eul_wid: wus-be
DOI 10.5281/zenodo.20335421

Lexicon, Section ΟΙ by Suda

Οἷ: τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. ὦ δύστηνος, οἷ πεπλώκαμεν; Ἀριστοφάνης. ἔφευγον δὲ οἷ ἐδύνατο ἕκαστος. καὶ αὖθις· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία καὶ δαίμων με ἄγει. ἀλλʼ οὖν ἐπίστω γʼ, οἷ μʼ ἀτιμίας ἄγεις.

Οἷ: ἀντὶ τοῦ ὅπου. ζηλῶ γε τῆς εὐτυχίας τὸν πρεσβύτην, οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. καὶ αὖθις· ὁ δὲ ὁρῶν, οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.

Οἷ: περισπωμένως ἀντὶ τοῦ ἑαυτῷ, ὀξυτόνως δὲ τὸ οὗτοι. Συμπόσιον· οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδον ἀπαντήσαντα. καὶ οὗ, ἀντὶ τοῦ αὐτοῦ. Πολιτείας· πλὴν οὗ. Ἀππιανός· ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι καὶ ἐπικουρίας τῆς ἐκ θνητῶν συμμάχων δυνατώτερον.

Οἱ: ἀντὶ τοῦ αὐτῷ δασύνεται. τὴν κεφαλὴν Πομπηΐου κομισθεῖσάν οἱ.

Οἵα: μακρὸν τὸ α. οἵα κατέσχε τὸν τρισάθλιον δόμον. καὶ Οἵαν θηλυκῶς, ἀντὶ τοῦ δυνατήν. Ἀριστοφάνης· τὴν μὲν ἑτέραν γνάθον στομώσεις, οἵαν δικιδίοις· τὴν δὲ ἑτέραν οἵαν ἐς τὰ μείζω πράγματα. τουτέστι τὰ ἄδικα.

Οἴαγρος.

Οἴακες: πηδάλια, αὐχένες.

Οἰακίζει: κυβερνᾷ.

Οἰάκιον τῆς νηός.

Οἰακιστής: κυβερνήτης.

Οἰακληεῖς.

Οἰακοστρόφος: κυβερνήτης.

Οἰακοστροφῶν: κυβερνῶν.

Οἴαξ, οἴακος.

Οἰαξίς: χώρα.

Οἴαροι: γυναῖκες.

Οἱασοῦν.

Οἰάτειον κρέας: τὸ προβάτειον.

Οἰβάδης, Οἰβάδου: ὄνομα κύριον.

Οἰβώνιον: ὄνομα τόπου.

Οἰγνύει: ἀνοίγει.

Οἶδα· αἰτιατικῇ.

Οἴδακες: οἱ λεγόμενοι φήληκες, καὶ πάντα τὰ μὴ πέπειρα ἀκρόδρυα.

Οἰδαλέον: τὸ ὑγρόν.

Οἰδάνει: αὐξάνει.

Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ: ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων.

Οἰδαίνει: οἰδεῖν ποιεῖ.

Οἰδαίνων· αἰτιατικῇ. φλεγμαίνων, ψύχων.

Οἵδε: ἡμεῖς.

Οἰδεῖ: φλεγμαίνει, πεφύσηται.

Οἴδημα: ὄγκωμα, φλεγμονή, ἀπόστημα. ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. τῆς δὲ εἰς οἴδημα ἀρθείσης φρονήματος, καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης. συνέβη δὲ τὸν πόδα αὐτοῦ εἰς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι.

Οἰδήματα: ἐπάρματα. ἢ φυσήματα. λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ στρατιωτικοῦ θράσους οἰδήματα.

Οἴδησις: φλεγμονή, φύσημα.

