eul_wid: wus-bc
DOI 10.5281/zenodo.20335421

Lexicon, Section ΑΙ by Suda

Αἶ: ψιλούμενον καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἶθε, δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται. αἶ αἶ τάλαινα θηλαμὼν κεκαυμένη.

Αἶα: ἡ γῆ.

Αἴαγμα: θρῆνος. καὶ σύντριμμα.

Αἰάζειν: θρηνεῖν. ἢ τὸ κατοικτείρειν.

Αἰακίδης: ὁ τοῦ Αἰακοῦ υἱός.

Αἰακίξ: εἶδος κύλικος.

Αἰανὴς κύκλος: σκοτεινός, ἀδιάλειπτος. Σοφοκλῆς· νυκτὸς αἰανὴς κύκλος. ἢ Αἰανῆς, θρηνητικῆς. παρὰ τὸ αἰάζω, τὸ θρηνῶ.

Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. καὶ Αἰάντειος οἶκος, ὁ τοῦ Αἴαντος. καὶ Αἰαντὶς φυλή, ἡ τοῦ Αἴαντος.

Αἴαξ: ὄνομα κύριον.

Αἴαψος: ὁ ποικίλος.

Αἰβάλη: ἡ θύρα.

Αἴβιλος: ὄνομα κύριον.

Αἰβιωναῖος: ὄνομα κύριον.

Αἰβοῖ: σχετλιαστικὸν ἐπίρρημα. τάττεται δὲ καὶ ἐπὶ ἡδονῆς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν· αἰβοῖ· οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον.

Αἰβοῖ.

Αἴγαγρος: εἶδος ζῴου.

Αἰγαλέως ἐπὶ γενικῆς ἀντὶ τοῦ ...

Αἰγανέα: ἀκόντιον ὁλοσίδηρον. ἐν Ἐπιγράμμασι· ἄνθετο δέρμα λέοντος Τεῦκρος Ἄραψ καὐτὴν ἀγρότιν αἰγανέαν.

Αἲ γάρ: εἴθε γάρ.

Αἶγας ἀνιεμένους· ζήτει ἐν τῷ ἀνιεμένη.

Αἶγα· ὅτι τουτὶ τὸ ζῷον δοκεῖ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ. ἀμέλει γοὖν καὶ ἐπίγραμμα φαίνεται πρὸς τὴν αἶγα οὕτως ἔχον· κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δʼ ἔτι καρποφορήσω ὅσσον ἐπιλεῖψαί σοι, τράγε, θυομένῳ.

Αἰγάστρη.

Αἰγαῖον πέλαγος: οὕτω καλούμενον ἀπὸ ἱστορίας. Θησεὺς ὁ Αἰγέως υἱός, βασιλέως τῆς Ἀττικῆς, βασιλεύει Κρητῶν καὶ διώκει τὸν Μινώταυρον εἰς τὴν λαβυρίνθων χώραν καὶ κρυπτόμενον αὐτὸν ἐν σπηλαίῳ ἀνεῖλε καὶ λαμβάνει τὴν Ἀριάδνην γυναῖκα, τὴν ἀπὸ τοῦ Μίνωος τεχθεῖσαν τῇ Πασιφάῃ, καὶ οὕτω κρατεῖ τῆς Κρήτης. εἶτα ᾔτησεν ἀπελθεῖν πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν Αἰγέα καὶ τὴν ἑαυτοῦ νίκην τὴν κατὰ τοῦ Μινωταύρου ἀπαγγεῖλαι. ὡς οὖν ἔπλει ἐπὶ τὴν Ἀττικὴν χώραν, προλαβών τις τῶν διὰ θαλάσσης ἐμπορευομένων ἐψεύσατο τὸν τούτου πατέρα, εἰρηκὼς αὐτῷ, ὅτι παρέβησαν οἱ Κρῆτες τὸν Θησέα — ἔχουσι γὰρ καὶ ψευδομένων ὑπολήψεις — καὶ προδεδώκασι τῷ Μίνωϊ τοῦτον εἰς θυσίαν. πιστεύσας δὲ ὁ Αἰγεὺς καὶ κατολιγωρήσας ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς ἀκρωρείας εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. διόπερ ἐκεῖνο τὸ πέλαγος μέχρι τῆς σήμερον Αἰγαῖον ἐκλήθη. ἐλθὼν οὖν ὁ Θησεὺς εὗρεν αὐτὸν τελευτήσαντα καὶ καταφρονήσας τῆς βασιλείας τῆς Κρήτης καὶ τῆς ἑαυτοῦ γυναικὸς Ἀριάδνης ἐβασίλευσεν ἀντὶ τοῦ πατρὸς ἐν τῇ Ἀττικῇ. ἐξ αὐτοῦ δὲ καὶ Αἰγαῖος κόλπος. Αἰγαῖον οὖν πέλαγος τὸ φοβερώτατον. Ἀττικώτερον δὲ τὸ Αἴγαιον.

Αἰγαῖος κόλπος.

Αἰγαίωρος: ὄνομα κύριον.

Αἰγέα: τὸ τῆς αἰγὸς δέρμα.

Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Ἀριστοφάνης Δαιταλεῦσι· τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.

Αἶγες: τὰ μεγάλα κύματα ἐν τῇ συνηθείᾳ. καὶ ἐπαιγίζω ἐπὶ τοῦ σφοδρῶς πνέω. τοῦ ἀστέρος τῆς αἰγὸς λάμψαντος σφοδροὶ πνέουσιν ἄνεμοι, ἔνθεν τὸ λάβρος ἐπαιγίζων. καὶ Αἰγαῖον πέλαγος, τὸ φοβερώτατον.

Αἰγεσταῖος: ὄνομα κύριον. Αἰγεστεὺς δέ, Αἰγεστέως.

Αἰγεύς, Αἰγέως: ὄνομα κύριον.

Αἰγεία θάλασσα.

Αἰγεῖδαι· Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ, εἰ γνήσιός ἐστιν. ἔστι δὲ Αἰγηὶς φυλὴ ἀπὸ Αἰγέως τοῦ Πανδίωνος, ἧς οἱ φυλέται Αἰγεῖδαι. καὶ Αἰγείδης, ὁ τοῦ Αἰγέως παῖς.

Αἰγεῖον: τὸ τοῦ Αἰγέως μαντεῖον. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις.

Αἴγειον: μέλος καὶ τὸ τῆς αἰγὸς δέρμα. καὶ Αἴγειος ἀσκός.

Αἴγειρος: ἡ λεύκη. εἶδος φυτοῦ. Αἰγείρου θέα· αἴγειρος ἦν Ἀθήνησι πλησίον τοῦ ἱεροῦ· ἔνθα πρὶν γενέσθαι θέατρον, τὰ ἰκρία ἐπήγνυον. ἀφʼ ἧς αἰγείρου οἱ μὴ ἔχοντες τόπον ἐθεώρουν. Αἴγιρος δὲ ὄνομα πόλεως.

Αἰγηΐς: ἡ τοῦ Αἰγέως φυλή.

Αἰγιάζειν: σὺ δʼ αἰγιάζων ἐνθαδὶ καθήμενος.

Αἰγιαλεύς: ὄνομα κύριον.

Αἰγιάλεια: ὄνομα κύριον.

Αἰγιάλη: ὄνομα κύριον.

Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. καὶ Ἀνέμῳ διαλέγῃ. ὁμοίως ἐπὶ τῶν ἀνηκούστων.

Αἰγίβοτος γῆ: ἐπιτηδεία αἶγας βόσκειν.

Αἴγιγες: ὄνομα ἔθνους.

Αἰγίζειν: διασπᾶν. ἐκ μεταφορᾶς· παρʼ ὃ καὶ τὸ αἰγίζεσθαι ἀπὸ τῶν καταιγίδων. Αἰσχύλος. ὁ δʼ αὐτὸς ἐν Ἡδονῇ καὶ τὰς νεβρίδας οὕτω καλεῖ.

Αἰγιεῖς οὔτε τρεῖς οὔτε τέσσαρες: ἐπὶ τῶν ἄγαν εὐτελῶν. οἱ γὰρ ἐν Ἄργει Αἰγιεῖς νικήσαντες Αἰτωλοὺς ἠρώτων τὴν Πυθίαν, τίνες εἶεν. ἀνεῖλε δὲ αὐτοῖς· Αἰγιεῖς οὔτε τρεῖς οὔτε τέσσαρες, ἀλλʼ οὐδὲ δεκαταῖοι.

Αἰγίθαλος: τὸ ζῷον. καὶ ἡ ὄρχησις.

Αἰγιλία: δῆμος Ἀντιοχίδος, ἧς ὁ δημότης Αἰγιαλεύς. Αἰγιλιεύς.

Αἰγίλιψ: ὄνομα πόλεως. σημαίνει δὲ καὶ πέτραν ὑψηλήν. Ὅμηρος· ἥτε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. ὥστε ὑπὸ τοῦ ὕψους καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι δὲ καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη.

Αἴγιλλος: εἶδος βοτάνης.

Αἰγίλουρος.

Αἰγίμιος: ὄνομα κύριον.

Αἰγιμιώ: ὄνομα πόλεως.

