eul_wid: wus-bd
DOI 10.5281/zenodo.20335421

Lexicon, Section ΕΙ by Suda

Εἶ, εἶ, εἶ, εἶ, εἶ, εἶ· ἡ ἐπέκτασις τοῦ ει εἰλίσσεται. κατὰ μίμησιν εἴρηται τῆς μελοποιΐας παρὰ Ἀριστοφάνει ἐν Βατράχοις.

Εἴ: εὐκτικόν. καὶ κατʼ ἐπέκτασιν εἴθε. Πισίδης· εἲ γὰρ ἂν τὸ Περσίδος ἔσβεστο θράσος.

Εἶα: παρακελεύσεως ἐπίρρημα.

Εἰ ἐπιστολή· εἰ μὲν εἰσακούσαις πρώτη, εἰ δʼ, ἀλλʼ ἀπείη τὸ ἀπευκταῖον, μόνη μοι ἔστω πρὸς σὲ ἡ ἐπιστολή.

Εἴα: συνεχώρει.

Εἴα: χόρτος. Ἤϊα δὲ βρώματα.

Εἰαδότα: ἀρέσκοντα.

Εἱαμενή: ὁ κάθυγρος τόπος.

Εἱανόν: τὸ λεπτόν.

Εἶαρ: τὸ ἔαρ.

Εἰαρινὸν ἄνθος: τὸ κατὰ τὸν καιρὸν τοῦ ἔαρος.

Εἴασεν: ἀφῆκεν.

Εἵατο: ἐκάθητο. ἥμην ὁ παρατατικός· ἧντο, Ἰωνικῶς ἕατο, ποιητικῶς εἵατο. ἄλλως. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, κάθημαι, ἧνται, ἔαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται, μεμνέαται.

Εἴβεσθαι; δακρύειν, στάζειν. καὶ Εἴβει, στάζει. σπήλυγγες Νυμφῶν εὐπίδακες, αἱ τόσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ φρέατος.

Εἲ γάρ: εἴθε γάρ.

Εἴ γʼ ἐθέλεις: εἰ γνώμην ἔχεις, εἰ φρόνιμος εἶ καὶ συνετός.

Εἰ δʼ ἄγε νῦν: διὸ δή.

Εἰδαλίμας: συνετάς.

Εἰδάλιμον: τὸ εὐειδές.

Εἶδαρ: ἔδεσμα. καὶ Εἴδατα, τὰ βρώματα.

Εἴδαυλος: συνετὸς λογισμός.

Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινόμενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δʼ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δʼ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δʼ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς.

Εἰδέα: ἡ μορφή. καλὸς τὴν εἰδέαν εἴ τις καὶ ἄλλος. τὸ Ἰδέα οἱ νῦν διὰ τοῦ ι γράφουσιν.

Εἰ δέ τῳ: εἰ δέ τινι.

Εἰδεχθές: ἄμορφον, ἀπρεπές, μυσαρόν, σεσαπριασμένον, σικχαντόν. καὶ θηλυκὸν Εἰδέχθεια.

Εἰδεῖεν: γινώσκοιεν. καὶ Εἰδείη, γινώσκοι, ἐπίσταιτο. Ἀριστοφάνης· ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.

Εἰδείην: εὐκτικῶς· ἀντὶ τοῦ γνοίην. ἔστιν εἰδώς, εἰδότος· καὶ τὸ εὐκτικὸν ὤφειλεν εἶναι εἴδοιμι, ἀλλʼ οὐκ εἰδείην, ἐπειδὴ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον, διὰ τοῦ ντ κλινομένην, εἰς ην ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς, τυφθείην. αὐτὸ δὲ οὐ κλίνεται διὰ τοῦ ντ, καὶ οὐκ ὤφειλεν εἶναι εἰδείην. ἀλλʼ ὥσπερ τροπῇ τῆς μι εἰς ην καὶ τοῦ ο εἰς ε, εἰδείην. καὶ ἐπειδὴ εἰς ην καθαρόν ἐστι τὸ εὐκτικόν, ἡνίκα ὦσι μετὰ περισπωμένου ἐνεστῶτος, οἷον ποιῶ, ἐὰν ποιῶ, ἢ ἐὰν ἔχωσι τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας διὰ τοῦ ντ κλινομένην δαρείς, δαρῶ. ἐν οἷς οὖν τοῦτο οὔτε μετὰ περισπωμένου τόνου ἐστι τοῦ ἐνεστῶτος οὔτε ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον διὰ τοῦ ντ κλινομένην, εἰδὼς γὰρ εἰδότος, οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλὰ περιεσπάσθη ὡς εἴρηται· ἐπειδὴ ἐγένετο τὸ εὐκτικὸν εἰς ην καθαρόν.

Εἰ δεῖ: ἐὰν χρῆ.

Εἴδη· ὅτι ἀρχὰς τῶν εἰδῶν ἔλεγον οἱ Πυθαγόρειοι τὴν μονάδα καὶ δυάδα καὶ τριάδα, διότι οἱ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα, ὃς αὐτοῖς καὶ τέλειος ἐνομίζετο, καὶ δεχὰς ἐπωνομάζετο. εἶναι οὖν ἔλεγον τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ κοινῶς ἐν πᾶσι καὶ ἰδίᾳ ἔν τε τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς. κοινῶς μὲν οὖν ἐπὶ πάντων μονὰς μὲν τὰ νοητὰ — ἀμερὴς γὰρ ἐκείνων οὐ μόνον ἡ οὐσία, ἀλλὰ καὶ ἡ ἐνέργεια ἐν στάσει καὶ ἀκινησίᾳ θεωρουμένη —, δυὰς δὲ καὶ ἡ ἐπιστήμη ἢ τὰ ἐπιστημονικά· ὡρισμένως γὰρ τὸ ἀπό του ἐπί τι ἔρχεται. ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· οὐκ ἔστι γὰρ ἐπιστήμη ἀόριστος· ἔνθεν γὰρ καὶ ἐπιστήμη ἐκλήθη, παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς ἄγειν. τριὰς δὲ τὰ δοξαστὰ καὶ φυσικά· φυσικὰ δέ φημι τὰ καθόλου, τὰ ἐν τοῖς φυσικοῖς, ἀλλʼ οὐ τὰ καθʼ ἕκαστα. τῶν γὰρ καθόλου φυσικῶν ἡ δόξα. τριὰς οὖν ἡ δόξα, διὰ τὸ ὁρμᾶν μὲν ἀπό του, μὴ ὡρισμένως δὲ ἐπί τι φέρεσθαι, ἀλλʼ ἢ ὧδε ἢ ὧδε.

Εἰδημονικῶς: ἐμπείρως.

Εἰδήμονος: ἐπιστήμονος.

Εἰ εἰδῇς: εἰ γνῷς.

Εἰδήσεις: μάθοις, ἐπιγνῷς. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσῶν ἔννεʼ ἀριθμὸς ἔχει. καὶ Εἰδῇς, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ἐπιγνῷς, μάθοις. Ὅμηρος· ὄφρʼ εὖ εἰδῇς ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.