Οἰδίπους· Λάϊος, ὁ Θηβῶν βασιλεύς, ἔσχε γυναῖκα Ἰοκάστην, ἐξ ἧς γέγονεν αὐτῷ παῖς Οἰδίπους. τούτου γεννηθέντος, χρησμὸν ἔλαβεν ὁ πατήρ, ὅτι τῇ ἰδίᾳ αὐτοῦ μητρὶ μιγήσεται ὁ παῖς· καὶ κελεύει αὐτὸν εἰς ὄρος ῥιφῆναι καὶ ξύλῳ περικλεισθῆναι τοὺς πόδας αὐτοῦ· ὃν εὑρηκὼς γεωργὸς ὀνόματι Μελίβοιος ἀνεθρέψατο καὶ Οἰδίποδα ὠνόμασε διὰ τὸ ὠγκωμένους ἔχειν τοὺς πόδας ὑπὸ τοῦ ξύλου, τοῦ καλουμένου κούσπου. γεγονὼς δὲ ἀνδρεῖος ἐλῄστευε· καθʼ ὃν χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἀνεφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἀποβαλοῦσα γὰρ τὸν ἄνδρα καὶ συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα δύσβατον τοὺς παριόντας ἐφόνευεν. ὁ οὖν Οἰδίπους δεινόν τι βουλευσάμενος δίδωσιν ἑαυτὸν μετʼ αὐτῆς λῃστεύειν· καὶ ἐπιτηρήσας καιρὸν ὃν ἠβούλετο, λόγχῃ ἀναιρεῖ αὐτὴν καὶ τοὺς μετʼ αὐτῆς. οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. ὁ γοῦν Λάϊος ἀγανακτήσας κατʼ αὐτῶν τούτοις ἐπάγει πόλεμον καὶ λίθῳ βληθεὶς τὴν κεφαλὴν τελευτᾷ. ἡ δὲ Ἰοκάστη φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα καὶ χειροτονεῖ βασιλέα· καὶ γίνεται τούτου γυνή, ἀγνοοῦσα ὅτι μήτηρ αὐτοῦ ἐστιν. ἔσχε δὲ ἀπʼ αὐτοῦ υἱοὺς δύο, Ἐτεοκλέα καὶ Πολυνείκη· ὕστερον δὲ τοῦτο μαθοῦσα, ὅτι υἱὸς αὐτῆς ἐστιν, εἶπεν αὐτὸ τῷ παιδί. ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐτελεύτα, ἐάσας τὴν βασιλείαν τοῖς δύο υἱέσιν, οἳ ἐβασίλευον παρʼ ἐνιαυτόν· καὶ εἰς ἔχθραν ἐλθόντες ἐπολέμησαν ἀλλήλοις, καὶ ἐδιώχθη ὑπὸ Ἐτεοκλέους καὶ ἀπελθὼν Πολυνείκης εἰς τὸ Ἄργος ἔγημε τοῦ βασιλέως Ἀδράστου τὴν θυγατέρα καὶ στρατεύσας ἦλθεν ἐπὶ τὰς Θήβας καὶ μονομαχήσας Ἐτεοκλεῖ ἀναιρεῖ αὐτὸν καὶ αὐτὸς ἀνῃρέθη ὑπʼ αὐτοῦ· οἱ δὲ σύμμαχοι ἀνεστράφησαν οἴκοι.

Οἶδμα: κῦμα, ἢ πέλαγος. καὶ ἄγριον οἶδμα θαλάσσης.

Οἴδνα: οἰδήματά τινα ὄντα τῆς γῆς.

Οἰδοῦσαν: κομπώδη οὖσαν. τὴν τέχνην. οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν. καὶ Εὐνάπιος· τοσούτου δὲ οἰδοῦντος καὶ ὑποφυομένου κακοῦ. ὁ δὲ ἐκ τῆς ἰθείης οὐκ ἐδόκεε πέμπειν τὸν στρατόν, ἅτε τῶν πραγμάτων ἔτι οἰδούντων.

Οἶδʼ, οἶδα τὸν νοῦν· παῦε, παῦε τοῦ λόγου. κἂν εἴ με τύπτῃς, οὐκ ἀντείποιμί σοι.

Οἵ ἑ: οἵτινες αὐτόν.

Οἰέας.

Οἴεσθαι: ὑπονοεῖν.

Οἰέτεας: ὁμήλικας. Ὅμηρος· ὄτριχας, οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας.

Οἴει: ὑπολαμβάνεις.

Οἰῆθεν: δῆμος Πανδιονίδος ἡ Οἴη. καὶ τὸ Οἰῆθεν, τοπικὸν ἐπίρρημα. Φιλόχορός τε τὴν Οἴην φησὶ Κεφάλου μὲν θυγατέρα εἶναι, Χαρόπου δὲ γυναῖκα.

Οἰηθείς: ὑπολαβών.

Οἰήϊον: πηδάλιον.

Οἰηματίας: ἐπηρμένος.

Οἴησις: ἔπαρμα, ὑπόνοια. καὶ Οἴημα, ὁμοίως.

Οἴκαδε: εἰς τὰ οἰκεῖα.

Οἰκέως.

Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης. ἀπʼ εὐθείας τῆς οἰκεύς, ἤγουν οἰκέτης.

Οἰκέται: οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκίαν. Ἀριστοφάνης Νεφέλαις· οἱ δʼ οἰκέται ῥέγχουσιν.

Οἰκετία. ἐν ταύτῃ τῇ πόλει τὰς τῶν Γετῶν ἐπιφανεστάτας οἰκετίας ἠθροῖσθαι ἔφασκον.

Οἰκεύς: οἰκέτης, τοῦ αὐτοῦ οἴκου. Σοφοκλῆς· οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.

Οἰκεῖος καὶ Οἰκειακός.

Οἰκείως: ὁμοίως. Πολύβιος· οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις.

Οἰκειοῦμαι· δοτικῇ· αἰτιατικῇ δέ· οἰκειοῦται τὴν τοῦ βασιλέως ἁπλότητα.

Οἰκεῖλαι: ἐκβληθῆναι.

Οἰκῆας: οἰκέτας.

Οἰκήματα: τὰ χαμαιτυπεῖα. καὶ ταῖς ἐπὶ τῶν οἰκημάτων ἑστώσαις ἀκωλύτως συνιέναι διεκελεύοντο.

Οἰκητής: ὁ οἰκῶν. ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε, πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν.

