Πλούταρχος Ζήνων Κλεάνθης Χρύσιππος ἣν Ἐπίκουρος ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες.
Ἰάμβλιχος, Ἰωάννης ὁ Στοβαῖος κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι. κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ. κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθʼ Ἱερώνυμον ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφʼ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι.
Κλήμης ὁ Ἀλεξανδρεύς ... ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἱερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν. ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον. τὴν δὲ ἀδυνατοῦσαν εἰς τέττιγα αὐτὸν μεταβαλεῖν, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς ἀκούουσα.
Εὐστάθιος ὁ Θεσσαλονίκης φασὶ δὲ Ἱερώνυμόν τινα ἱστορεῖν ὅτι Τιθωνὸς ἀδελφὸς Πριάμου ἐς βαθὺ γῆρας ἐλάσας καὶ ζῆν μηκέτι ἐθέλων ᾐτήσατο παρὰ τῆς Ἠοῦς θάνατον, συνοικῶν αὐτῇ κατὰ ἔρωτα. ἡ δὲ ἀδυνατοῦσα, ἤδη γὰρ ἐνεγράφη τοῖς ἀθανάτοις ὁ Τιθωνός, εἰς τέττιγα μετέβαλεν αὐτόν, ὡς ἂν ἥδοιτο τῆς αὐτοῦ φωνῆς ἐς τὸ διηνεκὲς ἀκούουσα.
Κλήμης ὁ Ἀλεξανδρεύς Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν.
Φιλόδημος καὶ πέντε πρὸς Ἱερώ̣[νυ]μ̣ον κ̣αὶ φ... μὴ [κατ]ω̣ρθῶσθαι.
Ἰωάννης ὁ Στοβαῖος Ἱερωνύμου. δεῦρο δὴ καὶ σκεψώμεθα περὶ τῆς τῶν παίδων ἀγωγῆς, τίνα τρόπον διειλήφασιν οἱ πατέρες· οὐ γὰρ μόνον ἐν τοῖς πρότερον, ἀλλὰ καὶ ἐν τούτοις εὑρήσομεν αὐτοὺς οὐ μικρὰ διαφωνοῦντας· οἵτινες πρῶτον μὲν βαρβάροις παραβαλόντες τοὺς παῖδας παιδαγωγοῖς καὶ τούτων ἀκούειν κελεύσαντες ἱκανῶς ἐπιμελεῖσθαι νομίζουσιν, ὥσπερ τοῦ κατὰ πόδας ἀκολουθήσοντος, ἀλλʼ οὐ τοῦ καλῶς ἡγησομένου δεομένων παιδίων καὶ τοῦ φυλάξοντος καθάπερ συβώτου μὴ πλανηθῇ, ἀλλʼ οὐχὶ ... διὸ καὶ τὸν ἐκ τῶν ἐργατῶν ἀποδοκιμασθέντα, τοῦτον ἐπὶ παιδαγωγίᾳ κατατάττουσι, τὰ φύσει τιμιώτατα τοῖς εὐτελεστάτοις διδόντες. ὅθεν καὶ Περικλῆς, οἰκέτου ποτὲ πεσόντος ἀπὸ ἐλαίας καὶ τὸ σκέλος συντρίψαντος· «νέος ἄρα, ἔφη, παιδαγωγὸς πέφηνεν», οὐκ ἀπιθάνως τῆς ὑπουργίας τὴν ἀτιμίαν σκώψας.
Πλούταρχος ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων. «οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά», ὥς φησι Σοφοκλῆς, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις. ἀντιλαμβανόμενοι γὰρ ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. οὗτοι μὲν οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ λίχνοι σκύλακες τὰ δέρματα δάκνοντες οἴκοι καὶ τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται.
Πλούταρχος οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν, ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γινομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος.
αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ, πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος.
Λαέρτιος Διογένης Φαίδων Ἠλεῖος τῶν Εὐπατριδῶν, συνεάλω τῇ πατρίδι καὶ ἠναγκάσθη στῆναι ἐπʼ οἰκήματος. ἀλλὰ τὸ θύριον προστιθεὶς μετεῖχε Σωκράτους, ἕως αὐτὸν λυτρώσασθαι τοὺς περὶ Ἀλκιβιάδην ἢ Κρίτωνα προύτρεψε. καὶ τουντεῦθεν ἐλευθερίως ἐφιλοσόφει. Ἱερώνυμος δʼ ἐν τῷ περὶ ἐποχῆς καθαπτόμενος δοῦλον αὐτὸν εἴρηκε.
Πλούταρχος ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατʼ Εὐριπίδην εἶναι, τὸ δʼ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημίας, ὡς ἀξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους, ᾠήθης τε δεῖν …
Πλούταρχος ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν ἢ τίς χορὸς εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων φθεγγόμενος οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν;
Ἀθήναιος εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δʼ ὁ Ῥόδιος ἐν τῷ περὶ μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ.
