ΑΡΑΒΙΚΑ.
Στέφανος ὁ Βυζάντιος Αὔαθα καὶ Αὔαρα, οὐδετέρως, συνοικία Ἀράβων, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῃ. Οἱ οἰκήτορες Αὐαθηνοὶ καὶ Αὐαρηνοί.
Στέφανος ὁ Βυζάντιος Αὔαρα, πόλις Ἀραβίας, ἀπὸ χρησμοῦ δοθέντος Ὀβόδᾳ κληθεῖσα ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀρέτα. Ἐξώρμησε γὰρ Ἀρέτας εἰς ἀναζήτησιν τοῦ χρησμοῦ· ὁ δὲ χρησμὸς ἦν, Αὔαρα τόπον ζητεῖν, ὅ ἐστι κατὰ Ἄραβας καὶ Σύρους λευκήν· καὶ φθάσαντι τῷ Ἀρέτᾳ καὶ λοχῶντι ἐφάνη φάσμα αὐτῷ λευκοείμων ἀνὴρ ἐπὶ λευκῆς δρομάδος προϊών· ἀφανισθέντος δὲ τοῦ φάσματος σκόπελος ἀνεφάνη, αὐτόματος κατὰ γῆς ἐρριζωμένος, κἀκεῖ ἔκτισε πόλιν. Τὸ ἐθνικὸν Αὐαρηνός.
Στέφανος ὁ Βυζάντιος Σέννονες, ἔθνος Γαλατικὸν, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῳ.
Στέφανος ὁ Βυζάντιος Σίγγαρα, πόλις Ἀραβίας πρὸς τῇ Ἐδέσσῃ, ὡς Οὐράνιος ἐν πρώτῳ Ἀραβικῶν. Ὁ πολίτης Σιγγαρηνός.
Στέφανος ὁ Βυζάντιος Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ ... Οὐράνιος δʼ ἐν πρώτῳ Ἀραβικῶν Χατραμώτας αὐτοὺς καλεῖ· «Καμηλοκόμοι Χατραμῶται, Σαβαῖοι καὶ Ὁμηρῖται.»
Στέφανος ὁ Βυζάντιος Αἰαμήνη, Ναβαταίων χώρα, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰαμηνός.
Στέφανος ὁ Βυζάντιος Αἰανῖτις, Ναβαταίων χώρα. Οὐράνιος Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰανίτης.
Στέφανος ὁ Βυζάντιος Ἐρυθρὰ ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος. Οὐράνιος δʼ ἐν Ἀραβικῶν δευτέρᾳ· ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος τὴν αὐγὴν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασσαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν.
Στέφανος ὁ Βυζάντιος Μήδαβα, πόλις τῶν Ναβαταίων. Ὁ πολίτης Μηδαβηνὸς, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος Μώβα, μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Οἱ οἰκοῦντες Μωβηνοὶ, καὶ θηλυκῶς Μωβηνή· ἔοικε δʼ ἐνδεῖν τὸ α· ἦν γὰρ Μώαβα· καὶ τὸ ἐθνικὸν Μωαβίτης, τὸ θηλυκὸν Μωαβῖτις.
Στέφανος ὁ Βυζάντιος Πάλμυρα, φρούριον Συρίας, οὗ μέμνηται Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Παλμυρηνός. Οἱ δʼ αὐτοὶ Ἀδριανοπολῖται μετωνομάσθησαν ἐπικτισθείσης τῆς πόλεως ὑπὸ τοῦ αὐτοκράτορος.
Στέφανος ὁ Βυζάντιος Ταηνοί, ἔθνος ἀπὸ τῶν Σαρακηνῶν πρὸς μεσημβρίαν, ὡς Οὐλπιανὸς ἐν Ἀραβικοῖς καὶ Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ.
Στέφανος ὁ Βυζάντιος Ἀβασηνοὶ, ἔθνος Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ· «Μετὰ τοὺς Σαβαίους Χατραμῶται καὶ Ἀβασηνοί,» καὶ πάλιν· «Ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρει καὶ ὄσσον καὶ θυμίαμα καὶ κέρπαθον· γεωργοῦσι δὲ καὶ πορφυρῆν ποίην εἰκέλην αἵματι Τυρίου κοχλίεω.»
Στέφανος ὁ Βυζάντιος Ἄδανα ... Ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ.
Στέφανος ὁ Βυζάντιος Ἀτραμῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ. Ἀρτεμίδωρος Ἀρταμωτίτας αὐτοὺς καλεῖ.
Στέφανος ὁ Βυζάντιος Ἄχομαι καὶ Ἀχόμενοι, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ.
Στέφανος ὁ Βυζάντιος Ζάβιδα, κώμη ἐν τῷ μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῃ.
Στέφανος ὁ Βυζάντιος Θαμουδᾶ, Ναβαταίων γείτων τῶν Ἀραβίων. Οὐράνιος Ἀραβικῶν τρίτῃ. Ὁ οἰκήτωρ Θαμουδηνός.
