eul_wid: jew-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Hymn to Zeus by Cleanthes of Assos

The Hymn to Zeus is a philosophical poem by the Stoic philosopher Cleanthes of Assos, who led the school in the third century BCE. Surviving not as a continuous work but as a collection of fragments, its most substantial passage of 39 lines is preserved by the later anthologist Stobaeus. Composed in a literary Greek style with Homeric influences appropriate to its devotional form, the hymn addresses Zeus not as the traditional Olympian deity but as the supreme embodiment of the cosmic logos—the rational, active principle, often described as fiery, that governs the universe through law. The work functions dually as a religious hymn and a vehicle for Stoic doctrine, representing an attempt to reconcile traditional Greek piety with a pantheistic philosophical cosmology in which divine reason is identical with the natural order. A central theme explored is the problem of why evil and disorder exist in a world directed by a benevolent and rational divinity. Highly regarded within the Stoic tradition, the hymn was later recommended for recitation by the teacher Epictetus. The text survives only in fragments quoted by later authors such as Stobaeus and Epictetus, and was not transmitted as a complete independent manuscript. While its original length and structure remain unknown, modern editors have assembled the excerpts into roughly ten passages. Its conception of a cosmos governed by divine law exerted an influence on later legal theory in the Roman world and was noted by early Christian writers.

Κύδιστʼ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεί,
Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ καὶ πᾶσι θέμις θνητοῖσι προσαυδᾶν.
Ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω.
Σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν
πείθεται ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
ἀμφήκη πυρόεντʼ αἰειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἔργα βέβηκεν,
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν ....
Οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατʼ αἰθέριον θεῖον πόλον, οὔτʼ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις.
Ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
Ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν,
δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν·
αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο,
οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἳ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ
ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα
...... ἐπʼ ἄλλοτε δʼ ἄλλα φέρονται,
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
Ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε,
ἀνθρώπους ῥύου μὲν ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
Ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ πεπρωμένη,
ὅποι ποθʼ ὑμῖν εἰμὶ διατεταγμένος,
ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δὲ μὴ θέλω
κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.
Τἀγαθὸν ἐρωτᾷς μʼ οἷον ἔστʼ; ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, αἰεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, εὐχάριστον, ὁμολογούμενον,
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, αἰεὶ διαμένον.
Μὴ πρὸς δόξαν ὅρα, ἐθέλων σοφὸς αἶψα γενέσθαι,
μηδὲ φοβοῦ πολλῶν ἄκριτον καὶ ἀναιδέα βάξιν·
οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν, οὔτε δικαίαν
οὔτε καλήν, ὀλίγοις δὲ παρʼ ἀνδράσι τοῦτό κεν εὕροις.
Ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρʼ ἐκείνης τευξόμενος καλοῦ τινος.
Κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶς.
Λογισμός Τί ποτʼ ἔσθʼ ὃ βούλει, Θυμέ; τοῦτό μοι φράσον.
Θυμός Λέγω, Λογισμέ· πᾶν ὃ βούλομαι ποιεῖν.
Λ. Ἦ βασιλικόν γε· πλὴν ὅμως εἶπον πάλιν.
Θ. Ὧν ἂν ἐπιθυμῶ, ταῦθʼ ὅπως γενήσεται.
Ὅστις ἐπιθυμῶν ἀνέχετʼ αἰσχροῦ πράγματος,
οὗτος ποιήσει τοῦτʼ, ἐὰν καιρὸν λάβῃ.
Πόθεν ποτʼ ἆρα γίνεται μοιχῶν γένος;
ἐκ κριθιῶντος ἀνδρὸς ἐν ἀφροδισίοις.
Κακουργότερον οὐδὲν διαβολῆς ἔστι πω·
λάθρα γὰρ ἀπατήσασα τὸν πεπεισμένον
μῖσος ἀναπλάττει πρὸς τὸν οὐδὲν αἴτιον.