Εἰδῇς: γνῷς.

Εἴδησις: ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν.

Εἰδοθέα: ὄνομα κύριον.

Εἴδομεν: ἐθεασάμεθα.

Εἰδομένη: ὁμοιωθεῖσα.

Εἰδοποιῶ· αἰτιατικῇ.

Εἶδος: μορφή. καὶ τὸ ὑπὸ τὸ γένος· οἷον ὑπὸ τὸ ζῷον ὁ ἄνθρωπος παρὰ φιλοσόφοις. ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος, ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

Εἴδω: τὸ κτίζω, εἴσω ὁ μέλλων. Εἴδω δὲ τὸ γινώσκω· αἰτιατικῇ.

Εἰδωλεῖον: ὁ ναὸς τῶν εἰδώλων. Εἰδώλιον δὲ τὸ ὁμοίωμα τοῦ εἰδώλου. σημαίνει δὲ καὶ τὸν ζυγὸν τῆς νεώς.

Εἰδωλολατρία: ἡ τῶν εἰδώλων σπονδή.

Εἰδωλολάτρης: ὁ τῶν εἰδώλων θεραπευτής.

Εἴδωλον: σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες.

Εἴδωλον: ὁμοίωμα εἴδους. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν. τοιαῦτα τοίνυν ἐσορῶν ὑπέρκοπον μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδʼ ὄγκον αἴρῃ μηδένʼ, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια. τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

Εἰδώς: μαθών.

Εἰδοί: τοῦ μηνός.

Εἰδυλίσα: ἡ ἐπιστήμων.

Εἶεν: ἄγε δή. ἡ συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.

Εἶεν: τοῦτο καλεῖται ἀπόθεσις λόγου. ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως.

Εἰ εἰδῇς: εἰ γνῷς.

Εἴη: ὑπάρχοι.

Εἶθαρ: χρονικόν. ἀντὶ τοῦ εὐθέως, ἢ εὐθύς. τὸ δὲ Ἰθύς, ὡς ἐπὶ τὸ πολύ. ἐπʼ εὐθείας.

Εἴθε: σχετλιαστικὸν ἐπίρρημα. καὶ εἰ ὁμοίως.

Εἰκάδιος: ὄνομα κύριον.

Εἰκάζων: οἰόμενος, ἢ ὁμοιῶν. εἶχε δὲ προκάλυμμα τοῦ προσώπου φάσματα μικρὸν ὡς εἰκάζεσθαι μᾶλλόν τι ἢ ἀτρεκέως καθορᾶσθαι τὴν μορφὴν αὐτῆς. καὶ αὖθις· δεινότατος ἔδοξε τῶν καθʼ αὑτὸν οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι.

Εἴκαθεν: ὑπεχώρει. οἷς εἴκαθε πῦρ ἄσπετον.

Εἰκάθειν: εἴκειν, κατὰ παραγωγήν.

Εἰκάθειν: ὑποχωρεῖν, ὑπείκειν. Σοφοκλῆς· ἀλλὰ τῷ χρόνῳ στένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν.

Εἰκάκεισαν: ὑπερσυντελικὸς ἐκ τοῦ εἰκάζω.

Εἴκασεν: ὡμοίωσεν.

Εἰκασία: ὁ εἰκασμός.

Εἰκάσμεθα: παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ ἐσκώμμεθα. ταυτὶ γὰρ εἰκάσμεθα κατὰ τὸν Αἰσχύλον.

Εἰκασμένος: ὅμοιος.

Εἰκαία: ὀλίγη, ὡς ἔτυχεν. Καλλίμαχος· εἰκαίην, τῆς οὐδὲν ἀπέβρασε φαῦλον ἀλετρίς. τουτέστιν ἧς τὰ ἀποβράσματα, ἤγουν τὰ πίτυρα, οὐκ ἀπέκρινεν, οὐδὲ ἀπεκάθηρεν ἡ μυλωθρός. ἀντὶ τοῦ ἄσειστον τὸ ἄλευρον.

Εἰ καὶ λύκου ἐμνήσθης: τοῦτο λέγεται ἐπὶ τῶν ἂν μνησθῇ τίς, καὶ εὐθὺς παραγινομένων.

Εἰ καὶ νῦν ἐγὼ τὸν πατέρʼ ὅτι βούλομαι, τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. Ἀριστοφάνης.

Εἰκαιοβουλία: ματαιοφροσύνη.

Εἰκαιομυθεῖ: φλυαρεῖ. καὶ Εἰκαιομυθία· ἡ φλυαρία.

Εἰκαῖον: μάταιον, ἀνωφελές. θεραπεία δὲ τοῦ ἐν ἑκάστῳ ἡμῖν δαίμονος, τοῦτον καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. καὶ αὖθις· μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν.

Εἰκαιορημονῶ: ματαίως λέγω.

Εἰκαιορημοσύνη: ματαιολογία.

Εἰκαῖος: μάταιος. καὶ Εἰκαιότης.

Εἴκελος: ὅμοιος. διφορεῖται κατὰ τὴν γραφήν.

Εἰκῇ: ματαίως. ἀντὶ τοῦ ψευδές. τοῦτο τῶν εἰκῇ πεπιστευμένων ἐστί.

Εἰκῇ: μάτην. παροιμία· Μὴ εἰκῇ τὴν Ἄβυδον. λείπει παραπλεῖν ἢ διαφοιτᾶν. λέγεται δὲ ἐπὶ τῶν διακινδυνευόντων.

Εἰκῆ ῥαψῳδεῖ: ἀντὶ τοῦ φλυαρεῖ. ὁ δὲ σκήπτεται μανίαν, καὶ εἰκῇ καὶ ὡς ἔτυχεν ἄλλα ἔπʼ ἄλλοις ἐλάλει, καὶ ἀκόλουθον τῷ προτέρῳ δεύτερον οὐδέν.

Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀλήπτως τὰ πράγματα ἐπιτελούντων.

Εἰκοβολεῖν: εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτʼ εἰκοβολεῖν. Πολύβιός φησιν.

Εἴκομεν: ὑποχωροῦμεν. καὶ Εἴκοντες ὁμοίως.

Εἰκονίζειν· αἰτιατικῇ· καὶ χαρακτηρίζειν ταυτόν ἐστιν. ἀπὸ γὰρ τοῦ σχήματος κυρίως ἄμφω λαμβάνεται.

Εἰκός: πρέπον, ἢ ἀκόλουθον, εὔλογον. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. τῶν τοῦ Καίσαρος κρατησάντων, οὐκ ἐπεδίωξάν τινα· ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μὴ καταλαβεῖν αὐτοὺς ἐδύναντο ἢ ἐφοβήθησαν ἐξοκεῖλαι εἰς τὰ βράχη. καὶ αὖθις· ταῦτά τε ἐπὶ τοῖς πρόσθεν ἐξηγγέλθη αὐτῷ καὶ ἄμφω τῷ εἰκότι ξυμβαίνειν ἐδόκει. καὶ αὖθις· καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδούς, οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει. εἰκὸς γὰρ ἐγχειροῦντα πράσσειν κακῶς· παρὰ τὸ Πινδαρικόν, ῥέζοντά τι καὶ παθεῖν κακόν. καὶ Ἡρόδοτος· ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ εἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι. τῶν μηχανημάτων δʼ αἱ πληγαὶ φερόμεναι πρὸς τὸ εἰκὸς ἐξελύοντο.