Οἰκία: τὸ ὁσπήτιον. καὶ Οἰκίδιον, τὸ οἴκημα. καὶ Οἰκίον, τὸ μικρὸν οἴκημα. οἰκίον εὖτε δέδοιμι. ἀντὶ τοῦ οἰκοδομοίην.

Οἰκίσκῳ: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ. Δημοσθένης ἐν τῷ περὶ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφʼ ἡμῶν λεγόμενον ὀρνίθων τροφεῖον οἰκίσκον.

Οἰκογενής: ὁ κάττης, ὁ ἐν οἴκῳ γεννηθείς. οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις.

Οἰκογενής: δοῦλος. Κανθάρου τινὸς οἰκογενής, ὃς μαστιγῶσαι ἑαυτὸν κελεύσας, ηὐτομόλησεν, ὡς ὑβρισμένος ὑπὸ τῶν δεσποτῶν.

Οἰκοδομή· ὅτι τὸ οἰκοδομεῖν καὶ ἵππους τρέφειν δοκεῖ δαπανηρὰ εἶναι, ὅπερ καὶ τῇ Λακωνικῇ προσέζευκται κατάρᾳ. ἔστι δὲ αὕτη· οἰκοδομά σε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵππος καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι. ὡς τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων.

Οἴκοθι: ἐπὶ τῆς οἰκίας. καὶ παροιμία· Οἴκοθεν. ὁ μάρτυς. ἐπὶ τῶν μετὰ τὸ ψεῦδος εἰπεῖν ὁμολογούντων τὴν ἀλήθειαν.

Οἰκοδομήματα Ἀσσύρια καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντας. χρὴ τοὺς ἄρχοντας ἄρχειν· ψεκτέος γὰρ ὁ ἄρχων ὁ χαίρων οἰκοδομήμασιν εὐπρεπέσιν.

Οἰκοδομία: οἱ Ἀττικοὶ ὀξυτόνως αὐτὸ ἀναγινώσκουσιν. οἰκοδομὴ δὲ οὐκ εἴρηται.

Οἰκοδομῶ· αἰτιατικῇ.

Οἰκονομία· ὅτι ἡ τοῦ θεοῦ πρόνοια κατὰ τρεῖς τρόπους γίνεται· κατʼ οἰκονομίαν, κατʼ εὐδοκίαν, κατὰ συγχώρησιν. ὅτι τὸν οἰκονομικόν τινες εἰς τὸν ἀνελεύθερον μεταλαμβάνουσιν. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.

Οἰκονομῶ· αἰτιατικῇ. τὰ ἐν οἴκῳ διοικῶ. Ἠλέκτρα φησίν· ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ, ἥτις ἄνευ τοκέων κατατήκομαι· ἧς φίλος οὔτις ἀνὴρ ὑπερίσταται· ἀλλʼ ἅπερ εἴ τις ἔποικος, ἀνάξια οἰκονομῶ δόμους πατρός. Ἠλέκτρα φησί, τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς· καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπε, μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην· ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας τοῦ Ἀγαμέμνονος πέπρακται· ἧς φίλος οὐδεὶς προΐσταται, ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι· ἢ ἐκεῖνο· ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.

Οἰκονομῶν: ἀντὶ τοῦ ἐνδιαιτώμενος τοὺς πατρῴους οἴκους. οἷά τις ἔποικος ἀνάξια οἰκονομῶ δόμους πατρός. καὶ Οἰκονομία, ὁ διαμερισμὸς τινῶν πραγμάτων. καὶ οἱ ποιηταὶ χρῶνται οἰκονομίᾳ, τουτέστι τῷ τῶν προσώπων διαμερισμῷ.

Οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. γήπεδον, τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον.

Οἰκοπορεῖα: τὰ κατʼ οἰκίαν σκεύη.

Οἰκοποιός· Σοφοκλῆς· οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή.

Οἰκόσιτος: ὁ ἑαυτὸν τρέφων μισθωτός.

Οἰκοσκοπικόν· ζήτει ἐν τῷ οἰωνιστική.

Οἰκότριψ: οἰκέτης, οἰκογενὴς δοῦλος. Ἀγαθίας· εἵπετο δὲ καὶ τῶν οἰκοτρίβων ὀπαδῶν ὁ πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικόν, καὶ ὅσοι τομίαι κατευναστῆρες.

Οἰκουρός: οἰκονομικός, ἢ οἰκοφύλαξ. οὖρος γὰρ ὁ φύλαξ.

Οἰκῶ· αἰτιατικῇ.

Οἰκωφελία.

Οἱ Κρῆτες τὴν θυσίαν: παροιμία. εἴ ποτε ταραχώδης θυσία γένηται, Κρητικὴ καλεῖται, παρόσον Ἀγαμέμνων ἐκεῖσε χειμασθεὶς ἔθυεν, ἀναβὰς εἰς τὸ Πολύρρηνον. ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν. ὁ δʼ ὡς ἤκουσε, καταλιπὼν τὰς θυσίας ἦλθεν εἰς τὸν αἰγιαλὸν καὶ μίαν εὑρὼν ναῦν ἀνήχθη εἰς αὐτήν, τοὺς ἐγχωρίους ἐπαρασάμενος.

