατὰ δύναμιν ἐφʼ ἑκάστου τῶν XXXVIII ἐκκει . |
| 2.81 | μένων, νῦν δὲ τοῦ πρώτου κατατρέχωμεν. |
| 2.83 | Ἐστιν τοίνυν καὶ λέγεται τέχνη παρὰ τοῖς Ἕλλησιν ἕξις ἢ διάθεσις ἀπὸ παρατηρήσεως τινῶν κοινῶν καὶ στοιχειωδῶν, ἂ διὰ πλειόνων διήκει τῶν ἐπὶ μέρους, καταλαμβάνουσά τι καὶ συντελοῦσα τοιοῦτον, οἷον ὁμοίως τῶν μὴ μαθόντων οὐδείς, ἑστηκότως καὶ βεβαίως οὐδὲ στοχαστικῶς. Ἀφείσθω γὰρ ἐπὶ τοῦ παρόντος, εἴτε συμφέρον εἴτ’ οὐ συμφέρον τὸ γινόμενον πάντως, ἀφείσθω δʼ, εἰ καὶ κοινότερον καὶ ἰδιωτικῶς τέχνη λέγεται καὶ παρὰ τριβῆς πάντως καὶ πανόλως τὸ τοιοῦτον· αὐτὸ γάρ, ὅ πάσηι τῆι καθʼ ὁνδήποτε τρόπον προσαγορευομένηι τέχνηι πρόσεστιν, τοῦτο ἐκθεῖναι βεβουλήμεθα καὶ δὴ προὐνηνέγμεθα. Καὶ ταῖς ἑστηκυίαις γέ τοι καὶ παγίοις ἐπιστήμαις ὥσπερ γραινματιστικῆι καὶ μουσικῆι καὶ ζωγραφίαι καὶ πλαστικῆι πρόσεστιν τὸ . |
| 2.84 | διά τινος παρατηρήσεως στοιχείων XXXIX τινῶν διηκόντων διὰ πλειόνων τῶν κατὰ μέρος καταλαμβάνειν ἕκαστον καὶ δημιουργεῖν, καὶ ταῖς οὐκ ἐχούσαις τὸ ἑστηκὸς ἀλλὰ τὸ στοχαστικὸν τοῦτʼ ἐξ ἀνάγκης ἴδιον πρόσεστιν τὸ κοινῶν τινων κατοχὴν ἔχειν διατεινόντων εἰς τὰ κατὰ μέρος, οἷς οὐδεπώποτʼ, ἐὰν οὕτω τύχῃ, γέγονεν ἐγκύρησις, κἂν μὴ διὰ παντὸς ἀκολουθῇ τὸ τέλος τοῖς τῆς ἐπιστήμης παραγγέλμασι καὶ ποήμασιν διὰ τὸ μηδʼ εἶναι τοῦ πάντως τὴν στοχαστικὴν μέθοδον ἀλλὰ τοῦ κατὰ τὸ πλεῖστον ἢ τοῦ μᾶλλον τῶν ἀτέχνων. Ὥστε κἂν τυγχάνῃ τις τοῦ τέλους ἐπί τινων, μὴ μέντοι γε ἀπὸ τῆς διαθέσεως τῆς τῶν κοινῶν καὶ στοιχειωδῶν ἐντευκτικῆς ἐπὶ τὴν ἀπεργασίαν παραλλάξηι τῶν κατὰ μέρος, οὐκ ἂν εἴπαιμεν ἀπὸ τέχνης τετευ . |
| 2.85 | χέναι, τὸν δʼ ἔχοντα τὴν διάθεσιν ἀπὸ τέχνης. LX Κἂν ἐπί τινων ἀποτυγχάνηι τῶν κατὰ μέρος, τὸ πᾶν οὐ δή φαμεν τέχνην· καλοῦμεν γάρ, ὃ ἔχει τοῦτο πάντως· Εἰ δὲ μὴ πρόσεστίν τινων διηκόντων καὶ στοιχειωδῶν εἴδησις επ. γα δίκω τα ωιπαρα κ παρατ κ σαπλλεοσα τῶν ἐπιτευκτικῶν κἀποτευκτικῶν· καὶ γὰρ ἡ τέχνη διὰ παντὸς οὖσα προτέθειται· κἂν μέθοδον μὴ ἔχηι ἡ ῥητορική, ὑπάρξειν τῶν μὴ τεχνῶν, μηδʼ ἔσεσθαι μεθοδικαῖς καὶ στοιχειώδεσι καὶ τὰ κατὰ μέρος μὴ ἀνειληφυίαις κοινόν τι. Τὰς δʼ ἐπιτυχίας καὶ ἀποτυχίας ἐμπειρίαν μὲν καὶ παρατήρησιν καὶ ἄσκησιν καὶ πᾶν τὸ τοιοῦτο προσαγορεύομεν, τέχνην δʼ οὐδαμῶς, ὅτι τὸ ταῦτα διὰ παντὸς ἔχειν τὸ αὐτὸ τῆι τέχνηι φάσκομεν, ἀλλʼ οὐχὶ καὶ κατὰ ποιὰς παραλλαγὰς καὶ εἰ ποτέ εἰσιν οἷοί τε πράττειν, ἃ δεῖ οὐδʼ ὁ στοχαζόμενος XLI τῶν τ . |
| 2.86 | καὶ τοῦ καλοῦ παρατετήρηκεν, πῶς ἑαυτὸν στῆσαι δεῖ καὶ πῶς ἰέναι καὶ ποῦ τὸν πόδα θεῖναι καὶ ποῖ συνεπινεύειν, ἀλλὰ παρατετήρηκε, τίνα μόνον καὶ μόνωι τοὖργον ποιεῖ καὶ διὰ παντός, μέθοδον δὲ καὶ στοιχειώδη τινὰ παράδοσιν διὰ πλειόνων διήκουσαν ὥσπερ γραμματιστής, ὥσπερ μουσικὸς οὐκ ἔχει. Τὂ δʼ ὅμοιον ἐπὶ τῶν πετευριζομένων καὶ τὰς μαχαίρας ὑπεραλλομένων ἔτυχε· κἂν τούτους δὲ ἔχειν τέχνην ἐγβιάζηταί τις, ἀλλʼ οὐχὶ τὸν συνδέτην κακίω φήσει τῶν ξύλων ἢ φακέλων καὶ βαστάζοντα καὶ τὸν ἐπιτευκτικῶς κλέπτοντα καὶ ψευδόμενον καὶ τὸν ἔμπορον τὸν ἀγαθὸν καὶ τὸν κυνηγέτην καὶ πάντας τοὺς παραπλησίους. Ὅταν δὲ φῶμεν μὴ λέγεσθαι τέχνην τὴν τῶν τοιούτων ἕξιν μηδὲ τοὺς ἄνδρας τεχνίτας, τὸ μὴ κυρίως προσαγορεύεσθαί φαμεν, οὐ τὸ μηδὲ καταχρηστικῶς λέγεσθαι διατεινόμεθα· φανερὸν γάρ, ὅτι . |
| 2.87 | καὶ τεχνίτην δρα πέτην καὶ κόλακα καὶ ὠμοφάγον καλοῦσι XLII καὶ πολλοὺς ἄλλους, ὅτι παρατετήρηκε τούτων ἕκαστος, ἃ ποιεῖν προτέθειται, καὶ ἀποτεύγματά τινα καὶ ἐπιτεύγματα. Οὐ μὴν ἐγὼ μὲν τὴν συνήθειαν οὔ φημι κυρίως ταῦτα καὶ τὰ τοιαῦτα τέχνας καλεῖν ἀλλὰ τὰ προσφερόμενα τὸ μεθοδικόν, ὅ προχειρότατα κατὰ τὴν τῆς τέχνης ἀναφώνησιν ὑποπίπτει καὶ ὑπὸ τὴν τῆς ἐπιστήμης, ὅταν ταὐτὸ ἐπιφέρηται τῆι τέχνηι καὶ κατὰ ταὐτὸ εἶδος, ἅ τις ἀπλῶς λέγων ποιεῖ διαφορωτάτας ἐν τῶι βίωι τέχνας (τις) προσαγορεύειν· ὥστε καὶ τὴν σύμπασαν παρατήρησιν τῶν ἐν ἑκάσταις χώραις ἔργων ἀτόπων ἢ πράξεων ἢ τι τῶν ἄλλων, ἃ χρήσιμα πολλὰ καὶ νὴ τὸν Διʼ ἀγνοηθέντα γείνεται, πάντα πληροῦν ἐπιστημῶν καὶ μηδὲν ἄτεχνον ἀπολείπειν ἕνεκα γʼ ἡμῶν μὴ κωλυέσθω. Φεύγοντες γὰρ ἅπασαν οὐ πραγματικὴν ἀμφισβήτησιν μεταληψόμεθα τὰς ὀνομασίας, XLIII καὶ ταύτας, . |
