eul_wid: fjg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Women and Justice by Theodectes of Phaselis

The Fragments on Women and Justice is a modern compilation of fifty-nine surviving passages from the lost tragedies of Theodectes of Phaselis, a fourth-century BCE Greek dramatist and rhetorician. A pupil of both Plato and Isocrates, Theodectes enjoyed considerable renown in antiquity, though his works survive only in these excerpts, preserved by later authors such as Aristotle and the anthologist Stobaeus. The collection’s thematic title is an editorial construct, grouping fragments that prominently feature ethical quandaries, forensic argumentation, and the portrayal of women within mythological narratives. Written in Attic Greek verse, the fragments consist of dialogue and choral lyrics, indicating Theodectes’s skill in integrating sophisticated rhetorical debate into traditional tragic plots; some of his plays are known to have included invented trial scenes. These remnants are significant to scholars as evidence of the influence of contemporary philosophy and legal culture on fourth-century Athenian tragedy. Originally composed for performance at public theatrical festivals, Theodectes’s works were later studied primarily for their rhetorical artistry. Their survival is due entirely to indirect transmission, having been quoted over centuries for their sententious, argumentative, or linguistic merit long after the complete plays had vanished.

ΑΙΑΣ
ΑΛΚΜΕΩΝ
… σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος
ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτόν
γυναικός
Ἀλφεσίβοια μητέρα δὲ τὴν σὴν οὔτις ἐστύγει βροτῶν;
Ἀλκμέων ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν.
Ἀλφεσίβοια πῶς ...;
Ἀλκμέων τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.
ΕΛΕΝΗ
Ἑλένη θείων δʼ ἀπʼ ἀμφοῖν ἔκγονον ῥιζωμάτων
τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν;
ΛΥΓΚΕΥΣ
ΜΑΥΣΩΛΟΣ
ΟΙΔΙΠΟΥΣ
εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μία τίκτει
τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσʼ ὑπὸ τῆσδε τεκνοῦται
ΟΡΕΣΤΗΣ
δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν,
ταύτην θανεῖν, υἱόν τε τιμωρεῖν πατρί
ΤΥΔΕΥΣ
ΦΙΛΟΚΤΗΤΗΣ
κόψατε τὴν ἐμὴν χεῖρα …
Ἄγροικός τις γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλος·
ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ,
τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών,
τρίτον δʼ ἑλικτῷ βοστρύχῳ προσεμφερές.
ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο,
πέμπται δʼ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο,
αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν·
ἕκτον δʼ ὅπερ καὶ πρόσθεν εἶφʼ, ὁ βόστρυχος
ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον
ὅστις δὲ θνητῶν μέμφεται τὰ θεῖʼ, ὅτι
οὐκ εὐθὺς ἀλλὰ τῷ χρόνῳ μετέρχεται
τοὺς μὴ δικαίους, πρόφασιν εἰσακουσάτω·
εἰ μὲν γὰρ αὐτίκʼ ἦσαν αἱ τιμωρίαι,
πολλοὶ διὰ φόβον κοὐ διʼ εὐσεβῆ τρόπον
θεοὺς ἂν ηὖξον· νῦν δὲ τῆς τιμωρίας
ἄπωθεν οὔσης τῇ φύσει χρῶνται βροτοί·
ὅταν δὲ φωραθῶσιν ὀφθέντες κακοί,
τίνουσι ποινὰς ὑστέροισιν ἐν χρόνοις
ἀλλʼ ὦ τάλαν Θυέστα, καρτέρει δάκνων
ὀργῆς χαλινόν· παρακελεύομαι δέ σοι
τεθηγμένῳ νῦν· ἀλλʼ ὁ μυρίος χρόνος
τὰ πάντʼ ἀμαυροῖ χὐπὸ χεῖρα λαμβάνει
ὦ καλλιφεγγῆ λαμπάδʼ εἱλίσσων φλογός
Ἥλιε, ποθεινὸν πᾶσιν ἀνθρώποις σέλας,
εἶδές τινʼ ἄλλον πώποτʼ εἰς οὕτω μέγαν
ἐλθόντʼ ἀγῶνα καὶ δυσέκφευκτον κρίσιν;
ὅπου κατηγορεῖ μὲν ἐν λόγοισί μου
γυνή, πρὸς ὃν δʼ εἴρηκε, τυγχάνει πόσις,
κρατοῦσι δʼ οἵπερ καὶ κατηγοροῦσί μου
πολλὰ δεῖ
μοχθεῖν τὸν ἥξοντʼ εἰς ἔπαινον εὐκλεῶς·
ῥᾳθυμία δὲ τὴν παραυτίχʼ ἡδονήν
λαβοῦσα λύπας τῷ χρόνῳ τίκτειν φιλεῖ
ἅπαντʼ ἐν ἀνθρώποισι γηράσκειν ἔφυ
καὶ πρὸς τελευτὴν ἔρχεται τακτοῦ χρόνου,
πλὴν ὡς ἔοικε τῆς ἀναιδείας μόνον·
αὕτη δʼ ὅσῳπερ αὔξεται θνητῶν γένος,
τοσῷδε μείζων γίγνεται καθʼ ἡμέραν
ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις,
οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον,
ὁμοῦ δὲ τῇδʼ ἔτʼ εἰσκομίζεται λαβών
καὶ δαίμονʼ ἤτοι χρηστὸν ἢ τοὐναντίον
γονέων τὰ τέκνα σῴζουσιν αἱ συμβουλίαι
ἐγὼ μὲν οὔποτʼ εὐγένειαν ᾔνεσα
τὴν προστάταισι χρωμένην ἀναξίοις
πολυσπερεῖ μέν, ὦ γέρον, καθʼ Ἑλλάδα
φήμῃ πλανᾶται καὶ διέγνωσται πάλαι
τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας
— ὁ ἥλιος αἴτιος — τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας,
οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν
σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος
εἰς σώματʼ ἀνδρῶν καὶ συνέστρεψεν κόμας
μορφαῖς ἀναυξήτοισι συντήξας πυρός
τίς φύσις οὔθʼ ὅσα γαῖα φέρει τροφὸς οὔθʼ ὅσα πόντος
οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
ἀλλʼ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων;
[].θην ὑπο
[]ι̣δ̣[.]μ̣ος δ[
… ης ὑπʼ ἀγκάλαις
… ιδʼ ἀποθάνω βατ