eul_wid: ayq-ad

Γνῶμαι
Sentences

Seven Sages of Greece Sentences PDF

215 (1t) ΤΩΝ ΑΥΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝ ΓΝΩΜΑΙ. ΠΕΡΙΑΝΔΡΟΥ ΤΟΥ ΣΟΦΟΥ. Πᾶσιν ἄρεσκε. —Καλὸν ἡσυχία. —Ἐπισφαλὲς προπέτεια. —Ἀεὶ αἱ μὲν ἡδοναὶ θνηταί, αἱ δὲ τιμαὶ ἀθάνατοι. —Φίλοις ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι. —Κέρδος αἰσχρὸν κάκιστον. —Ὃ ἂν ὁμολογήσῃς, ποίει. — Ἀτυχίαν κρύπτε, ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνῃς. — Ἀληθείας ἔχου. —Πρᾶττε δίκαια. —Ὕβριν μίσει. —Ἄρχουσιν εἶκε. —Ἡδονῆς κράτει. —Ὅρκῳ μὴ χρῶ. —Εὐσεβείας ἔχου. —Ἐπαίνει τὰ καλά. — Κακίας ἀπέχου. —Χάριν ἀπόδος. —Ἱκέτας ἐλέει. —Υἱοὺς παίδευε. —Σοφοῖς χρῶ. —Ἔριν μίσει. — Ἀγαθοὺς τίμα. —Ἄκουε τὰ προσήκοντα. —Αἰσχύνην φεῦγε. —Ἀποκρίνου ἐν καιρῷ. —Πρᾶττε ἀμεταμέλητα. —Μηδενὶ φθόνει. —Ὀφθαλμῶν κράτει. —Τὸ δίκαιον μιμοῦ. —Εὐεργέτας τίμα. —Ἐλπίδας νέμε. —Διαβολὴν μίσει. —Εὐπροσήγορος γίνου. — Ἁμαρτὼν μεταβουλεύου. —Χρονίαν φιλίαν φύλαττε. —Πᾶσιν ἀποκρίνου. —Ὁμόνοιαν δίωκε. —Τοὺς ἡγεμόνας φοβοῦ. —Μὴ λάλει πρὸς ἡδονήν. —Μὴ πίστευε χρόνῳ. —Σαυτοῦ μὴ ἀμέλει. — Πρεσβύτερον αἰσχύνου. —Θνῆσκε ὑπὲρ πατρίδος. — Μὴ ἐπὶ παντὶ λυποῦ. —Ἐξ εὐγενῶν γέννα. —Ἔλπιζε ὡς θνητός. —Φείδου ὡς ἀθάνατος. —Μὴ ἐπαίρου ἐπὶ δόξῃ. —Μυστήριον κρύπτε. —Εἶκε μεγάλοις. —Καιρὸν πρόσμενε. —Θνητὰ φρόνει. —Δωροδόκει χρησίμως. —Μὴ ἄρχου ἀδικεῖν. —Λύπην φυλάττου. — Ἐπὶ νεκρῷ μὴ γέλα. —Φίλοις χρῶ. —Συμβούλευε ἀναιτίως. —Εὔφραινε φίλους. ΒΙΑΝΤΟΣ. Εἰς κάτοπτρον ἐμβλέψας θεώρει, καὶ εἰ μὲν καλὸς φαίνῃ, ἄξια τούτου πρᾶττε, εἰ δὲ αἰσχρός, τὸ τῆς ὄψεως ἐλλιπὲς ὡράϊζε καλοκἀγαθίαις. —Περὶ θεοῦ μὴ λέγε κακῶς, ὅτι δ’ ἔστιν ἄκουε. —Ἄκουε πολλά. — Λάλει ὀλίγα. —Νόει καὶ τότε πρᾶττε. —Ἀνάξιον ἄνδρα μὴ ἐπαινῇς διὰ πλοῦτον. —Πείσας λάβε, μὴ βιασάμενος. —Κτῆσαι ἐν μὲν νεότητι εὐταξίαν, ἐν δὲ γήρᾳ σοφίαν. ΠΙΤΤΑΚΟΥ. Ὃ μέλλεις ποιεῖν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γελασθήσῃ. —Παρακαταθήκην ἀπόδος. —Ἀνέχου ὑπὸ τῶν πλησίον μικρὰ ἐλαττούμενος.