Οἰκτείρω· αἰτιατικῇ. Οἰκτίζω δέ.

Οἰκτίρμονος.

Οἴκτιστον: ἐλεεινόν.

Οἰκτισάμενος: ἀντὶ τοῦ ἐλεήσας.

Οἶκτος: ἔλεος. οἶκτος δὲ Νύμφας εἷλεν, αἵ τʼ ἐρινόμου Αἴτνης παρωρείῃσιν Εὐμέθου πατρὸς ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.

Οἰκτρός: ταπεινός, ἐλέους ἄξιος. εἰ μὲν ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖ, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδʼ ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν.

Οἰκτρῶς: ἐλεεινῶς. νήπιος, ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται.

Οἴκοι: ἐν τῷ οἴκῳ. καὶ παροιμία· Οἴκοι τὰ Μιλήσια. ἐπὶ τῶν ὅπου μὴ προσήκει τὴν τρυφὴν ἐπιδεικνυμένων· Ἀρισταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν. ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν. εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων· οἴκοι τὰ Μιλήσια.

Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.

Οἶμαι: οἴομαι, ὑπολαμβάνω.

Οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί: ἐπὶ τῶν διὰ σπάνιν ἐπιζητουμένων. Ἀριστοφάνης Βατράχοις εἰσάγει τὸν Διόνυσον Εὐριπίδην εἰς ᾅδου ἐπιζητοῦντα κατιέναι βούλεσθαι, λέγοντα, δέομαι ποιητοῦ δεξιοῦ· τὸν δὲ φάναι, οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.

Οἴμη: ὁδός.

Οἴμησεν: ὥρμησε. καὶ οἴματα, ὁρμήματα.

Οἶμος: ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου. ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτʼ ἄνακτι Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα.

Οἰμωγή: στεναγμός. καὶ Οἰμώζει, στενάζει. καὶ Οἰμώξεται, τιμωρηθῆναι ὀφείλει.

Οἰμώζω.

Οἶμοι: οἱ ῥάβδοι.

Οἴμοι: σχετλιαστικόν. Σοφοκλῆς· οἴμοι, τίνʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον, ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτʼ ἀγένητον ποιεῖν; καὶ Ἀριστοφάνης· οἴμοι κακόδαιμον· τί γὰρ ἔγωγʼ οὐκ ἐναυμάχουν τῷ προτέρῳ ἔτει. ἐπὶ τῶν ἐλευθερίας τυχεῖν ἐφιεμένων· περὶ γὰρ Ἀργινούσας ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι, συμμαχίᾳ τῶν δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις· οὕς τινας ἠλευθέρωσαν. πρὸς τοῦτο οὖν φησι χαριεντιζόμενος· εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. καὶ Εὐριπίδης ἐκ τοῦ Βελλεροφόντου· οἴμοι. τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν. οἴμοι, τῷ μὲν νοσοῦντι θυμοῦσθαι κακόν. τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα, τίς ποτʼ ἂν φέροι;

Οἴμοι κύλικος ἴσον ἴσῳ κεκραμένης: τοῦτό φησιν ὁ Ἑρμῆς· τούτῳ γὰρ μόνῳ κεκραμένην σπονδὴν ἔθυον, διότι, ὥς φασι, καὶ ζώντων καὶ τετελευτηκότων ἄρχει, παρʼ ἀμφοτέρων τὰς τιμὰς δέχεται.

Οἶν: Ἀττικοὶ ἀντὶ τοῦ ὄϊν.

Οἰνάνθη: ἡ πρώτη ἔκφυσις τῆς ἀμπέλου.

Οἴναρα: τὰ τῆς ἀμπέλου φύλλα. Δήμητρι ταύρων ὄχλον ἀγρότης θύσας, ἅλω πλατεῖαν οἰνάραις ὑπεστρώκει.

Οἴνας: οὕτω καλοῦσιν Ἴωνες τοὺς κύβους, ἔνθεν καὶ ἡ παροιμία· ἢ τρὶς ἓξ ἢ τρεῖς οἴνας.

Οἰνάς: εἶδος ὄρνιθος.

Οἰναῖοι τὴν χαράδραν: ἐπὶ τῶν ἐπʼ ὠφελείᾳ παρακαλουμένων, βλαπτόντων δέ· τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν, ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα.

Οἰνεῶνος.

Οἰνεύς, Οἰνέως: ὄνομα κύριον.

Οἰνειάδης.

Οἰνειάδες: ὄνομα ἔθνους.

Οἰνειάς: πόλις.

Οἰνείδης: πατρωνυμικόν. καὶ Οἰνείδαο.

Οἴνη: ἡ ἄμπελος.

Οἰνηῒς φυλή: ἡ τοῦ Οἰνέως.

Οἰνήρυσις: ἡ τοῦ οἴνου κοτύλη, ᾗ ἀρύονται. Ἀριστοφάνης· φέρε τὴν οἰνήρυσιν, ἵνʼ οἶνον ἐγχέω.

