ΠΑΝΑΘΗΝΑΙΚΟΣ

ΠΑΝΑΘΗΝΑΙΚΟΣ.

Νόμος ἐστὶ ἀπὸ ἔθους. τὸ προοίμιον ἀπὸ προσοχῆς εἴληπται καὶ συστάσεως τοῦ οἰκείου προσώπου. συνειδὼς γὰρ ὁ ῥήτωρ ὅτι εἰς μεγάλην ὑπόθεσιν ἐνέβαλλεν ἑαυτὸν μεταστατικῶς καταφεύγει ἐπὶ τὸν νόμον. ἰστέον δὲ ὅτι τρεῖς εἰσι νόμοι, ὁ ἐκ φύσεως, ὁ ἔγγραφος, ὁ ἐξ ἔθους. ἔστι δὲ ὁ μὲν ἐκ φύσεως πάντα ἁπλῶς, ὁ δὲ ἔγγραφος ὁ περὶ τῶν πολιτειῶν γεγραμμένος, ὁ δὲ ἐξ ἔθους· χρὴ τὸν στρατιώτην τοιᾷδε χρῆσθαι σκευῇ. ζητεῖται δὲ ἐνταῦθα περὶ ποίου νόμου φησί. καὶ λέγομεν ὅτι περὶ τοῦ ἀπὸ τοῦ ἔθους· συνηθείᾳ γάρ τινι τιμῶμεν τοὺς τροφέας. τροφεῦσι δὲ εἶπε καὶ οὐ γονεῦσιν· οὐ γὰρ οἱ τροφεῖς ἡμῶν ἤδη καὶ γονεῖς· ὥσπερ τὸ ἐναντίον· τροφεῖς γάρ εἰσιν οἱ παιδαγωγοῦντες καὶ διδάσκοντες ἡμᾶς. ἔτι ζητεῖται διὰ τί ἀπὸ νόμου ὁ ῥήτωρ ἤρξατο. καὶ φαμὲν ὅτι, ἐπειδὴ παρʼ Ἀθηναίοις ὁ λόγος ἐγένετο ἀνθρώποις δημοκρατουμένοις καὶ οἷς οἱ νόμοι ἦσαν προσφιλεῖς, διὰ τοῦτο ἀπὸ νόμου ἤρξατο. μαρτυρεῖ δὲ καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους λόγῳ νόμον καλέσας τὴν πόλιν. δεῖ δὲ εἰδέναι ὅτι ὅσα ἐστὶ νόμου ἐγκώμια, ταῦτα ἀνατέθεικεν ὁ Ἀριστείδης τῷ παρόντι λόγῳ. ἐγκωμιάζεται δὲ νόμος ἀπὸ χρόνου ἐκ τῶν χρωμένων καὶ εἰ ἐπέμεινε κρατῶν· ἅπερ ἐν ἀρχῇ δηλοῖ· ἐκ μὲν γὰρ τοῦ παλαιὸς εἰπεῖν τὸν χρόνον ἐδήλωσεν· ἐκ δὲ τοῦ τοῖς Ἕλλησι τοὺς χρωμένους· ἔνδοξοι γάρ· ἐκ δὲ τοῦ ἐστὶ τὸ ἔτι αὐτὸν κρατεῖν. τὸ προοίμιον ἀπὸ προσοχῆς εἴληπται καὶ συστάσεως τοῦ οἰκείου προσώπου. συνειδὼς γὰρ ὁ ῥήτωρ ὅτι εἰς μεγάλην ὑπόθεσιν ἐνέβαλεν ἑαυτὸν μεταστατικῶς καταφεύγει ἐπὶ τὸν νόμον. νόμοι δὲ τρεῖς εἰσιν, ὁ ἐκ φύσεως, ὁ ἔγγραφος, ὁ ἐξ ἔθους. ἔστι δὲ ὁ ἐκ φύσεως οἷον τὸ ἐρᾶν, τὸ γελᾶν· ὁ δὲ ἔγγραφος πᾶσι πρόδηλος· ὁ δὲ ἐξ ἔθους, οἷον τὸν στρατιώτην τοιάνδε σκευὴν φορεῖν. περὶ ποίου οὖν ἄρα νόμου ἐνταῦθα λέγει; λέγομεν ὅτι τοῦ ἀπὸ ἔθους· συνηθείᾳ γάρ τινι τιμῶμεν τοὺς τροφέας. ἄξιον δὲ ζητῆσαι διὰ τί ἀπὸ νόμου ἤρξατο. διόπερ φαμὲν ὅτι ἐπειδήπερ παρʼ Ἀθηναίοις ὁ λόγος ἐλέγετο, δημοκρατουμένοις ἀνθρώποις καὶ οἷς προσφιλεῖς ἦσαν οἱ νόμοι, διὰ τοῦτο ἀπὸ νόμου κατήρξατο. μαρτυρεῖ δὲ καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους, νόμον καλέσας τὴν πόλιν. δεῖ δὲ εἰδέναι ὅτι ὅσα ἐστὶ νόμου ἐγκώμια, ταῦτα ἀντέθηκεν Ἀριστείδης τῷ παρόντι νόμῳ. ἐγκωμιάζεται δὲ—κρατεῖν. ἀναγκαῖον οὐ μόνον ἑαυτῷ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τὸ τῆς πόλεως ἐγκώμιον κατασκευάζει ἐν προοιμίοις ὁ ῥήτωρ, λέγων ὡς νόμος ἐπιτάττει τοὺς τροφέας ἀμείβεσθαι. τοιοῦτοι δὲ οἱ Ἀθηναῖοι· καὶ γὰρ ἐξ αὐτῶν ὁ σῖτος εἰς ἅπαντας ἀνθρώπους δεδώρηται, καὶ τὸ τῶν λόγων χρῆμα, οὗ καὶ αὐτὸς ἐνταῦθα μετέσχε. εἰκότως δὲ εἶπε τὸ παλαιὸς καὶ τὸ οἶμαι, διὰ μὲν τοῦ παλαιὸς δεικνὺς τὸ σεμνὸν, νόμου δὲ καὶ τούτου σεμνότερον, διὰ δὲ τοῦ οἶμαι ἐμφαίνων ὡς οὐχ ἅπαντες τῶν βαρβάρων τοῦτον τιμῶσι τὸν νόμον, ἀλλʼ εἰσὶν αὐτῶν οἳ πρὸς τοὺς γεγενηκότας θηρίων δίκην φαίνονται. καὶ τὸ μὲν τοῦ σίτου κατὰ παραδρομὴν λέγεται, τὸ δὲ τῶν λόγων ἐπεξεργάζεται. οἶμαι δὲ καὶ καλῶς προέθηκε τὸ οἶμαι· ἐπειδὴ γὰρ εἶπεν ὅτι τοῖς Ἕλλησίν ἐστιν οὗτος ὁ νόμος κελεύων τιμᾶν τοὺς τροφέας, ἔπειτά γε καὶ βαρβάρους, ἵνα μὴ δόξωσιν οἱ Ἕλληνες ὅμοιοι τοῖς βαρβάροις, διὰ τοῦτο ἐπήγαγε τὸ οἶμαι, διστακτικῶς ἐπὶ τῶν βαρβάρων εἰπών. τῶν βαρβάρων τοῖς πλείστοις τῶν βαρβάρων πλείστοις εἶπε καὶ οὐχ ἅπασι, διὰ Ἰνδοὺς καὶ Μασσαγέτας. οὗτοι γὰρ οὐ θάπτουσι τοὺς πατέρας, ἀλλὰ κατεσθίουσιν. οὐκ ἔστι δὴ πρὸς τὸ προκείμενον· εἰ μὲν ἀτιμάζοντες τοὺς ἐποίουν, εἶχε λόγον τὸ λεχθέν· ἐπειδὴ κἂν ἄτοπον τὸ γενόμενον, νόμος τιμῆς ἐστι παρʼ αὐτοῖς, τούτου χάριν οὐ δεῖ νομίζειν ὅτι τούτους ἐπεξελὼν εἶπεν, ἀλλʼ ὑπεξαιρεῖταί τινας βαρβάρους καὶ μήτε θεοὺς μήτε γονεῖς εἰδότας τιμᾶν. διὸ εἶπε τὸ οἶμαι. ἀμέλει λέγει περὶ αὐτῶν τῶν Μασσαγετῶν, ὅτι σφάζοντες τοὺς γονεῖς πρὸ τοῦ τελευτᾶν τὰς κεφαλὰς αὐτῶν ἐχρύσουν καὶ μέρη τινὰ τοῦ σώματος. ταῦτα δὲ πάλιν ἐποίουν διὰ τιμὴν αὐτῶν, οὕς τε οὖν οὐ διὰ τοῦτο εἶπεν ὁ ῥήτωρ.

τροφεῦσι ἤγουν τοῖς διδασκάλοις ἢ παιδαγωγοῖς. καλῶς εἶπε τροφεῦσι καὶ οὐ γονεῦσι. γονεὺς μὲν γάρ ἐστιν ὁ γεννήτωρ, τροφεὺς δὲ ὁ θρέψας. τοὺς διδασκάλους καλεῖ τροφέας. τροφεῦσι χάριν ἐκτίνειν τροφέας τοὺς διδασκάλους καλεῖ. περὶ τροφέων δὲ διαλεγόμενος καλῶς προέταξε τοῦ νόμου, δεικνὺς ὅτι μεγίστη τιμωρία ὑπόκειται τῇ τοῦ νόμου κολάσει· οἱ μὴ σπεύδοντες τοὺς γονεῖς θεραπεύειν. εἶτα καὶ τὴν αἰτίαν ἐν τῷ προοιμίῳ προστίθησι λέγων διʼ ἣν ἦλθεν ἐπὶ τὸ ἐγκώμιον τῆς πόλεως· ἐν γὰρ Ἀθήναις διδαχθεὶς ἀμείβεται τὴν πόλιν τῆς παιδεύσεως τροφέας αὐτὴν καὶ πατέρα τῶν λόγων καλῶν. πεποίηκε δὲ τὸ προοίμιον ἀναγκαῖον, νόμον ὀνομάσας τὸν ἐπιτάττοντα. ὠνόμασε δὲ καὶ βαρβάρους τιμῶντας τὸν νόμον, πανταχόθεν αὐτὸν δεικνὺς κάλλιστον· εἶτα καὶ τὸν χρόνον προείρηκεν εἰπὼν παλαιός· νόμων γὰρ ἔπαινος ὁ χρόνος· διὰ δὲ τοῦ ἐστὶ χρησιμώτερον αὐτὸν ἐμφαίνει δηλῶν τὸ ὠφέλιμον τῶν νεαρῶν. ὅση δυνατὴ ὅσα ὁ μαθητὴς δύναται, κἂν μὴ πρὸς ἀξίαν ἰσχύσῃ· οὐ γάρ τις δύναται διδασκάλους κατʼ ἀξίαν ἀμείψασθαι, εἴ γε ψυχῇ προυπῆρχεν εὐεργετούμενος οὕστινας ὁποίους.

ἄγοι νομίζοι. δοκῶν φαινόμενος. δοκῶν γε δή πως εἰς Ἕλληνας σοφούς. καὶ Μένανδρος Ἕλληνές εἰσιν ἄνδρες οὐκ ἀγνώμονες καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος. τινὲς δὲ οὐκ ἐπῄνεσαν τὴν σύνθεσιν τοῦ κώλου διὰ τὸ ἐφεξῆς ἔχειν τὸν σύνδεσμον, ἀγνοοῦντες ὅτι ἐπίτασιν δηλοῖ, ἀντὶ τοῦ λογιζόμενοι πάντʼ ἐλλογίμος εἶναι. τελεῖν ὑπάρχειν.

μάλιστα μὲν γὰρ τοῦτο λέγει διὰ τὴν εἰς πᾶσαν γῆν διασπορὰν τοῦ σίτου διὰ Τριπτολέμου καὶ Κελεοῦ, τῶν Ἀττικῶν ἀνδρῶν. προϊὼν δὲ λέξει τὴν ἱστορίαν. ἀντέπιπτεν αὐτῷ τὸ τῆς ὁμωνυμίας. ἐπειδὴ γὰρ τροφεῦσι χάριν εἶπεν ἐκτίνειν, τροφὴ δὲ μᾶλλον ὁ σῖτος νενόμισται, λύει τῇ προσθήκῃ τὴν ὁμωνυμίαν, καὶ ταύτην Ἀθηναίοις ἀντιθεῖ· αὐτοὶ γὰρ εὑρεταὶ καὶ τούτου γεγόνασι. διὰ δὲ τοῦ εἰπεῖν μάλιστα μὲν γὰρ τὸ λεπτόγεων τῆς Ἀττικῆς ἐκάλυψεν, ἐπειδή γε εἰς τοῦτο διεβάλλοντο, ἐκ περιτροπῆς αὐτὸς τοῦτο κατασκευάζει, λέγων ὅτι καὶ αὐτοῦ τοῦ σίτου τὴν εὕρεσιν αὕτη ἡ πόλις ἐφεῦρε παρὰ τῶν θεῶν δεξαμένη. διπλῆν δὲ τὴν κατασκευὴν μία λέξις πεποίηκεν· ἐπειδὴ γὰρ καὶ ἡ τοῦ σίτου καὶ ἡ τῶν λόγων τροφὴ καλεῖται, εἰκότως διπλῆς ἐμνήσθη κατασκευῆς. καὶ τὸ μὲν τοῦ σίτου κατὰ παραδρομῆν λέγει, τὸ δὲ τῶν λόγων ἐπεξεργάζεται. τοῦτο γὰρ αὐτῷ τὸ δοξαζόμενον, κἂν εἰ τύχη. τύχη γὰρ ἢ ἀπόρους ἢ εὐπόρους δίδωσι πατέρας, ὅ τε χρόνος ἀφʼ οὗ γέγονε καὶ οὐχ ἑτέρου τινὸς εἶναι. τῆς νενομισμένης ταυτησὶ τροφῆς τῆς συνήθους, τῆς ἐκ τῶν σιτίων. καὶ κοινῆς τοῦ σίτου λέγει· κοινὴ γὰρ ἀνθρώπων καὶ ἀλόγων τροφὴ ὁ σῖτος· ὁ γὰρ μῦθος αὐτοὺς πρώτους λέγει παρὰ θεῶν δεξαμένους τὰ σπέρματα διʼ Ἅιδου καὶ Κελεοῦ καὶ διὰ Τριπτολέμου.

ἐπωνύμους τροφέας.

ὁ συμπίπτων συνερχόμενος.

κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι κοινωνοὺς δὲ διὰ τοῦ σίτου λέγει· κοινὴ γὰρ τροφὴ καὶ ἀνθρώπων καὶ ἀλόγων ὁ σῖτος. ὁ γὰρ μῦθος πρώτους αὐτοὺς λέγει παρὰ θεῶν δεξαμένους τὰ σπέρματα διὰ Ἅιδου καὶ Κελεοῦ καὶ Τριπτολέμου τοῖς ἄλλοις μεταδοῦναι. πρό γε αὐτῶν ἔτι τῶν τροφέων κἂν παραλείπω τοὺς τῶν λόγων τροφέας, ἡ τοῦ σίτου ἱκανὴ ἦν πάνυ ὑμῖν ἀνθρώπους παρασκευάσαι. ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταὶ τὸ πατέρας πατέρων λέγει ἢ διότι φασὶ τὸν Δία καὶ τοὺς πρὸ αὐτοῦ θεοὺς Οὐρανόν τε καὶ Κρόνον καὶ τῶν ὕστερον ἀνδρῶν καὶ θεῶν. ὡς ἔχει τὸ «Πατὴρ ἀνδρῶν τε θεῶν τε.» ἢ διότι οἱ ἀνθρωπείου γένους ἀρχηγέται πατέρες ἦσαν τῶν μετʼ αὐτοὺς γενομένων πατέρων. ἴσως δʼ ἂν εἴη οὗτος ὁ λόγος τινὸς ποιητοῦ, εἰ καὶ πληθυντικῶς οὗτος εἴρηκε· καὶ γὰρ τὸ αἰγὸς ἰξάλου Ὁμηρικὸν ὂν μνησθεὶς εἰς τὰς εἰκόνας Φιλόστρατος, αἰγὸς ἰξάλου ποιηταί φασι λέγει. ἤρκει ἀρκοῦν ὑπάρχει.

οἷ ὅπου. καὶ περὶ ἧς εἶχον τοῦτο πρὸς τὸ νενομισμένης ἀντέθηκεν.

τῆς ὡς ἀληθῶς καθαρᾶς τοῦτο πρὸς τὸ νενομισμένον ἀντέθηκε· τὸ δὲ καθαρᾶς εἶπεν οὐχ ὅτι ἡ τοῦ σίτου τροφὴ ἀκάθαρτός ἐστι καὶ ἐναγὴς, ἀλλὰ καθαρὰν καλεῖ τὴν ἄλυπον καὶ ἀβλαβῆ τροφήν· διὰ δὲ τῆς συνεχείας τῶν λέξεων τὴν τοῦ λόγου τρυφὴν σεμνοτέραν ἀποδείκνυσιν. διαφερόντως ἐξόχως. ἀντὶ τοῦ ἰδιαζόντως. τῆς ἐν μαθήμασι καὶ λόγοις μαθήματά τινές φασι τὸ μαθεῖν ἔργον τι, οἱονεὶ τεκτονικὴν, λόγους δὲ τὸ λέγειν. ἄλλοι δέ φασι μαθήματα μὲν τὴν φιλοσοφίαν, λόγους δὲ τοὺς πολιτικοὺς, οἱονεὶ τοὺς ῥητορικούς. τῆς φιλοσοφίας καὶ τῆς ῥητορικῆς.

ἔξω τούτων τῶν ἐμῶν λόγων. παρʼ ὑμῶν ἀφʼ ὑμῶν.

τὸν περὶ τούτων λόγον ἔπαινον. δεῦρο ἐν ταύτῃ τῇ πόλει. τοῖς γιγνομένοις ὑπὸ τῆς πόλεως. τοῖς ἁρμόζουσι. τὸ γὰρ ἁρμόζον τινὶ οἱονεὶ γίνεται τούτῳ καθʼ ὃ ἁρμόζει. ἡ γὰρ εὔλογος χάρις ἀπὸ μὲν τοῦ λόγου τοὔνομʼ ἔχει, πρώτη δέ ἐστι τῶν ἄλλων χαρίτων. εἰσὶ γὰρ ἕτεραι χάριτες, δίκαιαι μὲν, οὐ μὴν εὔλογοι καὶ κατὰ φύσιν, οὗ ἕνεκα γίγνονται. ὡς ἐπεί.

τὰς μὲν ἄλλας χάριτας ἃς ἂν ἀπάξοι τῇ πόλει. χάριτας δὲ ἄλλας ἀντὶ λόγων φησὶν ὅπλοις χρήσασθαι ἢ ἄλλου τινὸς φιλοτιμίᾳ· δικαίας δὲ, ὅτι δεῖ τοὺς εὐεργέτας ἀμείβεσθαι. δικαίας μὲν συμβαίνοι εἶναι. τῶν πραγμάτων ἐκ. ἄντικρυς δικαίως καὶ κατὰ φύσιν.

τῆς εὐεργεσίας τῆς πόλεως.

ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου ἔχει γὰρ καὶ τὸ δίκαιον τῆς ἀμοιβῆς καὶ τὸ ὅμοιον τῆς εὐεργεσίας. τὸ ἀπὸ τοῦ λόγου γὰρ ἡ διὰ τοῦ λόγου πρὸς λόγους ἀμοιβὴ καλεῖται εὔλογος. ἔχει γὰρ τὸ δίκαιον τῆς ἀμοιβῆς καὶ τὸ ὅμοιον τῆς εὐεργεσίας. κυρία γὰρ ἡ διὰ λόγων πρὸς λόγους ἀμοιβὴ καλεῖται εὔλογος. ὁ καλῶς τοξεύων κυρίως καλεῖται βέλτιστος, παρὰ τὸ καλῶς βάλλειν.

ἀκριβῶς ἀληθῶς. μηδεὶς δὲ ὑμῶν δεύτερον προοίμιον. ὥσπερ εἰ ἔλεγεν, ἃ καὶ νῦν ἀκροαταὶ τῶν λόγων καὶ λόγοις συνζύγοντες. ἔοικε δέ τι αὐτὸ … συνήσειν τισὶ τὸν λόγον. προστησαμένοις ἀντὶ τοῦ ποιησαμένοις καὶ δὴ μηθὲν τὰ τῶν … πράγματα κοινῇ προστησάμενος. ἴσως δὲ εἰς Θουκυδίδην αἰνίττεται, ὅτι ἐπιτάφιον σχηματισάμενος ἐγκώμιον εἶπε λοιπὸν … τοῦ ἐγκωμίου ἀγῶνα δεδοικώς. διὸ ἐπήγαγεν ὅτι ὑπέστηκεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα.

χρόνῳ μετὰ ταῦτα.

εἰ ἤπερ. προστησάμενοι προβαλλόμενοι. σχῆμα φαυλότερον τοῦ λόγου Θουκυδίδης μὲν γὰρ καὶ Δημοσθένης καὶ προσέτι Λυσίας καὶ ἕτεροί τινες οὐ προφανῶς εἰς τὸ τῆς πόλεως καὶ χώρας ἐγκώμιον ἐχώρησαν, ἀλλʼ ἐπιταφίους ἢ ἄλλο τι λέγειν ὡρμηκότες λεληθότως εἰς ἐγκώμιον κατέστησαν ταύτης ἄριστα βουλευσάμενοι, ἵνʼ, ἐὰν κάτω τῆς ἀξίας γένωνται, μὴ εἴη αὐτοῖς μέμψις ὡς τοῖς ὑπὲρ αὐτοὺς ἐνεχείρησαν. τὴν οὖν τοιαύτην μεταχείρισιν σχῆμα φαυλότερον λέγει· καὶ γὰρ τὸ αὐτοῦ φανεροῦ εἰς ἐγκώμιον καταστῆναι σχῆμα κάλλιστόν ἐστι καὶ γενναιότητος ὡς ἀληθῶς. τὸ δὲ ἄλλο τι μὲν προελέσθαι λέγειν, λεληθότως δὲ καὶ τούτου τοῦ μέρους ἅψασθαι φαυλότερόν ἐστι καὶ ὑποδεέστερον ἐκείνου. σχῆμα φαυλότερον ἀντὶ τοῦ ἀσθενέστερον. ἔστι δὲ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ. οὐδὲ γὰρ κακός ἐστιν ὁ λόγος, ἵνα λάβῃς. καὶ τὸ σχῆμα κακότερον. ἐργώδη δέ φησι τὴν περὶ τὰ κεφάλαια διαίρεσιν. ἐργώδη δυσχερῆ.

ὑπέστη μὲν ὑπομεῖναι ἐθέμεθα. μάλιστα μὲν γὰρ τὸ σχῆμα τοῦτο καλεῖται π … τιτὲς δὲ λέγουσιν ὅτι κακῶς ἐποίησεν, ἀπὸ τοῦ μείζονος λύσας τὸ ἔλαττον, δέον ἀπὸ τοῦ ἐλάττονος λύειν τὰ μείζονα. ἡμεῖς δὲ φαμὲν ὅτι οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦ φανεροῦ τὸ ἀφανὲς ἔλυσε. φανερὸν γάρ ἐστι καὶ ὡμολογημένον ὅτι δεῖ τιμῆσαι θεοὺς καὶ οὐ χρεία περὶ τούτων ἀπολογεῖσθαι, ὅ ἐστι περὶ τῶν μεγίστων πολὺ πλέον. μεῖζον γάρ ἐστι τὸ θεοὺς ἐγκωμιάσαι ἢ πόλιν. αἰτίας δὲ λέγει μέμψεως. τὸ δὲ οὐ παρεῖται ἢ παραλέλειπται, φησὶ, τὸ ἐγκωμιάζειν θεοὺς, ἢ εἰς ἑαυτὸν αἰνίττεται, ἐπειδὴ ἔγραψε καὶ ὕμνους. ἐρεῖ τις ὅτι οὐ δεῖ μείζονι ἐγκλήματι τὸ μικρὸν λέγειν. λέγομεν ὅτι ὡς ὁμολογούμενον αὐτὸ ἔλαβεν ὅτι δεῖ τὰ θεῖα τιμᾶν καὶ οὐ χρεία περὶ τούτου ἀπολογήσασθαι· εἰ οὖν περὶ τῶν θείων οὐ δεῖ ἀπολογήσασθαι, πολλῷ πλέον ἐπὶ τῶν οὐ θείων. τοῦτο λέγει ἢ διότι πάντες ἄνθρωποι ἐπαινοῦσι τοὺς θεοὺς, ἢ διὰ τοὺς πολλοὺς τῶν θεῶν προσείρηκεν. ἔστι δὲ τοῦτο ἀπὸ τοῦ μείζονος ἐπιχείρημα. δείκνυσι γὰρ ὡς εἰ τῶν θεῶν κατατολμᾶν ἔξεστι, πῶς οὐ τοῦτο ποιεῖν δεῖ πρὸς πόλιν, εἰ καὶ πολλῷ τῶν ἄλλων. προσλογιστέον δὲ ὅτι οὐ χρὴ τῷ τοιούτῳ ἐπιχειρήματι κεχρῆσθαι πρός γε τὰ φαῦλα. οὐ γὰρ συμφέρει τὸν κλέπτην λέγειν ὡς οὐκ ἄξιός ἐστι κεκολάσθαι, ἐπεὶ καὶ φθόνον εἴργασται πρὸ ταυτησὶ κλοπῆς.

τοῦτο τὸ εἰς τοῦτο καταστῆναι ἀγῶνα. ἡμῖν γε παρεῖται ἔγραψεν ὁ Ἀριστείδης ὕμνους εἴς τινας τῶν θεῶν, καὶ διὰ τοῦτο τὴν ἐπὶ τῷ λόγῳ αἰτίαν ἐπιλύεται. ἰστέον δὲ ὡς οὐχ ἁρμόττει τοῦτο τοῖς φαύλοις. οὐ γὰρ ἀεὶ τὸν κλέπτην λέγει, ὅτι διὰ τοῦτο οὐκ ἄξιον κολασθῆναι, ἐπειδὴ οὐκ ἐμοὶ, μόνοις δὲ τοῖς χρηστοῖς ἐπιτήδειος. παρεῖται ἢ παραλέλειπται.

ἔπειτα οὐδʼ ἐμὲ τοῦτο λέγειν ἢ διʼ ἄλλου ἐνεγκεῖν ἢ ἀντὶ τοῦ βαστάσαι, ἢ Θουκυδιδείως εἰπεῖν, ἀντὶ τοῦ ἀνύσσειν, ὡς ἐκεῖνος εἶπε «Διέφερον τὸν πόλεμον» ἀντὶ τοῦ ἤνυον. ἐκδρομὰς δὲ λέγει τὰς ἐκφυγὰς, ὅ ἐστι μερισμούς· ἢ ἐκδρομὰς τὰς ἀπὸ τοῦ προκειμένου πράγματος εἰς ἕτερόν τι μεταβαῖνον, οἷον εἰ λέγων τις ὑπόθεσίν τινα μεταξὺ λέξει τι διήγημα καὶ πάλιν εἰς τὸ προκείμενον ἐπανέλθῃ. διενεγκεῖν διηγήσασθαι.

τὰς ἐκδρομὰς παρεκβάσεις. ἐκδρομὰς λέγει, ἢ τὰς ἀφʼ ἑκατέρου εἰς ἕτερον μεταβάσεις, οἷον τὰς ἀπὸ τῶν Περσικῶν εἰς τὰ Ἑλληνικὰ, καὶ ἄλλα τα. ἢ ἐκδρομὰς νοητέον τὰς μεταξὺ τῆς διηγήσεως παρεκβάσεις. ἢ τοὺς μερισμούς. ἃς καὶ συνιδεῖν ἁπάσας ἐμφαίνει ἐκ τούτου ὅτι ποικίλας καὶ πολυειδεῖς αἰτίας ἐπαίνων καὶ ἐγκωμίων δίδωσιν ἡ πόλις. καθʼ ἑκάστην ἐκδρομήν.

μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ σημειωτέον ὅτι Δημοσθενικὸν τὸ ἐπιχείρημα· ἀλλὰ καὶ τῆς ὑμετέρας ὑπολαμβάνω τύχης πολλὰ τῶν δεόντων. οὗ καὶ αὐτὸς συνεργὸν ἀπαιτεῖ τὴν τύχην ἐφʼ οἷς λέγειν ἐπιχειρεῖ. πρὸς δὲ τούτοις τὸ δὲ ἑξῆς, πρὸς δὲ τούτοις ἐφʼ ὅσοις τοῖς περὶ αὐτῶν εἰρηκόσιν ἐπερχόμεθα, εὑρεῖν τίνι χρησόμεθα ἀπὸ τούτων τῶν εἰρημένων ἢ τίνι παραλείπομεν, μεῖζον ἔχοντες ἔργον ἐπὶ τὸ σκοπεῖν, τί παραλείπω τῶν ἐκείνοις εἰρημένων, ἢ εὑρεῖν τίνι χρήσομαι. ἔθνη δὲ καλεῖ τοὺς ῥήτορας, τοὺς γραμματικοὺς καὶ τοὺς τοιούτους. δηλοῖ δὲ καὶ τὸ πλῆθος τῶν εἰρηκότων καὶ τῶν ἐγκωμιασθέντων τὴν εὔκλειαν.

ἐφʼ ὅσοις μεγάλοις. περὶ αὐτῶν τῶν ἐκδρομῶν.

ἔχοντες ἐσμέν. ὅτι φυλαξόμεθα ἐγκαίρως ἐγκωμιάζοντες. οἱ ἄλλοι, φησὶν, οἱ ἐγκωμιάζοντες πρὸς ἕν τι δυσχεραίνουσι πρὸς τὸ εὑρεῖν τί δεῖ εἰπεῖν· ἐγὼ δὲ καὶ τοῦτο ἔχω, καὶ μείζω τούτου ἀγῶνα, τὸ ζητεῖν, τὸ ἀποφυγεῖν, τί τοῖς ἄλλοις λέλεκται, ἢ τί φυλαξώμεθα τούτων, ἢ ὅτῳ χρησόμεθα. ἄλλων γὰρ ἄλλα κεκοσμηκότων ἐπαίνους ἱστοριῶν. Θουκυδίδης μὲν γὰρ εἶπε τὰ Πελοποννησιακὰ, Ἡρόδοτος δὲ τὰ Μηδικὰ, Ξενοφῶν δὲ τὰ Ἑλληνικὰ, καὶ ἄλλοι ἄλλα. λέγει οὖν ὁ Ἀριστείδης· τῶν τῆς πόλεως ἔργων πολλῶν ὄντων, οὐδείς πω διὰ τέλους ἀφῖχθαι δεδύνηται, καὶ ἅπαντα ἐγκωμιάσαι, ἀλλʼ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα. ὅμως δʼ οὖν ἅπαντες ἅπαντα εἰρήκασι, τῶν ὑπὸ τούτου παρειμένων εἰρημένων παρʼ ἄλλου. ἐγὼ δʼ οὖν διπλοῦν τὸν ἀγῶνα ποιήσομαι, μετʼ ἐκείνους ἐγκωμιάζων καὶ ἅπερ εἴρηκεν εἷς ἕκαστος λέγων, καὶ ἅπερ ἅπαντες, μόνος τῷ λόγῳ συλλήβδην περιλαβών. τοῦτο γάρ ἐστι τὸ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας. ἕκαστος, φησὶ, μέρος ἐπῄνεσεν, οὐ τολμήσας εἰς ἅπαντα καθεῖναι ἑαυτὸν, καὶ ὅτι περὶ πάντων τὸ ὅλον πεπλήρωτο. ἅπερ γὰρ ἄλλος παρῆκεν, ἄλλος ἐπλήρωσεν. Ἡρόδοτος μὲν γὰρ εἶπε τὰ Μηδικὰ, Θουκυδίδης τὰ Πελοποννησιακὰ, Ξενοφῶν τὰ Ἑλληνικά. Ἡρόδοτος εἶπε—Ἑλληνικά.

τῷ μετὰ πάντας ἐγχειροῦντι ἐμοὶ λέγειν. καὶ χωρὶς οἷον τὸ εἰπεῖν τὰ Ἑλληνικὰ Ξενοφῶντος βέλτιον καὶ τὰ Μηδικὰ Ἡροδότου. κοινῇ δὲ πρὸς ἅπαντας, ἐπειδὴ ἅπαντες σποράδην εἰρήκασιν, αὐτὸς συλλήβδην ἅπαντα διεξέρχεται.

οὐ μὴν ἀλλʼ αὐτό γε ἤγουν οὐ μόνον οὐ λανθάνουσί με ταῦτα ἃ ἔφην. ἤγουν οὐ λανθάνουσι μὲν ταῦτα ἃ ἔφην.

ὅτι οὕτω πολλοῖς τὰ κεφάλαια φησὶ τοῦ ἐγκωμίου. μεγάλοις τοῖς πλεονεκτήμασιν. τόπον οὐδένα ἤγουν κεφάλαιον ἐγκωμίου.

καθῆκεν κατέρριψεν.

οἱ μὲν ποιηταί. τοὺς ἄνω χρόνους ἤγουν τὰ περὶ Ἐρεχθέως. οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾄδουσι τεχνικὸν λίαν τὸ ἐπιχείρημα. δοκεῖ γὰρ μέμφεσθαι μὲν τοὺς προειρηκότας ὅτι ἕκαστος μέρος εἰπεῖν ἐτόλμησε, λεληθότως δὲ αὔξει τὰ ἐγκώμια τῆς πόλεως τῷ κατὰ μερισμὸν σχήματι χρησάμενος. ἄνω χρόνους λέγει τὸ εἶναι αὐτὴν τὴν ἀρχαίαν. διὰ δὲ τοῦ εἰπεῖν ἐν τοῖς ποιήμασι καὶ χάριν καὶ τέρψιν ποιεῖ διὰ τῶν ποιημάτων. τὰ πρὸς τοὺς θεοὺς κοινὰ ἀντὶ τοῦ τὴν ἀναστροφὴν μετὰ θεῶν κοινῶς κατώρθωσαν. κοινωνίαν γὰρ θεῶν πρὸς αὐτοὺς δηλοῖ. πῶς ὑπʼ Ἀθηνᾶς καὶ Ποσειδῶνος φιληθεῖσα ἅμιλλαν περὶ αὐτῆς σφίσιν ἐποίησεν.

ἀπὸ τοῦ παρήκοντος παρασχόντος. ἀπὸ τοῦ παρείκοντος ἀπὸ τοῦ παρατυχόντος· οὐ γὰρ ἔργον τοῦτο πεποίηται. ἀπὸ τοῦ παρείκοντος τοῦ παρατυχόντος, τουτέστιν ἀπὸ παρεκβάσεως, οὐκ αὐτὸ τοῦτο ποιησάμενοι ἔργον, ἀλλʼ ἀπὸ τοῦ ἐνδεχομένου, ὡς Θουκυδίδης ἐν τῇ τετάρτῃ, κατὰ τὸ παρεῖκον τῆς νήσου. οἱ δὲ Θουκυδίδης καὶ Ἡρόδοτος. οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν—μεμερισμένως ὡς μὴ δυνάμενοι τοὺς κατὰ καιρὸν Ἑλληνικοὺς πολέμους διηγήσασθαι μέρος αὐτοῦ εἰρήκασιν.

ἕτεροι δὲ Παυσανίας ἕτεροι πολιτείαν τὴν δημοκρατίαν φησίν. αὐτὸς δὲ ἐν τῷ τέλει τοῦ λόγου δείκνυσιν ὅτι τὰ πλεονεκτήματα τῶν ἄλλων πολιτείαν εἶχεν ἐν ἑαυτῇ. τὴν πολιτείαν τὴν δημοκρατίας λέγει πολιτείαν.

καταλέγουσιν ἀριθμοῦσιν. οἱ δὲ Θουκυδίδης, Δημοσθένης, Λυσίας. ὡς ὁ Θουκυδίδης. οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις εἰς Θουκυδίδην αἰνίττεται, ἐπειδὴ τὸ ἀπὸ προγόνων ἐγειρομένων παρέλιπε. παρῆκε δʼ αὐτὸ, ἵνα μὴ ἐπαινῶν τοὺς προγόνους αὐτοῦ σεμνότερον δείξῃ τὸ κακόν. οἱ μὲν τὴν σοφίαν αὐτοῦ δοκοῦντες ἐγκωμιάζειν, φησὶν, οὐκ ἐνεκωμίασαν. αἴνιγμα γάρ ἐστι τὸ δοκοῦν εἶναί τι μὴ ὄν. δολοῦντες ἐγκωμιάζειν, φησὶν, οὐκ ἐνεκωμίαζον.

εἰσὶ δὲ οἳ κἀν τούτοις ἐκ τῶν εἰρηκότων ἐν τοῖς ἐπιταφίοις οὐχ ὡς νομίζεται νόμιμόν ἐστι.

ἐμοὶ δοκεῖν Ἀττικῶς τὸ δοκεῖν· δοκεῖ γὰρ ὤφειλεν εἰπεῖν.

ἀλλʼ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν σημείωσαι τὴν σύνταξιν· δεήσαντες γὰρ δέον εἰπεῖν ἐδέησαν εἶπεν ὥσπερ ἄλλοι τε πολλοὶ καὶ Πίνδαρος ποιεῖ λέγων Δρέπων μὲν κορυφὰς ἀρετᾶν ἀπὸ πασᾶν· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ.

οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν ὁ Ἔφορος περὶ τῆς Ἰωνικῆς ἀποικίας. εἰς Ἔφορον ἀποτείνεται ὃς περὶ τῆς Ἰωνικῆς ἀποικίας ἔγραψε.

τὴν κοινότητα ἀντὶ τοῦ μετριότητα. φιλανθρωπίαν δέ ἐστι σύνηθες Ἀθηναίοις φιλοφρονεῖσθαι τοὺς ξένους. τὴν κοινότητα καὶ φιλανθρωπίαν τὴν μετριότητα καὶ τὴν τῶν ἀτυχούντων ἀποδοχήν.

τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες τουτέστι γράφοντες λέγουσι. ἀντὶ τοῦ κατὰ πάρεργον τὸν ἔπαινον πεποίηνται, οὐχὶ δὲ προηγουμένως· ὃ καὶ καθαιρετικὸν τοῦ ἐγκωμίου.

οἱ δʼ ἀπὸ στόματος παῖς γὰρ ἐκ πατρὸς διαδέχεται ταῦτα καὶ παραδίδωσιν ὥσπερ τινὰ κλῆρον τοῖς μετʼ αὐτῶν, καὶ οὗτοι τοῖς ἐφεξῆς. κατὰ τὸ συμβαῖνον τῆς μνήμης ἤγουν καθὼς συμβαίνει περὶ τούτων μεμνῆσθαι.

ἅπαντες ἢ τῷ βουλήματι ὥς φασιν, εἰ λέγει τινὰς μὴ εἰρηκότας τὰ πάντα τῆς πόλεως ἐγκώμια, ὅτι οὐκ ἠβουλήθησαν, ἰδοὺ, πάλιν δείκνυσιν ὡς δυναμένους μὲν, οὐ βουλομένους δέ· φαμὲν ὅτι τοῦτο εἶπε διὰ τὸ φορτικὸν, ἵνα μὴ ἑαυτὸν ἁπάντων δείξῃ σοφώτερον. τῷ βουλήματι τῷ σφετέρῳ ἤγουν τῷ ἑαυτῶν.

οὐ τῷ τῆς πόλεως μέτρῳ οὐ γὰρ φθάνει τὸ βούλημα ἐκείνων τῷ μέτρῳ τῆς πόλεως.

ἀλλʼ ὥσπερ πελάγους τῶν παραβολῶν αἱ μέν εἰσιν ἀποδιδόμεναι, οἷον ὥσπερ πέλαγος μέγα ἓν καὶ τοῖς ὀφθαλμοῖς οὐ παρέχον τέλος εὑρεῖν τῷ θεωροῦντι ἄπειρον δείκνυται, οὕτω καὶ τὰ τῆς πόλεως ἐγκώμια πολλὰ ὄντα ἀπορεῖν ποιεῖ τὸν ἐγκωμιάζοντα· αἱ δὲ ἀναπόδοτοι, ὥσπερ νῦν ὁ Ἀριστείδης. ἔστι δὲ ὅτε καὶ ταῖς ἀποδιδομέναις κέχρηται παραβολαῖς, καὶ οὐκ ἀεὶ ταῖς ἀναποδότοις. δύναται δὲ εἶναι αὕτη ἡ παραβολὴ ἀποδιδομένη, ἐὰν ποιήσῃς τὴν σύνταξιν οὕτως, καὶ ὅσον ἕκαστος καθορᾷ, τοῦτο θαυμάζει, ὥσπερ πελάγους ἀπείρου καὶ ὀφθαλμοῖς οὐχ ὁρίζοντος, ἀντὶ τοῦ οὐ παρέχοντος ὅρον, οὐ διδόντος τέλος διὰ τὸ ἄπειρον καὶ πολὺ μῆκος αὐτοῦ· καὶ ὥσπερ τὸ μέτρον, φησὶ, τοῦ πελάγους οὐ δύναταί τις ὁρίσαι ὀφθαλμοῖς, οὐδὲ τὸ τέλος ἰδεῖν, οὕτως οὐδὲ τὸ τέλος τοῦ ἐγκωμιάσαι τὴν Ἀττικὴν δύναται ἰδεῖν, καὶ ἐπαινέσαι τὴν πόλιν ἄχρι τέλους. ἡ παραβολὴ αὕτη ἀναπόδοτος. δύναται δὲ καὶ ἀποδεδομένη φανῆναι, εἴ γέ τις οὕτω συντάξοι, ἀλλʼ ὅσον ἕκαστος καθορᾷ, τοσοῦτον θαυμάζει, ὥσπερ πελάγους ἀπείρου καὶ ὀφθαλμοῖς οὐχ ὁρίζοντος, ἀντὶ οὐ παρέχοντος ὅρον διὰ τὸ ἄπειρον καὶ πολὺ μῆκος αὐτοῦ. καὶ ὥσπερ τὸ μέτρον, φησὶ, τοῦ πελάγους οὐ δύναταί τις ὁρίσαι ὀφθαλμῷ, οὐδὲ τὸ τέλος ἰδεῖν, οὕτως οὐδὲ τέλος τοῦ ἐγκωμιάσαι τὴν Ἀττικὴν δύναταί τις ἰδεῖν καὶ ἐπαινέσαι τὴν πόλιν ἄχρι τέλους. τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος οὐχ ὅρον καὶ στάσιν παρέχοντος διὰ τὸ ἀμέτρητον.

ὥσπερ αἴνιγμα ὡς πρὸς ἑαυτὸν τοῦτο εἶπεν αἴνιγμα· καὶ καλῶς τοῦτο· λέγων γὰρ ὅτι ὁ ἐγκωμιάζων τὴν πόλιν κατὰ μέρος, φησὶ, τοῦ παντὸς οὐχ ἁμαρτήσεται, οὐ παντὸς βούλεται ἐγκωμίου, ἀλλὰ παντὸς τελείου τὰ ἐγκωμιαστικὰ λόγου. τί δέ ἐστιν αἴνιγμα αὐτὸς ἐξηγεῖται, τὸ ὂν καὶ μὴ ὂν, οἷον λίθος καὶ οὐ λίθος, κίσσηρις, ἀνὴρ καὶ οὐκ ἀνὴρ, εὐνοῦχος, καὶ τὰ τοιαῦτα. καὶ ἡ πόλις τοιγαροῦν ἐγκωμίασται μὲν τῷ μέρος τινὰ ἐγκωμιάσαι, οὐκ ἐγκωμίασται δὲ τῷ μὴ πάντα ἀκοῦσαι. ὡς πρὸς ἑαυτὸν τοῦτο εἶπεν αἴνιγμα· καὶ καλῶς τοῦτο. λέγει γὰρ ὅτι ἐγκωμιάζων τὴν πόλιν κατὰ μέρος τοῦ παντὸς οὐχ ἁμαρτήσεται· οὐ παντὸς βούλεται ἐγκωμίου, ἀλλὰ παντὸς τελείου καὶ ἐγκωμιαστικοῦ λόγου. τί ἐστὶν αἴνιγμα, αὐτὸς ἐξηγεῖται, τὸ ὂν καὶ μὴ ὂν, ὁ λίθος καὶ οὐ λίθος, καὶ ἡ πόλις ἐγκωμίασται μετὰ τῷ μέρος αὐτῆς ἐγκωμιάσαι τινὰς, τῷ δʼ ἐκ μὴ πάντα τὰ ἑαυτῆς ἄξια εἰπεῖν τινὰ, οὐκ ἀνεγκωμίασται. ᾗ τῇ πόλει.

οὐ τοῦ παντὸς ἁμαρτήσεται πᾶν ἐνταῦθα νοητέον οὐχ ὅλον τὸ τῆς πόλεως μέτρον, οὐδὲ τὸ παντελὲς τῶν πραγμάτων, ἀλλʼ ὅσον εἰς δύναμιν ἥκει αὐτοῦ τοῦ ἐγκωμιάζοντος, ἐπειδὴ πάντες οἱ τοὺς πολέμους αὐτῆς ἐπιχειροῦντες θαυμάζειν οὐ πρὸς ἀξίαν αὐτοὺς τοὺς λόγους ποιοῦνται, ἀλλὰ πρὸς τὴν αὐτῶν δύναμιν ἀφορῶντες, οὕτω τὸ πάθος ἀποδιδόναι νομίζουσιν. μέρος, φησὶν, εἰπὼν τὸ πᾶν ἐπλήρωσεν· εἰ δὲ τοῦτο, δῆλον ὅτι τὸ μέρος πρὸς τέλειον ἀρκεῖ ἐγκώμιον

οὐ δὴ δίκαιον τὸ οὐ δὴ δίκαιον συμπέρασμά ἐστιν, ὡς ἄνω ἔφη, λέγω τὸ «Οὐ μὴν ἀλλʼ οἷ βλέπων» μέχρι τοῦ «μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος.» ἐποίησε δὲ τοῦτο θεὶς διὰ μέσου τὴν ἀπολογίαν. τὸ «μηδεὶς δὲ ὑμῶν» ὑφʼ ἧς ἠναγκάσθη εἰπεῖν ἃ εἶπεν, ἤγουν διὰ τοὺς λόγους τοσοῦτον ἀναδέξασθαι κίνδυνον. τὴν μόνην τοῦ τολμήματος αἰτίαν αἰτία λέγεται καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ φαύλου. φησὶν οὖν ὅτι οὐκ ἔστι δίκαιον ἄξιον μὲν γενέσθαι ἐκείνης τῆς αἰτίας τῆς ἐχούσης τὸ φαῦλον ὄνομα· διότι ἐτόλμησα τοιοῦτον ἀγῶνα ὑποστῆναι. αἰτίαν ἀφορμήν. ἤγουν τοὺς λόγους.

τῆς αἰτίας ἤγουν τῆς μέμψεως.

πολλῶν καὶ καλῶν ἐπαίνων.

ἠρκότων ὑψωσάντων.

νυνὶ δὲ ὥσπερ ἡ σύνταξις οὕτως· ὡς τῶν ἄλλων ἡγεμὼν ἐγένετο, οὕτως γνώριμόν ἐστιν ὅτι καὶ τῶν λόγων πρῶτον ἡγεμὼν ἐγένετο ἢ οὕτως· ὥσπερ δῆλόν ἐστιν ὅτι τροφὸς καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ὑπάρχει ἡ Ἀττικὴ, οὕτω γνώριμόν ἐστιν ὅτι καὶ τῶν λόγων ἀρχηγὸς καθίσταται. διὸ οὐκ ἀλλοτρίοις τῆς πόλεως ἐγκωμίοις χρώμεθα, ἀλλʼ αὐτὴν τὴν πόλιν καὶ τοὺς πολίτας ἐγκωμιάζοντες οὐ μετρίως ἐπαινοῦμεν, ἀλλὰ διὰ τοὺς λόγους ἐπαινοῦμεν κατὰ τὸ δυνατόν. ἢ οὕτως· εἰ μὴ ἦν, φησὶν, ἓν καὶ τοῦτο τὸ τῶν λόγων ἀγαθὸν τῆς πόλεως σὺν τοῖς ἄλλοις ἀγαθοῖς, οὐκ ἂν ἴσως ἦν με δίκαιον τοιοῦτον ἀγῶνα ὑποστῆναι. τῶν ἄλλων ἁπάντων ἀγαθῶν. τροφῆς, θυσιῶν, πανηγύρεων, τεχνῶν, ἀγώνων καὶ ὅσα τοιαῦτα.

ὅτι καὶ τῶν λόγων πρώτη ἡγεμὼν γέγονε.

οὐκ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα ἤγουν οὐκ ἀνοίκειον εἰσφορὰν εἰσφέρομεν· λέγω τοὺς λόγους. πεῖραν δὲ λέγει τὴν μεταχείρησιν. τῇ πείρᾳ ἢ τῇ τόλμῃ. οὐδʼ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα ἀντὶ τοῦ ξένην ὁδὸν, τουτέστιν ἐπὶ ἄλλην πόλιν, οἷον οὐκ ἐθύβαι σεμνύνονται, ἀλλὰ τοὺς λόγους διʼ ὧν Ἀθηναῖοι κηρύττονται.

ἀκριβῶς οἰκείως καὶ κατὰ φύσιν. καὶ τοὺς Ἀθηναίους τούτων γὰρ οἱ λόγοι ἐπίσημοι.

ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν ἐπαινοῦντες γὰρ αὐτὴν διὰ λόγων, οἳ μέρος εἰσὶ τῶν προσιόντων αὐτῇ καλῶν, ὥσπερ τι χρέος ἀποδίδομεν. τούτους γὰρ παρʼ αὐτῆς πάντες ἔχομεν ἄνθρωποι. ἐκτίνομεν διδόαμεν. τὸ ἐκτίνομεν ὡς ἐπὶ χρέους. τινὲς δὲ καὶ διὰ διφθόγγου γράφουσιν ἀντὶ ἐπαίρομεν καὶ αὔξομεν. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὁ μὲν ποιητής φησι Τί πρῶτον, τί δʼ ἔπειτα, τί δʼ ὕστατα καταλέξω. ὁ δὲ Δημοσθένης «Ἀπορῶ τοῦ πρῶτον μνησθῶ.» τὸ δὲ εἰρημένον ἢ εὐθεῖαν νοητέον ἀντὶ γενικῆς λαμβανόμενον, ὅπερ οὐδετέροις μόνοις ποιοῦμεν· ἢ αἰτιατικήν. εἰπὼν γὰρ εἰρημένον ἐπάγει τοῦτον τὸν λόγον. εἰρημένον δὲ ἐνταῦθα ὁ Ἀριστείδης κέχρηται τῷ νοήματι· ὥσπερ γὰρ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου λέγει τῶν εἰς τὸν Αἰσχίνην διαβολῶν, οὕτω μηδὲν εἰπεῖν, ἀλλὰ τῷ πολλῶν ἀπορεῖν, οὕτω καὶ Ἀριστείδης νῦν ἀπορίαν ἑαυτῷ ποιεῖν τὸ πλῆθος τῶν ἀρετῶν, καὶ εἰσβάλλει εἰς κεφάλαια. ἔστι μερικὸν προοίμιον, ὥσπερ ἐν τοῖς δικανικοῖς λόγοις τὸ προκαταστατικόν· αὐξητικὸν δέ ἐστι σχῆμα τῶν ἐγκωμίων. δηλοῖ γὰρ καὶ τὸ πλῆθος καὶ τὸ ἴσον τῶν πλεονεκτημάτων αὐτῆς. τὸ δὲ κοινὸν νόημα ὥσπερ ἴδιον πεποίηται. ἀντὶ δὲ τοῦ εἰπεῖν εἰρημένου εἶπεν εἰρημένον Ἀττικῶς. κοινὸν δὲ τὸ σχῆμα οὕτως· Ὅμηρος μὲν γάρ φησι Τί πρῶτον, τί δʼ ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω; καὶ Δημοσθένης δὲ «Οὐκ ἀπορῶν δʼ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρῶτον μνησθῶ.» τεχνικῶς δὲ τοῦτο ποιεῖ· ἐπειδὴ γὰρ οὐκ ἔχει λέγειν τὸν οἰκιστὴν, οὔτε τὸ γένος τοῦ κτιστοῦ οὔτε τὴν πατρίδα, — αὐτόχθονες γὰρ Ἀθηναῖοι — ἔθος δὲ τῷ ἐγκωμιάζοντι πόλιν τὸν οἰκιστὴν ἐπαινεῖν καὶ τὴν πατρίδα αὐτοῦ, κυρίως ἑαυτὸν εἰσήγαγεν ἀποροῦντα πόθεν ἄρξεται τῶν ἐγκωμίων τῆς πόλεως. ἀντὶ τοῦ εἰπεῖν εἰρημένου εἶπεν εἰρημένον Ἀττικῶς.

τῷ πρεσβυτάτην εἶναι διὰ τὸ εἶναι αὐτόχθονας.

εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου λαβεῖν τὸ πλέον τοῦ φανεροῦ ἀφανὲς καὶ τὸ πλέον τοῦ προχείρου ἀνέτοιμον. καλῶς δὲ εἶπε τὸ ἐν κύκλῳ. ὥσπερ γὰρ οὐχ οἷόν τε ἀρχὴν καὶ τέλος τοῦ κύκλου λαβεῖν, οὕτω καὶ τὰ τῆς πόλεως πλεονεκτήμητα ἴσα ὄντα ἀπορίαν παρέχει πόθεν τις ἄρξηται. εἰς τὸ πλέον τοῦ φανεροῦ ἀντὶ τοῦ ἄδηλον. τὸ γὰρ πλέον τοῦ φανεροῦ ἀφανὲς καὶ ἄδηλον ἐστι, καὶ τὸ πλέον τοῦ προχείρου ἀνέτοιμον. τὸ δὲ ἐν κύκλῳ δοκεῖ γεωμετρικόν. ἐν γὰρ τῷ κύκλῳ πᾶσαι αἱ ἀρχαὶ ἴσαι τυγχάνουσι. βούλεται οὖν δεῖξαι πάντα τὰ μέρη τῆς πόλεως τῶν ἐγκωμίων ἴσα. φησὶν οὖν ἐξ ἀμφοτέρων ἄδηλον εἶναι τὴν ἀρχήν. τοῦ φανεροῦ ὁ νοῦς οὕτως· οὐ μόνον πρὸς τῷ πρεσβυτάτην εἶναι τὴν πόλιν καὶ ἀφανῆ ὑπάρχειν τὴν ἀρχαιογονίαν αὐτῆς, ἅτε δὴ αὐτόχθονος οὔσης, δυσχερές μοι ἐπαινέσαι τὴν Ἀττικὴν, ἀλλʼ ἤδη καὶ τῶν ἐγκωμίων ἐν καλῷ ὄντων ἀπορῶ οὐ μόνον ὁ μὴ δυνάμενος εἰς ἓν συνάξαι τὰ πάντα ἐγκώμια, ἀλλὰ καὶ δυσχερές ἐστι κρῖναι ποῖον δεῖ πρῶτον τάξαι ἐγκώμιον. ὥσπερ ἐν κύκλῳ τὸ δὲ κύκλῳ γεωμετρικόν· ἐν γὰρ τῷ κύκλῳ πᾶσαι αἱ ἀρχαὶ ἴσαι τυγχάνουσι.

ὁμοῦ ποιήσασθαι συντάξαι.

ἄλλα γὰρ ἄλλων ἕκαστα, φησὶ, διʼ ἄλλην αἰτίαν πρώτην τῶν ἄλλων βούλεται προτάττεσθαι. ἔστι δὲ ταῦτα αὐξητικὰ ἐπιχειρήματα. ὡμολόγηται γὰρ ὅτι τὸ γένος τῇ φύσει πρῶτον καθέστηκε τῶν ἐγκωμιαστικῶν κεφαλαίων. ἀλλὰ προσποιεῖται τὴν ἀπορίαν, ἵνα αὐξήσῃ τὴν ὑπόθεσιν. ἔστι δʼ ἡ σύνταξις οὕτως· ἄλλα γὰρ ἄλλων ἕνεκα δόξαν παρίστησιν ἁρμόττειν πρῶτα λεχθῆναι, ὥσπερ ἐκ τοῦ προφαινομένου.

προφαινομένου φανεροῦ.

ὑπολαμβάνω ἀπὸ κοινοῦ.

πάρεστι κοινωνεῖν τῆς γνώμης διὰ τῆς ἐξετάσεως. κοινωνεῖν τῷ λόγῳ τοῖς Ἀθηναίοις, ἐπεὶ τοῦτο φθάσαι προδιωρθώσατο. οἶμαι ὥσπερ οἷον εἶπε.

οἶμαι δὲ ἂν ὡς τὸ οἶμαι δὲ μέχρι τοῦ αἰσχύνην εἴρηται διὰ μέσου. ἔστι γὰρ ἡ συναφὴ τοῦ λόγου πρὸς τὸ, ἡ γὰρ τῆς χώρας ἡμῖν. ἔστι δὲ αὕτη ἡ κατασκευὴ οὐ πρός τι, ἀλλʼ ὥσπερ ὅταν μέλλωμεν ἄρξεσθαι λέγειν, ποτὲ μὲν χωρὶς τοῦ γὰρ, ποτὲ δὲ μετὰ τοῦ γὰρ παρεχόμεθα τὴν ἀρχὴν, οὕτω κἀνταῦθα. οἶμαι δὲ ἐπειδὴ αὐτὸς Ἀδριανουπολίτης ἤτοι Σμυρναῖος ὢν μέλλει πολλάκις ὡς οἰκεῖον καὶ Ἀθηναῖον αὐτὸν καλεῖν τοῦτο, ὥσπερ προδιορθοῦται. ἔστι δὲ ὡς μεταξυλογία τοῦτο. ἐπειδὴ αὐτὸς Ἀδριανουπολίτης, ἤτοι Σμυρναῖος ὢν ὡς οἰκεῖον καὶ Ἀθηναῖον ἑαυτὸν καλεῖ, τοῦτο ὥσπερ προδιορθούμενόν ἐστι. καὶ μεταξὺ λογίας τοῦτο. ἐν γὰρ τοῖς μέσοις ἑαυτὸν καταριθμῶν ὥσπερ νῦν.