216 —Τὸν φίλον κακῶς μὴ λέγε, μηδὲ τὸν ἐχθρὸν φίλον ἡγοῦ. —Γυναικὸς ἄρχε. —Ἅπερ αὐτὸς τοῖς γονεῦσι δράσεις, τὰ αὐτὰ προσδέχου παθεῖν καὶ αὐτός. —Ἀργὸς μὴ ἴσθι. — Φίλων κριτὴς μὴ γίνου. —Μὴ ἔριζε γονεῦσι, κἂν δίκαια λέγῃς. —Μὴ ἄρχε, πρὶν ἄρχεσθαι μάθῃς. —Ἀτυχοῦντι μὴ ἐπιγέλα. —Ἡ γλῶττα μὴ προτρεχέτω τοῦ νοῦ. —Μὴ ἐπιθύμει ἀδυνάτων. —Μὴ σπεῦδε λαλῶν. —Νόμοις πείθου. —Γνῶθι σαυτόν. —Μηδὲν ἄγαν. —Πρὸ πάντων σέβου τὸ θεῖον. —Γονέας αἰδοῦ. — Φιλήκοος ἔσο. —Ἡδονῆς κράτει. —Ἔχθραν διάλυε. —Γάμει ἐκ τῶν ὁμοίων· ἢν γὰρ ἐκ τῶν κρεισσόνων γήμῃς, δεσπότας καὶ οὐ συγγενεῖς κτήσῃ. ΚΛΕΟΒΟΥΛΟΥ. Μὴ ὑπερήφανος γίνου ποτέ. —Τῆς οἰκίας ἐπιμελοῦ. —Τὰς βίβλους διέρχου. —Τὰ φίλτατα παίδευε. —Τὰ δίκαια κρῖνε. —Τοὺς ἀγαθοὺς ἀγαθὰ ποίει. — Κακολογίας ἀπέχου. —Τὴν ὑπόνοιαν ἄπεχε. —Τοὺς τεκόντας ὑπομονῇ νίκα. —Εὐποιίας ἧς ἔτυχες μνημόνευε. —Τὸν ἐλάττω μὴ ἀποσκυβαλίσῃς. —Ἀλλοτρίων μὴ ἐπιθύμει. —Μὴ ῥιψοκίνδυνος ἔσο. —Ἀγάπα τὰ τοῦ πλησίου σου καὶ τήρει ὡς τὰ σαυτοῦ. —Ὃ σὺ μισεῖς, ἑτέρῳ μὴ ποιήσῃς. —Μὴ ἀπείλει μηδενί· γυναικῶδες γάρ. —Θᾶττον ἐπὶ ταῖς ἀτυχίαις τῶν φίλων ἢ ταῖς εὐτυχίαις πορεύου. —Λίθος χρυσοῦ βάσανος, χρυσὸς δ’ ἀνδρῶν. —Εὐχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον. —Ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται. —Ψεῦδος δὲ μισεῖ πᾶς φρόνιμος καὶ σοφός. ΧΙΛΩΝΟΣ. Γνῶθι σαυτόν. —Μὴ φθόνει θνητά. —Ἐγκράτειαν ἄσκει. —Αἰσχρὰ φεῦγε. —Χρόνου φείδου. — Δικαίως κτῶ. —Πλήθει ἄρεσκε. —Σοφίᾳ χρῶ. — Ἤθη δοκίμαζε. —Ὑφορῶ μηδέν. —Μίσει διαβολάς. —Μὴ ᾖς ἐπαχθής. ΣΟΛΩΝΟΣ. Θεὸν σέβου. —Γονεῖς αἰδοῦ. —Φίλοις βοήθει. — Μηδενὶ φθόνει. —Ἀλήθειαν ἀνέχου. —Ὅρκῳ μὴ χρῶ. —Νόμοις πείθου. —Νόει τὸ δίκαιον. —Θυμοῦ κράτει. —Ἀρετὴν ἐπαίνει. —Κακοὺς μίσει. ΘΑΛΟΥ. Τὸν κρατοῦντα τίμα. —Δοκίμαζε φίλους. — Ὅμοιος σαυτῷ γίνου. —Ἐπαγγέλλου μηδενί. — Πολίταις μὴ θρασύνου. —Τὸ παρὸν εὖ ποίει. —Κακίας ἀπέχου. —Δόξαν δίωκε. —Ἐπιμελοῦ βίου. — Εἰρήνην ἀγάπα. —Ἐπαινοῦ παρὰ πᾶσι. —Ψίθυρον ἄνδρα ἔκβαλε τῆς οἰκίας.