eul_wid: has-aa
ἘπιγράμματαEpigrams
Scythinus of Teos I Epigrams PDF
| book 22.1.1 | Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, |
| book 22.1.2 | Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων, |
| book 22.1.3 | αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων |
| book 22.1.4 | πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας |
| book 22.5.1 | καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι |
| book 22.5.2 | χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον. |
| book 22.5.3 | καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω |
| book 22.5.4 | πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν. |
| book 232.1.1 | Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ, |
| book 232.1.2 | ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον· |
| book 232.1.3 | ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν |
| book 232.1.4 | πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο. |
| book 232.5 | τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως· |
| book 232 | οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ’ ἡμετέρης. |