οὗ ὅπου. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις κοινωνεῖ τῷ λόγῳ τοῖς Ἀθηναίοις, ἡμῖν φάσκων, ἐπειδὴ προδιωρθώσατο τοῦτο. ἀπῄτει δὲ ἡ τέχνη ἔπαινον πρῶτον τοῦ οἰκιστοῦ· ἀλλʼ ἐπειδὴ ἄδηλός ἐστι, διὰ τὸ ἀρχαίαν εἶναι τὴν πόλιν, ἀνάγκῃ τοῦτο παρῆκε, καὶ ἀπὸ τῆς θέσεως ἄρχεται. καὶ γὰρ καὶ αὐτὴ μέρος ὥσπερ τοῦ γένους τυγχάνει, οἷον πῶς γέγονε καὶ ποίαν ἔχει τὴν φύσιν. θαυμασίως δὲ τῇ φύσει τῶν ἀνδρῶν παραβάλλει τὴν φύσιν τῆς γῆς, μίαν γὰρ λέγει τῆς χώρας καὶ τῶν Ἀθηναίων τὴν φύσιν. αὔξει δὲ σφόδρα· τὸ γὰρ φιλάνθρωπον αὐτῆς τῷ σχήματι δείκνυσι. δεῖ δὲ γνῶναι ὅτι ὁ Χάραξ ἱστορεῖ τοὺς Ἀθηναίους ἀποίκους εἶναι τῶν Σαϊτῶν. ἔστι δὲ Σάϊς πόλις Αἰγυπτίων καὶ οἰκιστῆρα ἔσχεν Ἐρεχθέα. διὸ καὶ διφυᾶ προσαγορεύεσθαί φησιν ὄντα δίγλωσσον. ἕτεροι δέ φασιν ὅτι πρῶτος ἐδόξασεν ἔκ τε γυναικὸς καὶ ἀνδρὸς τοὺς γεννωμένους παράγεσθαι. καὶ διὰ τοῦτο διφυὴς ἐδοξάζετο. περὶ μὲν οὖν τούτου πολλὴ διαφορά. ἐκ δὲ τῆς ἀποικίας ὠνομάσθαι φησὶ πολιοῦχον τὴν Ἀθηνᾶν. ἔστι γὰρ ἡ Σάϊς Αἰγυπτίων φωνῇ παρʼ Ἕλλησιν Ἀθηνᾶ. καὶ τούτου παράγει μάρτυρα τὸ τὴν Ἀθηνᾶν ἐποχεῖσθαι κροκοδείλῳ πρὸς τῇ ἀκροπόλει, δηλοῦσαν τὴν ἀποικίαν ἐκ τοῦ Νείλου τυγχάνουσαν. ἡ γὰρ τῆς χώρας ἡμῖν ἀπῃτεῖτο οἰκίαν. τῇ τέχνῃ πρῶτον ἔπαινος. ἐπειδὴ, εἰ φανήσεται ὁ τοιοῦτος τῷ ἀρχαίαν εἶναι τὴν πόλιν, καὶ ὁ κατὰ τοῦτον παραιτεῖται ἔπαινος. ἄρχεται δὲ ἀπὸ τῆς θέσεως, ὅτι καὶ αὐτὴ μέρος ὥσπερ μέγας τοῦ γένους οὖσα τυγχάνει. θαυμασίως δὲ τῇ φύσει τῶν ἀνδρῶν ἐξομοιοῖ καὶ σχῆμα τῆς θέσεως τῆς χώρας.

καὶ οὔτε ἡ γῆ ἱστόρηται ἐπὶ τοῦ Χάρακος ἀποίκους Σαϊτῶν εἶναι τοὺς Ἀθηναίους. ἔστι δὲ Σάϊς πόλις Αἰγύπτου. ἑρμηνεύεται δὴ τοῦτο τῇ Ἑλληνίδι φωνῇ Ἀθηνᾶ. διὰ τοῦτο καὶ ἐπὶ κροκοδείλου ἔποχος παρʼ Ἀθηναίοις ἱστόρηται Ἀθηνᾶ, ὡς ἐκ τοῦ Νείλου τυγχάνουσα. πρῶτον δὲ Ἀθηναίων οἰκιστῆρα τὸν Ἐρεχθέα ᾄδουσιν, ὃν καὶ διφυῆ διὰ τὸ ἐξ ἑκατέρων γλωσσῶν εἶναι, Ἀττικῆς καὶ Αἰγυπτιακῆς, ἐκάλεσεν. ἕτεροι δὲ διφυῆ ἐκάλεσαν διὰ τὸ δεῖξαι πρῶτον αὐτὸν παράγεσθαι τοὺς γεννωμένους ἔκ τε ἀνδρῶν καὶ γυναικῶν.

ἄμφω δὲ ταῦτα ὅτι καὶ ἡ χώρα ἀξία τῶν ἀνδρῶν καὶ οἱ ἄνδρες τῆς χώρας, καὶ ὅτι αὐτοὶ ᾤκησαν αὐτὴν αἰεί. ὄψει ὄψει τὰ τῆς χώρας, μνήμῃ τὰ τῶν ἀνδρῶν τῶν προγόνων.

οἵ τε γὰρ οἰκήσαντες προέταξε τὴν φιλανθρωπίαν τῶν Ἀθηναίων. ἦν γὰρ καὶ ἀκόλουθον. διπλῆν γὰρ ταύτην ἀποφαίνει, τὴν μὲν τῇ πράξει τῶν τρόπων, τὴν δὲ ἐν τοῖς κινδύνοις γινομένων πρόβολον. ἐπειδὴ δέ ἐστι καὶ ἄνευ ἔργων, φιλανθρωπίαν τινὰ ἐξηγεῖται, τὸ οὕτω ἡσυχίας ἐπιτήδειον, τὸ δὲ πρὸς ἐπικουρίαν τῶν ἀτυχημάτων ἁρμόδιον. τῆς αὑτῶν ἐπιεικείας πρᾳότητος.

ἐν παντὶ πράγματι. τῷ παρασχόντι ταύτην ἐνδείξασθαι. ἐν παντὶ τῷ παρασχόντι ἀντὶ τοῦ ἐν παντὶ τῷ χρόνῳ ἐν ᾧ ἐδέησεν ἐπιδείξασθαι τοὺς Ἀθηναίους τὴν ἑαυτῶν καλοκαγαθίαν ἤτοι φιλανθρωπίαν. τοῦτο γὰρ βούλεται αὐτῷ ἡ ἐπιείκεια σημαίνειν. εἰπὼν τὴν τῶν προγόνων ἐπιείκειαν μερίζει ταύτην εἴς τε τοὺς τρόπους αὐτῶν καὶ τὰς ὁμιλίας καὶ ὅτι οἱ κινδυνεύοντες οἱ πρὸ τούτων ἐσώζοντο. μέρος γὰρ καὶ τοῦτο ἐπιεικείας αὐτῶν, τὸ μή τινα παρορᾶν ἀπολλύμενον, ἀλλὰ χεῖρα ὀρέγειν.

προβόλου προμάχου. μοίρᾳ τάξει. ἐν προβόλου μοίρᾳ καὶ ἑξῆς, πρόκειται γὰρ ἀντʼ ἄλλου. ὡς πρὸς τὸ πρόβλημα τοῦτο ἐπήνεγκεν, ὅτι καὶ τὸ σχῆμα τῆς Ἀττικῆς ἔοικε προβόλῳ. οἰκεία δὲ ἡ λέξις ὡς ἐπὶ προβόλου καὶ τείχους, οἷον προβέβληται. προηγεῖται, ὥσπερ ἡγεμονεύουσα τῆς Ἑλλάδος. εἶπε δὲ τοῦτο ὡς πρὸς τὴν θέσιν· καταντικρὺ γὰρ τῆς Ἀσίας τυγχάνει. φυλακτήριον δὲ αὐτῆς φησι, δηλονότι τῆς Ἑλλάδος, διὰ τοὺς Ῥωμαίους, καὶ ὡς ἐπὶ τὸ πλεῖστον διʼ αὐτοὺς τοῦτο ἀεὶ λέγει. διὰ δὲ τοῦ εἰπεῖν τὴν γινομένην τάξιν ἐσήμηνε τὴν ἡγεμονίαν ὡς ὀφειλομένην τῇ πόλει, ἵνα δείξῃ καὶ τὸν ἡγεμόνα τῆς Ἑλλάδος καὶ τοὺς ἄνδρας τῶν ἄλλων ἀνδρῶν προέχοντας. τὸ δὲ ἔχουσα ἀντὶ τοῦ ἐπέχουσα. ἀντὶ ἄλλης πόλεως ἢ στρατιᾶς ἤ τινος τοιούτου, ἀναπληροῦσα τὸ φυλακτήριον. ἢ ἐν παντὶ χρόνῳ, ἐν ᾧ ἔστηκεν, ἐπιδείξασθαι τοὺς Ἀθηναίους τὴν ἑαυτῶν καλοκἀγαθίαν ἤτοι φιλανθρωπίαν .....

θεωροῦντι ἐστί.

πρώτη ἀρίστη γὰρ θέσις τῆς γῆς ἡ τοῦτο εὐτυχήσασα. πρώτη πρὸς ἥλιον καὶ νῦν τὸ ἐγκώμιον. πρώτη δὲ λέγει ἀπὸ τῶν δυτικῶν πόλεων. πρώτη δὲ λέγεται ἀπὸ τῶν δυτικῶν πόλεων. πρὸς ἥλιον ἀνίσχοντα ἤγουν ἀνατέλλοντα. προμήκης εἰς τὸ πέλαγος φασὶ τὴν Ἀττικὴν προχωρεῖν ἐντὸς τῆς θαλάττης, τὴν δὲ θάλατταν περιβάλλειν αὐτὴν ταῖς ἀγκάλαις. διὸ καὶ οὗτος προϊών φησι πολλούς τινας ὅρμους ταύτην παρέχεσθαι κύκλῳ περὶ πᾶσαν ἑαυτήν.

ἔρυμα φύλαγμα. ὑπὸ τῶν κρειττόνων τῶν θεῶν. τοῦτο τοὺς κρείττονας οἰκιστὰς ἐμφαίνει τῆς πόλεως.

τοῦ γένους τῶν Ἑλλήνων. τοῦ γένους διηγεῖσθαι, τῆς Ἑλλάδος δηλονότι. τοῦτο δὲ ἀεὶ διὰ τοὺς Ῥωμαίους λέγει. προβαίνει γὰρ ἐμψύχως εἶπεν οἱονεὶ βαδίζει. ὃ δὲ κατὰ φύσιν ὑπάρχει τῷ τόπῳ, τοῦτο τῇ χώρᾳ ἐπέθηκε.

μέχρι πλείστου τόπου. ταῖς νήσοις ἐγκαταμίγνυται κύκλῳ γὰρ περὶ αὐτὴν ταύτας ἔχει.

ἤπειρος ἐν νήσοις τουτέστι κοινωνοῦσα ταῖς νήσοις ὥσπερ φιλίαν ἀσπαζομένην αὐτάς. ἔοικε δὲ νήσῳ ἡ Ἀττική· παρʼ ὀλίγον γὰρ ἐπικλύζεται ὡς νῆσος. δοκεῖ δὲ νοτιώτερον διαβολὴν ἔχειν τῷ κεῖσθαι ἐν νοτίῳ μέρει. οὐκ ἔστιν οὖν τόπου δηλωτικὸν, ἀλλʼ ἀντιπίπτοντος λύσις. ἀντέπιπτε γὰρ αὐτῷ ὅτι νῆσος οὖσα τῶν ὑδάτων ἐν σπάνει καθέστηκε. φησὶν οὖν ἐν ὑδροτέρᾳ καὶ τούτων. ἐπάγει γοῦν μετὰ βραχὺ τὸ καὶ πηγὰς ἀφθόνους ἔχειν τὴν πόλιν. κεῖται δὲ καὶ παρὰ Θουκυδίδῃ τὸ νόημα ἐπὶ τῆς διύγρου, ἔνθα λέγει «Χειμῶνος ἦν νοτιώτερον.» καὶ Ὅμηρος «Κατὰ δὲ νότιος ῥέεν ἱδρώς». τούτων ἐνίων νοτιωτέρα νοτιωτέρα λέγει, ἵνα δείξῃ ὡς ἐπὶ πλεῖστον τῆς θαλάττης ἐκτέταται, καί τινας τῶν νήσων ἐκ πλαγίου ἔχει. εἰσὶ δὲ οἳ φασὶ τὸ νοτιωτέρα ἀντὶ τοῦ ὑγροτέρα, ἵνα ᾖ λύσις τοῦ ἀντιπίπτοντος. εἶπε γὰρ ἄν τις αὐτῷ, πῶς τοιαύτη οὖσα σπάνιν ὕδατος ἔχει; φησὶν οὖν ὅτι ἐνυδροτέρα τινῶν ἐστι νήσων. εὕρηται δὲ τὸ νοτιωτέρα καὶ ἐπὶ διύγρου παρά τε τοῖς ἄλλοις πᾶσι καὶ Θουκυδίδῃ λέγοντι «Χειμῶνος νοτιωτέρα». καὶ παρʼ Ὁμήρῳ «Κατὰ δὲ νότιος ῥέεν ἱδρώς.» ἐρεῖ δὲ τοῦτο ὁ Ἀριστείδης καὶ ἔμπροσθεν περὶ τοῦ τῶν Περσῶν αἵματος, ὡς ἐν νοτίῳ ταῖς ναυσὶν ἦν. τὸ νοτιώτερα διαβολὴν ἔχει τοῦ κεῖσθαι τὴν Ἀττικὴν ἐν νοτίῳ μέρει. οὐκ ἐστὶν οὖν τόπου δηλωτικὸν, ἀλλʼ ἀντιπίπτοντος λύσις· ἀντέπιπτον γὰρ αὐτῷ ὅτι νῆσος οὖσα τῶν ὑδάτων ἐν σπάνει καθέστηκε· φησὶ γοῦν ἐνυδροτέρα καὶ τούτων, διὸ καὶ ἐπείγε μετὰ βραχὺ τὸ καὶ πηγὰς ἀφθόνους ἔχειν τὴν πόλιν. κεῖται δὲ κἀπὶ Θουκυδίδου τὸ νότιον ἀντὶ τοῦ διύγρου, ἔνθα λέγει «Χειμὼν ἦν νοτιωτέρα.» νοτιώτερον ἀντὶ τοῦ κεκλιμένη πλέον τῶν νήσων εἰς τὸ πέλαγος καὶ ὡς ἂν εἴποι τις πλαγιωτέρα, σώζουσα τοὺς θαλαττεύοντας. τοῦτο γὰρ διὰ τοῦ «χεῖρα προτείνουσα» βούλεται. ἀντὶ πλέον τῶν ἄλλων προκεκλημένη εἰς τὸ πέλαγος καὶ σώζουσα τοὺς θαλαττεύοντας· τοῦτο γὰρ διὰ τοῦ «χεῖρα προτείνουσα» ἀπέφηνεν. τοῖς μέρεσι.

παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας τινὲς λέγουσι λιμένας εἶναι ἀχειροποιήτους, ὅρμους δὲ τοὺς ᾠκοδομημένους. κακῶς δὲ εἶπε «τῆς θαλάττης καὶ ἑαυτῆς.» λιμὴν γὰρ γίνεται ἐν τῷ τέλει τῆς θαλάττης. λέγει γοῦν ὅτι ἡ Ἀττικὴ ποιεῖ λιμένας ἔκ θʼ ἑαυτῆς καὶ τῆς θαλάττης. ὅπου γὰρ μόνη θάλασσα, οὐκ ἔστι λιμὴν οὐδὲ ὅρμος. λέγεται γοῦν ὅρμος καὶ ὁ λιμὴν, ὅτι τέθεικε τοῦτο ἐκ παραλλήλου. ἄλλοι δέ φασιν ὅτι ὅρμος μὲν καλεῖται ἔνθα προσοκέλλει τις τὸ πλοῖον, λιμὴν δὲ ἔνθα μετέωρος ἐπὶ τῶν πελαγῶν φέρεται. ὅρμος καὶ λιμὴν διαφέρει. ὅρμος μὲν γὰρ λέγεται ὁ τόπος ἐν ᾧ βάλλουσι τὸ ἄγκιστρον, ὡς ἀσφάλειαν τῆς νηὸς, λιμὴν δὲ ὁ χῶρος πᾶς ἐν ᾧ ἵστανται τὰ πλοῖα.

ἔτι δὲ ἀκτὰς ἄλλας καὶ γάρ εἰσιν ἔν τε ταῖς νήσοις καὶ ἐν αὐτῇ. ἢ μέρη τῆς θαλάττης καὶ ἑαυτῆς τὰς νήσους φησί. τοῦτο πρὸς τὸ κάλλος ἁρμόζει, ὅτι πρὸς ἀναψυχὴν πεποίηται καὶ τέρψιν.

οὐ πλέον διαλιπόντας γραμματικόν ἐστι τὸ σχῆμα. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. οὐκ ἀπέχουσιν οἱ πορθμοὶ ἀφʼ ἑαυτῶν, εἰ μὴ ὅσον αἱ νῆσοι ἑαυτῶν διεστήκασι. τὸ γὰρ πυκνὸν καὶ συνεχὲς βουλόμενος δηλῶσαι τοῦτο εἶπε. πορθμὸς δέ ἐστι θάλασσα ἀμφίγειος, ὥσπερ ὁ ἰσθμὸς γῆ ἀμφιθάλασσος.

ὥστε καὶ παραπλεῖν καὶ ἤπειρον αὐτὴν δείκνυσι καὶ νῆσον καὶ παραθαλαττίαν. τὸ γὰρ παραπλεῖν ἐπὶ παραθαλαττίων λέγεται, τὸ δὲ περιπλεῖν ἐπίνησον, τὸ δὲ πεζεύειν ὡς ἐπὶ ἠπείρου. παραπλεῖν πλησίον. ὡς ἐπὶ τῶν παραθαλασσίων. περιπλεῖν κύκλῳ. ὡς ἐπὶ νήσων. πεζεύειν τὸ πεζεύειν κατʼ ἄμφω νοητέον, καὶ διὰ τὰς νήσους καὶ διὰ τὴν Ἀττικήν. ἀπέδειξε γὰρ αὐτὴν ἐντὸς προήκουσαν τῆς θαλάττης· διὸ καὶ τὸ πελαγίους λέγει. εἰκότως δὲ ἐλήφθη τὸ πομπῇ. ὥσπερ γὰρ ἐν ταῖς πανηγύρεσι παντοδαπῶν θεαμάτων θέαι πρόκεινται πρὸς τὰς τῶν θεατῶν βουλήσεις, οὕτω καὶ περὶ τὴν Ἀττικὴν συμβαίνει. πεζεύειν ὡς ἐπὶ ἠπείρου. πελαγίους ἔξω ἐν τῷ πελάγει.

ὥσπερ ἐν πομπῇ πανηγύρει. ἐν ταῖς πομπαῖς ὁ μὲν Διονύσου, ὁ δὲ Σατύρου, ὁ δὲ Βάκχου ἀνελαμβάνετο σχῆμα. τὸ δὲ αἱρουμένους ἐπιλεγομένη εἰς θέαν ὥσπερ εὐπομπεῖ, ὃ θέλει τις ὁρᾷ, οὐχ ὃ θέλει περίκειται σχῆμα. οὐ γὰρ ὁ πεζὸς τὸν ἱππέα δύναται μιμήσασθαι, οὐδʼ ἔμπαλιν.

αἱ δὲ αἱ νῆσοι. πανταχόθεν ἐκ παντὸς μέρους αὐτῆς. Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν Κυκλάδες καλοῦνται διὰ τὸ πᾶσαν ὁμοῦ κυκλοῦν τὴν νῆσον τὴν Δῆλον. Σποράδες δὲ διὰ τὸ ἐσπαρμένως καὶ ὡς ἔτυχε κεῖσθαι. εἰσὶ δὲ αἱ μὲν Κυκλάδες τρεῖς πρὸς ταῖς δέκα, ἤγουν ἡ δωδεκάνησος λεγομένη, αἱ δὲ Σποράδες ὀκτώ. ἔχει δὲ καθʼ ἓν μὲν μέρος τὰς Κυκλάδας, καθʼ ἕτερον δὲ τὰς Σποράδας. Κυκλάδες μὲν ἅπασιν ᾀδόμεναι, Σποράδες δὲ Κρήτην, Κύπρον, Ῥόδον· οὐδὲν γὰρ αὗται περιλαμβάνουσαι νῆσον ὥσπερ αἱ Κυκλάδες τὴν Δῆλον, διʼ ἣν καὶ Κυκλάδες λέγονται.

ὥσπερ τῆς θαλάττης ἀντὶ τοῦ κατὰ τὸν τόπον τῆς πόλεως, ἔνθα ἐστὶν ἡ θάλασσα· τὰς γείτονας τὰς Κυκλάδας. θέλει δὲ δεῖξαι τὴν Ἀττικὴν εἰκόνα τῆς οἰκουμένης σώζουσαν καὶ πᾶν σχῆμα αὐτῆς ἔχουσαν, ὡς δηλοῖ προϊών.

δύνανται αἱ νῆσοι. τοῖς βασιλείοις ἐν. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις καθαιροῦντος τὴν δόξαν τῆς Ἀττικῆς τοῦ λέγειν ταῖς νήσοις αὐτὴν καλλύνεσθαι, ἐπιφέρει τὸ ἄτοπον περιβολῇ διορθούμενος, καὶ φησὶν ὅτι ὥσπερ βασιλείοις τὸ κάλλος τῶν προπυλαίων κάλλος γίνεται, οὕτως αἱ νῆσοι κάλλος γίνονται τῆς Ἀττικῆς· καὶ οὐ δήπου διὰ τοῦτο ἀτιμότερα τῶν προπύλων τὰ βασίλεια. σελήνην σελήνῃ παρεικάζει τὴν Ἀττικὴν καὶ τὰς νήσους ἀστράσιν. ἐπειδὴ δὲ ποιητικόν ἐστι τὸ ἐπιχείρημα, ποιητῇ αὐτὸ περιάπτει. ἔστι δὲ παρεμβολὴ τὸ νῦν ἀναπόδοτος· ἔδει γὰρ εἰπεῖν ὅτι ὃν τρόπον οἱ ἀστέρες τὴν σελήνην περιέχουσιν, ὡς ποιητὴς ἂν εἴποι, τὸν αὐτὸν τρόπον καὶ αἱ νῆσοι τὴν πόλιν. ἀπεσιώπησε δὲ καὶ ἀναπόδοτον ἀφῆκε τῷ χιαστῷ σχήματι χρώμενος. τεχνικῶς δὲ καὶ ἐπήγαγε τὸ μεῖζον κέρδος φέρουσαι, ἤτοι ἀντιλαμβάνουσαι, ἢ ὅσον παρέχουσι. κοσμοῦνται γὰρ, φησὶ, παρὰ τῆς πόλεως ἤπερ κοσμοῦσι τὸ προσοικεῖν. ἕτεροι δέ φασι τῷ φέρειν τὸν φόρον αὐτῇ. σελήνην τὴν Ἀττικὴν, ἀστέρας τὰς νήσους φησί. ἐγκλείουσι στεφανοῦσι. ἤγουν στεφανοῦσι. ποιητὴς ἂν εἴποι τις ἐπειδὴ τοῦτο ποιητοῦ τινός ἐστιν, εἴτε διὰ τὴν Ἀττικὴν εἴτε ἄλλως πως εἰρηκότος, διὰ τοῦτο τὸ «ποιητὴς ἂν εἴποι τις» λέγει. οἱ δὲ λέγοντες ὅτι οὐκ ἔστι τινὸς ποιητοῦ, ἀλλʼ ἐπειδὴ ποιητῇ ἥρμοττε τοῦτο καὶ οὐ λογοποιῷ, διὰ τοῦτο τοῦτό φησι ληροῦσιν.

μεῖζον φέρουσαι κέρδος παρὰ τῆς πόλεως. φέρουσαι ἀντὶ λαμβάνουσαι. ἢ ὅσον παρέχουσι αὐτῇ ἐκ τῶν φόρων καὶ τῶν ἄλλων ὧν εὐποροῦσιν.

γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν ὅτε γὰρ οἱ Ἕλληνες ἤνθουν τὴν τῆς θαλάττης ἀρχὴν Ἀθηναῖοι εἶχον. διʼ ἃ δὴ καὶ μόνη ἀπὸ τῆς θέσεως ἰδιοποιεῖ τὴν ἀρχὴν τῶν νήσων τῇ πόλει. εἶτα ἐπειδὴ καὶ οἱ Λακεδαίμονες ἦρξαν τῆς θαλάττης, νόθους αὐτοὺς, οὐ γνησίους καλεῖ. τινὲς δὲ τὸ φέρουσαι ἔλαβον διὰ τὸν φόρον ὃν παρέχουσιν· ἵνʼ ᾖ οὕτως, κέρδος δέχονται παρὰ τῆς πόλεως τὸ προσοικεῖν πλείονας παρέχουσι φόρους. ἐπὶ τῶν Ἑλληνικῶν καλῶς τοῦτο. ὁ γὰρ λόγος ἐπὶ τῶν Ῥωμαϊκῶν ἐλέχθη. ἅμα δὲ καὶ θεραπεύει διὰ τούτου Ῥωμαίους. ἐπὶ τῶν Ἑλληνικῶν καλῶς τοῦτο ἐπὶ τῶν Ἑλληνικῶν προσέθηκεν. ὁ γὰρ λόγος ἐπὶ τῶν Ῥωμαϊκῶν ἐλέχθη· ἅμα δὲ καὶ διὰ τούτου θεραπεύει τοὺς Ῥωμαίους. διʼ ἃ δὴ καὶ μόνης τῆς πόλεως ἀπὸ τῆς θέσεως ἰδιοποιεῖ τὴν ἀρχὴν τῶν νήσων τῇ πόλει. εἶτα ἐπειδὴ καὶ Λακεδαιμόνιοι ἦρξάν ποτε τῆς θαλάττης, νόθους αὐτοὺς, οὐ γνησίους καλεῖ. τινὲς τὸ φέρουσιν ἔλαβον διὰ τὸν φόρον, ὃν παρέχουσιν, ἵνʼ ᾖ οὕτω· κέρδος δέχονται παρὰ τῆς πόλεως τῷ προσοικεῖν πλείονας παρέχουσι φόρους.

τοὺς δʼ ἄλλους νόθους ἐπειδὴ τότε Λακεδαίμονες ἦρξαν τῆς θαλάττης, νόθους αὐτοὺς καὶ οὐ γνησίους καλεῖ. ὥσπερ ὑποβολιμαίους ὑποβάλλοντας. οἱ ἐκποιητοὶ ἢ οἱ ὑποβαλλόμενοι, καὶ οἱ εἰσποιητοὶ ἤτοι οἱ ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες.

ψυχαγωγίας τέρψεως ψυχῆς. τρυφῆς ἀπολαύσεως. αὐτοὺς τοὺς ἐμπόρους. πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο ὡς μὴ δυνάμενος δεῖξαι λόγῳ τὸ τερπνὸν τοὺς πεπειρασμένους ἄγει μάρτυρας τῆς ἡδονῆς.

ἡ ψυχὴ προκαθαίρεται εἰκότως εἶπε τὸ προκαθαίρεται. οἱ γὰρ μυούμενοι πρῶτον προεκαθαίροντο· διὸ καὶ προτέλεια ἐλέγετο παρʼ αὐτοῖς. τρόπον οὖν ἕτερον καὶ οἱ τῶν Ἀθηνῶν ἐπιβαίνοντες ταῖς παρακειμέναις προεντυγχάνοντες νήσοις οἱονεὶ προκάθαρσιν τῶν ἔμπροσθεν φροντίδων ἔπασχον καὶ ἀρχὴν τῆς εὐφροσύνης ἐλάμβανον ἧς μετʼ ὀλίγον ἐξ Ἀθηνῶν ἀπολαύσειν ἔμελλον. προκαθαίρεται καθαρὰ λύπης καὶ φροντίδος γίνεται.

ὥσπερ ἐν ἱεροῖς προτελουμένη ἀντὶ τοῦ μυουμένη, ἵνα εἴπῃ προτέλεια μὲν τὰς νήσους, αὐτὴν δὲ τὴν Ἀττικὴν τελετήν. τὸ δὲ κοῦφον, ὅτι τὰ ἱερὰ εἶχόν τινα συνῳκοδομημένα, σημαίνοντα ὡς δεῖ μετέωρον γίνεσθαι τὸν μυούμενον. ὅθεν καὶ οἱ ἐν Αἰγύπτῳ τὰ πτερὰ τοῦ Κανώβου φασί. προτελουμένη προδιδασκομένη. μυουμένη. ἐπίδηλον δὲ ὥσπερ ἕτερον ἥλιον ὑπογράφει τῶν Ἀθηνῶν τὸ φῶς, ὅτι ὡς ὑψηλοτέρα ἐστὶν ἡ πόλις.

τὸ φῶς τοῦ ἡλίου. ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν οὕτως Ἀθηνᾶ πρὸς Διομήδην ἐν Ἰλιάδι φησὶν Ἀλλʼ ἀχλὺν δʼ ἄν τι ἀπʼ ὀφθαλμῶν ἕλον, ὧν πρὶν ἐπῆεν, ὄφρʼ εὖ γινώσκῃς ἠδὲ θεὸν ἠδὲ καὶ ἄνδρα. οὐκ Ἀριστείδου, ἀλλʼ Ὁμήρου τὸ μυθολόγημα, πλάττοντος τὴν Ἀθηνᾶν τῷ Διομήδει λέγουσαν Ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, ἀφεῖλον.

καὶ καθʼ Ὅμηρον οὐκ αὐτοῦ, ἀλλʼ Ὁμήρου τὸ μυθολόγημα. ὡς ἐφόρου δὲ τῆς πόλεως τῆς Ἀθηνᾶς οὕτως αὐτὴν ὠνόμασε τὴν Ἀττικὴν χώραν τῆς Ἀθηνᾶς εἶναι χώραν.

ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα διὰ τὸ ὑπερβάλλον τοῦτό φησι· πολλάκις γάρ τις ἐν ὕπνοις καὶ σατράπης καὶ βασιλεὺς γέγονεν. ἔνεστι δὲ τοῦτον τὸν λόγον καὶ ἄλλοθί που ἐπὶ ματαίοις εὑρεῖν. ὀνείρατος τὸ σφόδρα τερπνὸν δηλοῖ. πολλὴ γὰρ παρὰ τοῖς ὀνείροις ἡδονὴ καὶ χαρὰ προσγίνεται τῆς προσηκούσης. καὶ γὰρ ἐν τοῖς ὀνείροις ἕκαστος μεγάλα νομίζει κερδαίνειν, ὁ μὲν ἔχειν χρυσὸν οἰόμενος, ὁ δὲ κτήματα, ἕτερος ἀρχὴν, ἃ μεθʼ ἡμέραν οὐ πρόσεστιν. οὐ πρὸς τὸ ἀνυπόστατον δὲ τὴν εὐφροσύνην τῆς πόλεως παραβάλλων εἶπεν οὕτως, τοιοῦτον γάρ τι οἱ ὄνειροι, ἀλλὰ πρὸς τὸ ὑπερβάλλον τῆς εὐφροσύνης. ἀκολούθως δὲ καὶ χορείᾳ τὸ ἐξελίττειν ἐπήνεγκεν. χορείαν χορόν. ἐξελίττειν συστρέφειν. ἀνύττειν τελεῖν. οἷα θαυμαστικόν.

τοῖς δʼ ὁρωμένοις τοῦτο ἐκ τοῦ ἐναντίου εἴρηται. ἐχρῆν γὰρ εἰπεῖν τοῖς λεγομένοις συμβαίνει καὶ τὰ ὁρώμενα. διὸ καὶ Μένανδρος μέμφεται τῷ Ἀριστείδῃ. τοὐναντίον ὤφειλεν εἰπεῖν· τοῖς λεγομένοις συμβαίνει καὶ τὰ ὁρώμενα. συμβαίνει συμφωνεῖ. τὰ λεγόμενα ἐν ταῖς ἱστορίαις. πάντα τὰ ἐν αὐταῖς.

ὁμοίως ἔχει τοῖς ὁρωμένοις. τοῦ ὁρωμένου. Λητώ τε γὰρ νῦν περὶ τῆς θέσεως διηγούμενος μικρὸν ὅσον καὶ περὶ τῶν θείων διηγήσεται. θεῖα δὲ καλεῖ τὰ περὶ θεῶν λεγόμενα τοῖς Ἀθηναίοις. λυσαμένη ἐμφαίνει διὰ τούτων τὴν δίωξιν τῆς Ἥρας ὑπὸ ζηλοτυπίας τοῦ Διὸς αὐτῇ συγγενομένου. πάλιν δὲ τῷ κατὰ πρόσληψιν ἐχρήσατο σχήματι, εἰπὼν ἐν ζωστῆρι. εἰ μὴ γὰρ ἀπεζώσθη ἐν τῷ τόπῳ, οὐκ ἂν ἐκλήθη ὁ τόπος ζωστήρ.

λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ ἐξ ἐκείνου γὰρ ζωστὴρ κέκληται.

εἰς τὸ πρὸς ἕω πρὸς γὰρ τὸ ἑῶον μέρος τῆς Ἀττικῆς ἡ Δῆλος. τῆς Προνοίας Ἀθηνᾶς Προνοίας Ἀθηνᾶς ἱερὸν ἐν τῷ ἄκρῳ τῆς Ἀττικῆς ἦν. ἐποίησαν δὲ τοῦτο Ἀθηναῖοι ἢ διότι προνοεῖται ἡ θεὸς τῆς πόλεως, ἢ ὅτι τοῦ τῆς Λητοῦς τόκου πρόνοιαν ἔσχεν, ὅτε ἀπείργετο παρὰ τῆς Ἥρας ἐν γῇ ταύτην μὴ τεκεῖν, καὶ ἔδειξε τὸ Σούνιον, καὶ πρὸς τὴν Δῆλον ἐχειραγώγησε. βουλόμενος δὲ καὶ Ὑπερείδης δεῖξαι τᾶς νήσους πλησίον εἶναι τῆς Ἀττικῆς, φησὶν ἐν Δηλιακῷ ὅτι ἀπʼ ἄκρας τῆς Ἀττικῆς, Λητὼ ἐπέβη τῆς νήσου. τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης καλῶς τὸ τῆς προσθήκης πρὸς τὸ προκείμενον εἶπε. διὰ τοῦτο γὰρ ἐκλήθη Πρόνοια Ἀθηνᾶ, ὅτι προενοήθη τοῦ τόκου τῆς Λητοῦς. καλῶς οὖν Ἀθηνᾶ προηγεῖται πρὸς τὸν τόκον συμβαλλομένη τῇ Λητοῖ, καὶ τὸ Σούνιον τὴν ἄκραν ἐπιτίθησι, καὶ πρὸς τὴν Δῆλον χειραγωγεῖ τὴν θεόν. τοῦτο καὶ Ὑπερίδης ἐν Δηλιακῷ βουλόμενος δεῖξαι, ὅτι αἱ νῆσοι ἐγγύς εἰσι τῆς Ἀττικῆς, εἶπεν ὅτι ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἡ Λητὼ ἐπέβη τῆς νήσου. Πρόνοια ἐκλήθη ἡ Ἀθηνᾶ, ὅτι τῆς Λητοῦς ἐν τῷ τίκτειν προνοησαμένη διὰ τοῦ Σουνίου τῆς Ἀττικῆς εἰς τὴν Δῆλον διεβίβασε. ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἤγουν τοῦ Σουνίου. βουλόμενος δεῖξαι ὅτι καὶ αἱ νῆσοι πλησίον τῆς Ἀττικῆς, τοῦτο προσέθηκεν. ἐπιβᾶσα τῶν νήσων ὡς ἂν εἰ ἔλεγεν, ὦ νῆσος ἀτυχὴς καὶ τόκον τῶν θεῶν ἀτυχήσασα. φησὶ δὲ τὴν Δῆλον πλανωμένην τέως ἀπὸ τοῦ τόκου Λητοῦς ῥιζωθεῖσαν στῆναι. διὸ καὶ Δῆλος ἐκλήθη, ὡς ἐξ ἀδήλου εἰς δῆλον βάσιν καταστᾶσα. εἰς ταύτην δὲ καὶ οὐκ ἄλλην ἦλθεν ἡ Λητὼ νῆσον. εὐλαβεῖτο γὰρ ὑπὸ Διὸς διωκομένη εἰς τόπον ἑστῶτα καταφυγεῖν, ἵνα μὴ ῥᾳδίως ἁλῷ. νῦν δὲ εἰς πλανωμένην καταφεύγει, ἵνα εἰ πάλιν Ἥρα ἐπέλθοι, τῇδε κἀκεῖσε πλανωμένης τῆς νήσου ἔχοι πρὸς ἄλλην εὐκόλως μεταβαίνειν.

τῶν νήσων τῶν Κυκλάδων. εἰς Δῆλον καταίρει λέγουσιν ὅτι ἡ Δῆλος ἐν βυθῷ τῆς θαλάττης οὖσα ὑπὸ Διὸς ἀναδοθεῖσα διὰ Λητὼ ἐπάγει, ἵνα ἐκεῖ τέξῃ. ἔτεκε δὲ τὴν Ἄρτεμιν πρῶτον, ἵνα μαιεύσῃ Ἀπόλλωνα. διὸ καὶ ἔφορος ἡ θεὸς τῆς λοχείας. τὸν πατρῷον Ἀπόλλω τῇ πόλει πατρῷον Ἀθηναῖοι τὸν Ἀπόλλω ἐκάλουν ὅτι Κρεούσης ἠράσθη, τῆς Ἐρεχθέως θυγατρὸς, ἀφʼ ἧς ἔσχεν Ἴωνα, ἀφʼ οὗ καὶ Ἴωνες. καὶ τὸν πατρῷον Ἀπόλλω πατρῷον ἐκάλουν οἱ Ἀθηναῖοι τὸν Ἀπόλλωνα, ὅτι ἠράσθη Κρεούσης, τῆς Ἐρεχθέως θυγατρὸς, καὶ τέτοκεν Ἴωνα, ἀφʼ οὗ καὶ Ἴωνες οἱ Ἀθηναῖοι. ἐμφαίνει δὲ ὅτι διὰ τοῦτο ἐτέχθη ὁ Ἀπόλλων, ἵνα πατρῷος γένηται θεός. ἄλλοι φασὶν ὅτι πρῶτοι τῶν ἄλλων ἁπάντων ἀνθρώπων εἶδον τὸν ἥλιον, ὡς αὐτόχθονες ὄντες. πατέρα οὖν ἑαυτῶν ἡγοῦνται τὸν Ἀπόλλωνα, ἤγουν τὸν ἥλιον. διὰ τὴν Κρέουσαν, τοῦ Ἐρεχθέως θυγατέρα, τινές φασι, πατρῷον λέγει ὅτι ἠράσθη ταύτης. καὶ τέτοκεν Ἴωνα, ἀφʼ οὗ εἰσὶν Ἴωνες οἱ Ἀθηναῖοι.

ἥ τʼ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις ἣν πρὸ Ξέρξου Δαρεῖος ἔπεμψε στρατιὰν μετὰ στρατηγῶν Ἀνταφέρνου καὶ Δάτιδος. τὴν Δαρείου φησί. διὰ τοῦτο καὶ πρώτην λέγει.

προσέσχεν ἔπλευσεν. ἀχθεῖσα ἀγομένη.

πρὸς δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν ἐν Μαραθῶνι γὰρ ἥττηται, ὡς προϊὼν ἐρεῖ. πρὸς τὸ δοῦναι δίκην Ἀρταφέρνην φησὶ καὶ Δᾶτιν, οὓς ἔπεμψε Δαρεῖος. ἐνδείκνυσι δὲ διὰ τούτων ὅτι πλησίον αἱ νῆσοι τῆς Ἀττικῆς δύο. ἐμψύχως δὲ εἶπεν, ὡς αὐτοῦ τοῦ τόπου ἑλκύσαντος αὐτοῦ εἰς ἑαυτὸν, ἵνα δίκην δοῖεν. ἦν γὰρ στενὸς ὁ ἐν Σαλαμῖνι· τῇ μὲν γὰρ θαλάττια ἦν, ἄλλοθεν δὲ ἕλος μικρὸν καὶ τόπος λιμνώδης. ἐν ἀρχῇ τῆς Ἑλλάδος ἀρχὴν τῆς Ἑλλάδος λέγει διότι καὶ ἡ παλαιὰ Ἑλλὰς ἀπὸ ταύτης ἤρχετο, Θηβαῖοι, Ἀργεῖοι, Πελοποννήσιοι καὶ οἱ ἄλλοι Ἕλληνες. μέσην δὲ διὰ τὴν τῶν Ἰώνων ὕστερον ἀποικίαν. οὕτω δʼ ἐν ἀρχῇ ἀρχὴν μὲν πρὸς τὴν Πελοπόννησον τὴν παλαιὰν Ἑλλάδα, μέσην δὲ πρὸς τὴν Ἰωνίαν. ἕτερον δὲ τοῦτο σχῆμα τῆς Ἀττικῆς διηγεῖται, βουλόμενος αὐτὴν δεῖξαι ἀρχὴν καὶ μέσην, ἵνʼ ὡς ἀρχὴ καὶ τέλος οὖσα τιμηθῇ παρὰ πᾶσιν. ἢ καὶ γεωμετρικῶς ἐρρήθη, ὅτι ἐστὶν ἡ χώρα· ἐν ἀρχῇ τῆς Ἑλλάδος καὶ μέση· ἐν ἀρχῇ μὲν, ἐπειδὴ, ὡς καὶ αὐτὸς, κεῖται πρὸς ἥλιον ἀνίσχοντα· μέση δὲ, ὅτι τῆς Ἑλλάδος μέσης οὔσης τοῦ παντὸς αὕτη μέση ὅτι τῆς Ἑλλάδος.

καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ ἀντὶ τοῦ περιοικεῖ, ὑπὸ γὰρ πάντων Ἑλλήνων περιέχεται. προσοικεῖν δέ φησι τὴν οἰκείαν τοὺς ἀγροὺς καὶ πᾶσαν κτῆσιν τὴν μέχρι τῶν ὅρων ἑκάστης πόλεως οὖσαν.

τὸ τῶν Ἑλλήνων πρόσχημα ὑπόκρισις. διότι μὲν ἐν ἀρχῇ τῆς Ἑλλάδος εἶπεν, ἐπήγαγε τὸ πρόσχημα, οἱονεὶ πρόσωπον καὶ προβολήν. διότι δὲ ἐν μέσῳ ἐπήνεγκε τὸ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλον. οὐ γὰρ οἷόν τε τὴν μέσην Ἑλλήνων οὖσαν γειτονεύειν βαρβάροις. ἐστὶν μόνη. ὅσον γὰρ τῇ φύσει—καὶ τοῖς ἤθεσι δῆλον ὅτε καὶ τῷ τόπῳ πλεῖστον ἀφέστηκεν.

τῶν ἀνδρῶν τῶν βαρβάρων. οὔτε γὰρ ποταμοῦ οὐ γὰρ ὡς Τάναϊς καὶ συνάπτει καὶ διορίζει τὴν Ἀσίαν τῆς Εὐρώπης, —ὥς φησι Διονύσιος, Εὐρώπην τῆς Ἀσίας Τάναϊς διὰ μέσον ὁρίζει, — οὕτω καὶ τὴν Ἀττικὴν ἄλλος τις ποταμός. ἰστέον δὲ ὡς τὸ διορίζον καὶ συνάπτει.

ἐπίσημον ὑπερέχον. ἐν γὰρ τῷ μέσῳ αἱ ἀσπίδες τὰ σήματα ἔχουσιν. ἢ τὸν λεγόμενον ὀμφαλόν.

καὶ πανταχόθεν κύκλῳ ὡς ἐπὶ ἀσπίδος εἶπε τὴν λέξιν. κυκλοτερὴς γὰρ ἡ ἀσπίς. κύκλους δὲ λέγει τὰ Ἑλληνικὰ γένη. ἐπειδὴ γὰρ ἑκάστη πόλις κυκλοῦται ὑπὸ τῶν ἰδίων τειχῶν ὥσπερ καὶ αὐτὴ ὑπὸ τῶν Ἑλληνικῶν γενῶν.

τῇ κοινῇ τοῦ γένους ἑστίᾳ κοινὴν τοῦ γένους ἑστίαν λέγει τὰς Ἀθήνας διὰ τὸ πρεσβυτάτην εἶναι τὴν πόλιν πασῶν τῶν Ἑλληνικῶν καὶ πάσας ἐντεῦθεν τὰς ἀρχὰς τοῦ γένους δοκεῖν ἔχειν. ὡς τῶν ἑστιῶν μέσων οὐσῶν τῶν οἰκιῶν. τοσοῦτον δὲ πέφευγεν πάλιν ἐμψύχως εἶπε τὸ τοσοῦτον δὲ πέφευγεν, οὐκ ἀνεχομένης τῆς Ἀττικῆς πλησίον εἶναι τῶν ἄλλων βαρβάρων. ἑτέραν δὲ Ἑλλάδα τὴν νῦν Ἰωνίαν λέγει.

ἑτέραν Ἑλλάδα τὴν νῦν Ἰωνίαν λέγει. τὴν Ἰωνίαν λέγει ἑτέραν Ἑλλάδα.

πλεῖστον βαρβάρων ἀφέστηκεν πολὺ, φησὶν, ἀφέστηκε τῆς βαρβάρου γῆς τῷ κάτω εἶναι παρὰ θάλατταν. ὑπερβολῇ δὲ ἐχρήσατο. ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις εἰκότως ἐνταῦθα τὸ πόλις προσέθηκεν. ἐπειδὴ γὰρ διὰ μέσου εἶπε διὰ τὴν Ἰωνίαν, τὸ ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκε, προσέθηκε τὸ πόλις εἰς τὸ ταχθεῖσα, ἵνα μὴ τούτου ἀπόντος ἔμφασιν ἔχῃ τισὶ διὰ τὴν Ἰωνίαν λέγεσθαι.

εἰλικρινῆ δὲ καὶ καθόλου ἀχάριστοι γὰρ αἱ ἄλλαι διάλεκτοί εἰσιν, ὡς ἡ Δωρὶς εἰς α τὸ η ἀμείβουσα, ὡς ἐπὶ τοῦ ἁμέρα. παράδειγμα δὲ πάσης τῆς Ἑλληνικῆς ὁμιλίας εἶπεν. εὑρίσκεται γὰρ ἐν τῇ Ἀττικῇ διαλέκτῳ τινὰ καὶ τῶν ἄλλων διαλέκτων, οἷον Ἰωνικὰ καὶ Δωρικὰ, τῷ πάντως πρεσβυτέραν ταύτην εἶναι καὶ ἀπὸ ταύτης ἐκείνας ταῦτα λαβεῖν. καὶ τοῦτο σαφὲς ἐκ τῶν γραμματικῶν τεχνικῶν. δεῖ γὰρ τὸ παράδειγμα τοῦ οὗ παράδειγμα προυπάρχειν. ἄλυπον ἐμμελῆ καὶ οὐ τραχεῖαν, οἷα ἡ τῶν βαρβάρων. παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν εἰσηνέγκατο διὰ τοῦ παράδειγμα λέγειν δείκνυσιν αὐτὴν καὶ πρεσβυτάτην τῶν ἄλλων Ἑλλήνων καὶ κρείττονα διάλεκτον ἔχειν, καὶ τοὺς ἄλλους Ἕλληνας ὡς εἰς παράδειγμα ταύτην βλέψαντας, τὴν αὐτῶν δὲ ἀσκῆσαι. διὸ καὶ ἐν ταῖς αὐτῶν φωναῖς εὕρηταί τινα Ἀττικὰ ῥήματα. παράδειγμα δὲ πάσης τῆς Ἑλληνικῆς τὴν Ἀττικὴν λέγει, ἐπειδὴ εὑρίσκονται ἐν αὐτῇ τινα, ἅπερ ἐξ αὐτῆς ἔσχον αἱ ἄλλαι.

ἡ δʼ αὐτὴ θέσις ὥσπερ τὴν θέσιν τῆς χώρας, οὕτω καὶ τῆς πόλεως ἐπαινέσαι. καὶ φησὶν ὅτι ὥσπερ ἡ χώρα ἐν τῷ μέσῳ κεῖται τῆς Ἑλλάδος, οὕτω καὶ ἡ πόλις ἐν τῷ μέσῳ τῆς χώρας. διὰ τοῦ τοσοῦτον ἐπὶ θάλατταν ἐπικλίνουσα τοῦτο βούλεται παριστᾶν, ὡς οὔτε παραθαλάττιος αὕτη οὔτε ἠπειρωτική. δεῖ δὲ τὸν ῥήτορα πρὸς τὴν χρείαν ἁρμόττεσθαι, καὶ εἰ μὲν παραθαλάττιος ὑπάρχει ἡ πόλις, ἐπαινεῖν καὶ λέγειν ὅτι ἐπισπᾶται τὴν θάλατταν· εἰ δὲ μεσόγειος, πάλιν ἐν τῷ ἐπαίνῳ λέγειν ὅτι πέφευγεν αὐτὴν οὖσαν ταραχώδη.

τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα οὐ γὰρ ἀκριβῶς ἐν μέσῃ τῇ Ἀττικῇ, ἀλλὰ μᾶλλον πρὸς θάλασσαν νεύει.

τρίτη δὲ αὕτη ἐστὶν ἡ ἀπόδοσις· οἷον τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει ἡ ἀκρόπολις. αἰνίττεται δὲ εἰς Θουκυδίδην· λέγει γὰρ οὗτος ὅτι πρὸ τοῦ Θησέως τὸ περὶ τὴν ἀκρόπολιν μέρος μόνον πόλις. οὗτος δὲ γενόμενος καὶ αὐξήσας τὸν περίβολον ἠνάγκασε τοὺς κατὰ κώμας οἰκοῦντας εἰς τὰς Ἀθήνας ἐμβῆναι. καὶ οὕτως ᾠκίσθη πᾶσα ἡ πόλις. ἀκόλουθον δὲ τὴν τρίτην εἶπε τὴν ἀκρόπολιν, διότι προενεκωμίασε τὴν χώραν τὴν Ἀττικὴν, εἶτα τὰς Ἀθήνας καὶ τρίτην τὴν ἀκρόπολιν, ἥτις τύπον ἔχει κορυφῆς ἀντὶ τοῦ ἐξέχει, ὑψηλή ἐστι. καὶ ὥσπερ αὕτη πρὸς τὸ πᾶν σῶμα μέση ἐστὶν, οὕτω καὶ ἡ ἀκρόπολις· ἀλλὰ καὶ ὑψηλή ἐστιν, ὡς αὕτη καὶ μέση τῆς πόλεως. ἐπειδὴ δὲ πᾶν ἄκρον ἔσχατόν ἐστι, προσδιωρίσατο, ὅτι οὐ λέγω τὸ ὕστατον, ἀλλὰ τὸ ὑψηλόν. περὶ δὲ τῶν ἀέρων αὐτῆς θέλων ἱστορῆσαι οὕτως φησίν· ἴσμεν ὅτι ὁ ἀὴρ ὁ διήκων μέχρι τοῦ οὐρανοῦ οὐ λεπτομερής ἐστι καὶ εὔκρατος, ὁ δὲ ἐπὶ γῆν παχύτερος. βουλόμενος οὖν τὸν ἀέρα ἐπαινέσαι αὐτῆς φησὶν ὅτι ἐπὶ τὴν ἀκρόπολιν ἀὴρ ἔσχατός ἐστιν, ὡς πρὸς τὰ ἄνω, ἀπὸ δὲ γῆς ὡς πρὸς ἡμᾶς λεπτομερέστατος καὶ εὔκρατος ὡς ὑψηλότερος. ὁ γὰρ εἰς ὕψος ἀὴρ τοιοῦτος. αὕτη ἐστὶν ἡ ἀπόδοσις, ἡ τρίτη δὲ ἀκόλουθος τούτων, ἀνέχει ἡ ἀκρόπολις, ἐπειδὴ πᾶν ἄκρον ἔσχατόν ἐστι, προσδιωρίσατο, ὅτι οὐ λέγει τὸ ἔσχατον, ἀλλὰ τὸ ὑψηλόν.

ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις πρὶν γὰρ τὴν νῦν οὖσαν πόλιν κτισθῆναι ἡ νῦν ἀκρόπολις ἐκαλεῖτο πόλις, ὡς ὁ συγγραφεύς φησι.

οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως αἱ γὰρ ἀκροπόλεις πᾶσαι ἐν τοῖς ἐσχάτοις εἰσὶ καὶ ὀρεινοτέροις μέρεσι τῶν πόλεων· διὸ καὶ ἄκραι πόλεις καλοῦνται, καὶ ἄκραι μόνον. ἡ δὲ τῶν Ἀθηναίων πόλις λόφον ἐν μέσῳ ἔχουσα, ἐν τούτω τὴν ἀκρόπολιν ἔχει, ὥσπερ τι φρούριον ἐρυμνόν. καὶ συμβέβηκεν ἅμα τε ταύτην εἰς ὕψος ἦρθαι καὶ μέσον τῆς πόλεως εἶναι. διὸ καὶ διὰ πάντων κάλλος λέγει, ἐπειδὴ διʼ ἀμφοτέρων τούτων καὶ ἄλλης τινὸς ποικιλίας κεκόσμηται, καὶ ἔστιν ἄκρος ὅρος τῆς περὶ τὴν Ἀττικὴν εὐκαιρίας καὶ χάριτος, καὶ τῆς κατʼ αὐτὸν εὐδαιμονίας ἔσχατος κολοφών. ἢ τὸ περὶ γῆν μὴ εἰς τὴν Ἀττικὴν ἐκληπτέον, ἀλλʼ εἰς γῆν ἁπλῶς, ἵνα λέγῃ ὁ ῥήτωρ ὡς ἔνθα ἂν τῆς γῆς τοῦτο ἀμβαίη, κεφάλαιόν ἐστι τῆς κατʼ αὐτὴν χάριτος.

ἄκρου καὶ μέσου ἄκρου λέγει διὰ τὸ ὕψος, μέσου δὲ διὰ τὸ ἐπὶ μέσου κεῖσθαι. τὸ δὲ διὰ πάντων κάλλος ἀντὶ τοῦ διὰ πάντων κεκαλλωπισμένον.

ὥσπερ γὰρ ἐπʼ ἀσπίδος κύκλων ἰστέον ὅτι τὸ παλαιὸν αἱ ἀσπίδες κυκλοτερεῖς ἦσαν, καὶ πέντε τοὺς σύμπαντας κύκλους εἶχον μέχρι τοῦ ὀμφαλοῦ, εἴτε ἐκ σφυρηλάτου χαλκοῦ εἴτε ἄλλως πως ἐν χρώματι. διὸ καὶ εἰκότως χρῆται τῷ παραδείγματι. πέντε γὰρ κύκλοι κἀνταῦθα, ὅ τε τῆς οἰκουμένης, ὅ τε τῆς Ἑλλάδος, ὅ τε τῆς Ἀττικῆς, ὅ τε τῆς πόλεως, καὶ ὁ τῆς ἀκροπόλεως. ἔστι δὲ ἡ παραβολὴ ἀναπόδοτος, νοουμένης τῆς ἀποδόσεως. ποιοῦσι δὲ τοῦτο ἄλλοι τε πολλοὶ καὶ παρὰ Λιβανίῳ ἔστιν εὑρεῖν ἐν τῇ Ἀχιλλέως ἀντιλογίᾳ. λέγει γὰρ «Ὥσπερ οὖν ὑμῖν ἀπολαμβάνουσιν οὐκ ἂν ἀπέχρησεν οὐδετέρῳ.» ἴσως δʼ ἄν τις πρὸς τὸ ἐμβεβηκότων ὑποστίξαι καὶ τὸ πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ τὴν ἀκρόπολιν εἴποι λέγεσθαι, ἵνʼ εἴη, πέμπτος μὲν κύκλος τὰ τῆς ἀκροπόλεως τείχη, ὀμφαλὸς δὲ τὰ μεταξὺ τούτων. εἰ δὲ εἴποις ὅτι τὸ ὀμφαλὸς ἐπὶ τῆς ἀσπίδος λέγεται, ἐροῦμεν ὡς ἐπειδὴ ἀσπίδος εἶπεν, ἐτήρησε κἀνταῦθα τὴν τροπὴν, ὥσπερ ὅταν λέγωμεν παραπλησίως νηὶ ἡ πόλις χειμάζεται, κυβερνήτου οὐκ ὄντος· ἵνʼ εἴη τὸ σχῆμα τοῦ λόγου ὅμοιον ὡς ἄνωθεν. λέγω δὴ τὸ «Ὥσπερ πελάγους ἀπείρου» καὶ τὰ ἑξῆς. ὁ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας ἐπειδὴ αἱ ἀσπίδες κύκλους ἔχουσι πέντε, καὶ αὐτὸς δείκνυσιν ἔχουσαν τάξεως καὶ τὴν Ἀττικὴν βούλεται δεῖξαι. καὶ πρῶτον μὲν κύκλου τὴν γῆν φησι, δεύτερον τὴν Ἑλλάδα, τρίτον τὴν χώραν, τέταρτον τὴν πόλιν, πέμπτον τὴν ἀκρόπολιν· ὃν καὶ κανόνα λέγει τῆς εὐκρασίας. τοῦτο γὰρ βούλεται σημαίνειν διὰ τὸ τελευταῖος ὅρος τῆς εὐκαιρίας.

τῆς δʼ αὖ πόλεως ἡ ὁμώνυμος ἡ ἀκρόπολις. ἀλλʼ ἐνταῦθα μὲν ἐπειδὴ τὸ μετὰ τὸν οἰκιστὴν μεμνῆσθαι τῆς θέσεως τῆς χώρας τεχνικόν ἐστι. λέγων δὲ τὴν θέσιν ἐμνήσθη τῆς ἀκροπόλεως, ἔμελλε δὲ διεξιέναι καὶ περὶ τῶν οἰκοδομημάτων, ὅπερ τοῖς ἐπιλόγοις ἁρμόττει, διὰ τοῦτο πάλιν ἐπὶ τὴν θέσιν ἀνέδραμε, ἵνα ἐν τῷ τέλει εἴποι τὰ τῶν οἰκοδομημάτων.

τὰ πρεσβεῖα τὴν τιμήν. πρεσβεῖα νῦν τὰ πρωτεῖα, ἀλλαχοῦ δὲ καὶ τὰ τίμια.

τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν τὸ ἐκ φύσεως σχῆμα. ἤγουν τὸ ἐκ φύσεως ἐσχηματίσθη. μῆκός τι φεύγοντες κατὰ κοινοῦ τὸ φεύγοντες, οἳ καὶ τὸ μῆκος φεύγοντες, φεύγοντες δὲ καὶ τὸ παρελθεῖν ἃ μὴ τὸ εἰπεῖν κακὸν νομίζεται. ἀντὶ τοῦ φεύγοντες καὶ τὸ σιωπᾶν ὅσα δίκαιον εἰπεῖν· οὐ γὰρ ἐσιωπήσαμεν ταῦτα, φησὶν, ἀλλʼ ὑμνήσαμεν.