Αἴγινα: πόλις. καὶ Αἰγιναία ναῦς. καὶ Αἰγινήτης, ὁ ἀπὸ τῆς Αἰγίνης.

Αἴγινθος: ὄνομα κύριον.

Αἴγιον: ὄνομα τόπου.

Αἰγίοχος: ὁ Ζεύς.

Αἰγίπλαγκτος.

Αἴγιρος: ὄνομα πόλεως.

Αἰγίς: ἣν Λίβυες φοροῦσι δοράν.

Αἰγίς: τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ στεμμάτων πεπλεγμένον δίκτυον. ὡς Λυκοῦργος καὶ Ἡρόδοτος. ἡ δὲ ἱέρεια Ἀθήνησι τὴν ἱερὰν αἰγίδα φέρουσα πρὸς τὰς νεογάμους εἰσήρχετο. ἐπὶ τῶν ἀναίδην οὖν ποιούντων τι τάττεται ἡ παροιμία. καὶ ὁ θώραξ· καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι.

Αἰγίς: καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις· οἴμοι κακοδαίμων, αἰγίς, αἰγὶς ἔρχεται.

Αἴγισθος: ὄνομα κύριον.

Αἰγιστεύς, Αἰγιστέως: ὄνομα κύριον.

Αἴγλη: βόλος κυβευτικός, λαμπηδών, αὐγή. Κρατῖνος. καὶ ποπάνου εἶδος δηλοῖ, καὶ θυσίαν, ὥς φησι Λεαγόρας. ἔστι καὶ παιδιά τις. ἀλλὰ καὶ ἡ σελήνη οὕτω καλεῖται καὶ ὁ Ἀσκληπιός.

Αἰγλήεντος: λαμπροῦ. ἡ εὐθεῖα Αἰγλήεις.

Αἴγλης Χάριτες: πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας· Αἴγλης γὰρ καὶ ὁ Ἥλιος, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δοκεῖ.

Αἰγόκερως: εἶδος ζῴου.

Αἰγὸς ἀστήρ· ζήτει ἐν τῷ ἀστήρ. αἴξ, αἰγός· ζήτει ἐν τῷ βεκεσέληνε.

Αἰγὸς τρόπον: ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν. ἀπὸ Κορινθιακῆς παροιμίας, ἡ αἲξ δοῦσα τὴν μάχαιραν.

Αἰγοφάγος.

Αἰγώνη: ὄνομα πόλεως.

Αἰγωνίεια: ὄνομα πόλεως.

Αἰγῶν ὀνόματα: οἷον ἄχρηστα πράγματα· ὅμοιαι γὰρ αἱ αἶγες. ἐπὶ δὲ τοῖς διαφέρουσιν ὡς χαρακτηριστικὰ τίθεται τὰ ὀνόματα.

Αἰγυπιόν: οὕτως οἱ παλαιοί, ἀλλʼ οὐ γῦπα. Αἰγυπιῶν δὲ πληθυντικῶς, γυπῶν. Ἡρόδοτος. ἡ εὐθεῖα Αἰγυπιός, ὁ γύψ.

Αἰγυπτιάζειν: τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. καὶ παροιμία· Αἰγύπτιος πλινθοφόρος. οὗτοι διαβάλλονται ἀεὶ ὡς ἀχθοφόροι ὄντες. περὶ δὲ Αἰγυπτίων ζήτει ἐν τῷ δέλτα εἰς τὸ δογματίζει.

Αἰγυπτία κληματίς: ἐπὶ τῶν ἰσχνῶν καὶ ὑπομήκων· ὁποῖος ἦν Ζήνων ὁ Κιτιεύς. ὅν φασι χρηστηριαζόμενον πῶς ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς. ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν.

Αἴγυπτος: ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι ὅτε ἀφίκετο Ἑρμῆς, ὁ υἱὸς Πήκου, τοῦ καὶ Διός, Μεστρὲμ ἐβασίλευε τῶν ἐκεῖ· ὃν μετωνόμασαν Αἴγυπτον, ἀφʼ οὗ καὶ Αἴγυπτος ἡ χώρα· τοῦ γένους τοῦ Νῶε. ὅτι ἐν ταῖς μʹ ἡμέραις γεγόνασιν αἱ κατʼ Αἴγυπτον πληγαί. ὅτι Ἀναξαγόρας καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας, θεούς ἐκ τοῦ θέειν καὶ ἰέναι.

Αἰδέσασθαι: ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας καὶ Δημοσθένης. ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους ἀντὶ τοῦ ἐξιλάσεται καὶ πείσειν.

Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπολειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφʼ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ὡς ἐφιλοσόφησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα, μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλʼ ἐπεὶ καὶ συνέπλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος. αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι. ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη. καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα, καὶ ἐπʼ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῆ μειράκιον. ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτης δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ Ἱέραξ ὁ Συνεσίου ἀδελφός.

Αἰδέσιμον: ἀξιοτίμητον, καλόν. ἢ λαμπρόν.

Αἰδημόνως: αἰδεσίμως.

Αἰδήμων: αἰδέσιμος.

Αἰδοσύνη: ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων.

Αἰδοῦμαι· αἰτιατικῇ.

Αἰδῶ: τὸ αἰδοῖον, καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσι. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς, καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει.

Αἰδώς: ἡ ἐπιτιμία. καὶ παροιμία· Αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ. ἐπὶ τῶν διʼ ἐπιείκειαν βλαπτομένων. Ὅμηρος. Ἡσίοδος· αἰδὼς δὲ κεχρημένον ἄνδρα κομίζει. καὶ ἑτέρα παροιμία· Αἰδὼς ἐν ὀφθαλμοῖς. παρόσον οἱ κεκακωμένοι τοὺς ὀφθαλμοὺς οὐκ αἰδοῦνται. ἢ ὅτι τοὺς παρόντας ὁρῶντες αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας. ἡ αἰτιατικὴ τὴν αἰδῶ.

Αἰδοῖ εἴκων: αἰδούμενος. καὶ χρυσοῦν στέφανον ἐπέβαλεν αἰδοῖ τοῦτο δρῶν τῆς περὶ τὸν Μάρκελλον ἀρετῆς.

Αἰδοῖον: τὸ μόριον. ὃ καὶ ἀναγκαῖον πρός τινων καλεῖται· ἐπεὶ τῆς ἀνάγκης ἐστὶ συμβόλαιον. ὅτι ὁ μεγάλα ἔχων αἰδοῖα ἀνδροσάθων ἐλέγετο.

Αἰδοῖος: ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον.

Αἴδυλος: ὁ θρασύς.

Αἲ αἴ· αἲ αἴ, τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; ὁ Αἴας φησίν. νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς. τοῦτο ἀρχαιότροπόν ἐστι, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς. καλῶς μὲν οὖν πράττων οὐκ ἂν ἐμνήσθη τοῦ ὀνόματος, ἐν συμφορᾷ δὲ ὤν.

Αἰαία: νῆσος.

Αἰαιοί: οἱ σύγγαμβροι.

Αἱ ἐμαὶ πόλεις. αἱ πόλεις μου.

Αἰένυπνος: ὁ θάνατος, ὁ ἀεὶ κοιμώμενος. ὑφʼ ἓν δὲ ἀναγνωστέον. Σοφοκλῆς· σέ τοι κικλήσκω τὴν αἰένυπνον. ἀείυπνος δὲ ὁ ἀεὶ κοιμώμενος.

Αἴεσχος: ὁ τῆς δάφνης κλάδος.

Αἰετός: τὸ ὄρνεον. Πισίδης φησίν· οἷς οὔτε δίψης ἐστὶν ἥττων ἡ φύσις οὐδʼ αὖ κονίστρας ἐνδεὴς ἡ στερρότης, ἀλλʼ εἰσὶ δίψης καὶ κρύους ἀνώτεροι.

Αἰετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων. παρόσον αἰετὸς ἐν νεφέλαις ὢν οὐχ ἁλίσκεται.

Αἰζηός: ὁ ἀκμάζων.

Αἰζήρ: ὄνομα κύριον.

Αἰεί: ἀντὶ τοῦ ἀεί. Αἰεί με τοιοῦτοι πολέμιοι διώκοιεν· ἐπὶ τῶν εὐκαταφρονήτων. καὶ αὖθις· αἰεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα. ἀντὶ τοῦ διὰ στόματος. κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ τουτὶ γένοιτο, φησί.

Αἰεὶ δὲ γέροντι νέαν ποτιβάλλεο κούρην.

Αἰεὶ ἐστώ: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενειανοῦ ἐν Ἀληθείας δευτέρῳ τοῦ Ἀντιφῶντος.

Αἰεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν κακούργων καὶ ἀεί τι κακὸν ἐξευρισκόντων νεώτερον. παρόσον ἡ Λιβύη πολυποικιλώτατα εἴωθε φέρειν θηρία.

Αἰήτης: ὄνομα κύριον. καὶ Αἰήτειον ἔπος.