Εἴκοσιν: ὁ ἀριθμός. καὶ Εἰκοσάκωπον πλοῖον καὶ Εἰκοσινήριτον καὶ Εἰκοσάριθμον.

Εἰκότα: τὰ ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὸ συμβησόμενον. δόξα γάρ τις ὑπῆλθεν ἐκ τῶν εἰκότων λογισμῶν γενομένη, διεφθάρθαι τὴν στρατιὰν ἅπασαν.

Εἰκότα. τοῦτο δὲ πρότερον αὐτοὶ κατεδόξαζον ἐκ τῶν εἰκότων.

Εἰκοτολογῆσαι: ἐστοχασμένως εἰπεῖν.

Εἰκότος: μετοχή.

Εἰκότων: ὁμοίων. ὁ δέ, εἴ τι τύχοι, πρὸς ἕκαστον τῶν προσιόντων ἠλαζονεύετο, συμπλάττων ἀπὸ τῶν εἰκότων. τουτέστιν ἐψεύδετο. καὶ παροιμία· Εἰκῇ τῷ Ἡρακλεῖ, ἐπὶ τῶν ἀσυκοφαντήτως πάντα τελούντων.

Εἰκότως: δικαίως, πρεπόντως.

Εἴκω· δοτικῇ. τὸ ὑποτάττομαι. καὶ ὁμοιῶ.

Εἰκῶ: τὴν εἰκόνα κατὰ ἀποκοπήν. Εἰκὼν δὲ τὸ ὁμοίωμα, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ἰστέον δέ, ὅτι φασὶν οἱ ἀκριβέστατοι τῶν ἱστορικῶν, ὡς τὸ οὖλον καὶ ὀλιγότριχον οἰκειότερόν ἐστι γράφειν ἐπὶ τῆς εἰκόνος τοῦ Χριστοῦ. καὶ Εἰκῶ, τὴν εἰκόνα. καὶ Εἰκοῦς, τὰς εἰκόνας. Ἀριστοφάνης Νεφέλαις· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

Εἰκών, εἰκόνος: ὁμοίωμα. Δαβίδ· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ἡ γὰρ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. εἰκόνας δύο κειμένας τῆς πόλεως ἐν πάνυ καλῷ.

Εἴκων: ὑποχωρῶν. καὶ Εἴκοι, ὑποχωροίη.

Εἰλαδόν: κατὰ συστροφήν.

Εἰλαπινάζων: εὐωχούμενος. καὶ Εἰλαπιναστής, συμπότης.

Εἰλαπίνη: ἑορτή, εὐωχία. ἀπὸ τοῦ δαψιλῶς δαπανᾶν. λάπτειν γὰρ τὸ ἐκκενοῦν.

Εἶλαρ: ἀσφάλεια.

Εἰλάρχας: ταξιάρχας.

Εἴλας: ἀγέλας.

Εἰλατίνοις: τοῖς ὄζοις.

Εἰλεδανός: ὁ δεσμός.

Εἷλεν: ἔλαβεν, ἀνεῖλεν, ἐνίκησεν, ἐκράτησεν.

Εἰλενία: πόλις.

Εἰλεός: ἡ μαγειρικὴ τράπεζα. σημαίνει δὲ καὶ τὴν νόσον.

Εἰλέσιον: τόπος.

Εἵλετο: ἠθέλησεν.

Εἰλείθυιαι: αἱ ἐπὶ τῶν τικτουσῶν θεαί.

Εἴλλειν: εἴργειν, κωλύειν. παλαιὰ ἡ λέξις. Ἀριστοφάνης Νεφέλαις· μὴ νῦν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἔφελκε. ἔνθεν καὶ τὸ ἰλλάσιν. καὶ ἐν συνθέσει Ἐνείλλειν παρὰ Θουκυδίδῃ· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐπέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην.

Εἴλη: ἐπὶ τοῦ τάγματος. καὶ τοῦ πλήθους συστροφή. Ξενοφῶν. καὶ Εἴλη ἡ ὀπή. ἐξ οὗ καὶ εἰλεός, ἡ κατάδυσις.

Εἴλη: ἡλίου ἀλέα, αὐγή.

Εἰληδόν: συνεστραμμένως.

Εἰληθερούμενος: θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ.

Εἴληθρα, Εἴληθρον: τὸ ....

Εἰλήλουθα καὶ Εἰληλούθειν.

Εἰλήσας: συστρέψας.

Εἴλησις: ἔκκαυσις.

Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων.

Εἴληχεν: ἔλαχεν, εἴληφεν.

Εἰλιγγιῶ: τὸ μὲν ῥῆμα διὰ διφθόγγου· ἀντὶ τοῦ σκοτοδινιῶ. τοῦτο δὲ οἱ Συρακούσιοι σίελον λέγουσι. τὸ δὲ ὄνομα ἴλιγγος διὰ τοῦ ι. ὑπὸ τοῦ δέους γὰρ εἰλιγγιῶ.

Εἴλιγγον: σκότωσιν.

Εἰλικνοειδές: τὸ κυκλοειδές, καὶ ὁμαλόν.

Εἰλικρινές: τὸ καθαρόν, καὶ ἀμιγὲς ἑτέρου.

Εἰλικρινής· καὶ Εἰλικρίνεια, ἡ καθαρότης. καὶ οὐδέτερον Εἰλικρινοειδές.

Εἱλίπους: βοῦς, ὁ τοὺς πόδας ἑλίσσων ἐν τῇ πορείᾳ.

Εἷλκον: ἔσυρον. καὶ Εἱλκύσθη.

Εἵλομεν: ἐπορθήσαμεν.

Εἰλόμενον: συνελαυνόμενον, συγκλειόμενον.

Εἰλομένων: συνεσταλμένων, συγκεκλεισμένων.

Εἱλόμην: προέκρινα, ἠθέλησα.

Εἱλούμενος: συστρεφόμενος.

Εἵλως, εἵλωτος: ὁ δοῦλος. καὶ τὸ ἐθνικὸν Εἵλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι· ἀπὸ τοῦ Ἕλους· Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ οὖν Λακεδαιμόνιοι διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις τοὺς δούλους αὐτῶν ἐκάλουν εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν. τὸ δὲ κατειλωτισμένος σεσημείωται εἰς τὴν συναλιφήν.

Εἱλωτεύειν: δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλʼ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων.

Εἱλωτεία: ἡ δουλεία.

Εἱλωτίς: ἡ δούλη.

Εἰλυθμός: ἡ κατάδυσις.

Εἴλυμα: τὸ ἱμάτιον.