ἃ μὴ χεῖρον ἀντὶ τοῦ μὴ ᾖ κακόν· οὐ γὰρ συγκριτικῶς νῦν εἶπε τὸ χεῖρον.

ἀλλὰ μὴν τόν γε μέρος βούλεται τῆς θέσεως εἶναι τὸ εὔκρατον τοῦ ἀέρος· πρὸς γὰρ τὴν θέσιν τοῦ κόσμου δεῖ καὶ τῶν ἀέρων εἶναι τὴν θέσιν. καλῶς δὲ εἶπε τὸ ὑπὲρ κεφαλῆς, ὅτι πᾶς ἀὴρ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὴν κεφαλὴν εἱλεῖται. τοῦτο δὲ ὀνομάζει ὑπὲρ τῆς κεφαλῆς τὸ λεπτομερὲς βουλόμενος δεῖξαι.

ὥστε εἰ τῷ λόγῳ οὕτω τὸ ἑξῆς, εἴθε ὥσπερ σύμμετρός ἐστιν ὁ ἀὴρ καὶ ὁ καιρὸς τῆς πόλεως, οὕτω σύμμετρός ἐστι καὶ ὁ ἐγκωμιαζόμενος λόγος. εὐκτὸν εὐχῆς ἄξιον. ἁπάντων ἀπέχει τῶν δυσχερῶν ἤγουν τῶν ὑπερβολῶν καὶ ἐλλείψεων. τῶν δυσχερῶν τὰ δυσχερῆ τὰ λυπηρὰ φησί. δῆλον γὰρ ὅτι ἑκάστη χώρα ἔχει τῶν τεσσάρων ἴδιον, ἡ μὲν θερμότητα, ἡ δὲ κρύος, ἄλλη ξηρότητα, ἑτέρα δὲ ὑγρότητα. τούτων δὲ τὰ ὑπερβάλλοντα ἀεὶ λυπηρά. λέγει οὖν ὅτι μετέχει τῶν ἀγαθῶν ἡ Ἀττικὴ ἀπεχομένους τοῦ πλήρης ἑκάστου λυπηροῦ. τὰ γὰρ ἄκρα τοῦ θερμοῦ καὶ ψυχροῦ ὑγροῦ τε καὶ ξηροῦ λυπηρά.

τῶν ἀγαθῶν μετρίων. τῶν μετρίων. ἑκάστης ὥρας. λυπηρὰ ἃ πρόσθεν δυσχερῆ ἐκάλεσε, ταῦτα νῦν λυπηρὰ λέγει. τεκμαίρεσθαι τὸ τῆς χώρας, φησὶν, εὔκρατον οὐ μόνον τοῖς ὡραίοις, φησὶν, ἔξεστι τεκμαίρεσθαι, τουτέστι ταῖς ὀπώραις. αὗται γὰρ ὡραῖα καλοῦνται, παρὰ τὸ ἐν τῇ καλλίστῃ τοῦ ἔτους ὥρᾳ γίνεσθαι. οὐ μόνον οὖν, φησὶ, τούτοις τοῖς ὡραίοις τὸ εὔκαιρόν ἐστι τῆς χώρας σκοπῆσαι, πολὺ τῶν ἐν ταῖς ἄλλαις ἐχόντων τὸ διάφορον, ἀλλʼ ὅτι καὶ διὰ χρόνου παραμένουσιν ἀσινεῖς ἐν τῷ ἐνιαυτῷ παντὶ, ὥσπερ ἐν ταῖς ἄλλαις ὥραις κατὰ τὸν ἴδιον καὶ οἰκεῖον τῆς ὀπώρας καιρόν. τοῦτο γὰρ βούλεται δηλοῦν διὰ τοῦ παρὰ τὴν ἐπωνυμίαν. νικῶσιν οὖν ἐνταῦθα τὰ μετὰ τὴν ὥραν εὑρισκόμενα τὴν ἐπωνυμίαν, ἤτοι τὴν τοῦ ἔτους ὥραν. ὡραῖοι οἱ καρποὶ γράφονται ἀπὸ τοῦ ἐν τῇ καλλίστῃ ὥρᾳ τοῦ ἔτους γίγνεσθαι. οὐ μόνον, φησὶ, γνωρίσαι τῷ κάλλει τῶν ὡραίων τὸ διάφορον τῆς χώρας πρὸς τὰς ἄλλας προσγίνεται, ἀλλʼ ὅτι καὶ διὰ χρόνου μένουσιν οἱ καρποὶ ἀσινεῖς, ὥσπερ ἐν ταῖς ἄλλαις χώραις κατὰ τὸν ἴδιον καὶ οἰκεῖον τῆς ὀπώρας καιρόν.

τοῖς ὡραίοις τοῖς κατὰ τὸν καιρὸν ἕκαστον καρποῖς. τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον ἐπιπολὺ γὰρ καὶ μετὰ τὴν ὥραν, καθʼ ἣν γίνονται, παραμένουσιν.

ἀλλὰ καὶ τῇ ἀποστάσει ἀπόστασιν λέγει τὸν χωρισμόν. ὅταν γὰρ θελήσομεν ἰδεῖν τί τὸ διεστηκότες αὐτοῦ ὡς ἐπὶ γραφῆς ἀκριβῶς θεώμεθα. ἐὰν οὖν, φησὶ, χωρισθῇς τῆς πόλεως, αἴσθῃ τὸ διάφορον ψύχους ἢ θέρους. τῇ γὰρ ἐπαναχωρήσει τινὸς πράγματος μανθάνομεν τὴν φύσιν τοῦ πράγματος, ἐν ᾧ τέως ἦμεν, ὁποία τίς ἐστι. τὴν δὲ στάθμην εἶπε διὰ τὴν ῥοπήν. τῇ ἀποστάσει τοῦ τόπου. ἐν στάθμῃ ζύγιον.

δεῦρο ἢ ἐκεῖσε κινηθεὶς πρὸς τὸ βόρειον ἢ νότιον, ἤτοι πρὸς Θρᾴκην ἢ Αἴγυπτον. ψυχρότατοι μὲν γὰρ οἱ κατὰ Θρᾴκην τόποι, θερμότατοι δὲ οἱ κατʼ Αἴγυπτον.

ὥστε ἐν τούτῳ μόνῳ νικᾶται ἡ γὰρ ἐπὶ τοῖς φαύλοις ἧττα νίκην ἐπὶ τοῖς καλλίστοις αὐτῇ μαρτυρεῖ. παραδόξως ἐπεχείρησε· δεικνύει γὰρ καὶ ἡ τὴν τῆς νίκης … ἄμεινα. Αἴγυπτος μὲν γὰρ θέρμῃ νικᾷ, ψύξει δὲ Θρᾴκη, καὶ τῆς μὲν τὸ θερμὸν, τῆς δὲ τὸ ψυχρὸν λυπεῖ.

οὗ τὸ νικᾶσθαι λυσιτελέστερον τοῖς ἀνθρώποις.

ὥστε καὶ τῶν ἄλλων γενῶν ἀφʼ Ἡροδότου ἀφέληται τοῦτο. ὥσπερ δὲ ἀέρος ἀποικίαν ἔοικεν ἡμῖν ὑποτίθεσθαι, ὃ καί τινες αὐτοῦ εἰς κουφότητας ᾐτιάσατο.

τὰ λοιπὰ δύο ἤτοι δύσιν καὶ ἀνατολήν. οὐδʼ αὖ τὰ λοιπὰ δύο ἀνατολὰς καὶ δύσεις. ἐμφαίνει δὲ μίαν οὖσαν κρᾶσιν. ἔνθα γὰρ μία κρᾶσις οὐκ ἔστι, λέγομεν ὅτι τὰ ἔνθεν λέγει τὰ ἔξω τῆς Ἀττικῆς. αὕτη γὰρ ἡ Ἀττικὴ μίαν ἔχει κρᾶσιν. ἄνευ τῆς προσθήκης προσθήκην τὴν πρός πρόθεσιν λέγει. τὸ γὰρ εἰπεῖν πρὸς ἄρκτον ἔμφασιν ἔχει ὡς οὐ καθαρῶς ἄρκτος ἐστὶν, ἀλλὰ πρὸς ταύτην μᾶλλον ῥέπει. προσθήκην τὴν πρός πρόθεσιν λέγει. τὸ γὰρ εἰπεῖν πρὸς ἄρκτον σημαίνει τὸ πολὺ τῆς χώρας ἀρκτῶον εἶναι. ἡ γὰρ πρόθεσις ἐπίτασιν δηλοῖ.

ὅσον τὸ ἄνω καὶ κάτω διὰ τούτων δείκνυσιν αὐτὴν τὸ μέσον τοῦ παντὸς ἐπέχειν. αἱ γὰρ ἐξ ἴσου ἀποστάσεις τὸ μέσον ἀφορίζουσι. τμήματα δὲ λέγει τὰς τέσσαρας ὥρας.

ὑπʼ αὐτὴν ὡς εἰπεῖν τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ τὸ ἐξαίρετον. εἰ γὰρ αἱ ἀκροπόλεις κρείττονές εἰσι τῶν πόλεων ὧν ἀκροπόλεις εἰσὶ, λόγον ἂν ἔχοι καὶ τὸ κρεῖττον μέρος τοῦ οὐρανοῦ ἀκρόπολιν οὐρανοῦ καλεῖν. εἰκότως δὲ εἶπε καὶ τὴν τοῦ Διὸς ἀρχήν. ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι κατέχουσιν, οὕτω καὶ ὁ Ζεὺς, Ὀλύμπου κρατῶν, ἐν τῷ κρείττονι τούτου μέρει τὰ βασίλεια ἔχει. ὑπʼ αὐτὴν ῶς εἰπεῖν καλῶς αὐτὸς ἐκάλεσε διὰ τοῦ ὡς εἰπεῖν· οὐ γάρ ἐστιν οὐρανοῦ ἀκρόπολις. ἀλλʼ ἐπειδὴ ἡ ἀκρόπολις τὸ τίμιον νομίζεται, πρὸς τὸ τίμιον αὐτοὺς παρέβαλε καὶ λέγει ὅτι, εἰ ἦν ἀκρόπολις τοῦ οὐρανοῦ, ταύτῃ ἂν ἦν ὁμοία. κοῦφον γὰρ τὸ εἰπεῖν ἐν οὐρανῷ ἀκρόπολιν ἁπλῶς. ἀλλὰ τὸ κάλλιστον μέρος τοῦ οὐρανοῦ βούλεται διὰ τούτων παριστᾶν· τούτων γὰρ αἱ ἀκροπόλεις. καὶ ἐπειδὴ αἱ ἀκροπόλεις τοῖς κινδύνοις ἀνάκεινται, διὰ τοῦτο προσέθηκε Διὸς ἀρχήν. τὴν ἀκρόπολιν τοῦ Διὸς καλῶς αὐτὸς ἐκάλεσε διὰ τοῦ ὡς εἰπεῖν· οὐ γάρ ἐστιν οὐρανοῦ ἀκρόπολις. ἀλλʼ ἐπειδὴ ἡ ἀκρόπολις τίμιον νομίζεται, πρὸς τὸ τίμιον αὐτὸ παρέβαλε καὶ λέγει ὅτι, εἰ ἦν ἀκροπόλις τοῦ οὐρανοῦ, ταύτῃ ἦν ὁμοία· ἐπειδὴ δὲ ἡ ἀκρόπολις τοῖς τυράννοις ἀνάκειται, διὰ τοῦτο προσέθηκε τὴν Διὸς ἀρχήν.

ὡς ἀληθῶς γενομένην λῆξιν τῆς Ἀθηνᾶς λάχος, κλῆρον. ταύτην γὰρ ἐκληρώσατο Ἀθηνᾶ, ὅθεν καὶ τοὔνομα αὐτῇ δέδωκε. κλῆρον. κλῆρος γὰρ Ἀθηνᾶς ἡ πόλις ἥδε. ὅθεν καὶ τοὔνομα αὐτῇ δέδοται. κλῆρον. ὅτι αὐτὴν Ἀθηνᾶ ἔχει. τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον ἔργα λέγει τήν τε σύνεσιν καὶ τὰς ἄλλας τέχνας. Ἀθηνᾶ γὰρ ἡ φρόνησις, φρονήσεως δὲ εὑρέματα αἱ τέχναι. θρέμματα δὲ καλεῖ τοὺς ἀνθρώπους κατὰ τὸν τῶν Ἐριχθονίων μῦθον. ἔχει δὲ λόγον καὶ θρέμματα Ἀθηνᾶς καλεῖν τοὺς σοφοὺς ἄνδρας, οἷς μεγάλα πρὸς σοφίαν συμβάλλεται τὸ τόπου τυχεῖν ἐπικαίρου, οἷος ὁ τῆς Ἀττικῆς. ἔργα λέγει τὴν σύνεσιν, θρέμματα δὲ τοὺς ἀνθρώπους διὰ τὸν Ἐριχθόνιον. τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων ἔργων λέγει τῆς συνέσεως, Ἀθηνᾶς γὰρ ἡ φρόνησις· θρεμμάτων δὲ τῶν ἀνθρώπων διὰ τὸ Ἐριχθόνεα. τῶν δὲ περὶ γῆν ἀέρων ἀφεστάναι τὴν Ἀττικήν φησι. βούλεται γὰρ διὰ τούτων εἰπεῖν ὅτι αἰθέρος ἐστὶ μεταξὺ καὶ τῶν περὶ γῆν ἀέρων, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ νοεῖν ὅτι μόνου τοῦ αἰθέρος διὰ τὴν ὑπὲρ κεφαλῆς ἀπολαύει. οὐκ ἔστι δὲ καὶ ἀέρος. ἐπειδὴ δὲ παράδοξον τοῦτο ἐδόκει, ὥσπερ διορθούμενος τοῦτό φησιν, οὐδʼ αἰθέρι μᾶλλον εἴκασται. καὶ λίαν καλῶς, εἰ γὰρ αἰθὴρ τὸ τοῦ αἰθέρος λεπτομερέστατον, τοιοῦτος δὲ ὁ τῆς Ἀττικῆς ἀὴρ, εἰκότως καὶ οὗτος αἰθέρι τοῦτον ἀπείκασέ τε καὶ κέκληκε, συγκρίσει τοῦ λοιποῦ κατὰ γῆν ἀέρος.

θρεμμάτων τόπον οἰκεῖον οὐδὲ γὰρ ἥρμοττεν ἄλλος τόπος τούτοις ἢ οὗτος. τῶν περὶ γῆν ἀέρων οἱ γὰρ περὶ γῆν ἀέρες παχεῖς εἰσιν, ὥσπερ καὶ γεώδεις τὴν φύσιν. οὐδʼ αἰθέρι μᾶλλον εἴκασται ὁ γὰρ αἰθὴρ λεπτός· παραπλήσιος δὲ τούτῳ καὶ ὁ τῆς Ἀττικῆς ἀήρ.

οἷς ταῦτα ἔπρεπε δημιουργοῖς ἤγουν τοῖς θεοῖς. τοῖς δῆθεν θεοῖς φησιν. αὐτοὺς γὰρ καλεῖ τῆς χώρας δημιουργούς.

πολλὴ ῥᾳστώνη ἡδονὴ ἢ εὐκολία. πεδίων τε κάλλη καὶ χάριτας τοὺς ἀγρούς φησιν. ὡς ἐν ἐγκωμίῳ δὲ τὸ εὔφορον οὐκ ἔχων παριστᾶν — λεπτόγεων γὰρ αὐτῶν πάντα φασὶ — τὰ κάλλη καὶ τὴν χάριν παρήγαγεν. ἐπειδὴ δὲ καὶ ἐντός εἰσι τῆς πόλεως πεδία, διὰ τοῦτο ἐπανορθούμενος φησὶ, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως.

τῶν δὲ ἀπὸ τοῦ τείχους ἀρχομένων τῆς πόλεως. ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων διὰ τοῦτο ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ εἴρηκεν, ἐπειδήπερ ἡ Ἀττικὴ προμήκης οὖσα, ὡς ἔφημεν, διὰ πάντων τῶν αὐτῆς μερῶν θάλατταν ἔχει. τὸ ἐν κόλπων θαλαττίων τινῶν σχήματι ἢ διὰ τὸ διῃρῆσθαι τὰ πεδία λέγει, ὥσπερ οἱ τῆς θαλάττης κόλποι. ἢ καὶ κατʼ ἄμφω ὅτι διῄρηται καὶ προκέχυται παραπλησίως τοῖς κόλποις. ἑκάστῳ, φησὶ, τῆς θαλάσσης, ὡς πανταχόθεν περιεχομένης ὑπὸ τῆς θαλάττης, καὶ τῇ μὲν τῶν πεδίων ὅρον ἐχόντων τὴν θάλατταν, τῇ δὲ τὰ ὄρη, ἔνθα γίνεται ἡ χρυσῖτις ψάμμος καὶ ἀργυρῖτις ὡς εἰπεῖν τὰ μέταλλα. αἰνίττεται δὲ εἰς τὸ Λαύριον.

τοῖς αἰγιαλοῖς τὸ αἰγιαλοῖς ἑρμηνεία ἐστὶ τοῦ ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ. ἐφορμώντων οἰκείως τῇ λέξει ἐχρήσατο ὡς ἐπὶ πλοίων τῷ αἰγιαλῷ ἐφορμᾶν τὰ πεδία. λέγει δὲ ἀντὶ τοῦ ἐπικειμένων. τοῖς περιέχουσιν τὴν Ἀττικήν. τὴν Ἀττικὴν ἐκ τοῦ ἄλλου μέρους.

καὶ μὴν οὐ μόνον τὸ φαιδρὸν ἐπαινεῖ, ἀλλὰ καὶ τὸ ὠφέλιμον. ἐμφαίνει δὲ τὸν λευκὸν λίθον, ἀφʼ οὗ φησι καὶ τῶν ναῶν καὶ τῶν ἀγαλμάτων τὴν κατασκευὴν γεγονέναι.

σπέρμα τῆς χάριτος ἑρμηνεία ἐστὶ τοῦ ἐν τοῖς πρώτοις τὸ σπέρμα τῆς χάριτος, ἣ καὶ προηγεῖται. λέγει γὰρ ὡς, ἐπειδὴ ἡ Ἀττικὴ θεῶν ἔργον ἦν, εἰκὸς ἔχειν τι τῆς δημιουργίας ἄξιον. ἔχειν οὖν τὴν ἐν τοῖς ὄρεσι λευκὴν λίθον, ἣν ἐν τοῖς πρώτοις δείκνυσι, τουτέστιν εἰς μεγάλα καὶ θαυμαστὰ συντελοῦσαν παρέχεται. σπέρμα δὲ λέγει τῆς πρὸς τοὺς θεοὺς τῆς χάριτος, ἤγουν ἀφορμὴν καὶ αἰτίαν τοῦ πῶς δεῖ τοὺς αὐτῆς εὐεργέτας ἀμείβεσθαι. ἢ τὸ σπέρμα πρὸς τὸ ὃ εἰκὸς ἔχειν τὴν χώραν ἐπαγόμενόν ἐστιν οὕτω· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν ὑπὸ θεῶν δημιουργηθεῖσαν, σπέρμα λέγω καὶ ἀφορμὴν τῆς πρὸς αὐτοὺς ἀμοιβῆς· ἤγουν ἐπειδὴ ὑπὸ θεῶν γέγονεν, ἔδει αὐτὴν ἔχειν τι διʼ οὗ τοὺς εὐεργέτας ἀμείψεται. ἔχει οὖν τὴν λευκὴν λίθον, διʼ ἧς νεὼ καὶ ἀγάλματα γίγνονται. ἐν τοῖς πρώτοις πρῶτοι γὰρ αὐτοὶ ἐνομοθέτησαν ἀγάλματι καὶ ναοῖς τὸ θεῖον τιμᾶν. πρώτη τε αὕτη τὸ δωρηθὲν αὐτῇ παρὰ τῶν θεῶν ἀνταπέδου ταῖς λατομίαις τοῦ ὄρους εἰς ναῶν καὶ ἀγαλμάτων ἀποχρησαμένη κατασκευὴν, καὶ πρώτους φησὶν Ἀθηναίους τούτων κατάρξαι ἀνθρώποις.

διὰ τῆς φύσεως τοῦ τόπου. ἐπιτηδειοτάτη διὰ τὸ ἐκεῖθεν τὸν λευκὸν τέμνεσθαι λίθον, ἀφʼ οὗ οἱ ναοὶ καὶ τεμένη τῶν δαιμόνων κεκόσμηνται.

τούτων τῶν νεῶν καὶ ἀγαλμάτων.

τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης σύζυγα ταῦτα· ὕπτιον δὲ τὸ ἀναπεπταμένον φησί. βούλεται δὲ αὐτὴν πάλιν δεῖξαι τῆς πάσης οἰκουμένης γῆς σώζουσαν σχῆμα· εἰ γὰρ μήτε ὑπτία μήτε ὄρειος, πῶς οὐκ ἂν, φησὶν, εἴποι τις εἶναι τελέας καὶ τῆς πάσης οἰκουμένης σώζουσαν μίμημα; βούλεται δεῖξαι σώζουσαν τῆς πάσης οἰκουμένης τὸ σχῆμα· εἰ γὰρ μήτε ὑπτία μήτε ὄρειος, πῶς οὐχὶ τελείας καὶ πάσης τῆς οἰκουμένης εἴποι τις αὐτὴν εἶναι μίμημα; πρὸς τὴν ἑκατέρου χρείαν χρείαν ἔχουσι γὰρ ἄνθρωποι ἑκατέρου, τοῦ τε ὀρεινοῦ καὶ τοῦ πεδινοῦ· τοῦ μὲν, ἵνα σπείρηται, τοῦ δὲ, ἵνα πρὸς τὰς λιθοτομίας συντελῇ καὶ πρὸς παντοίας ὕλης· τὰ ὄρη γὰρ ταῦτα πάντα παρέχεται.

σὺν ὥρᾳ εὐμορφίᾳ.

ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰ ἀργυρίτιδας ἔστι γὰρ ἐνταῦθά τινα τῶν ὀρῶν ἀργύρου πηγὰς καὶ ψηφίσματα παρεχόμενα, καὶ οὐ πάντας, ὡς οὗτος λέγει. ὅτι ἀργυρῖτις γῆ τῶν Ἀθηναίων καὶ ὁ ῥήτωρ δεδήλωκε πανταχοῦ καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς. δημόσια δὲ ἦσαν τῆς πόλεως κτήματα καὶ πολλοὶ ὑπῆρχον οἱ καὶ μέρος αὐτῶν μισθούμενοι. φλέβας δὲ εἶπε τροπικῶς ἀπὸ τοῦ ἡμετέρου σώματος. λέγει δὲ αὐτὰς καὶ νοτίδας, τουτέστιν ὑδατώδεις πανταχοῦ διατρεχούσας. εἶπε γὰρ διηκούσας.

ταῖς προσόδοις πρόσοδος σημαίνει τὴν ἑορτὴν καὶ τὴν εἴσοδον. ἄσπορος τὴν ἀνήροτον λέγει, ὡς ὄρειον. φησὶν οὖν ὅτι ἀμείνων αὕτη τῆς ἑτέρας τῆς σπειρομένης· κρείττων γὰρ ἡ ἀργυρῖτις.

ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας ἐλευθερία ἐστὶν οὐ μόνον τὸ μὴ δοῦλον εἶναί τινα, ἀλλὰ καὶ τὸ πρὸς εὐεργεσίας ἑτοίμως ἔχειν καὶ μηδενὸς φείδεσθαι, ὥσπερ καὶ τὸ μεγαλοψυχία. οὐ γὰρ μόνον μεγαλόψυχος ὁ μηδʼ ὑπὸ λύπης καὶ χαρᾶς ἡττώμενος, ἀλλὰ καὶ ὁ εὐεργετικός. λέγει οὖν ὡς, ἐπειδὴ Ἀθηναῖοι τοιοῦτοι τὴν φύσιν, εἰκὸς ἔχειν αὐτοὺς διʼ ὃ ταύτην δεικνύειν ἐστίν. ἐλευθερίας ἐλευθέριον ἐκάλουν οἱ παλαιοὶ τὸν μεγαλόψυχον, τὸν δὲ μικρολόγον ἀνελεύθερον. ἐπειδὴ δὲ οἱ Ἀθηναῖοι εὐσεβεῖς καὶ πρὸς εὐεργεσίας ἕτοιμοι, διὰ τοῦτο εἶπεν ὅτι ἐχρῆν αὐτοὺς καὶ γῆν εὐφορωτάτην ἔχειν καὶ μέταλλα τοιαῦτα.

ἔτι τοίνυν ἔξεστι. ῥεύματα ἄλυπα ἀντὶ τοῦ ἀβλαβῆ καὶ μὴ λυποῦντα ἀκαίρῳ φορᾷ χειμῶνος τὰς παρακειμένας χώρας, ὥσπερ τοὺς χειμάρρους ἀλλαχοῦ ἢ καὶ τοὺς ποταμοὺς τῇ τῶν ὑετείων ὑδάτων καταφορᾷ ἐλλιμναζομένους καὶ ἐξοιδοῦντας καὶ τοῦ οἰκείου ὑπερχεομένους ἐδάφους, καὶ οὐχ ὃ τῷ τυχόντι φθορᾶν, τῶν δὲ παρακειμένων καὶ γειτονούντων ἀπεργαζομένους χωρίων.

ὁ πάντων ἡμερώτατος ἡμερώτατον λέγει τὸν σῖτον, ὅτι ὑπὸ τοῦ ἡμερωτάτου τῶν ζώων, φημὶ τοῦ ἀνθρώπου ——— ὧν ὁ πάντων τὸν σῖτόν φησιν· οἱ δὲ τὸν ἄνθρωπον, ἐπειδὴ ὥσπερ βοτάνην φασὶν αὐτὸν ἐν τῇ Ἀττικῇ. διὸ καὶ αὐτόχθονες Ἀθηναῖοι. τὸν σῖτον, φασί τινες, λέγει, οἱ δὲ τὸν ἄνθρωπον, ἐπεὶ καὶ ὥσπερ βοτάνη φασὶν ἀναδοθῆναι αὐτόν.

ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν ἤγουν ὥσπερ ἀπὸ φαυλοτάτων τινῶν τὸ τῆς πόλεως αὔξειν ἐγκώμιον. ἔστι δὲ τὸ ἀπὸ τῶν τραγημάτων σεμνύνειν παροιμία ἐπὶ τῶν ἐκ φαύλων καὶ μικρῶν τὰ μεγάλα θαυμαζόντων. οἰκείως δὲ εἶπε τὸν καρπὸν, ὅτι τε περὶ καρπῶν διεξῄει καὶ ὅτι ἐν τῇ Ἀττικῇ ἀναδεδόσθαι φασὶν ὥσπερ τινὰ πόαν τὸν ἄνθρωπον. διὸ καὶ αὐτόχθονες οἱ Ἀθηναῖοι. ἀλλὰ ταῦτα μέν ἐστιν ἐπειδὴ μέλλει ἐπὶ τὸν ἄνθρωπον μεταβαίνειν καρπῶν μνημονεύσας, οὕτω πρὸς σύγκρισιν τοῦ αὐτόχθονος εἶπε. τοιοῦτο δὲ τὸ λεγόμενον, ὅτι ὥσπερ ὁ τὸ ἄριστον θαυμάζων ἀπὸ τῶν τραγημάτων οὐδὲν ἐπιδείκνυται γενναῖον, δέον ἀπὸ τῶν ἄλλων ἐπαινεῖν, οὕτω καὶ ἡμεῖς νῦν. παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀπὸ τῶν ἡττόνων τὰ μείζω θαυμαζόντων καὶ ἔνδοξα.

καρπόν τε τὸν ἄνθρωπον.

κατελήλυθεν εἰς ἀρχήν τινα ἑτέραν τὸ περὶ ἀνθρώπου διεξελθεῖν λέγει.

ἄλλας μὲν γὰρ χώρας ἐλέφαντες λέοντας Ἰταλία διαφόρους ἔχει τῶν ἄλλων· ἵπποι δὲ Θετταλικοὶ ἄριστοι, ὥσπερ οἱ Λακωνικοὶ κύνες. λέοντας Ἰταλία διαφόρους ἔχει τῶν ἄλλων, ἐλέφαντας Ἰνδικὴ, ἵππους Θεσσαλία, κύνας Κρήτη. λέοντας ἡ Ἰταλία, ἐλέφαντας ἡ Ἰνδικὴ, κύνας ἡ Κρήτη, ἵππους Θετταλία.

ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει τὸ ἃ τοὺς παῖδας ἀκούοντας ἐκπλήττει διὰ τὴν Μορμὼ καὶ τὴν Λάμιαν λέγει. καὶ ἡ μὲν Λάμια Λίβυσσα γέγονε γυνὴ περικαλλής. ταύτῃ δὲ ὁ Ζεὺς ἐμίγη. καὶ ἡ Ἥρα ζηλοτυπήσασα ἀπώλλυ τὰ τικτόμενα ὑπʼ αὐτῆς. διὸ ἀπὸ τῆς λύπης αὐτὴ μὲν δύσμορφος γέγονε, τὰ δὲ τῶν ἄλλων γυναικῶν ἀναρπάζουσα παιδία διέφθειρεν, ἣν νῦν φαμὲν ἰδιωτικῶς στρίγλαν. ἡ δὲ Μορμὼ Κορινθία ἦν, ἣ καταφαγοῦσα αὐτῆς τὰ παιδία ἐν ἑσπέρᾳ ἀνέπτη κατά τινα πρόνοιαν. καὶ τοίνυν ὅτε βούλονται τὰ σφῶν παιδία αἱ γυναῖκες φοβῆσαι, ἐπιβοῶσι Μορμώ. φησὶ δὲ καὶ Θεόκριτος «Μορμὼ δάκνει.» ἐντεῦθεν δὴ παρήχθη καὶ τὰ μορμολύκια τὰ φόβητρα. νόει δὲ τὸ τὰς δὲ, διὰ τὴν Κόρινθον καὶ τὴν Λυβίην ἃ δὲ τοὺς παῖδας φοβεῖ καὶ ἐκπλήττει οἷον Λαμίας καὶ τὰ τοιοῦτα φάσματα. λέγει δὲ τὴν Μορμὼ, ἣν ἀκούοντα ὀρρωδεῖ τὰ παιδία. φασὶ ταύτην γυναῖκα εἶναι Κορινθίαν, ἥτις ἐν ἑσπέρᾳ τὰ παιδία αὐτῆς καταφαγοῦσα ἀνέπτη κατά τινα πρόνοιαν· καὶ λοιπὸν ὅτε βούλονται φοβῆσαι τὰ παιδία αὐτῶν αἱ γυναῖκες, ἐπιβοῶσι Μορμώ. καὶ ὁ Πλάτων λέγει τὸ μορμολύκεια, καὶ ὁ Θεόκριτος «Μορμὼ δάκνε με.» φασὶ δὲ νῦν τὴν Μορμὼ ὀνοσκελίδα. ἡ δὲ Λαμία γέγονε Λίβυσσα γυνὴ περικαλλής. ταύτῃ Ζεὺς ἐμίγη, καὶ Ἥρα ζηλοτυπήσασα ἀπώλλυ τὰ τικτόμενα ὑπʼ αὐτῆς. διὸ καὶ ἀπὸ τῆς λύπης αὐτὴ μὲν δύσμορφος ἐγεγόνει, τὰ δὲ τῶν ἄλλων γυναικῶν ἀναρπάζουσα παιδία αὕτη διέφθειρεν. τὴν Μορμὼ λέγει.

κατὰ τοὺς ἐν Ἰνδοῖς μύρμηκας ὑποπτέρους οὓς καὶ χρυσὸν ὀρύττειν φασὶ καὶ τὸ μέγεθος εἶναι ὡς ἀλώπεκες, καὶ πτερὰ ἔχειν. οὐ κατὰ τοὺς ἐν Ἰνδοῖς ἡ ἱστορία τούτους ἐπαινεῖ κατὰ μέγεθος καὶ ὅτι χρυσὸν ὀρύσσουσι καὶ ὅτι κατʼ ἀλώπεκα τὸ μέγεθος τυγχάνουσιν, ὡς Ἡρόδοτος ἐν τῇ τρίτῃ φησίν. οὐ κατὰ τούτους οὖν, φησὶν, ἀξιῶ κἀγὼ ἡ δὲ κάλλιστον τῆς ἡμετέρας χώρας σεμνύνειν ἤτοι τὸν ἄνθρωπον, ἀλλὰ κρειττόνως δηλονότι. τούτους φησὶν, ὅτι χρυσὸν ὀρύσσουσι καὶ ὅτι κατʼ ἀλώπεκα τὸ μέγεθος τυγχάνουσιν· οὐ κατὰ τούτου ἀξιῶ κἀγὼ, φησὶ, τὸ κάλλιστον τῆς ἡμετέρας χώρας σεμνύνειν, τὸν ἄνθρωπον, ἀλλὰ κρεῖττον, ὡς δῆλον.

τῆς φύσεως τῆς ἀνθρωπείας.

τῶν τεμενῶν ναῶν τῶν θεῶν. κρατίστους ἐπειδὴ γὰρ ἡ Ἀττικὴ καὶ κρείττων τῶν ἄλλων ἐστὶν, εἰκὸς ἦν καὶ τοὺς ἐξ αὐτῆς φύντας τοιούτους εἶναι.

ἅτε καθά. οἰκείας αὐτῇ τῆς φορᾶς οὔσης, οὐκ ἐπεισάκτου τὰ γὰρ φυσικῶς ἔν τινι τόπῳ γιγνόμενα κρείττονʼ ἐστὶ τῶν παρʼ ἄλλοις ἐπεισάκτων γιγνομένων.

οὐ γὰρ πλάνην καταλύσαντες εἰς τοὺς Ἡρακλείδας αἰνίττεται τοὺς προγόνους τῶν Λακεδαιμονίων. πλανώμενοι γὰρ μόλις εὗρον ὁδὸν πῶς εἰσέλθωσιν εἰς Πελοπόννησον. ἢ διʼ ἄλλους τινὰς τοῦτο λέγει. καὶ γὰρ καὶ Θουκυδίδης ἐν τοῖς τῆς συγγραφῆς προοιμίοις ἄλλους ὑπʼ ἄλλων ἀναστάτους τὸ πολλὰς γίγνεσθαι. σκότος δὲ λέγει τὴν ἄγνοιαν τοῦ πῶς δεῖ οἰκῆσαι. ὥσπερ οἱ Ἡρακλεῖδαι, οἱ τῶν Λακεδαιμονίων πρόγονοι· πλανώμενοι γὰρ μόλις εὗρον ὁδὸν εἰσελθεῖν εἰς Πελοπόννησον. καταλύσαντες οἰκήσαντες.

οὐδὲ δυοῖν δυστυχίαιν τὸ ἐκβληθῆναι λέγει καὶ ἐκβαλεῖν. καὶ Θουκυδίδης «Βιαζόμενοι ὑπό τινων ἀεὶ πλειόνων.» βιασάμενοι τὴν ἐπωνυμίαν ἐκαλοῦντο γὰρ ἐκ τῶν τόπων εἰς οὓς μετῴκουν ἀποβάλλοντες τὸ πρῶτον ὄνομα. ὥσπερ ἀπὸ τῶν Ἀθηναίων ἄποικοι οὐκ ἔτι ἐλέγοντο Ἀθηναῖοι, ἀλλʼ οἱ μὲν Αἰδέσιοι, οἱ δὲ Χῖοι, οἱ δὲ Μιλήσιοι. μετεβάλλοντο γὰρ τῷ τόπῳ τὴν ἐπωνυμίαν. ὥσπερ οἱ ἀπὸ τῶν Ἀθηναίων ἄποικοι οὐκ ἔτι ἐλέγοντο Ἀθηναῖοι, ἀλλʼ οἱ μὲν Χῖοι, οἱ δὲ Μιλήσιοι.

εἴξαντες ἤγουν βιάσαντες. εἴξαντες μὲν τοῖς τὸ «εἴξαντες μὲν τοῖς κρείττοσιν, ἐκβαλόντες δὲ τοὺς ἥττους» ἑρμηνεία ἐστὶ τοῦ «δυοῖν δυστυχίαιν.»

ἀλλʼ ὥσπερ τὸ ἐκ τῶν πηγῶν ὕδωρ ὡς ἐπὶ γαστρὸς εἶπε κόλπων, τουτέστιν ἄνευ σπέρματος. σιωπᾷ δὲ τοῦ Ἡφαίστου τὸν μῦθον, ὅτι τῆς Ἀθηνᾶς ἐρασθεὶς καὶ διώκων αὐτὴν ἀφῆκε τὸ σπέρμα ἐπὶ τῆς γῆς καὶ οὕτως ἀνεδόθη ὁ πρῶτος ἄνθρωπος. διὸ εὐφήμως ἐπήνεγκεν «αὐτὸς δὲ αὑτοῦ λαβὼν τὴν ἀρχήν.» γένος δὲ καλεῖ τὸν ἄνθρωπον. τὸ γένος οὕτω.

καθάπερ θέαν καταλαβόντες ἐν ταῖς Ἀθηναίων ἑορταῖς ὅστις προὔλαβεν ἕτερον ἐκάθητο ἐν τῷ θεάτρῳ, ἀπὸ λίθων κατεσκευασμένῳ. λέγει οὖν θέαν τὸν τόπον ἀφʼ οὗ καθήμενός τις ἐθεᾶτο τὰ γιγνόμενα. θέαν τὴν καθέδραν φησί. μισθοῦ γὰρ ἐκαθέζοντο παρὰ Ἀθηναίοις οἱ ξένοι, ὡς ἔγνωμεν ἐν τῷ περὶ στεφάνου, ἔνθα λέγει «Ἀλλʼ ἐν τοῖν δυοῖν ʼβιλοῖν ἐθεώρουν ἄν.» οὐ τῷ μᾶλλον ἀντὶ τοῦ οὐχ ὅτι αὐτόχθονές εἰσι, τοὺς ἄλλους ξένους νομίζουσιν, ἀλλʼ ὅτι προὔλαβον καὶ κατέσχον τὴν χώραν ἄλλοθεν ἥκοντες. οὕτω δὲ, φησὶ, κρίνουσιν, οἱονεὶ ἀφορίζουσι· φθάσαντες γὰρ τοὺς ἄλλους ἐνοικῆσαι, τοὺς δευτέρους ἐλθόντας ξένους ἀφορίζουσι καὶ νομίζουσι.

τῶν χωρίων τόπων. ἀφορίζοντες χωρίζοντες ἀφʼ ἑαυτῶν. φθῆναι φθάσαι.

μᾶλλον δὲ αὐτοὶ τοὺς δευτέρους ἔδειξε κρείττους τῶν πρώτων τὸ κατὰ κρίσιν γίνεσθαι πολίτας, οὓς καὶ δημοποιήτους καλεῖ, περὶ δὲ τούτων λέγει τῶν διὰ ψηφισμάτων γινομένων πολιτῶν, ἃ διαφέρουσι, δηλονότι ἐπὶ κακίᾳ, ἐπειδὴ οἱ μὲν ψηφισθέντες ἐγένοντο πολῖται, οἱ δὲ ψηφισάμενοι βίᾳ τὴν ἀλλοτρίαν κατέσχον καὶ αὐτῶν ἐποιήσαντο πατρίδα.

οὐ κριθέντες ἄξιοι τῆς πολιτείας ὥσπερ οὓς οὗτοι ποιοῦνται.

ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι πολλάκις γὰρ ἐν ἀνάγκῃ ἀμυντηρίων ἀποροῦντες τῷ εὑρεθέντι χρώμεθα λίθῳ ἢ ξύλῳ. εὐγένειάν τε καὶ πολιτείαν ἐκ παραλλήλου τὸ αὐτὸ τίθεται. πολιτείαν δὲ λέγει τὸ πολίτας εἶναι.

αὐχῆσαι καυχηθῆναι. δυοῖν ὄντοιν ὀνομάτοιν ἤγουν ξένοι καὶ πολῖται. δυοῖν ὀνομάτοιν δύο ὀνομάτων, οἷον ξένοι, πολῖται, ἐπήλυδες καὶ αὐτόχθονες. κύριόν ἐστι τῇ χώρᾳ οἰκεῖον καὶ κατʼ ἐπωνυμίαν.

εἰκότως καὶ τὸ ἑτέρου. οὔκουν ἐξούλης γε μόνοις—ἢ τῆς μητρός τινι ἐξούλης ἐστὶν ὄνομα δίκης. λέγεται δὲ κατὰ τῶν ἐκβαλλόντων τοὺς μὴ προσήκοντας ὁτῳοῦν πράγματι. ἐξούλειν γὰρ ἔλεγον Ἀττικοὶ τὸ ἐξωθεῖν καὶ ἐκβάλλειν βίᾳ. οὔκουν γε μόνοις ὑμῖν τοῖς Ἀθηναίοις αὐτόχθοσιν οὖσιν οὐδεὶς ἂν λάχῃ καὶ κληρώσηται ἐξούλης, ἤγουν ἐξελεύσεως τῆς γῆς, οὐ μᾶλλόν γε ἢ λάχοι τινὶ ἐξελάσεως τῆς μητρός. ἐξούλη ἐστὶν ὄνομα δίκης κατὰ τῶν ἐκβαλόντων τοὺς πολεμίους ἐπὶ νομῆς μόνης τοῦ δημοσίου, καὶ κατὰ τῶν μὴ ἀποδιδόντων τὰς καταδίκας. μητρὶ δὲ παραβάλλει τῶν Ἀθηναίων τὴν γῆν. τὸ δὲ «Οὐ μᾶλλόν γε ἢ τῆς μητρός τινι» ἀντὶ τοῦ ὥσπερ οὐδὲ δικάζεταί τις περὶ ἐξούλης μητρὸς πρός τινα, οἱονεὶ περὶ ἐξελάσεως. ἐξούλης δικάζεταί τις, ὅταν φάσκῃ κτῆμα κατέχεσθαι τὸ ἐπιβάλλον αὐτῷ· οὐδεὶς οὖν ἐν ὑμῖν μόνοις λάχοι δίκην ἐξούλης τῆς γῆς, οὐ μᾶλλον ἢ λάχοι τις ἄν τινι δίκην τῆς μητρὸς ἐξούλης. εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν εἰ ὅλως προσήκει τοῦτο λέγειν περὶ ὑμῶν.

οἱ πλεῖστοι οἱ πλεῖστοι καὶ οὐ πάντες εἶπεν, ἐπειδὴ καὶ Ἀρκάδες αὐτόχθονες λέγονται. χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες ἤγουν τὸ πολὺν χρόνον οἰκεῖα ἀποβεβληκότες τὸ ξένον καλεῖσθαι.

ἐν συνοικίᾳ συνοικίαν καλοῦσι τὴν ἀπὸ πολλῶν ξένων οἰκουμένην γῆν, ὡς Αἰσχίνης συνοικίαν εἶπεν, ἔνθα πολλοὶ διελόμενοι μένουσιν. συνοικίαν καλοῦσι τὴν ἀπὸ πολλῶν ξένων οἰκουμένην· ὡς Αἰσχίνης συνοικίαν εἶπεν, ἔνθα πολλοὶ διελόμενοι μέλλουσι. φησὶ τοίνυν ὅτι ὥσπερ ἐν μεγάλῃ οἰκίᾳ, οὗ πολλοὶ μένουσιν, ἀπὸ τοῦ οἰκήματος τούτου εἰς ἕτερόν τις μετέρχεται. ἐκ περιόδων ἐκ περιστροφῆς τοῦ χρόνου.

οἱ τελευταῖοι τῶν ἄνω οἰκισάμενοι ἤγουν οἱ τοὺς πρόσθεν οἰκοῦντας ἐκβάλλοντες καὶ αὐτοὶ οἰκήσαντες ὕστερον. οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι οἱ ἐκβαλόντες τὴν πρώτην οἰκοῦντας. τὸ δὲ παραιτησάμενος ἀντὶ τοῦ ἐξιλεωσάμενος· θεραπεύει γὰρ ὡς ἐπίφθονον. στρατόπεδον δὲ καλεῖ τὰς πόλεις ὡς ἐπὶ σκηνῶν. παραιτησάμενος ἀφείς.

μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τοῦτό φησιν, ὅτι σύμβολον Ἀθηναῖοι τῆς ἀρχαιογονίας. ἔσω δὲ τόπῳ. καίτοι αὐτῶν ἀποίκοις ἐκδίδοσιν, οὐ παρʼ ἄλλων λαβόντες. ἀκίνητον δὲ ἑστίαν ὡς πρὸς τὴν σκηνὴν εἶπε καὶ πρὸς τοῦτο ἀπέδωκε τὴν λέξιν· ἔχει γὰρ καὶ τὸ ἴδιον, ἔχει καὶ τὸ βέβαιον τούτου τὸ ἀκίνητον. λέγει δὲ ὅτι τὸ πρυτανεῖον σύμβολόν ἐστι τῆς πόλεως· οὐδὲ γὰρ αἱ κῶμαι τοῦτο ἔχουσιν. ἀκίνητον οὖν αὐτὸ ἔχουσιν Ἀθῆναι, οὐ παρʼ ἄλλου λαβοῦσαι, τουτέστιν οὐ δεξάμεναι παρʼ ἄλλης πόλεως. πῦρ δὲ ἦν ἄσβεστον καὶ ἀδιαλείπτως καιόμενον ἐν Ἀθήναις ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς καθʼ ἱστορίαν τοιαύτην. γνόντες Ἀθηναῖοι τὸν Ἥφαιστον ἐρασθέντα τῆς Ἀθηνᾶς καὶ μὴ τυχόντα, εἶτα διὰ τοῦτο μετʼ ὀργῆς ἔχοντα πρὸς τὴν πόλιν, ἄσβεστον ὑφῆπτον τὸ πῦρ, τρόπον τινὰ νέμοντες αὐτὸ μετασχεῖν τῆς θεοῦ, καὶ ταύτῃ γε δὴ ἐξιλεούμενοι αὐτόν.

ἡ πόλις ἐστὶ κυρία οἰκεία καὶ κατὰ φύσιν προσήκουσα. κομιδῆ γε ἐν ὀλίγαις αὐτόχθονες γὰρ Ἀρκάδες. ἢ κομιδῆ γε τοῦτό φησιν, ἐπεὶ καὶ Ἀρκάδες αὐτόχθονες. φαμὲν οὖν ὅτι καὶ Ἀρκάδες τὸ μὲν αὐτόχθονες εἶναι συγχωρεῖ, πρώτους γε μὴν ἀνθρώπους ἀλλαχοῦ γενεῶν οὐ συγχωρεῖ.

ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει ἑστίαν ἀκίνητον ἅπαντες ἐνταῦθα τὸ πῦρ φασι, διά τινων ληρημάτων τοῦτο πιστούμενοι· οὓς αὐτὸς χαίρειν ἐάσας οὕτω λέγω· καὶ μόνη πόλεων νέμει καὶ παρέχει τοῖς πολίταις ἑστίαν καὶ οἴκησιν πρυτανείου καὶ κοινοῦ ἀκίνητον καὶ ἀμετάβλητον· τουτέστιν οἱ ταύτης πολῖται ἀρχαίαν καὶ διάφορον ἔχουσι πολιτείαν καὶ κυρίως καὶ κατὰ φύσιν πολιτεύονται, καὶ οὐχ ὥσπερ οἱ ἐν ταῖς ἄλλαις πόλεσιν. ἐκεῖνοι γὰρ νόθον ἔχουσι πολιτείαν διὰ τὸ μὴ αὐτόχθονες εἶναι. ἔγνωμεν ἐν τῇ ἱστορίᾳ ὡς τὴν ἀρχὴν οὐκ ἦν πῦρ ἐπὶ τῆς γῆς, εἰ μὴ ὁ Προμηθεὺς ὑποκλέψας τοὺς κρείττονας μετέδωκε τοῖς ἐπὶ γῆς ἐν τῷ νάρθηκι· οἱ νῦν Ἀθηναῖοι, ἅτε δὴ ὄντες αὐτόχθονες, παρέσχον πρῶτον τοῦ πυρός· διὸ καὶ λέγει ἀκίνητον, ὅτι παρʼ οὐδενὸς λαβόντες ἀλλʼ ἢ παρʼ αὐτῶν τῶν κρειττόνων εἶχον. ὁ δὲ νοῦς οὗτος· πάντες οἱ ἄλλοι ἄνθρωποι οἰκοῦσι τὴν πόλιν δίκην σκηνῆς, ἀπορίᾳ πατρίδος τῇ παρατυχούσῃ χρησάμενοι. τῶν δὲ ταύτης τῆς χώρας, ὅ ἐστι τῆς Ἀττικῆς, ἀποίκων ἡ πόλις ἐστὶ κυρίως πατρίς· κυρίως δὲ, ἐπειδὴ οὐκ ἄποικοι τινῶν, ἀλλʼ αὐτόχθονες Ἀθηναῖοι καὶ μόνη πόλις, φησὶν, Ἀττικὴ πλὴν Ἀρκαδίας τοῖς ἀποίκοις ἑαυτῆς ἑστίαν, ὅ ἐστι πῦρ ἀκίνητον, μένει, ἀλλὰ ἀπὸ τῶν θεῶν κομισαμένους ἐκ τοῦ πρυτανείου δικαίως νέμει. τὸ δὲ πρυτανεῖον ἦν τόπος τῆς Ἀθηνᾶς. ἢ οὕτως· ὅτι ἐφύλαττε τὸ πῦρ, ἐξ οὗ καὶ ἄποικοι μετελάμβανον, τὸ πρυτανεῖον, διπλῆν ἔχει σημασίαν. ἢ γὰρ τὸ τοῦ πυρὸς ταμεῖον ἢ τὸ τῶν πυρῶν, ὅ ἐστι τοῦ σίτου, ταμεῖον. ἔχομεν ἀπὸ τῆς ἱστορίας, ὅτι οὐκ ἦν τὸ πῦρ ἀρχῆθεν ἀνθρώποις, ἀλλʼ ὁ Προμηθεὺς ἔκλεψε παρὰ τῶν θεῶν καὶ τοῖς ἀνθρώποις κατήγαγεν ἐν νάρθηκι. οἱ Ἀθηναῖοι γοῦν ὡς αὐτόχθονες καὶ πρῶτοι φανέντες καὶ πρῶτον ἀπὸ τοῦ γίγαντος ἐδέξαντο τὸ πῦρ· ἔνθεν τι καὶ ἀκίνητον αὐτὸ ἔχειν λέγεται. τὸ δὲ πρυτανεῖον τόπον εἶναι λέγουσι τῆς Παλλάδος ἱερὸν, ἐν ᾧ ἐφυλάττετο τὸ πῦρ, ἐξ οὗ καὶ οἱ ἄποικοι Ἀθηναίων μετελάμβανον. διττὴν δὲ ἔχει τὴν σημασίαν· ἢ γὰρ τὸ τοῦ πυρὸς ταμιεῖον ἢ τῶν πυρῶν ἤτοι τοῦ σίτου λέγει. πολλῶν δὲ ἐπιρρεόντων πολλὰ λέγει τὴν ἀρχαιότητα τῆς χώρας παριστῶντος, τὸ εὔκρατον, τὸ εὐήλιον, τὸ τῶν λόγων εὔφορόν τε καὶ πάμφορον· ἐν αὐτῇ γὰρ μόνῃ καὶ πᾶσα παιδεία καὶ πασῶν πόλεων διαφέρουσι· μετὰ δὲ τὴν γένεσιν τοῦ ἀνθρώπου ἀκολούθως συνάπτει τὸν περὶ τροφῆς λόγον. ἔδει γὰρ γεννηθέντα τὸν ἄνθρωπον δεηθῆναι τροφῆς. δείκνυσιν οὖν ἑτέρου δεόμενόν ἐστι, καὶ ὁ ἄνθρωπος τῆς τροφῆς καὶ ἡ τροφὴ τοῦ ἀνθρώπου· διὸ καὶ ἐπάγει «πάντων αὐτὸ ἕκαστον ἐπειγόντων» ἀντὶ τοῦ ἕκαστον τῶν πάντων τοῦτο εἰπεῖν ἐπειγόντων, τουτέστιν ὅτι καὶ πρώτη ἄνθρωπον ἤνεγκεν Ἀττικὴ, καὶ πρώτη τροφὴν κατάλληλον ἐξευρεῖν τὸν σῖτόν φημι, αἱροῦμαι διὰ τῶν δευτέρων τῇ φύσει, τουτέστι τῆς τροφῆς. τὸ πρῶτον βεβαιοῦν, ὅ ἐστι τὸ γενέσθαι ἐν αὐτῇ πρῶτον ἄνθρωπον. εἰ γὰρ καὶ τροφὴν πρώτη ἐξεῦρε καὶ ἄνθρωπον ἤνεγκε πί εῖται τῶν ἀνθρώπων δὲ τὸν βίον, τὴν τροφήν. τὸ φύσει δεύτερον τὸν σῖτον. ἤγουν τὸν σῖτον. τὸ πρὸ αὐτοῦ βεβαιοῦν τὸν ἄνθρωπον. ἢ τὸ γενέσθαι πρῶτον ἐν τῇ Ἀττικῇ τὸν ἄνθρωπον τὸ καὶ ἐξ αὐτῆς γενέσθαι τὰς τροφάς.

ἑξῆς ἀποδοῦναι τοῦ κατὰ τὸν ἄνθρωπον λόγου. ἐκόσμει καθίστη.

ἃ μητρὸς ἦν ἔργα ποιοῦσα τὸ μὴ μόνον τῆς γενέσεως αἰτίας γενέσθαι, ἀλλὰ καὶ τροφὴν παρασχεῖν. οὐ περιεῖδεν, ὥσπερ ἀλλοτρίας τῆς τροφοῦ δεηθέντας ἐπειδήπερ ἐξ ἐκείνης ἦσαν, μητρὸς δὲ ἔργα, μὴ προσμένειν τὸν παῖδα ζητῆσαι τροφὴν, ἀλλὰ φυσικῶς αὐτοῦ προνοεῖσθαι, διὰ τοῦτο καὶ ἡ χώρα προσοικοῦσα τοὺς ἄνδρας οὐ τοῦτο μόνον ὁρμεῖν ἐνόμισεν, ἀλλὰ καὶ τροφὴν παρέσχεν· εἰ δὲ οὐ τοῦτο ἐποίει, ἔμελλον δεηθήσεσθαι αὐτῷ, ὥσπερ δέονται ἀλλοτρίας τροφοῦ, εἰ μὴ μητέρα ἔχοντες παῖδα.

τὰ δεύτερα τὰ σπέρματα. καὶ γίνεται δὴ πανήγυρις ὡς ἀληθῶς ἱερὰ καὶ ὑπὲρ γῆς ἁπάσης τῆς οἰκουμένης ἐνταυθοῖ πανήγυριν καλεῖ τὸν ἀγῶνα, ἱερὸν δὲ, ἀντὶ τοῦ θεῖον. ἐπειδὴ θεοὶ ἦσαν οἱ περὶ τῶν δωρεῶν τῆς πόλεως ἁμιλλώμενοι. ἀντὶ τοῦ ἀγὼν ἦν θεῖος, ἀλλʼ οὐ … καλῶς δὲ εἶπεν ὑπὲρ πάσης οἰκουμένης· παρὰ γὰρ Ἀθηναίων οἱ ἄλλοι τὰς δωρεὰς ἐδέξαντο, καὶ μάλιστα τοῦ σίτου. ἢ καὶ τὴν τῶν θεῶν ἐκκλησίαν πανήγυριν καλεῖ. πανήγυρις συναγωγὴ θεῶν.

ὑπὲρ γῆς ἁπάσης τῆς οἰκουμένης διὰ γὰρ Ἀθηναίων οἱ ἄλλοι ἐδέξαντο ἅπαντα. παρὰ γὰρ Ἀθηναίων οἱ ἄλλοι ἅπαντα ἐδέξαντο, καὶ μάλιστα τὸν σῖτον. ἐν θεωρίᾳ ἀγῶνι. ἐν ἀγῶνι.

ἔρρωτο ἰσχυρὰ ἦν. θεοὶ δὲ συμφέροντες παρεῖχον ἀντὶ τοῦ ὁμονοοῦντες διὰ τὸν Δία. Ἀθηνᾶ γάρ τοι ἐλαίαν ἔδωκε, συκῆν δὲ καὶ ἄμπελον Διόνυσος, Ζεὺς κριὸν, Ἑρμῆς αἶγα, καρποὺς Δήμητρα, καὶ ἄλλος ἄλλο τι. οἱ μὲν φυτὰ Ἀθηνᾶ ἐλαίας, Διόνυσος ἀμπέλους. Ἀθηνᾶ ἐλαίαν, Διόνυσος ἄμπελον.

οἱ δὲ σπέρματα ἡ Δημήτηρ. Δημήτηρ τὸν σῖτον. οἱ δὲ βοσκήματα ὁ Πάν. Ἑρμῆς τὸ πρόβατον. ὧν ἔμελλεν ἡ φορὰ τὸ τοῦ ἀνθρώπου σῶμα κοσμήσειν οὐχ ἧττον ἢ τὸ οἰκεῖον τὰ γὰρ τῶν προβάτων ἔρια οὐχ ἧττον ταῦτα ἢ ἡμᾶς κοσμεῖ διὰ τῶν ἐσθήτων.

τοῖς μὲν τὴν ἐπέτειον καὶ πρώτην ἀεί τοῖς προβάτοις· κατʼ ἐνιαυτὸν γὰρ αὐξανόμενα κείρεται.

τοῖς δὲ τοῖς ἀνθρώποις. εἰς ὅσον ἐξικνοῖτο μέχρις ἂν οἷόν τε διαρκεῖν· καὶ γὰρ οὐκ ὀλίγα ἔτη φοροῦσι τὰς χλαίνας ἄνθρωποι. ἔφαινον ἐδείκνυον. τὰς μὲν πυρὶ συγκεραννύντες ὡς τὴν χαλκευτικὴν, καὶ τὰς ἄλλας, ἃς ἔδειξεν Ἥφαιστος. ὡς ἐχάλκευτο καὶ διὰ τοῦ Ἡφαίστου.

τὰς δὲ καὶ πυρὸς χωρὶς ἡ Ἀθηνᾶ σκυτοτομικὴν καὶ τεκτονικήν. καίτοι ταῦτα οὐ μόνον ἰστέον ὅτι τὸ ταῦτα καὶ τὸ φύντων καὶ τὸ φανέντων ταυτόν ἐστι· δέον γὰρ οὕτως εἰπεῖν· καίτοι ταῦτα οὐ μόνον τοῦ πλήθους ἕνεκα αὐτῶν· ὁ δὲ φύντων καὶ φανέντων εἶπεν, ἐπειδὴ ἐν τῇ Ἀττικῇ πάντα ἔφυσαν καὶ ἐφάνησαν. τῶν ἐνταῦθα καὶ φύντων καὶ φανέντων καρπῶν, φυτῶν, τεχνῶν, ζώων καὶ τῶν ἄλλων.