Αἰθάλη: σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν. ἢ Αἰθάλη, εἶδος καπνοῦ πεπυκνωμένου. Αἰθάλη λέγεται καὶ κονιορτός. ἀσκοῦ πληρώσας κονιορτοῦ κατὰ τὴν συμπλοκὴν ἐκέλευσε τὰ ταμιεῖα τῆς αἰθάλης μαχαιριδίοις διατιτρᾶν. ἤγουν διατορεῖν, διακόπτειν.

Αἰθαλείδης· δῆμός ἐστιν Αἰθαλεῖδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλείδης.

Αἰθαλόεν: κεκαυμένον.

Αἰθαλόεις θεός: ὁ Ἥφαιστος, ὡς χαλκεύς. ὁ αὐτὸς δὲ καὶ κλυτοτέχνης λέγεται, ὡς ἔνδοξον ἔχων τὴν χαλκευτικήν.

Αἰθαλοκομπίαις: καπνοῖς καὶ ψευδολογίαις.

Αἴθαλος: ὄνομα κύριον, καὶ τόπος.

Αἰθαλώδης: σκοτώδης.

Αἴθε: εἴθε.

Αἰθέρα νήνεμον ἐρέσσεις: ἐπὶ τῶν μάτην πονούντων.

Αἰθέριον ὕψος: τὸ τοῦ αἰθέρος. καὶ Αἰθέριος, ὁ ἐν τῷ αἰθέρι.

Αἰθέριος: ἐπῶν ποιητής. ἔγραψε διάφορα, καὶ Ἐπιθαλάμιον διʼ ἐπῶν εἰς Σιμπλίκιον τὸν ἴδιον ἀδελφόν.

Αἰθεροβατεῖν: εἰς τὸν αἰθέρα βαίνειν. καὶ ὁ δοκῶν αἰθεροβατεῖν καὶ αὐτῆς ἧφθαι τῆς οὐρανίας ἁψῖδος καὶ συμπεριπολεῖν τοῖς ἄστροις ἠγνόησε τὸ κρεουργηθῆναι, καὶ ὡς μύσος ἐκριφῆναι.

Αἴθεσι: λαμπροῖς.

Αἴθειν: καίειν. ὡς δὲ ἐνέβαλεν εἰς τὴν πολεμίαν, παρεκελεύετο αἴθειν καὶ φθείρειν τὴν χώραν.

Αἴθη: ὄνομα θηλείας ἵππου. Ὅμηρος· Αἴθην τὴν Ἀγαμεμνονέην.

Αἰθήρ: ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ἐκ τοῦ ἡλίου.

Αἰθὴρ θηλυκῶς Ὅμηρος· αἰθέρος ἐκ δίης. καὶ Πίνδαρος· φρήμας διʼ αἰθέρος. διότι πυρώδης ὢν οὐ τρέφει. καὶ αὖθις· ἀστεροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς.

Αἴθικες: ὄνομα ἔθνους.

Αἰθιόλας: ὄνομα κύριον.

Αἰθίοπα σμήχειν: ἐπὶ τῶν μάτην πονούντων.

Αἰθιοπεὺς καὶ Αἰθιοπῆας.

Αἰθιοπία: χώρα.

Αἰθιόπιον: τῆς Εὐβοίας ἐστὶ χωρίον.

Αἰθίοψ: ὁ μέλας. καὶ ζήτει ἐν τῷ ἁπλῷ λόγῳ.

Αἴθλη: ἡ Χίος.

Αἰθόμενος: καιόμενος.

Αἴθοπα: ἀντὶ τοῦ διάπυρον, φλεγμαίνουσαν. ἐν Ἐπιγράμμασι· μέχρι καὶ αὐτοῦ βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.

Αἴθοπος: διαπύρου. θερμοῦ ἐν ταῖς μάχαις. ὁ δὲ Σοφοκλῆς ἐπὶ τοῦ παρακεκινηκότος ἐχρήσατο. οἵαν ἐδήλωσας ἀνδρὸς αἴθοπος ἀγγελίαν ἄτλατον οὐδὲ φευκτόν.

Αἶθος: ὁ ἐκκαύστης.

Αἰθός: ὁ καιόμενος.

Αἴθʼ ὄφελε· παραλλήλως τὰ εὐκτικὰ κείμενα μόρια κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον πρόσωπον, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει.

Αἴθʼ ὄφελες θανεῖν ἢ πανύστατον ὀρχήσασθαι: ἐπειδὴ τὴν γλαῦκα ὅταν λάβωσι τὰ παιδία περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα διʼ ἡμέρας ὥσπερ ὀρχεῖται. ἢ ὅταν πληγῇ τελευτῶσα στρέφεται ὥσπερ ὀρχουμένη. Καλλίμαχος ἐν Ἑκάλῃ λέγει περὶ αὐτῆς.

Αἴθοψ: ὁ μέλας.

Αἴθουσα: ἡ στοά.

Αἴθω: τὸ καίω.

Αἰθώ: ὄνομα πόλεως.

Αἴθων: ὁ βίαιος λιμός. ἀπὸ Αἴθωνος Ἡλίου τινός· ὃς τὸ Δήμητρος ἄλσος κατέκοψε καὶ τιμωρίαν ὑπέστη ἀξίαν καὶ διὰ τοῦτο ἐλίμωττεν ἀεί.

Αἰθωνίδης: ὄνομα κύριον.

Αἴθρανος: τὸ γυναικεῖον ὑποπόδιον, ἐν ᾧ ὡς διʼ ὀπῆς αὐτῶν θερμαίνονται τοῖς κάρβωσιν.

Αἴθρει: χειμάζει.

Αἴθρη: ὄνομα κύριον.

Αἰθρηγενέτης.

Αἰθρία: ἔξω ὑπὸ τὸν ἀέρα. λέγεται δὲ καὶ ὕπαιθρον. καὶ ἡ εὐδία. Ξενοφῶν· οἱ δὲ τὰς οἰκίας ἐμπρήσαντες δίκην ἔδοσαν ὑπὸ τῆς αἰθρίας κακῶς σκηνοῦντες.

Αἴθρια στέφη: τὰ ἐξ Ὑπερβορέων κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα.

Αἰθριαίνης: ὄνομα κύριον.

Αἴθριξ: ὄνομα κύριον.

Αἴθριον· καὶ Αἴθριος, ὁ ὑπὸ τὸν ἀέρα.

Αἴθριππος: ὁ ταχύς.

Αἶθρον: τὸ καῦμα.

Αἴθυια: ἡ ἴγδη. καὶ ἡ θαλαττία ὄρνις. αἰθυίης ὑπὸ πτερύγεσσιν ἔλυσαν πείσματα νηός. αἱ γὰρ αἴθυιαι ὅταν δύνωσι, κάκιστος οἰωνὸς ὑπάρχει τοῖς πλέουσι. τὴν δὲ αἰτίαν λέγουσιν, ὅτι γαλήνης οὔσης οὐ τολμᾷ προϊέναι φοβουμένη τὰ θαλάσσια ζῷα, χειμῶνα δὲ προορωμένη προέρχεται, τῶν ἄλλων ζῴων ἐν ταῖς καταδύσεσιν ὄντων.

Αἴθυγμα: ὅρμημα. ὁ δὲ βασιλείαν ὠνειροπόλει καὶ αἴθυγμα ἀμηγέπη καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. ταύτῃ τοι καὶ ἐκποδὼν ἐγένετο τῷ ἀνδρὶ ὑπάτῳ γενέσθαι.

Αἴθυγμα: ἐπὶ πυρός.

Αἰθύξασα: κινήσασα. αὐτόθεν ἐξ εὐνῆς ὀλίγον ῥάκος αἰθύξασα.

Αἰθύσσω: τὸ θερμαίνω, ἐκτείνω. οὐδʼ ὑπὸ μαρμαρυγαῖς θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. καὶ Αἰθύσσων, διαλάμπων. εἰς Ἀνακρέοντος ἐπίγραμμα· αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης.

Αἰκάλλει: θωπεύει, κινεῖ, προτρέπεται. τὴν βασιλέως θεραπεύων καὶ ὑπαικάλλων δάφνην. λέγεται καὶ ὑπαικάλλειν. τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.

Αἰκάλλει: σαίνει. αἰκάλλει τι καρδίαν ἐμήν.

Αἰκανός: ὄνομα ὄρους.

Αἰκατερίνα: ὄνομα κύριον.

Αἴ κέν πως: ἐάν πως.

Αἴ κε πάθοι τά κʼ ἔρεξε, δίκη δʼ ἰθεῖα γένοιτο: χρησμὸς δοθεὶς περὶ τῶν Αὐρηλιανοῦ φόνων καὶ ἀδικιῶν. Ἀριστοφάνης· Ἀθηναίων πᾶς τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε· ποῦ ʼστι μʼ ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκε τῆς μαινίδος; τὸ τρυβλίον τὸ περυσινὸν τέθνηκέ μοι; ποῦ τὸ σκόροδον τὸ χθεσινόν; τίς τὰς ἐλάας παρέτραγε; ταῦτα μικροπρεπῆ πάντα. τὸ δὲ τέθνηκεν, ἀντὶ τοῦ κέκλασται.

Αἴ κε ποθί: ἐάν ποτε.