Εἰλυμένος: ὁ κεκαλυμμένος. καὶ Εἰλύω ὁ ἐνεστώς, καλύπτω.

Εἰλυφάζω: τὴν φλόγα συστρέφω.

Εἰλυφόωσιν: εἰλοῦσι, συνάγουσιν.

Εἷμα: ἱμάτιον, ἔνδυμα. καὶ διὰ τί. ἐν Ἐπιγράμμασι· Πραξιδίκη μὲν ἔρεξεν, ἐβούλευσε δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δʼ ἀμφοτέρων σοφίη. καὶ αὖθις· δέξαι βύσσινον εἷμα ἕν. καὶ Λευχείμων.

Εἱμαρμένη: γένεσις. ὅτι εἰρηκὼς Σοφοκλῆς περὶ Αἴαντος, εἷρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε Αἴανθʼ ὑπὸ σκηναῖσιν, ἀνατρέπειτὴν εἱμαρμένην. οἱ φιλοσόφοι ἕνα φασὶν εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ ἄλλαις ὀνομασίαις ὀνομάζεσθαι. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὅλων εἰρομένη, ἢ λόγος καθʼ ὃν ὁ κόσμος διεξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσις ἀπαράβατος, διʼ αἰτίαν ἀναπόδραστον· ἢ δύναμις κινητικὴ τῆς ὕλης. οἱ δὲ Χριστὸν θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα.

Εἱμαρμένη· τὰ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις διάκεινται, κατὰ θεόν, καθʼ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην. οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἐφʼ ἡμῖν ἐστι τὸ μέντοι ἐν εὐδίᾳ καὶ χειμῶνι καὶ ζάλην ἐξαίφνης ἐπιγίνεσθαι, κατὰ τύχην ἐστί· τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρʼ ἐλπίδα σωθῆναι, προνοίας θεοῦ. τῆς δὲ εἱμαρμένης πολλοί εἰσι τρόποι.

Εἱμαρμένη· ὅτι εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν λέγει κατὰ συμβεβηκὸς γινομένην ἢ σύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ Δημόκριτος εἶπε· τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερομένων ἄνω καὶ κάτω παλλομένων τε καὶ περιπλεκομένων καὶ διϊσταμένων καὶ περιφερομένων ἐξ ἀνάγκης· ἀφʼ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ νόσον καὶ ὑγείαν καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησεν. καὶ ἄλλοι ἄλλα εἰπόντες ἀντεπαρετάξαντο ἀλλήλοις.

Εἱμένος: ἐνδεδυμένος.

Εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἐμνήσθην φίλου· νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅς τις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὀρθὸν καλούμενον νόμον καὶ τὸν λευκόν, οἵ τινες ἐθαυμάζοντο κατʼ ἐκεῖνον τὸν χρόνον. ὁ δὲ Ἀριφράδης παρὰ φύσιν ἠσέλγαινε ταῖς γυναιξίν.

Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον: παροιμία ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παραινούντων.

Εἰ μὴ κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποταμοὺς ἔπηξʼ ὑπʼ αὐτὸν τὸν χρόνον, ἡνίκα Θέογνις ἠγωνίζετο. οὗτος τραγῳδίας ἦν ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα, διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος.

Εἰ μὴ πατὴρ ἦσθα: κατὰ ἀποκοπήν. τὸ δὲ πλῆρες, εἶπον ἄν σε οὐκ εὖ φρονεῖν.

Εἰ μὴ ταχέως ἀπολώμεθα, οὐκ ἂν ἐσώθημεν· ἅπαντες δὲ τότε τὴν παροιμίαν διὰ στόματος εἶχον. οἱ κρημνιζόμενοι.

Εἶμι: πορεύομαι.

Εἰμί: ὑπάρχω. τοῦτο μέλλοντα οὐκ ἔχει· τοῦ δὲ εἶμι, τὸ πορεύομαι, τὰ πληθυντικὰ διὰ τοῦ ι καὶ τὰ δυϊκά· ἴμεν, ἴτε. Ὅμηρος· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης. Αἴας φησίν· ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμά, μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς.

Εἰνάλιος: δαίμων θαλάσσιος.

Εἰνάνυχες: ἐπὶ θʹ νύκτας.

Εἰν Ἀρίμοις.

Εἰνάτηρ: ἡ νύμφη.

Εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν: ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρόμους. τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφίετε· οἱ δρομεῖς δηλονότι. τοῦτο γνωριμώτερον ἔχει τὸν νοῦν. ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφίετε, δηλονότι οἱ τρέχοντες, καὶ σὺ σαυτὸν ῥῖψον κάτω. γράφεται δὲ ἐν πολλοῖς ἕναι, ἀντὶ τοῦ ἵητε. μήποτε δὲ τὸ δεύτερον εἷναι τὸ ἓς καὶ σαυτόν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δʼ ἄν τις καὶ τοῦτο λόγον ἔχειν, ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷναι.

Εἶναι: ὑπάρχειν. εἶναι μέν, ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν.

Εἵνεκα καὶ Ἕνεκεν· Οὕνεκα δέ.

Εἰν ἑλεοῖσι: τοῖς μαγειρικοῖς τραπεζίοις.

Εἰνοδίους: κώμας τὰς ἐν τῇ ὁδῷ.

Εἰνοσίφυλλον: ἔνθα κινοῦνται τὰ φύλλα. ἥτε κατʼ εἰνοσίφυλλον ὄρος ποσὶ πότνια βαίνει. ἔνοσις γὰρ ἡ κίνησις. καὶ Ἐνοσίχθων, ὁ σεισίχθων.

Εἴνυον: ἔφερον.

Εἴξασαν: ὑποχωρήσασαν.

Εἴξασι καὶ εἴκασι λέγει Πλάτων ἀντὶ τοῦ ἐοίκασι. καὶ Ἀριστοφάνης Νεφέλαις· εἴξασι δʼ οὖν ἐρίοισι πεπταμένοισι. περὶ τῶν νεφελῶν λέγει.

Εἶξεν: ὑπετάγη.

Εἷο: ἑαυτοῦ.

Εἴωθεν καὶ Εἰώθειν καὶ Εἰώθησαν.

Εἴπατε: λέξατε. καὶ Εἰπέ.

Εἴπῃς: αὐθυπότακτον.

Εἴπερ· ὑπάκουσον, εἴπερ ποτʼ ἀνθρώπων τινί. λείπει τὸ ὑπήκουσας.

Εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην· Ἀριστοφάνης. ὡσανεὶ ἔλεγεν· εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ. σωματοποιεῖ γὰρ τὰς ναῦς, καὶ τὰς μὲν παλαιὰς καλεῖ γραίας, τὰς δὲ μὴ πλευσάσας παρθένους. τῷ ψυχρῷ οὖν τὸ ψυχρὸν παρέβαλε πάνυ χαριέντως.

Εἶπον: ἀντὶ τοῦ εἰπέ. προστακτικόν.

Εἵποντο: ἠκολούθουν.

