Τὸ μὲν παρὸν βιβλίον Σοῦδα, οἱ δὲ συνταξάμενοι τοῦτο ἄνδρες σοφοί·Εὔδημος ῥήτωρ περὶ λέξεων κατὰ στοιχεῖον. Ἑλλάδιος, ἐπὶ Θεοδοσίου τοῦ νέου, περὶ λέξεων κατὰ στοιχεῖον. Εὐγένιος Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, παμμιγῆ λέξιν κατὰ στοιχεῖον. Ζώσιμος Γαζαῖος λέξεις ῥητορικὰς κατὰ στοιχεῖον. Κεκίλιος Σικελιώτης ἐκλογὴν λέξεων κατὰ στοιχεῖον. Λογγῖνος ὁ Κάσσιος λέξεις κατὰ στοιχεῖον. Λούπερκος Βηρύτιος Ἀττικὰς λέξεις. Οὐηστῖνος Ἰούλιος σοφιστὴς ἐπιτομὴν τῶν Παμφίλου γλωσσῶν, βιβλίων ἐννενήκοντα ἑνός. Πάκατος κατὰ στοιχεῖον περὶ συνηθείας Ἀττικῆς. Πάμφιλος λειμῶνα λέξεων ποικίλων, περιοχὴν βιβλίων Ϟεʹ. ἔστι δὲ ἀπὸ τοῦ ε στοιχείου ἕως τοῦ ω, τὰ γὰρ ἀπὸ τοῦ ἄλφα μέχρι τοῦ δέλτα Ζωπυρίων ἐπεποιήκει. Πωλίων Ἀλεξανδρεὺς Ἀττικῶν λέξεων συναγωγὴν κατὰ στοιχεῖον.