eul_wid: yds-ak
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Aelius Aristides: Leuctric Oration IV by Scholia on Aelius Aristides

The few notes on the fourth Leuctric Oration gloss a phrase and supply a word its syntax leaves out. The chief one explains Aristides' charge against his opponents as a double fault: they love the Spartans, whom they ought to hate, as much as they hate the Thebans, whom they ought to love.

Part of Scholia on Aelius Aristides

ΛΕΥΚΤΡΙΚΟΣ Δʹ.

οὐ γὰρ ἦν ἄρα ἁπλᾶ εὐθὺς ἡ κατασκευή.

ἐφʼ αὑτῶν μένειν ἀντὶ τοῦ ἡσυχάζειν.

ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας διὰ τὸ δεῖσθαι ἡμῶν.

Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν τό μοι πρὸς τὸ δοκοῦσι· λείπει δὲ τὸ ἑαυτοῖς· ἵνα ᾖ οὕτως· Θηβαῖοι δὲ δοκοῦσί μοι καὶ αὐτοὶ ἑαυτοῖς σύμβουλοι γενέσθαι.

οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον τοσοῦτον, φησὶν, οὗτοι φιλοῦσι Λακεδαιμονίους, ὅσον ἦν ἄξιον ἀφελεῖν τὸ μῖσος τοὺς Θηβαίους. τοῦτο δὲ λέγει ἵνα δείξῃ αὐτοὺς κατὰ δύο τρόπους ἁμαρτάνοντας· καὶ ὅτι πάνυ φιλοῦσι Λακεδαιμονίους μισεῖν ὀφείλοντες, καὶ πάνυ μισοῦσι Θηβαίους φιλεῖν ὀφείλοντες.