ἔχει δίδωσι τῇ πόλει. ἀλλὰ καὶ τεκμήρια … ερ οὐκ ἔστι δυνατὸν ποιῆσαί τινα δίκην κατὰ τοῦ ἐλαύνοντος αὐτὸν ἀπὸ τῆς … οὕτως οὐδὲ οἱ Ἀθηναῖοι μέλλουσι ποιήσειν δίκην κατὰ τοῦ ἐξελαύνοντος αὐτοὺς τῆς ἰδίας πόλεως.

τοῦ πρώτου λόγου αὐτόχθονας εἶναι.

ταῦτα ὅ τε ἄνθρωπος καὶ τὰ ἄλλα πάντα. πλήθει τε ὑπερφέρειν κρείττω ἀριθμοῦ εἶναι. σημεῖα τῆς ἀληθείας ἀλλήλοις ἑξῆς εἶναι ἐπὶ χρήσει γὰρ τοῦ ἀνθρώπου ταῦτα γέγονε, καὶ εἰς τὸ χρῆσθαι τούτοις ὁ ἄνθρωπος γέγονεν, ὥστε ἑκάτερον δίκαιον ἦν διʼ ἑκάτερον γενέσθαι· ὃ δὴ καὶ γέγονεν.

πρώτους τε γὰρ ἐπενόησεν εἰς ἐγκώμιον ἀνενεγκεῖν τὸ γινόμενον, πανταχόθεν αὔξων τὸν ἔπαινον. καὶ μὴν τοῦτό γε ἀμήχανον τὸ σχῆμα ἀντίστροφον. ὅπερ πιστοῦται τὴν ἀλήθειαν, ἐξ ἀμφοτέρων τῶν μερῶν συντρέχει.

τοῦτό γε τὸ τυχεῖν δεηθέντας. τυχεῖν ὧν ἐδέοντο.

πάλιν γὰρ εἰς ταυτὸν ἐπανέρχεται τὸ θεοφιλεῖς, ἐξ ὧν ἔτυχον, καὶ ἐξ ὧν ἔφυσαν πρῶτοι. πρῶτοι μὲν γὰρ φύντες ἐδεήθησαν· δεηθέντες δὲ ἔτυχον· ἔτυχον δὲ θεοφιλεῖς ὄντες· θεοφιλεῖς δʼ ἦσαν, ἐπειδὴ πρῶτοι ἔφυσαν· ὥστε ἀπὸ τοῦ πρώτους αὐτοὺς φῦναι ἤρξατο ὁ λόγος, καὶ εἰς τοῦτο πάλιν ἀνέκαμψεν. καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων ὁ νοῦς τοιοῦτος· δυοῖν ἕνεκεν ἀναγκαῖον ἦν τοὺς θεοὺς ταῖς δωρεαῖς πληρῶσαι ταύτην· καὶ πρῶτον μὲν, ὅτι τοὺς ἐν αὐτῇ φύντας πρώτους ὄντας ἔδει καὶ δεηθῆναι· δεύτερον δὲ, ὅτι τοὺς πρώτους τεθέντας ἔδει καὶ τῆς προσηκούσης ἀξιοῦσθαι τιμῆς. ἐναρέτους δὲ αὐτοὺς καλεῖ τῷ πρώτους εἶναι· ἀνωτέρω γὰρ εἶπε πρώτους τε γὰρ φύντας, καὶ ἑξῆς.

τοῦτο δὲ τῆς τιμῆς προσυπακουστέον τὸ ἕνεκεν. τὸ δὲ σχῆμα ἀριθμητέον. λαβόντες δὲ οὕτω τὴν μετάδοσιν αἰνίττεται τοῦ σίτου καὶ τῶν ἄλλων· ὡσανεὶ ἔλεγεν· οὕτως οἶδεν εὐεργεσία πρὸς κρείττονας ἄγειν τὴν μίμησιν.

αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες παροιμία ἐπὶ τῶν φθονούντων καὶ μὴ μεταδόντων τοῖς ἄλλοις τῶν παρὰ σφίσιν αὐτοῖς ἀγαθῶν τὸ γῇ κρύψας ἔχει. ἐξαρκεῖν ἀρκετὸν εἶναι. ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι ἀντιπῖπτον λύει, ὥς τινος ἀντιλέγοντος· εἶτα οὐκ ἐφοβοῦντο μὴ γένοιντο αὐτοὶ ἴσοι ἐν τούτῳ· φησὶν οὖν ὅτι τὸ μεταδοῦναι τῶν ἄλλων ἑαυτοὺς καλλίους ἀπέδειξεν. οἱ μὲν γὰρ μὴ κατʼ ἀρετὴν διαφέροντες φοβοῦνταί τινας εὖ ποιεῖν, ἵνα μή πως ἐκεῖνοι παραπλήσιοι τούτοις φανῶσιν, οἱ δὲ ταῖς ἀρεταῖς ἐνειλημμένοι τοσοῦτον εὖ ποιοῦσι τοὺς ἄλλους, ὅσον εἰκὸς τῶν ἐξ ἴσου μετεχόντων αὐτοῖς τῶν ἀγαθῶν προέχοντας δείκνυσθαι κατʼ ἀρετήν· τότε γὰρ τὸ διάφορον φαίνεται, ὅτε τῶν αὐτῶν εὐποροῦσιν ἑκάτεροι.

δοκεῖ δέ μοι καὶ Ἡρακλῆς καλῶς τὸ δοκεῖ· ὅτι θεὸν εἶπεν ἀνθρώπους μιμησάμενον μετὰ τῶν θεῶν αὐτῶν καταστήσασθαι, διʼ ἣν γέγονεν ἀθάνατος, λέγει δὲ τὴν διάνοιαν αἰνιττόμενος ὥσπερ καὶ τὴν πόλιν οὖσαν καὶ ἐσομένην ἀθάνατον. σημεῖον δέ φησι τοῦ μιμήσασθαι Ἡρακλέα τὴν πόλιν. διὰ δὲ τοῦ οὐ μόνον τῶν ἐκείνους πρὸς τοὺς ἄλλους τοῦτο βούλεται παριστᾶν, ὅτι οὐδεμίαν φιλίαν ἔσχον πρὸς ἄλλους τινὰς ὁ Ἡρακλῆς καὶ ὁ Θησεὺς, οἵαν πρὸς ἑαυτοὺς, οὐδὲ ἄλλοι πρὸς ἄλλους μεγάλην καὶ τοιαύτην ἐκτήσαντο φιλίαν, — αἰνίττεται δὲ εἰς Πάτροκλον, καὶ Ἀχιλλέα, καὶ Ἁρμόδιον, καὶ Ἀριστογείτονα — οἵαν ἔσχεν Ἡρακλῆς καὶ Θησεύς. τὸ δὲ ἑξῆς οὕτως· σημεῖον τοῦ τὸν Ἡρακλέα τὴν πόλιν ἐζηλωκέναι ἡ πρὸς Θησέα φιλία, ἥτις οὐ μόνον τὰς πρὸς ἄλλους ἐκείνοις γενομένας φιλίας παμπληθεῖς ὑπερέσχεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πρὸς ἄλλους. κατὰ κοινοῦ δὲ τὸ παμπληθεῖς ἔσχεν.

ὑπὲρ ἁπάντων ἀνθρώπων μόνος γὰρ εὐεργέτης τοῦ τῶν ἀνθρώπων γέγονε γένους. καθήρας τὸν κόσμον ἁπάντων, ὡς εἰπεῖν, τῶν δυσκόλων· διὸ καὶ ἴσα θεοῖς ἐτίμησαν ἄνθρωποι· θεοῦ γὰρ ἔργον τουτί. καὶ τὸ σημεῖον ἐναργές τοῦ ποιήσασθαι ταύτην παράδειγμα.

οὐ μόνον τῶν ἐκείνοις—παμπληθὲς ὑπερέχουσα ὑπερέχουσα γενομένων ἐν φιλίᾳ.

ἀνθʼ ὧν αὖ καὶ πρώτη πόλεων—ταῖς τῶν θεῶν τιμαῖς πρῶτοι γὰρ Ἀθηναῖοι, Ἡρακλέους θανόντος, ναὸν ἱδρύσαντο, καὶ πρῶτον τοῦτον ξένων ἐμύησαν τὰ Ἐλευσίνια. πρῶτοι γὰρ οἱ Ἀθηναῖοι Ἡρακλέους ἕδος ἵδρυσαν καὶ τὰ Ἐλευσίνια μυηθῆναι ἐποίησαν.

ἐκεῖνον τὸν Ἡρακλῆν. τοὺς παῖδας αὐτοῦ. τοὺς παῖδας διετήρησε μόνη ἵνα μὴ ὑπʼ Εὐρυσθέως ἀπόλωνται. ἀντὶ τοῦ ὑπεδέξατο· καὶ ἐπειδὴ μνησθεὶς Ἡρακλέους καὶ τῶν ἀπογόνων ἐκείνου ἔμελλε λέγειν, ὅπως αὐτοὺς εἰς Πελοπόννησον Ἀθηναῖοι κατήγαγον. ἰδιάζον δέ ἐστι κεφάλαιον τὸ περὶ τῆς καθόδου τῶν Ἡρακλειδῶν καὶ βούλεται αὐτὸ ὕστερον εἰπεῖν, διὰ τοῦτο νῦν αὐτὸ παρέλιπεν.

ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ μετʼ ὀλίγον γὰρ ταῦτα ἄξιον, καὶ οὐ νῦν εἰρῆσθαι.

πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἡ Δημήτηρ παρέδωκε τοῖς Ἀθηναίοις τὸν σῖτον οὕτω· Πλούτωνος ἁρπάσαντος ἐκ Σικελίας τὴν θυγατέρα Δήμητρος καὶ Διὸς, τὴν Περσεφόνην, τὴν καὶ Κόρην, Δημήτηρ πανταχοῦ περιῄει ζητοῦσα αὐτήν· ἐλθοῦσα δὲ εἰς Ἀττικὴν καὶ παρὰ Κελεοῦ καὶ Τριπτολέμου τὸν ᾐρκότα μαθοῦσα, μισθὸν αὐτοῖς ἀποδίδωσι τὸν σῖτον, πρῶτον ἀθέσμως συγγενομένῃ Κελεῷ, τῷ Τριπτολέμου πατρί. δέδωκε δὲ καὶ ἅρμα δρακόντων ὑπόπτερον, ᾧ ἐποχούμενος Τριπτόλεμος ἑκασταχόσε τῆς γῆς τὸν σῖτον ἔσπειρε. καλῶς δὲ καθάπερ θεωρικοῦ εἶπεν, ἐπεὶ καὶ αὐτὸς πένησιν ἐδίδοτο πᾶσι, καὶ πλουσίοις καὶ πολίταις, καὶ ξένοις, καθάρας τὸν κόσμον πάντων, ὡς εἰπεῖν, τῶν δυσκόλων· διὸ καὶ ἴσα θεοῖς ἐτίμησαν ἄνθρωποι. θεοῦ γὰρ ἔργον τουτί. ἡ Δημήτηρ δέδωκε τὸν σῖτον τοῖς Ἀθηναίοις οὕτως. ὅτι ὁ Πλούτων ἥρπασεν ἀπὸ Σικελίας τὴν Κόρην, τὴν θυγατέρα τῆς Δήμητρος καὶ Διὸς, περιενόστησε Δημήτηρ ζητοῦσα αὐτήν. καὶ δὴ ἐν τῇ Ἀττικῇ ἦλθε, καὶ ὑπεδέξατο αὐτὴν ὁ Κελεὸς, καὶ μισθὸν τῆς ξενίας δίδωσιν αὐτῷ τὸν σῖτον. πομπὴν δὲ λέγει τὴν πέμψιν τὴν ἐπὶ διαδόσει τοῦ σίτου· καλῶς δὲ καθάπερ θεωρητικὸν εἶπεν, ἐπεὶ καὶ αὐτὸ πᾶσι πένησι διεδίδοτο καὶ πλουσίοις, καὶ πολίταις καὶ ξένοις. τρόφιμον δὲ τὸν Τριπτόλεμόν φησι, ὃς υἱὸς ἦν Κελεοῦ ὑπὸ Δήμητρος τραφεὶς, ὡς ἐνταῦθα εἶπεν. δύο οὖν ἡ λέξις σημαίνει, καὶ τὸν θρέψαντα καὶ τὸν τραφέντα· θρέψαντα τὸν δεσπότην, ὡς παρὰ Μενάνδρῳ· τραφέντα δὲ, ὡς ἐνταῦθα τὸν Τριπτόλεμον. θείᾳ πομπῇ θεοῦ γὰρ ἔργον ὡς ἀληθῶς τοῦτο ἦν.

ἐπιστήσαντες τῇ πομπῇ. τῶν Δήμητρος, ὡς λέγεται, τροφίμων ἕνα Κελεὸς γὰρ καὶ Τριπτόλεμος πρῶτοι παρʼ αὐτοῖς ἐτράφησαν. ἰστέον ὡς οὐχ ἁπλῶς ὁ δεσπότης τρόφιμος λέγεται, ἀλλὰ τρόφιμον τὸν τοῦ δεσπότου υἱόν φασιν οἱ προήκοντες ἡλικίᾳ τούτου δοῦλοι, οἱ, ὡς ἂν εἴποι τις, παιδοκόμοι· τοῦτο γὰρ αὐχοῦντες οἱ γεραίτεροι τῶν δούλων τοὺς τῶν δεσποτῶν παῖδας καλοῦσιν, οὓς ἔνιοι καὶ δεσποσύνους φασὶ, τοὺς ὡς ἂν νῦν ἡ χυδεία λέξις αὐθεντοπώλους καλέσῃ. καὶ τὸ ἅρμα πτερωτὸν εἶναι φήμη· κατέσχεν τὸ μυθικὸν ἡρμήνευσε τὸ τάχος ἅρματι πτερωτῷ παραβαλών. λέγεται γὰρ ὅτι Δημήτηρ τῷ υἱῷ τοῦ Κελεοῦ, τῷ Τριπτολέμῳ, παρέσχεν ἅρμα ἐξ ὄφεων πτερωτῶν, ἵνα ἐπὶ τούτου ὀχούμενος διδῷ τοῖς ἄλλοις ἀνθρώποις τὸν σῖτον, καὶ ταχέως πληρώσαι τοῦ σίτου τὴν γῆν. καὶ ὅμως Ἀριστείδης οὕτως ἔδοξεν, εἶναι πτερωτὸν τὸ ἅρμα, ὅτι ταχέως ἄνω τε καὶ κάτω κατήρχετο. Φιλόχορος δὲ ἱστορεῖ ὅτι ἡ ναῦς, ἔνθα ἦν ὁ Τριπτόλεμος, διὰ τοῦτο ἐνομίσθη ὑπόπτερος, ἐπειδὴ ἐξ οὐρίας ἐφέρετο. δρομαῖοι δὲ ἀναλύοντες τὸν μῦθον φασὶ τούτου. ἅρμα γὰρ δρακόντων φασὶν, ὅτι τῷ πλοίῳ ὄνομα ἅρμα. πτερωτὸν δὲ εἶναι τῶν δρακόντων τὸ ἅρμα, διὰ τὰ ἅρμενα, ἐπεὶ καὶ Ἡσίοδός φησι πτερὰ νεὼς τὰ ἅρμενα.

πρόσαντες δυσχερές. πρόσαντες οὐδʼ ἄβατον ἦν αὐτῷ οὐ μόνον ἡ ἄρνησις ἐν ἀρχῇ τιθεμένη ἰσχὺν ἔχει κἀν τοῖς ἔπειτα, ἀλλὰ καὶ ὕστερον τιθεμένη ἰσχὺν ἔχει ἐν τῇ ἀρχῇ, ὥσπερ ἐνταῦθα. οὐ γὰρ εἶπε καὶ οὐ πρόσαντες, οὐδʼ ἄβατον ἦν αὐτῷ. φησὶ δὲ καὶ Πίνδαρος «Ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων.» οὐδʼ ἄβατον τι.

διὰ ψιλοῦ τοῦ ἀέρος ἀντὶ τοῦ διὰ γυμνοῦ, οὗ οὐκ ὄρος ἐκώλυεν, οὐ ποταμός. ψιλὸς γὰρ καὶ ὁ ἀὴρ εἴρηται, ὡς μηδὲν τούτων ἔχων.

καὶ καταδεῖξαι τὰς Χάριτας ταχείας εἶναι τὴν φύσιν οὐ μόνον γυμνὰς τὰς Χάριτας χράφουσιν, ὅτι δεῖ τὴν χάριν ἐπίδηλον εἶναι, ἀλλὰ καὶ πτερωτάς· δεῖ γὰρ ταχέως αὐτὰς γίνεσθαι, ἵνα μὴ τοῦ χρόνου τὸ μῆκος τὴν ἐντεῦθεν τέρψιν ἀμβλύνῃ. οἱ γραφεῖς τὰς Χάριτας γυμνὰς γράφουσιν, αἰνιττόμενοι ὅτι δεῖ τὴν χάριν ἄδολον εἶναι· τὸ γὰρ γυμνὸν καὶ φανερὸν ἄδολον. ὁ δὲ ῥήτωρ ἔφη· ὃ διὰ τὸ τοὺς Ἀθηναίους τοῖς ἄλλοις τὰς εὐεργεσίας θᾶττον ἐπιφέρειν, ταχείας ἀπέδειξαν ἔργῳ τὰς χάριτας. εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων καλῶς εἶπε δεομένων, καὶ οὐ δεησομένων. ἐπειδὴ γὰρ ὁ σῖτος οἰκεία τροφὴ τοῖς ἀνθρώποις, τρόπον τινὰ αὐτοῦ ἐδέοντο, εἰ καὶ μὴ ᾔδεσαν. ἔφθανον δὲ τὴν ἐπιθυμίαν λέγει, ἐπειδὴ, εἰ ἔγνωσαν, παρʼ Ἀθηναίοις εἶναι τὸν σῖτον, ἐπεθύμησαν ἂν αὐτοῦ μετασχεῖν· πρὶν οὖν τοῦτο γενέσθαι, Ἀθηναῖοι μετέδωκαν.

αἱ παρὰ τῶν Ἑλλήνων ἀπαρχαὶ ἀπαρχὰς οἱ Ἕλληνες εἰς τὴν Ἀττικὴν ἔπεμπον στάχυας ἀπὸ τῶν Ἑλληνικῶν· καὶ τοῦτο σημεῖον καὶ δεῖγμα τοῦ λόγου αὐτοῦ ποιεῖται, καὶ τὰς τοῦ θεοῦ μαντείας τούτου ἀντὶ τοῦ ἀπόδειξιν λαμβάνει.

ἐπὶ τῶν προτέρων χρόνων ὅτε τὰ τῶν Ἑλλήνων ἤνθει· ἐπὶ γὰρ τοῦ Ἀριστείδου ἀπέρρη. ἔτι δὲ αἱ τοῦ θεοῦ μαντεῖαι, διʼ ὧν λοιμοῦ ἐνσκήψαντος τοῖς Ἕλλησιν, ἔχρησεν ὁ θεὸς μὴ πρότερον ἂν πεπαῦσθαι τὴν νόσον, εἰ μὴ σὺν τῇ μητροπόλει τῶν καρπῶν προηροσίας θύουσι τῇ Δήμητρι, δεικνὺς ἐντεῦθεν πρώτους Ἀθηναίους δεδέχθαι τὸν σῖτον. προηροσία γὰρ θυσία ἦν ἐπὶ τῇ πρώτῃ ἀρόσει τῆς γῆς γινομένη, ἣν Ἀθηναῖοι τότε ἔθυσαν, ὅτε παρὰ Δήμητρος τὸν σῖτον ἔλαβον. ἀγῶνας δὲ λέγει τὰ Ἐλευσίνια εἰς τὴν Δήμητραν τελούμενα, ἐν οἷς ὁ νικῶν ἀστάχυας ἐλάμβανεν· εἰς ἀμοιβὴν γὰρ τοῦ σίτου τὴν ἑορτὴν ἐποίησαν. λοιμοῦ ἐνσκήψαντος τοῖς Ἕλλησιν ἔχρησεν ὁ Ἀπόλλων μὴ πρότερον παύσασθαι τὴν νόσον, μηδὲ ἄλλοις, εἰ μὴ πρὸ πάντων θύσωσιν Ἀθηναῖοι προηροσίαν. καὶ δὴ ποιήσαντες Ἀθηναῖοι τὴν καλουμένην προηροσίαν ἔθυσαν, καὶ ὁ λιμὸς ἐπαύσατο. τοῦ θεοῦ τοῦ Ἀπόλλωνος.

πρώτην ἔχειν αὐτούς.

τίθησι δὲ καὶ ἀγῶνας πρώτη καὶ τοῦτο εἰς ἀπόδειξιν ἔλαβε τοῦ λόγου· ἀγὼν γὰρ ἐτελεῖτο Ἐλευσινίοις, ἐν ᾧ ὁ νικῶν ἀστάχυας ἀπεφέρετο ἆθλον. ἔδειξε δὲ διὰ τῶν λέξεων ὅτι πρὸς ἀπόδειξιν ἔλαβε τὸν ἀγῶνα· τὸ γὰρ πιστουμένη ἀντὶ τοῦ ἀποδεικνῦσα ἔθηκε. οὕτω δʼ ἐπὶ καὶ τοὺς θεοὺς ἐτίμησαν ἀγάλμασι καὶ θυσίαις, καὶ τοῖς ἄλλοις ἀνθρώποις πρᾴως προσηνέχθησαν, καὶ ὡς θεὸς αὐτοῖς, καὶ αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἐγένοντο. τίθησι περὶ Δήμητρα. ἀγῶνας τὰ Ἐλευσίνια. ἐκ τῶν εὐεργεσιῶν ἃς εὐεργέτηται παρὰ Δήμητρος· λέγω τὸν σῖτον.

πιστουμένη βεβαιοῦσα.

πρόγονοι δὲ τοῦ κοινοῦ βίου πᾶσιν ἀνθρώποις ἤγουν τῆς κοινῆς τῶν ἀνθρώπων οὐσίας· ἐπειδὴ, ὡς ἔφη πρῶτον, ἐνταῦθα ἄνθρωπος γέγονε· καὶ τῆς τροφῆς· ἐπειδὴ ὁ σῖτος τοῖς ἄλλοις ἐντεῦθεν δέδοται.

ἄλλα καλλίω τὰς περὶ τοὺς θεοὺς πανηγύρεις.

καὶ τοῦτο μὲν ἐνταυθοῖ λῆξαν τελέως ἡμῖν διήνυσται τὴν μὲν οὖν περὶ τοῦ σίτου ὄνησιν, ὅπως τε αὐτοὶ τοῦτον ἔλαβον καὶ τοῖς ἄλλοις ἔδοσαν, ἀξίως καὶ ἀνενδεῶς εἰρήκαμεν, τὰ δὲ μετὰ ταῦτα ἔχει τινὰ δυσκολίαν καὶ ἀπορίαν πότερα δεῖ πρότερα διηγεῖσθαι, πότερα τὰ περὶ τῶν θεῶν· καὶ γὰρ ταῦτα συνάπτειν εἰκὸς τοῖς προειρημένοις· καὶ γὰρ τὸ τοῦ σίτου θεῶν ἔργον ἦν εἰς αὐτούς· ἢ τὴν τῶν Ἀθηναίων φιλανθρωπίαν· καὶ γὰρ ἀκόλουθον ἦν περὶ ταύτης εἰπεῖν διηγουμένους ἄρτι τὴν τοῦ σίτου σφῶν αὐτῶν εἰς ἅπαντας διάδοσιν. οὕτω δὲ τούτων ἐχόντων, καὶ προσήκοντος ἑκάστου ἐφεξῆς θεῖναι, ἔτι ἄπειρόν ἐστι τὸ μετὰ τὸ εἰπεῖν θάτερον προσῆκε θατέρου μνησθῆναι· οἷον εἰ μετὰ τὰ θεῖα τῆς φιλανθρωπίας αὐτῶν, ἢ μετὰ τὴν φιλανθρωπίαν τῶν θείων. τὸν τοῦ γένους τόπον ἐνταῦθα ἀναπαύσας, ὃν διὰ τῆς θέσεως τοῦ τόπου διηνύσατο, ἐντεῦθεν ἐπὶ τὸν τῆς ἀνατροφῆς πρόεισι· πλὴν ἔοικε καὶ τοῦτο τὸ γένος εἶναι κοινὸν τὸ ἐπιφερόμενον καὶ τῆς ἀνατροφῆς. πλείω δὲ τμήματα λέγει, ἐπειδὴ αὐτὰ ἐπιμερίζεται τὰ τῆς ἀνατροφῆς. εἰσὶ δὲ αἱ πράξεις ἀκολούθως, ὃ διὰ τοῦ ἐφεξῆς ἐσήμανε· μετὰ γὰρ τὸ γένος ἡ ἀνατροφὴ, ἤτοι αἱ πράξεις.

διττὰ φέρει καὶ πλείω τμήματα τὸ τμήματα καὶ πρὸς τὸ διττὰ καὶ πρὸς τὸ πλείω λάμβανε· λέγει δὲ διττὰ τὰ θεῖα καὶ τὴν ἄλλην τῶν Ἀθηναίων φιλανθρωπίαν· πλείω δὲ αὐτά τε ταῦτα, καὶ ἃ μόνοι καὶ μετʼ ἄλλων εἰργάσαντο ἔργα. τοῖς μὲν εἰρημένοις ἕκαστον ἐφεξῆς φέρει τὰ ἐντεῦθεν. φέρει. ἐν μέρει ἤγουν μερικῶς. ἐν μέρει δὲ εἰπεῖν, εἰ σώζοντα τοῦτο δὲ σαφῶς πέφρασται· ὁ δὲ νοῦς τοιοῦτος· ὅτι μετὰ τὰ ῥηθέντα πολλά ἐστιν ἀκόλουθα ἐκείνοις εἰς τὸ λεχθῆναι· οἷον ἀκόλουθόν ἐστιν εἰπεῖν μετὰ τὴν καρπῶν διάδοσιν τὴν ὑπὲρ τῶν κινδυνευόντων ἀντίληψιν. βουλόμενοι γὰρ Ἀθηναῖοι, εὐσεβεῖς ὄντες, τοὺς ἄλλους εὐεργετῆσαι τοὺς καρποὺς διέδοσαν. ἀλλὰ καὶ βουλόμενοι πάντας σώζεσθαι ὑπὲρ τῶν κινδυνευόντων ἐπολέμησαν. ὃ σημεῖον καὶ τοῦτο τῆς δυσσεβείας. ἀλλʼ οὐκ ἔστι μοι, φησὶ, καὶ τοῦτο δῆλον, εἰ ἁρμόττει καὶ τοῖς λόγοις ταύτην σῶσαι τὴν ἀκολουθίαν. καὶ γὰρ ἀνωτέρω Ἡρακλέους μνησθέντι, καὶ τῶν ἀπογόνων ἐκείνου ἥρμοττεν εἰπεῖν, καὶ ὅπως αὐτοὺς Ἀθηναῖοι κατήγαγον· ἀλλʼ ἐπειδὴ οὐχ ἥρμοττε τῷ λόγῳ, διὰ τοῦτο αὐτὸ παρέλιπεν· ὑποκατιὼν δὲ τῶν Ἡρακλειδῶν ἐμνήσθη. μνησθεὶς τοίνυν κἀνταῦθα πόλεως θέσεώς τε καὶ χώρας, ἔμελλε καὶ περὶ τῶν οἰκοδομημάτων διεξιέναι· ἀλλʼ ἐπειδὴ τοῖς ἐπιλόγοις ἥρμοττε τὸ κεφάλαιον, παρέλιπεν αὐτό. διὸ καὶ τἄλλα πάντα ἐάσας περὶ τῶν θείων διεξέρχεται. εἰ σώζοντα φέρει ταῦτα.

κράτιστον δʼ ἴσως περὶ τῶν θείων γῆς γὰρ πανταχοῦ θεοὺς προτιμᾶσθαι. οἷον ὅτι πολλὰ ἐποίησαν οἱ θεοὶ εἰς τὴν Ἀθηναίων πόλιν, ἢ τὰ παρὰ τῶν θεῶν λεγόμενα, ἢ τὰ παρʼ αὐτῶν δεδομένα τοῖς Ἀθηναίοις.

ἔτι δὲ ὧν καθʼ αὑτούς τε ἔτι δὲ ὧν μᾶλλον οἱ θεοὶ κατώρθωσαν. ἐν κοινωνίαις δὲ εἰργάσαντο εἶπεν, ἢ μετὰ θεῶν, ὡς ἐπὶ τῆς Ξέρξου ναυμαχίας, ἢ μετὰ ξυμμάχων· τῶν γὰρ πολέμων τοὺς μὲν κατʼ ἰδίαν, τοὺς δὲ μετʼ ἄλλων κοινῇ πεποιήκασι. καθʼ ἑκάστους δέ φησι τοὺς χρόνους, ἐπειδὴ οὐκ ἦσαν ἀεὶ οἱ αὐτοὶ Ἀθηναῖοι, ἀλλὰ διάφοροι κατὰ χρόνους· καὶ διὰ τοῦτο ἑκάστη τῶν πράξεων τηρεῖ τὸν ἔπαινον. καθʼ αὑτούς τε μόνους. ἐν κοινωνίαις συμμαχίαις. ἤγουν μεθʼ ἑτέρων. οἱ καθʼ ἑκάστους ἀεὶ τοὺς χρόνους ὄντες.

ὃ καὶ μόνον εἰπεῖν ἴσως ἐξήρκει δεῖξαι τὴν παρʼ αὐτῶν εἰς αὐτοὺς εὔνοιαν.

περὶ γὰρ μόνης ταύτης τῶν ὑφʼ ἡλίῳ πόλεων ἤρισαν οἱ δύο θεοὶ οὗτοι, Ἀθηνᾶ καὶ Ποσειδῶν περὶ Ἀθηνῶν ἡμιλλήσαντο, εἰπόντες ὡς, ὅστις πρότερον ἐν αὐτῇ δείξειέ τι, ταύτης κύριος ἔσται. ὡς ἐπὶ πολέμου εἶπε, τὸ περιμάχητον ταύτης παραστῆσαι βουλόμενος. καταλαμβάνουσι δὲ εἶπε· οἱ γὰρ θέλοντες τυραννεῖν, τὰς ἀκροπόλεις καταλαμβάνουσιν, ὡς βέβαιον φυλακτήριον. ἐπειδὴ δὲ τὸ ὄνομα τῆς τυραννίδος διαβέβληται, εἶπε τὸ ὥσπερ. καταλαμβάνουσι τὴν ἀκρόπολιν ὥσπερ ἐπὶ μοναρχίᾳ οἱ γὰρ τυραννῆσαι βουλόμενοι πόλεων καταλαμβάνουσι τὴν ἀκρόπολιν. οἱ γὰρ τυραννῆσαι βουλόμενοι πόλεως, πρώτην καταλαμβάνουσι τὴν ἀκρόπολιν, ὡς ἰσχυρότερον μέρος, ἵνʼ ἀκαταγώνιστοι ὦσιν.

σχεδὸν, ὡς εἰπεῖν, οἱ πρῶτοι τῶν θεῶν καὶ ἐπαινεῖ διὰ τοῦ πρῶτοι τὴν Ἀττικὴν, καὶ ἀνεπαχθῆ Διὶ τὸν λόγον καὶ Ἥρᾳ ποιεῖ διὰ τῆς παρενθήκης τοῦ σχεδόν. οἱ πρῶτοι τῶν θεῶν Ποσειδῶν καὶ Ἀθηνᾶ.

τὴν δευτέραν δευτέραν λέγει τιμὴν τὸ αὐτοῖς Ἀθηναίοις ἐπέτρεψε τὴν κρίσιν. ἔλαβον δὲ κριτὰς τοὺς Κέκροπος παῖδας. ἐπιτρέψαντες δικασταῖς καὶ κριταῖς αὐτοῖς δέον δικάζειν καὶ κρίνειν εἰπεῖν, δικασταῖς καὶ κριταῖς εἶπε πρὸς τὸ αὐτοῖς.

νομίσαντες χάριεν καὶ κοῦφον ἐπʼ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι ἐπειδὴ ἐν ταῖς δίκαις ἄδηλόν ἐστι τὸ πέρας, καὶ τὸ μὲν αὐτοῦ λυπηρὸν, ἧττα, τὸ δὲ ἡδὶ, τὸ νικᾶν, πρὸς μὲν τὸ ἡδὺ τὸ νικᾶν, αὐτόθεν ἔχον τὸ ἡδὺ, τὸ χάριεν εἴρηκε, πρὸς δὲ τὴν ἧτταν, τὸ κοῦφον. ἔστι δὲ τὸ ἐπʼ ἀμφότερα ἓν μέρος λόγου, ὃ πρὸς τὸ χάριεν καὶ κοῦφον ἐπήγαγε. τὸ δὲ παιδικοῖς εἶπεν, ἐπειδήπερ, ὅταν οἱ ἐρώμενοι τὴν κρίσιν ποιῶνται περὶ τῶν ἐραστῶν ἥ τε νίκη πᾶσα χαρίεσσα γίνεται καὶ τὸ νικᾶσθαι φορητόν· καὶ γὰρ αἱ τῶν ἐρωμένων ὕβρεις καὶ πληγαὶ πολλάκις ἡδίους τῶν παρʼ ἄλλων ἐπαίνων κρίνονται. κοῦφον ἀντὶ τοῦ κουφιστικόν· ἔστι δὲ ἐκ παραλλήλου τὸ αὐτό· οἷον χάριεν καὶ κοῦφον. ἐχρήσατο δὲ καὶ Θουκυδίδης τῇ λέξει. ἐπʼ ἀμφότερα τὸ νικῆσαι καὶ ἡττηθῆναι. ἐν τοῖς παιδικοῖς ἐρωμένοις. ἐν τοῖς παιδικοῖς κριθῆναι παιδικὰ τὰ ἐρώμενα λέγει· ἔστι δὲ ἐπὶ καλοῦ ἡ λέξις. κέχρηται δὲ Κρατῖνος καὶ ἐπὶ γυναικὸς ἐν Ὥραις. κριθῆναι δὲ, περὶ ὧν ὁ ἔρως αὐτοῖς ἐνέπεσεν· ἢ ὑπὸ τῶν ἐρωμένων κριθῆναι, ὡς Ἀπόλλων καὶ Βορρᾶς ἐπέτρεψε τῷ Ὑακίνθῳ τὴν κρίσιν.

τοῦ τε ῥοθίου ὁ ἐν ἀκροπόλει. ὃ ἐν ἀκροπόλει Ποσειδῶν ἐξέφηνε. οὐκ εἶπεν ὕδωρ ἁλμυρὸν, ἀλλὰ ῥόθιον, τιμῆσαι βουλόμενος. τοῦτο γὰρ ἔδειξεν ὁ Ποσειδῶν, θαλλὸν δὲ ἡ Ἀθηνᾶ. νικᾷ μὲν Ἀθηνᾶ πρώτη γὰρ Ἀθηνᾶ τὴν ἐλαίαν. πρώτη γὰρ ἔδειξε τὴν ἐλαίαν. ὅτι ἐλαίας κλάδου. ἄλλοι δέ φασιν ὅτι Ζεὺς ἀπέστρεψε τοὺς ἄνδρας καὶ τὰς γυναῖκας ἐν μέρει ψηφίσασθαι, εὑρέθησαν αἱ ψῆφοι ἴσαι. καὶ ἀκηκοὼς ὁ Ζεὺς εἶπεν ὅτι ὁ οἶκος τοῦ τότε βασιλέως οὔπω ἐψηφίσατο· καὶ ψηφισαμένου τὸν οἶκον αὐτοῦ, εὑρέθησαν θυγατέρες τρεῖς, καὶ αὐτὸς εἷς· καὶ πλειόνων οὐσῶν τῶν γυναικῶν, ἀπεδόθη τῇ Ἀθηνᾷ ἡ πόλις. καὶ καταδείκνυσι τὸν θαλλὸν νίκης εἶναι σύμβολον ἆθλον γὰρ νίκης ἐν Ὀλυμπίᾳ ὁ θαλλὸς ἦν.

οὐ μὴν κατέλυσε τὸν ἔρωτα ἀνέστησε γὰρ τῇ Ἀττικῇ τὴν θάλατταν. ἀντέστησε γὰρ τῇ Ἀττικῇ τὴν θάλατταν, καθάπερ οἱ τῶν ἐραστῶν μανικοὶ, ὁπότε τῶν παιδικῶν ἀποτυχόντες πόρρωθεν ἵστανται, καὶ ψυχαγωγοῦνται τῇ θέᾳ. καταλῦσαι δὲ ὡς ἡττημένῳ τὸν ἔρωτα· οὐδὲ μετὰ ταῦτα ἐπαύσατο τοῦ ἐρᾶν.

ἡ μὲν γὰρ σοφίᾳ νικᾶν ἔδωκε τῇ πόλει φρονήσεως γὰρ ἔφορος ἡ θέος. ὁ δὲ ταῖς ναυμαχίαις, οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικᾶν, ἀλλὰ καὶ τοὺς τῶν αὐτῶν μετασχόντας ἀνταγωνιστάς φησι τοὺς τὴν ὁμοίαν ἐσχηκότας τέχνην. λέγει δʼ ἀντὶ Αἰγινήτας· αὐτοὶ γὰρ μετʼ αὐτοὺς ᾔδεσαν τὰ ναυτικά. ὁ γοῦν Ἡρόδοτος ἐν τοῖς Περσικοῖς καὶ τὰ πρωτεῖα αὐτοῖς δίδωσιν· οὗ χάριν Ἀριστείδης καθʼ Ἡροδότου ἔγραψεν· ἄλλοι δὲ ἀνταγωνιστὰς τοὺς Λακεδαιμονίους φασί· πεζομάχοι γάρ· ἢ Κορινθίους καὶ Κερκυραίους, ἐπεὶ καὶ αὐτοὶ ἐμελέτησαν τὰ ναυτικά. εἶτα καθʼ ὑπερβολὴν εἶπεν ὅτι ἀλλὰ καὶ εἴ τις ἐνίκησε ναυτικὰ, οὗτος ὑπʼ Ἀθηναίων ἡττήθη. τοὺς τῶν αὐτῶν δὲ μετασχόντας φησὶν, οἱονεὶ τοὺς συνευρεθέντας τοῖς Ἀθηναίοις, καὶ ὠφελίμους τὸ ναυμαχεῖν παρʼ αὐτῶν, καὶ τούτους ὑπεραίρειν ὁ Ποσειδῶν ἐχαρίσατο τῇ πόλει τῶν Ἀθηναίων. τοὺς ἀνταγωνιστὰς τοὺς ἀντίπαλον ναυτικὸν ἔχοντας, εἴτε Ἕλληνές εἰσιν εἴτε βάρβαροι.

τοὺς τῶν αὐτῶν μετασχόντας τοὺς μετʼ αὐτῆς ναυμαχήσαντας ἄλλοις. κρείττων γὰρ αὐτῶν ἐφάνη τῇ μάχῃ.

ὁ μὲν περὶ τούτων ὁ τῶν ναυμαχιῶν. ἤγουν τῶν ναυμαχιῶν. αὐτίκα τὸ αὐτίκα λέγει, ἐπειδὴ προϊὼν ἐρεῖ ὅπως τε πρὸς τοὺς Πέρσας ἐναυμάχησαν, καὶ ὅπως πρὸς τοὺς ἄλλους Ἕλληνας. τὰς ψήφους τῆς νίκης.

τὴν ἐπωνυμίαν τῇ πόλει δίδωσιν τὸ καλεῖσθαι Ἀθήνας. καὶ κατεσκευάσατο ὡς κτῆμα ἑαυτῆς ὥσπερ πιστουμένη τῇ ἐπωνυμίᾳ τὸ κτῆμα. διαρκῆ δὲ ἀντὶ τοῦ διαρκοῦσαν, οὐ πρὸς πόλεμον μόνον, ἀλλὰ καὶ εἰρήνην.

λόγους τε ἅπερ εἰρήνης εἰσὶν ἔργα. νόμων τάξεις καθʼ ἓν γὰρ τῶν πραγμάτων ὁ νόμος.

πολιτείαν δυναστείας ἀπηλλαγμένην τοιαύτη γὰρ ἧ δημοκρατία. ἀφʼ ὧν τούτων πάντων. ἀπὸ τῶν λόγων· πρὸς τοῦτο γὰρ ἀποδέδωκε. βίων δὲ παραδείγματα, ἢ τρόπους πολιτείας καὶ ἤθη χρηστὰ, ἢ τέχνας καὶ ἐπιτηδεύματα· οἷον βίου παραδείγματα γραμματικοῦ, φιλοσόφου, ῥητορικοῦ, ἢ στρατιωτικοῦ καὶ γεωργικοῦ. μαθήματα πάντα σοφία, ποίησις, ῥητορικὴ τὰ ἄλλα. φιλοσοφία, ποίησις, ῥητορικὴ, αἱ ἄλλαι τέχναι.

βίων παραδείγματα εἰσῆλθεν οἱ μὲν γὰρ φιλοσοφεῖν εἵλοντο, οἱ δὲ ἐν δικαστηρίοις χρῆσθαι τῇ γλώττῃ, ὡς οἱ ῥήτορες, καὶ οἱ ἄλλοι ἄλλο τι. ἔστι δὲ ὅμοιον τοῦτο τῷ μαθήματα πάντα εὑρέθη. ὅπλων τε χρῆσιν διδάξασα πολεμικὴ γὰρ ἡ Ἀθηνᾶ.

πρώτους πρῶτοι γὰρ Ἀθηναῖοι ὁπλοφορεῖν εὗρον. ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι ἔνοπλον γὰρ ἔγραφον Ἀθηναῖοι τὴν Ἀθηνᾶν. σχήματι καλῶς τὸ σχήματι. οὐ γὰρ βούλεται τῇ ἱστορίᾳ μαχέσασθαι, ὅτι Βελλεροφόντης ἐφεῦρε τὸν μέλλοντα. πάρεδρον δὲ τῆς θεοῦ τὸν Ἐρεχθέα φησὶν, ἐπειδὴ ἐν τῇ ἀκροπόλει ὀπίσω τῆς θεοῦ ὁ Ἐρεχθεὺς γέγραπται ἅρμα ἐλαύνων· πρῶτος γὰρ οὗτος ἅρμα τέλειον, ὅ ἐστι τέθριππον, ἔζευξε. σὺν τῇ θεῷ δὲ εἶπεν ὅτι αὐτῆς Ἀθηνᾶς τὴν κατασκευὴν ὑποβαλούσης αὐτῷ. ἵππων ἁμιλλητηρίων τῶν ἐν ἱπποδρομίοις.

ὁ τῆσδε τῆς θεοῦ πάρεδρος ὁ Ἐρεχθεύς. πάρεδρον τῆς θεοῦ φησὶ τὸν Ἐρεχθέα. ἐπειδὴ ἐν τῇ ἀκροπόλει, φησὶν, ὀπίσω αὐτῆς γέγραπται ἅρμα ἐλαύνων, ὡς πρώτης τοῦτο τῆς θεοῦ δεξάμενος, ἐπειδὴ τρόπον τινὰ υἱὸς αὐτῆς ἐδόκει. διώκων γὰρ αὐτὴν Ἥφαιστος ἀπεσπερμάτισεν. ἅρμα τέλειον τέτρωρον, τὸ ὀκτὼ ἵππους ἔχον.

τὴν τελείαν ἱππικὴν ἅρμα τέλειον, τέτρωρον, ἤγουν ὅ τι ὀκτὼ ἵππους ἔχει. ἐπὶ δὲ τούτοις χορεῖαι καὶ τελεταὶ χορείας καλεῖ τοὺς ὕμνους τῶν θεῶν. ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, τελετὰς δὲ, τὰ μυστήρια· γνωστέον δὲ ὅτι οὐ μόνον εἰς ἀμοιβὴν τῶν θεῶν ταῦτά φησιν, ἀλλὰ καὶ ἀπόδειξιν ἔχει τῆς παρὰ τῶν θεῶν εὐεργεσίας. τελεταί μυστήρια.

πανηγύρεις τὰ Διονυσιακὰ, τὰ Παναθήναια, τὰ Ἐλευσίνια. πανηγύρεις λέγει τὰ Διονύσια, τὰ Παναθήναια, τὰ Ἐλευσίνια· ἄλλαι δὲ διʼ ἄλλων, φησὶ, θεῶν. διαφόρους γὰρ βούλεται δεῖξαι τὰς δωρεὰς, καὶ ἐκ διαφόρων δεδομένας, καὶ ταῖς τιμαῖς τῶν θεῶν ἀκολουθεῖν τὰ δῶρα, ὅτι ὅσον, φησὶν, εὐσεβέστερον Ἀθηναῖοι διέκειντο, ἀγάλμασι τιμῶντες τὸ θεῖον, τοσούτου πλέον εὐεργετήθησαν παρʼ αὐτῶν. αἰτία δὲ τοῦτο τοῦ πῶς ἐγένοντο αἱ πανηγύρεις. εἰς δύο δέ ἐστι νοούμενον τὸ ῥητόν· ἢ γὰρ, ὅτι τὰ δῶρα τῶν θεῶν ἠκολούθει τοῖς Ἀθηναίοις, ἐπειδὴ καὶ αὐτοὶ ὡς καλῶν ἄλλοις μετεδίδοσαν, ὥσπερ αὐτοῖς οἱ θεοὶ, ἃ καὶ λαμβάνοντες Ἀθηναῖοι παρὰ τῶν θεῶν καὶ αὐτοὶ ἠμείβοντο αὐτοῦ διʼ αὐτῶν. ἐκ γὰρ τῶν εὐεργετημάτων καὶ τὴν ἀμοιβὴν ἐποιοῦντο. ἐτύγχανε γοῦν ἐν τοῖς Ἐλευσινίοις ἀγῶσιν ἄσταχυς τὸ ἆθλον. ἐπιβάλλοντα δὲ λέγει τὰ ὀφειλόμενα. ὡς καὶ τῶν θεῶν ὀφειλόντων δέχεσθαι παρʼ αὐτῶν. ἐδίδαξαν δὲ, φησὶ, τοὺς Ἀθηναίους οἱ θεοὶ ἀρετὴν καὶ δικαιοσύνην τῷ παρʼ αὐτοῖς δικάζειν. ἐγύμνωσε γὰρ νῦν τὸ θεώρημα, διὰ τοῦ εἰπεῖν ὅτι καὶ ὧν ἤρισαν, πρὸς ἀλλήλους τοὺς διδασκάλους ἔχειν Ἀθηναίους τοὺς θεούς· προσυπακουστέον δὲ τῷ ὧν ἤρισαν πρὸς ἀλλήλους τὸ πραγμάτων, ἵνʼ ᾖ ὧν ἤρισαν πρὸς ἀλλήλους πραγμάτων. τὸ δʼ ἐπιστρέφοντες πάντας ἀνθρώπους πρὸς τὴν πόλιν ἀντὶ τοῦ ἀποβλέπειν ποιοῦντες καὶ ἐλπίζειν. οὕτω γοῦν καὶ τὸν Ὀρέστην εἰσάγει παρʼ Ἀργείοις ἀποτυχόντα τῶν δικαίων, καὶ πρὸς τὴν πόλιν ἐλθόντα καὶ ἀπολαύσαντα. ἄλλαι διʼ ἄλλων θεῶν ἐπιδημίας Δημήτηρ γὰρ, ὡς ἔφημεν, ἐλθοῦσα τὸν σῖτον δέδωκε. διὸ καὶ Ἐλευσῖνι ἔστησαν αὐτῇ ἀγῶνα εἰς ἀμοιβὴν τῆς εὐεργεσίας· Διόνυσος δὲ, ἐκ Θηβῶν ὁρμηθεὶς, συγγέγονεν ἐν τῇ Ἀττικῇ Ἰκαρίῳ, καὶ αὐτῷ τὴν ἄμπελον δέδωκεν. ὅθεν καὶ τούτου πανήγυρις ἐν τῇ Ἀττικῇ ἐτελεῖτο. παρέσχε δὲ καὶ ἄλλως τῶν θεῶν ἄλλο τι. ταῖς γὰρ τιμαῖς τῶν θεῶν αἷς ἐτίμων τὴν πόλιν.

τὰ δῶρα αἱ πανηγύρεις. διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τῶν ὁμοίων· ὁμοίως γὰρ παρεῖχόν τε καὶ ἐλάμβανον. ἥρμοττε γὰρ τῇ πόλει παρὰ τῶν θεῶν ἃς ἔφην εὐεργεσίας λαμβάνειν, καὶ τοῖς θεοῖς παρὰ τῆς πόλεως ἑορτάζεσθαι. οὐ μόνον δʼ ὑπὲρ τῆς πόλεως θεοὶ τοῦτο τὸ νόημα πρόσθεν εἰπὼν, ἐπειδὴ ἀνάγκη ἦν προσθεῖναι τὸ ἕτερον· τότε δὲ ὁ καιρὸς οὐκ ἐδίδου· ἄλλα γὰρ κατήπειγε· διὰ τοῦτο πάλιν ἐχρήσατο, ἵνα ταῦτα, ἃ νῦν λέγει, προσθήσῃ· τοῦτο δὲ πολλαχοῦ τῶν αὐτοῦ λόγων ποιεῖ.

ἐπιστρέφοντες ἐφέλκοντες.

πάντων καλλίστων. τῶν καλλίστων, φιλανθρωπίας, δικαιοσύνης. δείγματα τύπους. καθάπερ οἱ τοὺς παῖδας προδιδάσκοντες ἐκεῖνοι γὰρ, ἐάν τε λόγοι ὦσι τὰ διδασκόμενα ἐάν τε ἄλλη τις ἐπιστήμη πῶς δεῖ ποιεῖν, ὑφηγοῦνται τουτοισίν. καθάπερ οἱ διὰ σημείων δηλονότι προδιδάσκοντες, καὶ στιγμὴν δέ. τῶν ἄκρων δὲ λέγει, τῶν ἐξεχόντων διδασκάλων.

πανταχοῦ ἤγουν ἐν πᾶσι πράγμασι. τῶν ἄκρων τῶν ἐντελεστάτων εἰς ταῦτα νῶν.

τοῖς ζηλοῦσιν αὐτούς. τὴν γιγνομένην ἀρετὴν ἀντὶ τοῦ ἠθικήν· ἣ καὶ διδακτὴ καὶ ἔθει καὶ ἀγωγῇ βελτίστῃ τὸ κράτος λαμβάνουσα. οἷς χρῆν ἑπόμενοι τοῖς θεοῖς. τοῖς θεοῖς δηλονότι, καὶ ταῖς ἐκ τούτων διδασκαλίαις. τούτοις γὰρ χρῆν δίκαιον καὶ ὅσιον πείθεσθαι.

τὰ σπέρματα αἱ ἀρχαί.

λαγχάνει Ποσειδῶν Ἄρει τὴν ὑπὲρ τοῦ παιδός Ἁλιρρόθιος, ὁ Ποσειδῶνος, Ἀλκίππην, τὴν Ἄρεος, φθείρας παρανόμως ὑπʼ αὐτοῦ τέθνηκεν. ὅθεν συνίστησι, δικαστήριον ἐξ ἁπάντων τῶν θεῶν κατʼ αὐτοῦ Ποσειδῶν. κέκληται γοῦν ὁ τόπος, καὶ ὅτι ὀρεινός ἐστι, καὶ ὅτι Ἄρης ἐνταυθοῖ καταδεδίκασται, Ἄρειος πάγος, ἐμφαίνων διὰ τῆς προσηγορίας τήν τε τοῦ Ἄρεος κρίσιν καὶ ὅτι ἀρετῆς ἐργαστήριόν ἐστιν, ἐπειδὴ ἐν αὐτῷ θεοὶ ἐκρίθησαν. ἐδικάζοντο δὲ ἐνταῦθα αἱ φονικαὶ δίκαι μόναι. Ἁλιρρόθιος, υἱὸς Ποσειδῶνος, ἠράσθη Ἀλκίππης, τῆς Ἄρεως θυγατρὸς, καὶ εὑρὼν ὑδρευομένην αὐτὴν ἐπεχείρησε βιάσασθαι· ἡ δὲ τῷ πατρὶ ἀπήγγειλεν· ὁ δὲ ἀπιστῶν, καὶ βουλόμενος θεατὴς γενέσθαι, ἀπέστειλε πάλιν ὑδρεύσασθαι. αὐτὸς ὑπάρχει κατάσκοπος· καὶ λαβὼν αὐτὸν ἐπιχειροῦντα ἀνεῖλε· καὶ ἐγκαλεῖ Ποσειδῶν Ἄρει περὶ τοῦ φόνου τοῦ παιδὸς, καὶ γίνεται ἐν Ἀθήναις ἡ κρίσις, δικαζόντων τῶν θεῶν. ἐκλήθη Ἄρειος πάγος ὁ τόπος, ἔνθα ἡ δίκη γέγονε, διὰ τὸν Ἄρεα ἐκεῖ πήξαντα τὸ δόρυ. οἱ δὲ ἐκ τούτου κεκλῆσθαι φασίν· ἐπεὶ ὁ Ἄρης τὰς Ἀμαζόνος θυγατέρας ἀνῃρημένας ὑπὸ Ἀθηναίων ἰδὼν, ἐστράτευσε κατʼ αὐτῶν, καὶ ἐν τούτῳ τῷ τόπῳ καθήμενος ἐπολιόρκει τὴν πόλιν. ἄλλοι δὲ ἁπλῶς λέγουσι, διὰ τὸ πολλοὺς ἐκεῖσε γενέσθαι φόνους. οἱ δὲ φόνοι Ἄρεως εἶναι νομίζονται. τινὲς δὲ τὸν μῦθον ἀναπτύσσοντες οὕτω λέγουσιν, ὅτι ὀργιζόμενος ὁ Ἁλιρρόθιος ὑπὲρ τῆς ἥττης τοῦ πατρὸς ἐπεχείρησε κόψαι τὴν ἐλαίαν, καὶ πληγεὶς ὑπʼ αὐτοῦ ἐτελεύτησεν· ὅθεν ὁ Ποσειδῶν κατηγορεῖ τοῦ Ἄρεως, ὡς δεσπότου τοῦ σιδήρου. ἄριστα δὲ ὁ Χάραξ ἰῶ φησὶν ὅτι πάγος πᾶς ὑψηλός ἐστι τόπος. ἐπεὶ οὖν ἐνταῦθα παρὰ τοῖς Ἀθηναίοις ἐκρίνετο τὰ φονικὰ, ὑψηλὸς δὲ ἦν ὁ τόπος, ἐλέγετο πάγος, ὡς ὑψηλὸς, Ἄρειος δὲ, διὰ τὸν φόνον, ὃς σιδήρῳ ἀποτελεῖται. Ἄρης ὁ φόνος· ἀφʼ οὗ καὶ ἔναρα, τὰ ὅπλα. καὶ ἔναροι, οἱ πεφονευμένοι ὡς ἄν τις εἴποι μεταβαλὼν φόνιος τόπος· ὡς καὶ χαρώνιον ἡ τοῦ δεσμωτηρίου ἐλέγετο θύρα· ἀφʼ ἧς οἱ πρὸς Χάρωνα ἀγόμενοι τῶν καταδίκων, τουτέστιν οἱ τὴν ἐπὶ θανάτῳ δεχόμενοι ψῆφον, ᾔεσαν.

τὴν ὑπὲρ τοῦ παιδὸς δίκην. νικᾷ ἐν ἅπασι τοῖς θεοῖς πάντες γὰρ κατεδίκασαν Ἄρην.

εἴ τις ὑπερβολὴν ζητοίη δικαίου δικαστηρίου. τοῦ δικαίου.

ὥσπερ τὰ ὕδατα, ὅσα μαντικὰ οἷον τὸ τῆς Κασταλίας. ὥσπερ τὸ ἐν Δελφοῖς ὕδωρ τὰς μαντείας ἀνεδίδου, ἐν ᾧ ἐκαθέζετο ἡ ἱέρεια. ὅσα μαντικὰ ἀντὶ τοῦ ποιοῦντα μαντεύεσθαι· διὰ δὲ τὴν Κασταλικὴν τοῦτο εἶπε τῆς Βοιωτίας· πνεύματα δὲ εἶπε τοὺς θεωρουμένους, οὓς ἀλλαχοῦ θεομάντεις καλεῖ. πνεύματα οἷα τὰ Τροφωνίου· ἢ πνεύματα λέγει, τοὺς θεοφορουμένους, οὓς καὶ θεομάντεις ἄλλοθί που καλεῖ.

τῆς παρὰ τοῖς θεοῖς γνώσεως. ὡς δυνατὸν ἐγγυτάτω ἀνθρώπου διάνοιαν δεῖ σωθῆναι γνώσει θεοῦ. ἐπεὶ ὅσον δήποτε μιμήσεταί τις θεῶν, οὐ δύναται δὲ γενέσθαι ὅμοιος αὐτῶ, διὰ τοῦτο εἶπεν, ὅσον δυνατὸν αὐτοῦ, ὅσον ἐξισχύει τις ἄνθρωπος ὤν· καλῶς δὲ τὸ ἐγγυτάτω· οὐ γὰρ τὸ ἀνθρώπινον δίκαιον εἶναι δύναται τοῖς θεοῖς παραπλήσιον.

τοσούτῳ τετίμηται παρὰ πάντων τῷ συγκεχωρηκότι πάντες γὰρ συγχωροῦσιν ἐνταυθοῖ τὸ δίκαιον εἶναι. ὥσθʼ οἱ μὲν ἡττώμενοι στέργουσιν ὁμοίως τοῖς κεκρατηκόσιν οὐδὲ γὰρ ἀντειπεῖν δύνανται, τὸ μὴ εἶναι ἄλλο τι ὑπὲρ αὐτῶν δικαστήριον. οἰκείως εἶπεν· εἴ γε ὥσπερ ὁ νικήσας καρτερεῖ τῇ νίκῃ, οὕτω καὶ ὁ νικηθεὶς στέργει τὴν ἧτταν. ἴσως δὲ διὰ τοῦτο ἔστεργον, ὅτι δώδεκα ἦσαν οἱ θεοὶ καὶ περιττὴ οὐχ εὑρίσκετο ψῆφος. διὰ τοῦτο καὶ οἱ Ἀρεοπαγῖται ἓξ, διὰ τὸ τέλειον εἶναι τὸν ἀριθμὸν, κατὰ μίμησιν τοῦ τῶν θεῶν μέτρου.