Εἴποις τὰ τρία παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀγομένοις παρρησία ἐξῆν σίτου καὶ οἴνου πληρωθεῖσιν τρία λέγειν, ἃ βούλοιντο· μεθʼ ἃ φιμωθέντες ἀπήγοντο τὴν πρὸς θάνατον. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐκαλεῖτο.

Εἴρ: λαίλαψ, ἢ λαμπηδών.

Εἰραφιώτης: ὁ Διόνυσος, παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός.

Εἰργασμένος πλοῦτος· πολλοὺς ὄψει πλοῦτον εἰργασμένον αἰσχυνομένους.

Εἴργεσθαι: κωλύεσθαι. τὸ Εἴργομαι γενικῇ. ἐπείσθη γὰρ ὁ θεός, εἰ καὶ βασκαίνεται τοῦ τῆς γνώσεως ξύλου τέως εἴργοντος. ἐπὶ δὲ τῶν ἐνεργητικῶν αἰτιατικῇ. ὁ δὲ ζῆλος διωθήσατο τοὺς εἴργοντας αὐτὸν Βιθυνῶν.

Εἴργου: φυλάττου, χωρίζου.

Εἴρερος: ἡ δουλεία.

Εἰρεσίας: κωπηλασίας.

Εἰρέσιον: πόλις Βοιωτίας.

Εἰρεσιώνη: θαλλὸς ἐλαίας, ἐστεμμένος ἐρίοις καὶ προσκρεμαμένους ἔχων παντοδαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ τῆς θύρας τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθʼ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν· καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι χύτρας αἰθάλης καὶ ἔτνος καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι, οἷον Κυαμέψια. τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθʼ ὅτε ἐπὶ τῇ ἀποτροπῇ λοιμῶν. ᾖδον δὲ παῖδες οὕτως· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι καὶ κύλικʼ εὔζωρον, ὅπως μεθύουσα καθεύδῃς. μετὰ δὲ τὴν ἑορτὴν ἔξω τῶν ἀγρῶν τιθέασι παρʼ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι. καὶ παροιμία· ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ, εἰρεσιώνην καύσεται. ἀντὶ τοῦ καύσει. εἰρεσιώνη δὲ θαλλὸς ἐλαίας ἢ δάφνης ἐξ ἐρίων πεπλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην, ὅ ἐστιν ἡμίξεστον, καὶ σῦκα καὶ πάντα τὰ ἀγαθά. ταύτην δὲ πρὸ τῶν οἰκημάτων ἐτίθεσαν καὶ κατʼ ἔτος αὐτὴν ἤλλαττον. ἄλλως. Εἰρεσιώνη, κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα· ἵστασαν δὲ αὐτὴν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρησμόν. οἱ μὲν γάρ φασιν, ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηρόσια τῇ Δηοῖ ὑπὲρ πάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκεν χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. ἄλλως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατειλεγμένα ἀκρόδρυα καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λοιμοῦ ταύτην ἐποίουν τὴν ἀνάρτησιν. Εἰρεσιώνη δὲ λέγεται διὰ τὰ ἔρια.

Εἴρετο: ἠρώτα, ἔλεγεν.

Εἴρει: λέγει.

Εἰρηκώς: εἰπών.

Εἰρημένον: λελεγμένον. εἰρημένον αὐτοῖς ἀπαντᾶν ἐνθάδε. Ἀττικῶς ἀντὶ τοῦ εἰρημένου ἔρχεσθαι. οὐ περὶ φαύλου πράγματος. ἀντὶ τοῦ εὐτελοῦς.

Εἴρην, εἴρενος.

Εἰρηναῖος, ὁ καὶ Πάκατος κληθεὶς τῇ Ῥωμαίων διαλέκτῳ, μαθητὴς Ἡλιοδώρου τοῦ μετρικοῦ, γραμματικός, Ἀλεξανδρεύς. Περὶ τῆς Ἀθηναίων προπομπίας, Περὶ τῆς Ἀλεξανδρέων διαλέκτου, ὅτι ἔστιν ἐκ τῆς Ἀτθίδος, βιβλία ζʹ, Ἀττικῶν ὀνομάτων βιβλία γʹ, Ἀττικῆς συνηθείας τῆς ἐν λέξει καὶ προσῳδίᾳ κατὰ στοιχεῖον βιβλία γʹ, Κανόνας Ἑλληνισμοῦ βιβλίον αʹ, Περὶ Ἀττικισμοῦ βιβλίον αʹ, καὶ ἄλλα πολλά.

Εἰρηνεύω· αἰτιατικῇ.

Εἰρηναίως: φιλικῶς. ἦσαν γὰρ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν.

Εἰρήνη: ὄνομα κύριον.

Εἰρηνήσειν: πρώτης συζυγίας τῶν περισπωμένων. ἐλπίδα τε γὰρ μεγάλην εἶχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ ἐξὸν αὐτῷ εἰρηνεῖν πόλεμον εἵλετο.

Εἰρηνόδικος: ὄνομα κύριον.

Εἰρήσθω: λεγέσθω.

Εἴρια: μαλλία. εἴριά τε ῥοδόεντα δέχευ. τουτέστιν ἔρια.

Εἱρκτή: φυλακή.

Εἱρμολόγιον: βιβλίον τί. καὶ Εἱρμός. καὶ Καθʼ εἱρμόν.

Εἴρξας: ἀποκλείσας. δασέως δὲ τὸ εἵρξας Ἀττικοί· τὸ μέντοι παρʼ Ὁμήρῳ, ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ, ψιλῶς. τὸ δὲ ἕρξας, τὸ πράξας, δασέως ἀναγινώσκομεν. ἡ μὲν ἄρʼ ὣς ἕρξασʼ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἰρκτῆς ψιλῶς Ἀττικοί.

Εἰροκόμῳ: ἐριουργῷ, ἐπιμελεῖ.

Εἰρόμενος: ἀντὶ τοῦ ἐρωτῶν.

Εἰροπόκοις: ἐρίων πόκοις ἔχουσι. πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστι ξαίνειν.

Εἰροπόνος: ὁ περὶ τὰ ἔρια πονῶν.

Εἵρω: συνάπτω· ὅθεν εἱρμός.

Εἴρων: ὁ πάντα παίζων καὶ διαχλευάζων. καὶ εἰρωνευόμενος διὰ λόγων· παρὰ τὸ εἴρω τὸ λέγω. ἀπατεὼν καὶ ὑποκριτής.

Εἴρων: ὁ δυνάμενος μὲν ποιῆσαί τι, λέγων δὲ μὴ δύνασθαι· ἀλαζὼν δὲ ὁ τούτῳ ἐναντίος, ὁ ὑπερήφανος· διαφορά. οὐκ εἶδεν αὐτὸν παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ, ἤτοι πρὸς τὸ εἰρωνικώτερον ἢ ἀλαζονέστερον.

Εἰρωνευόμενοι: χλευάζοντες. πάντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ τῆς διανοίας εἰρωνευόμενοι. καὶ Εἰρωνεύεται, καθυποκρίνεται, προσποιεῖται.