| 2.87 | ἃς νῦν φαμεν εἶναι τέχνας, τὸ τοιοῦτʼ ἔχειν εἶδος ἐροῦμεν, οἷον ἡ γραμματικὴ καὶ πλαστική, ταύτας δʼ, ἃς οὐ τέχνας, τὰς ἐστερημένας τοῦ τοιούτου, παρατηρητικὸν δοκεῖν εἶδος, ὃ οὐ κυρίως ἐνηριθμήσαμεν ἀλλὰ παραπλήσιον ὑπεμνήσαμεν. Αὐταῖς δʼ εἴδη τοιαῦτα καὶ ταῖς ῥητορικαῖς ἐναρμόττοντες τὴν μὲν σοφιστικὴν τέχνην ἀποφαινόμεθα, τὴν δὲ πολιτικὴν οὐ τέχνην· ἂν δὲ συναναγκάσηι τις ἡμᾶς προφέρεσθαι τὰς ὀνομασίας, τὴν μέν, ὥσπερ εἰρήκαμεν, ἰδιώματι κεχαράχθαι φήσομεν, τὴν δʼ οὐ φήσομεν, καὶ πρὸς ταῦτα τοὺς ἀντιλέγοντας ἀπαντᾶν ἀξιώσομεν καὶ ὡς κατεχρησάμεθα. |
| 2.88 | Ἀλλὰ νῦν ἐπʼ ἐκεῖνο βαδίζωμεν, ὅτι „τέχνην οὐχ ἡμεῖς λέγομεν τὴν σοφιστικήν, οἱ δὲ τὴν αἵρεσιν κτίσαντες ἡμῶν ἀντιφωνοῦσιν, καὶ τὴν πολιτικὴν ἱστορίαν τινὰ καὶ παρατήρησιν συνησκημένην, οὐχ ἡμεῖς“. |
| 2.90 | Ἀλλὰ κἀκεῖνο παραθήσομαι, ὅπου καὶ διʼ ὧν XLIV ἔφασκεν . |
| 2.91 | ὁ Ζήνων ταῦτα διασαφεῖσθαι. Ὁ τοίνυν Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὅτι μὲν διατελεῖ λέγων “τὰ διδασκαλεῖα τῶν ῥητορικῶνʼ καὶ “τοὺς ἐκ τῶν διδασκαλείωνʼ καὶ τὰς δυνάμεις τὰς ἐκ τῶν διδασκαλείωνʼ, πρὸς δὲ τούτοις ‘τὰς ἐκ τῶν διδασκαλείων εὐμορφίαςʼ, καὶ διότι καὶ ‘πραγματείανʼ αὐτῶν καὶ ‘τὰς παραδόσεις καὶ παραγγελίας περί τε λόγου καὶ ἐνθυμημάτων καὶ τῶν ἄλλων’ καὶ τἀνάλογα πάντα τούτοις, τί ἂν λέγοι τις; . |
| 2.92 | Ἀλλὰ μὴν καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἔχει γνώμην. Ἀλεξίνου γὰρ ἐν τοῖς Περὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν, ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην, καὶ ἐν οἷς ἐπιζητοῦσι, λέγειν Ὅμηρον ‘ὑποβέβηκενʼ ἐν τοῖς ἔπεσιν, ὧν ἀρχὴ „ἄστρα XLV δὲ δὴ προβέβηκε“, καὶ πε . |
| 2.93 | ρί τινων ἄλλων παρά τε τούτωι καὶ παρʼ Εὐριπίδηι, ἀπορίας δὲ καὶ ζητήματα καὶ ἐν τῆι συγκεφαλαιώσει τῶν εἰρημένων καὶ ἐπιφορᾶι καὶ ἄλλα δή τινα προσάπτοντος, ἐπαινέσαντος δὲ τό τε ἄλλο καὶ τὰ ἐν ἤθεσιν καὶ γεγραφότος· „ἀποδέξαιτο δʼ ἄν τις αὐτῶν, διότι περὶ χρησίμων καὶ πλείστων ἔξωθεν ἐπιχειροῦσιν λόγους ποιεῖσθαι τοιούτους, οἵοις κρῖναι τὰν φιλοσοφίαι ἔστιν· καὶ γὰρ εἰ μὴ κατʼ ἐπιστήμην περαίνονται πάντες αὐτῶν, ἀλλὰ κατά τινʼ εἰκοτολογίαν καὶ στοχασμὸν ἔξεστιν τὴν τῶν ῥητόρων κρίσιν εἶναί“, — τοιαῦτα δή τινα τοῦ Ἀλεξίνου φλυαρήσαντος, πρὸς τοὐπὶ πᾶσι διαλεγόμενος· „Τὸ περὶ χρησίμων διαλέγεσθαι, φησίν, εἰ μὲν ταὐτὸν δεῖ λαβεῖν τῶι περὶ τοιούτων, ἐξ ὧν γίνεταί τι κέρδος ἐπʼ ἀργυρίωι λόγους στρέφειν δυναμένοις, καὶ τῷ . |
| 2.94 | διαλέγεσθαι χάριν οὐσίας, εἶπε μανικὸν τελείως.“ Εἶτα δείξας τὸ μανικὸν οἰκείως τῆς ὑπολήψεως ταύτης· „εἰ δὲ περὶ τοιούτων, φησίν, ἐξ ὧν συνίσταται (es fehlen 17 Zeilen) — — σοντας καὶ μεγάλου· οὔτε μέγα δʼ οὔτε μικρὸν ἐν τούτοις ἔχειν διάπτωμα. Παραλογισμὸς γάρ, τὴν ἀσυνήθειαν αὐτῆς σφάλλειν τοὺς φρονίμους καὶ ἐπιεικεῖς ἐμ πράγμασιν εἰς ὄχλους βαδίζουσι καὶ ἐχθροὺς . |
| 2.95 | καὶ συκοφάντας καὶ ὅρκους XLVII καὶ μαρτυρίας ψευδεῖς· ἀπολέσαι γὰρ κρεῖττον ἀργύριον πολὺ καὶ χωρίον δικαστὴν γελάσαντα καὶ τοὺς μεγίστους φόβους τῆι τῆς ψυχῆς ἕξει φυγόντα τελέως ἢ τούτους ἔχοντα νικᾶν τὰς συμπάσας δίκας καὶ περὶ ἐκείνων ἀγωνιᾶν ἀεὶ τῶν πραγμάτων· ἀπαγορεύειν μέντοι φιλοσόφους τὸν φρόνιμον παντάπασιν δίκας μὴ μελετᾶν μηδὲ ῥητορικῆς τέχνης ἐμπειρίαν ἔχειν, ἀλλὰ φεύγειν τοὺς παρατιθέντας μὲν τοὺς λόγους ὡς βιωφελεῖς ὄντας, κενῇ δὲ πράττοντας τὰ ῥητορικά Οὐ μὴν οὐδʼ ἐξεῖναι τὸ πραγμάτευμα τὸ τῶν ῥητόρων ἐπαινετεῖν, ἐν οἷς διδάσκουσι συμβουλεύειν δηλώσας, εἶτα συνάρας τὸν οἰκεῖον καὶ περὶ τούτου τοῦ μέρους λόγον ἐπιφέρει καὶ ταῦτα, εἰς ἔλεγχον πάντα κατακλείσας . |