Ἀθήναιος ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες ὡς ὁ τοῦ Μενελάου υἱός·
ᾠνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο καὶ Εὐριπίδης δʼ ὁ ποιητὴς ἐν παισὶν ᾠνοχόησε· Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί· «πυνθάνομαι δʼ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτων ὄντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν Θηραικῶν. ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ Θαργήλια ἄγουσι, καὶ διασῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων». τὰ αὐτὰ ἱστορεῖ καὶ Ἱερώνυμος ὁ Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης.
Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀλκαία· ἡ οὐρά, κυρίως ἡ τοῦ λέοντος, διὰ τὸ εἰς ἀλκὴν αὐτὸν τρέπειν· ἔχει γὰρ ἐπὶ τῇ οὐρᾷ κέντρον, ἀφʼ οὗ παροξύνεται, καθώς φησιν Ἱερώνυμος καὶ Ἐπαφρόδιτος ἐν ὑπο-μνήσει Ἀσπίδος Ἡσιόδου.
Λαέρτιος Διογένης Ἀριστοτέλης ... ἐν δὲ τῷ περὶ ποιητῶν φησιν ... δὴ ὅτι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα τήν τε τοῦ Ξέρξου διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα ταῦθʼ ὕστερον κατέκαυσεν ἀδελφή τις αὐτοῦ, ἢ θυγάτηρ ὥς φησιν Ἱερώνυμος, τὸ μὲν προοίμιον ἄκουσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελείωτα εἶναι. καθόλου δέ φησι καὶ τραγῳδίας αὐτὸν γράψαι καὶ πολιτικούς. Ἡρακλείδης δʼ ὁ τοῦ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας. Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντά φησιν ἐντετυχηκέναι, Νεάνθης δὲ νέον ὄντα γεγραφέναι τὰς τραγῳδίας καὶ αὐτῶν ἑπτὰ ἐντετυχηκέναι.
Σοφοκλέους βίος γέγονε δὲ καὶ θεοφιλὴς ὁ Σοφοκλῆς ὡς οὐκ ἄλλος, καθά φησιν Ἱερώνυμος— — —περὶ τῆς χρυσῆς στεφάνης. ταύτης γὰρ ἐξ ἀκροπόλεως κλαπείσης κατʼ ὄναρ Ἡρακλῆς ἐδήλωσε Σοφοκλεῖ λέγων τὴν μὴ οἰκοῦσαν οἰκίαν ἐν δεξιᾷ εἰσιόντι ἐρευνῆσαι, ἔνθα ἐκέκρυπτο. ἐμήνυσε δʼ αὐτὴν τῷ δήμῳ καὶ τάλαντον ἐδέξατο. τοῦτο γὰρ ἦν προκηρυχθέν. λαβὼν οὖν τὸ τάλαντον ἱερὸν ἱδρύσατο Μηνυτοῦ Ἡρακλέους.
Σοῦδα δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηίδος φυλῆς, ἧς ὁ δημότης Ἀναγυράσιος. καὶ Ἀναγυράσιος δαίμων. καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων. Ἀναγυράσιος δαίμων, ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα.
Ἀθήναιος Ἱερώνυμος δʼ ἐν τῷ περὶ κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον περὶ ποιητῶν, κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι.
Ἀθήναιος Ἱερώνυμος δʼ ὁ Περιπατητικὸς περισπουδάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτʼ ἂν παθεῖν ἢ δειλοῦ δόξαν ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δʼ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου ἔρως κτλ. διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι — πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι — τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ ἀντιτειχίσματα ταῖς ἰδίαις ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος.
Ἀθήναιος φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς ὡς Εὐριπίδης φιλογύνης.
Ἀθήναιος Ἱερώνυμος δʼ ὁ Ῥόδιος ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. ὁ μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. μετʼ οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος· Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦνθʼ ἑτέραν Βορρᾶς ὡμίλησε. σὺ δʼ οὐ σοφός, ὃς τὸν Ἔρωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.
Ἀθήναιος φιλογύνης δʼ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος γοῦν ἐν ἱστορικοῖς ὑπομνήμασίν φησιν οὕτως· «εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης· ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς, ἐπεὶ ἐν τῇ κλίνῃ φιλογύνης».
Πλούταρχος τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καὶ νόμιμος ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς Ἱδριέα τὸν Κᾶρα τοιοῦτο· «Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἁμὶν ἄφες, πάντως δʼ ἄφες». ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων ὁ Ἀγησίλαος· ἔστι δʼ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενομένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκείνου γὰρ δεομένου καὶ καλοῦντος αὐτὸν ἀπιόντα, μεταστραφεὶς εἶπεν, ὡς χαλεπὸν ἐλεεῖν ἅμα καὶ φρονεῖν. τουτὶ μὲν οὖν Ἱερώνυμος ὁ φιλόσοφος ἱστόρηκεν.
Ἀθήναιος Ἱερώνυμός τε ἐν ταῖς ἐπιστολαῖς Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια· Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου, εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη, πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι.
Λαέρτιος Διογένης φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ τῶν σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν φορᾶς ἐλαιῶν μελλούσης ἔσεσθαι προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.
ὁ δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν.
Ἱερώνυμος δʼ ἐν τῷ δευτέρῳ τῶν σποράδην ὑπομνημάτων φησὶν ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέῳ μᾶλλον ἢ κρίσει ἀφεθῆναι.