Αἰκία: ὕβρις ἔμπληγος. καὶ μὴν ἡ ἄλλη αἰκία καὶ ἰσομοιρία τῶν κακῶν ἔχουσά τινα ὅμως τὸ μετὰ πολλῶν κούφισιν, οὐδʼ ὣς ῥᾳδία οὐδʼ ἐν τῷ παρόντι ἐδοξάζετο.

Αἰκία: ἡ τρῶσις.

Αἰκίας: εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλʼ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν.

Αἰκίζει: κακοῖ, τύπτει, καθυβρίζει.

Αἰκισμός.

Αἰκίστρια: ἡ αἰκίζουσα. καὶ Αἰκίστριος.

Αἶκλος: ὄνομα κύριον.

Αἶκνον: τὸ σύνδειπνον.

Αἰκόλος: ὄνομα κύριον. καὶ ὄνομα ὄρους.

Αἱ λαχάνων προσθῆκαι: ἐπὶ τῶν μὴ μίαν ὄνησιν ἐμποιούντων.

Αἰλία: ὄνομα πόλεως. ἡ Ἱερουσαλήμ.

Αἰλιανός, ἀπὸ Πραινεστοῦ τῆς Ἰταλίας, ἀρχιερεὺς καὶ σοφιστής, ὁ χρηματίσας Κλαύδιος· ὃς ἐπεκλήθη μελίγλωσσος ἢ μελίφθογγος· καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ αὐτῇ ἐπὶ τῶν μετὰ Ἀδριανὸν χρόνων.

Αἰλιανός· οὗτος ἐπὶ Οὐάλεντος ἐστρατήγησεν. ἦν δὲ ἐκ Συέδρων, ἐλεύθερος ἄγαν, καὶ ἀνεστηκὼς ἐκ παιδὸς τὴν ψυχὴν γενόμενος ἀφθόνως ἐχορηγήθη τὰ περὶ τοῦ σώματος· τὰ γὰρ ὄργανα συνεπεπήγει καὶ ἐνέτρεχε τοῖς τῆς ψυχῆς κινήμασιν, ὥσθʼ ἅμα τι πρᾶξαι ἐδέδοκτο καὶ ἐπέπρακτο. καὶ παιδείας οὔτε ἐντὸς ἦν οὔτε ἄμοιρος, ἀλλʼ ἦν ἀγροικότερος, ὅσον θυμοειδέστερος, καὶ τὸ θηριῶδες τοῦ θυμοῦ καὶ ἄγριον οὐκ ἐξημέρωτο καὶ κατείργαστο ὑπὸ τοῦ λόγου.

Αἴλινον: εἶδος θρήνου καὶ ᾠδῆς. αἴλινον ὠκυμόρῳ με λεχωίδι τοῦτο κεκόφθαι τῆς Διοδωρείου γράμμα λέγει σοφίης.

Αἴλινον: κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν· ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης.

Αἴλινος: ὀδυρτική, θρηνητική. οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή.

Αἴλιος Ἀδριανός· ζήτει ἐν τῷ βδέλυγμα ἐρημώσεως.

Αἴλιος: ὄνομα ἐθνικόν.

Αἴλουρος: τὸ ζῷον.

Αἷμα: τὸ ζωτικὸν τοῦ ἀνθρώπου.

Αἷμα: καὶ τὸ γένος. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. καὶ τὸ ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Σοφοκλῆς δʼ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἷμά φησιν.

Αἱμαλέας· ὀκτὼ θώρηκας, τόσσας δʼ αἱμαλέας κοπίδας.

Αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ· ἥν τινες ἅρπεζον. καὶ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον τοῦτο αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν.

Αἱμασιαῖς: τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις.

Αἱμάτη.

Αἵματι κλαίειν: καθʼ ὑπερβολήν, οὐ δάκρυσιν. ἐφʼ ὧν μὴ δύναιντο πεῖσαι πάντα πράττοντες, οὕτως ἔλεγον οἱ ἀρχαῖοι. οὐδʼ ἂν πείσῃ αὐτόν, οὐδʼ αἵματι κλαίων. λέγουσι δὲ καί, οὐδʼ ἂν αἵματι στένων πείσειεν.

Αἱματόεντα: αἱματώδη.

Αἱματοπότης: ὁ φονεύς. οἰκείως δὲ ἐπὶ τοῦ δράκοντος, αἱματοποτεῖ γὰρ τὸ ζῷον, καὶ ἐπὶ τοῦ ἀλλαντοπώλου· τὰ γὰρ ἔντερα καὶ τοὺς ἀλλᾶντας μετὰ αἵματος καὶ πιμελῆς καὶ ἀλφίτων φυρῶντες πληροῦσιν. αἱματοπότην οὖν τὸν τὸ αἷμα καταναλίσκοντα καὶ ὥσπερ ἐκροφοῦντα. διὰ τοῦ ω μεγάλου ὡς ὑδροπώτης.

Αἵματος ἆσαι Ἄρηα: αἵματος κορέσαι. ἢ αἵματι μολῦναι καὶ χρῶσαι. ἄση γὰρ ἡ ῥυπαρία. ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο. ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες.

Αἱματωπός: ὁ τοὺς ὦπας ᾑμαγμένους ἔχων.

Αἱμηρόν: αἵματος πλῆρες.

Αἰμιλία, Σκιπίωνος τοῦ μεγάλου γυνή· ᾗ συνέβαινε μεγαλοπρεπῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς θυσίαν ἀργυρᾶ καὶ χρυσᾶ πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν — τουτέστι τὴν ὕπαρξιν — εὐθέως μετὰ τὸν Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη πολλοῖς χρόνοις, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεωκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν.

Αἰμιλιανός: ὄνομα κύριον.

Αἰμίλιος: ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς καὶ ἱκανὸς ὤν. ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπών, ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα; ἐπί τινος βασιλικοῦ θρόνου πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον δασμόν τε φέρειν βραχὺν καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον, ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων, ὅτι Ῥωμαίους τῶν ὑπαρξάντων ἐς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. ὁ γοῦν Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν — ἦσαν δὲ πολλοὶ καὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι — τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε πρὸς αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων πρέσβεις εἱστία πολυτελῶς τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι.

Αἵμιλλος: ὄνομα κύριον.

Αἵμνιον: τὸ ἄγγος. τὸ αἱμοδόχον.

Αἱμοβόρος: ὁ αἷμα ἐσθίων.

Αἱμονία: ὄνομα κύριον.

Αἱμόνιος, Ῥωμαῖος, κατὰ τὸν Περσῶν πρὸς Ἀθηναίους πόλεμον τραυματίας δραμὼν εἰς Ἀθήνας καὶ εἰς τοὺς πρυτάνεις εἰσελθὼν εἶπεν αὐτοῖς· χαίρετε καὶ χαίρομεν. καὶ πεσὼν ἀπέθανεν.

Αἱμόρρους: γένος ἔχεως ἐν τοῖς πετρώδεσι χηραμοῖς ἔχον τὰς διατριβάς.

Αἱμοπότης: ὁ φονεύς.

Αἱμωδεῖν: τὸ αἱμωδιᾶν· καὶ τοὺς ὀδόντας ὀδυνᾶσθαι.

Αἱμωδία.

Αἱμωπούς: αἱματοχαρεῖς. ἃ πάρος αἱμωποὺς ἐστυφέλιξε λύκους.

Αἱμύλα. καὶ Αἱμύλος, κόλαξ, ἀπατεών. τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν. παροξυτόνως τὸ αἱμύλος, Τερτύλος, Ῥωμύλος, Αἰσχύλος. καὶ Αἱμυλώτατος.

Αἰμύλιος: ὄνομα κύριον.

Αἰναρέτη. καὶ Αἰναρέτης, ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος.

Αἰνέας: ὄνομα κύριον.

Αἰνείας· οὗτος ἔγραψε περὶ πυρσῶν, ὥς φησι Πολύβιος, καὶ περὶ στρατηγημάτων ὑπόμνημα.

Αἰνειάδες: οἱ ἐκ τοῦ Αἰνείου καταγόμενοι. Αἰνειᾶνες δὲ ὄνομα ἔθνους. καὶ Αἰνιεῖς, πληθυντικῶς.

Αἰνεῖτε· αἰτιατικῇ.

Αἰνή: ἡ δεινή. Αἴνη δὲ τὸ τῆς Σικελίας ὄρος.

Αἱ νῆτται: αἱ νῆσσαι. Αἰνῖται δὲ οἱ ἀπὸ τῆς Αἴνου.

Αἰνίζω καὶ Αἰνίσσω: τὸ ἐν παραβολαῖς λαλῶ.

Αἰνίγματα: ζητήματα.

Αἴνικος, Ἀθηναῖος, κωμικός. ἔστι δὲ τῆς ἀρχαίας κωμῳδίας. δράματα αὐτοῦ Ἄντεια. ἔστι δὲ καὶ Αἴνιος σοφιστής, οὗτινος βιβλία αἱ Μετάβολοι.

Αἰνικτά: ἄγνωστα, κεκρυμμένα. ὡς πάντα γʼ αἰνικτὰ κἀσαφῆ μοι λέγεις.