ἀρχαὶ δὲ πᾶσαι, καὶ συνέδρια, τά τε ἄλλα διάφορα δικαστήρια ἦσαν ἐν Ἀθήναις διαφόρων ἐγκλημάτων, βασιλεὺς, Εὐμολπίδαι, θεσμοθέται, καὶ οἱ ἕνδεκα καλούμενοι· ἃ πάντα οὐδὲν ἐδόκει πρὸς τὸν Ἄρειον πάγον. συνέδρια βουλευτήρια· ἐπιφέρει δὲ τὸν μέγιστον, τὸν δῆμον ἐκκλησιάζοντα. καὶ τὸ μέγιστον, ὁ δῆμος ὃ γὰρ οὗτος ψηφίζεται, ἀναντίρρητόν ἐστιν.

εἴκοντες συγχωροῦντες, καὶ τῶν πρωτείων αὐτῷ ἀφιστάμενοι. μεταβολὴ τοῦ χωρίου τούτου μόνου ἤδη σχεδὸν οὐχ ἥψατο μεταβολὴ οὐκ ἐγένετο τῶν Ἀρεοπαγιτῶν, οὐδὲ ἐπὶ τῶν ἁπάντων τῶν δικαστηρίων κατακαυθέντων.

ἤδη σχεδὸν οὐχ ἥψατο τὸ σχεδὸν λέγει, ἐπειδὴ οὐ τὴν αὐτὴν ἰσχὺν εἶχεν ὁ Ἄρειος πάγος ἐν τῷ Ἀριστείδου χρόνῳ, οἵαν πρόσθεν, ὅτε τὰ τῶν Ἀθηναίων ἔρρωτο. ἀγωνιστήριον δικαιοσύνης. τοῖς θεοῖς τὸ θεοῖς οὐ μόνον διὰ τοὺς κρίναντας, ὧν ἔφημεν, νοεῖν δεῖ, ἀλλὰ καὶ διὰ τοὺς κριθέντας, ἵνʼ εἴη καὶ τὸ οἷς ὅμοιον τοῦτο. τὸ θεοῖς εἰ καὶ καθολικὸν φαίνεται λέγεσθαι, ἀλλὰ διὰ τοὺς κρίναντας τὸν Ποσειδῶ καὶ τὸν Ἄρην νοεῖν χρή. τὸ δὲ οἷς ἐξ ἐκείνου λέγει διὰ τοὺς καθʼ ἑκάστους χρόνους ἐνταυθοῖ κρίνειν λαχόντας. ἦσαν δʼ οὗτοι τῶν ἄκρων ἐπὶ σοφίᾳ.

οἷς ἐξ ἐκείνου καθήκει οἷον ἀπὸ τοῦ τῶν θεῶν· τουτέστι καὶ ἐκείνοις δικαστήριον ἀνεδόθη, οἷς ἁρμόζει διʼ ἐκείνου τοῦ γένους, δηλονότι τῶν θεῶν.

ἑτέρα δὲ γίνεται κρίσις ὕστερον μικτὴ τοῖς ἀγωνισταῖς τὴν τοῦ Ὀρέστου καὶ Ἐριννύων δίκην δώδεκά φασι θεοὺς δικάσαι, οὐ παρούσης τῆς Ἀθηνᾶς, ὧν τοὺς μὲν ἓξ ψήφους θεῖναι δικαιώσεως ταῖς Ἐριννύσι, τοὺς δʼ ἄλλους ἓξ τῷ Ὀρέστῃ· ἐλθούσης γοῦν τῆς Ἀθηνᾶς, καὶ συμψηφισαμένης τοῖς ὑπὲρ αὐτοῦ, καὶ τῶν ψήφων γενομένων πλειόνων τῇ ὑπεροχῇ, νικᾷ ὁ Ὀρέστης· οὐδὲ γὰρ ἦν εἰκὸς θνητὸν θεοῖς ἐξισοῦσθαι. Ὀρέστου καὶ Ἐριννύων· μικτὴ δὲ, ὅτι ἐκ θνητοῦ ἦν καὶ θεῶν· ἡ προλαβοῦσα θεῶν ἦν μόνον. μικτὴ τοῖς ἀγωνισταῖς Ὀρέστης γὰρ καὶ Ἐριννύες ἐκρίνοντο. θεία δὲ καὶ αὕτη τοῖς δικασταῖς θεοὶ γὰρ ταύτην ἐδίκαζον.

πρὸς τὰς νῦν προσοίκους τῷ τόπῳ θεὰς σεμνὰς φασὶ γὰρ ὡς Ὀρέστης ἐξιλεούμενος αὐτὰς εὐμενεῖς αὐτῷ τοῦ λοιποῦ εἶναι πλησίον τοῦ Ἀρείου πάγου ἱερὸν αὐτῶν ἐποίησεν. ἐπειδὴ λέγεται ἡττηθείσας τὰς δαίμονας καταδῦναι ἐν τῷ τόπῳ. τινὲς δέ φασιν ὅτι ἀφοσιούμενος Ὀρέστης ἱερὸν αὐτὸς ἐκεῖ ἐποίησεν· τόπῳ δὲ λέγει τῷ Ἀρείῳ πάγῳ· φασὶ γὰρ μετὰ τὴν δίκην τοὺς Ἀθηναίους ἐκεῖ οἰκοδομῆσαι τῶν θεῶν ἱερὸν πρὸς εὐμένειαν αὐτῶν. τὸ δὲ σημεῖον εὐφήμως εἶπεν· ἀλλαχοῦ γὰρ Εὐμενίδας αὐτὰς καλεῖ. προσοίκους πλησίους.

δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν ἔφεσίς ἐστιν ὄνομα δίκης, ὅταν τις τὰ ἐλάττω δικαστήρια καταλιμπάνει, καταφεύγει ἐπὶ τὸ μεῖζον. τοῦτο δὲ καὶ ἐπὶ τὸν Ὀρέστην συνέβη. καταδικασθεὶς γὰρ ἐν Ἄργει, ὡς Εὐριπίδης φησὶν, ὕστερον Ἀπόλλωνος προστάξαντος ἀφικνεῖται Ἀθήναζε. τὴν ἐξ Ἄργους αὐτοῦ φυγὴν ἔφεσιν ἐκάλεσε, τουτέστιν ἔκκλητον. λέγεται δὲ ὅτι ἐκεῖ καταδικασθεὶς εἰς Ἀθήνας μετέστη. ἔφεσις δέ ἐστιν ἡ ἀπὸ μικροῦ δικαστηρίου ἐπὶ τὸ μεῖζον μετάστασις.

οὖσαν εἶναι. δέον εἶναι εἰπεῖν, οὖσαν εἶπε, τρέψας τὴν σύνταξιν πρὸς μετοχὴν, εἰ καὶ ἀγνοοῦντές τινες τὴν αἰτιατικὴν ἀντὶ γενικῆς φασιν. τυχὼν τῆς θεοῦ τῶν μανιῶν ἀπαλλάττεται ἡ γὰρ προστεθεῖσα αὐτῆς ψῆφος, ὡς ἔφημεν, σωτηρίαν αὐτῷ εἰργάσατο. τῆς Ἀθηνᾶς. φασὶ δὲ ὅτι τῶν ἓξ θεῶν προστεθέντων ταῖς Ἐριννύσι, καὶ τῷ ε τῷ Ὀρέστῃ μετέωρον ἔχουσαν τὴν ψῆφον. Ἀθηνᾶν ὕστερον προστεθεῖσαν νικῆσαι αὐτὸν πεποίηκεν εἰκότως. ὑπὲρ οὗ γὰρ τῷ ἐκεῖσε κρίσιν ἠγάπησεν, ἀντὶ χάριτος χάριν αὐτῷ εἰσενήνοχεν. εἰ δέ τις εἴποι, πῶς τὸ ἱερὸν ἔχον τὸν θεὸν νενίκηκεν, ἐρεῖς ὅτι, ἐπειδὴ θνητὸς ὢν τὰς ἴσας τῶν θεῶν ψήφους ἐδέξατο, διὰ τοῦτο νενίκηκεν. ἄλλοι δέ φασιν ὅτι διὰ τοῦτο Ἀθηνᾶ αὐτῷ προσετέθη, ἐπειδὴ ἠλέησεν αὐτὸν ἀτυχοῦντα. τινὲς δὲ, ἐπειδὴ ἀπὸ πατρὸς μόνον ἐδόκει τοῦ Διὸς γεγενῆσθαι καὶ οὐκ ἀπὸ μητρὸς, εἰκότως οὖν προσετέθη αὐτῷ τῷ ἐπαμύναντι τῷ πατρὶ, καὶ διὰ τὸν πατέρα κινδυνεύοντι.

περὶ μὲν δὴ γένους τῶν Ἀθηναίων. δόξειε τοῦτο συμπέρασμα εἶναι τοῦ γένους καὶ τῆς ἀνατροφῆς. ἕτερον μέρος τὴν φιλανθρωπίαν. λέγει γὰρ ὧν μέρος ἐγκέκραται, μέρος ἀνατροφῆς καλέσας τὰ εἰρημένα. ἰδὼν δὲ καὶ αὐτὸς ἐδήλωσας, ὅτι γένος ἐστὶν ἐν τῷ λόγῳ, διὰ τοὺς λέγοντας ὅτι πόλις οὐκ ἔστι γένος. ἄρχεται δὲ ἐντεῦθεν ἀπὸ τῶν πράξεων. μερίζονται δὲ εἰς εἰρήνην καὶ πόλεμον. εἰσβάλλει οὖν εἰς τὴν τῶν φευγόντων ὑποδοχὴν, ὃ μέρος ἐστὶν ἐν εἰρήνῃ πράξεων· καὶ λέγει πρῶτον μὲν τοὺς καταφυγόντας, ὕστερον δὲ τοὺς ἀποικισθέντας.

τοῖς πρὸ ἡμῶν εἰποῦσι. Ἰσοκράτους, Θουκυδίδου, καὶ ἄλλων. ὧν μέρος ἓν γέγραπται τοῖς εἰρημένοις ἐπειδὴ νῦν περὶ τῆς τῶν ἀτυχούντων ὑποδοχῆς μέλλει εἰπεῖν, ἔστι δὲ ἡ ὑποδοχὴ φιλανθρωπία, εἴρηκε δὲ ὄπισθεν τὴν τοῦ σίτου μετάδοσιν, ἣ μέρος φιλανθρωπίας ἦν, διὰ τοῦτο νῦν λέγει, ὧν μέρος ἓν γέγραπται τοῖς εἰρημένοις. ἢ διότι περὶ τῆς τῶν Ἡρακλειδῶν ὑποδοχῆς βούλεται εἰπεῖν, ἐμνημόνευσε δὲ τούτου, ὡς ἐν παρόδῳ, λέγων· ἀνθʼ ὧν ἂν καὶ πρώτη πόλεων ἐτίμησεν ἐκείνην ταῖς τῶν θεῶν τιμαῖς, καὶ τοὺς παῖδας διετήρησε μόνη

ὅσῃ τινι καὶ οἵᾳ τῇ περιουσίᾳ τῆς φιλανθρωπίας εἰς ἅπαντας ἐχρήσαντο ἐπειδὴ δὲ περὶ τοῦ σίτου καὶ ἄνω εἶπεν, ὅπως διένειμαν πάντων οἱ Ἀθηναῖοι. τοῦτο δὲ φιλανθρωπίας. τῇ περιουσίᾳ μεγέθει.

ἄνειμι δὲ κἀνταῦθα μικρὸν καὶ γὰρ τὸ περὶ θεῶν εἴρηται ἤδη. διὸ εἶπεν ἄνειμι μικρόν.

οὐδʼ ἐκεῖνοι τοῦ σίτου τὴν κοινωνίαν τοῖς ἀνθρώποις ἔκριναν ἐξαρκεῖν ἀντὶ τοῦ οὐχ ἡγήσαντο ἔτι μόνον εὐεργετήσαντες, ἀρκούντως ἔχειν τὴν παρʼ αὐτῶν χάριν.

ὁδῷ προῄεσαν αὔξοντες τὴν φιλοτιμίαν μερίζει τὴν φιλανθρωπίαν ταύτην εἰς δύο, εἴς τε τὴν ὑποδοχὴν τῶν καταφευγόντων καὶ εἰς τὴν ἀποικίαν, ἣν ὕστερον αὐτοῖς πεποίηνται.

ὥσπερ οἱ τὰ σπέρματα οἱ γὰρ πολλὴν γῆν σπεῖραι βουλόμενοι καὶ πλείω τὰ σπέρματα καταβάλλουσιν, ὥσπερ οἱ ὀλίγην ἐλάχιστα. οἷον οἱ βάλλοντες ἐν γῇ κόκκον καὶ ποιοῦντες ἐξ αὐτοῦ δέκα.

οὐδʼ ἄοικον ἐπὶ καιρῶν οὐ γὰρ ἀεὶ οἰκοῦσιν, ἀλλʼ ἐὰν ἀτυχῶσι. ἐπὶ καιρῶν εὐφήμως εἶπε τὴν δυστυχίαν, ὅτι ἐν ταῖς συμφοραῖς εὗρον οἰκοῦντας Ἀθήνας· καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «Καιροῦ μὴν δὴ πρὸς ταῦτα πάρεστι Φιλίππῳ τὰ πράγματα.»

κατʼ ἄνδρα σχεδὸν οἱ γνωριμώτατοι ἐπειδὴ τὸ κατʼ ἄνδρα εἰπεῖν οὐδὲ ἦν θαυμαστὸν, οὐδὲ σεμνὸν εἰς ἐγκώμιον, προσέθηκε τὸ οἱ γνωριμώτατοι, περὶ Ὀρέστου καὶ Οἰδίποδος λέγων καὶ τῶν ἄλλων. κατʼ ἄνδρας ἀντὶ τοῦ κατὰ ἕνα· ἐπὶ τὸ ἧττον δὲ ἦλθεν ἀπὸ πόλεως εἰς ἕνα ἐλθών· εἶτα ἐπεὶ οὐδὲ μέγα τὸ εἰπεῖν κατὰ ἕνα οὑδὲ σεμνὸν εἰς ἐγκώμιον, προσέθηκεν οἱ γνωριμώτατοι. ἐμφαίνει δὲ τὸν Ὀρέστην, τὸν Οἰδίπουν.

συμμέτρους γῇ ἀξίους. μὴ ὅτι μὴ μόνον. μὴ ὅτι τῶν ἰδίᾳ λέγω ἀντὶ τοῦ τοσούτων δυσχερές ἐστι τῶν μεταστάντων κατʼ ἄνδρα μνησθῆναι, ὅτι κατὰ πόλεως εἰπεῖν πάντας ἅμα οὐκ εὐχερές. τῶν ἰδίᾳ λέγω μεταστάντων τοῦτο γὰρ πάνυ χαλεπόν.

ἃ δʼ ἐστὶ τῶν παλαιῶν ἐντιμότατα καὶ γὰρ ἴσως τοῦτο δοκεῖ ῥᾴδιον. ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι Ἰσοκράτης γὰρ ἐν τῷ Πανηγυρικῷ, καὶ Δημοσθένης καὶ Λυσίας ἐν ἐπιταφίοις, καί τινες ἄλλοι ἀπὸ τῶν Ἡρακλειδῶν, τὴν τῆς πόλεως ἄρχονται λέγειν φιλανθρωπίαν. οἱ πολλοὶ ἀπὸ Ἡρακλέους ἤρχοντο, ὡς καὶ ὁ Ἰσοκράτης Ἀθηναῖος. λείπει δὲ τὸ μετὰ ταῦτα ἐρῶ· ἵνʼ ᾖ· ἃ δέ ἐστι τῶν παλαιῶν ἐντιμότατα, καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι, ταῦτα ἐρῶ. καὶ ἔστιν ἔλλειψις τὸ σχῆμα. διηγεῖσθαι ταῦτα εἴπω δηλονότι. Ἡρακλέους ἀπελθόντος ἐξ ἀνθρώπων διὰ τί, φησὶ, περὶ τῶν Ἡρακλειδῶν βουληθεὶς εἰπεῖν, μὴ ἀπʼ αὐτῶν κατήρξατο, ἀλλʼ ἀπὸ τοῦ Ἡρακλέους; λέγομεν ὅτι ἡ ἀναχώρησις αὐτοῦ ἡ ἀπὸ τοῦ βίου αἰτία ἐγένετο τοῦ διωγμοῦ τῶν παίδων αὐτοῦ. εὐφήμως δὲ εἶπεν ὡς ἐπὶ θανάτου· ἐκέρασε γὰρ τὸν λόγον, καὶ τῶν μὲν λεγόντων ὅτι ἀπέθανε, τῶν δὲ λεγόντων ὅτι ἀπηθανατίσθη, οὔτε παντελῶς ἐπίστευσεν οὔτε ἀντεῖπε τῇ ἱστορίᾳ, ἀλλὰ μέσον ἐχώρησεν.

ἀπελθόντος ἐξ ἀνθρώπων ἤγουν θανόντος. ἱδρύεται στερεοῖ.

καθάπερ καὶ πρόσθεν τοῖς μυστηρίοις ἐτίμησε πρῶτον ξένων Ἀθηναῖοι τὰ Ἐλευσίνια ἄγοντες, ἃ πρὸς τὴν Δήμητραν ἐποίουν, ἐπειδὴ παρʼ αὐτῇ τῇ ἑορτῇ Ἡρακλῆς ἐπελθὼν ἐδεῖτο καὶ αὐτοῖς μυηθῆναι. νόμιμον δὲ ἦν μὴ ξένον τινὰ μυεῖν. αἰσχυνθέντες τὴν αὐτοῦ ἀρετὴν ἐποίησαν τὰ λεγόμενα μικρὰ μυστήρια πρὸς τὴν Δήμητρος Περσεφόνην, ἐν οἷς πρῶτον αὐτὸν ἐμύησαν, ὕστερον δὲ καὶ τοὺς Διοσκούρους. ἐπεὶ δοκεῖ κοινὸν εἶναι τὸ τιμᾶν θεοὺς, καὶ τῶν ἄλλων πόλεων τῇ διαφορᾷ τὴν ὑπερβολὴν ἐδήλωσε. μυστηρίοις δὲ λέγει τοῖς Ἐλευσινίοις, οὐκ ἐξὸν δὲ παρʼ Ἀθηναίοις τὰ μυστήρια ξένους μυεῖν. ἐπιδημήσαντος δὲ ἐν τῷ καιρῷ τῶν μυστηρίων Ἡρακλέους, αἰσχυνθέντες οἱ Ἀθηναῖοι ἐμύησαν αὐτόν· οὕτω καὶ πρώτη ἔστησεν αὐτῷ ἀγάλματα καὶ τιμάς. θεὸς ὢν ἐκεῖνος. θεὸς ὢν καὶ δοκῶν ἐχρῆν εἰπεῖν δοκῶν καὶ ὤν. ἀντέστρεψε δὲ τὴν λέξιν. καλῶς δὲ εἶπε· πολλοὶ γὰρ εἰσὶ μὲν, οὐ μέντοι δοκοῦσιν. ἄλλως τε τὸ δοκῶν μᾶλλον θεὸν αὐτοῖς ἔδειξε· τὰ μὲν γὰρ κρυπτὰ τοῖς ἀνθρώποις δοξάζομεν μόνον περὶ αὐτῶν, ἀλλʼ οὐκ ἀκριβῶς ἐπιστάμεθα. ἐξ ἐκείνου δὲ, τουτέστι τοῦ χρόνου ἀφʼ οὗ τετίμηται παρʼ Ἀθηναίοις. πρεσβυτάτους δὲ τῶν θεῶν τοὺς περὶ τὸν Κρόνον, καὶ Δία, καὶ Ῥέαν, καὶ Ποσειδῶνα, καὶ Ἀθηνᾶν, καὶ ἄλλους. ἐξ ἐκείνου τοῦ μυηθῆναι τῶν μυστηρίων.

τοὺς πρεσβυτάτους ἄρα τῶν θεῶν τοὺς περὶ Κρόνον, καὶ Ῥέαν, καὶ Δία, καὶ Ποσειδῶνα, καὶ τοὺς ἄλλους. ἦρξε τιμᾶν ἀντὶ τοῦ ἔγραψε. τὸ δὲ ἐπήλυδας ἀντὶ τοῦ νεωτέρους. Ἡρακλέα δὲ λέγει καὶ Διόνυσον. ἵνα δὲ μὴ δόξῃ ἄτοπά τι ποιεῖν καινοτομεῖν θεοὺς φησὶν ὅτι πολιτευομένη μετὰ τῶν θεῶν ἐγίνωσκε τούτων τὸ βούλημα. ἐκεῖνοι γὰρ, φησὶν, ἐδέχοντο καὶ ταύτην οὐκ ἐλάνθανον.

τοὺς ἐπήλυδας τοὺς οὐ φύσει θεοὺς, ἀλλὰ διὰ τὴν ἀρετὴν εἰς τοῦτο ταχθέντας, Ἡρακλέα καὶ Διόνυσον, καὶ τοὺς ἄλλους.

τούς τε Θηβαίους Θηβαῖος ἦν Ἡρακλῆς διὰ τὴν μητέρα, τὴν Ἀλκμήνην, Ἀργεῖος δὲ διὰ τὸν πατέρα, τὸν Ἀμφιτρύωνα· διὸ καὶ τοὺς ἄλλους εἶπε, δηλῶν τοὺς Ἀργείους. Θηβαῖος γὰρ ἦν ὁ Ἡρακλῆς διὰ τὴν μητέρα, τὴν Ἀλκμήνην· Ἀργεῖος δὲ διὰ τὸν Ἀμφιτρύωνα. διὸ εἶπε καὶ τοὺς ἄλλους, τουτέστι τοὺς Ἀργείους. Τανταλίδης γὰρ, ἢ μᾶλλον Περσίδης.

αὐτῷ μὲν οὖν ταύτην ἀποδεδώκει τὴν χάριν ὠφείλετο γὰρ αὐτῷ τοιούτῳ γε ὄντι. βούλεται λοιπὸν καὶ τὴν καταφυγὴν εἰπεῖν τῶν Ἡρακλειδῶν καὶ ὑποδοχὴν τῶν Ἀθηναίων.

διʼ ἣν καὶ ὅσων παρὰ τῶν ἄλλων ἔτυχεν Ἡρακλῆς ὥσπερ πάλιν ἀντέπιπτεν αὐτῷ· ἀλλὰ καὶ παρὰ τῶν ἄλλων, φησὶν, Ἡρακλῆς τετίμηται· ἀλλὰ ταύτην μᾶλλον ἐτιμήσατο. ἁπάσας τῆς πόλεως χάριτας εἰ μὴ γὰρ αὕτη μετὰ θεῶν ἔκρινεν, οὐκ ἂν ἄλλοι τοῦτον ἐτίμων.

τὰ δίκαια συνωμολόγησαν δίκαιον γὰρ ἦν ὡς θεὸν τοῦτον τιμᾶσθαι διὰ τὸ τῆς ἀρετῆς ὑπερβάλλον.

Εὐρυσθέως δʼ ἐλάσαντος μὲν ἐκ Πελοποννήσου τοὺς παῖδας αὐτοῦ πληρῶν ὁ Εὐρυσθεὺς τὸ τῆς Ἥρας βούλημα, οὐ μόνον περιόντι ἐπέταττεν Ἡρακλεῖ, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὤφθη τοῖς παισὶ δυσμενέστερος. ὅθεν οὐ μόνον ἐκ Πελοποννήσου τούτους ἐδίωκεν, ἀλλὰ καὶ ἐκ πάσης Ἑλληνικῆς πόλεως. ἕως οὗ Ἀθηναῖοι τῆς τοῦ Εὐρυσθέως μανίας καταφρονήσαντες ἐδέξαντο αὐτοὺς, καὶ συμβαλόντες μετʼ αὐτῶν Εὐρυσθεῖ νενικήκασι, καὶ κατήγαγον αὐτούς. καὶ ὁ συγγραφεύς φησι «Δωριεῖς τῷ τριακοσιοστῷ ἔτει ξὺν Ἡρακλείδαις Πελοπόννησον ἔσχον.» προσθέντος δʼ ἑτέραν ἀγνωμοσύνην ἔτι μείζω καὶ δεινοτέραν ἀγνωμοσύνη καλεῖται ἡ ἀχαριστία, καὶ ἀγνώμων ὁ μὴ ἀποδιδοὺς χάριν τοῖς εὐεργέταις. οὐχ ὅτι δὲ Εὐρυσθεὺς εὐηργέτητό τι ἀφʼ Ἡρακλέους, εἶτα οὐκ ἀπεδίδου χάριν, τοῦτον νῦν Ἀριστείδης εἰς ἀγνωμοσύνην διαβάλλει, ἀλλʼ ὅτι ἀγνώμονας καθίστη τοὺς Ἕλληνας, οὐκ ἐῶν αὐτοὺς δέχεσθαι τοῦ εὐεργέτου, Ἡρακλέους, τοὺς παῖδας, οὐδὲ χάριν ἀποδοῦναι ὧν εὖ παθόντες ἦσαν. ἢ ἐπειδὴ Ἡρακλῆς πάντων εὐεργέτης ἀνθρώπων ἦν. ἦν δὲ καὶ Εὐρυσθεὺς τῶν εὐεργετουμένων, ὡς ἄνθρωπος· ἢ τὸ ἀγνωμοσύνην νοητέον ἀντὶ τοῦ κακοήθειαν. μείζω δὲ λέγει, ὅτι οὐκ ἠρκέσθη αὐτὸς ἀπελάσαι, ἀλλὰ καὶ τοῖς ἄλλοις ἠπείλει μὴ καταδέξασθαι συνοικεῖν. ἀγνώμων καλεῖται ὁ μὴ ἀποδιδοὺς χάριν τοῖς εὐεργέταις· τί οὖν Εὐρυσθεὺς εὐεργετήθη ὑφʼ Ἡρακλέους πρῶτον, ὅτι ἀγνωμοσύνην ἐκάλεσε τὸ ὑπʼ αὐτοῦ γινόμενον; λέγομεν οὖν ὅτι οὐχ ὅτι αὐτὸς ἀγνώμων ἦν οὕτως εἶπεν, ἀλλʼ ὅτι ἀγνώμονας καθίστη τοὺς Ἕλληνας, οὐκ ἐῶν αὐτοὺς ὑποδέξασθαι τοὺς παῖδας Ἡρακλέους, τουτέστιν, οὐδὲ χάριν ἀποδοῦναι ὧν εὖ παθόντες ἦσαν περὶ τοῦ πατρὸς, τοσοῦτον οὐ πρὸς τοὺς Ἕλληνας εἶπεν· οὐδὲ γὰρ ἄλλο ἀδικήσαντες ἦσαν. ἀλλʼ ὡς πρὸς τὴν Εὐρυσθέως πονηρίαν, ὅτι οὐκ ἠρκέσθη τῆς χώρας ἀπελάσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ ταῖς ἄλλαις ἠπείλησε πόλεσιν.

τὰ ἔσχατα ἀπειλήσαντος τῇ δεξομένῃ πόλει. οἱ μὲν ἄλλοι πάντες ἐσχετλίαζον οὐκ ἀπανθρωπίαν κατηγορεῖ τῶν ἄλλων Ἑλλήνων, ἀλλὰ δέος ἐμφαίνει, ἂν τὸ δέος τὴν φιλανθρωπίαν ἐνίκησε, καὶ φόβος ἄλογος δικαιοσύνης ἐγίνετο κώλυμα. ὅθεν ᾗ ηὐπόρουν τὴν χάριν εἰσήνεγκεν. ἀντὶ τοῦ ὅπλων ἐκείνων τὰ δάκρυα· καὶ τοῖς θρήνοις ἐτίμων τοὺς ἀτυχήσαντας.

μόνη τῶν ἁπάντων Ἑλλήνων.

τὴν προστασίαν, ἣν ἁπάντων ἀνθρώπων Ἡρακλῆς ἔσχεν προστάτης γὰρ πάντων ἦν. αὐτὴ ἐνθυμηθεῖσα ἡ πόλις.

ὥσπερ τινὰ ἐράνου φορὰν εἰσφοράν. ὥσπερ τινὰ ἐράνου φορὰν διεσώσατο τὸ μὲν διεσώσατο λέγει, διότι οὐκ εἴασε τὸ πατρῷον αὐτῆς ἀξίωμα ἀπολέσθαι. ἀλλʼ ὥσπερ ἐκεῖνος πᾶσιν ἀνθρώποις σωτὴρ καὶ προστάτης ἐγένετο, οὕτω καὶ αὕτη τούτοις. τὸ δὲ ἐράνου φορὰν, διότι, ὥσπερ ἐπί τινι χρείᾳ εἰσφέρουσί τινες οἴκοθεν, οὕτω καὶ αὕτη, ὥσπερ τινὰ εἰσφορὰν, τὴν σωτηρίαν αὐτοῖς εἰσέφερεν. ἀντὶ σωτηρίας καταβολήν. εἰκότως δὲ ἐμνήσθη τῆς λέξεως, ἐπεὶ ἐκινδύνευον οἱ Ἡρακλεῖδαι. καὶ γὰρ ἐκείνῳ τῶν πλείστων διὰ Θησέως συνεπείληπτο συνεστράτευσε γὰρ οὗτος αὐτῷ κατὰ Ἀμαζόνων, καὶ κατὰ Τροίας ἐπὶ Λαομέδοντος. ἀντὶ τοῦ ἐκοινώνησε. βεβαιοῖ δὲ τὴν χάριν, ἵνα δείξῃ κοινὰ ἔργα καὶ τῆς πόλεως. ἀσφαλῶς δέ ἐστι τῶν πλείστων. οὐ γὰρ τῶν φοβερῶν ἐκοινώνησεν αὐτῶν. καλῶς δὲ καὶ τὸ διὰ Θησέως. οὐ γὰρ ἡ πόλις αὐτῷ κοινωνεῖν συνέπραξεν, ἀλλὰ Θησεύς. οἷον εἰς τὰ κατʼ Ἀμαζόνας, εἰς τὸν ἐν Τροίᾳ πόλεμον, τὸν κατὰ Λαομέδοντα. τῶν πλείστων ἔργων.

πάλαι κοινωνὸν ἦγεν, ἀφʼ οὗ ταὐτὰ ἑώρα γιγνώσκοντα ἑαυτῇ ἢ ὅτι συνεμάχει αὐτῇ, ἢ ὅτι, ὥσπερ ἡ πόλις ταῖς πρὸς τοὺς ἄλλους εὐεργεσίαις ἔχαιρεν, οὕτω καὶ Ἡρακλῆς· πᾶς δὲ τὸ ὅμοιον αὐτῷ ἀγαπᾶ. ἃ μὲν κατειργάσατο ἡ πόλις. ἃ μὲν κατειργάσατο μετʼ αὐτῶν, καὶ ὑπὲρ αὐτῶν τὸν πρὸς Εὐρυσθέα σημαίνει πόλεμον· τότε καὶ ὑπὲρ αὐτῶν καὶ μετʼ αὐτῶν ἐμαχέσαντο, κοινωνοῦντες τῆς τύχης, ὥσπερ καὶ τῆς πράξεως.

μετʼ αὐτῶν τῶν Ἡρακλειδῶν. ἐν ἑτέρᾳ τῶν λόγων καθήκει δηλῶσαι μερίδι ὅτε διηγοῦμαι τοὺς πολέμους· νῦν γὰρ τὴν ἀνθρωπίαν μόνον θέλει εἰπεῖν. καθήκει πρέπει.

τὴν δʼ οὖν ἐπιτροπὴν οἰκείως ἡ λέξις ἐνταῦθα κεῖται. ἡ γὰρ τῶν ὀρφανῶν πρόνοια ἐπιτροπὴ λέγεται. πρόνοιαν, προστασίαν, τὴν κηδεμονίαν. οἰκείως γὰρ ἐπὶ τῶν ὀρφανῶν ἡ λέξις εἴρηται. οὐ γὰρ τὴν ὀρφανίαν—αὐτοῖς γενομένη οὐκ ἐποίησε συμφορῶν ὀρφανείας πειρασθῆναι, ἀντὶ πατρὸς αὐτοῖς γενομένη, καὶ τῷ τρόπῳ τὴν φύσιν ἐνίκησε.

εὐεργέτας ὄντας. τέτταρας μὲν δοῦσα νέμεσθαι πόλεις τῶν τότε οἰκουμένων ἐν τῇ χώρᾳ τέτταρας πόλεις τὴν καλουμένην ἐν Ἀττικῇ τετράπολιν, Μαραθῶνα, Προβάλεθον, Τρικηρύσιον, Οἰνόην. καὶ τὸ μὲν οἰκουμένων εἶπε, δηλῶν τὸ λαμπρὸν τῆς εὐεργεσίας, ὅτι οὐκ ἀοικήτους, ἀλλʼ οἰκουμένους αὐτοῖς ἔδοσαν νέμεσθαι τόπους. τὸ δὲ πόλεις, ἢ ὅτι ὕστερον οἱ τόποι οὗτοι πόλεις γεγόνασιν, ἢ ὅτι πόλεις ὁ συγγραφεὺς καλεῖ τὰς κώμας, διὰ τὸ δίκην πόλεως ταύτας οἰκεῖσθαι. τὴν καλουμένην τετράπολιν, Μαραθῶνα, Προβαλίσιον, Τρικορίσιον, Οἰνόην. τὸ δὲ οἰκουμένων εἶπεν, ἵνα τὴν εὐεργεσίαν βελτίστην, ὅτι λαμπρὰς αὐτοῖς ἐχαρίσατο πόλεις. πόλεις δὲ αὐτὰς ἐκάλεσεν, ὅτι πρὸ τῆς τοῦ Θησέως συνοικήσεως αἱ κῶμαι πόλεις ἐκαλοῦντο, ὥς φησιν ὁ συγγραφεύς.

τῶν τότε οἰκουμένων νῦν γὰρ ἀοίκητοί εἰσι. πρώτους δὲ τρέψασα δημοσίᾳ παρὰ τοῦ δημοσίου. ὥσπερ δὲ νόμον τοῦτο γενόμενον εἶπε τῇ πόλει· μετὰ ταῦτα γὰρ τῶν πολέμοις ἀποθανόντων δημοσίᾳ οἱ παῖδες ἐτρέφοντο, μάλιστα δὲ ἀπὸ τῶν Περσικῶν. πατρὸς εὐεργέτου παῖδας ὥσπερ.

τρέφειν ἀπὸ τῶν Περσικῶν. ἐνόμισε ἐνομοθέτησε. μέντοι μήν.

τὰ τροφεῖα τουτέστι τὰς ἀμοιβὰς τῶν τροφῶν· εὗρε γὰρ αὐτοὺς ἀξίους τῆς ἀνατροφῆς. τὰ τροφεῖα πρέποντα ἐκομίσατο ἑαυτῇ ὕστερον γὰρ συνεμάχησαν αὐτῇ. τῶν γὰρ ὑπηργμένων γεγενημένων. ὑπηργμένων, τὸ θέμα ὑπάρχω. ὧν αὐτὴ πρὸς αὐτοὺς πρόσθεν ἐποίησεν.

ὁδὸν λόγον, τὴν καταφυγήν. ταύτην δὲ πρώτην καταφυγὴν τῶν δυστυχούντων ὑποτίθεται. εἶτα ἐπιλαμβανόμενος αὐτοῦ εἶπεν ὅτι μετὰ πολλοὺς συμβέβηκεν. ὑπερβολικῶς δὲ εἶπεν· οὐδὲν γὰρ ἄλλοι πρὸς αὐτῶν ἦλθον. τὸ δεῦρο τὸ εἰς τὴν πόλιν. ἤγουν μέχρι τοῦ νῦν, ἢ ἐνταῦθα. τῶν ἐκπιπτόντων ἐκ τῶν σφετέρων πατρίδων. ἐπὶ πολλοῖς τοῖς πρότερον Ὀρέστῃ, Οἰδίποδι, Ἀδράστῳ. Ἀδράστῳ, Οἰδίποδι, Ὀρέστῃ. πρεσβύτερος γὰρ τῶν Ἡρακλειδῶν ὁ Ἄδραστος.

ἅπασι γὰρ ἡ πόλις ἑαυτὴν παρέσχε τοῖς ἐν χρείᾳ κοινὴν εὐθὺς ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ ἐκ μεταβολῆς καὶ μετανοίας τοῦτο τῶν Ἀθηναίων τὸ ἐπιτήδευμα. τοῖς ἐν χρείᾳ χρῄζουσι.

εὐθὺς ἐκ τοῦ εὐθὺς παρίστησιν ὅτι, ἡνίκα συνέστη καὶ πόλις γέγονε, ἔπραττε. ἐπὶ δυοῖν ὁρμεῖν παροιμία τὸ ἐπὶ δυοῖν ὁρμεῖν ἐπὶ τῶν ἀσφαλῶς πρός τι χωρούντων. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πλεόντων, ὅταν ἢ δυσὶν ἀγκύραις ὁρμίζωνται, ἢ ὅταν ἐλλιμενίσωσι μὲν, προσχρήσωνται δὲ καὶ ἀγκύρᾳ διὰ τὴν πλείστην ἀσφάλειαν. λέγει οὖν ἐνταῦθα ὡς ἅπαντες καὶ τῆς πατρίδος εἴχοντο, καὶ ταύτην πλείονος ἐνόμιζον ἀξίαν. ἀντὶ τοῦ ἐπὶ δύο ἀγκυρῶν. τοῦτο δὲ λέγει ἐπὶ τῶν ἀσφαλῶς ὁρμούντων πλοίων. λέγει δὲ δύο πατρίδας, τήν τε αὐτῶν καὶ τὰς Ἀθήνας, ὥσπερ τὰ ἀσφαλῶς ὁρμοῦντα πλοῖα δύο χαλῶσι διὰ τὰ κύματα. ὁρμεῖν ἐλλιμενίζειν.

τὴν μὲν προτέραν τὴν ἑαυτῶν. τὴν δʼ ὑστέραν τὴν ἡμῶν. τὴν δʼ ὑστέραν προτέραν ἄγοντες τῇ δυνάμει τῇ δυνάμει λέγει τῇ ὠφελείᾳ, ἵνα δείξῃ ταύτην τῆς οἰκείας καλλίονα. ἔοικε δὲ τῷ Δημοσθενικῷ «Τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν.»

τοσούτῳ γὰρ βεβαιοτέραν ταύτην αὐτοῖς εἶναι οὐ γὰρ ἦν ὅστις αὐτοὺς ἐντεῦθεν μεταστήσας. λυσιτελεστέραν πλειόνων γὰρ ἀγαθῶν ταύτῃ τῇ πατρίδι ἀπέλαυον. ἀνάλωτον ἀπόρθητον. ἀήττητον, ἀπόρθητον. τὸ δὲ ἱερὰν πάλιν εἴρηται ἀπὸ παροιμίας· ἱερὰν ἄγκυραν. διὰ τὴν ἀσυλίαν τὴν δεδομένην τοῖς ἐπὶ τὰ ἱερὰ καταφεύγουσι. καλεῖται δὲ ἱερὰ ἡ μείζων πασῶν, μεθʼ ἣν οὐδεμιᾶς ἐστι σωτηρίας ἐλπὶς, ἐὰν μὴ ἰσχύσῃ κατασχεῖν τὴν ναῦν. τὸ δὲ ἱερὸν οἱ παλαιοὶ ἐπὶ τοῦ μεγάλου λέγουσιν· ἱερὸν ἰχθύν· καὶ οἱ ἱερὰν νόσον, τὴν ἐπιληψίαν.

ἔγνωσαν τοῦτο κατὰ συνεκδοχὴν καὶ πρὸς τὸ βεβαιοτέραν λάμβανε.

οἱ περὶ Θήβας ἀτυχήσαντες, καὶ πάσης τῆς Βοιωτίας συνεκπεσόντες περὶ Θήβας ἀτυχήσαντας λέγει, ὡς μέν τινές φασι, τὸν Οἰδίποδα, ὡς δὲ ὁ Σώπατρος, τοὺς Ὀρχομενίους. Ὀρχομενὸς γὰρ πόλις τῆς Βοιωτίας, ἧς οἱ οἰκήτορες κατὰ Θηβαίων στρατεύσαντες, καὶ ὑπὸ τούτων καταπολεμηθέντες, Ἡρακλέους συμμαχοῦντος, — Θηβαῖος γὰρ ἦν — ἁπάσης τῆς Βοιωτίας ἐξελασθέντες, τῆς σφετέρας αὐτῶν καταστραφείσης ὑπὸ Θηβαίων πατρίδος, Ἀθήναζε καταφεύγουσι. γέγονε δὲ ἡ τούτων κατὰ Θηβαίων στρατεία διὰ τοὺς φόρους, οὓς Θηβαῖοι Ὀρχομενίοις πολὺν χρόνον ἐτέλουν. ὡς ὁ Οἰδίπους ἐκπε σ, ὑπὸ Κρέοντος. πληθυντικῶς δὲ εἶπεν αὐξῆσαι θέλων τὰ ἐγκώμια· ὁ δὲ Σώπατρος ταύτην λέγει τὴν ἱστορίαν· ὅτι Ὀρχομένιοι κατὰ Θηβαίων ἐστρατεύσαντο σὺν Ἡρακλεῖ, παρʼ ὧν ἡττηθέντες ἐξέπεσον τῆς Βοιωτίας, καὶ Ἀθηναῖοι αὐτοὺς ὑπεδέξαντο. ἐπολέμησαν δὲ πρὸς αὐτοὺς Ὀρχομένιοι, μὴ βουλόμενοι αὐτοῖς ὑπακούειν. Θετταλῶν στασιάσαντες γὰρ ἦλθον Ἀθήναζε.

ταύτῃ ἤγουν ἐκεῖσε. Ταναγραίων οἱ μεταστάντες οἱ ὑπὸ Δωριέων ἐξελασθέντες Πελοποννήσιοι εἰς Τάναγραν, πόλιν τῆς Βοιωτίας, ἐλθόντες ἐξεῖλον αὐτήν. Ταναγραίοις οὖν τινες εἰς Ἀθήνας κατέφυγον. Τάναγρα, πόλις Βοιωτίας· οὗτοι μὴ ὑπακούοντες Θηβαίοις, ὑπʼ αὐτῶν ἐξεβλήθησαν, ὧν ἔνιοι εἰς Ἀθήνας ἐλθόντες ᾤκησαν. Τάναγρα, πόλις Βοιωτίας. τούτους τοὺς Ταναγραίους μὴ βουλομένους αὐτοῖς ὑπακοῦσαι οἱ Θηβαῖοι ἐξέβαλον· οἱ δὲ εἰς τὰς Ἀθήνας ἐλθόντες ᾤκησαν· μέμνηται δὲ τῆς ἱστορίας Ἡρόδοτος, Γεφυραίους τοὺς Ταναγραίους καλῶν· ἡ δὲ ἱστορία πρὸ τῶν Μηδικῶν. Δωριέων Πελοποννήσου κρατησάντων λέγει δὲ τῶν Ἀχαιῶν Δωριέων κρατησάντων τῆς Πελοποννήσου. εἶτα τῶν Δωριέων κατελθόντων καὶ ἐξελαυνόντων ἐκ τῶν αὐτῶν διαφερόντων τόπων τοὺς Ἀχαιοὺς, πάλιν οἱ Ἀχαιοὶ τοὺς Ἀθηναίους ἐπικαλούμενοι, ἀποίκους, Ἴωνας ἐξήλασαν, καὶ ἔσχον τὰς πόλεις. καὶ οἱ Ἴωνες πάλιν ἦλθον Ἀθήναζε, καὶ ὕστερον ἐπέμφθησαν εἰς τὴν Ἀσίαν. τοῦτο οὖν ἐστιν ὑπὸ τῶν εἰξάντων ἀναστάντες, ὅτι ὑπὸ Ἀχαιῶν τῶν ἐξελαθέντων ὑπὸ Δωριέων οἱ Ἴωνες ἀνέστησαν.

οὗτοι δʼ ἦσαν Ἰωνία πάντες οἱ ἐν Ἰωνίᾳ ἀποικισθέντες, οὓς ἀπηριθμήσατο. Ἰνάρου τελευτήσαντος Μέδων καὶ Νηλεὺς, οἱ ἀδελφοὶ, περὶ βασιλείας, πότερος αὐτὴν λάβοι. ἔχρησεν αὐτοῖς ἐρωτῶσιν, ἔνθα ἂν ὁ σίαλος τὸν σίαλον τρίσαι, πρῶτος τίς τῶν δύο σπείσῃ, ἐκεῖνος λάβῃ καὶ τὴν βασιλείαν. ἀπιόντων τῶν δύο, τῷ Μέδοντι προσεφώνησεν ἡ ἱέρεια τῆς Ἀθηνᾶς ἐπισπεῖσαι. εἶτα ἔφησεν ὁ Μέδων, αὐτοῦ εἶναι τὴν βασιλείαν. ὁ Νηλεὺς ἀντέφησε φάσκων, εἰρηκέναι τὸ τοῦ χρησμοῦ· ἔνθα ἂν ὁ σίαλος τὸν σίαλον τρίβῃ, πρῶτος τῶν δύο σπείσαι, ἐκείνου εἶναι καὶ τὴν βασιλείαν. ὁ Μέδων κατὰ τύχην θεᾶται δύο ἐλαίας, διακεχωρισμένας μὲν ταῖς ῥίζαις, τοῖς δὲ κλάδοις ἐκπεπλεγμένας, καὶ ἐκ τοῦ τρίβειν ἀλλήλας ἐκβαλούσας τρίσμα. ἐπέγνω τὸν χρησμὸν ὁ Μέδων, καὶ λαμβάνει τὴν βασιλείαν. ἀπιστῶν δὲ ὁ Νηλεὺς τοῦτο εἶναι τὸν σίαλον, ἀπελθὼν εἰς Δελφοὺς ἤρετο τὸν Ἀπόλλωνα, εἰ αὐτὸς εἴη ὁ σίαλος. ὁ δὲ εἶπε τοῦτο εἶναι. ἀκούσας τοῦτο ὁ Νηλεὺς ἠρώτησε, πόλιν ἄρα οἰκήσει. ἔχρησεν οὕτως· Νηλεὺς φράζευ, ὅπως ἀδίκων Καρῶν γένος ἀνδρῶν ἐξελάσας, Ἕλληνας καὶ Ἴωνας ἐγκατοικῆσαι. καὶ τότε λαβὼν τοὺς Ἴωνας τοὺς ἐξελαθέντας καὶ ὑπὸ τῶν Ἀχαιῶν ἐπήγαγεν εἰς τὴν Ἀσίαν.

τὸ δʼ αὐτὸ πρὸς ἀμφοτέρων τῶν αἰγιαλῶν ἐποίησε, τοῦ θʼ ἑσπερίου καὶ τοῦ ἑώου ἐπειδὴ προβέβληται ἡ Ἀττικὴ εἰς θάλατταν, ὡς ἔφημεν, ἑῶον καὶ δυτικὸν αἰγιαλὸν ἔχει. ἐκ μὲν τοῦ ἑώου Ἴωνας ὕστερον ἐδέξατο ὑπὸ Περσῶν καταπολεμηθέντας, ἐκ δὲ τοῦ δυτικοῦ Μεσσηνίους καί τινας ἄλλους διά τινα τύχην. αἰγιαλοὺς καλεῖ τὰ τέρματα τῆς οἰκουμένης, οἷον δύσιν καὶ ἀνατολάς. ἀπὸ μὲν ἀνατολῶν ἐδέξαντο ὕστερον τοὺς Ἴωνας ἀδικουμένους ὑπὸ Περσῶν, ἀπὸ δὲ τῶν δυτικῶν Μεσσηνίους καὶ ἄλλους πολλούς.

ἐκκεχωρηκότα νῦν γένη τῶν Ἑλλήνων οὐ γάρ ἐστι νῦν ταῦτα τὰ γένη, ἀλλʼ ὄνομα μόνον αὐτῶν ᾄδεται. ἐκκεχωρηκότα ἀντὶ τοῦ ἐκπεσόντα ἢ ἀφανισθέντα. βούλεται δὲ δεῖξαι ὅτι καὶ βαρβάρους ἡ πόλις ἐδέξατο. ἰστέον δὲ ὅτι τῶν Δρυόπων ἱστορίαν λέγειν οὐκ ἔχομεν, πλὴν ὅτι καὶ αὐτοὶ ἐλθόντες ᾤκησαν εἰς Ἀθήνας. ἡ δὲ τῶν Πελασγῶν αὕτη· λῃσταί τινες ἦσαν οἱ Πελασγοὶ, οἰκοῦντες περὶ τὰ μέρη τῆς Τυρρηνίας, ὡς Ἡρόδοτος ἐν τῷ αʹ, οἳ ἐλθόντες κατῴκησαν ἐν Θετταλίᾳ· ἐκδιωχθέντες δὲ ὑπὸ τῶν προσοίκων, ἦλθον εἰς Ἀθήνας, κἀκεῖσε γυναῖκας Ἀττικὰς βιασάμενοι ἔφυγον εἰς Λῆμνον· καὶ νοσοῦσι Λημνίοις ἔχρησεν ὁ θεὸς, μὴ παύσασθαι τὸ κακὸν, εἰ μὴ Πελασγοὺς Λήμνιοι Ἀθηναίοις ἐκδῶσιν· οἱ δὲ ἐξέδωκαν. Δρύοπας ἔθνος.

Πελασγοὺς λῃσταί τινες ἦσαν οἱ Πελασγοὶ, οἰκοῦντες περὶ τὰ μέρη τῆς Τυρρηνίας, ὡς Ἡρόδοτος ἐν τῷ πρώτῳ φησὶ, καὶ ἐλθόντες κατῴκησαν εἰς Θετταλίαν· ἐκδιωχθέντες δὲ ὑπὸ τῶν προσοίκων ἦλθον εἰς Ἀθήνας· ὡσαύτως καὶ οἱ Δρύοπες ἐνταυθοῖ κατέφυγον. αἱ γὰρ ἀπʼ αὐτῶν ἐπωνυμίαι χῶραι γὰρ ἔνθεν τῇ Ἀττικῇ Δρυοπία καὶ Πελασγία καλούμεναι. τῷ περιληπτικῷ ἐχρήσατο σχήματι· οὐ γὰρ ἀπὸ Δρυόπων ὁ τόπος ἐν Ἀθήναις προσαγορεύεται, ἀλλʼ ἀπὸ μόνων Πελασγῶν, ὡς μαρτυρεῖ Θουκυδίδης, τὸ Πελασγεῖ καὶ Ἄργος εἰπών.

καὶ σωτηρίας εἰσὶν σύμβολον.

πόρρωθεν προκηρύττουσα θαρρεῖν πρὸ τοῦ συμφόρῳ τούτους περιπεσεῖν.

ἀλλʼ ἢ πατρίδα μεταλλάξουσιν ἤγουν ἀντὶ τῆς οἰκείας ταύτην πατρίδα αἱρήσονται.

οἷς ἐκείνοις. μιᾶς μέν γε τῶν τριῶν ἐν Πελοποννήσῳ μοιρῶν διαφθαρείσης, τῆς Μεσσηνίων ἰστέον ὅτι τῆς Πελοποννήσου εἰς τρία μέρη διαιρουμένης ἓν μέρος ἐστὶν ἡ Μεσσήνεια. μιᾶς μέν γε τῶν τριῶν οἱ Ἡρακλεῖδαι, ὅτε ἠθέλησαν κρατῆσαι τῆς Πελοποννήσου, ἐν τῷ αὐτῷ χρόνῳ δύο χρησμοὺς εἰλήφασιν, ὧν ὁ εἷς ἐκέλευε τὸν ἀπαντήσαντα αὐτοῖς ἡγεμόνα ποιῆσαι, ὁ δὲ ἕτερος μεθʼ ὧν φάγωσιν, ἐκείνου μὴ πολεμῆσαι. ὡς κατήρχοντο γοῦν, ἀπήντησεν αὐτοῖς ὁ ζῆλος, μετὰ ἑτεροφθάλμου ἡμιόνου. γνόντες δὲ τὸν χρησμὸν οἱ Ἡρακλεῖδαι ἐποίησαν αὐτὸν ἡγεμόνα, ἀποκαταστήσαντες αὐτῷ τὴν πατρικὴν βασιλείαν τοῖς Ἕλλησιν. ἐκβληθεὶς γὰρ ἦν ἐξ αὐτῆς. ἀπιόντων δὲ πάλιν αὐτῶν ἐπὶ τὴν Ἀρκαδίαν, ὁ τῶν Ἀρκάδων βασιλεὺς, ἀκούσας αὐτοὺς ἔρχεσθαι, ἔπεμψέ τινας μετὰ δώρων. εἶτα ἀπήντησαν οἱ Ἀρκάδες τοῖς προδρόμοις τῶν Ἡρακλειδῶν, καὶ ἤρξαντο πωλεῖν αὐτοῖς τινα καὶ συνεσθίειν. μεταξὺ δὲ εἰς στάσιν ἐκινήθησαν. ἐδήλωσεν οὖν αὐτοῖς ὁ βασιλεὺς τῶν Ἀρκάδων ὅτι ἀδικεῖτε πολεμοῦντες τοῖς μεθʼ ὑμῶν ἑστιαθεῖσι. καὶ ἀναπολήσαντες τὸν χρησμὸν ἐπαύσαντο, καὶ ἐξελάσαντες Μεσσηνίους ᾤκησαν τὴν αὐτῶν. καὶ οἱ ἀποφυγόντες Μεσσηνίων, καὶ μὴ τῷ πολέμῳ φθαρέντες, Ἀθήνησιν ἀφικνοῦνται. ἄλλως. ἔθος ἦν Λακεδαιμονίοις πέμπειν κόρας ἐν τῇ Μεσσηνίων ἑορτῇ. τινὲς δὲ τῶν Μεσσηνίων τὰς κόρας διέφθειραν. ἐζήτουν εἰς τιμωρίαν τοὺς φθείραντας Λακεδαιμόνιοι. οὐκ ἔδωκαν. ὀργισθέντες οὖν κατέσκαψαν τὴν Μεσσήνην Λακεδαιμόνιοι, καὶ οἱ ἐκφυγόντες τούτους ἐν τῷ πολέμῳ εἰς Ἀθήνας ἔρχονται. οἱ Ἡρακλεῖδαι, ὅτε ἠθέλησαν κρατῆσαι τῆς Πελοποννήσου, ἐν τῷ αὐτῷ χρόνῳ, δύο χρησαμένους εἰλήφασιν, ὧν ὁ εἷς ἐκέλευσε, τὸν ἀπαντήσαντα ἡγεμόνα ποιήσασθαι, ὁ δὲ ἕτερος, μεθʼ ὧν φάγωσιν, ἐκείνοις μὴ πολεμῆσαι. ὡς κατήρχοντο οὖν οἱ Ἡρακλεῖδαι, ἀπήντησεν αὐτοῖς ὁ ὀξύλογος μεθʼ ἑτεροφθάλμου ἡμιόνου. γνόντες τὸν χρησμὸν οἱ Ἡρακλεῖδαι ἐποίησαν αὐτὸν ἡγεμόνα, ἀποκαταστήσαντες αὐτῷ τὴν πατρικὴν βασιλείαν τῆς Ἤλιδος. ἐκβληθεὶς γὰρ ἦν ἐξ αὐτῆς ὁ ὀξύλογος. ἀπιόντων δὲ τῶν Ἡρακλειδῶν ἐπὶ τὴν Ἀρκαδίαν, ὁ τῶν Ἀρκάδων βασιλεὺς, ἀκούσας ἔρχεσθαι τοὺς Ἡρακλείδας, ἔπεμψέ τινας μετὰ δώρων. εἶτα ὑπήντησαν οἱ Ἀρκάδες τοῖς προδρόμοις τῶν Ἡρακλειδῶν, καὶ ἤρξαντο αὐτοῖς πωλεῖν τινα καὶ συνεσθίειν. μετὰ δὲ τοῦτο ὁ βασιλεὺς τῶν Ἀρκάδων ἐδήλωσε τοῖς Ἡρακλείδαις ὅτι ἀδικεῖτε πολεμοῦντες τοὺς μεθʼ ὑμῶν ἑστιαθέντας. καὶ ἀναπολήσαντες τὸν χρησμὸν οἱ Ἡρακλεῖδαι ἐπαύσαντο, καὶ ἔσχον λοιπὸν τὴν Ἀργολικὴν καὶ Μεσσηνιακὴν καὶ Λακωνικήν. διαφθαρείσης ἔθος ἦν πέμπειν Λακεδαιμονίους κόρους καὶ κόρας ἐν τῇ Μεσσηνίων ἑορτῇ. εἶτα τινὲς τῶν Μεσσηνίων βίᾳ τὰς κόρας διέφθειραν. ἐζήτουν δὲ εἰς τιμωρίαν τοὺς φθείραντας Λακεδαιμόνιοι. οὐκ ἐξέδωκαν. καὶ ὀργισθέντες κατέσκαψαν τὴν Μεσσήνην Λακεδαιμόνιοι.

μόνη διετήρησε τοὺς λοιποὺς αὐτῶν οἷον τὸ λειπόμενον, καὶ τὸ λείψανον. διπλῆν γὰρ λέγει τὴν εὐεργεσίαν τὸ δέξασθαι καὶ δοῦναι οἴκησιν. λέγει δὲ τὴν Ναύπακτον. δεξαμένη τε καὶ σκεψαμένη τόπους, ἐν οἷς ἔμελλον ἱδρύσεσθαι τὴν γὰρ Ναύπακτον ἔδωκεν αὐτοῖς κατοικεῖν. τὴν γὰρ Ναύπακτον αὐτοῖς ἔδωκεν ἱδρύσεσθαι.

αὖθις δὲ τοῦ περὶ Βοιωτίαν πάθους πλησίον Βοιωτίας ἡ Πλάταια, ἣν πολιορκοῦντες μετὰ Θηβαίων Λακεδαιμόνιοι, ὡς Θουκυδίδης ἐν τῇ τρίτῃ τῶν ἱστορικῶν φησι, καὶ πάσῃ χρώμενοι μηχανῇ μόλις κατέσκαψαν. πρὶν δὲ τῆς κατασκαφῆς ἄνδρες τινὲς τῶν Πλαταιέων νυκτὸς ὑπερβάντες τῷ τείχει, καὶ λαθόντες τὸ τῶν πολεμίων στράτευμα Ἀθήναζε παρεγένοντο, οὓς καὶ πταίσαντας λέγει ἤγουν δυστυχήσαντας. ἡ ἱστορία ἐν τῇ γʹ Θουκυδίδου. ὅτι Θηβαῖοι κατέσκαψαν Πλάταιαν μετὰ Λακεδαιμονίων. τοὺς δὲ νύκτωρ ἐξελθόντας λέγει τῶν Πλαταιῶν, καὶ ὑπερβάντας τὰ τείχη. τὸ δὲ αὖθις εἶπε διὰ τὸν Οἰδίπουν.