| 2.96 | τὸν XLVIII λόγον· „Εἰ δʼ ἔφη ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους, οὐδʼ οὕτω κατὰ τὸ πρόχειρον ἕστηκεν ὁ λόγος αὐτοῦ· καὶ γὰρ μαγείρους καὶ καπήλους χρησιμεύοντας τὰ τοιαῦθʼ ἡμῖν ὑπολαμβάνοιμεν ἄν· ἀλλὰ κατά τινα εἶναι τὴν συμβουλίαν τὴν τοιαύτην ἐνδέχεται, ἃ μὴ δύναται περιγίνεσθαι διὰ λόγων, ὥσπερ κἂν τὰ διὰ σοφίας εἴπαις διὰ μόνης τῆς φιλοσοφίας περιεῖναι, ὡσαύτως τε τὰ διὰ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς· οὐδὲ γὰρ τοῦ ῥήτορος δεῖται ποιὸν μικρόν, ἂν καὶ ἀναλαβεῖν αὐτὸ ῥαιδίως ἦι· καὶ γὰρ ἀγροῖκος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων, οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκὼς ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ διερμηνεῦσαι σαφῶς. Τὸ δὲ δὴ μὴ κατʼ ἐπιστήμην . |
| 2.96 | περαίνεσθαί τινας τῶν ῥητορικῶν λόγων ἀλλʼ ἐμπειρίᾳ καὶ στοχασμῶι πῶς δεῖ πάλιν λαβεῖν; Οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν, λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γὰρ τινὲς τοῦτο πεπόνθασιν ἀλλʼ ἄπαντες, χωρὶς τοῦ μηδʼ αὐτῶι συναρέσκειν τοῦτο λίαν. Εὐβουλίδει γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν.“ — Παρεθέμεθα δὲ καὶ τὰς ἐπὶ πᾶσι λέξεις, εἴ τωι γενήσεται φίλον καὶ ταύτας ἔχειν, οὐκ ἀγνοοῦντες, ὅτι περί τινος ἄλλου δόξουσι καὶ οὐχὶ περὶ τοῦ προκειμένου καταγεγράφθαι. |
| 2.98 | Καὶ Μητρόδωρος δʼ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν. Διαλεγόμενος γὰρ πρός τινα τῶν L περὶ . |
| 2.99 | ποιήματος συγγεγραφότων ἄλλα τε παρίστησι πολλὰ καὶ δοξάζει καὶ ταῦτα· „Ἕως γὰρ ἄν τις ἐνεχθῆι πίστις περὶ τῆς τῶν ῥητορικῶν τέχνης, κακῶς ῥηθήσεσθαι τὸ ἐκ ταύτης ῥήτορας συντελεῖσθαι, Ἔπειτα προσφέρεται ,,τὸν Καλλίστρατον καὶ ἄλλους τοιούτους εἰπεῖν μὲν ἐν πλήθει περὶ τῶν πλήθει χρησίμων ἱκανῶς, τὴν δὲ Θρασυμάχου τέχνην ἢ ἄλλου ὁτουδήποτʼ αὐτῶν οὐ μαθόντας, καὶ καλῶς ἐπιστάτας καὶ κριτὰς καταστῆσαι πόλιν ἑκάστην τοὺς τοιούτους“. Ἄλλως δὲ κατὰ τοὐναντίον ὑπάγει παραδεικνύων ,,Θρασύμαχονκαὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν τέχνας οὐθέν, ὧν φασιν ἔχειν τὰς τέχνας, συντελοῦντας· τοῦτο δʼ ἀνοήτως τίθεται, ὡς ἄλλου μὲν ὄν λόγον ἔχειν καὶ σύστημα, πῶς ἂν καὶ ἐκ τίνων γίνοιτο καλλίστη ῥητορεία, ἄλλου δὲ τὸ καλῶς . |
| 2.99 | ῥητορεύειν“. Καὶ LI μικρὸν προβάς πως μαρτυρεῖ τὸ „μηδένα πώποτε γενέσθαι ποητὴν ἐν τοσούτοις ἢ ῥήτορα ἱκανὸν ἀπό γε τῶν τεχνολογιῶν τῶν|ωνενηιειστενο τι| ῥητορικὴν δὲ δύνα| μιν γουσιν ως | εες ης τῆι τ | αυι φωι. ο | . ησαναυτραι ἀλλὰ πᾶν ἐχούσης τοῦτο τῆι ἐν διανοίαι γυμνασίαι καὶ διδαχῆι·“ καὶ μετὰ μικρόν· „ὁ προτεθειμένος λέγειν ἐν ὄχλωι καὶ ποητὴς εἶναι θηρεύσει οὐ τὸν ἀπὸ τῶν ἐπαγγελμάτων τὸ ἐφεξῆς τοῦ ἀκολούθου τοῖς τοιούτοις ἐπαγγέλμασιν οὐ δυνάμενον ὁρᾶν ἀλλʼ εἰς ἔργον ἀποβλέπων καὶ αὐτὸς τὸ ἔργον συντελῶν τῆς τούτου τέχνης ὄψεται, μήπου τινιʼ αὐτὸν διαφεύγηι, διʼ ὧν ἂν βελτείων γίνοιτο ῥήτωρ ἢ ποητής“. |
| 2.101 | Ἃ μὲν οὖν ἔχομεν ἐκ τῆς πραγματείας παραθέσθαι, τοιαῦτʼ ἐστίν, ἐκπεφευγότα καὶ τὴν καταχρηστικὴν ὑπάκουσιν καὶ τὴν ὡς . |
| 2.101 | περὶ τῶν σοφιστικῶν παραγγελμάτων LII ὄντος τοῦ λόγου, αἳ δὴ τέχναι καὶ αὐταὶ ὁμωνύμως λέγονται, καθάπερ εἴσεται πᾶς ὁ μετὰ συνέσεως καὶ τούτοις μέν, οἷς παρεθέμεθα, προσεσχηκώς, μᾶλλον δʼ ὁ τὰς συνόλας γραφὰς τῶν ἀνδρῶν ἀνειληφώς. |
| 2.103 | Ἔνιοι δὲ τῶν νῦν ἐν τῆι Ῥόδωι διατριβόντων γράφουσιν ἐν τῇ Κῶι καὶ πάλιν ἐν τῇ Ῥόδωι σχολαζόντων αὐτῶν ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἐν ἑκατέραι τῶν πόλεων ἀρτίως τινὰς ἄραντας Ἀθήνηθεν λέγειν, ὡς διαφώνως ἵστανται πρὸς τοὺς ἄνδρας, εὐδοκούμενοι περὶ τοῦ τέχνην αὐτὴν μὴ ὑπάρχειν· καὶ τὸν μὲν ἐν τῆι Κῶι διερωτώμενον, ποῦ διασαφεῖται τοῦτο, φάσκειν τότε μὲν ἐν τῶι Συμποσίωι, τότε δʼ ἐν τοῖς Περὶ βίων· τὸν δʼ ἕτερον, ὅπου μέν, οὐκ ἔχειν εἰπεῖν, εἰδέναι δʼ ἔχοντας τὴν κρίσιν ταύτην ὑπὲρ τοῦ LIII σοφιστικοῦ μέρους τοὺς ἐν ἄστει σχολάζοντας· . |