Οἰνίζω: οἶνον ἀγοράζω. καὶ Οἰνισάμενοι, οἶνον ἀγοράσαντες.

Οἰνίης: μία τῶν ιʹ φυλῶν παρʼ Ἀθηναίοις.

Οἰνοβαρές: μέθυσε.

Οἰνόη τὴν χαράδραν: ὅταν καθʼ ἑαυτοῦ τίς τι ποιῇ· ἡ γὰρ Οἰνόη δῆμός ἐστι τῆς Ἀττικῆς· οἵτινες φερομένην ὑπὲρ αὐτῶν χαράδραν παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώραν. πολλὴ δὲ ἡ χαράδρα γενομένη ἐλυμήνατο αὐτῶν τὰ γεώργια καὶ τὰς οἰκίας καθεῖλεν. ὅμοιον δὲ τῷ· ὁ Καρπάθιος τὸν λαγῳόν. φασὶ γὰρ διὰ τὸ μὴ εἶναι εἰς Κάρπαθον λαγῳοὺς ἐπικομίσασθαί τινα ὡς εἰς ἐπιγέννημα· ἀφʼ ὧν τοσούτους γενέσθαι, ὡς καὶ τοὺς καρποὺς αὐτῶν χαλεπῶς βλάπτειν.

Οἰνόη καὶ Οἰνέως: δῆμος τῆς Ἱπποθοωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος, πρὸς Μαραθῶνα. ἀφʼ ἑκατέρου δὲ τῶν δήμων ὁ δῆμος τῆς Οἰνέως.

Οἰνόμαος, Γαδαρεύς, φιλόσοφος Κυνικός, γεγονὼς οὐ πολλῷ πρεσβύτερος Πορφυρίου. Περὶ Κυνισμοῦ, Πολιτείαν, Περὶ τῆς καθʼ Ὅμηρον φιλοσοφίας, Περὶ Κράτητος καὶ Διογένους καὶ τῶν λοιπῶν.

Οἱ Νομοφύλακες τίνες· ἔδοξέ τισι τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις· ἀλλʼ οὐκ ἔστιν οὕτως· οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον ἀνέβαινον πάγον, οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο κατʼ ἀντικρὺ τῶν ἐννέα ἀρχόντων· καὶ τῇ Παλλάδι τὴν πομπὴν ἐκόσμουν, ὅτε κομίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν· ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις· καὶ ἐν ταῖς ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύοντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν, ἀσύμφορον τῇ πόλει.

Οἰνόω, οἰνῶ: τὸ μεθύσκω.

Οἰνοπέπαντοι· βότρυες οἰνοπέπαντοι, ἐϋσχίστοιό τε ῥοιῆς θρύμματα.

Οἰνοπίωνος.

Οἰνοπίπας: τὰς οἴνους περισκοπούσας, ὡς Ὅμηρος παρθενοπῖπα, φησὶν Ἀριστοφάνης· ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ οἷς θέα καὶ τραγῳδία καὶ χοροί; τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπίπας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσι κακόν. ὁ μὲν οὖν Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον· ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. οἰνοπίπας οὖν ἀντὶ τοῦ μεθύσους· παρὰ τὸ πιπίζειν, ὅ ἐστι μύζειν, ἢ μυζᾶν.

Οἰνοποτάζων: οἰνοποτῶν, εὐωχούμενος ἐν συμποσίῳ. παρὰ τὸν οἶνον αἱ καυχήσεις γίνονται.

Οἰνοπώλια.

Οἰνοποσία.

Οἰνοπότης: διὰ τοῦ ο μικροῦ. ὦ ξένε, τόνδε τάφον Ἀνακρείοντος ἀμείβων, σπεῖσόν μοι παριών, εἰμὶ γὰρ οἰνοπότης.

Οἶνος: ἐπὶ θεοῦ ἡ τιμωρία. Δαβίδ· ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος.

Οἶνος ἄνευ παίδων: δύο παροιμίαι, ἡ μὲν οἶνος καὶ ἀλήθεια, ἡ δʼ οἶνος καὶ παῖδες ἀληθεῖς. λαμβάνεται ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· οἶνος κενωθεὶς ἀγγείων παύει λύπας. οἶνος ῥυπώδης ἐκτρανοῖ πολλὰς λύπας. οἴνου μετασχὼν προσδόκα δεινὰς μάχας.