ἐνευτυχῆσαι ἐνευτυχῆσαι λέγει, ἐπειδὴ ἐν ταύτῃ Παυσανίας μετὰ τῶν Ἑλλήνων τὸ τοῦ Πέρσου πεζὸν διώλεσε. τουτέστιν ἐν ταύτῃ εὐτυχῆσαι. λέγει δὲ τὴν τελευταίαν μάχην τὴν γενομένην ἐν Πλαταιᾷ τῶν Περσῶν. παρʼ ἀξίαν δὲ, ὅτι πόλιν, ἐν ἧ νενικήκασι, ταύτην ἀνεῖλον. ἀπροσδοκήτως δὲ εἶπεν, ἐπειδὴ οὐκ ἤλπιζον ὅτι ἀπὸ Περσῶν σωθεῖσα ὑπὸ Θηβαίων ἀπολεῖται· καὶ τὸ παρʼ ἀξίαν δὲ, ὅτι τοὺς βαρβάρους νικήσασα ὑπὸ Ἑλλήνων κατέσκαπται.

ἀπροσδοκήτως οὐ γὰρ ἤλπιζεν ἀπὸ Περσῶν σωθεῖσα ὑφʼ Ἑλλήνων κατεσκάφθαι. παρʼ ἀξίαν τὸ παρʼ ἀξίαν λέγει, ἐπειδήπερ ἀντὶ τοῦ χάριν αὐτῇ διδόναι, ὧν ἐν ταύτῃ κατώρθωσαν, παρεστήσαντο.

ἐξήκει ἐξῆλθε τοῦ Ἑλληνικοῦ καταλόγου. ἐξῆλθε τῶν Ἑλλήνων, ἤτοι ἀπώλετο. ἀντὶ τοῦ ἀπώλετο· λέγει δὲ οὐ μόνον τῆς Ἑλλάδος, ἀλλὰ καὶ τοῦ βίου παντός. εὐφήμως δὲ εἶπε τὸ ἐξήκει, ἀντὶ τοῦ διεφθάρη καὶ ἀπώλετο· τὸ γὰρ παρεληλυθὸς δοκεῖ οἴχεσθαι, καὶ κειμένειν ἐστί.

μετὰ καλοῦ τοῦ σχήματος ἀξιώματος. σχῆμα λέγει τὸ ἀξίωμα, ὅτι Ἀθηναῖοι αὐτοὺς ἀνέγραψαν.

τὸ μνημεῖον τὴν μνήμην. ὥσπερ εἰκὸς ἦν ποιῆσαι.

τῶν ἐκεῖ φανερῶν προυχόντων. πάλιν τοίνυν Θηβαίων κακῶς ἐξ Ἀκάνθου καὶ Ἀπολλωνίας ἐπέμφθησαν πρέσβεις πρὸς Λακεδαιμονίους, φάσκοντες ὡς οἱ Ὀλύνθιοι ποιοῦνται συμμαχίαν παρʼ Ἀθηναίων ἐπὶ τὸ καταλαβεῖν τὰς Χαλκιδικὰς πόλεις. ἀκούσαντες τοῦτο Λακεδαιμόνιοι, καὶ βουλόμενοι κωλύειν, τὴν μὲν εὐπρεπῆ δύναμιν ἔπεμψαν διʼ Εὐδάμου, ὕστερον δὲ διὰ τοῦ ἀδελφοῦ αὐτοῦ ἀπέστειλαν τὴν λοιπήν· κατʼ ἐκεῖνο καιροῦ ἐν Θήβαις … ἀλλήλοις Ἰσμηνίας δὲ καὶ Λεοντιάδης· ἀπερχομένου τοῦ Φοιβίδου διὰ Θηβαίων ἐπὶ τὴν Ὄλυνθον, μήτε τῶν ἄλλων ἀπαντησάντων, μήτε Ἰσμηνίου ὁ Λεοντιάδης μόνος ὑπήντησε, καὶ ἤρξατο πείθειν αὐτὸν ἐπὶ τῷ καταλαβεῖν τὴν Καδμείαν, ἀναμιμνήσκων παλαιᾶς ἔχθρας πρὸς Λακεδαιμονίους. καὶ πεισθεὶς ὁ Φοιβίδας καταλαμβάνει τὴν ἀκρόπολιν, καταστήσας ἐν αὐτῇ τυράννους τοὺς περὶ Ἀρχίαν καὶ φρουράν. τῶν γοῦν τυράννων κακῶς χρωμένων τοῖς Θηβαίοις, ἔφυγον πολλοὶ τούτων ἐν Ἀθήναις· ὧν ἦσαν καὶ οἱ περὶ Μέλωνα· ὅστις Μέλων ἐλθόντι τῶν τυράννων ὑπηρέτῃ, Φυλίδᾳ, ἐν τῇ Ἀττικῇ συνετάξατο, ὅτι, ἐὰν θέλωσιν οἱ περὶ Ἀρχίαν πρὸς συνουσίαν γυναῖκας, ἐμοὶ τοῦτο λέγειν· οἶδα γάρ τινας ἐλευθέρας, βουλομένας τὴν μετὰ τούτων μίξιν. ὁ δὲ Φυλίδας κελευσθεὶς παρὰ τῶν τυράννων ἐνεγκεῖν τὰς γυναῖκας, εἶπε τῷ Μέλωνι. καὶ ὃς γενομένης ἑσπέρας, καὶ μεθυσθέντων τῶν τυράννων, πέμπει ὡπλισμένους ἄνδρας Ἀθηναίους, γυναικείαν περιβεβλημένους στολήν. ἀποδυθέντες οὖν οἱ τύραννοι πρὸς τούτοις συγκαθευδῆσαι, ἀποσφάττονται ὑπʼ αὐτῶν, καὶ σύρονται διʼ ὅλης τῆς πόλεως ἐν τῇ νυκτὶ, καὶ οὕτω συνέβη ἀνῃρῆσθαι τοὺς τυράννους. ἀπελθόντες δὲ καὶ πρὸς τὸν Λεοντιάδην ἀνέκρουον τὴν θύραν, καὶ ὃς μηδὲν τῶν γινομένων εἰδὼς κατῆλθε, καὶ φονεύεται παρʼ αὐτῶν. ἐξ Ἀκάνθου καὶ Ἀπολλωνίας ἐπέμφθησαν πρέσβεις πρὸς Λακεδαιμονίους, φάσκοντες τοὺς Ὀλυνθίους ποιεῖσθαι ἑαυταῖς συμμαχίαν, ἐπὶ τῷ καταλαβεῖν τὰς Χαλκιδικὰς πόλεις. ἀκούσαντες τοῦτο οἱ Λακεδαιμόνιοι τὴν μὲν εὐτρεπῆ δύναμιν ἔπεμψαν διʼ Εὐδαμίδα, ὕστερον δὲ διὰ Φοιβίδου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπέστειλαν τὴν λοιπήν. καὶ κατʼ ἐκεῖνο καιροῦ ἐν Θήβαις ἀντεπολιτεύοντο ἀλλήλοις Ἰσμηνίας καὶ Λεοντιάδης. ἀπερχομένου δὲ τοῦ Φοιβίδου διὰ Θηβαίων ἐπὶ τὴν Ὄλυνθον, τῶν ἄλλων μὴ ἀπαντησάντων, μήτε μὴν Ἰσμηνίου, ὁ Λεοντιάδης μόνος ὑπήντησεν· εἶτα ἤρξατο πείθειν αὐτοὺς, ἐπὶ τῷ καταλαβεῖν τὴν Καδμείαν, ἀναμιμνήσκων αὐτοὺς καὶ παλαιᾶς ἔχθρας Θηβαίων πρὸς Λακεδαιμονίους. τὸ δὲ τέλος ὁ Φοιβίδας καταλαμβάνει τὴν ἀκρόπολιν, καταστήσας ἐν αὐτῇ τοὺς τυράννους τοὺς περὶ Ἀρχίαν καὶ φρουράν· τῶν δὲ τυράννων κακῶς χρωμένων τοῖς Θηβαίοις, ἔφυγον πολλοὶ τῶν Θηβαίων Ἀθήνησιν, ὧν ἦσαν καὶ οἱ περὶ Μέλωνα· ὅστις Μέλων ἐλθόντος Φιλίδα ἐν τῇ Ἀττικῇ τῶν τυράννων ὑπηρέτῃ συνετάξατο, ὅτι, ἐὰν θέλωσιν οἱ περὶ Ἀρχίαν πρὸς συνουσίαν γυναῖκας, προσκαλεῖν ἡμᾶς, καὶ λέγειν ὅτι τινὲς ἐλεύθεραι ἦσαν, καὶ οὐκ ἐθέλουσιν, ὥστε καὶ τὸ πρᾶγμα γινώσκεσθαι· ὁ δὲ Φιλίδας κελευσθεὶς παρὰ τῶν τυράννων ἐνεγκεῖν τὰς γυναῖκας εἶπε τοῦτο. εἶτα, φησὶ, γενομένης ἑσπέρας, πέμπει ὁ Φιλίδας τοὺς τούτων οἰκέτας εἴς τινα οἰκίαν φίλου μετὰ ἀνθρώπου· καὶ δὴ, φησὶν, εἰσῆλθον οἱ περὶ Μέλωνα, γυναικείαν στολὴν περιβεβλημένοι, καὶ τὰς ὄψεις ὡσαύτως δή τινες γυναῖκες γινόμενοι. εἶτα εἰσελθόντων τούτων καὶ ἀποδυσαμένων πρὸς τὸ τούτοις συγκαθεύδειν, ἐγένετο ἡ σπουδή. φονεύσαντες δὲ τοὺς τυράννους, ἔσυρον αὐτοὺς διʼ ὅλης τῆς πόλεως ἐν τῇ νυκτί. καὶ οὕτω συνέβη ἀνῃρῆσθαι τοὺς τυράννους. ἀπελθόντες δὲ καὶ πρὸς τὸν Λεοντιάδην οἱ περὶ Μέλωνα καὶ Φιλίδαν ἀνέκρουον τὴν θύραν. ὁ Λεοντιάδης νομίσας τοὺς ὑπὲρ τῶν τυράννων δεσμευθέντας μὴ ἥκειν, κατῆλθε, καὶ φονεύεται παρʼ αὐτῶν.

Πλαταιέας δεύτερον ἐξοικισθέντας δεύτερόν φησιν ἠτυχηκέναι τοὺς Πλαταιέας, τὸ μὲν πρῶτον ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐν τῷ Πελοποννησιακῷ, τὸ δὲ δεύτερον ὑπὸ Θηβαίων μετὰ τὴν ἐπὶ Ἀνταλκίδου. ἐν γὰρ ταῖς σπονδαῖς ταύταις ἦν δοχεῖον τοῦ μὲν βασιλέως, ἔχειν ὑπʼ αὐτὸν πᾶσαν τὴν Ἀσίαν καὶ Ἀμαζόνας, καὶ τῶν νήσων τὴν Κύπρον, τὰς δὲ λοιπὰς πόλεις καὶ μικρὰς καὶ μεγάλας αὐτονόμους εἶναι. τότε οὖν οἱ Θηβαῖοι μὴ βουλόμενοι μετέχειν τοὺς Πλαταιέας τοῦ συνεδρίου κατέσκαψαν αὐτούς.

τοὺς ἐκ Κορίνθου, καὶ Θάσου, καὶ Βυζαντίου τούτων τῶν τριῶν μέμνηται Δημοσθένης φανερῶς ἐν τοῦ πρὸς Λεπτίνην· Κορινθίων μὲν, ὅτι ἐδέξαντο ἐν τῷ τείχει τοὺς Ἀθηναίους στρατιώτας· Θασίων δὲ διὰ τὸν Ἔκφαντον· Βυζαντίων δὲ διὰ Ἀρχέβιον καὶ Ἡρακλείδην. Θάσος δὲ νῆσος τῆς Θράκης. ταύτην Λακεδαιμόνιοι μετὰ τὸν Πελοποννησιακὸν ᾠκειώσαντο, πάσης τῆς Ἑλληνικῆς θαλάσσης ἄρξαντες. Θάσιοι δὲ τὴν βίαν αὐτῶν μὴ φέροντες, διʼ Ἐκφάντου τοῦ ἰδίου στρατηγοῦ αὐτῶν, πρὸς Θρασύβουλον, τὸν τῶν Ἀθηναίων στρατηγὸν, ἐπρεσβεύσαντο, περὶ τὴν Θρᾴκην τότε ὄντα· ὁ δὲ εἰσελθὼν τῶν Λακεδαιμονίων ἐξέβαλε φρουρὰν, ἣν κατέστησεν ἐκεῖσε.

τοὺς ἐκ τῶν νήσων καταφυγόντας ἐνταῦθα. οὐ λέγει τῶν Κυκλάδων, ἀλλὰ πασῶν. εἰ δέ τις εἴποι, τί οὖν, ἡ Θάσος οὐκ ἔστι νῆσος, λέγομεν, ἄνω μιᾶς μόνης μνησθεὶς, ἐνταῦθα περὶ πασῶν βούλεται εἰπεῖν. πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη ἠγωνίζετο γὰρ, ὅπως, οὓς ἂν ἐκείνη καθέλῃ, αὐτῇ ἀνορθώσῃ.

ἐπὶ θάτερα ἐπὶ τὰ ἐναντία. ἀντὶ τοῦ εἰς εὐτυχίαν. εἰ δὲ τὸ ἐπὶ θάτερα δηλοῖ τὰ ἐναντία τῶν καλῶν, ὅ ἐστι φαῦλα, ἐνταῦθα τὴν λέξιν ἐπὶ καλοῦ εἴληφεν.

τὴν παροιμίαν ἐνήλλαξεν Σοφοκλέους ὂν ἐν Οἰδίποδι τοῦτο εἰς παροιμίαν ἐπεκράτησε. τὸ φίλου κακῶς πράξαντος, ἐκποδὼν φίλοι.

πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐχθρῶν. πρὸ γὰρ τῶν Θηβαίων κατασκαφῆς Ὄλυνθον ὁ Φίλιππος εἷλεν· οὕτω καὶ Δημοσθένης· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην, καὶ δύο καὶ τριάκοντα πόλεις.

κακῶς δʼ ἀπαλλάξαντας ἤγουν ἀπαλλαγέντας τῆς εὐτυχίας. τῇ τύχῃ ἀντὶ τοῦ πρὸς τὴν τύχην οὐ ῥυθμιζομένους τῶν ἄλλων. εὐφήμως δὲ πάλιν τύχην, τὴν συμφοράν. τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν ἤγουν μέχρις ἂν ἐκείνη εἴη τούτοις φιλάνθρωπος καὶ αὐτή.

τοῖς πολλοῖς αἰνίττεται εἰς τοὺς Ἡρακλείδας, ὅτι τέσσαρας αὐτοῖς δέδωκε πόλεις.

ὧν, ὅτε κάλλιστα ἔπραττον, οὐδʼ ἐλπὶς ἦν αὐτοῖς οὐκ ἤλπιζον γὰρ τῆς τῶν Ἀθηναίων μετέχειν πολιτείας.

ἐν ἅπασι τοῖς τῆς χρείας καιροῖς ἤγουν ὅτε φιλανθρωπίας ἔχρῃζον.

τὴν ἐπιτηδειότητα τὴν οἰκειότητα καὶ ὁμόνοιαν. τὴν οἰκειότητα, τὴν ὁμολογίαν.

οἷς αὐτὴ παρʼ αὐτῆς ἀπέστειλεν τῷ σίτῳ, καὶ τοῖς ἄλλοις, ἃ παρʼ Ἀθηναίων ἑκασταχοῦ γέγονεν. ἀλλὰ καὶ τοῦ τοὔδαφος παρέχειν νῦν θέλει δεῖξαι τὴν πόλιν πρεσβυτάτην οὖσαν τῶν ἄλλων πόλεων, οὐ μόνον τῷ πρώτην γενέσθαι, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ σώζειν τοὺς δυστυχοῦντας.

ἓν μὲν οὖν τοῦτο τοιοῦτο καὶ τοσοῦτον εἶδος εὐεργεσίας τὴν ὑποδοχὴν λέγει. μεταβαίνει δὲ λοιπὸν ἐπὶ τὴν ἀποικίαν ἀκολούθως. ἔδει γὰρ πρῶτον ὑποδέξασθαι, εἶτα ὡς μὴ χωρούσης τῆς Ἀττικῆς ἀποικίσαι. τοῖς προϋπηργμένοις ἤγουν τῇ τοῦ σίτου δόσει καὶ τῶν ἄλλων.

μεγέθους χάριν οὐ λείπεται ἤγουν οὐκ ἔλαττόν ἐστιν, ἀλλʼ ἐξισοῦται τούτοις τῷ μεγέθει.

τὸν κοινὸν τῶν Ἑλλήνων ἐξηγητὴν πᾶσι γὰρ ἀνθρώποις τὰς μαντείας ἐκφαίνει. πᾶσι γὰρ ἀνθρώποις τὰς μαντείας ἐμφαίνει. ἐρωτῶσι δὲ καὶ τοῖς Ἀθηναίοις, τί δεῖ περὶ τῶν καταφευγόντων ποιῆσαι, ἔχρησεν ὡς δεῖ ἀποικίας τούτων ποιῆσαι. βούλεται εἰπεῖν ὅτι οὐκ ἄνευ μαντείας οὐδὲ γνώμης τοῦ Ἀπόλλωνος τὰς ἀποικίας ἐποιεῖτο. ἐξηγητὴν δὲ καλεῖ τὸν διδάσκαλον. ἑαυτῇ δὲ πατρῷον πατρῷος ὁ Ἀπόλλων Ἀθηναίοις. ἀπὸ γὰρ Κρεούσης καὶ Ἀπόλλωνος Ἴων, ἐξ οὗ Ἴωνες.

ἐξήγαγε πανταχῆ γῆς πρῶτον εἰπὼν καθόλου τὸ πανταχῆ προϊὼν μερίζει. τὸ Ἑλληνικὸν γένος. τὴν αὐτὴν φυλακὴν ἅμα καὶ προσθήκην τῷ γένει ποιουμένη οἱ γὰρ ἀποικισθέντες καὶ φυλακὴ τῆς παλαιᾶς ἦσαν Ἑλλάδος καὶ προσθήκη. προσθήκην καλεῖ τὴν αὔξησιν. ἀκολουθεῖ δὲ τῇ αὐξήσει καὶ ἡ φυλακὴ, ἥτις ἐστὶν ἡ ἀσφάλεια. ἔνθα γὰρ πλῆθος, ἐκεῖ καὶ ἀσφάλεια.

καὶ πρῶτον μὲν τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν τὸν Αἰγαῖον λέγει, καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἐπικειμένην δὲ λέγει τὴν γείτονα. γειτονιάζει γὰρ τὸ Αἰγαῖον πέλαγος, ὡς αὐτῆς ὄν. ἐκάθηρε δὲ τοῦ λῃστικοῦ, ὅ ἐστιν ἡμέρωσε. καὶ ὁ Θουκυδίδης ἐν τῇ πρώτῃ. εἰρηκὼς δὲ τὸ ἔοικα οὐ τὸ πρῶτον, ὥσπερ ἐλάβετο ἑαυτοῦ. ἀλλʼ ἐρεῖ τις ὅτι καλῶς εἶπε πρὸ τῆς ἀποικίας τὴν κάθαρσιν· πρῶτον γάρ τις καθαίρει, εἶτα ἀποικίζει. λέγομεν οὖν ὅτι χρόνος ἐστὶν ἀντὶ χρόνου· ἵνʼ ᾖ· ἔοικα δὲ οὐ τὸ πρῶτον εἰρηκέναι, ἐπεὶ ἐναντίον εὑρίσκεται. πρὶν γὰρ εἰπεῖν τὸ ὅτι ἐκάθηρε τὴν ἐπικειμένην θάλατταν, εἶπε· προσλαβοῦσα γὰρ τὸν Ἀπόλλωνα ἐξήγαγε πανταχῆ γῆς· ὅπερ ἐστὶ τῇ τάξει δεύτερον· πρῶτον γὰρ ἐκάθηρεν, εἶτα καὶ ἀπῴκισεν. ἡ δὲ σύνταξις οὕτως· πρῶτον μὲν γὰρ τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν, καὶ τῆς Ἑλλάδος ὥσπερ λήμην ἀφείλετο. λήμην δὲ καλεῖ τὴν ἀκαθαρσίαν· ὥσπερ γὰρ ἡ λήμη ἐμποδίζει τῷ ὀφθαλμῷ ὁρᾶν, οὕτω καὶ τὸ λῃστικὸν ταῖς ἀποικίαις. τὴν ἐπικειμένην πλησιάζουσαν. τὴν ἐπικειμένην ἐκάθηρε θάλατταν τὸν Αἰγαῖον· ἐν γὰρ τούτῳ ἡ Ἀττική. ἔοικε δὲ οὐ τὸ πρῶτον λέγειν τῶν ἔργων πρῶτον γὰρ ἦν ἡ ὑποδοχὴ, εἶτα καὶ τὸ καθᾶραι τοὺς ἐπικειμένους βαρβάρους, ἵνα τὰς ἀποικίας ποιήσηται· ἢ τοῦτο λέγει, δεικνὺς ὅτι μετὰ πολλὰ ἕτερα ἔργα καὶ τὴν τῶν Καρῶν ἐποιήσατο κάθαρσιν.

ὥσπερ λήμην φθοράν. τοὺς ἐπὶ τῶν προθύρων ὀχληροὺς, ἀναστήσασα τὰς γὰρ περὶ τὴν Ἀττικὴν νήσους Κᾶρες οἰκοῦντες, καί τινες ἄλλοι, ἐλῄστευον τοὺς περιπλέοντας.

τὸ λῃστρικὸν ἅπαν καὶ βαρβαρικὸν Ἕλληνας Κρῆτας καλεῖν οὐκ ἀνέχεται, ὅτι τρόπον ἐζήλωσαν βάρβαρον, καὶ τῇ πράξει τὸ γένος ἠρνήσαντο. καὶ καταναγκάσασα ὡς πορρωτάτω τῆς Ἑλληνικῆς παραλίας καὶ τῶν εἴσπλων ἀποχωρῆσαι ἐζήτηται, πῶς τοῦ Μίνωος ἐκβαλόντος τοὺς λῃστὰς αὐτὸς Ἀθηναίους λέγει; φαμὲν ὅτι πρῶτον ὁ Μίνως τοὺς Κᾶρας ἐξήλασεν, ὕστερον δὲ τῶν Κρητῶν οὐδὲν ἧττον λῃστευόντων, Ἀθηναῖοι τούτους ἐξέβαλον.

ἐξ ὧν ἤγουν ἐκ τοιαύτης καθάρσεως.

βεβαίως ἀσφαλῶς, ἀφόβως. καὶ διὰ τῶν ἡμερωτάτων τοῦτο οὕτω συντάσσεται· καὶ διὰ τῶν ἡμερωτάτων ὑπῆρξε πλεῖν τὸν Αἰγαῖον, ἀμείβοντας ἔστιν ὅπου τοῦ Αἰγαίου βούλεταί τις, ὥσπερ ἐν ἠπείρῳ, νήσου μιᾶς ἔστιν ἀμείβειν, σύνδυο· καὶ σύντρεις πόλεις, ὥσπερ κατὰ γῆν πορευόμενοι νήσους ἀπʼ ἄλλης εἰς ἄλλην πόλιν χωροῦμεν, καὶ οὐδέν ἐστι τὸ κωλύον, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ἄβατον ὂν πρόσθεν διὰ τοὺς ἐνοικοῦντας λῃστὰς, καθαρθὲν ὑπʼ Ἀθηναίων ἄδειαν πᾶσι παρέσχε πλεῖν, ὅποι βούλονται. διὰ τῶν ἡμερωτάτων τὸν Αἰγαῖον ὑπῆρξε πλεῖν ἐπειδήπερ Ἕλληνες ἀντὶ λῃστῶν τὰς νήσους ᾤκησαν. σύνδυο καὶ σύντρεις ἀμφότερα ταῦτα οἱ Ἀττικοὶ προπαροξυτόνως ἔχουσιν.

ἔστιν οὖν γράφεται ἔστιν ἦ. ὥσπερ, φησὶ, νῆσος ἔχουσα τρεῖς πόλεις ἐν ἑαυτῇ, οὕτως οὖν ἀκινδύνως καὶ ἀφόβως ἀμείβειν καὶ ἐναλλάττειν τρεῖς πόλεις περιόντα καὶ πλέοντα. τὸ δʼ ἔστιν ᾗ οὐ κατὰ τὰς πόλεις εἴρηται, ἀλλὰ πρὸς τὸ ἡμετέρως πλεῖν. εἶπε δὲ ἔστιν οὗ. οὐ γὰρ ἐπὶ πασῶν τῶν νήσων τοῦτο γίνεται. ἐπειδὴ δὲ τῶν λῃστῶν ἐν τῇ γῇ ὄντων τῶν νήσων, καὶ τοὺς πλέοντας ἐπιτηρούντων καὶ λῃστευόντων, οὐκ ἦν οὔτε βραχὺ πλεῦσαι ἀσφαλῶς, θέλει εἰπεῖν ὅτι, τῶν Ἀθηναίων τοὺς λῃστὰς ἐκβεβληκότων, οὕτως ἦν λοιπὸν ἀδεῶς πλεῖν, ὥστε καὶ δύο καὶ τρεῖς πόλεις θαρρούντως ὑπεμβαίνειν πλέοντα καὶ μὴ καθαίρειν. ὃν τρόπον πόρρω τις ὢν τῆς θαλάττης, καὶ βουλόμενος πλεῦσαι, τέσσαρας καὶ πέντε πόλεις ἔρχεται πεζῇ ἐπὶ τῷ φθάσαι εἰς τὴν παραθαλασσίαν. τινὲς δὲ ἄλλως ἐξηγήσαντο· ὅτι εἰρήνης οὔσης, ὥσπερ ἦν πλείους πόλεις διοδεύεσθαι ἐν ἠπείρῳ, οὕτω ἦν καὶ μίαν νῆσον ἔχουσαν ἐν αὐτῇ τρεῖς πόλεις πλέεσθαι τότε· τότε γὰρ παυσαμένης τῆς λῃστείας καὶ πλησίον ἀλλήλων τὰς πόλεις ἔκτιζον· οὐ γὰρ ὑπῆρχον, ὥσπερ πρώην, ἐπαναστάσεις. οὗ ὅπου.

τὰς ἐπικειμένας τῇ Πελοποννήσῳ νήσους ᾤκισε ἔκ τε τῶν δυτικῶν καὶ ἀνατολικῶν μερῶν. ἢ ἐκ τῆς ἀποικίας καὶ τῆς καθάρσεως. τοὺς ἑσπερίους τόπους ἑσπερίους τόπους καλεῖ τὴν Σικελίαν καὶ Ἰταλίαν, τὰς περὶ τὴν Πελοπόννησον νήσους. ταῦτα γὰρ ἑσπέριά ἐστι, Κεφαληνία καὶ Ζάκυνθος.

διχόθεν τὰς ἐν αὐτῇ νήσους, καὶ ἐξ ὧν πρὸς Πελοπόννησον ᾤκισε. τὸ διχόθεν λέγει, ἢ ὡς ἐντὸς ἔφημεν, ἢ ἐξ ὧν τε τοὺς βαρβάρους ἐκάθηρε, καὶ ἐξ ὧν ᾤκισεν. καὶ ἐξ ὧν τὰς ἐν αὐτῇ νήσους, καὶ ἐξ ὧν τὰς πρὸς Πελοπόννησον ᾤκισε. ὡς πρὸς τὸ Αἰγαῖον καὶ τὰς ἑσπερίους νήσους, ὅ ἐστιν ἐξ ἑκατέρας τῆς θαλάσσης, ἀπὸ τῶν Κυκλάδων, Κεφαληνίας.

ὥσπερ λιμέσι κλειστοῖς οὓς χειροποιήτους διὰ τειχῶν περὶ τὰς πόλεις ποιοῦνται. εἰσὶ γὰρ λιμένες κλειόμενοι περὶ τὰ στόματα. μέχρι τῆς ὑπερορίας ὑπερόριος γὰρ τῆς Ἑλλάδος ὁ ἐν Ἀσίᾳ ὅρος.

διεβίβαζεν εἰς τὴν Ἀσίαν καὶ τὴν Ἰωνίαν αἰνίττεται. τὰς πολλὰς καὶ μεγάλας ἀποικίας πόλεις γὰρ δώδεκα ᾤκισεν ἐν Ἀσίᾳ. δώδεκα πόλεις ἀπῴκισαν. καλῶς δὲ εἶπεν, ὡς μίαν οὖσαν τῇ φύσει· ἐπειδὴ μερίζουσι τὴν γῆν εἰς Ἀσίαν καὶ Εὐρώπην.

συνάπτουσα τὴν γῆν, ὡς μίαν οὖσαν τῇ φύσει ἡ αὐτὴ γὰρ πανταχοῦ ἐστιν, εἰ καὶ θαλάσσῃ καὶ ποταμοῖς διῄρηται, καὶ ἡ μὲν Ἀσία, ἡ δὲ Εὐρώπη, ἡ δὲ Λιβύη καλεῖται. οὐ κεχωρισμένα ἀλλʼ ἡνωμένα. τὸ οὐ κεχωρισμένα οὕτω νόει· συνάπτουσα καὶ τὰ πέραν τῆς Ἑλλάδος οὐ κεχωρισμένα. ἤγουν συνῆψε τοῖς γένεσι τὰ ἀχώριστα καθὸ γῆ, ἵνʼ εἴη ταυτὸν τῷ μίαν οὖσαν τῇ φύσει. τὸ ἀντίπρωρον δὲ εἰκότως εἶπε. ὥσπερ γὰρ τὸ ἔμπροσθεν τῶν νεῶν ἡ πρώρα ἐστὶν, οὕτω καὶ ἡ τῆς Ἑλλάδος ἀρχὴ δίκην πρώρας οὖσα ἀντικρὺ ἔχει οἰκοῦντας τοὺς Ἴωνας· τὸ δὲ εἰ οἷόν τʼ εἰπεῖν λέγει διὰ τὴν τῆς λέξεως παράχρησιν. οὐ κεχωρισμένα κατὰ κοινοῦ τὸ ὥσπερ· ἵνʼ ᾖ· ὥσπερ οὐ κεχωρισμένα. ἕως κατεσκεύασε—Ἑλλάδι τῇ παλαιᾷ τὸ γὰρ παραθαλάσσιον μέρος τῆς Ἀσίας ἔκτισεν. ἀντίπρωρον δὲ ἀντιπρόσωπον. καταντικρὺ γάρ ἐστι τῆς παλαιᾶς Ἑλλάδος. καλῶς δὲ εἶπε τὸ εἰ οἷόν τε ἐπειδὴ ἐπὶ νεῶν λέγεται ἀντίπρωρον.

εἰ οἱόν τʼ εἰπεῖν ὥσπερ. μεγάλῃ μὲν αὔξουσα μοίρᾳ τὰ ὑπάρχοντα τοῖς Ἕλλησι εἰς τὸ Μηδικὸν αἰνίττεται, ἔνθα συνεμάχησαν αὐτοῖς οὑ Ἴωνες, πρότερον ὄντες μετὰ τῶν βαρβάρων· ἢ ὅτι ἄνω αὐτοὺς κατέχει τοὺς βαρβάρους κωλύουσα ἀπελθεῖν.

μέγα δʼ εἰς ἀσφάλειαν προϊδοῦσα τὴν κοινὴν, ὡς ἔδειξεν ὁ μέλλων χρόνος εἰ μὴ γὰρ οὕτως εἶχεν ἡ Ἑλλὰς, τάχʼ ἂν ἐπὶ τοῦ Πέρσου τὰ τῶν Ἑλλήνων ὀλώλει πράγματα. εἰς ἀσφάλειαν ὅπερ εἶπε προσθήκην καὶ φυλακὴν, τοῦτο πάλιν μετέβαλεν.

κάλλιστον δὲ κόσμον ἀμφοτέρῳ τῷ γένει περιθεῖσα τὸ κάλλιστον κόσμον ἀμφοτέρῳ τῷ γένει λέγει, ἀντὶ τοῦ καὶ τοὺς ἐν τῇ Ἀσίᾳ κατοικισθέντας καὶ τοὺς ἄλλους Ἕλληνας ἐκόσμησε, τοὺς μὲν ὅτι προεβάλλετο αὐτῶν ἄλλους εἰς φυλακὴν καὶ ἀσφάλειαν, πολλούς τε ὄντας τὸ πλῆθος, εἰς τοιοῦτον ἱδρυμένους τόπον, εἰς ὃν ἔδει τοὺς τῆς Ἑλλάδος ἱδρυθῆναι φύλακας, τοὺς δὲ ἐν τῇ Ἀσίῳ, ὅτι πολλοί τινες ἀπῳκίσθησαν, καὶ οὐκ ὀλίγοι· τοῦτο γὰρ εἶχεν ἂν αὐτοῖς ἀτιμίαν, καὶ ὅτι εἰς φυλακὴν τῆς Ἑλλάδος προυτάχθησαν, καὶ ὅτι πᾶσι τούτοις κἀκείνοις τὸ τῆς ὁμονοίας καλὸν ἔδειξαν· εἰ μὴ γὰρ ὁμόνοιαν εἶχεν ἡ πόλις πρὸς ἑαυτήν τε καὶ τὸ Ἑλληνικὸν, οὐκ ἂν αὐτούς τε καταρχὰς ἐδέχετο, καὶ ταυτασὶ τὰς ἀποικίας εἰς φυλακὴν τοῦ γένους ἐστείλατο. τῇ Ἀσίᾳ λέγει καὶ τῇ Εὐρώπῃ· κόσμον δὲ τὸ κάλλος. κόσμος γὰρ τῆς γῆς, ὥσπερ εἶπεν, ὁ ἄνθρωπος. καίριον δὲ τῷ θέσιν τὴν καλὴν, καὶ τὸ εἰς εὐαέρους τόπους ἀποικῆσαι. τῷ πλήθει ἕνεκα τῶν οἰκισθέντων. τῶν ἐγκατοικισθέντων.

τὴν εὔνοιαν λέγει δὲ ὅτι ἡ ὁμόνοια αὐτῶν πολλῶν γέγονεν αἰτία καλῶν τοῖς Ἕλλησι. διὰ γὰρ τὸ ὁμονοεῖν ἀπῴκισεν, ἐπεὶ οὐκ ἠδύνατο ἠσχολημένη εἰς τὸ πολεμεῖν τοῖς Ἕλλησι. πῶς οὖν ὁ συγγραφεὺς λέγει ὅτι ἡ Ἑλλὰς ἐστασιάζετο; λέγομεν ὅτι ἐκεῖνος, ὡς ἱστορίαν συγγράφων, τὸ ἀληθὲς εἶπεν· οὗτος δὲ, ὡς ἐγκωμιάζων, πρὸς τὸ συμφέρον ψεύδεται.

ταύτης δὲ τοιαύτης—αἱ τῶν Ἑλλήνων ἀποικίαι ἁρμόζει δὲ τοῦτο καὶ πρὸς Λακεδαιμονίους, καὶ τοὺς ἄλλους τοὺς ἀποικίσαντας· καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ εἶπεν «Εἰς ἣν ἑτοίμως οἱ ἄλλοι πάντες ἀπῴκισαν, ἀπηλλαγμένοι πόνου πολλοῦ.» ὥσπερ κρηπῖδος θεμελίου.

τοῖς γὰρ πεμφθεῖσι εἴς τε τὰς νήσους καὶ τὴν Ἀσίαν ὑφʼ ἡμᾶς. κρατήσασιν οἰκίσασιν.

ἐκτείνοντες ὥσπερ ἄλλο τι μέτρον τὸ τῆς Ἑλλάδος λέγει τὴν γῆν, ἣν ᾤκιζον, ὥσπερ οὖσαν καὶ αὐτὴν τὴν Ἑλλάδος. οὐ γὰρ ἅπας τόπος δέχεται ἀποικίας.

ἕως ἐξεπλήρωσαν αἱ ἀποικίαι. ἅπαν τὸ δεχόμενον τὸ μέρος. ἀντὶ τοῦ τὸ οἰκεῖσθαι δυνάμενον· τινὰ γὰρ ἤδη διὰ ψυχρότητα, ἢ θερμότητα ἦν ἀοίκητα· εἶπε δὲ ἐπʼ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ἡμετέρων παῖδες παίδων οἰκοῦσιν· ἐν γὰρ τῷ Ἴστρῳ ποταμῷ ἄποικοι ἦσαν τῶν Μιλησίων· οἱ δὲ Μιλήσιοι τῶν Ἀθηναῖοι.

ὑμετέρων παίδων ἡμετέρων παίδων λέγει, τῶν ἐν τῇ Μεσσαλίᾳ κατοικισθέντων καὶ τῶν ἐν ταῖς νήσοις, ὧν τινὲς μὲν τῶν ἐν ταῖς νήσοις, Μιλησίων τε λέγω, καὶ ἄλλων τινῶν εἰς Μασσαλίαν ἀπῴκησαν· κἀκεῖθεν αὖθις ἐξετάθη τούτων ἡ ἀποικία μέχρι Γαδείρων. ἐκ δὲ τῶν ἐν τῇ Ἀσίᾳ τινὲς ἀποικίαν ἐποιήσαντο, ἔς τε τὸν Τάναϊν ποταμὸν καὶ τὴν Μαιῶτιν λίμνην. μεμερισμένως δὲ εἶπεν, ἢ διʼ ἀμφοτέρους, τούς τε ἐν τῇ Μασσαλίᾳ λέγει καὶ τῇ Μαιώτιδι, ἢ διὰ τοὺς ἐν τῇ Μαιώτιδι καὶ τῷ Τανάϊδι μόνον, ὡς μὴ ὁμοῦ ἐγκατοικισθέντας, ἀλλὰ διῃρημένως. ἀπὸ Μασσαλίας Μασσαλία πόλις τῆς Ἀφρικῆς· μέμνηται δὲ Θουκυδίδης «Φωκεῖς τε Μασσαλίαν οἰκίζοντες.» κεῖται δὲ περὶ τὸν εἴσπλουν τοῦ πορθμοῦ τοῦ ἀπάγοντος ἐπὶ τὰς Ἡρακλείας στήλας.

οἱ δʼ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι Τάναϊς ποταμὸς Σκυθίας. λίμνην δὲ λέγει τὴν Μαιῶτιν, καὶ αὐτὴν οὖσαν τῆς Σκυθίας καὶ γινομένην ἐξ αὐτοῦ τοῦ ποταμοῦ. ἔστι δὲ μεθόριον Τάναϊς Εὐρώπης καὶ Ἀσίας, ὥς φησι Διονύσιος «Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσον ὁρίζει.» ἐνταῦθα δὲ ἀπῴκισαν οἱ Μιλήσιοι. τῇ λίμνῃ τῇ Μαιώτιδι. μεμερισμένοι ἐν τῷ μέρει τῆς Εὐρώπης περὶ τὰς Ἱσπανίας καλαμίας.

τῶν νῦν πόλεων Θηβαίων, Λακεδαιμονίων, καὶ ἄλλων.

ὡς καθά. ἐπὶ λαμπροῖς ἅρμασι καὶ ἄλλοις.

ἄνευ τῶν ἄλλων πολλῶν ὧν ἔχει ἢ ἐποίησεν ἡ πόλις. ὧν ἔχει ἡ πόλις. τοῦτο δὴ βούλομαι διὰ βραχέων ἀνακεφαλαίωσις. πολλάκις δὲ κέχρηται τῇ ἀνακεφαλαιώσει. δηλοῖ δὲ καὶ τὸ διὰ βραχέων. βραχεῖα γάρ ἐστιν ἡ ἀνακεφαλαίωσις. τοῦτο τὴν τῆς πόλεως πρὸς τὴν Ἑλλάδα οἰκειότητα καὶ σπουδήν.

δεῖξαι τὴν συνέχειαν τῆς πολιτείας, ᾗ κέχρηται πρὸς τὸ Ἑλληνικὸν ἡ πόλις ἤγουν πῶς διηνεκῶς πολιτεύεται πρὸς τοὺς Ἕλληνας ταῖς εὐεργεσίαις. εἰκότως δὲ εἶπε τὸ πολιτείας· ὥσπερ γὰρ αὕτη ἐκ πολλῶν μερῶν, ἔκ τε πρεσβειῶν, πρὸς οὓς λέγω δεῖ, ἔκ τε λειτουργιῶν, ὅτε δεῖ, ἔκ τε τῆς τῶν νόμων φυλακῆς καὶ τῶν ἄλλων διοικήσεων σωτηρίαν τῇ πόλει ἐργάζεται, οὕτως ἡ τῶν Ἀθηναίων πόλις, καὶ ἐξ ὧν φεύγοντας δέχεται, καὶ ἐξ ὧν πάλιν κατάγει, καὶ ἐξ ὧν ἀποικίζει, καὶ ἐξ ὧν ἑκάστοτʼ εὐεργετεῖ, σώζει τῶν Ἑλλήνων τὸ γένος. δεῖξαι τὴν συνέχειαν ἀντὶ τοῦ κατὰ πολύ. συνέχειαν γὰρ τὴν συνεχῆ εὐεργεσίαν. αὔξει δὲ καὶ ποιότητι καὶ ποσότητι. λέγει δὲ ὅτι ἡ πόλις ὑπὲρ τοῦ κοινοῦ τῆς Ἑλλάδος ἐπολιτεύσατο. ποῖον δὲ τοῦτο, ὅτι ὄνομα ἔχει τὸν ἔπαινον ἡ πολιτεία. τοῦτο δὲ γενικόν ἐστι. καὶ Δημοσθένης «Πολλῶν γὰρ προαιρέσεων οὐσῶν τῆς πολιτείας, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις εἱλόμην.» ἐπειδὴ δὲ ἔστιν εὐεργετῆσαι μὲν, διαλιπεῖν δὲ χρόνον, καὶ πάνυ οὕτως εὐεργετῆσαι, βούλεται δεῖξαι ὅτι οὐδέποτε οἱ Ἀθηναῖοι διέλιπον εὐεργετοῦντες. τὴν συνέχειαν ὁμοιότητα, ὁμόνοιαν.

ὅτι οὐκ ἔστι πρόσρημα βέλτιον ἐπενεγκεῖν οὗ νῦν ἐφθεγξάμην ἢ ὅτι κεκόσμηται γῆ καὶ θάλασσα ὑπʼ αὐτῆς, ἢ ὅτι τοῦ γένους τοῦ Ἑλληνικοῦ πατρίς ἐστι καὶ ἑστία κοινή.

γὰρ τὸ γὰρ λέγει, ὅτι τοὺς Ἡρακλείδας ἐδέξατο. μερικόν ἐστι· θέλει οὖν εἰπεῖν ὅτι πολιτείαν εἶχον τὴν φιλανθρωπίαν. ἁπάντων ὧν ἔχρῃζον.

ἐπεὶ δὲ ἔδει τὴν Πελοπόννησον Δωριέων γενέσθαι τῶν Ἡρακλειδῶν, ὡς καὶ πρώην ἦν. ἐκλήθησαν δὲ Δωριεῖς ἀπό τινος Δωριέως, ἐκγόνου Ἡρακλέους. ὧδε σαφῶς λέγει, ὃ ὄπισθεν εἶπεν, ὑπὸ τῶν εἰξάντων ἀναστάντες. δέδοται δὲ αὐτοῖς χρησμὸς μετὰ Δωριέων κατελθεῖν.

συγκατήγαγε πάλιν αὐτοὺς μετὰ τοῦ θεοῦ μαντευσαμένοις γὰρ Ἀθηναίοις περὶ τὴν τούτων καταγωγὴν συνῄνεσεν Ἀπόλλων. μετὰ τοῦ θεοῦ τῇ βοηθείᾳ τοῦ θεοῦ. γενομένης δὲ τῆς Ἡρακλειδῶν—πάλιν τὸ κινηθὲν ἐδέξατο περὶ τὴν ἄφιξιν τῶν Ἡρακλειδῶν, στάσεώς τινος συμβάσης, ἐξελάθησάν τινες ἐκ τῆς Πελοποννήσου, οὓς καταφυγόντας ἡ πόλις ἐδέξατο.

ἐν ᾧ ἐν τῷ καταγαγεῖν. ἐν ᾧ ἢ χρόνῳ, ἢ πράγματι. προτέρων δὲ ἱκετῶν, τῶν Ἡρακλειδῶν. τῶν προτέρων ἱκετῶν τῶν Ἡρακλειδῶν.

ἀσφαλῶς εἶχεν ἤγουν καλῶς ᾤκησαν. ἕτεροι δʼ αὖ τὸ ἐκείνων σχῆμα μετειλήφεσαν ἱκέται γὰρ καὶ αὐτοὶ τῆς πόλεως καταφυγόντες γεγόνασι.

τῷ πλεονεκτήματι τῇ τούτων ὑποδοχῇ, ἣν αὐτὴ μόνη καὶ οὐκ ἄλλη πόλεων εἶχεν. τὸ τῆς ἀποικίας λέγει. λέγει δὲ τῷ φιλοτιμήματι. ἔξω δὲ πόλεων τῶν ἐν Ἀσίᾳ ἀποικισθεισῶν. καὶ τὰς παρʼ αὐτὴν πόλεις πολλὰς εἰπὼν γὰρ ἄνω ἁπλῷ λόγῳ περὶ τῶν ἀποικιῶν, νῦν ὥσπερ ἐξεργάζεται τὴν αἰτίαν, διʼ ἣν γεγόνασι, λέγων ὅτι τοὺς Ἡρακλείδας καὶ ἄλλοι μιμησάμενοι κατέφυγον ἐνταυθοῖ. διότι δὲ ταῦτα εἰπεῖν ἠβούλετο, διὰ τοῦτο ἔφη· τοῦτο δὴ βούλομαι διὰ βραχέων ἐπανελθὼν ἐξετάσαι.

τῶν ἔξω πόλεων τῶν ἐν τῇ Ἀσίᾳ καὶ ἐν ταῖς νήσοις. πολλῶν καὶ μεγάλων αἳ νῦν διὰ τὰς τότε ἀποικίας εἰσί.

φιλανθρωπότερον φιλανθρωποτέρως. διὰ τὸ δέχεσθαι τοὺς καταφεύγοντας. λαμπρότερον λαμπροτέρως.

ἣ πρῶτον μὲν τῆς ἑαυτῆς χώρας σημαίνει πάλιν τὴν ὑποδοχὴν, εἶτα τὴν ἀποικίαν.

ὁμοίως τῇ τε οἰκείᾳ μίαν, φησὶν, εὔνοιαν φυλάττουσα καὶ ἐπὶ τῆς οἰκείας καὶ ἐπὶ τῆς ἀλλοδαπῆς. ὁμοίως γὰρ, φησὶ, καὶ ἐν ταῖς ἀποικίαις ὑπεδέχετο αὐτοὺς, διὰ τὸ παρέχειν τόπους, ἔνθα οἰκήσουσιν.

τὰς ἀπορίας ἐπηνώρθωσεν διά τε τῆς κλήσεως καὶ τῆς ἄλλης αὐτῶν θεραπείας.

διεκόσμει καὶ προσέπεμπεν ἤγουν πρὸς τὸ κοσμεῖν ἀπῴκιζον. ἡγεμόνας τε τοὺς ἀρχηγοὺς τῆς ἀποικίας, τὸν Πόλεμον, τὸν Κόδρον. ἑκάστοις τοῖς ἐκπεμπομένους.

λεὼν οἴκοθεν παραζευγνῦσα καὶ λεὼν μίξασα Ἀθηναίους καὶ ξένους, τοὺς καταφυγόντας ἐκεῖ, καὶ πέμψασα εἰς ἀποικίαν. τοῖς ἐκπεμπομένοις, ἵνα σεμνοὶ δοκοῖεν μετʼ Ἀθηναίων ἀποικιζόμενοι. ἵνα μὴ δόξῃ ἀτιμοῦν διὰ τῆς ἀποικίας, αὐτοὺς καὶ Ἀθηναίους ἄνδρας συνεξέπεμψεν αὐτοῖς. λεὼν δὲ Ἀττικῶς, τὸν λαόν.

καὶ τῷ βουλήματι ἐδέχετο γὰρ αὐτοὺς οὕτως, ὥστε, ἵνα ἢ κατάγῃ, ἔνθα ἦσαν, ἢ ἀποικίζῃ, καὶ ταύτην τὴν γνώμην εἶχεν, ὅτε ἐδέχετο. οὐκ ἐξ ἀνάγκης, φησὶ, τοῦτο ἐποίει, ἀλλὰ προαιρέσει. ἢ ἐπειδὴ τὸ μὲν τῆς πράξεως τῆς τῶν Ἡρακλειδῶν μερικόν τι ἐστὶ, τὸ δὲ περὶ τῆς βουλήσεως, τὸ ἀεὶ βουλεύεσθαι τοῦτο ποιεῖν, μεῖζόν ἐστι. τὸ δὲ προτέρους οὐ πάντων. ἄνω γὰρ εἶπεν ὅτι ἐπὶ πολλοῖς τοῖς πρότερον κἀκεῖνοι κατέφυγον· ἀλλʼ ὧν μέλλει αὐτὸς ἐπιφέρειν, τουτέστι τῶν Ἰώνων.

διπλῆν ἀνθʼ ἁπλῆς τὴν εὐεργεσίαν ἐπʼ ἀμφοτέρων τιθεμένη. ἀντὶ τοῦ μόνον δέχεσθαι· καὶ ἐδέχετο γὰρ καὶ ἐξέπεμπεν, ἀμφοτέρωθεν εὐεργετοῦσα.

ἐπʼ ἀμφοτέρων καὶ τῶν Ἡρακλειδῶν, καὶ τῶν μετʼ ἐκείνους. προϊοῦσα ἀπὸ τοῦ πρώτου πρὸς τὸ τελευταῖον ἀεὶ πρῶτον ἦν τὸ δέξασθαι, τελευταῖον τὸ ἀποικίσαι. ἀπὸ τοῦ πρώτου τοῦ δέχεσθαι. πρὸς τὸ τελευταῖον τὸ ἀποικίζειν τε καὶ κατάγειν.

πολιτείᾳ προσέοικεν ἡ τῆς πόλεως ὑπὲρ τῶν Ἑλλήνων πρόνοια τὴν συνέχειαν τῶν εὐεργετημάτων πολιτείαν καλεῖ· ὥσπερ γὰρ ἡ πολιτεία ἐκ πολλῶν μερῶν σωτηρίαν ἐργάζεται ταῖς πόλεσιν, οὕτως ἡ πρόνοια τῶν Ἀθηναίων διὰ πολλῶν ἀφορμῶν σώζει τῶν Ἑλλήνων τὸ γένος.

διὰ πολλῆς καὶ συνεχοῦς τῆς ἀκολουθίας σώζεται οὐ γὰρ ἔστιν ὅτε οὐ προνοεῖται. καὶ μὴν τὸ μὲν τοὺς φεύγοντας θέλει δεῖξαι κοινὸν τῶν Ἑλλήνων εὐεργέτημα τὸ δέχεσθαι τοὺς δυστυχοῦντας. ἀλλὰ, φησὶ, λέγει τις· οὐκ ἔστι κοινὸν τῶν Ἑλλήνων. μόνους γὰρ τοὺς δυστυχοῦντας εὐεργέτησεν. ἐπάγει γοῦν ὅτι τὸ τῆς ἀποικίας κοινόν ἐστι τῶν Ἑλλήνων εὐεργέτημα, καὶ οὐκ ἔχει ἀντίρρησιν· προσθήκην γὰρ ἔχει. καὶ ὄπισθεν εἶπε περὶ τῶν ἀποικιῶν, ὅτι προσθήκην καὶ ἀσφάλειαν ἐποίησεν ἡ πόλις τῷ γένει.

εἰ καὶ μηδὲ τοῦτʼ ἐκφεύγει εἰ μὴ ἔξω καθέστηκε τούτων· ἢ δεῖγμα φιλανθρωπίας.

ταύτης τῆς τύχης τοῦ φεύγειν. ἤγουν τοῦ φεύγειν. αἱ δὲ τῶν ἀποικιῶν κοινὸν τῶν Ἑλλήνων κέρδος εἰσὶν ἡ γὰρ παλαιὰ Ἑλλὰς τούτους προβόλους οὐ μόνον ἔχει, ἀλλὰ καὶ διʼ αὐτῶν ἐπίδοσιν εἰς τὸν αὐτῆς πακτυσμὸν ἔσχεν.

τῶν ἀπελθόντων τῶν ἀποικισθέντων.

δυνάμεις πολλὰς καὶ μεγάλας ἔκ τε τῶν διὰ χρημάτων συντελειῶν καὶ τῶν στρατευμάτων, ἃ παρεῖχον αὐτοῖς οἱ ἄποικοι.

οὐκ ὀλίγῳ μείζους ἐγένοντο ἢ πρόσθεν. οὕτως ἐγώ φημι τῆς πόλεως ἐπειδὴ πάντας τοὺς καταφεύγοντας καὶ δεομένους ὑποδοχῆς ἡ πόλις ὑποδέχεται καὶ ὑποδεχομένη εἰς ἀποικίαν τούτους ἐκπέμπει, οἱ δὲ ἀποικιζόμενοι ὠφέλειαν οὐκ ὀλίγην τῇ Ἑλλάδι παρέχονται οὐ μόνον πρόβολοι αὐτῆς ὄντες, ἀλλὰ καὶ ἐν τῇ χρείᾳ χρήματα εἰσφέροντες καὶ στρατεύματα, διὰ τοῦτο δεῖ πάντας τοὺς Ἕλληνας οὐχ ἧττον εὐχαριστεῖν αὐτῇ διὰ τὴν τῶν ἀτυχούντων ὑποδοχὴν ἢ διὰ τὴν ὠφέλειαν, ἣν διὰ τὰς ἀποικίας αὐτοῖς προξενεῖ. τὸ δὲ καὶ γάρ τοι συμβέβηκε μόνοις ὥσπερ τινὰ ἀσάφειαν ἔχει· δοκεῖ γὰρ ὥσπερ τις τοῦ ἄνω κατασκευὴ, ὅπερ οὐκ ἔστιν· εἰ γὰρ ἦν κατασκευὴ, οὕτω ἔδει εἰπεῖν· καὶ γὰρ οὐ μόνον ἐκ τῆς ὑποδοχῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀποικίας ὠφελεῖ· νῦν δὲ παντάπασιν ἀλλότριον ὂν τοῦ ἄνω, ὥσπερ τι ἐπιχείρημά ἐστι· τὸ δὲ μόνοις πρὸς τὸ σημαινόμενον τῆς πόλεώς ἐστι· τὸ δὲ ταύτῃ ἢ ἐκ τοῦ ἐκπέμψαι νοητέον, ἵνʼ ᾖ τοῦ διὰ τῶν ἐναντίων κατασκευή. ἢ οὕτως ὡς μέλει κατασκευάσαι· ἵνʼ ᾖ ἡ κατασκευὴ ἀμφοτέρων, τοῦ τε ταύτῃ καὶ διὰ τῶν ἐναντίων.

τὸ εἰσφέρεσθαι ἐκ τῶν ἀποικισθέντων, ἃ ἐθέλουσι. ἤγουν εἰσδέχεσθαι. πρὸς τὴν παρὰ τῶν Ἑλλήνων εἶναι χάριν ἤγουν πρὸς τὸ εὐχαριστεῖν αὐτῇ τοὺς Ἕλληνας. ὅ ἐστι χάριν ὀφείλειν τῇ πόλει τοὺς Ἕλληνας

τοῖς οὖσιν ἐν τῇ πόλει. οἱ γὰρ αὐτοὶ πρεσβύτατοι—τελοῦσι πολλαχῇ ἀλλὰ καὶ τῶν προσοικούντων αὐτῶν ἀπελθοῦσι. πρεσβύτατοι μὲν, διὰ τὸ εἶναι ἀρχαῖοι, νέοι δὲ, διὰ τὰς ἀποικίας.

πρεσβύτατοι τῶν ἄλλων Ἑλλήνων εἰσὶ ὡς αὐτόχθονες. εἰς νέους Ἕλληνας τελοῦσι πολλαχῆ διὰ τὰς ἀποικίας. τὸ πολλαχῆ λέγει οὐ μόνον διὰ τὰς ἀποικίας, ἃς ποιοῦνται, ἀλλὰ καὶ διὰ τοὺς ἀεὶ τικτομένους ἐν ταῖς Ἀθήναις.

καθάπερ τὸν Διόνυσον γράφουσιν ἐπειδὴ καὶ ὁ οἶνος, εἰς ὃν οὗτος ἀλληγορεῖται, παλαιός ἐστι καὶ νέος. ἀντὶ τοῦ ζωγραφοῦσιν· οὕτω γὰρ καὶ νέον καὶ παλαιὸν αὐτὸν γράφουσι, διὰ τὸ καὶ τὸν οἶνον παλαιὸν εἶναι καὶ νέον, ἢ ὅτι οἱ μὲν δεόντως αὐτῷ κέχρηνται, οἱ δὲ πλέον τοῦ δέοντος νωθεῖς εἰσιν, ὥσπερ οἱ γέροντες.

κἀν τούτοις τῷ ἐκπέμπειν καὶ δέχεσθαι. ἤγουν ἐν τῷ πέμπειν καὶ δέχεσθαι. τὸ προσῆκον ἑαυτοῦ. τουτέστι τὸ ἀναγκαῖον· ἀνάγκη γὰρ τοὺς ἀρχαιοτέρους πολλοὺς ἔχειν καὶ ἀπογόνους. πρεσβυτάτων δὲ, τῶν αὐτοχθόνων. ἑξῆς κατὰ ἀκολουθίαν. κατὰ φύσιν καὶ ἀκολουθίαν. τῶν πρεσβυτάτων καθάπερ οἱ Ἀθηναῖοι.

τὸ δέχεσθαι τοὺς δεομένους, τῶν κρειττόνων ἐστὶν φιλανθρώπων γὰρ ἔργον τοῦτο καὶ δυνατῶν ἔστι δὲ τὸ πλείστους εἶναι τοὺς ἀπογόνους πρὸς τὸ πανταχῆ καὶ πεπόμφασι. πλεῖστοι γάρ εἰσιν οἱ πανταχῆ γῆς πεμπόμενοι.

καὶ μὴν τῷ γε τὸν σῖτον ἄμφω γὰρ φιλανθρωπίας τεκμήρια. πῶς οὐκ εἰς ταυτὸν ἥκει ἀντὶ τοῦ ὅμοιον καὶ ἴσον· ὥσπερ γὰρ ἐκεῖνο κοινὸν εὐεργέτημα πεποίηται πᾶσι μεταδοῦναι τοῦ σίτου, οὕτω καὶ τὸ ἀποικίας παραπλήσιον.