Εἰρωνεύσεται: καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπειραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ ὅτου ποτὲ τὸν λόγον ποιῆσαι.

Εἰρωνεία: χλεύη, ἢ ὑπόκρισις. διαιρεῖται εἰς εʹ· εἰς χλεύην, μυκτηρισμόν, σαρκασμόν, ἀστεϊσμόν.

Εἷρπον: μετὰ σχολῆς ἐβάδιζον.

Εἴρυντο: ἐφύλασσον.

Εἰρύοντο: εἵλκυον.

Εἰρύσασθαι: φυλάξαι.

Εἰρύσατο: εἵλκυσεν, ἔλαβεν. ὃς ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι.

Εἰρυσμένους: εἱλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὑτοὺς διαχρήσαιντο.

Εἱρχθέντες: πνιγέντες.

Εἷς: ὁ ἀριθμός.

Εἰσαγγελεύς: ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής.

Εἰσαγγελία: δηλατορία. εἰσαγγελία δὲ καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται, γραφὴ δὲ καὶ ἐπὶ μικρῶν. καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων.

Εἰσαγγελία: κυρίως ἡ περὶ κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, περὶ ὧν διαρρήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κρίσεις γενέσθαι. καὶ τοῦτό ἐστιν, οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγράφων ἀδικημάτων.

Εἰσαγγελία: δημοσίου δίκης ὄνομα. τρία δέ ἐστιν εἴδη εἰσαγγελιῶν. ἡ μὲν ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ καταδεχομένοις, καὶ ἐφʼ οἷς μήτε ἀρχὴ καθέστηκε, μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι, καθʼ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται· καὶ ἐφʼ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῶ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ εʹ μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει, τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν. αὗται δέ εἰσι πρὸς τὸν ἄρχοντα καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν. εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθῇ, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστάς· καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ αὐτοῦ κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννώνου σαφῶς ψήφισμα, βινεῖν με δεῖ διαλελημμένον. οὗτος γὰρ ψήφισμα ἐγεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατʼ εἰσαγγελίαν κρινόμενον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν εʹ μυριάδας ἀργυρίου.

Εἰς ἀγορὰν ὑφαίνειν: τὸ εἰς τὴν ἀγορὰν ἐκφέρειν τὰ ὑφαινόμενα. οὕτω Μένανδρος.

Εἰσάγω· αἰτιατικῇ.

Εἰσαγωγεύς: ὁ εἰσάγων πρός τινα ἄνθρωπον. εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν.

Εἰσακούω· γενικῇ.

Εἰσάμενος: ὁμοιωθείς.

Εἶσαν: ὑπετάγησαν. ἢ συνῆκαν.

Εἷς ἀνήρ, οὐδεὶς ἀνήρ: παρʼ ὅσον ὑφʼ ἑνὸς οὐδὲν καθορθοῦται.

Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, πάλιν δὲ εἰς αὐτὴν ἐπανελθόντων.

Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

Εἰσᾴττειν: εἰσελθεῖν. Ἀριστοφάνης· μηδʼ ἐς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθῇς.

Εἵσατο: ἀνέθηκε. τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατʼ ἄγαλμα.

Εἵσατο: κατέθετο. ἐν Ἐπιγράμμασι· ὃς τάδε καλὰ εἵσαθʼ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. καὶ ἀντὶ τοῦ περιέθηκε, περιέβαλεν.

Εἴσατο: ἐφάνη, καὶ ὡμοιώθη. Ὅμηρος.

Εἰσβαλεῖτε: εἰσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. Ἀριστοφάνης· οὐκ εἰσβαλεῖτε. κυρίως δὲ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς τὴν πόλιν.

Εἰσβολάς· εἰσβολὰς λέγουσι χώρας τοὺς τόπους, διʼ ὧν εἰσβάλλουσιν εἰς τὸν πόλεμον.

Εἰσβολὰς δὲ ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας.

Εἰσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν εἰσβολάς.

Εἰσβολή: ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή, παραδοχή, συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται, ἐνώτισις, σύνεσις, προσοχή. τὰ ῥήματά μου ἐνώτισαι, καὶ τὰ ἑξῆς. καὶ ἐνώτισις μέν ἐστι σύνοψις τῶν ῥημάτων, σύνεσις δὲ ἐπίληψις τῶν πραγμάτων, προσοχὴ δὲ τελείωσις τῆς ἐφέσεως.

Εἰς δέον· πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, εἰς δέον σε εὗρον, φησί· βούλομαι γὰρ καλέσαι σʼ ἐς πανθοινίαν. ἀντὶ τοῦ εὐκαίρως σε εὗρον. καὶ παροιμία· Εἰς δέον· ὅταν τίς θέλῃ μὴ φανερῶς εἰπεῖν, ὅπου τι πολλάκις ἀνάλωσε, λέγει· εἰς δέον.

Εἰσδέχομαι· αἰτιατικῇ.

Εἰσεκώμασεν: εἰσῆλθεν.

Εἰσελάσαι: περισπωμένως, ἀπὸ τοῦ ἐλάω, ἐλῶ.

Εἷσε λόχον. καὶ εἷσεν ἐπὶ θρόνου.

Εἰς ἐμφανῶν κατάστασιν: δίκης ἐστὶν ὄνομα, ὑπὸ τοῦ τὰ ἀμφισβητούμενα ἐν φανερῷ ποιῆσαι.

Εἷσεν: ἔκτισεν.

Εἰς ἓν ἰόντα: ὁμοῦ πορευόμενον.

Εἰς ἓν ἦλθον: ἀντὶ τοῦ ὡμονόησαν.

Εἰς ἕω: ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν.

Εἰσεπόδιζον: ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου.

Εἰσεποιήθη: εἰσεκρίθη. ἐνιαύσιος ἦν ἡμέρα, ἐν ᾗ Τραϊανὸς ἐπὶ διαδοχῇ τῆς Ῥωμαίων ἀρχῆς ὑπὸ τοῦ πατρὸς Νερούα εἰσεποιήθη.

Εἰσεποιεῖτο: ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσεποιεῖτο τῶν ἐπιφερομένων.

Εἰσέφρησα: εἰσέδυσα ἑαυτόν. καὶ εἰσέφρησας, εἰσήγαγες. καὶ εἰσφρήσας, εἰσελθών. καὶ Εἰσφρησθέντα, ἀντὶ τοῦ ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.

Εἰσέφρουν: εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοίξαντες εἰσέφρουν τὸ στράτευμα.

Εἰσεχέοντο: εἰσήρχοντο.

Εἴσειμι: εἰσέρχομαι.

Εἴσῃ: ἐπιγνοίης, λογίσῃ. Εὐριπίδης· εἰ σώσαιμί σε, ἐξ Ἀνδρομέδας, ὦ παρθένʼ, εἴσῃ μοι χάριν;

Εἴσῃ: μαθήσῃ. καὶ Εἰσόμενον, μαθόντα. ἐντολὰς δοὺς κατασκέψασθαι, τί πράττουσιν οἱ πολέμιοι καὶ τί διανοοῦνται εἰσόμενον.