Αἴνιον καὶ Αἰνίους: πόλεις. συνέβαινε δὲ τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν, προσφάτως δὲ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς δὲ πρὸς Μακεδονίαν.

Αἶνος: πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννησίοις κατῴκισαν, ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. καὶ ἐξ αὐτοῦ Αἰνίτης, ὁ πολίτης.

Αἰνίττεται: ἀντὶ τοῦ δηλοῖ. Ἀριστοφάνης· δοκέω μὲν ὡς Κλέωνα τοῦτʼ αἰνίττεται. καὶ αἰνίττεσθαι δὲ τὸ λεληθότως περί τινος λέγειν.

Αἰνοβίας: πολεμικός. Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα πᾶσʼ ἐπὶ πυρκαϊῆς ἥδʼ ἐβόησε πόλις.

Αἰνόθεν αἰνῶς: λίαν δεινῶς· ἐκ δεινοῦ· τὸ γὰρ αἰνόθεν γενική.

Αἰνόμορος: ὁ κακόμορος.

Αἶνος: λόγος παροιμιώδης. ἢ ἔπαινος, καὶ ἐγκώμιον. αἶνός τίς ἐστιν· ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ, ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δʼ ὅμως, ἐπὶ ξύλου με κοὐ ξύλου καθημένην, λίθῳ τε κοὐ λίθῳ με βαλὼν διώλεσεν. εὐνοῦχος, νυκτερίς, νάρθηξ, κίσσηρις. αἶνος διαφέρει μύθου τῷ τὸν αἶνον μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ πρὸς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τι καὶ διδάσκειν· ὅπερ καὶ Ἡσίοδος φαίνεται πεποιηκώς. Αἰνὸς δὲ ὀξυτόνως ὁ δεινὸς ἄνθρωπος. καὶ Αἶνος, ἔπαινος, ὕμνος, δόξα.

Αἰνῶ: παραιτοῦμαι. Σοφοκλῆς. καὶ ἐπαινῶ. καὶ Αἰνῶ σε.

Αἰνών· ἀπὸ τοῦ εὐαγγελίου. ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ.

Αἰνοίην: ἀντὶ τοῦ συγκατένευσα.

Αἴνυτο: ἀφῄρητο, ἐλάμβανε. καὶ Αἴνυσθαι ὁμοίως.

Αἴξ, αἰγός. καὶ παροιμία· Ἡ αἲξ δοῦσα τὴν μάχαιραν. Κορινθίων γὰρ Ἥρᾳ Ἀκραίᾳ θυόντων, ἣν λέγεται ἱδρῦσαι Μήδειαν, οἱ ἐν τῇ παρόχῳ μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπτοντο ἐπιλελῆσθαι. ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν.

Αἲξ τὴν μάχαιραν.

Αἲξ οὐρανία: τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐπεψήφιζον καὶ ἐχειροτόνουν. ὁ δὲ Κρατῖνος καθάπερ τοῦ Διὸς αἶγα Ἀμαλθείαν τροφόν, οὕτως καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες καὶ καταλαμβάνειν. Αἲξ οὖν οὐρανία, ἐπὶ τῶν τυγχανόντων ὅσων βούλονται. τὴν γὰρ αἶγα τὴν Διὸς τροφὸν κατηστερίσθαι φασί. καί φασι τὸν ἐπιφθασάμενον ἐπιτέλλουσαν αὐτὴν ἐπιτυγχάνειν ὅσα ἂν εὔξηται.

Αἲξ Σκυρία: ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων· φασὶ γὰρ αὐτὰς πολὺ γάλα ἐχούσας, ἐπειδὰν ἀμελχθῶσιν, ἀνατρέπειν τὸ ἀγγεῖον.

Αἰξωνεύεσθαι: τὸ κατηγορεῖν βλασφημοῦντα. μετῆκται δὲ ἀπὸ τοῦ δήμου τῶν Αἰξωνέων· βλάσφημοι γὰρ κωμῳδοῦνται.

Αἰξωνεύς: ὁ βλάσφημος. σημαίνει δὲ καὶ τὸν τὰς αἶγας ὠνούμενον.

Αἰξωνεία: ἡ βλασφημία.

Αἰξωνηίς: δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι. ἀφʼ οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον.

Αἰξωνίδα τρίγλην· δοκοῦσιν αὗται κάλλισται εἶναι καὶ τῶν ἄλλων διαφέρειν ταύτῃ.

Αἰόλαν: πηδητικήν. αἰόλαν χορείαν ἐφθεγξάμεθα βρεκεκέξ.

Αἰόλαν: σκοτεινήν.

Αἰόλλει: ποικίλλει, στρέφει, πλανᾷ.

Αἰόλη νύξ: ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄστρα.

Αἰόλιος: ὄνομα κύριον.

Αἰολοκένταυρος.

Αἰολομίτρης: ποικίλην ἔχων μίτραν.

Αἰολόπωλος: ποικίλους ἵππους ἔχων.

Αἴολος: ὄνομα κύριον.

Αἰόλος: εὐκίνητος, ποικίλος. ἢ ταχύς· παρὰ τὴν ἄελλαν, ἥτις ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν.

Αἰονῶ: τὸ βρέχω.

Αἰών: ὁ νωτιαῖος μυελός· ἢ χρόνος ἀΐδιος. σημαίνει δὲ εʹ. Αἰὼν καὶ ὁ παρὼν βίος. Δαβίδ· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.

Αἰῶνα: ζωήν, βίον. Σοφοκλῆς· ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν θάνῃ τις, οὔτʼ εἰ χρηστός, οὔτʼ εἰ κακός. ἐγὼ δὲ τὸν ἐμὸν καὶ πρὶν εἰς ᾅδου μολεῖν, ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν.

Αἰωνίζει: διὰ παντὸς μένει.

Αἰωνίου μακαριότητος.

Αἰωνοάριος: ὁ Ἰαννουάριος μήν. οὕτως Λογγῖνος αὐτὸν ἑρμηνεῦσαι βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα.

Αἰῶνος ἄγαλμα· ζήτει ἐν τῷ διαγνώμων.

Αἰώρα: ἀγχόνη, ὕψωσις, ἔπαρσις. ὡς δʼ οὐκ ἐφικνεῖτʼ, ἀλλʼ ἔκαμνε πηδῶσα, οὐδὲν κρεμαστῆς σχοῦσα πλεῖον αἰώρας, παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην.

Αἰωρηθέντες: ἀντὶ τοῦ μετεωρισθέντες.

Αἰώρημα.

Αἰωρήσεις: κρεμάσεις.

Αἰωροῦνται: κρέμανται. εἰς ὃν τὰ τῶν Καρχηδονίων αἰωρεῖτο πράγματα.

Ἇιπερ: ὥσπερ.

Αἴπει: τῷ ὑψηλῷ. ἡ εὐθεῖα αἶπος οὐδετέρως.

Αἴπεια: ὄνομα πόλεως.

Αἰπεινή: ὑψηλή. αἰπεινὴν ἐλάτην ἔρις ὤρορεν αἴσυλα φάσθαι. καὶ Αἰπειναῖς, ὑψηλαῖς, μακραῖς. ἐν Μύθοις· αἰπειναῖς ἐλάταις ἔρισε βατίς· ἡ μὲν ἔειπε καὶ ναῦς καὶ νηοὺς τεμνομένη τελέειν.

Αἰπεινός: ὁ χαλεπός.

Αἰπήεσσα: ὑψηλή.

Αἰπολή.

Αἰπόλια: αἰγονόμια. καὶ Αἰπόλος, αἰγονόμος. καὶ Αἰπολῶ· δοτικῇ.

Αἰπύ: ὑψηλόν, μέγα. Λευκάδος αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον. σὺ δʼ ὁ τὸν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμάς.

Αἰπύκερως ἔλαφος: ὑψηλὰ κέρατα ἔχων.

Αἰπύς: ὁ ὀλέθριος.

Αἰπὺ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι: μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερές.

Αἶρα: ὁ σῖτος. σημαίνει δὲ καὶ τὴν σφαῖραν. καὶ ὄνομα πόλεως.

Αἴρασθαι: προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ· οὐ σῖτον αἴρεσθʼ, οὐχ ὕπνου λαχεῖν μέρος.

Αἶρε: πρόσφερε. Ὅμηρος· μή μοι οἶνον ἄειρε. καὶ Ἀριστοφάνης· αἶρʼ, αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ.

Αἶρε δάκτυλον: παροιμία. τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. καὶ Πολύβιος· ὁ δὲ προσπεσὼν αἴρεται νίκην εὐτυχεστάτην.

Αἱρεθέν: θεληθέν.

Αἶρε μασχάλην: ἐπὶ τοῦ ὀρχήσασθαι.

Αἶρε πλῆκτρον: τουτέστιν ὅπλον ἀμυντήριον. ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων· κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, ἐν οἷς μάχονται· ἃ ἡμεῖς κέντρα λέγομεν τῶν ὀρνίθων, οἱ δὲ πλῆκτρα. πλῆκτρα δέ εἰσι τὰ ἐμβαλλόμενα τοῖς πλήκτροις τῶν ἀλεκτρυόνων τὰ χαλκᾶ.