| 2.104 | ταὐτὰ δὲ ταῦτα καὶ. ἐν τῇ Ῥόδωι κεκραγέναι τινά, τῶν ἐκ τῆς Ἀττικῆς πάλιν παρόντων, καὶ κελεύειν μὴ φθονεῖν τοῖς ῥήτορσιν, εἰ τέχνην ἔχουσιν. δʼ αἰνιττόμενος οὗτος ἐν Ἀθήναις διατρίβειν καὶ τὴν κρίσιν κτᾶσθαι ταύτην ὁ παρʼ ἡμῶν ἐστιν Ζήνων, πρὸς ὅν καὶ τοῦτο ἀντιγράψαι οὐ γράψαντα περὶ τούτων οὐδὲ ἐνέστηκε τὰνθρώπωι. Πλὴν ποικίλως αὐτὸς ἀναστρεφόμενος ἐν τῆι πραγματείαι φησὶ περὶ μὲν τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν μηδʼ ἴχνος εὑρηκέναι, περὶ δὲ τοῦ μηδὲν μέρος αὐτῆς τεχνικὸν ὑπάρχειν ἀμύθητα ὅσα, καὶ τούτων ἐπαγγέλλεται ποιήσασθαι τὴν συναγωγήν. Ὅσα μὲν οὖν ἡμῖν ἁμαρτάνειν δοκεῖ κατὰ τὴν ἀντιγραφὴν ὁ φιλόσοφος οὗτος, οὐκ ὀκνήσομεν κατὰ διάληψιν ἀναγράψαι καὶ συνδιαπορῆσαι τοῖς ἡμῶν τε κἀκείνου . |
| 2.105 | φίλοις κοινοῖς. Ἐπὶ δὲ τοῦ παρόντος αὐτῶν πιμνησθησόμεθα LIV τῶν δοξάντων ἂν εἰς τὴν παροῦσαν σκέψιν. συντείνειν, οὐ προσκαρτερητικῶς — οὐδὲ γὰρ μὰ τὸν Κύνα δεῖται, καθάπερ ἐμαυτὸν ἐγὼ πείθω, συνανατάσεως αὐτά — ἀλλὰ στοχαστικῶς, αὐτάρκως δὲ πρὸς διακοπήν. Ἐκ τιθεὶς τοίνυν, διʼ ὧν ὁ λόγος αὐτῶι προελεύσεται κεφαλαίων ὁ τὸ προκείμενον ἀποδεικνύων „δοκεῖν αὐτῶι“ φησιν „τοὺς περὶ τὸν Ἐπίκουρον καὶ τὸν Μητρόδωρον μήτε τὸ πολιτικὸν μήτε τὸ δικανικὸν μήτε τὸ πανηγυρικὸν μέρος τῆς ῥητορικῆς ἔντεχνον ἀπολείπειν, ἀλλὰ τὸ μὲν πολιτικὸν καὶ δικανικὸν μελέτης καὶ τριβῆς φάσκεν προσδεῖσθαι καί τινος ἐμπειρικῆς ἱστορίας, τὸ δὲ πανηγυρικὸν ἐμ μελέτηι καὶ τριβῆι λέγειν κεῖσθαι καὶ συνηθείαι τινὸς φράσεως χωρὶς πραγματικῆς ἱστορίας· πρὸς δὲ τούτοις δοκεῖν αὐτῶι κατὰ τοὺς ἄνδρας οὐ δύνασθαι συστῆναι τέχνην . |
| 2.105 | καθάπαξ ὄχλων πειστικήν· ἀρέσκειν δὲ καὶ τὴν προειρημένην μελέτην καὶ τριβὴν καὶ ἐμπειρίαν μήτε διὰ παντὸς πείθειν μήτε πλεοναζόντως, καὶ διότι τοὺς οὐ ῥητορικοὺς λόγους συμβέβηκεν ἐνίοτε πείθειν μᾶλλον τῶν ῥητορικῶν ἢ οὐχ ἧττον ἤπερ οἱ ῥητορικοί, καὶ μετὰ τούτων ὅτι τοῖς θορύβοις ἧττον οἱ πανηγυρικοὶ περιπίπτουσι τῶν τεχνολογίας ῥρητορικικῆς ἐγνωκότων οὐδὲ τὸ παράγγελμα· γινώσκειν δὲ καὶ τέχνας τινὰς καταβεβλημένας τοὺς περὶ τὸν Ἐπίκουρον καὶ διὰ τοῦτο προσαγορεύειν μὲν ῥητορικῶν τέχνας καὶ πραγματείας καὶ λόγων ἰδέας, οὐ συνκατατίθεσθαι δʼ, ὅτι καὶ τοῦ τέλους τυγχάνουσι κατὰ τὴν τέχνης καὶ ἐπιστήμης ἰδέαν· κ το ο καὶ πρὸς ι α|γ αιτ τα|π κα υτα δι|α LVI αβαλ ν|των αεωσ σ. |
| 2.107 | ται, βραχέως εἴρηται, τί νομίζουσι· κἂν ἔχηι τις καθʼ ὑπόθεσιν διὰ παντὸς πείθουσαν τοὺς πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ κακῶν μεγάλων αἰτίαν εἶναι ταύτην·. Καὶ τούτων ἕκαστον κατασκευάσας, ὡς νομίζει, ποικίλως οἴεται κατʼ ἄκρας ἀποδεδειχέναι τὸ παρʼ Ἐπίκουρον ἵστασθαι τοὺς ἢ πᾶσαν τὴν ῥητορικὴν ἢ μέρος αὐτῆς ἔντεχνον ἀποφαινομένους. Ἐγὼ δʼ ἀμέλει καὶ τῶν ἀκουστῶν μὲν ἄγαμαι τοῦ σχολάζοντος Ἀθήνησιν ἀνδρός, ὧν ὁ μὲν ἐν τῶι Συμποσίωι τοῦτο περὶ τῆς ῥητορικῆς ἔφη συγγεγράφθαι, πιστεύει δʼ εἰκῇ τοῖς λέγουσιν, ἐξὸν ἴσως φιλοσόφοις περὶ φιλοσόφων πιστεύειν, ὁ δʼ οὐκ ἔφη γινώσκειν, ὅπου λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Οὔκουν ἐπιμελεῖς ἦσαν, ὧν ἂν διακούσωσιν, οί μαθηταὶ ἢ κριταὶ μᾶλλον τοῦ Ῥυδίου τοῦ μέχρι τῆς . |
| 2.108 | τήμερον ἡμέρας γράφοντος, μὴ δύνασθαι παρά τινος LVII ἀκοῦσαι, ποῦ λέγεται· κατακειμένης δὲ τῆς φιλοπευστίας καὶ τῆς ἀνατάσεως τῆς περὶ τούτων τῶν τόπων ἐξῆν πρὸς τοὺς Εἰκάσιν τοιαῦτα δὴ ἀναδιδόντας ἢ καθʼ ἡμέραν σχολάζοντας βῆναι, ἐκείνων ἀεί τινι συνβαλοῦντας τῶν ἀδιαλείπτως ἐκ διατριβῆς τῆς Ζήνωνος ὁρμωμένων ζῶντος οὐκ ἐμ Πέρσαις ἀλλʼ Ἀθήνησιν. Οὐ μὴν ἀλλʼ ἵνα τῆς πολλῆς καὶ παρὰ πολλῶν αὐτοὺς ἀναπαύσωμεν ἐρεύνης καὶ ἐρωτήσεως, οὐκ ἐν τῶι Συμποσίωι λέγομεν οὐδʼ ἐν τοῖς Περὶ βίων οὐδὲ κελεύομεν αὐτοὺς ψῆφον ἐμ πελάγει ζητεῖν, ἀλλʼ ὅπου φαμὲν καὶ διʼ ὧν φαμεν δηλοῦσθαι τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν, παρατεθείκαμεν, ἃ κἂν δεικνύηται μὴ κυροῦντα τὴν ἡμετέραν κρίσιν, ἀλλὰ . |
| 2.109 | χρείαν γʼ ἕξει λόγου τυχεῖν, καὶ πᾶσιν τοῖς καθʼ LVIII ἡμᾶς φιλοσοφοῦσι καὶ τὰς χώρας ὑποδείκνυμεν αὐτῶν, καὶ διότι τέχνην τὴν σοφιστικὴν καλουμένην ῥητορικὴν λέγομεν, οὐχὶ τῆς ῥητορικῆς μέρος· οὐ γὰρ ἔστιν τῆς ῥητορικῆς μέρος τὸ πανηγυρικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ δικανικόν, ὃν τρόπον αὐτὸς οἴεται κατὰ τὴν ἅπασαν γραφήν, ὥσπερ οὐδὲ τοῦ κυνὸς μέρος τὸ θαλάττιον ζῶιον καὶ τὸ χερσαῖον. Τοίγαρ οἰόμενοι οὕτω ῥᾶιστα διασαφεῖσθαι τοὺς περὶ τὸν Ἐπίκουρον ἡμῶν οὐ διαφερομένους ἐν τῶι πρὸ τούτου τὸν Μητρόδωρον διαλεγόμενον παρεθήκαμεν. Χαριζόμεθα δὲ τἀνδρὶ τὸ πλῆθος τῶν κεφαλαίων, διʼ ὧν ὡς ἐλέγχων περιίσταται τὴν δόξαν ἡμῶν· οὐδʼ ἂν ἐμνήσθημεν μὰ τοὺς θεοὺς αὐτῶν — τί γὰρ ἔμελλον, οὔτʼ ἐγδοθείσης κατʼ αὐτῶν γραφῆς τῆς τε πρὸς αὐτοὺς ὑπομνηματικῆς οὔσης; — ἀλλʼ ἵνʼ ἐγδηλῶμεν, ὡς ἔνιοι θαύματα IXa ποιοῦσιν . |