φησὶ δʼ Ἱερώνυμος κατελθόντα αὐτὸν εἰς Ἅιδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτὴν ἀνθʼ ὧν εἶπον περὶ θεῶν, κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς αὑτῶν γυναιξί. καὶ δὴ καὶ διὰ τοῦτο τιμηθῆναι ὑπὸ τῶν ἐν Κρότωνι.
Πλούταρχος Δημήτριος δʼ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης, εἰ δὴ τό γε περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον, ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δʼ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν.
Ἀθήναιος ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτʼ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου — οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν —, ἀλλὰ τοῦ τρίτου ἀπʼ ἐκείνου, εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ Περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ περὶ εὐγενείας. εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάνιν ἀνθρώπων, ὥστʼ ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας. παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου.
Λαέρτιος Διογένης φησὶ δὲ Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν ἀγαγέσθαι, προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμπροκλέα, δευτέραν δὲ Μυρτὼ τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροικον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. οἱ δὲ προτέραν γῆμαι τὴν Μυρτώ φασιν. ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ, ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος· φασὶ γὰρ βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συναυξῆσαι τὸ πλῆθος ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας. ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτη.
Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν.
Φιλόδημος Περὶ τῶν Στωικῶν, ... πολλάκις ἐξ ... Κλεάνθην. ἃ γὰρ λέγομεν, Ἱερώνυμός τε μαρτυρεῖ καὶ ὁ Χαλκιδεὺς Εὔφαντος, ἔτι δʼ Ἡγήμων ὁ … ναῖος καὶ Χρ … τ … ν … ν κτλ.
Ἀθήναιος ἤκμασε δʼ ἡ τῶν ποικίλων ὑφὴ μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων· ὑφάνται δʼ ἦσαν ἔνδοξοι. καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται· τεῦξʼ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
Ἀθήναιος θαυμάζεται ... καὶ Ἱερώνυμος ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμαμάξης, ᾗ συνέβαινε κατακομισθῆναι τὸ Ἀλεξάνδρου σῶμα.
Φιλόδημος πονηρὸν γὰρ εἰς ὑπόκρισιν αἱ μακραὶ περίοδοι, καθάπερ καὶ παρὰ Δημητρίῳ κεῖται περὶ τῶν Ἰσοκράτους. Ἱερώνυμος δέ φησιν ἀναγνῶναι μὲν αὐτοῦ τοὺς λόγους καλῶς δυνήσεσθαί τινα, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπαίροντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κεινητικώτατον παρεῖσθαι τῶν ὄχλων, ἄψυχον γὰρ αὐτοῦ καὶ ἀνυπάκουστον εἶναι τὴν λέξιν καὶ οἱονεὶ πρὸς ἕνα τόνον πεποιημένην, τὸ δὲ κεκλασμένον καὶ παντοδαπὸν καὶ ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς παθητικαῖς ὑπερθέσεσιν διειλημμένον ἀποβεβληκέναι, τῇ δὲ λειότητι διὰ παντὸς δουλεύειν. τοιγαροῦν εὐανάγνωστον μὲν εἶναι τῆς φωνῆς ὑφειμένης, ἐπαρθείσης δὲ μή, λίαν ταῖς περιόδοις κατεπείγουσαν τὸν λέγοντα, καὶ τὴν ὑπόκρισιν ἀφαιρουμένου, καὶ σχεδὸν ἐναντίαν τῇ τῶν πολειτικῶν, τὸν δὲ πολειτευομένων ἐπιστατήσοντα πολειτικὴν δεῖν καὶ δημηγορικὴν κατακεχύσθαι λέξιν καὶ μὴ τὴν ἐπιδίφριον καὶ καταψιθυρίζουσαν τὸν λόγον. ὅμοιον γοῦν εἶναι τῷ δασὺ καὶ μέγα περιθέμενον πρόσωπον παιδίου φωνὴν ἀφιέναι καὶ τὸ τοῖς Ἕλλησιν συμβουλεύοντα καὶ πλάσμα καὶ τὴν ἄλλην κατασκευὴν δημηγόρου περιβαλλόμενον ἐπʼ ἀναγνώστου παιδὸς φωνὴν ἀποδεδρακέναι μήτε τόνον μήτε πάθος μήθʼ ὑπόκρισιν δυναμένου φέρειν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἱερώνυμος δὲ ὁ φιλόσοφός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέγιστον καὶ κινητικώτατον τῶν ὄχλων παραιτεῖσθαι τὸ παθητικὸν καὶ ἔμψυχον. δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διὰ παντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ὑπερβεβηκέναι. καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα μήτε τόνον μήτε πάθος μήτε ὑπόκρισιν δύνασθαι φέρειν. πολλοῖς δὲ καὶ ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν.
Πλούταρχος Λαμπρίας δʼ ὁ ... τὴν Ἱερωνύμου ... οὐκ ἀνέγνωκεν ... εὐφυίαν ἐμπεσὼν ... ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ, διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν. ἀνενεχθέντων δʼ εἰς τὸν ἀέρα καὶ λαβόντων διάστημα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθῶν ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν, ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένης, ἂν δʼ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτῆς ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.