Αἵρεσις: καταστροφή, κατάλυσις. διὸ καὶ πρώτῳ τῶν ἄλλων ἐπέθεντο διʼ ἐπιβουλῆς, ἵνα σφίσι τὸ λεγόμενον ἐξ ἄκρας ἡ αἵρεσις γένηται τῶν θεοφιλῶν καὶ ἀρχαιονόμων ἠθῶν τε καὶ ἐπιτηδευμάτων.

Αἵρεσις: ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδʼ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτʼ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφʼ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς διʼ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφʼ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφʼ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός.

Αἱρέσιος: ὄνομα κύριον.

Αἱρεσιῶτις πολιτεία: ἡ τῶν αἱρετικῶν. ζήτει περὶ αἱρέσεως ἐν τῷ Ἀρειανός.

Αἱρετίζω: τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ αἰτιατικῇ· Αἱρετίζω σημαίνει τὸ προαιροῦμαι. ἐξ οὗ καὶ αἱρετισάμενος. καὶ ᾑρετίσατο.

Αἱρετικός. ζήτει ἐν τῷ Ἀπολινάριος.

Αἱρετόν: ἐπιθυμητόν. τοῦτο τριχῶς λέγεται· τὸ καλόν, τὸ ἡδύ, τὸ συμφέρον. ᾧ δὴ ταῦτα πάντα ὑπάρχει καὶ διὰ πάντα αἱρετόν, τοῦτο τῶν μὴ πάντα ἐχόντων αἱρετώτερον· οἷον ἡ φρόνησις. καὶ αὖθις· ὁ δὲ Αὐρηλιανὸς ὁ βασιλεὺς μᾶλλον ἀναγκαῖος ἦν στρατηγὸς ἤπερ αἱρετὸς βασιλεύς, ἐν παντὶ καιρῷ δυσχερὴς ὢν καὶ ἀπρόσιτος, ὡς μηδὲ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός.

Αἱρετοὶ δικασταί· ζήτει ἐν τῷ Ἀμφικτυόνες.

Αἱρετώτερον: προκριτώτερον. οὐκ ἐκ παραλλήλου κεῖται τὸ αἱρετώτερον τοῦ βελτίονος, ἀλλʼ ἐπὶ πλεῖον τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρετοῖς καὶ μόνοις, τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις· καὶ γὰρ ἐν θεωρητικοῖς καὶ φυσικοῖς καὶ λογικοῖς ἡ ζήτησις ἡ τοῦ βελτίονος· ὁ γὰρ ζητῶν ποτέρα βελτίων οὐσία, ἡ κινουμένη ἢ ἀκίνητος, φυσικὸν μεταχειρίζεται πρόβλημα, λογικὸς δὲ ὁ ζητῶν πότερον βέλτιον ἐπαγωγὴ ἢ συλλογισμός, θεωρητικὸς δὲ ὁ ζητῶν πότερον ἡ φρόνησις πρακτικωτέρα ἢ θεωρητικωτέρα.

Αἱρεύμενος: ἀφαιρούμενος.

Αἰρετρία: πόλις.

Αἱρεῖ: ἀναιρεῖ, φονεύει. Σοφοκλῆς· πόλεμος γὰρ οὐδένʼ ἄνδρʼ ἑκὼν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.

Αἱρεῖ: καταλαμβάνει. καὶ Αἱρεῖν, κατὰ κράτος τι λαμβάνειν, καὶ καταλαμβάνειν.

Αἴρειν: αὔξειν. ἢ τράπεζαν παρατιθέναι, ἢ αἴρειν.

Αἴρειν ἔξω πόδα πηλοῦ: ἐπὶ τῶν βουλομένων μὴ ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίας. Αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἶρʼ, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. καὶ Συναριστώσαις· ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλʼ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφʼ ἡμῶν.

Αἱρεῖς: δοξάζεις, ἡγῇ. ἐκ τοῦ Θεολόγου· καὶ ὁ λόγος αἱρεῖ μὴ τιθέναι πρόσκομμα.

Αἱρεῖσθαι: ἐργάζεσθαι.

Αἱρῇ: βούλει. ἐπείπερ αὐτὸς αἱρῇ λέγειν.

Αἱρησαμένων: βουλευσαμένων.

Αἱρήσασθαι: λαβεῖν.

Αἱρήσεται: λήψῃ.

Αἱρήσειν: κρατήσειν, συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι.

Αἱρήσω τάχα: οἱ πειρώμενοι μετελθεῖν τινας εἰώθασι τοῦτο λέγειν. καὶ Αἱροῦντες ᾑρήμεθα, ἐπὶ τῶν ἐλπισάντων κρατήσειν τινῶν καὶ ὑπʼ ἐκείνων ἁλόντων. αἱροῦντες οὖν ᾑρήμεθα, δοκοῦντες κρατεῖν ἐλήφθημεν.

Αἱρήσομαι: λήψομαι, σκέψομαι, βουλεύσομαι.

Αἱρείτω: κατασχέτω.

Αἱρισέων: ὄνομα ἔθνους. καὶ Αἱρισεύς.

Αἰρόμενος: φερόμενος.

Αἰρόπινον: σκοτεινόν· καὶ τὸ κόσκινον, ἐν ᾧ πυροὶ σήθονται, ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν.

Αἱρούμενος: βουλόμενος. καὶ Δεῖπνον αἱρουμένοις, ἀντὶ τοῦ ἑλομένοις δειπνεῖν. καὶ Αἱρῇ, ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. σῖτόν τε αἱρῇ τὸν αὐτὸν ἐκείνοις καὶ πόμα παραπλήσιον.

Αἴρω: τὸ ἐπαίρω· αἰτιατικῇ.

Αἶσα: ἡ μοῖρα. ἐν Ἐπιγράμμασιν· οὐ φθονέω· τὴν σὴν ἤθελον αἶσαν ἔχειν. καὶ Αἶσα, ἡ μανία. τὸν αἶσʼ ἄπλαστος ἴσχει. τουτέστιν ἡ μανία.

Αἴσακος: ὁ κλάδος τῆς δάφνης, ὃν κατέχοντες ὕμνουν τοὺς θεούς.

Αἴσηπος: ὄνομα ποταμοῦ.

Αἴσιμα: τὰ προσήκοντα, παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθήκοντα, ἢ τὰ ἀγαθά. ἔσθʼ ὅτε δὲ τὰ εἱμαρμένα.

Αἰσιμία: ἡ μαντεία.

Αἴσιμος: ὁ χωλὸς καὶ ἄτιμος καὶ ἀμαθής. Ἀριστοφάνης· σκοπεῖσθʼ ἕκαστος ὅ τι κερδανεῖ· τὸ δὲ κοινόν, ὥσπερ Αἴσιμος κυλίνδεται.

Αἴσιον: τὸ καλόν, μέτριον, δίκαιον. καὶ Ὑπεραίσιον, τὸ ὑπὲρ τὴν μοῖραν, ὑπὲρ τὸ προσῆκον.

Αἴσιος: ὁ καθήκων, ἀληθής. Μένανδρος· ἀλλʼ οὐκ αἰσίως αὐτοῖς ἀπέπνευσεν ἡ τύχη· οἱ γὰρ ἐθελοκακοῦντες οὐχ ὑπεστάλησαν. καὶ αὖθις· καὶ τοῦτο οὐκ αἴσιον δόξαι ἂν βασιλεῖ. ὅτι Δημοσθένης συνεφιλολόγησεν Αἰσίωνι τῷ Ἀθηναίῳ.

Αἴσθεσθαι· γενικῇ· ἐνεστῶτος· αἰσθέσθαι δὲ ὑπερσυντελικός.

Αἰσθάνεσθαι· γενικῇ. τοῦτο δύο σημαίνει, τὸ κατὰ δύναμιν καὶ κατʼ ἐνέργειαν. αἰσθάνεσθαι τοίνυν λέγονται οἱ κοιμώμενοι δύναμιν ἔχοντες τοῦ αἰσθάνεσθαι.

Αἰσθέσθαι καὶ Αἰσθάνεσθαι διαφέρει. τὸ μὲν γὰρ αἰσθέσθαι ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τι. καὶ περὶ μὲν τοῦ αἰσθάνεσθαι Ἀντιφῶν ἐν Προοιμίοις· ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένος ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶς ᾐσθημένος ἠδικημένους καὶ τοὺς ἄλλους πολίτας. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην φησίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχιβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ εἰδέναι. Ἰσαῖος· τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντες τὰ μὲν αὐτοὶ συνειδότες, ὅτι ὑγίανεν ὁ παῖς, τῶν ἑωρακότων αἰσθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι.