| 2.110 | ἐν φιλοσοφίαι, καὶ ταῦτα πρὸς τούτους ἀνατεινόμενοι ὑπογράψομεν. „Ἐρωτῶ γάρ, ὦ βέλτιστε ἀνδρῶν, φήσεις, τῶν ἀπάντων, τίς ὁ ἐκεῖνʼ ἀναγράψας ἐστίν;“ Οὐ Ζήνωνγε. — . |
| 2.111 | Τοοῦ δὲ ἐν τῆι φιλοσοφίαι τῆι καθʼ ἡμᾶς ἀνεστραμμένου καὶ τῶν ἡγουμένων τοὺς Ἰσοκρατείους λόγους καὶ τοὺς ὁμοίους οὐκ ἀμεθόδως καὶ σχεδιάζεσθαι καὶ γράφεσθαι κατʼ ἄκραν ἐλενκτικόν ἐστι τὸ „δοκεῖν Ἐπικούρωι τέχνην οὐχὶ μὲν ὑπάρχειν ὄχλων πειστικὴν πάντως οὐδὲ πλεοναζόντως, καὶ τὸ τοὺς οὐ ῥητορῖκοὺς ἐνίοτε μᾶλλον πείθειν τῶν ῥητορικῶν, καὶ τὸ τοῖς θορύβοις ἧττον περιπείπτειν τοὺς πανηγυρικοὺς καὶ τῆς τεχνολογίας μετέχοντας τῶν οὐδέν· καὶ τὸν Ἐπίκουρον καὶ ὀνομάζειν ὡς τέχνας μέν, τοὺς ἐπιστήμονας δʼ ὠφελεῖσθαι καὶ τοῖς ἐκ τῶν διατριβῶν, οὐχὶ δὲ φάσκειν χάριν τούτου τισὶν ἀκολουθεῖν τὸ τέλος· κἂν ἔχηι καθʼ ὑπόθεσίν τις τὴν ἀεὶ πείθουσαν πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ μεγάλων κακῶν αἰτίαν αὐτὴν εἶναι.“ Ἔδει γοῦν, ἃ χάριν τοῦ μὴ πολειτικῆς εἶναι τέχνην οἱ περὶ τὸν Ἐπίκουρον ἀποδεικνύουσιν, ἕνεκα ταύτης μόνον λέγεσθαι νοεῖν, οὐχὶ καὶ χάριν τοῦ μηδʼ ἄλλης τινὸς μεθόδου σοφιστὰς εἶναι ἐνπεί . |
| 2.111 | ρους, καὶ τῶν ἄλλων ὁτιοῦν ταὐτὸ τοῦτο λέγομεν Xa παρίστασθαι· πλὴν εἰ προσάγεται ταῦθʼ ὅμως διὰ τῆς γραφῆς καὶ τἆλλα περισσομυθεὶ διοικεῖται, παρέντες καὶ παραλεξάμενοι πάντα τὸ ὅλον σχεδὸν βυβλίον κατεσχηκότα, τὸ δὲ μέρος ἐκεῖνο μόνον ἡγησάμενοι πρὸς αὐτούς, διʼ οὗ φησιν ῥητῶς ἄτεχνα τὰ μέρη ὑπολαμβάνεσθαι τῆς ῥητορικῆς .κ .επαμα. ων | με θε. αι αηοσιοιθ. | ετι ανα ειδεχον | οὐχ ὅλον νταδιην | εγαφηι α ἐξ ἐπῶν σχεδὸν τρισχιλίων κατανοήσομεν ἐξετάζεσθαι ἀναμφιλέκτως. |
| 2.113 | Ἵνα δὲ παριστῆι διελεγχόμενον ὁ Ἐπίκουρος τὸν νεανίσκον τὸν ἐκ μελέτης ῥητορικῆς ὡς ἂν δύναμιν ἐπαγγελλόμενον τοῦ σοφιστεύειν τὴν πανηγυρικὴν καὶ τὴν πολειτικήν, ποιεῖ τὸν Ἰδομενέα μετὰ τὸ παρρησία ἔστωʼ μέχρι τῶν ‘ἔγνωστο ὑμεῖνʼ ἐξαιτούμενον συγγνώμην, εἰ νέος ὢν θρασύνεται, καὶ συνάπτοντά τινʼ αὐτὸν τοιαῦτα κατὰ λέξιν· . |
| 2.114 | „Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἂν φήσαις, τῶν κατὰ σεαυτὸν ἀπάντων νέος ὢν πρεσβυτῶν ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν . |
| 2.115 | τῆι ῥητορικῆι δυνά μει ὑπερέχειν.“ . |
| 2.115 | Ὡς δʼ ἄν αὐτοῦ ἔφησας τοῦθʼ, οὗπερ ἠθέλησας· παρρησία ἔστωʼ καὶ ἃ ἐπηνέγκατο· εἶτα· „θαυμαστὸν δή φημι, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν, ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς, τοῦ δὲ θεωρῆσαι τὰ πράγματα, ὡς ἔχει, διὰ τὴν ἡλικίαν ἔστιν ἐξείργεσθαι, οὗ μᾶλλον ἄν δόξαι ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβὴ καὶ συνήθεια“. |
| 2.117 | ‘Διὰ ταύτην, φασίν, τὴν ἀπόφασιν τὴν ῥητορικὴν ἀπλῶς ἄπασαν αὐτῷ ἀναπέφανται τριβῆι περιγίνεσθαι καὶ συνηθείαι καὶ οὐδὲ ἕν μέρος ταύτης οὕτωι δεῖσθαι τέχνης, καὶ σαφῶς τῶι λόγωι ἔοικεν ἐγδιδάσκειν, προσδιαστέλλων, τὰ ποῖα ἕπεται ἐπιστήμηι καὶ τὰ ποῖα τριβῆι καὶ συνηθείαι, καὶ τὸ τῆς ἐπιχειρήσεως οὕτως ἐπιφέρεται οὔτʼ ὄν ἀπίθανον οὔτε κωφόν· “εἰ τὸ δυσκρατὲς ὄν διὰ τὸ ἀμέθοδον ἔστι γείνεσθαι περὶ νέον, πολλῶι μᾶλλον τὸ διʼ ἐπιστήμης ἅτε μεθόδοις καὶ στοιχειώσεσιν καθολικαῖς ἀναλαμβανόμενονʼ; Εἰ δέ γε τέχνηι ἡ ῥητορικὴ συνείχετο ἤτοι ἅποσα ἢ καὶ μέρος αὐτῆς, κωφὸς ἂν ὁ λόγος ἐγίνετο τοιοῦτος ὤν· ‘εἰ τὸ μεθόδωι γινόμενον οὐ κωλύεται περὶ νέον . |
| 2.117 | ὑπάρχειν, πολλῶι μᾶλλον οὐδὲ τὸ μεθό δωι’. Καὶ γὰρ XIIa οὐδὲ πολειτικὸν καὶ δικανικὸν ἐρεῖ τις αὐτὸν λαμβάνειν μέρος· καὶ γὰρ ῥητῶς τὴν ῥητορικὴν λέγει καὶ πρὸς τὸν ἐπαγγελλόμενον σοφιστὴν πάντʼ ἔχειν τὰ μέρη· διόπερ οὐκ ἀποχωρήσαντος, γελοίως ὁ Ἐπίκουρός ἐστι τῆι μεταβάσει κεχρημένοςʼ. |