Οἶνος: ὠνομάσθη ἀπὸ Οἰνέως· Οἰνεὺς δʼ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε. Πλάτων δὲ οἰόνουν αὐτόν φησιν, διὰ τὸ οἰήσεως τὸν νοῦν ἡμῶν ἐμπιπλᾶν· ἢ ἀπὸ τῆς ὀνήσεως· Ὅμηρος· ὀνήσεαι, αἴκε πίησθα. καὶ τὰ βρώματα ὀνείατα ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς. ὁ δὲ Κύπριος ποιητής φησιν· οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας. Εὐβούλου στίχοι εἰς οἶνον· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δʼ ὕπνου· ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσιν· ὁ δὲ τέταρτος οὐκέτι ἡμέτερός ἐστιν, ἀλλʼ ὕβρεως· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δʼ ὑπωπίων· ὄγδοος κλήτορος· ὁ δʼ ἔνατος χολῆς· δέκατος δὲ μανίας· ὥς τʼ ἐκβάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν ἀγγεῖον χυθεὶς ὑποσκελίζει τοὺς πεπωκότας. καὶ Ἐπίχαρμος· ἐκ μὲν θυσίας θοίνη, ἐκ δὲ θοίνης πόσις ἐγένετο. ἐκ πόσιος κῶμος· ἐκ κώμου θυανία, ἐκ δὲ θυανίας δίκη· ἐκ δὲ καταδίκης πέδαι τε καὶ σφάκελος καὶ ζημία. καὶ Πανύασσις· οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλὸν δʼ ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἦν δὲ καὶ οἶνος κρίθινος ἐν κρατῆρσιν· ἐνῆσαν δὲ καὶ αὐταὶ αἱ κριθαὶ ἰσοχειλεῖς.

Οἴνου πιεῖν. οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἶνον πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὸν ἄνθρωπον, ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; παρὰ τὸ Ὁμηρικόν· ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. Ἡρόδοτος δὲ λέγει Πέρσας τοῦτον κρατεῖν τὸν τύπον· εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας. οἴνου, ἔφη, τοσοῦτον πίνω, ὅσον τῷ ἡλίῳ σπένδω. ὁ Πῶρός φησιν, ὁ Ἰνδῶν βασιλεύς.

Οἰνοῦττα: ἡ ἐν οἴνῳ πεφυρμένη μάζα· οἱ δὲ εἶδος πλακοῦντος, μετʼ οἴνου καὶ μέλιτος γινόμενον.

Οἰνοχοεῖ: κιρνᾷ. καὶ Οἰνοχόος, πιγκέρνης. καὶ Οἰνοχοεία.

Οἶνοψ, οἴνοπος. Οἴνοπι, μέλανι· ἐν Ἐπιγράμμασι· ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ καὶ Σατύροις. Οἰνωπὸς δὲ οἰνώδης, διαυγής· ἢ μέλανος. Οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.

Οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ.

Οἰνωτρία: ὄνομα τόπου.

Οἴξας: ἀνοίξας.

Οἰοβώτης: αὐθαίρετος. ὡς ἂν εἴποι τις, αὐτὸς ἑαυτοῦ τὴν διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος, μονότροπος, μεμονωμένος, τῷ λογισμῷ μονωθείς, ἐκτὸς φρενός. νῦν αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος εὕρηται.

Οἰόθεν οἶος: ἐκ μόνου μόνος. θέλει δὲ εἰπεῖν, μόνος πρὸς μόνον.

Οἰόμενος: νομίζων.

Οἷον: τὸ θαυμαστικόν. οὐκ ἔτʼ ἄνδρα μὴ τόνδʼ ἴδητʼ· ἔπος ἐξερέω μεγʼ, οἷον. Ἀριστοφάνης περὶ Κλέωνος· οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει. διὰ τοῦ σχήματος τὴν ἀδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσιν ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν.

Οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιοῦτον, καὶ τὸ ἐπὶ παραδειγμάτων παραλαμβανόμενον, καὶ τὸ ἐπὶ θαυμασμοῦ. ὡς τό, οὐδὲν γὰρ οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. οὐδὲν οὕτως καλόν, οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. καὶ αὖθις· ἀνέμου ἐπιπνεύσαντος οἵου σφοδροτάτου καὶ ἐξάραντος τὴν ἄμμον. καὶ αὖθις· οἱ δὲ δράκοντες τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον. ἐπὶ δὲ θαυμασμοῦ· ἄνθρωπος ἦν ὁ Δημόφιλος, ὁ πατριάρχης Κωνσταντίνου πόλεως, οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ, καθάπερ ἄτακτος χειμάρρους πολὺν τὸν συρφετὸν ἄγων.

Οἶον: δῆμοι εἰσὶν ἐν τῇ Ἀττικῇ διττοί, οὐδετέρως λεγόμενοι. καλεῖσθαι δέ φασιν αὐτοὺς οὕτως διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν Οἶον τῆς Ἱπποθοωντίδος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἰῆθεν, ὡς προείρηται.

Οἱονεί.

Οἷόν τε: δυνατόν, ἀρκούντως ἔχον, κατὰ τὸ δυνατόν.

Οἷος: μόνος, ἢ ὁποῖος. ὁ δὲ ἐπολυπραγμόνησε πάντα· ἦν γὰρ οἷος μηδὲν μήτʼ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν.

Οἶος: μόνος. παρὰ τὸ ἴος· ἐξ οὗ καὶ ἴα καὶ μία. ἴος δὲ ἀπὸ τοῦ σύ· ἴ· ἴος. ἢ ἀπὸ τοῦ εἷς.

Οἷος: ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν. τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζε. Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. σημαίνει δὲ καὶ τὸ ἀνταποδοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ.