Εἰσήγγειλεν: ἐσυκοφάντησεν. ὁ Δωὴκ τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμηνεν. ἔστι δὲ διώνυμος. λέγεται γὰρ καὶ Ἀβιμέλεχ.

Εἰσηγορία καὶ Ἐπηγορία καὶ Κατηγορία: ἀντὶ τοῦ μέμψις καὶ λοιδορία.

Εἰσηγήσαιντο· Ἡρόδοτός φησι περὶ Περσῶν τοῦτον βουλεύεσθαι τὸν τρόπον. εἰ μὲν οὖν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας.

Εἰσηγούμενος· δοτικῇ. διδάσκων.

Εἰσῄεις: εἰσήρχου.

Εἰσήλατο: εἰσεπήδησεν.

Εἰσῄρετο: εἰσεφέρετο. Ἀριστοφάνης Βατράχοις· κʼ ἡ τράπεζʼ εἰσῄρετο.

Εἰσήρρησεν: εἰσεφθάρη. Ἀριστοφάνης· ἀφʼ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθεν, εἰσεπήδησεν. ὡς βίᾳ καὶ ἀναιδῶς αὐτοῦ τῇ πολιτείᾳ προσελθόντος. καὶ αὖθις· ὁ δὲ προτερήσας εἰσήρρησεν αὐτόθι. γράφεται δὲ καὶ εἰσέφρησε, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι. σημαίνει δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. καὶ Σιμόκατος· λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσιν, ὡς ἥλω ἡ πόλις. καὶ Εἰσεφθαρμένου, ἀντὶ τοῦ εἰσπηδήσαντος ἐπὶ λύμῃ καὶ καταφθορᾷ. εἰσεφθαρμένου δὲ αὐτοῖς οὐκ ὀλίγου συντάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν.

Εἴσεισιν: εἰσέρχεται.

Εἶσι: πορεύεται.

Εἴσιθι: εἴσελθε. καὶ Εἴσιμεν ὁμοίως.

Εἰσίθμη: ῥύμη.

Εἰσίν: ὑπάρχουσιν.

Εἰσιτήρια: ἡμέρα ἑορτῆς, ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους Ἀθηναῖοι νενομίκασι. Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ἡ βουλὴ τὰ εἰσιτήρια ἔθυσεν. συνεστιάθησαν δὲ καὶ τῶν ἐκοινώνησαν οἱ στρατηγοὶ καὶ σχεδὸν εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι.

Εἰσιτήριος: ὁ εἰσόδιος λόγος.

Εἰσιτητός: ὁ πορευτός.

Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφʼ οἷς ἔπραξαν.

Εἰσθορόντα: εἰσπηδήσαντα. ὅταν ἴδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις, φονῶντα καὶ πεφονευμένον θεάσωνται.

Εἰς καλόν: εὐκαίρως.

Εἰς καιρόν: εὐκαίρως.

Εἰσκεκριμένον: ἐπείσακτον. καὶ Εἰσκριθείς, εἰσελθών.

Εἰσκεκύκληκεν: εἰσήνεγκεν, εἰσήγαγεν. Ἀριστοφάνης· νὴ τὸν Διόνυσον, ἄπορά γʼ ἡμῖν πράγματα δαίμων τις εἰσκεκύκληκεν ἐς τὴν οἰκίαν. ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς ἦν τῷ πράγματι.

Εἰσκηρύττεται: καλεῖται ὑπὸ τοῦ κήρυκος.

Εἰς κόλπον πτύειν: τοῦτο ἐν ἴσῳ τῷ, οὐ μεγαλορημονῶ εὐλαβούμενος.

Εἰς κόπρον θυμιᾷς. ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ὑπὸ τῶν Ἀττικῶν.

Εἰς κόρακας: εἰς τὸ σκότος, εἰς ὄλεθρον.

Ἐΐσκω: εἰκάζω.

Εἰσκριθείς: ἀντὶ τοῦ εἰσελθών, ἐναρίθμιος γενόμενος. ὁ δὲ εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.

Εἰσκρίνειν: εἰσχωρίζειν.

Εἰσκυκλεῖ: εἰσφέρει καὶ ἐπισυνάπτει. καὶ ἐπεισκυκλεῖ. καὶ Εἰσκυκλεῖσθαι, κυκλοειδῶς τρίβεσθαι.

Εἰς Κυνόσαργες: εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος. καὶ γὰρ Ἡρακλεῖ θύοντας κύνα λευκὸν ἢ ταχύν, ἀετὸν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι, καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρησμόν, ἱερὸν Ἡρακλέους ἱδρῦσαι τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν ἴσα θεοῖς ἐτιμήθη.

Εἰς λατομίας: Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ δὲ ὕστερον αὐτὸς ἑκὼν ἐξανέστη, τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν, τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν αὐτοῦ ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα· ἦ οἶκος φίλος, οἶκος ἄριστος· ἅπερ ἐστὶ τῆς χελώνης.

Εἰς λῆξιν: εἰς τελειότητα.

Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως.

Εἰς νέωτα: εἰς τοὐπιόν. καὶ ὁ μὲν ὧδε τὰ καθʼ ἑαυτοὺς διετίθει ὡς πολεμήσων εἰς νέωτα. καὶ αὖθις· ἀνάζευξίς τε παρηγγέλλετο ὡς ἐς νέωτα παρεσομένων αὖθις ἐν τοῖς ὅπλοις.

Εἴσοδος: εἰσφορά.

Εἴσομαι: γνώσομαι. τοιγάρτοι λοιπὸν εἰσόμεθα μὲν θεοῖς εἴκειν, εἰσόμεθα δʼ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον· τί μή; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει, ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν.

Εἰς ὀρθὸν ἐπιδοῦναι: τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον. ὥστε εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο, εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι, δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. καλεῖται δὲ τοῦτο καὶ ἐπʼ ὀρθὸν καταστῆσαι.

Εἰσορόων: βλέπων. καὶ Εἰσορόωντες.

Εἰς ὅ τι δή: ἕως ἄν.

Εἰς οὐρανὸν τοξεύειν: ἐπὶ τῶν διακενῆς κατʼ αὐθάδειαν τὶ ποιούντων.

Εἴσω· τὸ τοῦ Ἰσιδώρου πρόσωπον καὶ εἶδος, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.

Εἴσω ἁλός: ἰσοδυναμεῖ τὸ εἴσω τῇ εἰς· οἷον εἰς ἁλός. καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται, εἴσω τὴν χεῖρα ἔχειν, ὅπερ ἔνιοι ἁμάρτημα ἔδοξαν εἶναι· ἀλλʼ ἐπλανήθησαν ἀγνοοῦντες, ὅτι ὥσπερ ἔνδον εἴποιμεν, δηλοῖ δὲ καὶ τὸ ἔν τινι, καὶ τὸ ἔς τινα, οὕτω καὶ τὸ εἴσω ἐφʼ ἑκάτερον παραλαμβάνεται.