| 2.119 | Τοιούτων δή τινων ὡς εἰπεῖν δυνάμει γεγραμμένων τὸ μὲν ὑπολαβεῖν, ὅτι τὴν ἀπόφασιν ποιεῖ ταύτην ὁ Ἐπίκουρος περὶ ἀπάσης ῥητορικῆς, οὐ μόνης τῆς πολειτικῆς, καὶ ταῖς τοῦ Συμποσίου λέξεσιν ἀκολουθεῖ τοιαῦτα, τοῖς τε ἔπεσιν ἀντιλακτίζον καὶ τῶι νῶι· οὐ, γὰρ μέχρι τῶν λέξεων τούτων ὁ σοφιστὴς οὐθὲν ἐπήγγελται περὶ τούτου, ἀλλʼ ὅτι τὰ ἰσόκωλα καὶ τὸ τῆς ἐμφάσεως καὶ τῆς ἐναργείας καὶ τὸ ἕτερον πᾶν ἐστιν περὶ τὴν πολειτικήν, καὶ ταύτης ἕνεκα μόνης καὶ προσδεῖσθαι φάσκει ὁ σοφιστὴς τῆς ἑτέρας δυνάμεως. Ἀλλʼ εἰ τὴν σοφιστικὴν ῥητορικὴν ἀρέσκει, καθάπερ ἀρέσκει, τέχνην εἶναι, προσδεομένην δὲ τέχνην πολλῆς λίαν τριβῆς καὶ συνηθείας — οὐ γὰρ ἀδύνατον οὐδʼ ἀθετούμενον ὑπὸ τῶν ἀνδρῶν ἐπιστήμας τινὰς πολλῆς τριβῆς ἐπιδεῖσθαι καὶ συνηθείας — πῶς κωφότερος Ἐπίκουρος γείνεται ἐκ τούτων; πῶς δʼ εἰ τὸ μὲν πολειτικὸν . |
| 2.119 | εἶδος ἢ μέρος τῆς ῥητορικῆς τριβῆς δεῖται πολλῆς καὶ συνηθείας, τὸ δὲ σοφιστικὸν ἐπιστήμης μόνης, κωφὸς ὁ λόγος γίνεται; πρὸς θεῶν δηλωσάτω τις ἡμεῖν. Οὐ γὰρ δὴ τοιοῦτός ἐστιν, καθάπερ οὗτός φησιν· „εἰ τὸ μεθόδωι περιγινόμενον ἔστι περὶ νέον, πολλῶι μᾶλλον ἔσται τὸ μεθόδωι γινόμενον“ ἀλλὰ τοιοῦτος· „εἰ τὸ μὴ μόνον διὰ μεθόδου παραγεινόμενον“. Εἰ γὰρ τὰ δύο κατακρατῆσαι ἄμα νέῳ δυνατόν, ἐνδεχόμενον δήπου καὶ περιγίνεσθαι νέῳ θἄτερον. |
| 2.121 | “Των αι φυλαξ. μ. ιδειλφω — — μὴ θεῖναι πρὸς θεῶν ‘ὃ τριβῆς ἐστιν καὶ συνηθείας πολλῆςʼ καὶ οὕτωι προσάγειν τὸ προκείμενον, προσθεῖναι δὲ τὸ ‘δοκεῖʼ δισταγμόν — (es fehlen 6 Ζeilen) — εἰ μὲν ἐστοχάζετο κατὰ τὴν λέξιν τοῦ ῥητορικοῦ, καὶ διὰ τοῦτο ἀρέσκειν εἰπεῖν, ὃ κινεῖ· εἰ δὲ μετά τινος ὑποστολῆς ἐπετίθετο, καὶ διὰ τὸν στοχασμόν· καὶ γὰρ τοῦτʼ οὐ μόνον ἐπὶ τῆς ῥητορικῆς ἀλλὰ καὶ ἐπὶ τῆς φρονήσεως ἐτήρησε, κἀκεῖ τὸ “δοκεῖ’ προσθείς· καὶ . |
| 2.121 | τὸ ‘δοκεῖ’ δεξόμεθα δηλαδὴ καὶ ἐπὶ τοῦ πολειτι κοῦ μέρους, ὃ πανταχῆι κεκράγασιν ὥς ἐστιν ἄτεχνον, καὶ τὸ πιθανὸν τῆς ἐπιχειρήσεως οὐκ ἐγ δισταζομένου προσάγοιτʼ ἄν ἀλλʼ ἐξ ὁμολογουμένου’. |
| 2.123 | Καὶ τίνα τρόπον, ἐὰν τούτοις συνβοηθήσωμεν, εὐγνώμονες, οὐκ εὐήθεις ὑποληφθησόμεθα; Τό τε γὰρ ὑποστέλλεσθαι τἀληθῆι λέγειν καὶ διστάζειν πῃ περὶ τῶν εὐδοκούντων ἑαυτῶι τοῦ ῥητορικοῦ στοχαζόμενον ἀνοίκειον καὶ τοῦ διαλεχθέντος νεανίσκου καὶ τοῦ τὴν κοινολογίαν ἀναγράφοντος Ἐπικούρου, καὶ ταῦτα μετὰ παρρησίας ἀκροτάτης καὶ ἀνυποστόλως τἆλλά τε καὶ ἐν τούτωι τῶν πρὸς τὸν ἄνθρωπον τεταγμένων λόγων. Πῶς δʼ ἂν εἴη θιγεῖν τινος καὶ πικρότερον; Ἀλλὰ τοῦτό γε τἀνδρὶ παρείσθω, πότερον ὑποστελλόμενος ἔφη ἢ καὶ διστάζων ἢ τέχνην ὑπειληφώς, τὸ δὲ ἄλλοις τισὶν προφερόμενον ἢ κατὰ τὸ παρόν, ὡς ἀσαφὲς αὐτὸ ποιούμενος, εἴτʼ ἔστι τινὸς καὶ τέχνης, εἴτε μηθὲν ἔχει τέχνης ἴδιον, καὶ ἀληθές ἐστι καὶ χαρακτηρικῶς τοῖς ἀνδράσιν σύνηθες ποιεῖν· καὶ γὰρ τετηρημένον καὶ ἐπὶ τῆς φρονήσεως· ἐν XVa αὐτοῖς τε τοῖς ἔπειτʼ ἐγίνετο ἂν στοχασμὸς . |
| 2.123 | τοῦ ῥητορικοῦ, τῆς ‘δοκεῖʼ φωνῆς κἀνταῦθα παρατιθεμένης· ὁ δʼ ἐπαγγελλόμενος ῥητὰς παρατεθήσεσθαι διαλέκτους οὐ λιπαρεῖν ὀφείλει, τοῦτʼ ἐγδέχεσθαι τοὺς ἀκούοντας, ὃ βούλεται, καὶ ἄλλων δηλουμένων. |
| 2.125 | ‘Καὶ δὴ γὰρ οὐ φῇς, μὴ ὑποστελλόμενον, οἷον Ἐπίκουρον λέγεις, αὐτῶι τούτωι συνκατατίθεσθαι τοῖς ἄτεχνον τὴν ῥητορικὴν λέγουσιν;ʼ . |
| 2.125 | Τύτε δὴ καὶ σαφῶς ἀρέσκειν φημὶ ἐν ἄλλοις τέχνην εἶναι κατὰ τὴν ἀλήθειαν, ὃ ἐπὶ στοχασμὸν τοῦ ῥήτορος ἀνάγειν μανικόν. |
| 2.126 | ‘Ἀλλὰ δεξόμεθα τὸ ‘δοκεῖʼ καὶ ἐπὶ τῆς πολειτικῆςʼ. |
| 2.127 | Εἰ θέλεις, δεχώμεθα, μηδὲν φοβηθέντες, εἰ αὐτὴν ἐν ἄλλοις ἀμέθοδον· καὶ γὰρ ἡμεῖς τὸ ‘δοκεῖ’ νῦν ἐπὶ τῆς σοφιστικῆς προσδεχόμεθα κεῖσθαι τῶι μὴ παρὰ τοῦτον νῦν κυροῦσθαι μηθὲν τὸν λόγον, καίπερ ἐμ πολλοῖς τέχνης λεγομένης. |
| 2.129 | Εἰ δʼ ἠρώτησέν τις καθιριαν ι Ἐπίκουρον, εἴπτερ τρανώσειε τοὺς λόγους, τὸ ποῖον εἶναι εἶπεν τεχνικὸν καὶ τὸ ποῖον ἄτεχνον, οὐ κατὰ τὸ πιθανὸν ἐξ ὁμολογουμένου, κἂν περὶ ἄλλου δίσταγμα προσῆι, προσαγαγεῖν ἂν ἔφη τὸ προκείμενον· διστάζεται μὲν γάρ, εἰ . |