Οἷος: δυνατός. Ἀριστοφάνης· οὐ γὰρ ἔθʼ οἷός τʼ εἶμʼ ὑπερέχειν τῆς ἀντλίας. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεσθαι τοῦ πράγματος. ἀπὸ μεταφορᾶς τῶν πλοίων, ἅπερ κινδυνεύει τῆς ἀντλίας πληρωθέντα. βούλεται δὲ εἰπεῖν, ὅτι νικῶμαι ὑπὸ τοῦ πράγματος. καὶ αὖθις· σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.

Οἷος: ὁποῖος. ὦ δύσμορʼ Αἶαν, οἷος ὢν οἵως ἔχεις· ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.

Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ τε σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τε δύνασθαι. ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο.

Οἴω: τὸ φέρω· αἰτιατικῇ.

Οἰῶ: ἀντὶ τοῦ οἴομαι. ἀλλʼ ἀρχὰ μέν, οἰῶ, Λαμπιτώ. ἀντὶ τοῦ ὡς οἴομαι, ἀρχὴ τῆς μάχης ἡ Λαμπιτώ.

Οἰώθη: ἐμονώθη.

Οἰωνισάμενος: μαντευσάμενος, ὀττευσάμενος. δαιμονίως πως οἰωνισάμενος τὸ μέλλον.

Οἰωνίζοντο: ἀπετρέποντο ὡς κακῷ οἰωνῷ. τὸν δὲ ἡ μὲν νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο, οἱ δὲ πρεσβύτεροι κατησπάζοντο καὶ ἐπῄνουν. καὶ αὖθις· ξὺν αἰσιωτέροις τοῖς οἰωνοῖς καὶ παρασκευῇ βεβαιοτέρᾳ αὖθις ἅψασθαι τοῦ πολέμου. καὶ αὖθις· ὅτε πάντας οἰωνίζεσθαι προσδοξάζοντας τὸν Αἰμίλιον ἐκπορευόμενον δοκεῖν ὁρᾶν εἰσπορευόμενον.

Οἰώνισμα. καὶ Οἰωνισμοί, αἱ διὰ τῶν πτηνῶν περιεργίαι.

Διαίρεσις οἰωνιστικῆς. Οἰωνιστική· ταύτην εὗρον πρῶτοι Φρύγες. ταύτης δὲ τὸ μέν ἐστιν ὀρνεοσκοπικόν· οἷον ὅταν πετομένου τοῦδε τοῦ ὄρνιθος, ἔμπροσθεν ἢ ὄπισθεν δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴποι τις, ὅτι τόδε σημαίνει. πρῶτος δὲ ἔγραψε περὶ τούτου Τηλέγονος. τὸ δὲ οἰκοσκοπικόν, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα· οἷον εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις ἢ ἔλαιον ἐχέθη ἢ μέλι ἢ οἶνος ἢ ὕδωρ ἢ τέφρα· ἢ τρισμὸς ἐγένετο ξύλων ἢ ἄλλο τι, τόδε προμηνύει· ὃ συνέγραψε Ξενοκράτης. τὸ δὲ ἐνόδιον, ὡς ὅταν ἐξηγήσηταί τις τὰ ἐν τῇ ὁδῷ ἀπαντῶντα· ὅτι ἐὰν ἀπαντήσῃ σοί τις τόδε βαστάζων, τόδε συμβήσεταί σοι· ὃ συνέγραψε Πόλλης· τὸ δὲ χειροσκοπικόν, ὡς ὅταν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν διατεινομένων καὶ τῆς παλάμης, ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδοποιεῖ ἤ τι τοιοῦτον· ὃ συνέγραψεν Ἕλενος. παλμικὸν δὲ τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον· οἷον, ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς ἢ ὦμος ἢ μηρός· ἢ κνησμὸς ἐν τῷ ποδί, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, τόδε συμβαίνει· ὃ συνέγραψε Ποσειδώνιος.

Οἰνόβρωτος: ὀρνεόβρωτος.

Οἰωνομαντεία.

Οἰωνός: τὸ σημεῖον. καὶ Οἰωνοσκόπος, ὁ μάντις.

Οἰωνοί: σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. πάντα δὲ οἰωνοὺς ἐκάλουν, καὶ τὰ μὴ ὄρνεα. θεράποντʼ ὄρνιν. Ἀριστοφάνης. ἐπεὶ πολλάκις εἰώθαμεν λέγειν τινὰς τῶν θεραπόντων καλόποδας καὶ καλλοιωνίστους. ὄρνιν νομίζοντες πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει.

Οἶς, οἰός: τὸ πρόβατον.

Οἰσέα: εἶδος φυτοῦ.

Οἶσε: προσήγαγε, συνῆξεν. ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε.

Οἴσεται: λήψεται.

Οἴσει: κομίσει. καὶ Οἴσω, κομίσω, ἐνέγκω.