Εἰσωθεῖν καὶ Εἰσωθοῦμεν.

Εἰσωποί: ἀντιπρόσωποι.

Εἰσωχέτευσαν: ἔνδον μετέφερον.

Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν πονηρῶν, ὅταν εἰς προὖπτον ἐμπέσωσι κίνδυνον.

Εἰς παραβολήν: εἰς γέλωτα, εἰς διήγημα.

Εἰσπεπαίκασιν: εἰσπεπηδήκασιν.

Εἰσπιπλάς· Ξενοφῶν· ὁ δὲ Κῦρος εἰσπιπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπεν.

Εἰσπομπή: εἰσβολή. Εὐνάπιος· περιεφέρετο δὲ ὁ ἀριστεὺς καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος.

Εἴσπραξις: ἀπαίτησις. καὶ Εἰσπράττω· αἰτιατικῇ.

Εἰσποιητόν: θετόν, οὐ γνήσιον. καὶ Εἰσεποιεῖτο, ἀντὶ τοῦ ὑπετίθει. καὶ Εἰσποιῶ, τὸ καλλωπίζω· δοτικῇ.

Εἰς πῦρ ξαίνειν: παροιμιακόν. ἐπὶ τῶν καθʼ ἑαυτῶν τι πραττόντων μάτην ἢ λεγόντων. ὁμοία τῇ κατὰ πετρῶν σπείρειν.

Εἰς τέφραν γράφειν: ἐπὶ τῶν ἀδυνάτων. ἐγὼ δὲ τοὺς ὅρκους αὐτοῦ, τὸ τῆς παροιμίας, οἶμαι δεῖν εἰς τέφραν γράφειν.

Εἰς τετρημένον πίθον ἀντλεῖν: εἴρηται ἡ παροιμία ἀπὸ τοῦ περὶ τὰς Δαναΐδας μύθου, παρʼ ὅσον ἀνιμῶσαι ἐκεῖναι ὕδωρ εἰς πίθον ἔβαλλον. πάσχουσι δὲ περὶ τοῦτον τὸν πίθον αἱ τῶν ἀμυήτων ψυχαί.

Εἱστήκεισαν.

Εἱστήκομεν: ἀντὶ τοῦ ἑστηκότες ἦμεν.

Εἱστία: ἐκάλει. ὁ δὲ εἱστία τὸν στρατὸν ἡμερῶν ϛʹ εἰς πανθοινίαν. καὶ Εἱστιᾶτο, ἐτρέφετο. καὶ Εἱστίων.

Εἰς τὸ δέον, καὶ Ἐς τὸ δέον: Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσι τὴν χώραν, δεκαπέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθηναίοις, οὕτω πως ἀπογράψας· εἰς τὸ δέον. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Περικλέης εἰς τὸ δέον ἀνάλωσα. καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι.

Εἰς τὸν ἀγρὸν ἀποβλέπων: Ἀριστοφάνης. οἱ γὰρ πολεμούμενοι καὶ πολιορκούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.

Εἰς τὸν τετρημένον: λείπει πίθον ἀντλεῖν. τάσσεται δὲ ἐπὶ τῶν εἰς κενὸν πονούντων. καὶ γὰρ μυθεύουσιν ἐν ᾅδου τοὺς ἀσεβεῖς εἰς πίθον τετρημένον ἀντλεῖν.

Εἰς τοὔμπαλιν: εἰς τοὐναντίον.

Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων ἡ παροιμία τάττεται. οἱ γὰρ καταβαίνοντες εἰς Τροφώνιον λέγονται τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. τὸν δὲ Τροφώνιόν φασιν ἔχοντα τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενον ὑπὸ Αὐγαίου, εὐξάμενον εἰς χάσμα ἐμπεσεῖν, οὗ δὴ καὶ τὸ μαντεῖόν ἐστιν.

Εἰς Τροιζῆνα δεῖ βαδίζειν: ἐπὶ τῶν κακογενείων καὶ σπανοπωγώνων εἴρηται. Πώγων γάρ ἐστι λιμὴν εἰς Τροιζῆνα.

Εἰστρυπᾶν: τὸ παρεισέρχεσθαι.

Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων· ὡς τὸ καθʼ ὕδατος γράφειν.

Εἰς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.

Εἴ σφιν: εἰς ἑαυτούς.

Εἰσφθαρείς: τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. ἐκφθαρεὶς δὲ ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν.

Εἰσφορά: τέλεσμα.

Εἰσφρήσασθαι: εἰσδέξασθαι. Εὐνάπιος· ἕτερος δὲ Μηδικὸς ὀϊστὸς ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο. ἀντὶ τοῦ εἰσδύς, εἰσελθών.

Εἰσφρήσειν: εἰσάξειν, εἰσδέξασθαι. πολὺ τοὔνομα παρὰ τοῖς ῥήτορσιν.

Εἰσφρήσωσιν: ἀντὶ τοῦ εἰσδεχθῶσιν εἴσω τῶν ἱερῶν εἰσφρήσωσιν.

Εἶτʼ ἐφʼ ὕδωρ κακός: ἐπὶ τῶν δυσκληρούντων ἡ παροιμία εἴρηται. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον ἔργον ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγένετο δὲ τοιοῦτος ὁ ἀπόκληρος.

Εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς: οὗτος ἐπὶ δειλίας ἐσκώπτετο παρὰ τοῖς πολλοῖς. φιλοπόλεμος δὲ ἦν καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. ἦν δὲ καὶ δειλός. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις, ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν. καὶ ἐν ἄλλοις ἐπαχθῶς αὐτοῦ ἐπιλαμβάνεται.

Εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἄγοι καὶ ἐν Κιλικίᾳ κρόκον: ὅμοιόν ἐστι τὸ γλαῦκα Ἀθήναζε. ἐπὶ τῶν μάτην σωρευόντων τινὰ προϋπάρχοντα.

Εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος: Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλούτου ὁ θεὸς ἀνεῖλε τὸ λόγιον τοῦτο· εὔφορος γὰρ αὕτη ἡ χώρα. καὶ χρησμὸς ἐδόθη παρὰ Βάκιδος τοῦ χρησμολόγου· ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ᾐνίξατο τοῦτο, ὅτι καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται, ἤτοι ἡ Νεφελοκοκκυγία.

Εἴτω: πορευέτω. συγχωρείσθω. σημαίνει καὶ τὸ ἐάν τινι.

Εἴτοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴτοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Σοφοκλῆς.

Εἰ φίλου χρῄζεις ὑπουργίας: ἐπὶ τῶν γενναίαν ψυχὴν ἐχόντων. ἀρρωστοῦντι γὰρ Ἀντισθένει ξιφίδιον δέδωκε Διογένης εἰπὼν τοιοῦτον λόγιον.

Εἶχεν: ἐγεγαμήκει.

Εἶχον καὶ Εἰχέτην.

Εἷψα: ἠκολούθησα.