| 2.129 | πᾶν ἐν τριβῆι καὶ συνη θείαι, σύμφωνον δʼ ἐστὶν τὸ δεῖσθαι πολλῆς τριβῆς καὶ συνηθείας· τὸ τοίνυν ‘δοκεῖ’ τῶι δισταζομένωι προσθεὶς ἐκ τοῦ, κἂν τὸ δισταζόμενον παρεθῇ, διδομένου προσάγει τὸ προκείμενον. |
| 2.131 | Ἐφεξῆς δὲ πρὸς τὸ συστῆσαι, διότι δή τις τέχνη κατʼ Ἐπτίκουρόν ἐστιν ἡ ῥητορική, τοῦθʼ ἡμεῖς παρετίθεμεν λέγοντες· „εἰ μόνην τριβὴν αὐτὴν ἐνόμιζεν εἶναι καὶ συνήθειαν, οὐκ ἂν τὸ ‘δοκεῖʼ προσέθηκεν·, οἱ δὲ ἔφησαν οὐ δηλοῦσθαι τὸ λεγόμενον ὑφʼ ἡμῶν ἤτοι μὴ τοῦτο δηλοῦσθαι μόνον. Εἰ μὲν τὸ πρῶτον, οὐ συνίεμεν ἡμεῖς ἑλληνιστὶ διαλεγομένων, εἰ δὲ τὸ δεύτερον, διὰ τίνʼ αἰτίαν αὐτοὶ χρῶνται ἀμφιβόλοις λέξεσιν ἐν τοῖς πρὸς ἡμᾶς ἐλέγχοις; . |
| 2.132 | Παραστήσω δὲ μὴ μόνον ἐπʼ αὐτῶν τῶν προκειμένων ἀσάφειαν ὑπάρχειν, ἀλλʼ Ἐπίκουρον τοῖς ἐφεξῆς περὶ φρονήσεως λόγοις ,,οὗ μᾶλλον ἂν δόξειεν ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβή“ πάλιν ἀμφιβόλους τεθεικέναι διαλέκτους, καὶ ἠμφισβητημένως ἐλέγξω προσφερόμενον αὐτὰς καὶ δηλούσας μὲν τὸ τῆς ῥητορικῆς καὶ διʼ ἐπιστήμης τινὸς καὶ διὰ συνηθείας δὲ καὶ διὰ τριβῆς περιγεινόμενον, μᾶλλον δὲ διὰ τῆς τριβῆς καὶ συνηθείας ἢ διὰ τῆς τέχνης, τὸ δὲ φρονήσεως διʼ . |
| 2.133 | ἀμφοτέρων μέν, μᾶλλον δὲ διʼ ἐπιστήμης ἤπερ διὰ συνηθείας καὶ τριβῆς, δηλούσας δὲ τὸ τὴν φρόνησιν μὲν διʼ ἀμφοτέρων, μᾶλλον δὲ διὰ θἀτέρου, τὴν δὲ ῥητορικὴν διὰ μόνου θἀτέρου, καὶ τρίτον τὸ καὶ τὴν φρόνησιν διὰ μὲν ἐπιστήμης περιγίνεσθαι, διὰ δὲ ἱστορίας καὶ τριβῆς μὴ παραγίνεσθαι. Τὴν δὲ γραφὴν ὁ συστησάμενος ταύτην ἀποκληρώσας τοῦτό φησιν αὐτὰς διασαφεῖν, ὅτι ῥητορικὴ μὲν τριβῆι μόνον καὶ συνηθείᾳ παραγείνεται, φρόνησις δʼ ἐπιστήμηι μόνον. Ἀλλὰ γὰρ κἂν τὸ “δοκεῖ’ ἐν τῶι τόπωι μὴ προσποηθῶμεν ἀλλʼ ἀφέλωμεν αὐτὸ παντελῶς καὶ τὰς φωνὰς οὕτως ὑποθώμεθα κατακεχωρίσθαι· „Σὺ μὲν οὐκ ἐξείργου τῆι ῥητορικῇ δυνάμει προέχειν, ὅ τριβῆς ἐστι καὶ συνηθείας πολλῆς“, τίνα τρόπον τοῦθʼ, ὅπερ ἀξιοῦσιν, διασαφεῖται τὸ μὴ περιγείνεσθαι καὶ τέχνηι τὴν ῥητορικὴν ἀλλὰ μόνον τριβῆι καὶ συνηθείαι; Τῆι γὰρ αὐτῆι φορᾶι ἂν εἴπαιμεν· πολλῆς μὲν φιλοπονίας ἐστὶ δηλονότι τὸ φιλοσοφεῖν καὶ ἡ φιλοσοφία, πολλῆς δʼ ἄγαν εὐτυχίας ἡ βασιλεία, καὶ πολλῆς ἐστι κακοπραγίας πτωχεία, καὶ πολλῆς ἐστι συνηθείας φιλία· . |
| 2.134 | καίτοι οὕτω γʼ οὐ δεὶς ἐγένετο ἀγροῖκος, ὥσθʼ ὑπολαβεῖν XVII ἡμᾶς λέγειν διὰ μόνης φιλοπονίας τὸ φιλοσοφεῖν καὶ τὴν φιλοσοφίαν περιγίνεσθαι καὶ τὴν βασιλείαν διὰ μόνης εὐτυχίας καὶ τἆλλα παραπλησίως. Οὕτως τοίνυν εἰπόντος Ἐπικούρου, διότι ,,πολλῆς ἐστιν ἡ ῥητορικὴ τριβῆς καὶ συνηθείας· οὐχ ὑπακουστέον τὸ ‘μόνης’ ἀλλὰ μόνον τὸ „δεῖται πολλῆς τριβῆς καὶ συνηθείας·. Τὸ γὰρ “ἔστιν’ ἐπὶ τοῦ “δεῖται’ τίθησιν, ὅταν οὕτως ὁμειλῶμεν, ἡ συνήθεια· τό τε μετριώτατον, ὅ ὑπὸ τῶν λέξεων σημαίνεται, καὶ οὐχὶ θἄτερον μόνον ἢ αἰεὶ θἄτερον σημαίνεσθαι ῥητέον. Ἔτι τοίνυν ἕνεκα τῶν διαλέκτων, ὧν ἄνθρωπος παρατέθεικεν οὗτος, ἄδηλον εἶναί φημι, πότερον ἐκ συνηθείας καὶ τριβῆς μόνον περιγίνεσθαι τὴν ῥητορικὴν ὑπελάμβανεν ὁ Ἐπίκουρος ἢ καὶ διὰ τέχνης καὶ τριβῆς ἢ οὐδʼ ὅλως ἐκ τριβῆς καὶ συνηθείας. Πρόκειται γὰρ ἐν ἀρχῆι μέν· „Θαυμαστόν φαμεν, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, τῶν ἀπάντων δὲ νέος ὢν πρεσβυτέρων ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν τῆι ῥητορικῆι δυνάμει XIXa ὑπερέχειν ἕλε . |
| 2.135 | γες“. Τἀνδρὸς δέ· „Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐθὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν“. Ἐπέζευκται δὲ τούτοις· ,,ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς“. Οὐκοῦν δυσὶν τούτοις — λέγω δὲ τῇ τε „ῥητορικῇ δυνάμει“ καὶ τῶι ,,πολὺ ὑπερέχειν πάντων τῶν πρεσβυτέρων καὶ ἐνδόξων· — ἐπέζευκται τὸ „ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς; Ὀταν δὲ δυσὶν δήπου προταχθεῖσιν ἐπανενεχθῆι τι, πάντως ἀμφίβολον γίνεται, τίνι τῶν προκειμένων ἐπέζευκται· διόπερ ἀμφίβολον γίνεται καὶ τὸ ,ὅ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς· πότερον τῆι ,ῥητορικῆι δυνάμει “ ἐπενεκτέον ἢ τῶι„πολὺ πάντων ὑπερέχειν“. Εἰ γὰρ οἰόμενος ἔτυχε, τὴν μὲν ἀνάληψιν τῆς ῥητορικῆς δυνάμεως τέχνῃ μόνον περιγίνεσθαι, τὸ δὲ ἀπάντων τῶν τὴν ῥητορικὴν ἀνειληφότων ὑπερέχειν τριβῆι καὶ συνηθείᾳ, πρὸς μέντοι γε τὴν θέαν αὐτῶν τῶν πραγμάτων, οὐ πρὸς τὴν ἀπάντων ὑπεροχὴν ἀπαρκεῖν καὶ τὴν ἐπιστήμην, τοῦτο κατά γε τὴν φράσιν οἷόν τʼ ἄν ἦν. Ἀλλʼ οὐκ ἄν, οἶμαι, τὸ τοιοῦτο φήσαι τις καὶ περὶ νέον δὴ καὶ ἀληθῶς εἶναι τὸ XXa πάντων . |