σμήνη σμήνη εἶπεν, ἐπειδὴ παρέοικε τούτῳ καὶ τὰ τῆς ἀποικίας πλήθη. σμῆνος γὰρ κυρίως καλεῖται τὸ σύστημα τῶν μελισσῶν. ἄλλως τε τὸ ἄλλως τε, ὥσπερ δοκεῖ, ἀποκεκομμένον τοῦ ἄνω· ἀλλʼ οὐκ ἔστι τοιοῦτον· ἀλλʼ ἐπειδὴ τὰς ἀποικίας τῇ τοῦ σίτου πομπῇ παρείκασε, τρέφει δὲ ὁ σῖτος ἀνθρώπους, διὰ τοῦτο καὶ τοῦτο ἐδεήθη εἰπεῖν. λέγει δὲ, ὥσπερ ὁ σῖτος τούτου χάριν πανταχῆ ἐξεπέμφθη, ἵνα εἰς σύστασιν ἀνθρώπων εἴη, οὕτω καὶ οἱ πρὸς τὴν πόλιν καταφυγόντες διὰ τοῦτο ἀπῳκίσθησαν, ἵνα διʼ οἰκείας ἐργασίας τὸν βίον αὐτοῖς πορίζωνται. ἐξουσίας ἤδη πᾶσιν οὔσης ἐργάζεσθαι οὐ γὰρ ἠδύναντο, πρὶν εἰς τὴν πόλιν καταφυγεῖν, ποιεῖν τι ὑπʼ ἄλλων ἀνάστατοι γεγονότες τῶν σφετέρων πατρίδων. πᾶσιν τοῖς τότε κατοικισθεῖσι.

τὰ τοῦ βίου τίθεσθαι ῥᾷον ἀφορμῶν εἵνεκα ἀφορμὰς ἐνταῦθα λέγει τοὺς πορισμοὺς, οὓς διὰ τῶν ἐργασιῶν ἔμελλον πορίζεσθαι πρός τε τὴν καθʼ ἡμέραν ζωὴν καὶ τὴν ἄλλην δαπάνην. ἀφορμὰς καλεῖ τὰ σπέρματα. τὰ τοῦ βίου δὲ τὴν τροφὴν καὶ τὴν ζωήν.

ἐκδέχεται δʼ ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα ἐπειδὴ ἡ τῶν Παναθηναίων ἑορτὴ διὰ τεσσάρων ἡμερῶν ἐγίνετο, διεῖλε καὶ αὐτὸς εἰς τέσσαρα μέρη τὸν λόγον. ἕως οὖν ὧδε τὸ πρῶτον μέρος ἐστὶ, καὶ τοῦ δευτέρου ἐνθένδεν ἄρχεται. ἐπειδὴ δὲ κρεῖττον μέρος ἐστὶ τοῦ λόγου τὸ τῶν πράξεων, διʼ ἃς ἐγκωμιαζόμενον μέγιστον δείκνυται, διὰ τοῦτο προσδοκωμένη πάλαι εἶπε, δεικνὺς ὡς ἐκ προοιμίων οἱ ἀκροαταὶ τουτουὶ ἐπεθύμουν. ὡς ἐπιθυμούντων τῶν ἀκροατῶν ἀκοῦσαι τὰς πράξεις, ἢ ἵνα δείξῃ ὅτι καὶ ἐκ προοιμίων ἐζήτουν ἀκοῦσαι τῶν πολεμικῶν. τινὲς δὲ λέγουσιν ὅτι εἰς τέσσαρα μέρη διεῖλε τὸν λόγον· ἐπειδὴ δὲ ἡ πανήγυρις τέσσαρας κατεῖχεν ἡμέρας, ἕως οὖν τῶν ἐνταῦθα τὸ πρῶτον μέρος λέγει, καὶ ἐντεῦθεν ἄρχεσθαι αὐτὸν τοῦ μεγάλου κεφαλαίου τῶν πράξεων. διὸ καὶ οἰκείως προσδοκωμένη προσέθηκεν. ἡ δὲ ἐκ πρόθεσις ἐκδέχεται ἀντὶ τοῦ τῆς διὰ ἐστίν. οὕτω γὰρ λέγεται διαδέχεται. μετὰ κινδύνων δὲ εἶπε, δεικνὺς ὅτι καὶ τὰ προειρημένα πράξεις ἦσαν, οὐ μέντοι μετὰ πολέμου· πολέμους γὰρ καλοῦσι τοὺς κινδύνους. ἐπιλαμβάνεται δὲ αὐτοῦ μετʼ ὀλίγον, καὶ τὰς πρώην πράξεις μετὰ κινδύνων δείκνυσιν. ἀνάγκη γὰρ τοὺς ἀποικίζοντας μάχεσθαι, ὅπως ἂν τῆς χώρας κρατήσωσιν. ἐκώλυον γὰρ οἱ βάρβαροι. αἱ μετὰ τῶν κινδύνων πράξεις καλῶς προσέθηκε τὸ καὶ μετὰ κινδύνων, δεικνὺς ὅτι καὶ τὰ προειρημένα πράξεις ἦσαν, οὐ μέντοι μετὰ πολέμου. ἐπιλαμβάνεται δὲ αὐτοῦ μετʼ ὀλίγον, καὶ τὰς πρώην πράξεις μετὰ κινδύνων δεικνύς. ἀνάγκη γὰρ αὐτοὺς ἀποικίζοντας μάχεσθαι, ὅπως ἂν κρατήσωσι τῆς χώρας. ἐκώλυον γὰρ οἱ βάρβαροι.

ἃς ἐγὼ δέδοικα, —ὅτε ἐπραγματεύετο παρεμφαίνει καὶ τὸ πλῆθος τῶν πράξεων καὶ τὸ ἀνδρεῖον τῶν Ἀθηναίων. ἐγὼ γὰρ, φησὶ, μᾶλλον ἔχω κίνδυνον ὁ λέγων ἢ Ἀθηναῖοι τότε, ὅτε ἐποίουν αὐτάς. τῇ πόλει κίνδυνον. τῶν ἔργων ἤγουν τῆς τούτων ἐργασίας.

οὐ μὴν ἀλλʼ ἀναγκαῖον ἅψασθαι καὶ τούτων ἤδη ὡς δίκαιον καὶ τοῦτο προστίθησι.

οἷς κατεσκεύασε τὸν βίον ἡμῖν τῷ σίτῳ καὶ τοῖς ἄλλοις. ἀποχρώντως ἀρκούντως.

ἄλλως τε καὶ πλείους μὲν ἔνι γὰρ πλείους μὲν, οὐ μείζω δὲ εἶναι. ἐνταῦθα δὲ ἄμφω.

συμπίπτει συνέρχεται. τῇ πάσῃ φιλανθρωπίᾳ τῆς πόλεως τῇ περὶ τοῦ δέχεσθαι τοὺς ἀτυχοῦντας.

ὥσθʼ ἡμῖν πάλιν ἀρχὴν ἐκ τελευτῆς ἐπανήκειν παυσάμενοι γὰρ περὶ τῆς φιλανθρωπίας λέγειν, πάλιν ταύτης ὥσπερ ἀρχόμεθα, περὶ πολέμων ἐγχειροῦντες λέγειν, οὓς ὑπὲρ τῶν ἀδικουμένων ἡ πόλις ἐποίει.

τοῦτο τὸ μέρος τῶν λόγων τὸ μετὰ κινδύνων.

ὅτι δεῆσαν χρείαν ἔχοντος. ἀντὶ τοῦ δεήσαντος· ἔστι δὲ Ἀττικόν.

ἀφʼ ὧν δʼ ἠρξάμεθʼ ἀρτίως τὸ κατὰ τοὺς Ἡρακλείδας πρόσθεν ἀρχὴν ποιησάμενος, ὅτε τὴν τῆς πόλεως φιλανθρωπίαν ἐνεχείρει διηγεῖσθαι, καὶ νῦν ἀρχὴν ποιεῖται τῶν πολεμικῶν πράξεων τουτουσί. καλῶς δὲ εἶπε τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους προσέθηκεν· οὐ γὰρ πάντες συνέπραττον αὐτῷ Πελοποννήσιοι. πάλιν βούλεται εἰπεῖν τὸν περὶ τῶν Ἡρακλειδῶν πόλεμον. τὸ γὰρ αὐτὸ ἐπιχείρημα καὶ εἰς τὴν ἀνατροφὴν ἐδέξατο, καὶ νῦν εἰς τὰς πράξεις· πολλάκις γὰρ ἔχομεν τὰ αὐτὰ ἐπιχειρήματα ἁρμόζοντα ἡμῖν εἰς διάφορα κεφάλαια.

τῆς ἐπὶ τῶν ἀγώνων ἐξετάσεως.

τοὺς σὺν Εὐρυσθεῖ Πελοποννησίους τὸ αὐτὸ παράδειγμα ἔλαβε καὶ νῦν, τὸ τῶν Ἡρακλειδῶν, ἀλλʼ ἐκεῖ μὲν τὴν φιλανθρωπίαν δεικνὺς διὰ τῆς ὑποδοχῆς, ἐνταῦθα δὲ τὴν ἀνδρείαν διὰ τοῦ πολέμου. καλῶς δὲ τοὺς σὺν Εὐρυσθεῖ· οὐδὲ γὰρ πάντες αὐτῷ συνέπραττον. τὸ δὲ μεθʼ ὅσου θαυμαστικὸν τὸ ὄνομα. μεθʼ ὅσου τοῦ κρείττονος μεθʼ ὅσης τῆς ἐπάρσεως. ἤγουν μετὰ μείζονος τῆς παρασκευῆς ἢ ἐκεῖνος ταύτῃ ἀντέστη.

τὸ πρᾶγμα τὸ κατʼ ἐκεῖνον. τουτέστι τὸ δεινόν. αὔξει δὲ αὐτὸ, ἵνα τὸ τῶν Ἀθηναίων ὑψώσῃ κατόρθωμα, ἐπὶ τυράννου καὶ δημοκρατίας τοῦτο λαμβάνειν. τὸ πρᾶγμα ὡς μετέθηκεν τοῦτο δηλονότι εἴπομεν.

τοῦτον εἰς τοῦτʼ ἤγαγεν ἡ πόλις. ὥστʼ αὐτὸν οἴκοι ταφῆς μὴ τυχεῖν ἀκούσας Εὐρυσθεὺς, ὑπʼ Ἀθηναίων Ἡρακλείδας δεδέχθαι, κατὰ τῆς πόλεως ἐστράτευσε· συμβαλόντες οὖν αὐτῷ ἐν τῇ Ἀττικῇ Ἀθηναῖοι οὐ μόνον ἐνίκησαν, ἀλλὰ καὶ τοῦτον τοῦ ζῆν ἀπεστέρησαν. ἐνταῦθα γοῦν ἀναιρεθεὶς τέθαπται. τὸ δὲ παρʼ ἀξίαν εἶπε, δεικνὺς αὐτὸν οὐκ ἄξιον ὄντα βασιλεύειν, τοιοῦτον ὄντα, καὶ ἀνηλεῶς τῇ βασιλείᾳ χρώμενον. ἐν γὰρ τῇ ὁδῷ τέθαπται, ἵνα ὑπὸ τῶν παριόντων καταπατῆται· ἐλεεινὸν δὲ διὰ τούτου τὸν θάνατον αὐτοῦ δείκνυσι. τῆς ἐξουσίας τῆς βασιλικῆς· τοῦ γὰρ Ἡρακλέους ἦν ἡ βασιλεία τῶν Πελοποννησίων. παρʼ ἀξίαν ἐπειδὴ ταύτῃ κακῶς ἐχρῆτο.

τὴν τελευτὴν ἡ πόλις εὗρε κατʼ ἀξίαν αὐτοῦ κρείττων γέγονεν, ἀξίως τοῦτον καταβαλοῦσα. αὕτη γὰρ ὕστερον αὐτοῦ κρείττων γέγονεν, ἀξίως τούτους καταβαλοῦσα. ἀντὶ τοῦ ἐν καλῷ καὶ συμφέροντι, οὐχ ἑαυτοῦ, ἀλλὰ τῶν ἀδικουμένων. τοῦτʼ νοητέον τὸ τοῦτο ἀντὶ τοῦ κατὰ τῶν Ἡρακλειδῶν ταῖς πόλεσιν ἀπειλεῖν, εἰ τουτουσὶ δέξονται, καὶ πόλεμον συνάψαι τῇ τῶν Ἀθηναίων πόλει δεξαμένῃ. τοῦτʼ ἄρʼ ἐκεῖνος ἐν καιρῷ μόνον ὕβρισε ἔδει γὰρ αὐτὸν, ὡς παρʼ ἀξίαν εὐτυχοῦντα, καθαιρεθῆναι.

τοῖς γὰρ ὑπάρχουσι ἤγουν τῇ προσούσῃ αὐτῷ δυναστείᾳ. τῷ πλούτῳ καὶ τῇ ἐξουσίᾳ. ἔδωκε δίκην τῇ πόλει.

ἐκρίθη εἰκότως εἶπε τὸ ἐκρίθη, δηλῶν ὡς δικαίως ὁ τούτου θάνατος γέγονε, καὶ ὥσπερ ὑπὸ κρίσεως. τῶν ἱκετευσάντων τῶν Ἡρακλειδῶν.

τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὥσπερ ἀντέπεσεν αὐτῷ· τί γὰρ ἔπασχον Πελοποννήσιοι; φησὶν οὖν ὅτι δυσχερέστερον οὗτοι τῶν Ἡρακλειδῶν ἠτύχουν ἐδούλευον γὰρ τῷ Εὐρυσθεῖ.

ἀπορρηθὲν ἀπαγορευθὲν παρὰ τοῦ Εὐρυσθέως. πάλιν Ἀττικῶς, ἀντὶ τοῦ ἀπορρηθέντος καὶ ἀπειληθέντος. οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο ἐδέξατο γὰρ αὐτούς. οἱ δʼ οὐκ εἶχον, ὅπως μὴ ποιήσωσι τὸ κελευόμενον αἱ δύο ἀρνήσεις μίαν ποιοῦσι συγκατάθεσιν.

ὅπως μὴ ποιήσωσι τὸ κελευόμενον τὸ μὴ τούτους δέξασθαι. ἐν μέσῃ τῇ Βοιωτίᾳ εἰς Θήβας.

καὶ τἄλλα μέντοι τῆς πόλεως καλῶς εἶπε τὸ καὶ τἄλλα μέντοι τῆς πόλεως· ἐπειδὴ γὰρ τῆς πόλεως ἔργον εἶπεν, ἵνα μή τις νομίσῃ, ὧν … γέγονεν ἔργον, τὰ δὲ ἄλλα μετὰ συμμάχων ἐποίει, διὰ τοῦτο προσέθηκε καὶ τἄλλα μέντοι τῆς πόλεως, δεικνὺς, ὡς πάντα αὐτὴ μόνη κατείργαστο. εἰ δὲ καὶ συμμάχους ποτὲ παρέλαβεν, αὕτη μὲν τὸ πᾶν τῆς νίκης ἐποίει, οἱ δὲ τοσοῦτον μικρὸν συνετέλουν, ὅσον ἂν εἰ ἀπῆσαν. ὃ ἔργον. τῷ μὲν ἀκοῦσαι ἤγουν ἐκ μόνης ἀκοῆς ψιλῆς. τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων Ἀργεῖοι γὰρ αὐτοὺς ἱκέτευσαν, ὅπως ἐλθόντες τοὺς σὺν Πολυνείκει κατὰ θηβῶν ἐστρατευκότας, κἀκεῖσε πεσόντας θάψωσιν· ἀτάφους γὰρ οἱ Θηβαῖοι εἴασαν.

τῷ σχήματι τῆς εὐεργεσίας θεοῦ γὰρ καὶ ὅσιον ὑπὲρ τῶν θανόντων σπουδάζειν. τῷ εἴδει. πάλιν δὲ καὶ ἐνταῦθα δείκνυσι … πλοῦν ἐν ἑνὶ τὸ εὐεργέτημα. ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας δίκαιον γὰρ πάντας ἀνθρώπους θάπτεσθαι, κἂν τὰ δεινότατα πράξωσιν· ἡ γὰρ τελευτὴ πρὸς ἔλεον ἄγει.

τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας καλῶς εἶπε τὸ δυστυχήσαντας, διαβάλλων μὲν τοὺς Θηβαίους, ὡς τύχῃ, καὶ οὐκ ἀρετῇ, νενικηκότας, ὑπὲρ δὲ τῶν Ἀργείων ἀπολογούμενος, ὡς τύχῃ, καὶ οὐκ ἀνδρείᾳ, πεσόντων.

τὴν ὕβριν ἀντὶ τοῦ τὴν ὠμότητα. καλῶς δὲ εἶπε δυστυχήσαντας, ἵνα διαβάλῃ τὴν τῶν Θηβαίων νίκην, ὅτι τύχῃ καὶ οὐκ ἀνδρείᾳ νενικήκασιν. τῶν ταῦτα τετολμηκότων Θηβαίων. τῶν Θηβαίων. οὐδʼ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν, ἐπίασιν ἤγουν οὐδʼ οἷα κατὰ γνώμης αὐτῶν ἐπέσχετο ποιεῖν πρὸς τοὺς ὑπʼ αὐτῶν κατενεχθέντας. λέγει δὲ ἀτάφους ἐᾶν.

τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες ἤγουν τῷ εἰδότι τὸ πρᾶγμα κάλλιστον καὶ ὅσιον ὄν· λέγει δὲ τὸ ὑπὲρ τῶν θανόντων σπουδάζειν. ἢ τῷ συνειδότι τοῦ κρείττονος ἀντὶ τοῦ τῇ θείᾳ βουλήσει νοητέον, ἵνα λέγει, τοὺς Ἀθηναίους ἐλπίσαντας νικήσειν τῷ συμβούλεσθαι αὐτοῖς ταῦτα τὸ θεῖον· θεοῦ γὰρ βουλὴ τυγχάνειν ταφῆς ἅπαντας. ἀντὶ τοῦ τῷ ἀνδρείῳ ἐπιστρέψαντες. καὶ Θουκυδίδης ἐχρήσατο τῷ ὁμοίῳ ἐνθυμήματι ἐν τῷ ἐπιταφίῳ.

ὑπὲρ τοῦ κοινοῦ νόμου νόμος γὰρ κοινὸς, πάντας ἀνθρώπους θάπτεσθαι. τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν οὐδεὶς ἁπλῶς τὰ γενόμενα, ἤτοι κατορθούμενα λέγειν καὶ διηγεῖσθαι χρὴ, ἀλλʼ ἀναφέρειν τὸ πραχθὲν εἴς τι μέρος τῆς ἀρετῆς, ὥσπερ ἐνταῦθα ὁμοῦ καὶ ἀνδρείας καὶ δικαιοσύνης ἐχόμενον δείκνυσι τὸ γενόμενον. τοῖς μὲν τοῖς θανοῦσι. τὴν τιμὴν ἤγουν τὸ θάψαι. τοῖς δὲ τοῖς Θηβαίοις.

ἀπέδοσαν εἰκότως ἔχει τὸ ἀπέδοσαν· ἄξιοι γὰρ Θηβαῖοι μὲν τιμωρίας, ὡς ἀνόσιοι, Ἀργεῖοι δὲ τιμῆς, ὡς ἀδίκως ῥιφέντες· διὸ καὶ ἀμφότεροι τῶν ὀφειλομένων ἔτυχον. βοηθείας ἕνεκα.

ὥσπερ ἐκ δυοῖν ποδοῖν τὸ ἐκ δυοῖν ποδοῖν παροιμία ἐπὶ τῶν πάνυ σπουδαζόντων λεγομένη· καὶ οὐχ ὅτι οἱ μὴ σπεύδοντες ἑνὶ μόνῳ χρῶνται ποδί. πῶς γάρ; ἀλλὰ τὸ λέγειν ἐκ δυοῖν ἔμφασιν ἔχει μεγάλης σπουδῆς· ἄλλως τε καὶ οἱ μὴ σπουδάζοντες, εἰ καὶ δυσὶ χρῶνται ποσὶν, ἀλλʼ ἑνὸς τάχος παρέχονται. ἀντὶ τοῦ ταχέως καὶ ἀσφαλῶς, ἐκ μεταφορᾶς τῶν πλοίων· ἢ ἀντὶ τοῦ προθύμως καὶ ἀνενδοιάστως· παρὰ τοὺς σπεύδοντας ἀμφοτέροις ἐπείγεσθαι τοῖς ποσίν. ἢ ἀντὶ τοῦ δύο πηδαλίοις, ἵνα ᾖ ὅμοιον τῷ ἐπὶ δυοῖν ὁρμεῖν ἔδοξαν. παροιμία δέ ἐστιν ἐπὶ τάχους λεγομένη.

οὐχ ὅσον λανθάνειν ἡ γὰρ μικρὰ ὑπεροχὴ λανθάνει διὰ σμικρότητα. ἐπειδὴ εἰώθασι τὰ μικρὰ λανθάνειν. τὴν ὑπερβολὴν ἐμφαίνει τῶν πράξεων. ὡς ἐπὶ παραδείγματος τοῦτό φησιν· ὥσπερ γὰρ, φησὶν, ἐάν τις τινὸς ἐλλογιμώτερός ἐστιν ἐν μικρῷ, οὐκ ἔστιν ἐπιφανὴς, ὁ δὲ πολὺ προέχων ἐν τῇ σοφίᾳ λήθην ποιεῖ τοῦ εἶναι τοῦ ἑτέρου ἐλλόγιμος, οὕτω καὶ ἡ πόλις προέχουσα τῶν λοιπῶν πόλεων, μεγάλως εὐτελεῖς ἐκείνους ἀποδείκνυσιν. εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας φιλανθρωπίας εἰπὼν, ὥσπερ ἐπιδιορθοῦται, καὶ φησὶ δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας, ἵνα μή τις εἶπε ὡς καὶ τοὺς ἀδικοῦντας καταφεύγοντας ἐδέχοντο. τὸ σχῆμα διορθωτικόν. φησὶ δὲ δικαιοσύνην ἀντὶ τῆς φιλανθρωπίας, τὸ γένος ἀντὶ τοῦ μέρους δηλῶν. τῆς γὰρ δικαιοσύνης μέρος ἡ φιλανθρωπία.

ὥσπερ γὰρ κήρυκες μεταφορικῶς εἶπεν αὐτοὺς κήρυκας ὀνομάσας τοὺς καταφεύγοντας. καὶ πάλιν οἰκείως τούτου ἐπήνεγκεν τὴν ἀνάρρησιν, τουτέστι τὴν ἀναγόρευσιν, ὅπερ ἐστὶ κύριον κήρυκος. τὸ δὲ ἀπʼ αὐτῶν τῶν ἔργων, καὶ οὐ διὰ τῆς φωνῆς κηρύξαντες. ἅπαντες οὗτοι οὓς εὖ ποιεῖ.

τὴν ἀνάρρησιν ἀναγόρευσιν.

ἀμείνους τὸ ἀμείνους ἐνταῦθα ἀνδρειοτέρους ἔλαβεν, ἵνα δείξῃ πάλιν τὸ δίκαιον καὶ τὸ ἀνδρεῖον τῶν Ἀθηναίων,

ἀριθμὸν πληρούσας τουτέστι μόνον ὄνομα ἐχούσας.

τὴν δʼ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν, ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς τὸ ἐν χωρίοις ἀνέχουσαν, καὶ τὸ ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, οὐκ ἔστι πρὸς τὸ τήνδε, ἀλλὰ πρὸς τὸ παράδειγμα, τὸ ὥσπερ πόλιν. ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς ἤγουν ὥσπερ ὑψηλή ἐστι τῇ θέσει, οὕτω καὶ τῷ βούλεσθαι.

τῶν μὲν τὰ δίκαια τιμώντων ἰστέον δὲ ὅτι τοῖς μὲν τὰ δίκαια τιμῶσι τὸ καταφρονεῖσθαι ἕπεται διʼ ἡμερότητα, τοῖς δὲ δύναμιν ἔχουσι τὸ μηδενὶ εἴκειν διʼ αὐτὸ τοῦτο. ἡ οὖν τῶν Ἀθηναίων πόλις, ὡς Ἀριστείδης φησὶ, τὴν ἑκατέρου δοκοῦσαν φαυλότητα εἰς ἐπανόρθωσιν ἑκατέρου κέκτηται, τὴν μὲν ἐκ τῆς δικαιοσύνης ἡμερότητα τῇ δυνάμει μίξασα, τὸ δὲ τῆς δυνάμεως καρτερὸν τῇ δικαιοσύνῃ, ἵνα διʼ ἀμφοτέρων θαυμαζομένη ἐν οὐδετέρῳ κακίζηται. ἔστι δὲ τοῦτο τὸ σχῆμα ὥσπερ χιαστόν. δικαιοσύνης ἡμερότης ἀνδρείας καρτερόν.τὸ σχῆμα τοῦτο χιαστὸν ἐκλήθη· διότι δύο προτάσεων οὐσῶν, τοῦ τε δικαίου καὶ τοῦ δυνατοῦ, ὃ μὲν ἔδει τῷ δικαίῳ ἀποδοῦναι, τοῦτο ἀπένειμε τῷ δυνατῷ, ὃ δὲ τῷ δυνατῷ, τῷ δικαίῳ πάλιν ἀντέθηκεν ἐναλλὰξ τὰς ἐννοίας. καλεῖται δὲ τὸ σχῆμα τοῦτο καὶ παρακειμένου κακοῦ ἀναίρεσις. λέγεται δὲ οὕτως, ἐπειδὴ παράκειται ὡς δικαίοις τὸ εὐχερῶς πάσχειν καὶ ἀδικεῖσθαι, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν. ἀνεῖλε δὲ τὴν ἑκατέρου κακίαν, οἷον, δικαία οὖσα, καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα, οὐκ ἀδικοῦσα. εἰ γὰρ καὶ ἐν τέλει ἔθηκε τὸ συγκριτικὸν τοῦ ὀνόματος, καὶ δοκεῖ συγκριτικὸν, ἀλλʼ οὐκ ἔστιν· ἦ γὰρ ἂν ὤφειλεν εἰπεῖν δικαιοτέραν, ἀλλʼ ὡς εἴρηται, παρακειμένου κακοῦ μεθοδεύει ἀναίρεσιν. τί οὖν θέλει τὸ νόημα; ἐπειδὴ παράκειται ὡς δικαίοις τὸ πάσχειν, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν, ἀνεῖλεν, ὡς εἴπομεν, τὴν ἑκατέρου κακίαν, ἀντὶ τοῦ δικαία, καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα, καὶ οὐκ ἀδικοῦσα. ἄλλοι δὲ λέγουσι τοῦτο τὸ σχῆμα διάλληλον, ἄλλοι δὲ ἐναγώνιον, παρὰ τὸ ἀγῶνα δοκεῖν ἔχειν τῇ ἐπαγωγῇ τῶν νοημάτων, ἕτεροι δὲ στρεπτόλυτον, παρὰ τὸ ἐκ τῶν ἀντιστρόφων λῦον τὰ λεγόμενα. δίκαιον δικαιότερον κατὰ στοῖχον τὸ σχῆμα καὶ διαγώνιον διαγώνιον κατὰ στοῖχον ἢ πλεκτὸν καὶ λυτὸν ἀνδρεῖον ἀνδρειότερονδυνατώτερον δικαιότερον δ β γ α δυνατὴ δικαίαὀχυρωτέραν ἀσφαλεστέραν.

τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι ἤγουν τῶν δυνατῶν. ἄμφω τὼ γένη τοὺς δυνατοὺς καὶ τοὺς δικαίους. γένη καλεῖ τὰ συστήματα, τοὺς ἀνδρείους καὶ τοὺς δικαίους. διʼ ἀμφοῖν νικᾶν τὸ διʼ ἀμφοῖν λέγει, ἢ διότι τοὺς δυνατοὺς καὶ τοὺς δικαίους νικᾷ τῷ παρὰ μέρος μὲν ἐκείνους εἶναι τοιούτους, αὐτὴν δὲ ἄμφω ταῦτα κεκτῆσθαι, ἢ καὶ διὰ τοῦτο μὲν, καὶ διότι μᾶλλον αὕτη ταῦτα ἔχει.

τῶν ἀρχαίων ἢ ὧν πρόσθεν ἐμνήσθη· ἐκεῖνα γὰρ μόνης φιλανθρωπίας ἦν· ἢ ἀρχαίων ἀντὶ τοῦ παλαιοῦ νοητέον. τῶν ἀρχαίων ἐξειλεγμένα ἵνα δείξῃ ὅτι πολλῶν ὄντων τὰ τίμια εἶπεν. πρὸς τοὺς ἑκάστοτε ἐπιόντας κατʼ αὐτῆς.

Ἀμαζόσι μὲν γὰρ Ἡρακλῆς ὑπʼ Εὐρυσθέως πεμφθεὶς τὸν ζωστῆρα Ἱππολύτης, τῆς τῶν Ἀμαζόνων στρατηγοῦ, εἴληφεν. ἀγανακτήσασαι οὖν αὗται τῆς Ἑλλάδος καταστρατεύονται, καὶ πολλὰς καταστρέψασαι πόλεις, ἐπεὶ μέχρι τῆς Ἀττικῆς ἦλθον, ὑπὸ τοῦ Θησέως, βασιλεύοντος Ἀθηναίων, κατεπολεμήθησαν· καὶ ὃς Ἱππολύτης λαβὼν καὶ συγγενόμενος ἔτεκε τὸν Ἱππόλυτον. οἰκοῦσι δὲ Ἀμαζόνες ἐν Σκυθίᾳ παρὰ τὸν Θερμώδοντα ποταμόν. Ἡρακλῆς ὑπʼ Εὐρυσθέως πεμφθεὶς τὸν ζωστῆρα Ἱππολύτης τῆς Ἀμαζόνος ἐκόμισεν. ἀγανακτήσασαι αἱ Ἀμαζόνες κατὰ τῆς Ἑλλάδος στρατεύονται, καὶ πολλὰς κατεστρέψαντο πόλεις. ἐλθούσας δὲ αὐτὰς πρὸ τῆς Ἀττικῆς ὁ Θησεὺς, βασιλεὺς ὢν, συμβαλὼν νενίκηκε, καὶ λαβὼν Ἱππολύτην συνεγένετο αὐτῇ, ἀφʼ ἧς ἐγέννησε τὸν Ἱππόλυτον· οἰκοῦσι δὲ ἐν τῇ Σκυθίᾳ αἱ Ἀμαζόνες παρὰ Θερμώδοντα ποταμόν. αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν οὐ γὰρ οἰκεῖον ταῖς γυναιξὶν ὅπλα φέρειν καὶ ἀνδρίζεσθαι. ἐπειδὴ οὐδὲν ἐδόκει μέγα εἶναι τὸ τῆς νίκης, εἰ γυναῖκας ἐνίκησε, λέγει τὰς τὴν οἰκείαν φύσιν παραδραμούσας, αὔξων αὐτῶν τὴν δύναμιν· γυναῖκες γὰρ οὖσαι τοῖς ἔργοις τοὺς ἄνδρας ἐνίκησαν. πλέον δὲ αὔξων εἶπεν, οὐδεὶς αὐταῖς ἀντᾶραι τετόλμηκε. λέγει δὲ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν· γυναῖκας γὰρ ὑπερέβαινε τὸ ταῦτα εἰπεῖν.

οὐδενὸς ἀνταίροντος ἀνθισταμένου αὐταῖς. τῶν μέχρι τῆς Ἀττικῆς κατοικούντων. ἀλλʼ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους ὥσπερ ἐπὶ τοῦ κύκλου ἀπὸ τοῦ κέντρου ἀρχόμενοι γραμμὰς ἐφʼ ἅπασι ποιοῦμεν τοῖς πέρασιν, οὕτω καὶ αὗται, ὥσπερ τι σημεῖον, καὶ κέντρον τοῦ Θερμώδου ποιησάμεναι, τοὺς ἑκασταχόσε οἰκοῦντας Ἕλληνας κατεστρέψαντο, τήν τε Ἀσίαν καὶ τὴν Εὐρώπην ὥσπερ ἥνωσαν τῇ καταστροφῇ. τοιαύτην γὰρ ἔμφασιν ἔχει τὸ ἐξισώκεσαν. καὶ γὰρ πρὶν αὐτὰς συνάψαι τοῖς ἔργοις, διῃρημέναι οὖσαι ἀνισότητα εἶχον αὐτῷ τῷ διῃρῆσθαι. ἀντὶ τοῦ ἐλέαναν νοητέον. πρὶν γὰρ τῆς τούτων ἐπιστρατείας δυσκόλως τις διὰ τῶν ἠπείρων ὥδευεν. ἐποίει δὲ τοῦτο τὰ ἐνοικοῦντα ἔθνη· ἃ πάντα καταστρεψάμεναι αὗται τὴν τραχύτητα τῆς ὁδοῦ ὥσπερ ἐξίσωσαν. τοῦτο κατὰ γεωμετρίαν εἶπεν. παντὸς γὰρ κύκλου αἱ ἀπὸ τοῦ κέντρου ἐμφερόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. ἀπὸ κοινοῦ δὲ τὸ ἐξισώκεσαν, τουτέστιν ἴσως ἦσαν νενικηκυῖαι.

ὥσπερ ἀπὸ σημείου τινός. τοῦ Θερμώδοντος ἐκ.

ὥσπερ ἐν στρατοπέδῳ στρατόπεδόν ἐστιν ὁ τόπος, ἐν ᾧ ἡ στρατιὰ ἵδρυται, καὶ ὁ τὰ κύκλῳ πάντα, ἃ στρατοπεδευόμενα νομίζονται. ἐν σκηνῇ. ἵνα δείξῃ τὸν δρόμον, ὅτι ἐσκήνουν μᾶλλον ἢ ἐμάχοντο.

τοῦ στρατοπέδου ἤγουν τῆς στρατοπεδεύσεως. ὥσπερ κάλω ῥαγέντος κάλων καὶ κάλος Ἀττικῶς κυρίως λέγεται ὁ σχοῖνος, ὃς ἀπέρχεται ἀπὸ τῆς κορυφῆς τοῦ ἱστοῦ τῆς νεὼς εἰς τὴν πρώραν. ὥσπερ κάλου ῥαγέντος γράφεται καὶ κάλω Ἀττικῶς ἀπὸ εὐθείας τῆς ὁ κάλως. τὸ δὲ ῥαγέντος ἐμφαίνει τοῦ δρόμου τὸν τόνον· σχοίνῳ γὰρ τὸν δρόμον παρέβαλε τεινομένῳ, καὶ τελευταῖον ῥαγέντι.

διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος μέχρι γὰρ τῆς Ἀττικῆς κρατοῦσαι ἐχώρουν. ἡ πόλις κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει τῇ φύσει λέγει αὐτῆς βεβοηθηκέναι, διὰ τὸ ὑπὸ γυναικῶν ἄνδρας ἡττᾶσθαι· τὸ δὲ κἀνταῦθα ὡς ἐπὶ τῶν Ἀργείων. κἀνταῦθα ὥσπερ καὶ ἐν ἄλλοις ἔργοις.

τῇ κοινῇ φύσει τῶν ἀνδρῶν δηλονότι. τὸ κοινῇ φύσει λέγει, ἢ διόυ οὐκ ἔδει ἄνδρας ὑπὸ γυναικῶν ἡττᾶσθαι, ὅπερ ἡ πόλις ἔπαυσεν· ἢ κοινῇ φύσει ἀντὶ τοῦ πᾶσιν ἀνθρώποις νοητέον· πάντας γὰρ αὗται κατέστρεφον. εἴ ποτε ἐγένοντο καθάπαξ γὰρ τότε τὸ σφῶν ἀπολώλει γένος οἶμαι δʼ οὐδὲ Θρᾷκας αὐτοῖς μέμψασθαι τῆς συμφορᾶς Εὔμολπος, Θρᾴκης βασιλεὺς, υἱὸς Ποσειδῶνος καὶ Χιόνης, τῆς Ἑρμοῦ, ἀμυνόμενος Ἀθηναίοις, ὡς ἡττηθέντος αὐτῷ τοῦ πατρὸς Ἀθηνᾷ τὴν περὶ τῆς πόλεως κρίσιν, ἐστράτευσε κατʼ αὐτῶν. μηκυνομένου δὲ τοῦ πολέμου, ἔχρησεν ὁ θεὸς, Ἐρεχθέα θῦσαι τὴν θυγατέρα Ἄγραυλον. καὶ τούτου γενομένου, ἔδοξεν Εὐμόλπῳ καταλῦσαι τὴν ἔχθραν. διὸ τὸ μὲν γένος αὐτοῦ ἀπʼ ἐκείνου κατέστη δικάζειν ἐν Ἐλευσῖνι τὰ περὶ ἀσεβείας καὶ ἀρχιερατεύειν. διὸ κήρυκας καὶ Εὐμολπίδας ἐνταῦθα ἔστιν ἀκούειν· τὸ δὲ τοῦ Ἐρεχθέως βασιλεύειν. ἰστέον δὲ ὅτι ἡ Ἔρσα καὶ Πανδρόσα, αἱ τῆς Ἀγραύλου ἀδελφαὶ, συνανεῖλον ἑαυτὰς τῇ ἀδελφῇ· ὅρκῳ γὰρ πρόσθεν ἑαυτὰς κατέλαβον κοινωνεῖν ἐν ἅπασι ταύτῃ. καὶ οὗτοι γὰρ ὥσπερ αἱ Ἀμαζόνες ἡττήθησαν· συμφορὰν γὰρ καλεῖ τὴν ἧτταν. ἔστι δὲ διπλῆ ἡ γραφὴ, αὐταῖς καὶ αὐτοῖς, καὶ διπλῆ ἡ ἐξήγησις. ἢ γὰρ αὐτοῖς οὐκ ἐμέμψαντο, ὡς ἀναξίως ἡττηθεῖσιν. ἢ αὐταῖς ἀνεμέμψαντο, ὡς καὶ αὐτοὶ ἡττηθέντες ὑπʼ αὐτῶν. ὁ γὰρ τὰ αὐτὰ πάσχων ἑτέρῳ ἐγκαλεῖν οὐ δύναται. κατὰ τὸν αὐτὸν δὲ χρόνον Θρᾷκες ἐστράτευσαν ἐπὶ ἀρ καθʼ ὃν καὶ οἱ ἑπτὰ, ὡς δηλοῖ ἐν Φοινίσσαις Εὐριπίδης, διὰ Τειρεσίου πρὸς Κρέοντα λέγων «Κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορὸς, οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ». δείκνυσι δὲ τὴν ἱστορίαν ταύτην προτέραν τῶν Ἀμαζόνων. ἔστι δὲ αὕτη. Εὔμολπος, ὁ βασιλεὺς Θρᾴκης, υἱὸς δὲ Ποσειδῶνος καὶ Χιόνης, ἀντιποιούμενος τῆς Ἀττικῆς, ὡς πατρῴου κτήματος, καὶ ὀργισθεὶς ὑπὲρ οὗ ἡττήθη ὁ πατὴρ αὐτοῦ, ἐστράτευσε κατὰ τῆς Ἀττικῆς. μηκυνομένου δὲ τοῦ πολέμου ἔδοξε καταλῦσαι τὴν ἔχθραν, καὶ τὸ μὲν γένος τὸ ἀπʼ ἐκείνου καταστῆσαι δικάζειν τὰ περὶ ἀσεβείας καὶ ἀρχιερατεύειν, τὸ δὲ τοῦ Ἐρεχθέως βασιλεύειν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, δικάζεσθαι πρὸς Εὐμολπίδας, φράζειν πρὸς τὸν βασιλέα.

τῆς συμφορᾶς ἕνεκεν τῆς ἑαυτῶν.

ὥσπερ ἂν εἰ τὴν θάλατταν ἐνεχείρουν περαιοῦσθαι πεζῇ ὥσπερ γὰρ τοῦτο ἀδύνατον, οὕτω καὶ τὴν πόλιν ὑπʼ αὐτῶν, ἢ ἄλλων ὡντινωνοῦν κατεστρατεῦφθαι.

ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται κοινὸν ἦν σῆμα ἐπὶ τοῦ τῆς Ἀθηναίων πόλεως προαστείου, εἰς ὃ τοὺς ἐκ τῶν πολέμων τετελευτηκότας ἔθαπτον, χρώμενοι ἐπὶ τὰς ταφὰς νόμῳ τοιῷδε· ὃς γὰρ ἐδόκει ἱκανώτατος λέγειν, ᾑρημένος παρὰ τῆς πόλεως ἔλεγεν ἐπʼ αὐτοὺς τὸν προσήκοντα ἔπαινον· καὶ πρῶτον μὲν τὴν τῆς πόλεως φιλανθρωπίαν καὶ τὰς πράξεις διηγεῖτο, εἶθʼ οὕτω καὶ τὴν τούτων ἀρετήν. ἐπειδὴ ἁρμόζει τοῦτο τὸ ἐπιχείρημα ἐπιταφίῳ, μέμφεται τοῖς ἐν τῷ ἐπιταφίῳ παραλιμπάνουσι τὸ λεγόμενον.

ἰδίᾳ πεφήνασιν ἐνταῦθα βουλόμενοί τινες χρήσασθαι συμφοραῖς ὑπὲρ τοῦ κοινοῦ πολλοὶ γὰρ ὑπὲρ τῆς πόλεως δεδώκασιν ἑαυτοὺς εἰς σφαγάς. τὸ δὲ χρήσασθαι εἶπεν, ὡς ἂν ἀπολαύσεως.

ᾧ γὰρ ἑώρων τρόπῳ—ἡνίκʼ ἂν ὁ καιρὸς καλοίη παράδειγμα τῆς εὐψυχίας ἐποιοῦντο τὴν πόλιν.

προσφέρεσθαι ὁμιλεῖν. ὥστε καὶ ἐκ τῶν κοινῶν καὶ ἐκ τῶν ἰδίων διπλῆν εἶναι τῇ πόλει τὴν ὅλην φιλοτιμίαν κοινῶν λέγει, ὧν ἐποίησεν ἡ πόλις, ἰδίων δὲ, ὧν ἕκαστος ἑαυτὸν ἐπιδέδωκε· διὸ καὶ τὴν εὐδοξίαν διπλῆν ἔχει ἡ πόλις.

ὃ δέ γε ἔτι τούτου μεῖζόν ἐστιν τοῦτο εἴπω δηλονότι.

λέγεται γὰρ Ἐρεχθεὺς μὲν τινὲς ἐνόμισαν, ὡς ξένου αὐτοῦ μνησθῆναι τοῦ Ἐρεχθέως διὰ τὸ πρὸ αὐτοῦ εἰρημένον· οὐκ ἔστι δὲ, ἀλλὰ περὶ πολιτῶν εἰπὼν ἄνω καὶ ξένων, πρῶτον μὲν περὶ πολιτῶν, δεύτερον δὲ περὶ τοῦ Ἐρεχθέως καὶ τοῦ Λεῶ, εἶτα καὶ περὶ ξένων, τοῦ Κόδρου. ἔχει γὰρ ὧδε· Θυμίλης ἐβασίλευσε τῆς Ἀττικῆς, ἐκ Θησέως καταγόμενος, ἐφʼ οὗ Βοιωτοὶ, Ξάνθου ἡγεμόνος αὐτῶν, ἐφιλονείκησαν πρὸς Ἀθηναίους περὶ χώρας τινὸς, καὶ ἔδοξε τοὺς ἐξ ἑκατέρου βασιλεῖς μονομαχῆσαι. ὁ Θυμίλης γηράσκων, καὶ μὴ δυνάμενος μαχέσεσθαι Μελάνθῳ τινι Μεσσηνίῳ, ἀπογόνῳ μὲν Νέστορος, πατρὶ δὲ Κόδρου, παρεχώρησε τῆς βασιλείας ἐπὶ τῷ μονομαχῆσαι. συμμαχοῦντος δὲ Διονύσου τῷ Ξάνθῳ ἐνεκάλει ὁ Μέλανθος αὐτῷ, ὡς μεθʼ ἑτέρου μαχομένῳ. στραφέντος ἐκείνου ἐπὶ τῷ ἰδεῖν τὸν μεθʼ ἑαυτοῦ βαλὼν ἀνεῖλεν. ὅθεν τὰ Ἀπατούρια τὴν ἑορτὴν ἄγουσιν Ἀθηναῖοι, διότι ἀπατήσας αὐτὸν ἀνεῖλεν. θυγατέρα λέγει τὴν Ἄγραυλον, περὶ ἧς καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ, καὶ τῶν τοῦ ἐφήβου τῆς Ἀγραύλου ὅρκων. αἱ δὲ ταύτης ἀδελφαὶ συνανεῖλον ἑαυτὰς τῇ ἀδελφῇ, ἥ τε Ἔρσα καὶ Πανδρόση. ὅρκῳ γὰρ ἀλλήλας κατέκλεισαν κοινωνῆσαι ἐν ἅπασιν ἑαυταῖς. τινὲς δὲ ἐνόμισαν ὡς ξένους αὐτῶν μεμνῆσθαι, τοῦ Ἐρεχθέως δὲ τὸ πρὸ αὐτοῦ εἰρημένον. οὐκ ἔστι δέ· ἀλλὰ περὶ πολιτῶν εἰπὼν ἄνω καὶ περὶ ξένων δύο, τρία ἐπάγει τὰ παραδείγματα, πολίτην μὲν τὸν Ἐρεχθέα, καὶ τὰς θυγατέρας αὐτοῦ, ξένον δὲ τὸν Κόδρον, εἰς βασιλείαν ξένον ὄντα. οὕτως Θυμοίτης ἐβασίλευσε τῆς Ἀττικῆς, ἐκ Θησέως καταγόμενος, ἐφʼ οὗ Βοιωτοὶ Ξάνθου ἡγουμένου αὐτῶν ἐφιλονείκησαν πρὸς Ἀθηναίους περὶ χωρίου τινὸς, καὶ ἔδοξε τοὺς ἐξ ἑκατέρων βασιλεῖς μονομαχῆσαι. ὁ Θυμοίτης δὲ γεγηρακὼς, καὶ μὴ δυνάμενος ἀγωνίσασθαι Μελάνθῳ τινὶ Μεσσηνίῳ, ἀπογόνῳ τοῦ Νέστορος, παρεχώρησε τὴν βασιλείαν ἐπὶ τῷ μονομαχῆσαι. φανέντος δὲ τοῦ Διονύσου, ἐνεκάλει ὁ Μέλανθος τῷ Ξάνθῳ, ὡς μεθʼ ἑτέρου μαχομένῳ. ἐκείνου δὲ στραφέντος ἐπὶ τῷ ἰδεῖν τὸν μεθʼ ἑαυτοῦ, βαλὼν ἀνεῖλεν· ὅθεν τὰ Ἀπατούρια τὴν ἑορτὴν ἄγουσιν Ἀθηναῖοι. τοῦ δὲ Μελάνθου παῖς γίνεται Κόδρος.

προσαγαγεῖν δʼ λέγεται.

Λεὼς δὲ ὅμοια τούτῳ βουλεύσας ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ λοιμοῦ ποτε καταλαβόντος τὰς Ἀθήνας, ἔχρησεν ὁ θεὸς, μὴ παύσεσθαι τὸ δεινὸν, πρὶν ἂν τῶν πολιτῶν τις τὰ ἑαυτοῦ τέκνα ἐπιδῷ πρὸς ἀναίρεσιν. Λεώς τις ἔχων τρεῖς θυγατέρας, Φρασιθέαν, Θεοπόμπην καὶ Εὐβούλην, προθύμως ἐπιδέδωκεν. ὅθεν αὐταῖς τὸ ἱερὸν ᾠκοδομήθη, τὸ καλούμενον Λεωκόριον.

ἐκστῆναι τῶν θυγατέρων λέγεται. Κόδρος δὲ ἐν τῷ πρὸς Δωριέας πολέμῳ Ἀθηναίων καὶ Λακεδαιμονίων πολεμούντων, ἔχρησεν ὁ θεὸς, τοὺς καταρχομένους τῆς μάχης ἡττᾶσθαι. προσποιησάμενος οὖν προσαιτεῖν ὁ Κόδρος ἀπῆλθε πρὸς Λακεδαιμονίους παροξύνων αὐτοὺς εἰς πόλεμον. εἶτα ἐκεῖνοι ἀγνοήσαντες ἀνεῖλον αὐτὸν, καὶ οὕτως ἡττήθησαν.

αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν οὐ γὰρ ἠνάγκαζεν αὐτὸν ὁ χρησμὸς, ὡς Ἐρεχθέα καὶ Λεών.

οἷς ὑπάρχει τοιαῦτα τῶν σφετέρων διηγήσασθαι τοῖς Θηβαίοις. καὶ γὰρ ἐν αὐτοῖς Μενοικεὺς, ὁ Κρέοντος, ὑπὲρ τῆς πόλεως ἑκὼν ἑαυτὸν ἀνεῖλε· τὸ δὲ σφετέρων ἢ πολιτῶν νοητέον ἢ πραγμάτων. ἀντέπιπτεν αὐτῷ· ἀλλὰ Κρέων ἐν Θήβαις Μενοικέα τὸν υἱὸν ἐπιδέδωκεν εἰς σφαγὴν ὑπὲρ τῆς πόλεως· λύει οὖν αὐτὸ λέγων· ἀλλʼ ἀρχηγὸς ἡ πόλις γέγονε τούτου. ἠρίστευσε δὲ Κρέων τὴν Ἀθηναίων πόλιν ἔχων διδάσκαλον. οἷον κἂν ἔχωσιν εἰπεῖν Ἀργείους καὶ Θηβαίους, ὅτι ὑπὲρ αὐτῶν ἀποθνήσκειν ᾑρήσαντο, τούτων τῶν παρʼ ἡμῶν μείζων οὐ γεγένηται παρʼ αὐτοῖς. ἀλλʼ ἀρχηγὸς, φησὶ, τούτων ἐγένετο ἡ πόλις, ὥστε κατὰ μίμησιν ἐκεῖνοι ἐπέδωκαν ἑαυτούς. οὐ πρὸς τὸ ξένον δὲ ἀπήντησεν, ἀλλὰ προέταξε πρῶτον τοὺς πολίτας, ὕστερον δὲ λέγει περὶ τῶν ξένων· ἔνθα λέγει τὸν Κόδρον· ἐπαινεῖ δὲ πάλιν τὸ ἀνδρεῖον.

τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρʼ ἡμῖν ἅπαξ γὰρ τοῦτο ἐν ἑαυτοῖς, ἐν ἡμῖν δὲ πολλάκις γέγονεν.

τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν ἐκεῖνοι γὰρ ἐξ ἡμῶν τοῦτʼ ἐμιμήσαντο. διὰ τοσούτων ὧν ἔφημεν. ἔτι πλειόνων τῶν παραδειγμάτων ἃ διὰ τὸ πλῆθος παρήκαμεν.

μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν, μήτʼ ἰδίαν ἀλλὰ κοινῇ καὶ ἰδίᾳ μέγιστα φιλοτιμήματα γέγονεν. οὐ τοίνυν τῶν μὲν ἄλλων βούλεται δεῖξαι καὶ τὴν πόλιν τῆς προθυμίας αὐτοὺς ἀμειψαμένην. οὐ γὰρ μόνον τῶν πολεμίων ἐκράτει, ἀλλʼ οὐδὲ τῶν εὖ ποιησάντων ἡττήθη. οὐκ ἐφάνη, φησὶν, ἀγνώμων ἡ πόλις πρὸς αὐτοὺς, ἀλλὰ χάριτας ἀποδέδωκεν.

οὐδὲ καθʼ ἓν ἡττᾶσθαι τινὸς πόλεως.

κεκρατηκέναι τῇ πόλει.

Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας τὸν γὰρ Μέδοντα βασιλέα κατέστησε τῆς πόλεως, χωλὸν ὄντα, καὶ μὴ δυνάμενον ἐξελθεῖν. Νηλεὺς δὲ ὁ ἀδελφὸς αὐτοῦ τῆς Ἰώνων ἀποικίας ἡγήσατο ἐν Μιλήτῳ. τὸν μὲν γὰρ Μέδοντα βασιλέα κατέστησε, χωλὸν ὄντα, καὶ μὴ δυνάμενον τῆς πατρίδος διεξελθεῖν. ὁ δὲ Νηλεὺς τῆς Ἰώνων ἡγήσατο ἐν Μιλήτῳ, ἀδελφὸς ὢν αὐτοῦ. ἐπειδὴ δὲ ἐτεθνήκει Κόδρος, οἱ τούτου παῖδες τὴν δωρεὰν ἐκομίσαντο.

κἀν τῇ ὑπερορίᾳ τῇ ἀποικίᾳ.

τῶν κορῶν τοῦ Λεῶ.

πάρεδρον ἀντὶ τοῦ ἱερέα. δεινῶς δὲ εἶπε πάρεδρον, οἱονεὶ συγκαθήμενον.

καὶ ταῦτα μὲν ἡμῖν τὸν λόγον τὸν περὶ τῶν πράξεων διεῖλεν εἴς τε τοὺς ἀγῶνας τοὺς ὑπὲρ τῶν καταφευγόντων εἰς αὐτὴν, καὶ τοὺς ὑπὲρ αὐτῆς. ἔνθα καὶ μέμνηται τῶν ἰδίως προθυμηθέντων ὑπὲρ αὐτῆς ἀποθανεῖν, πολιτῶν τε καὶ ξένων. πάλιν δὲ τὸν τῶν Ἀθηναίων πόλεμον διαιρεῖ εἴς τε τὰς μετὰ τῶν ἄλλων Ἑλλήνων πράξεις, καὶ εἰς ἃς αὐτοὶ μόνοι ἐπεδείξαντο. ἐπιλογίζεται δὲ ἐνταῦθα· εἶτα εὐθὺς προοιμιάζεται περὶ τῶν νέων πολέμων. πρὸς τοὺς ἔξωθεν Ἕλληνας.

τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἧς εἶχον. ἐν τοῖς ἐπείγουσι ἀναγκαίοις πράγμασι.

ἐπιφανῶν τε ἵνα μὴ ἁπλῶς δείξῃ εὐτελεῖς τοὺς ἐπιδόντας ἑαυτοὺς, εἶπε τὸ ἐπιφανῶν, τουτέστι δυνατῶν. ὡς ἀλλήλοις ὡμίλουν τὰ πάντα σχεδὸν τῶν βιβλίων ἀλλήλους ἔχουσιν, ὅπερ ἐστὶ σόλοικον κατὰ σύνταξιν, καί μοι δοκεῖ σφάλμα εἶναι τῶν ἀντιγράφων. εὕρηται γὰρ ἔν τινι βιβλίῳ παλαιῷ καὶ τοῖς πᾶσιν εὖ ἔχοντα ἀλλήλοις ὠμίλλουν· καὶ ἔστι τοῦτο ἀληθές, λέγει δὲ καὶ αὖ· δείγματα ὑπάρχουσι τῶν ἐν αὐτῇ προεχόντων καὶ ἐλαττόνων, πῶς ἀλλήλοις ὠμίλλουν· ἢ διετίθεντο καὶ διέκειντο καὶ ἐχρῶντο οἵ τε προέχοντες τοῖς ἐλάττοσι, καὶ οἱ ἐλάττους τοῖς προέχουσιν.

ὅπως ἂν συμπίπτοι τῷ λόγῳ συνάφειαν ἔχῃ. ἤγουν ἵνα συνάφειαν καὶ ἁρμονίαν ἔχωσιν. τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν ἤγουν ἵνα μὴ παρενέγκωμεν καὶ ἐξάγωμεν αὐτὰς τοῦ προσήκοντος χρόνου, ἀλλʼ ἀκολούθως καὶ μετὰ συνεχείας εἴπωμεν. ἤγουν ἕνεκα τοῦ μὴ πολλὴν διάστασιν τούτων ἐργάσασθαι, ἀλλʼ ὥσπερ ἐφεξῆς καὶ κατὰ συνέχειαν γεγόνασιν, οὕτω καὶ τὸν περὶ αὐτῶν ἀποδοῦναι λόγον. ἀντὶ τοῦ μὴ τὰ πρῶτα ὕστερον λέγειν, καὶ τὰ ὕστερα πρῶτα διηγεῖσθαι.

ἔξεστι δʼ ἀκούοντας ἐπʼ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια ἵνα μὴ μηκύνῃ τὸν λόγον ἐν τῇ τῶν ἀκροατῶν κρίσει καταλιμπάνει τὸ πρᾶγμα, καί φησιν, ὅτε λέγω τὰ Περσικὰ, ὑπονοεῖτε εἶναι κοινόν. ὑπὲρ γὰρ τῆς Ἑλλάδος εἰργάσατο. ὅτε περὶ Θηβαίων, ἢ ἄλλων, μερικόν· ὑπὲρ γὰρ τῆς οἰκείας αὐτῇ χώρας πρὸς τούτους ἐμαχέσατο.