Αἰσθήσεις εʹ· ὅτι τρανεστέρα ἡ ὄψις τῆς ἀκοῆς, καὶ αὕτη τῆς ὀσφρήσεως, ἡ ὄσφρησις τῆς γεύσεως καὶ τῆς ἁφῆς. ἡ μέντοι ἁφὴ δοκεῖ μηδὲ αἴσθησις εἶναι· ἑκάστη γὰρ τῶν ἄλλων αἰσθήσεων περὶ μίαν τινὰ τῶν αἰσθητῶν τὴν ἀντίθεσιν ἐνεργεῖ καὶ ταύτης μεταξύ, οἷον ὄψις μὲν περὶ τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὰ τούτου μεταξὺ χρώματα, ἀκοὴ περὶ τὸν βαρὺν καὶ τὸν ὀξὺν φθόγγον καὶ τοὺς μεταξύ, ὄσφησις περὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες, γεῦσις περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ τούτου μεταξύ. ἡ μέντοι ἁφὴ περὶ πλείους ἀντιθέσεις ἔχει οὐκ οὔσας ὑπαλλήλους· περί τε γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καὶ τὸ σκληρὸν καὶ μαλακόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ μανὸν καὶ τὸ πυκνόν· ἅπερ ὑπάλληλα εἶναι οὐ δύναται. ὅτι αἱ αἰσθήσεις τῶν μειζόνων αἰσθητῶν ἀντιλαμβανόμεναι οὐκέτι μετʼ ἐκείνων τῶν ἡττόνων ἀντιλαμβάνεσθαι δύνανται· ὁ γὰρ πληκτικωτέρων χυμῶν γευσάμενος τῶν ἠρεμαιοτέρων οὐκ ἐπαισθάνεται, καὶ ὁ μεγάλων ψόφων ἀκηκοὼς πρὸς τοὺς ἥττους ἐστὶν ἀνεπαίσθητος, καὶ ὁ πρὸς ἥλιον ἀτενίσας ἀναγνῶναι οὐ δύναται οὐδὲ τῶν ἄλλων ἀκριβῶς ὁρατῶν ἀντιλαμβάνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἁφῆς. ὁ δὲ νοῦς τούτοις ἐναντίως ἔχει· ὅσῳ γὰρ τῶν μειζόνων νοητῶν ἀντιλαμβάνεται, τοσοῦτον καὶ ἀκριβέστερός ἐστι πρὸς τὴν ἀντίληψιν τῶν ἡττόνων. καὶ τὰς μὲν αἰσθήσεις αἱ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσιν· ὑπερβολὴ γὰρ φωτὸς ἢ ζόφου ἔφθειρε τὴν ὄψιν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· τὸν δὲ νοῦν τῶν μειζόνων νοητῶν ἡ ἀντίληψις ὀξυδερκέστερον ποιεῖ. ζήτει καὶ ἄλλα περὶ αἰσθήσεως ἐν τῷ μήνιγξ. ὅτι κοινὰ αἰσθητὰ εʹ· αʹ κίνησις, βʹ ἠρεμία, γʹ ἀριθμός, δʹ σχῆμα, εʹ μέγεθος. κοινὰ δὲ ταῦτα εἶναι λέγονται, οὐχ ὅτι ἓν ἕκαστον αὐτῶν πάσαις ταῖς αἰσθήσεσιν ὑποπίπτει, ἀλλʼ ὅτι ἕκαστον πλείοσι καὶ οὐ μιᾷ, τινὰ δὲ καὶ πάσαις ἅμα. τὸ μὲν γὰρ μέγεθος κοινόν ἐστιν αἰσθητὸν ὄψεως καὶ ἁφῆς· ὁρῶμεν γὰρ ὅτι μέγας ἐστὶ τυχὸν ὁ ἄνθρωπος, καὶ ἁπτόμενοι αἰσθανόμεθα ὅτι μέγας ἢ μικρὸς ὁ προσπεσὼν ὄγκος, καὶ τὸ διάστημα. ἤδη δὲ καὶ ψόφου λέγομεν ᾐσθῆσθαι μεγάλου ἢ μικροῦ, ἀλλʼ ἐνταῦθα κατὰ ἀναλογίαν τὸ μέγεθος εἴληπται, οὐ κυρίως. μέγεθος γὰρ νῦν λέγομεν τὸ συνεχὲς τῶν κοινῶν εἶναι αἰσθητῶν· ὁ μέντοι μέγας ψόφος ποσότητός ἐστιν ἐπιτεταμένης καὶ ἀνειμένης δηλωτικός, διὸ τὸ ἀμυδρὸν ἢ σφοδρὸν κυριώτερον ἐπὶ τῶν ψόφων ἁρμόζει λέγειν. τὸ δὲ σχῆμα κοινὸν ὄψεως καὶ ἁφῆς. σχῆμα δὲ οὐ τὸ τρίγωνον ἢ κύκλος — τοῦτο γὰρ λόγου ἐστὶ τὸ εἰπεῖν ὅτι σχῆμά ἐστι τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἢ ὑπὸ τριῶν ἢ ὁσωνδήποτε —, ἀλλʼ ὅ τι ἁπλῶς περιγέγραπται, πᾶσα δὲ περιγραφὴ κατά τι τῶν σχημάτων γίνεται. καὶ τὰ ἄλογα γοῦν ὅταν ἐπὶ μικρὸν ὕψος καὶ ἐπανάστημα γῆς ἐμπέσωσιν, ἐπιβαίνουσι διελθεῖν, ἅτε δὴ ἐπιστάμενα ὡς περιγέγραπται τὸ μέγεθος, καὶ οἷά τέ ἐστι διελθεῖν· εἰς δὲ ὑψηλὸν καὶ ἀπόκρημνον ἐμπεσόντα οὐκ ἐπιχειρεῖ παρελθεῖν συναισθόμενα τοῦ μεγέθους τοῦ σχήματος. ὁ δὲ ἀριθμὸς κοινόν ἐστιν αἰσθητὸν πασῶν· ὁρῶμεν γὰρ ὅτι εʹ τυχὸν ἄνθρωποι, ἀλλὰ καὶ ψηλαφῶντες τοῦτο αὐτὸ ἴσμεν, καὶ μὴν καὶ ἀκούοντες. ὅτι αἴσθησις διαφέρει φαντασίας. καὶ ζήτει ἐν τῷ φαντασία.

Αἰσθητήριον καὶ Αἰσθητόν.

Αἴσθομαί σου: τὸ αἰσθήσεως ἐπιλαμβάνομαι.

Αἰσθόμενοι· γενικῇ. νοήσαντες. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι.

Αἴσθων: αἰσθανόμενος, καὶ βασανιζόμενος, ἢ ἐκπνέων.

Αἰσούρ: ὄνομα κύριον.

Αἰσώπειον αἷμα: ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αἴσωπον οἱ Δελφοί. Αἰσώπειον οὖν αἷμα, ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων. Δελφοῖς γὰρ συνέβη τὸ δαιμόνιον ὀργισθῆναι, ἀδίκως ἀνελοῦσιν Αἴσωπον.

Αἴσωπος, Μιθριδάτου ἀναγνώστης. ἔγραψε περὶ Ἑλένης· ἐν ᾧ φησι Πᾶνα ἰχθὺν καλεῖσθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑρίσκεσθαι, ὃς ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα. ἔγραψε καὶ Μιθριδάτου ἐγκώμιον.

Αἴσωπος, Σάμιος ἢ Σαρδιανός, Εὐγείτων δὲ Μεσημβριανὸς εἶπεν, ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιός, ὅ ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίσῳ φιλούμενος, τοῖς χρόνοις πρὸ Πυθαγόρου· ὃς μεσοῦν ἐπὶ τῆς μʹ Ὀλυμπιάδος. ἔγραψε τὰ ἐν Δελφοῖς αὐτῷ συμβάντα ἐν βιβλίοις βʹ. μᾶλλον δέ τινές φασι τὸν Αἴσωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπʼ αὐτῶν κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν κατὰ τὴν νδʹ Ὀλυμπιάδα. οἰκέτην δὲ γενέσθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρός τινος Σαμίου Ἰάδμονος, οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ.

Αἴσωπος: ὁ τῶν μύθων ποιητής, Σάμιος, δοῦλος οὐ τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὲν οὐδὲ κατʼ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ καὶ τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δέ τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος. ὅτι Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτʼ ἐκεῖνος εἶπεν· ὦ κύον, κύον, εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκῇς. ὅτι τὸν Αἴσωπόν φασί τινες ὡς τοσοῦτον ἄρα θεοφιλῆ γενέσθαι ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα. ἐγώ. ψυχὴ δʼ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ.

Αἴστωρ: ὁ ἁγνός.

Αἰσυήταο, τοῦ Αἰσυήτου.

Αἰσυητῆρι: χοιροβοσκῷ.

Αἴσυλα: παράνομα, ἄδικα. ἐν Μύθοις· αἰπεινὴν ἐλάτην ἔρις ὤρορεν αἴσυλα φάσθαι.

Αἰσύμη: πόλις. καὶ Αἰσύμνη, πόλις.

Αἰσυμνητήρ: ὁ βασιλεύς.

Αἰσυμνῆται: οἱ ἀγωνοθέται. οἱ τοῦ ἀγῶνος προεστῶτες· ἢ οἱ νεανίαι· ἢ οἱ νεμηταί· ὅ ἐστι βραβευταί. καὶ Αἰσυμνήτας.

Αἰσυμνῆτις: ἡ δέσποινα.

Αἴσυμνος: ὄνομα κύριον.