| 2.135 | ἐν τῇ τέχνῃ προέχειν. Εἰ μέντοι τὰ κατὰ τὴν τέχνην τριβῆς δεῖται καὶ συνηθείας πολλῆς καὶ ἀνατεταμένης, συνομολογῶν, τοῦτʼ ἐσχηκέναι, καὶ μᾶλλον ἂν ὁ Ἐπίκουρος ἐστοχάζετʼ αὐτοῦ τοῦτο χαριζόμενος, ὃ ἐκείνῳ μὲν ἐφαίνετο μέγα, τὴν πρόθεσιν δʼ οὐκ ἐμποδίζει. Νὴ Δία μέντοι καὶ ἐὰν βούληι σκοπεῖν, πῶς ἐγδέχεται τοῦτο ὁ συστησάμενος τὸ βιβλίον, κατʼ οὐθὲν φήσει πρὸς τὸ ὑπερέχειν ἀποδεδόσθαι τὸ ‘δοκεῖ’ μᾶλλον ἢ πρὸς τὴν ῥητορικήν, ἀλλ οὐδέν γε λέγων τὸ πᾶν ἀλλὰ τὸ μόριον ἄγνωστον ὑπάρχειν, ποτέρωι τοῦτʼ ἐπέζευκται, σὺ δὲ τὸ μὲν ῥητὸν ἀπομαχόμενος ἔτυχες, συκοφαντικὰς δὲ παρακαλεῖς προχειρότητας. — Καίτοι τί ἄν τις ἐπὶ πλεῖον διατρίβοι; σχεδὸν γὰρ ὑπέρκαιρα καὶ ταῦτα πρὸς τὸν τόπον. |
| 2.137 | Ἀ μέντοι παρὰ Μητορδώρωι γράφεται μαρτύρια, τὴν δόξαν οὐ μᾶλλον ἐλέγξειεν ἂν τὴν ἡμετέραν ἢ τούτου καὶ τονον λειν ἀπὸ τοιούτων τὸν Ἐπίκουρον (es fehlen 3 Ζeilen) προς υοιν αὐ . |
| 2.137 | τοῖς XXI ανα σεξα εἴων ἄλλων ἄλλαις συνημμένων, καὶ αὐτοὶ δὲ κατὰ διάληψιν, ὡς ἔφαμεν, ἁψόμεθα καὶ τούτων. Νυνεὶ δὲ τὰ κατεπείγοντα καὶ τὰ κατάλοιπα τῆς διεξόδου προσθέντες παραγράψαιμεν ἂν τὸν ὑπομνηματισμόν. |
| 2.139 | Τὸ τοίνυν οὐκ ἀποτελεῖν κατὰ τοὺς ἄνδρας τὴν σοφιστικὴν ῥητορικὴν τεχνείτας οὐδʼ ἔργον τῆς ἐμπράκτου καὶ πολειτικῆς ῥητορικῆς δηλοῖ μὲν καὶ τὸ πρῶτον περὶ ποιημάτων διὰ πλειόνων — ἀποχρήσει δὲ καί τινα τῶν ἐκεῖθεν ὑφʼ ἡμῶν παρακειμένων οὐ φατικῶς διασαφοῦντα μόνο ἀλλὰ καὶ πίστεις περιειληφότα —, δηλοῖ δὲ καὶ Ἕρμαρχος, διʼ ὧν παρεθέμεθα, μετὰ δὲ τῆς πάσης ἐξεργασίας Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς τελείως ἀνεπιμείκτους διδάσκωον τὰς δυνάμεις καὶ συνεργούσας μὲν οὐθὲν εἴς γε τὴν ἕξιν τὴν πολιτικὴν τὰς διατριβάς, πολλάκις δὲ καὶ μεταβαλλούσας, ἃ προφέρεσθαι νῦν ἐμ μέσωι κείμενα πᾶσιν ματαῖον φαίνεται καὶ περιττόν. Ἀλλὰ μὴν καὶ ταύτην XXIIa τὴν τοῦ δημηγορεῖν καὶ δίκας λέγειν . |
| 2.140 | ἐνπειρίαν ἀπό τινος τριβῆς καὶ τῶν ἐν ταῖς πόλεσιν ἱστορίας περιγίνεσθαι πολλῶν ἐν τῆι πραγματείᾳ διασαφούντων, ἀρκέσει τὰ παρὰ Μητροδώρωι σαφῶς διδάσκοντα· „Πότερον οὖν τὴν ῥητορικὴν δύναμιν λέγει τις βλέπων ἐπὶ τὴν διάγνωσιν, ὧν πρακτέον ἐστὶν τῶι μέλλοντι εὐδαίμονι εἶναί τε καὶ ἔσεσθαι καὶ οὐ πρακτέον, καὶ ταύτην φησὶν ἀπὸ φυσιολογίας παραγείνεσθαι, ἢ καὶ τὴν πολειτικὴν ἐμπειρίαν, καθ᾿ ἣν ἐκ τριβῆς καὶ ἱστορίας τῶν πόλεως πραγμάτων συνορώιηι ἄν τις οὐκ κακῶς τὰ πλήθει συμφέροντα“; Καὶ μικρὸν προβάς· „τί γὰρ ὑπόκειται, ὃ θεωρεία ποιεῖ, ὥσπερ ἡ περὶ τὰς αἱρέσεις καὶ φυγὰς καὶ περὶ τὰς πολειτικὰς ἐκ τῆς ἱστορίας παρακολουθήσεις“; . |
| 2.141 | Κεκορυφωμένου δ᾿ ἡμεῖν καὶ τοῦδε τοῦ κεφαλαίου χωρῶμεν ἐπὶ τὸ τρίτον. Ἦν δὲ τοῦτο πιστοῦσθαι, διότι δὴ καὶ κατ᾿ ἀλήθειαν ἡ σοφιστικὴ ῥητορικὴ τέχνη τίς ἐστιν περί τε τὰς ἐπιδείξεις, οἵας αὐτοὶ ποιοῦνται, καὶ τὰς τῶν λόγων διαθέσεις, οἳων αὐτοὶ γράφουσίν τε καὶ σχεδιάζουσιν. Φαμὲν τοίνυν τὸ μεθοδικὸν ἔχειν αὐτήν, οὐ πολὺ δὲ καθάπερ οὐδὲ τὴν ποιητικήν.1) . |
| 2.141 | Ἀλλ᾿ ἐπὶ τὸ τελευταῖον ἐπανάγωμεν τῶν κεφαλαίων, XXXIIa, ὅπερ ἦν περὶ τοῦ τὴν εὐδοκιμοῦσαν ἐν δήμοις 20 καὶ δικαστηρίοις δύναμιν οὐχ ὑπ᾿ ἄλλης περιγίνεσθαι τοῖς ὅλοις ἐπιστήμης. Πρὸς μὲν οὖν τὰς ὑπολήψεις ἀπόχρη καὶ τὸ δεῖξαι τὴν τῶν διατριβικῶν τέχνην οὐδὲ ἓν πρὸς ταύτην συνεργοῦσαν. Ἀμέλει γὰρ οὐδὲ προσεδοξάσθη μέθοδός τις ἄλλη τῶν πολειτικῶν, ἤπερ ἣν οἱ σοφισταὶ τῶν ῥητορικῶν λόγων παρεγγυῶσιν. Ἐπειδὴ οὖν ἡ σοφιστικὴ κατʼ οὐδὲν συντείνει πρὸς τὸ τὴν δύναμιν ἔχειν, περαίνεται τὸ χωρὶς ἐπιστήμης ἔχειν αὐτὴν τοὺς ἔχοντας. |