Οἶσθα: ἀντὶ τοῦ οἶδας. λέγεται καὶ χωρὶς τοῦ ς, μετὰ δὲ τοῦ ς ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ συγκροῦσαι σύμφωνον, οἶσθας. Σοφοκλῆς· οἶσθʼ, ὡς ποιήσων. ἀντὶ τοῦ ποιήσεις, Ἀττικῶς. καὶ αὖθις· οἶσθά τινας ἐν λογιστηρίοις ἀποδύντας ἢ πάντως ἀπὸ μιᾶς γέ του συμφορᾶς ἀναπεισθέντας ἐν μεσημβρίᾳ τοῦ βίου φιλοσοφεῖν ἀπὸ μόνου τοῦ τὸν θεὸν ὀμόσαι καὶ κατομόσαι Πλατωνικῶς· οὓς φθάσειεν ἂν ἡ σκιὰ φθεγξαμένη τι τῶν δεόντων. λέγεται καὶ ἔξοισθα. Σοφοκλῆς· καὶ σύ που παρὼν ἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.

Οἰσόμενος: κομίσων.

Οἰσοφάγος: ὁ λαιμός.

Οἴσπη: ῥυπαρῶν προβάτων ἔρια. Ἡρόδοτος. καὶ Οἰσπώτη, ὁ ῥύπος τῶν ἐρίων.

Οἰστά: φορητά. Θουκυδίδης· ὅμως δὲ ὑπὸ μεγέθους τοῦ ἐπικρεμαμένου ἔτι κινδύνου οἰστὰ αὐτοῖς ἐφαίνετο. καὶ αὖθις· καῦμά τε ἐπιφλέγειν ἔλεγον οὐδαμῆ οἰστόν. καὶ αὖθις· καὶ εἰ μὲν ἐπὶ μικροῖς εἴη διάφορον κακόν, οἰστὸν δὲ ὅμως πόσῳ γίνεται.

Οἰστρεῖ: ἐρεθίζει, ἐκμαίνει. Ἀππιανός· τῷ ὄντι πᾶσιν οἰστρώδης ἐνέπιπτεν ὁρμὴ καὶ προθυμία κατὰ τῶν βαρβάρων. καὶ αὖθις· καὶ ταῦτα μὲν ἔδρασεν ὥσπερ οἰστρηθεὶς καὶ κάτοινος γενόμενος. καὶ Αἰλιανός· καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρʼ οὐδὲν ἐτίθετο.

Οἴστρησις: ἡ θηλυμανία. καὶ Οἰστρηλατούμενοι, πυρούμενοι, ἐκμαινόμενοι.

Οἰστροπλῆγα: τῇ μανίᾳ πεπληγότα. εἴρηται δὲ ἀπὸ τοῦ οἴστρου, ὅς ἐστι μυῖα ὑπόχαλκος, ἐγχρίμπτουσα ἐν τῷ καύματι τοῖς βουσὶ καὶ ποιοῦσα ἐλαύνεσθαι.

Οἶστρος: ἐρεθισμός, ἔκκαυσις, πύρωσις ἐμμανής. Οἶστρον δὲ καλοῦσι πᾶσαν κίνησιν. ἔνθεν καὶ οἰστροδόνητος μυχός, ὁ ὑπὸ ἀνέμου ἐλαυνόμενος. Ἀριστοφάνης· σύ τε Πόντιε Πόσειδον, προλιπὼν μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον. καὶ Πισίδης· οἶστρος γάρ ἐστι, καὶ μάλιστα βαρβάροις, πρὸς τὰς μεταβολὰς εὐμεταπτώτως ἔχειν.

Οἰσύα: ἰτέα.

Οἰσυΐναις· Θουκυδίδης· ναύταις ἐξώπλισεν ἀσπίσι φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς. καὶ Εὐνάπιος· οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες καὶ κράνη οἰσύϊνα, πλοκήν τινα πάτριον πεπλεγμένα. καὶ Οἰσύϊνον. σχοινίον ἰτέας.

Οἰσύμη: πόλις τῆς Θρᾴκης.

Οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων.

Οἰσυπηρός: ῥυπαρός. Ἔρια οἰσυπηρά, ῥύπου πεπληρωμένα, ῥυπάσματα ἀπὸ τῆς κόπρου. οἰσύπη δέ ἐστι τὸ διαχώρημα τῶν προβάτων.

Οἴτη: ὄνομα ὄρους ἐν Λακεδαιμονίᾳ. καὶ Οἰταῖος, ἀπὸ τοῦ αὐτοῦ ὄρους.

Οἶτος: ὁ μόρος. ἐν Μυθικοῖς· οὔτι δίκης ἀπάνευθεν ἀεικέϊ δάμναμαι οἴτῳ.

Οἶοι: μόνοι, ἢ δυνατοί.

Οἶφι: χοῖνιξ.

Οἰχαλῆες: ἀπὸ τόπου.

Οἴχεται: πορεύεται. καὶ Οἰχήσομαι, πορεύσομαι.

Οἰχνῶ: περιέρχομαι. τάλαινʼ ἀνύμφευτος αἰὲν οἰχνῶ. Ἠλέκτρα φησί.

Οἰχόμενος: πορευόμενος.

Οἴχωκʼ, ὄλωλα, διαπεπόρθημαι φίλοι· Τέκμησσά φησι διὰ τὸν Αἴαντος θάνατον.