Στέφανος ὁ Βυζάντιος Κεβρανῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῳ.
Στέφανος ὁ Βυζάντιος Τάρφαρα, οὐδετέρως, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Ὁ πολίτης Ταρφαρηνὸς, ὡς Ζόαρα Ζοαρηνὸς, Αὔαρα Αὐαρηνὸς, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ.
Στέφανος ὁ Βυζάντιος Σῆρες, ἔθνος Ἰνδικὸν, ἀπροσμιγὲς ἀνθρώποις, ὡς Οὐράνιος ἐν τρίτῳ Ἀραβικῶν.
Τζέτζης Οὐράνιος ἐν τρίτῳ δὲ Ἀραβικῶν που λέγει εἶναι καλάμων ἱερὸν ἄλσος ἐν Ἀραβίᾳ, ἐν οἷς καλάμοις θάπτουσι μόνους τοὺς βασιλέας, γυναῖκάς τε καὶ ἀδελφοὺς καὶ υἱέας τούτων, ἄλλον τινὰ δὲ οὐδαμῶς. Ἡ δὲ ταφὴ τοιάδε· ἓν γόνυ τι κοιλάναντες ὧν ἔφημεν καλάμων, ἐς τοῦτο θέντες τὸν νεκρὸν καὶ χρίσαντες δὲ μύρῳ, τὸν κάλαμον μὴ κόψαντες, πάλιν ἐῶσι φύειν.
Στέφανος ὁ Βυζάντιος Ἀκχηνοὶ, ἔθνος Ἀράβιον, ὡς Οὐράνιός φησι τετάρτῃ, ἐπὶ τῷ αὐχένι τῆς Ἐρυθρᾶς θαλάσσης.
Στέφανος ὁ Βυζάντιος Ἐδουμαῖοι, ἔθνος Ἀράβιον, ὡς Οὐράνιος ἐν Ἀραβικῶν τετάρτῳ. Τινὲς δὲ διὰ τοῦ ι γράφουσιν, ὡς εἰρήσεταί μοι ἐν τῷ ι.
Στέφανος ὁ Βυζάντιος Ὄβοδα, χωρίον Ναβαταίων, Οὐράνιος Ἀραβικῶν τετάρτῳ, ὅπου Ὀβόδης ὁ βασιλεὺς, ὃν θεοποιοῦσι, τέθαπται. Τὸ ἐθνικὸν Ὀβοδηνὸς, ὡς Δαχαρηνός.
Στέφανος ὁ Βυζάντιος Μωθὼ, κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντίγονος ὁ Μακεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν πέμπτῳ· ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. Οἱ κωμῆται Μωθηνοὶ κατὰ τὸν ἐγχώριον τύπον.
Στέφανος ὁ Βυζάντιος Βραχία. Οὕτως ἡ Ἀραβικὴ θάλασσα καλεῖται. Ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ βράχη εἶναι πλεῖστα. Ἔστιν οὖν παρὰ τὸ βράχος. Τὸ τοπικὸν Βραχιάτης. Οὐράνιος δὲ Βραχιηνοὺς αὐτοὺς ἔφη.
Στέφανος ὁ Βυζάντιος Κάρνανα, πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. Οἱ πολῖται Καρνανᾶται. Οὐράνιος δὲ Καρνανίαν καὶ Καρνανίτας φησί.
Στέφανος ὁ Βυζάντιος Μάννεως, χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄραβες Μαννεῶται, ὡς Οὐράνιός φησιν.
Στέφανος ὁ Βυζάντιος Νικηφόριον. Οὕτως ἡ Κωνσταντίνα, ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος. Τὸ ἐθνικὸν Νικηφόριος, ὡς Βυζάντιος.
Στέφανος ὁ Βυζάντιος Νίσιβις, πόλις ἐν τῇ περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβίς φησι διὰ τοῦ α. Οὐράνιος δὲ διὰ τοῦ ε Νέσιβις. Σημαίνει δὲ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας, ὡς δὲ Οὐράνιος, νέσιβις, φησὶ, σημαίνει τῇ Φοινίκων φωνῇ λίθοι συγκείμενοι καὶ συμφορητοί. Στράβων δὲ ἑκκαιδεκάτῃ διὰ τοῦ ι. Τὸ ἐθνικὸν Νισιβηνός.
Στέφανος ὁ Βυζάντιος Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν … Ὁ νησιωτὴς Νοσορηνός· ἐγχώριος ὁ τύπος.
Στέφανος ὁ Βυζάντιος Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος ἐν Γεωγραφικοῖς ἐν πέμπτῳ βιβλίῳ ἐν ταῖς Ἀραβικαῖς τῆς εὐδαίμονος. Οὐράνιος δʼ ἐν τοῖς Ἀραβικοῖς — ἀξιόπιστος δʼ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας — καὶ Μωβουχάραξ φησίν. Ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός· ἐκ δὲ τοῦ Μωβουχάραξ Μωβουχαρακηνός.