ΠΕΡΙ ΘΕΤΤΑΛΩΝ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Στάφυλος δὲ ὁ Ναυκρατίτης Πελασγόν φησιν Ἀργεῖον τὸ γένος, μετοικῆσαι δὲ εἰς Θεσσαλίαν, καὶ ἀπʼ αὐτοῦ Πελασγίαν τὴν Θεσσαλίαν κληθῆναι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίαν ἱστορεῖ Χείρωνα, σοφὸν ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψασθαι τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος, καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν ὁ Πηλεὺς, Διὸς διδόντος αὐτῷ· οἱ δὲ θεοὶ μετʼ ὄμβρου καὶ χειμῶνος ἥξουσιν εἰς τὸν γάμον. Ταῦτα φημίσας, παρετήρει τὸν χρόνον, ἐν ᾧ ὑδάτων ἔμελλεν ἔσεσθαι ἐπομβρία καὶ πνεύματα ἐξαίσια, καὶ τότε δίδωσι Πηλεῖ Φιλομήλαν. Καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη, ὅτι τὴν Θέτιν ἔγημε.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἐκ τίνος Πηλεὺς Πολυδώραν ἔσχεν; ὡς μὲν Στάφυλος ἐν τῇ γʹ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος.
Οὐαλέριος Ἁρποκρατίων : Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες ... Διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ Περὶ Θετταλῶν. Οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησι, ἀλλὰ καὶ Θετταλοικέτας.
Σχόλια εἰς Εὐριπίδην : Στάφυλος δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι· ἐγκελεύσασθαι γὰρ αὐτὴν ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι, μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου· ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι, τελευτῆσαι αὐτόν.
ΠΕΡΙ ΑΘΗΝΩΝ.
Οὐαλέριος Ἁρποκρατίων : Ἐπίβοιον ... Φιλόχορος ἐν βʹ φησὶν οὕτως· «Ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.» Ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν Περὶ Ἀθηνῶν.
ΠΕΡΙ ΑΙΟΛΕΩΝ.
Οὐαλέριος Ἁρποκρατίων Προναία: Ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι. Ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. Ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ Περὶ Αἰολέων.
ΠΕΡΙ ΑΡΚΑΔΩΝ.
Σέξτος ὁ ἐμπειρικός : Στάφυλος δὲ ἐν τῷ Περὶ Ἀρκάδων, ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τροιζῆνος, κατὰ τὰς παραδεδομένας κατʼ αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φήμας. Φύλαρχος δὲ κτλ.
Ἀθήναιος : Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ.
Στράβων : Ἐν μὲν Ἀχαιοὶ, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί, Τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ δὲ νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δʼ ἄλλους, ἰσχύοντας πλέον, οἰκῆσαι τὰ πεδία.
Ζηνόβιος ὁ Σοφιστής : Πεύκης τρόπον· αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης.
Ἐχεπευκές, πανώλεθρον καὶ τὸ πικρὸν κυρίως,
ἐκ δένδρου πεύκης δʼ ἔσχηκεν ἄμφω τὴν κλῆσιν ταύτην·
ἡ πεύκη γὰρ, ὡς Στάφυλός φησιν ὁ Ναυκρατίτης,
πανωλεθρίᾳ ὄλλυται, τῆς κορυφῆς κοπείσης.