Αἰσύφηλος: ὁ δειλός.

Αἰσχίνης, Χαρίνου, ἀλλαντοποιοῦ, φιλόσοφος Σωκρατικός. τινὲς δὲ Λυσανίου παῖδά φασιν, Ἀθηναῖον, Σφήττιον. διάλογοι δὲ αὐτοῦ Μιλτιάδης, Καλλίας, Ῥίνων, Ἀσπασία, Ἀξίοχος, Τηλαύγης, Ἀλκιβιάδης καὶ οἱ καλούμενοι Ἀκέφαλοι, Φαίδων, Πολύαινος, Δράκων, Ἐρυξίας, Περὶ ἀρετῆς, Ἐρασίστρατοι, Σκυθικοί.

Αἰσχίνης, Ἀθηναῖος, ῥήτωρ, υἱὸς Ἀτρομήτου καὶ Γλαυκοθέας, μαθητὴς δὲ κατὰ τὴν ῥητορικὴν Ἀλκιδάμαντος τοῦ Ἐλεάτου. τινὲς δὲ καὶ δούλους τοὺς γονεῖς αὐτοῦ γεγραφήκασιν. οὗτος ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανεν, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη. ᾤκησε μέντοι ἐν Ῥόδῳ καὶ ἐπαίδευσεν, ἡσσηθεὶς ὑπὸ Δημοσθένους τὸν περὶ τοῦ στεφάνου ἀγῶνα. πρῶτος δὲ πάντων τὸ θείως λέγεις ἤκουσε διὰ τὸ σχεδιάζειν, ὡς ἐνθουσιῶν.

Αἰσχίνης, Ἀθηναῖος, Ἀτρομήτου γραμματοδιδασκάλου καὶ Λευκοθέας τῆς τελεστρίας, αὐτὸς ὑποκριτής, εἶτα γραμματεύς, εἶτα ῥήτωρ, προδότης, ὁ Κερσοβλέπτην καὶ Φωκέας προδούς. γραψάμενος δὲ παρανόμων Κτησιφῶντα, στεφανοῦν γράψαντα Δημοσθένην, ἡττήθη καὶ ἔφυγεν εἰς Ῥόδον καὶ ἐπαίδευσεν ἐκεῖ.

Αἰσχίνης, ὁ τοῦ Λυσανίου. οὗτος παρὰ Διονύσιον εἰς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο. Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυροὺς ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου. καὶ ἵνα μὴ πλείους διαβάλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασσάνδρου γάμον ἐς Μακεδόνας κωμάσαι, ποιήματα ψυχρὰ ξυνθέντα δημοσίᾳ ταῦθʼ ὑπὲρ χρημάτων ᾆσαι.

Αἰσχίους: ἄνδρας ἀμόρφους.

Αἰσχίω: χείρω.

Αἶσχος: ἀτιμία.

Αἰσχρὰ γυνή: ἄμορφος. καὶ Αἰσχρόν, ἐπὶ κακοῦ. ταῦτα αἰσχρὰ μέν οἱ ἀμφʼ αὐτὸν ἐγίνωσκον καὶ τὴν ἀποχώρησιν οὔτε ἐν τῷ παραυτίκα εὐπρεπῆ οὔτε ἀσφαλῆ ἐς τὰ μέλλοντα.

Αἰσχρίων, Μιτυληναῖος, ἐποποιός, ὃς συνεξεδήμει Ἀλεξάνδρῳ τῷ Φιλίππου. ἦν δὲ Ἀριστοτέλους γνώριμος καὶ ἐρώμενος, ὡς Νίκανδρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν Ἀριστοτέλους μαθητῶν.

Αἰσχροκερδής· καὶ θηλυκὸν Αἰσχροκέρδεια.

Αἰσχρόν· Σοφοκλῆς· αἰσχρὸν γάρ ἐστι τοῦ μακροῦ χρῄζειν βίου κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται. τουτέστιν ὅστις ἀεὶ ἐν κακοῖς ἐξετάζεται. αἰσχροῦ εἴδη δʹ· ἄδικον, δειλόν, ἄκοσμον, ἄμορφον.

Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευσάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ. οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας Ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ, οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος.

Αἰσχύνει: αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησιν.

Αἰσχύνη πόλεως πολίτου ἁμαρτία.

Αἰσχύνομαι· αἰτιατικῇ. καὶ Αἰσχῦναι.

Αἰσχύνομαι ταῖς προτέραις ἁμαρτίαις.

Αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν: ἐν συνουσίᾳ.

Αἴτημα: ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν.

Αἰτήσασθαι: τὸ χρήσασθαι. Μένανδρος Τίτθῃ· ἢν ἄν τις ὑμῶν παιδίον ᾐτήσατο ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι. καὶ ἐν Ὕμνιδι· οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδα αἰτούμενος.

Αἴτησις· παρὰ Ἀριστοτέλει αἴτησίς ἐστι τοῦ ἐναντίου ἡ ἐν λόγοις παραγωγή, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκρινομένου καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρʼ αὐτοῦ λαμβάνειν καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἐναντιολογίαν τῶν ἀποκρίσεων.

Αἰτήσιος: ὁ αἰτῶν.

Αἰτηταί: οἱ παρά τινος τὶ αἰτοῦντες. οἱ δὲ Ῥόδιοι τῷ Περσεῖ οὐκ αἰτηταὶ τῆς εἰρήνης μᾶλλον ἢ δόται ὄντες ὑπερήφανα τοῖς Ῥωμαίοις διελέχθησαν.

Αἰτία καὶ Πανταιτία.

Αἰτίζων: ποιητικῶς. αἰτίζων ἀκόλους, οὐκ ἄορας, οὐδὲ λέβητας.

Αἴτιον· ὅτι τετραχῶς τὰ αἴτια· ὡς ὕλη, ὡς εἶδος, ὡς τέλος, ὡς ποιητικόν. καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεργὰ ἢ συναίτια, τὰ δὲ τελικά.

Αἰτιῶδες ψεῦδος: ἤτοι ὃ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον. οἷον διότι νύξ ἐστι, Δίων περιπατεῖ. σύνταξις· οἱ δὲ πεφευγότες ἦσαν ἀπὸ τῆς Μυσίας αἰτίαις τοιαῖσδε.

Αἰτιῶμαι. δοτικῇ. ἔστιν δὲ καὶ αἰτιατικῇ· εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις. τί ἡμῖν αἰτιᾷ ὡς αἰτίοις.

Αἰτναία πῶλος: ἡ μεγάλη. Αἰτναίας ἐπὶ πώλου βεβῶσαν.

Αἰτναῖον πῦρ: τὸ Σικελικὸν πῦρ, ἐκ τοῦ ὄρους τοῦ λεγομένου Αἴτνη. καὶ αἰτνίζοντος.

Αἴτνη: ὄρος Σικελίας.

Αἰτναῖος κάνθαρος: ὁ μέγας. διὸ καὶ τὸ ὄρος μέγα. Ἀρισταῖον μόνον τὸν γίγαντα περισωθῆναί φασι, καὶ οὔτε πῦρ οὐράνιον ἐπʼ αὐτὸν ἦλθεν, οὔτε Αἴτνη πιέζει αὐτόν.

Αἰτούμενος: κιχράμενος. Μένανδρος Ὕμνιδι· οὐ πῦρ γὰρ αἰτῶν, ἀλλὰ λοπάδα αἰτούμενος. τὸ μὲν αἰτῶν, εἰσαεὶ ἕξων, τὸ δὲ αἰτούμενος, λαβών, αὖθις ἀποδώσων.

Αἰτῶ· αἰτιατικῇ. αἰτοῦμαι.

Αἰτωλία: χώρα.

Αἰτώλιος.

Αἰτωλός: ὁ ἀπὸ Αἰτωλίας.

Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυστυχούντων.

Αἰφηρητιάδης: πατρωνυμικόν.

Αἴφνης: ἐξαίφνης.

Αἰφνίδιον: αἰφνιδίως.

Αἱ Χάριτες γυμναί: ὅτι δεῖ ἀφελῶς καὶ φανερῶς χαρίζεσθαι· ἢ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον περιῄρηνται.

Αἰχμαλωτίζω. καὶ Αἰχμαλωτεύω· αἰτιατικῇ.

Αἰχμάλωτος.

Αἰχμάσσουσι: δορατομαχήσουσιν.

Αἰχμή: ἡ ἐπιδορατίς, ὁ σίδηρος τοῦ δόρατος.

Αἰχμητής: πολεμικός.

Αἶψα: θᾶττον. λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο αἶψα τάδε κλυτοῦ δῶρα Λεωνίδεω. ἐν Ἐπιγράμμασι.

Αἶψα: ἀντὶ τοῦ ταχέως. καὶ Ὅμηρος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

Αἰψηρήν: ἀντὶ τοῦ αἰψηρῶς, ταχέως. λῦσαν δʼ ἀγορὴν αἰψηρήν. οὐκ ἐπὶ τῆς ἀγορᾶς. καὶ Αἰψηρός, ὁ ταχύς. ἀπὸ τοῦ ψαίρειν, ὃ σημαίνει τὸ ταχύνειν.