εἰ μὲν οὖν περὶ ἄλλης τινὸς τεχνικὸν τὸ προοιμιάζεσθαι, μὴ μόνον κεφαλαίων ἀρχομένων, ἀλλὰ καί τινων πράξεων· ὅπερ καὶ ἐνταῦθα ὁ ῥήτωρ ποιεῖ. αὔξησιν γάρ τινα βούλεται καὶ μέγεθος περιθεῖναι τῷ λόγῳ ἐν τοῖς πράγμασιν. ἐπεὶ δὲ ἅπτεσθαι μέλλει τῶν Περσικῶν, ταῦτα δὲ μείζω παντὸς ἄλλου ἔργου τοῖς Ἀθηναίοις γεγόνασιν, ὥσπερ προαγορεύει πᾶσι μὴ δυσχερῶς ἔχειν, εἰ μὴ περὶ τῶν ἀρχαίων μνησθείη. ἰστέον δὲ ὅτι ἢ ἔστι τινὰ πρὸ αὐτῶν ἔργα τῆς πόλεως μικρὰ καὶ διὰ τοῦτο τοῦτόν φασιν, ἢ οὐκ ἔστιν, ἀλλὰ τεχνικῶς σοφίζεται, ἵνα τὸ τῶν ἐγκωμίων μέγεθος δείξῃ· καὶ γὰρ πρὸ τῶν ἐν Μαραθῶνι μίαν διέξεισι πρᾶξιν τὴν περὶ τῶν τριῶν ἐθνῶν. ἔστι δὲ τοιαύτη· ἐπιχειροῦντος τὴν βουλὴν διαφθείρειν Κλεισθένους, ἐξήλασαν τοῦτον Ἀθηναῖοι. ὀργισθεὶς ἐκεῖνος στρατεύεται κατὰ Ἀθηναίων, Λακεδαιμονίους συμμάχους προσειληφὼς, ὧν ἦρχε Δημάρατος, καὶ Βοιωτοὺς καὶ Εὐβοέας. εἶτα οἱ μὲν Λακεδαιμόνιοι ἀναβαλλόμενοι τὴν συμμαχίαν ἀνεχώρησαν, οἱ δὲ Ἀθηναῖοι τῇ αὐτῇ ἡμέρᾳ τῶν μὲν Βοιωτῶν συμβαλλόντων ἐν τῇ Ἀττικῇ ἐκράτησαν, πρὸς δὲ τὴν Εὔβοιαν πέμψαντες τούς τε Εὐβοέας κατεστρέψαντο, καὶ τἀκείνῃ κατὰ κράτος διέφθειραν. διὰ δὲ τοῦ εἰπεῖν τριῶν ἐθνῶν τῶν μεγίστων αὔξει τὸν πόλεμον. τεχνικὸν τὸ προοιμιάζεσθαι, μὴ μόνων κεφαλαίων ἀρχομένων τεχνικῶς, ἀλλὰ καὶ πράξεων. ὅπερ κἀνταῦθα ὁ ῥήτωρ πεποίηκεν. αὔξησιν γάρ τινα καὶ μέγεθος βούλεται παραθεῖναι τοῖς πράγμασι. μέλλων γὰρ ἅπτεσθαι τῶν Περσικῶν παραιτεῖται συγγνώμην αἰτῶν, εἰ μὴ περὶ τῶν ἀρχαιοτέρων δύναται μνησθῆναι. πρὸ μέντοι τῶν ἐν Μαραθῶνι μίαν διέξεισι πρᾶξιν, τὴν περὶ τῶν τριῶν ἐθνῶν, περὶ ὧν ἑξῆς φησι. οὐκ ἂν ἦν παρελθεῖν, ἃς νῦν δεήσει, πράξεις τὸ σχῆμα ἐγκωμιαστικόν. σοφίζεται δέ. οὐδὲ γὰρ παραλιμπάνει, ἀλλὰ ὑποκρίνεται, βουλόμενος δεῖξαι τὸ πλῆθος τῶν ἐγκωμίων.

οἵας ἄν τις ἐζήτησε εἰς ἐγκώμιον.

τὰ νικήσαντα τὰ δόξαντα καλλίω λεχθῆναι.

μᾶλλον δʼ ὑπὲρ μόνης· πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν τὸ διαφέρειν τοῦτο τῶν ἄνω λέγωμεν, ὅτι ἐπειδὴ ἐν τῷ προειρημένῳ ᾐνίξατο, ὡς καὶ ἄλλων ἐπαινεθεισῶν πόλεων σὺν αὐτῇ, ἐνταῦθα πλέον τῶν πασῶν αὐτὴν ἐπαινεθεῖσαν ἀποδεῖξαι προείρηται.

ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν οὐκ εἶπε τὰ μικρὰ, ἀλλὰ τὰ πλεῖστα, ὡς καὶ αὐτῶν ὄντων μεγάλων.

ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν εἰ ἐνεδέχετο.

ἁ ἑτέροις γʼ ἂν ἤρκει καὶ μόνα εἰς ἐγκώμιον. τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων αὔξει τὸν πόλεμον, εἰπὼν, τριῶν ἐθνῶν τῶν μεγίστων εἰς ἓν γινόμενον. ἡ δὲ ἐπὶ πρόθεσις ἀντὶ τῆς κατὰ ἐστίν, ὡς καὶ παρὰ Δημοσθένει. ἐν δὲ τῇ μάχῃ ταύτῃ ἡγεῖτο τοῦ στρατοῦ Δημάρατος, Λακεδαιμονίων βασιλεύς· λέγει δὲ καὶ ἐν τῷ πρώτῳ τῶν Λευκτρικῶν τὴν ἱστορίαν. Κύλων δέ τις Ὀλυμπιονίκης καταλαβὼν τὴν ἀκρόπολιν ἐπολιορκεῖτο ὑπὸ τῶν Ἀθηναίων. εἶτα χρόνῳ οὗτος μὲν ἔφυγεν, οἱ δὲ πολιορκούμενοι μετὰ σπονδῶν ἠβουλήθησαν κατελθεῖν. κατελθόντας τούτους ἐφόνευσαν Ἀθηναῖοι. καὶ ἐκ τούτου ἐκλήθη τὸ γένος τῶν ἐναγῶν, ἐξ ὧν εἷς ἦν καὶ ὁ Κλεισθένης. μετὰ τὸ ἐκβληθῆναι τοὺς ἐναγεῖς, ἐπιχειροῦντος καὶ τὴν βουλὴν διαφθείρειν Κλεομένους, ἐξέβαλον τοῦτον Ἀθηναῖοι. ὀργισθεὶς ἐκεῖνος στρατεύεται κατὰ Ἀθηναίων, μετὰ Δημαράτου, Λακεδαιμονίους συμμάχους προσειληφὼς, Βοιωτοὺς, Εὐβοέας, Κορινθίους. εἶτα οἱ Κορίνθιοι, ὡς ἅτε δὴ εὐσεβεῖς, ἤρξαντο ἀναβάλλεσθαι τὴν συμμαχίαν, φάσκοντες μηδὲν ἠδικῆσθαι ὑπʼ Ἀθηναίων. λεγόντων τούτων ταῦτα, καὶ οἱ ἄλλοι σύμμαχοι οἱ μὲν ἐπείθοντο, οἱ δʼ οὔ. καὶ ὁ Δημάρατος δὲ τῶν μὴ βουλομένων πολεμεῖν τοῖς Ἀθηναίοις ἐτύγχανε· τέλος γοῦν στασιαζόντων τῶν συμμάχων, οἱ μὲν Λακεδαιμόνιοι ἀνεχώρησαν, οἱ δὲ Ἀθηναῖοι τῶν μὲν Λακεδαιμονίων ἐφείσαντο, ὡς μὴ συγχωρησάντων γενέσθαι τὸν πόλεμον, τοὺς δὲ Εὐβοέας καὶ Βοιωτοὺς ἐν τῇ αὐτῇ ἡμέρᾳ κατηγωνίσαντο. διὸ καὶ οἱ Λακεδαιμόνιοι ἐπολέμησαν τοὺς δώδεκα βασιλεῖς. Ἱππάρχου, τοῦ Πεισιστράτου υἱοῦ, τελευτήσαντος, ὁ ἀδελφὸς τούτου, Ἱππίας, ὠμῶς ἐκράτει τῶν Ἀθηναίων. μὴ φέροντες τούτου τὴν βίαν οἱ Ἀλκμαιονίδαι ἐξῆλθον ἐκ τῆς Ἀττικῆς, ὧν εἷς ἦν καὶ ὁ Κλεισθένης, ὃς τὴν Πυθίαν, τουτέστιν ἀδελφοῖς ἱέρειαν, παρεκάλει ἐπὶ τῷ χρῆσαι τοῖς Λακεδαίμοσι βοηθῆσαι ταῖς Ἀθήναις πολέμων τοῖς τυράννοις. λαβόντες τοίνυν τὸν χρησμὸν Λακεδαιμόνιοι ἔπεμψαν κατὰ τῶν Πεισιστρατιδῶν Ἀγχιμόλιον μετὰ στρατιᾶς, ὃς ἐτελεύτησεν ἐν τῷ πολέμῳ. ὀργισθέντες ἐπὶ τούτῳ Λακεδαιμόνιοι ἀπέστειλαν κατὰ τῶν τυράννων δευτέραν βοήθειαν μετὰ Κλεομένους ἄρχοντος, ὃς συμβαλὼν νικᾷ τοὺς περὶ Ἱππίαν. κατʼ ἐκεῖνο τοίνυν καιροῦ ἀντεπολιτεύοντο ἀλλήλοις Κλεισθένης, ὁ Ἀλκμαιωνίδης, καὶ Ἰσαγόρας, ὃς κατεκαλέσατο Κλεομένην πρὸς συμμαχίαν κατὰ Κλεισθένους· καὶ γὰρ ἐτύγχανε μοιχεύων τὴν τοῦ Ἰσαγόρου ὁ Κλεομένης. βουλόμενος οὖν ἐκβάλλειν τὸν Κλεισθένην ἀπὸ τῆς πόλεως ὁ Κλεομένης, ἀναγορεύει πάντας τοὺς ἐναγεῖς ἐκβληθῆναι τῆς πόλεως, οἵτινες τούτῳ τῷ τρόπῳ ἧσαν ἐναγεῖς, ᾧ ἀνωτέρω εἰρήκαμεν τῷ τοῦ Κύλωνος.

τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν τιμωρῆσαν. τίμημα καὶ κατάκρισιν καὶ τιμωρίαν ἐπιβαλόν. λέγω δὲ τὸ φυγεῖν, ἐπεὶ ὅλως κατὰ τῆς πόλεως ἐνεθυμήθη στρατεῦσαι. τὸ μὲν αὑτῷ φυγῇ τὸν πόλεμον λέγει, ὃν Ἡρόδοτος ἱστορεῖ πρὸ τοῦ Μηδικοῦ γενόμενον. ἡ δὲ ἱστορία αὕτη· Πελοποννήσιοι καὶ Εὐβοεῖς καὶ Βοιωτοὶ κατὰ Ἀθηναίων ἐστρατεύσαντο. οἱ δὲ Κορίνθιοι, ἄδικον τὸ πρᾶγμα νομίσαντες, ἔπεισαν Λακεδαιμονίους καὶ ἀνεχώρησαν. φυγὴν οὖν καλεῖ τὴν ἀναχώρησιν. ὁ Ἡρόδοτος ἐν τῇ πέμπτῃ βίβλῳ μετὰ τὸ διηγήσασθαι τὰ κατὰ τὸν Κλεισθένην, καὶ ὅτι ὑπὸ Κλεομένους ἐξηλάθη, ἐπιφέρει ὅπως ἀντιπαραταξαμένων Ἀθηναίων, Δωριεῖς μὲν ἀνεχώρησαν, οὐ δίκαια γνόντες ποιεῖν, Ἀθηναῖοι δὲ Βοιωτοῖς ἐπελθόντες, ὅπως αὐτοὺς νικήσαντες, καὶ ὁποίας ἀπαιτήσαντες δίκας, καὶ Χαλκιδέας τῆς αὐτῆς ἡμέρας ἀνέδησάν τε τὰς πέδας ἐν ἀκροπόλει, αἷς τοὺς αἰχμαλώτους ἔδησαν, καὶ χαλκεῖς τεθρίππου ἀπότισιν τῶν λύτρων.

τοσοῦτον περιῆν τῇ πόλει ἤγουν τοσαύτην εὐπορίαν εἶχε πρὸς τὸ μάχεσθαι.

πόρρω τοῦ καιροῦ γένωμαι ἤγουν ἀκαίρως μηκύνω τὸν λόγον. παρεὶς ἅπαν τὸ μέσον ἤγουν τὰς μεταξὺ ἐμφαινομένας πράξεις.

προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ τὸ τῆς πόλεως μεγαλοψυχίᾳ λέγει, ἢ ὥσπερ ἡ πόλις μεγαλόψυχος οὖσα τὰ μὲν μικρὰ τῶν ἔργων παρέρχεται διὰ ταπεινότητα, πρὸς δὲ τὰ μείζω ἐπαποδύεται, οὕτω καὶ αὐτὸς ποιήσω ἐγκωμιάζων, καὶ τὴν ἐκείνης μεγαλοψυχίαν μιμήσομαι. ἢ ἐπειδὴ μεγαλόψυχός ἐστιν ἡ πόλις, συγγνώμην ἕξει τῆς τούτων ἀποσιωπήσεως. τῇ καταφρονήσει· οὐ γὰρ τῇ φιλοτιμίᾳ τῶν χρημάτων τὸ τὰ μεγάλα ἀντὶ μικρῶν.

ὅτε γὰρ τοῖς Ἕλλησι ἐντεῦθεν ἄρχεται τῶν Μηδικῶν. καὶ πρῶτον λέγει τὰ κατὰ Μαραθῶνα, ὅτι καὶ πρῶτα ἐπράχθη. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο ἤγουν τὸ πότεροι δόξουσι βελτίους. ἐκρίνετο, οἱονεὶ ἐδοκιμάζετο· διάκρισις γὰρ ἦν τότε Ἑλληνικῆς καὶ βαρβαρικῆς φύσεως. μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο ἡ Ἑλλὰς πρὸς ἅπασαν τὴν Ἀσίαν· πάσης γὰρ ἦρχεν ὁ Πέρσης. ὥσπερ πρὸς ἅπασαν τὴν Ἀσίαν μικρόν ἐστι μέρος τὸ τῆς Ἑλλάδος.

ὁ δʼ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς ἄμφω ταῦτα, καὶ σωτηρίας καὶ ἀρετῆς πρὸς μόνους τοὺς Ἕλληνας λάμβανε, τὸ δʼ ἀρετῆς μόνον πρὸς τοὺς βαρβάρους.

ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη τοὺς βαρβάρους καὶ τοὺς Ἕλληνας· τοὺς μὲν τῇ ἀρετῇ, τοὺς δὲ βαρβάρους τῷ πολέμῳ. κάλλιον εὐχῆς ἀντὶ τοῦ ὑπὲρ ὅσον εὔχεταί τις νικᾶν ἐδείχθησαν νικήσαντες, ὡς ἂν εἰ ἔλεγε, παρῆλθον τὰς ἐλπίδας ταῖς πράξεσιν. ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι οὐ γὰρ τοσοῦτον συνετέλεσε πρὸς τὸν πόλεμον, ὅσον αὐτή. τὸ μὲν τὸ Ἑλληνικόν.

τὸ δὲ ἤγουν τὸ βαρβαρικόν. τὸ δὲ πλέον χεῖρον, ἢ ὅσῳ πλεῖον ἐδόκει καὶ γὰρ μᾶλλον ἀπεφάνθη τοῖς ἔργοις ἔλαττον αὐτῆς, ἢ ὑπερεῖχε τῷ ἀριθμῷ. τὸ βαρβαρικόν. λέγει δὲ, ὑπὲρ ὃ ἦν χεῖρον ἐφάνη τῇ κακίᾳ. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι ὡς πρὸς τὴν ἐπιθυμίαν εἶπε τοῦ κρείττονος, ἀντὶ τοῦ συνηγωνίσατο αὐτῇ τῇ ἐπιθυμίᾳ. ὥσπερ, φησὶ, μαντευομένη τὸν παρόντα λόγον οὐκ ἐνόησε, διʼ ὧν ἐγκωμιάζεται. τὸ δὲ αἰτιάσασθαι ἀντὶ τοῦ αἴτιον ὀνομάσαι. οὐ γὰρ λέγει μέμψασθαι.

καθάπερ τοὺς εἰωθότας ἡμεῖς Ὀλύμπια, Ἴσθμια, Πύθια, Νέμεια, καὶ τὰς ἐν μέρει πανηγύρεις. οἷον τὰ Ὀλύμπια, τὰ Ἴσθμια, τὰ Νέμεα, καὶ τὰ Πύθια, καὶ τὰ κατὰ μέρος.

συνεβάλλετο πρὸς τὴν τοῦ θεοῦ βούλησιν. συνηγωνίσατο τῇ ἐπιθυμίᾳ τοῦ δαίμονος. μετʼ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης ἤγουν ἀξιολόγως τῆς τῶν Περσῶν νίκης, ἣν ὕστερον ἔσχεν. οἷον τῆς μελλούσης νίκης, τοῦ πολέμου εὔλογον ἔσχε πρόφασιν καὶ ἀξίαν τοῦ ὑπὲρ Ἰώνων παίδων ὄντων ἀγωνίσασθαι. μετὰ καλλίστης προφάσεως εἶναι ἀξίας τῆς μελλούσης εὐτυχίας συνεβάλετο οὐκ ἐλάχιστον μέρος ἡ πόλις. πρόφασιν δὲ λέγει τὸ ἀμύνασθαι ὑπὲρ Ἰώνων.

οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη ἤγουν οὐκ αὐτὴ τοῦ πολέμου ἄρξασα. ἀντὶ τοῦ οὐκ αὐτὴ τῶν πολέμων ἀρξαμένη, καὶ τὴν αἰτίαν παρασχοῦσα, ἀλλʼ ἀμυνομένη καὶ ὑπὲρ τῶν Ἰώνων ἐστρατεύσατο κατὰ τῆς Ἀσίας.

οὐδʼ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος οἱ Λακεδαιμόνιοι. νικήσαντες γὰρ τὸν Πελοποννησιακὸν πόλεμον, καὶ τῆς Ἀσίας ἠβουλήθησαν κρατῆσαι, ὡς καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ φησίν. εἰς τοὺς Λακεδαιμονίους αἰνίττεται. νικήσαντες γὰρ—Εὐαγόρᾳ εἶπε.

τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων ὁ περὶ Ἔφεσον καὶ Σμύρναν καὶ τὰς ἐκείνῃ πόλεις χῶρος ἤπειρος ἰδίως καλεῖται· τὸ δεδουλωμένων δὲ λέγει, ἐπειδὴ ὑπὸ Περσῶν ἐκυριεύθησαν.

πρῶτοι δὴ οἱ Ἀθηναῖοι. ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο τότε γὰρ μετὰ τῶν Ἀθηναίων ἐστράτευσαν εἰς τοὺς Σάρδεις. ἐπεὶ δὲ ὕβριν ἐποίει τοῖς Ἀθηναίοις τὸ Ἐρετριέας συνάψαι αὐτοῖς, παρενθήκην αὐτοὺς ἐκάλεσεν. εἶπε δὲ ὅτι πορθήσαντες, μὴ νομισθῇ διὰ δουλείας ἐπέρχεσθαι, ἀλλὰ πολέμων. στρατιᾷ κοινῇ μετὰ γὰρ Ἐρετριέων ἦσαν.

τέως ἤγουν πρὸ τούτου. τέως δὲ ἐν Βαβυλῶνος τάξει τέως λέγει ἀντὶ τοῦ ἕως τότε καὶ πρώην. λέγει δὲ Βαβυλῶνα τῆς Περσίδος. λέγεται γὰρ ἰσχυρότατα τείχη ἔχειν ἡ Βαβυλών. ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς τὰ τείχη γὰρ αὐτῆς πρὸς ἔκπληξιν ἄγει οὐ μόνον τοὺς θεωμένους, ἀλλὰ καὶ τοὺς ἀκούοντας, ὥσπερ καὶ τὰ ἐν Ἰνδοῖς θεάματα, ἐλέφαντες, μύρμηκες καὶ ὅσα τοιουτότροπα. τῶν ἐν Ἰνδοῖς τῶν θαυμάτων. ἴσως δὲ διὰ τοὺς ἐλέφαντας λέγει τοῦτο. ἵνα δὲ μὴ νομίσῃ τις, πόλιν εὐτελῆ τὰς Σάρδεις εἶναι, λέγει Σάρδεις ἐθαυμάζοντο. Ἕλληνες Σάρδεις ἐθαύμαζον οὐδεὶς γὰρ εἰς αὐτὰς ἐτόλμα στρατεύειν, διὰ τὸ τὰ Πέρσου βασίλεια ἐνταυθοῖ εἶναι.

ταύτην πρόφασιν ἀφορμήν.

πᾶν μικρὸν ἦν αὐτῷ τὸ ἐμηχανᾶτο πρὸς τὴν αὐτοῦ βούλησιν. τὸ μὲν πρόσχημα πρόκρισις.

παρενθήκην περιουσία. παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο καὶ αὐτοὶ γὰρ μετὰ Ἀθηναίων ἐστράτευσαν ἐπὶ τὰς Σάρδεις.

ἵνα δὴ πιστὸν ᾖ τὸ λεγόμενον ὑπʼ αὐτοῦ. εἰ γὰρ μόνους τοὺς Ἀθηναίους ἀμύνασθαι ἔλεγεν, ἐδόκει ἄν τισιν, ὡς οὐ διὰ τὴν ἐς Σάρδεις αὐτῶν ἐκστρατείαν ἐποίει τοῦτο, ἀλλʼ ὁρῶν τὴν πόλιν μέγα δυναμένην ἐν τῇ Ἑλλάδι, ἠβούλετο ταύτης κρατήσας καὶ τὴν λοιπὴν Ἑλλάδα ῥᾳδίως καταστρέψασθαι. νῦν δὲ ταύτην ἀνῄρηκε τὴν δόξαν, παρενθεὶς τοὺς Ἐρετριέας, ἵνα τις τούτους ἀκούων καθαρὰν νοῇ ἄμυναν. δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα ἀντὶ τοῦ ἀληθῶς τὸ τῆς ὀργῆς. λέγει δὲ μὴ εἶναι τοῦτο.

μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ τοῦτο τὸ περὶ Σάρδεις πορθῆσαι. ἀξιώσῃ ἡ πόλις.

τῆς γῆς μὴ διῃρημένως ἄρχειν μόνης γὰρ τῆς Ἀσίας ἦρχεν. ἀντὶ τοῦ μὴ μόνης τῆς Ἀσίας.

τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ ἀδυνάτων ἐρᾶν.

ἃ καὶ ὀνόματι γνωρίσαι φιλοτιμίαν εἶχε μόνῃ προσηγορίᾳ, καὶ οὐκ ἀριθμῷ. ἔστι δὲ καὶ τὸ ψιλῇ πορείᾳ διελθεῖν ταυτόν. αὔξει δὲ ἐντεῦθεν τὴν τοῦ Πέρσου δύναμιν. ψιλῇ γυμνῇ. ψιλῇ πορείᾳ διελθεῖν οἷον διοδεῦσαι τὰς δεδουλωμένας αὐτῷ διὰ πολέμου στρατιᾶς.

εἵπετο ἤγουν ὑπεῖκε. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου, καὶ τῆς ἐπιθυμίας ἀμφοτέρων ἐγένετο, καὶ τοῦ φόβου καὶ τῆς ἐπιθυμίας.

αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν τοῦτο γὰρ ὥσπερ φόβου. τὰ δʼ ἔθνη πέμπειν ἐπενόει τοῦτο γὰρ ὥσπερ ἐπιθυμίας. μετὰ στρατοῦ Δάτιδος.

ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως ὑπʼ ἐκείνου μὲν, τοῦ Δαρείου, μετʼ ἐκεῖνον δὲ Ξέρξου. ὑπʼ ἐκείνου τε τοῦ Δαρείου.

τοῦ μετʼ ἐκεῖνον βασιλέως Ξέρξου. τοῦ Ξέρξου. περὶ τῆς γῆς καὶ τοῦ ὕδατος εἰκότως ᾔτει ὁ Δαρεῖος γῆν καὶ ὕδωρ, ἵνα ἐκ τούτων ἀμφοτέρων κύριον γῆς καὶ θαλάττης ἑαυτὸν ἀποδείξῃ. τοῦτο ᾔτει βουλόμενος γῆν καὶ θάλατταν αὐτῷ ἀποδοθῆναι.

πάντα πρὸς ταύτην διελέγοντο τὸ πρὸς ταύτην λέγει οὐχ ὅτι πρὸς Ἀθήνας ἀφικνούμενοι οἱ τοῦ Πέρσου ταῦτʼ ἔλεγον, ἀλλʼ ὅτι πρὸς αὐτοὺς ἀφεώρων οἱ πρὸς τοὺς ἄλλους Ἕλληνας τούτων λόγοι. ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς ἃς πρὸς τοὺς Ἕλληνας ἔπεμπε, λέγω δὴ Λακεδαιμονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους. τὰς πρὸς τοὺς Ἕλληνας λέγει γραφείσας, ἐν αἷς ἔλεγεν, ἔκδοτέ μοι τὰς Ἀθήνας.

ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν διὰ τὸ ψήφισμα τῆς ἀναιρέσεως τῶν κηρύκων. ὑπάρχοις δὲ λέγει τοῖς σατράπαις· ὕπαρχοι δὲ τῷ Ἑλληνικῷ ὀνόματι. τοῖς ὑπάρχοις αὐτοῦ.

πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην αὕτη γὰρ σύστασις καὶ συνοχὴ πασῶν ἦν.

ὅσα γε αὖ τούτοις ἔδει χρήσασθαι τοῖς μηνύμασι καὶ ταῖς μηχαναῖς ἐκείνου. τοῖς κήρυξιν, ἢ οἷς ἐποίει Δαρεῖος. τοῖς Ἕλλησι, τοῖς κήρυξιν, ἢ τοῖς πράγμασι, καὶ τοῖς διὰ τῶν κηρύκων ἐπιτάγμασι.

τῶν Ἑλλήνων ἕνεκα.

τοῦ μὲν τοῦ Δαρείου. καὶ πειρωμένου διʼ ὧν ὑπέσχετο. ταῖς ἀποκρίσεσι ἤγουν τῇ τῶν κηρύκων ἀναιρέσει. αὐτὸς προϊὼν λέγει τὴν ἀπόκρισιν, ὅτι τὴν ἀναίρεσιν ἀπόκρισιν δηλοῖ τῶν ἀγγέλων.

παρʼ ἀμφοτέρων τούτων ἐξ ὧν ὁ Πέρσης, καὶ ἐξ ὧν ἡ πόλις ἐποίει. τῶν πραγμάτων λέγει, τοῦ τε τὸν βάρβαρον ἀπειλεῖν, καὶ τοῦ τοὺς Ἀθηναίους ἀντιτετάχθαι.

ἔργα τῶν Ἑλλήνων. λόγων τῆς πόλεως. ἔργα λόγων ἡττήθη λόγος ἔργου σκιὰ, τῆς παροιμίας λεγούσης. θαυμάζων Ἀριστείδης, ὃ κατὰ τῶν πρέσβεων ἐψηφίσαντο Ἀθηναῖοι, λέγω τὸ ἐμβαλεῖν εἰς τὸ φρέαρ, εἶναι τοῦτό φησι τῶν ἔργων, ὧν ἄλλοι ἐργάζονται. λόγους λέγει τὸ ψήφισμα τῶν Ἀθηναίων περὶ τῶν ἀγγέλων, ἔργα δὲ αὐτῶν τὴν ἀναίρεσιν αὐτῶν. μᾶλλον δὲ οὕτως. ἔργα λέγει τὰ ἐν τοῖς ἄλλοις χρόνοις γινόμενα τοῖς Ἕλλησιν, ἡττῆσθαι τῶν τότε λόγων τῶν Ἀθηναίων. ψήφισμα, τροπαίου κρεῖττον ὃ ἐψηφίσαντο περὶ τῶν τὴν γῆν καὶ τὸ ὕδωρ ζητούντων.

ψήφισμα, τροπαίου κρεῖττον, εἰς μνήμην ἐνίκησεν ὃ γὰρ ἱστῶσιν οἱ νικῶντες τρόπαιον, ὥσπερ τοῦ μὴ λήθην τινὰ γενέσθαι τῆς νίκης ἱστᾶσιν. εἰς μνήμην ἐνίκησεν ἤγουν μέχρι καὶ νῦν ᾄδεται. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν εἰπὼν ἐν χεροῖν διεῖλε τοῦτο εἴς τε τὴν τῶν χειρῶν ἔκτασιν, καὶ εἰς τὸ ἐμβάλλειν τοὺς ἀγγέλους εἰς φρέαρ, καθʼ ὧν καὶ γῆν οὐκ ὀλίγην ἐπέχεαν, εἰκότως ἄμφω ταῦτα ποιήσαντες, ἐπειδὴ γῆν καὶ ὕδωρ ἐζήτουν. κύριον ἦν βέβαιον. βέβαιον τὸ ψήφισμα.

οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος νενόμιστο γὰρ, ὁπότε τις ἔγραφε ψήφισμα, τὰς χεῖρας ἐκτείνειν τοὺς ἀκούοντας, δεικνύντας ἐντεῦθεν ὅτι ἀποδέχονται. τῷ διαφθεῖραι τοὺς ἀγγέλους ἐμβαλόντες γὰρ αὐτοὺς εἰς φρέατα κατέχωσαν, ἀμφότερα αὐτοῖς παρέχοντες, καὶ ὕδωρ καὶ γῆν. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα τῷ Λυκομήδῃ.

διαχειροτονίαν μὲν ἀπέδοσαν ἐψηφίσαντο γὰρ εἰς κρίσιν αὐτὸν καταστῆναι. διάσκεψιν, ἵνα μὴ ἄκριτος ἀποθάνῃ. ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα διὰ μὲν τοῦ ἐπειδήπερ Ἕλλην ἦν δείκνυσιν ὅτι Ἑλλήνων ἐστὶ τὸ μετὰ κρίσεως ποιεῖν τι· διὰ δὲ τοῦ ἵνʼ ἔχοι πλέον ἐμφαίνει ὅτι ἀκρίτως τοὺς κήρυκας ὦσαν εἰς τὸ φρέαρ.

πλέον τῶν κηρύκων.

τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ ἰσχυρὸν λέγει τὸ βίαιον, καὶ μηδεμίαν ἀντιλογίαν δεχόμενον, ὡς οὐκ ἀναγκαίως, καὶ δικαίως, καὶ ἀξίως, καὶ προσηκόντως ταυτηνὶ τὴν καταδίκην ὑπέστη. ἀντὶ τοῦ ἓν καὶ τὸ ἐναντίον αὐτῷ περίεστιν. τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν—ἑρμηνέα τῷ φύσει πολεμίῳ γίνεσθαι οὗτος ὁ ἑρμηνεὺς μᾶς μὲν ἐκαλεῖτο, ἐν Σάμῳ δὲ κατῴκει. ἄποικον δὲ τοῦτον λέγει, ἢ ὅτι τὸ ἀνέκαθεν Ἀθηναῖος ὢν, ἐλθὼν εἰς Σάμον κατῴκησεν. ἢ ὅτι οἱ Σάμιοι ἐξ Ἀθηναίων ἀπῳκίσθησαν. ἠπίστατο δὲ τὴν Περσίδα γλῶτταν. διὸ καὶ Δαρεῖος ἄκοντα τοῦτον μετὰ κηρύκων Ἀθήναζε. ἔπεμψεν. οὗτος ὁ ἑρμηνεὺς Σάμιος ἦν, ἄποικος δὲ τῆς πόλεως, τὴν Περσίδα γλῶσσαν ἐπιστάμενος. τινὲς δὲ λέγουσιν ὅτι τὸ μὲν κύριον ὄνομα ἐκαλεῖτο Μῦς, τὸ δὲ ἐθνικὸν Σάμιος.

καὶ οὕτω δὴ ῥιπτοῦσιν εἰς τὸ βάραθρον μετὰ τὸ ἀποκτεῖναι. ἤγουν μετὰ τὸν φόνον.

ὁ δὲ ὁ βασιλεύς.

αὐτόθεν οἴκοθεν. τὰς πέδας δεσμούς. ὑπερβαλὼν, ἢ καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι ἤγουν μείζονα εἶναι προστάξας τὸν τούτων ἀριθμόν. ἤγουν πλείους αὐτὰς εἶναι προστάξας.

τῆς ὀργῆς ἀπολαύων, ἕως ἐξῆν οὐ μόνον φαμὲν, ἀπολαύω τῆς ὀργῆς, ἀντὶ τοῦ πεῖραν λαμβάνω, ἀλλὰ καὶ ἀπολαύω τῆς ὀργῆς, ἀντὶ τοῦ ἀποκερδαίνω τὸ τέως αὐτὴν ἐκφυγεῖν, εἰ καὶ μικρὸν ὕστερον πειραθήσομαι, ὡς ἔστι κἀνταῦθα. διὰ δὲ τοῦ ἕως ἐξῆν δείκνυσιν ὡς οὐ παντελῶς ἂν ταύτην ἐκφύγοιεν. ἕως ἐξῆν ἕως ἐδύνατο.

αὐτάγγελον ἄγγελον αὐτὸν ἑαυτοῦ. προστήσας ἤγουν προστάτας αὐτοὺς καταστήσας.

δίδωσι πλῆθος στρατιᾶς, οὗ τὸ διαλλάττον οἱ μὲν τῶν ἱστορικῶν μʹ μυριάδας εἶναι τὸν Δαρείου φασὶ στρατὸν, οἱ δὲ νʹ. λέγει οὖν τὴν τοιαύτην διαφορὰν μέγιστον ὅρον στόλου· οὐ γὰρ ὀλίγος στρατὸς αἱ δέκα μυριάδες. Ἀθηναῖοι δὲ πρὸς τοσοῦτον πλῆθος χιλίους μόνον ἔπεμψαν, ἐπιστήσαντες αὐτοῖς στρατηγοὺς, Πολύζηλον, Καλλίμαχον, Κυναίγειρον, Μιλτιάδην, καὶ ἑτέρους ἕξ. γενομένης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπὲρ ἄνθρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλλε, καὶ τυφλὸς ὢν ἀνεῖλεν ὀκτὼ καὶ τεσσαράκοντα. Κυναίγειρος δὲ Περσικὴν ἀγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. εἶτα πάλιν κατασχὼν τοῖς ὀδοῦσιν ἀφηρέθη τὴν κεφαλήν. Καλλίμαχος δὲ πολλοῖς πεπαρμένος βέλεσι καὶ νεκρὸς ἵστατο. ὅθεν πρὸς τούτους ὑπὸ Παντελείου τοιαῦτα γεγράφθαι λέγεται Ὢ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο· ἡμετέρῳ βασιλῆϊ τί λέξομεν ἀντιάσαντες; ὦ βασιλεῦ, τί μʼ ἔπεμπες ἐπʼ ἀθανάτους πολε-μιστάς; βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται· μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δʼ ἄρα μέσσῳ αἱματόεις ἕστηκε σιδαρείαις ὑπὸ ῥίζαις· αἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών· κοὐκ ἐθέλει πεσέειν· τάχα δʼ ἔρχεται ἔνδοθι νηῶν· λῦε, κυβερνῆτα· νέκυος προφύγωμεν ἀπειλάς. ἰστέον δὲ ὅτι δέκα ὄντες, ὡς ἔφημεν, οἱ στρατηγοὶ, καθʼ ἑκάστην ἡμέραν εἷς ἕκαστος ἐστρατήγει. ἔλαχε γοῦν, ὅτε ἡ τροπὴ τῶν βαρβάρων ἐγένετο Μιλτιάδης στρατηγῶν. καὶ διὰ τοῦτο τὸ πᾶν τῆς νίκης εἰς μόνον τοῦτον στρατηγῶν ἀνετέθη. οἱ μὲν γὰρ τριάκοντα μυριάδας εἶπον αὐτούς· διὸ Ἀριστείδης φησὶν ἐν ἑτέρῳ λόγῳ ἐπιταφίῳ αὐτοῦ πεντήκοντα μυριάδας εἶναι. λέγει γὰρ αὐτός· οἱ μὲν ἐλάττους ὄντες σύμπαντες ἐναντία τρεῖς μυριάδας ἔταξαν τῷ Μαραθῶνι· τοσοῦτοι γὰρ ἦσαν πρῶτος στόλος, ὃν κατέπεμψε Δαρεῖος. οὗ τὸ διαλλάττον—τὸν μέγιστον ὅρον στόλου διαλλάττον λέγει τὸ ἀμφιβαλλόμενον. ἀφηγουμένοις δὲ λέγει τοῖς ἱστορικοῖς. οἱ μὲν γάρ φασι μʹ εἶναι μυριάδας, οἱ δὲ μϛʹ. τότε οὖν, φησὶ, τὸ διαλλαττόμενον, καὶ μυριάδες ἐποίουν μέγιστον ὅρον στόλου ἀντὶ μέτρου στρατεύματος ἱκανόν. παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοὺς ἱστορικούς.

ταῦτα δʼ ἦν, τὴν μὲν πόλιν καταποντίσαι τὰς Περσικὰς ἀπειλὰς μιμεῖται. ἀδύνατον γὰρ θνητὸν καταποντίσαι τὰς Ἀθήνας.

ᾧ δὴ προειρήκειν τῷ σχήματι δεδεμένους δηλονότι. τῷ τοῦ δεσμοῦ.

ὑπερηχοῦντες διαβαίνοντες. ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον διὰ τῶν κωπῶν. ἀντὶ τοῦ πλέον ἠχοῦντες τοῦ Αἰγαίου πελάγους. ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας διὰ τὸ ἔκπληξιν ἄγειν κἀκ μόνης τῆς θέας. ἐκπληττόμενοι γὰρ τὴν τοσαύτην παρασκευὴν οὐκ ἠδύναντο βλέπειν. τῷ φόβῳ δηλονότι, ὡς μηδένα τολμᾶν ἰδεῖν τὴν ἔφοδον αὐτῶν, ἢ τῷ τάχει, ὡς μὴ συγχωροῦντες ἰδεῖν. ὡς καὶ Ὅμηρος «Παρήϊξαν δέ με ἵπποι.»

φυγῆς δʼ ἐμπιμπλάντες τὴν θάλατταν τῷ πλήθει τῶν νηῶν, καὶ τῇ συνεχεῖ ἐρεσίᾳ, ἢ τῷ τῶν νήσων ἐξῳκισμῷ. διὰ τὸ τῶν νεῶν πλῆθος.

πρὸ τῆς καταγωγῆς τῆς πρὸς τὴν Ἀττικήν. τῆς ἐλλιμενίσεως. ἀπάρξασθαι ὑποδοχὴν δοῦναι. ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου προοίμιον καλεῖ τὴν Ἐρέτρειαν· πόλεμον δὲ τὸν τῶν Ἀθηναίων.

δόξαν φανέντος. ἀντὶ τοῦ δόξαντος. ἔστι δʼ Ἀττικόν. σαγήνην τινὰ μιμησάμενοι ναυτικὴν ὥσπερ τὸ δίκτυον περιλαμβάνει ἐντὸς τοὺς ἰχθύας, οὕτω καὶ Πέρσαι τὰς ἀλλήλων χεῖρας δίκην χοροῦ συνάψαντες, Ἐρετριεῖς περιέλαβον. τοῦτο δʼ ἐποίησαν, ἵνα μηδεὶς διαδράσῃ. τὰς χεῖρας αὐτῶν συνδεσμεύσαντες, καὶ μηνοειδῶς περιλαβόντες, ὅπως μηδεὶς φύγῃ. ἰστέον δὲ ὡς τὸ σαγηνεῦσαι κυρίως εἴρηκε, καὶ οὐ μεταφορικῶς.

τῶν κρειττόνων τῶν θεῶν. ἐπὶ τὸν δεύτερον ἀγῶνα δηλονότι. ἴσως ἀγῶνα λέγει.

κακῶς εἰδότες ἀντὶ τοῦ οὐκ εἰδότες, ἢ ἀνοήτως.

οὐκ ἐνέχονται τῷ λόγῳ, ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν τὸ ὡς ἄρα αἰτία ἐστὶ τοῦ οὐκ ἐνέχονται. παροιμία, τὰ φεύγοντα διώκεις, ἐπὶ τῶν ἀνάνδρων λεγομένη. τῷ λόγῳ, ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν τῇ παροιμίᾳ, τῇ λεγούσῃ τὰ φεύγοντα διώκεις, ἐπὶ τῶν ἀσθενῶν παραλαμβανομένῃ. τῷ λέγοντι δηλονότι, τῇ παροιμίᾳ. ἔστι δὲ ἡ παροιμία ἐπὶ τῶν Ἀθηναίων, ὅτι τὰ φεύγοντα διώκουσιν.

τούτων τῶν κατὰ τοὺς Ἐρετριεῖς πραγμάτων. αὐτῶν τῶν Περσῶν.

ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ ἐπέρχονται τοῖς ἀνθρώποις ἐκ θαλάττης κακὰ, κατακλύσεις, καὶ σεισμοὶ, καὶ κήτη φρικώδη. τινὲς ἱστορικῶς τοῦτο ἐξηγοῦνται, ὡς ἀπὸ τοῦ κήτους τοῦ κατὰ Τροίας ἀφεθέντος ἐκ θαλάττης, ἢ διὰ τὸν λοιμὸν, ὅν φησι Θουκυδίδης διὰ τοῦ πελάγους ἐκπεσεῖν πρῶτον εἰς τὸν Πειραῖα. ἢ ἄλλως· σημαίνει κατακλυσμὸν, ἢ σεισμὸν, ἢ θύελλαν, ἢ λοιμὸν, καθʼ ὃν ἡ νόσος ἡ τῶν Ἀθηναίων πρῶτον ἥψατο τοῦ Πειραιοῦ.

τὸ μέλλον ἀποσκοποῦντες ἀντὶ τοῦ τὴν ἀπώλειαν μόνην λογιζόμενοι. τὸ δὲ κάθηντο κατὰ ἀποκοπήν ἐστι, παροξυτόνως δὲ ἀναγνωστέον.

ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ ἔθος γὰρ ἐν ταῖς πανηγύρεσιν ἕκαστον τῶν στρατιωτῶν, τὸ ἴδιον σχῆμα φοροῦντα πομπεύειν. κεκοσμημένῃ δὲ ἀντὶ τοῦ καλλωπιζομένη. ὡς ἐπὶ πομπῆς δὲ εἶπε τὴν λέξιν.

ἱερά τε γὰρ πάντα ἀνέῳγε ἔθος γὰρ ἐν ταῖς ἐφόδοις ἦν τῶν πολεμίων κλείειν τὰ ἱερά. νῦν οὖν ὡς μὴ ἔχουσα πόλεμον, οὐκ ἔκλεισεν.

διεπρεσβεύετο πρὸς τοὺς θεοὺς ὥσπερ πρεσβείαν ἀπέστελλε διὰ τῶν εὐχῶν. τὰ τῶν ἱερέων γένη συνῆγε πάλιν ὡς ἐπὶ πομπῆς τοῦτο εἶπεν. ὥσπερ ὁπλίτας, φησὶ, τούτους ὁπλίζουσα. λέγει δὲ κήρυκας καὶ Εὐμολπίδας. τὰς δὲ εὐχὰς πρεσβείαν ἐκάλεσεν, ὡς πρὸς ὁμοίους. τὸν ἀρχαῖον τρόπον ἵνα μή τις εἴπῃ, ὡς διὰ τὸ φοβεῖσθαι, μὴ καθάπαξ ἐκτριβοῖεν, τοῦτʼ ἐπάγων ὥσπερ ἀναστέλλων ταύτην τὴν δόξαν, φησὶ τὸν ἀρχαῖον τρόπον. ἤγουν ὥσπερ ἐν εἰρήνῃ ποιεῖν ἔθος εἶχεν.

ἡγεμόνας τοῦ ἀγῶνος. ὡς δʼ αὐτῇ τὸ θεῖον ἤσκητο ἤγουν ὅσον ἔδει ποιῆσαι πρὸς τοὺς θεοὺς, ὑπʼ αὐτῆς κατεπράχθη. ἤγουν ὅσα πρὸς θεοὺς ἔδει ποιῆσαι, ἐποίησαν ἀντὶ τοῦ ὅτε ἐθεραπεύετο καὶ τετίμητο.

ἡ δὲ νεότης ἐχώρει προθυμότερον γὰρ τῶν ἐν τοῖς ἀγῶσι στεφάνων χάριν θεόντων ἐχώρουν οὗτοι.

τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν τοὺς μεγάλους λέγει ἀγῶνας, ἐν οἷς ἐδίδοντο στέφανοι. τὸ δὲ ἀπέκρυψαν ἀντὶ τοῦ ὑπερεβάλοντο. ἐν τοῖς στεφανίταις τοῖς στεφάνους μετὰ τὴν νίκην λαμβάνουσι. ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο οἱ μὲν γὰρ περὶ τοῦ κοτίνου, ἤ τινος τοιούτου, Ἀθηναῖοι δὲ περὶ τοῦ τοσαύτην στρατιὰν νικήσαντες εὐδαίμονας ἑαυτοὺς καταστῆσαι. ἤπερ οἱ τοὺς δρόμους ἐκείνους ἀγωνιζόμενοι.

ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα ἢ τὰ ἀπὸ τῶν πυλῶν τοῦτο εἶπεν, ἐπειδὴ εἰώθασιν ἄνθρωποι περὶ μὲν τὰς ἀρχὰς εἶναι ὀξεῖς, πρὸς δὲ τὸ τέλος ἀμβλύτεροι· ὥσπερ φησὶ Θουκυδίδης· ἀρχόμενοι γὰρ ἅπαντες ὀξύτερον ἀντιλαμβάνονται.

μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλλεν ἀντὶ γὰρ δοτικῆς αἰτιατικῆς, παρελείφθη. δύναται καὶ κατʼ ὀρθὸν ἀπολελυμένως τὸ προσέβαλλεν κεῖσθαι.

τῶν ἄλλων ἐφολκίων κυνῶν καὶ πολεμικῶν ὀργάνων. κατεχρήσατο ἐφολκίων εἰπὼν ἐπὶ γῆς· κυρίως γὰρ ἐφόλκια καλοῦνται τὰ μικρὰ σκαφίδια τὰ ἐφελκόμενα τοῖς μεγάλοις πλοίοις.

τῶν μὲν τῶν ὀργάνων. ἵππων, καμήλων. τῶν μὲν χρείας εἵνεκα οἷον ἵππων, ὄνων, καμήλων. ψυχαγωγίας δὲ, κυνῶν Ἰνδικῶν, καὶ ὀρνέων, τῶν τοιούτων. τῶν δὲ τῶν κυνῶν. Κυνῶν, ὀρνέων, πιθήκων, θηρίων.

ὑπερβαλόντες δʼ τὸ μέσον τῆς πορείας. ἤγουν πρὸς τὸ τέλος τῆς πορείας φθάσαντες ὧδε. παρὰ τοὺς πολέμους ἐλθόντες. τῶν ἀτόπων ἐκείνων φασμάτων παραδείξεων. ἃ ἐποίουν παραδόξως οἱ Πέρσαι πρὸς ἔκπληξιν. οἱονεὶ φαντασμάτων· οὕτω γὰρ λέγει τὰ παράδοξα θεάματα.

χαλκὸς δὲ καὶ σίδηρος περὶ ἀσπίδας, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακας. πόρρωθεν εἶργε μὴ προσιέναι διὰ τὴν ὑπερβάλλουσαν αἴγλην. διὰ τῆς αἴγλης.

ὑπερηφανία ὑπερορία καὶ ἀλαζονεία. ὁ μὲν Πλάτων τὸ τῆς ὑπερηφανίας καὶ ἐπὶ καλοῦ λαμβάνει, σημαίνων τὸ μέγεθος, ὁ δὲ ῥήτωρ ἐπὶ ἀλαζονείας νῦν.

ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις, ἅπαντας εὐθὺς ἀπογνώσεσθαι ὁ γὰρ εἰς τοὺς ἀγῶνας τοὺς ἐν ταῖς πομπαῖς κρεῖττον ἑνὸς, ἢ δύο, ἀναφανεὶς ποιεῖ τοὺς ἄλλους ὑπείκειν αὐτῷ, καὶ μὴ συμπλέκεσθαι. καὶ γὰρ ἐνταῦθα πᾶς ἀθλητὴς παρέχει τῷ κρείττονι πρὸ τῆς πείρας τὴν νίκην. ἀκονιτὶ ἀπόνως καὶ μάχης χωρίς. εἰκότως ὡς πρὸς τοὺς Ἀθηναίους ἐπήνεγκε τὸ ἀκονιτί.

δημοτελὴς δημοτελὴς, ἀντὶ τοῦ κοινῇ ἀπὸ δήμου τελεσθεῖσα. ἀπὸ μεταφορᾶς τοῦ παντὸς πλήθους. ὥσπερ γὰρ ὁ δῆμος ἅπας ἐν πανηγύρει συνάγεται, οὕτω συνάπαντες ἄνθρωποι. εἰ δὲ νῦν καὶ ἐπὶ τῆς Τρωϊκῆς κρίσις ἐγένετο, ἀλλὰ πάντων ἀνθρώπων. πρώτη δὲ εἶπεν, ἐπειδὴ καὶ ἐν Σαλαμῖνι δημοτελὴς κρίσις ἐγένετο.

οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλʼ ἔργων ἀποδείξει ἐπειδὴ κρίσις εἶπεν, ἡ δὲ κρίσις διὰ λόγου γίνεται, ἐπήγαγεν, ὡς οὐ λόγῳ ἐκρίθη, ἀλλʼ ἔργοις αὐτοῖς.

οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλʼ εἰς προθυμίαν κατεχρήσαντο ὡς τοῦ μὲν πλήθους τοῦ βαρβαρικοῦ φόβον ἀπειλοῦντος, τῶν δὲ Ἀθηναίων εἰς προθυμίαν μεταβαλόντων τὴν θέαν.

τὴν ἀήθειαν εἶπε τὸ ξένον, ἅπερ ἄνω ἐκάλεσε φάσματα.

ὥσπερ χρήμασιν ἀπολαύσει χρημάτων παραβάλλει τῶν βαρβάρων τὸν φόνον. ἀφθόνως χρήσασθαι ταύτῃ. ταύτῃ τῇ ἀνδραγαθίᾳ.

νῆες νῆες εἶπεν, αἷς προσορμοῦσι τῶν βαρβάρων τῷ Μαραθῶνι. στρεπτοὶ δὲ, τὰ μανιάκια. ψέλλια χαλινούς. στρεπτοὶ τὰ λεγόμενα μανιάκια. δῶρα τῆς τύχης ἐστὶ τὸ Δημοσθενικόν. φύσει δʼ ὑπάρχει τὴν τῶν ἀπόντων.

στρατηγοὶ δέκα ἦσαν οἱ στρατηγοί. καθʼ ἑκάστην δὲ ἡμέραν ἀλλήλους διεδέχοντο, καὶ ὁ ἄρχων κύριος ἐγένετο τοῦ τὴν ἡμέραν στρατεύοντος. κατʼ ἐκείνην οὖν τὴν ἡμέραν, ὅτε οἱ Πέρσαι ἐπέβησαν τῷ Μαραθῶνι, Μιλτιάδης ἦν ὁ κύριος.

τοῦ φίλου παιῶνος τοῦ συνήθους αὐτοῖς πρὸς θεοὺς ὕμνου. οὐ μόνον ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος πρὸς Ἀπόλλω ὕμνος παιὰν λέγεται, ἀλλὰ καὶ ἁπλῶς πᾶς ὁ πρὸς θεοὺς ὕμνος, καὶ ὁ πρὸς ἀνθρώπους. τινὲς δὲ καὶ ᾆσμα πολεμικὸν ἐνταῦθά φασι τὸν παιᾶνα νοεῖσθαι. εὕρηται δὲ οὐ μόνον παιὰν παιᾶνος, ἀλλὰ καὶ παιὼν παιῶνος. παιών ἐστιν ᾆσμα πολεμικόν. φίλου δὲ λέγει οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις ἐν Θηβαίοις, τουτέστι τοῦ συνήθους.

τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν, ὅ τι ἐστὶ τὰ γενόμενα διὰ τοῦ εἰπεῖν οὐκ ἔδωκαν ἰδεῖν σεμνύνει τοὺς Ἀθηναίους, δηλῶν ἐντεῦθεν τὴν τούτων περὶ τὸ ἔργον ὀξύτητα καὶ σπουδήν. ἔπασχον, φησὶν, οὐκ εἰδότες οἱ βάρβαροι, τὴν ὀξύτητα δηλῶν τῶν Ἀθηναίων. καὶ Ὅμηρος «Τυδείδην δʼ οὐκ ἂν γνοίης.»

ἀλλʼ ἅμα τάξεις ἐρρώγεσαν Ἀθηναίων καὶ βαρβάρων συνέρραξαν. τουτέστι συνεπλέκοντο καὶ συνέβαλλον. καὶ ὁ Θουκυδίδης «Οὐ μέντοι ὅ γε πόλεμός πω συνερρώγει.» οἱ δὲ ἀντὶ τοῦ συνῆπτο. ἄνδρες ἐκτείνοντο τῶν βαρβάρων. οἱ τῶν Περσῶν.

καὶ νῆες εἵλκοντο, καὶ χρήματα ἤγετο, καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα τὸ νῆες εἵλκοντο λέγει διὰ τὸν Κυναίγειρον· οὗτος γὰρ ἀγομένην τὴν Δάτιδος ναῦν κατασχὼν ἐχειροκοπήθη, ὡς ὄπισθεν ἔφημεν. τὸ δὲ χορεία Πανὸς νοητέον, ἢ ὅτι τὴν τοιαύτην τέρψιν εἶχον τοὺς βαρβάρους φονεύοντες, οἵα ἐστὶν, ἣν ὁ Πὰν χορεύει· ἢ διότι καὶ ὁ Πὰν αὐτοῖς συνεμάχει· φασὶ γὰρ, ἐπιόντων τῶν Περσῶν πέμψαι τοὺς Ἀθηναίους πρὸς Λακεδαιμονίους Φιλιππίδην τὸν ἡμερόδρομον, ἐν Ἀρκαδίᾳ δὲ ἐν τῷ Παρθενίῳ ὄρει συναντήσας αὐτῷ ὁ Πὰν εἶπεν ὅτι τῇ μάχῃ παρέσομαι· εἰπὲ δὲ Ἀθηναίοις τιμᾶν με. Λακεδαιμόνιοι μὲν οὖν οὐκ ἦλθον διὰ τὴν πανσέληνον, μόνοι δὲ Ἀθηναῖοι μετὰ πάνυ ὀλίγων Πλαταιέων συνέβαλλον. νῆες εἵλκοντο δηλοῖ τὸν Κυναίγειρον, ὃς φεύγουσαν κατέσχε τὴν Δάτιδος ναῦν, καὶ ἐπιβαλὼν τὴν δεξιὰν, ἥπτετο τῇ εὐωνύμῳ, καὶ πάλιν καὶ αὐτῆς ἀφαιρεθεὶς κατεῖχε τῷ στόματι, ἕως ἀπετμήθη καὶ τὸν τράχηλον. χορεία Πανὸς ἦν τὰ ποιούμενα ζητεῖται διὰ τί μὴ εἶπε ἄλλου θεοῦ χορείαν. λέγομεν ὅτι ἐμιμοῦντο τὸν Πᾶνα χορεύοντα, ἤτοι ὅτι καὶ ὁ Πὰν αὐτοῖς συνεπολέμησε, οἱονεὶ καὶ ὁ Πὰν ἐχόρευε. λέγεται γὰρ ὅτι ἐπιόντων τῶν Περσῶν ἔπεμψαν οἱ Ἀθηναῖοι πρὸς Λακεδαιμονίους Φιλιππίδην ἡμερόδρομον, ἐν Ἀρκαδίᾳ δὲ ἐν τῷ Παρθενίῳ ὄρει ὁ Πὰν συναντήσας αὐτῷ εἶπεν ὅτι τῇ μάχη παρέσομαι· εἰπὲ δὲ Ἀθηναίοις τιμᾶν με. Λακεδαιμόνιοι μὲν οὖν οὐκ ἦλθον διὰ τὴν πανσέληνον, μόνοι δὲ Ἀθηναῖοι μετʼ ὀλίγων Πλαταιέων συνέβαλλον.

ἤδη δέ τις καὶ τελευτήσας—ὥσπερ ἀθάνατος ὢν ὁ Καλλίμαχος. εἰς Καλλίμαχον ἀποτείνεται. οὗτος γὰρ ὑπὸ τοῦ πλήθους τῶν βαρβαρικῶν τόξων στηριχθεὶς ἐπὶ τῆς γῆς εἱστήκει, πεσεῖν μὴ δυνάμενος. εἰπὼν δὲ ὥσπερ ἀθάνατος τὸ ἄτοπον τοῦ λόγου τῇ προσθήκῃ ἐκόλασε.

οἱ τὰ μεγάλα τολμήσαντες βάρβαροι. τρόπαια φέροντες ἐν ταῖς ναυσὶ μέγιστον λίθον ἐν ταῖς αὐτῶν ναυσὶν οἱ Πέρσαι ἐκ Σούσων ἔφερον, ἵνα τρόπαιον ἐγείρωσι κατʼ Ἀθηναίων ὁμολογουμένως τὴν νίκην ἐλπίζοντες· ὃν Ἀθηναῖοι λαβόντες Νεμέσεως ἄγαλμα ἐν Μαραθῶνι ἔστησαν, εἰς ἔλεγχον καὶ μέμψιν τῶν μεγαλαύχων βαρβάρων. βαρβαρικῷ φρονήματι Πέρσαι κρατούμενοι ἐνόμιζον μὴ δέεσθαι πολέμου καὶ μάχης· διὸ ἐπὶ τῶν τριηρῶν εἶχον ἕτοιμα τρόπαια. Σώπατρος δέ φησι, τὸν λίθον, ὃν ἦγον οἱ Πέρσαι, ἵνα στήσωσι Πέρσαι, Ἀθηναῖοι λαβόντες, Νεμέσεως ἐποίησαν ἄγαλμα, καὶ ἔστησαν ἐν Μαραθῶνι.

πλείους αὐτοῖς ἐφάνησαν ἢ πρότερον ἤγουν αὐτοὶ ἑαυτοῖς ἔδοξαν πλείους εἶναι ἢ σφᾶς αὐτοὺς ὑπελάμβανον τῷ πανταχῇ ἐσπάρθαι. ὅτε γὰρ ἔζων, συνηγμένοι ἦσαν· καὶ διὰ τοῦτο οὐ τοσοῦτοι ἐφαίνοντο, ὅσοι μετὰ τὴν ἧτταν· πάντα γὰρ κατέλαβον πίπτοντές τε καὶ φεύγοντες. ἀντὶ τοῦ ἐκ τῶν πεπτωκότων ἔγνωσαν Ἀθηναῖοι τῶν βαρβάρων τὸ πλῆθος· δεικνὺς ὅτι ζῶντας αὐτοὺς ὀλίγους ἐνόμιζον. αὐτοῖς τοῖς Ἀθηναίοις. οὔτε γὰρ τὸ ἕλος, οὔτε ἡ θάλαττα, ἀρκούντως αὐτοὺς ἐδέχετο ἕλος ἦν μικρὸν ἐν τῷ Μαραθῶνι παρακείμενον. ἐκ δὲ τοῦ ἑτέρου μέρους ἡ θάλαττα, ὡς εἶναι στενὸν μέσον χωρίζον τῆς μάχης τὸν Μαραθῶνα. τὸ ἕλος τὸ ἐν Μαραθῶνι.

οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς μεστὰ γὰρ πάντα ἦσαν κακῶν. οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς, οὐδὲ διέξοδος ἀντὶ τοῦ ὑπὸ τῶν κακῶν καὶ τοῦ πλήθους τῶν νεκρῶν οὐκ ἦν τοῖς βαρβάροις διαφεύγειν· διὸ ἐπήγαγε «μέγιστον ἐναντίωμα αὐτοῖς ὑπῆρχεν.» οὐδὲ διέξοδος τῶν φευγόντων διὰ τοὺς πίπτοντας.

ὡς ἀληθῶς ὄχλος ὄντες μάταιον πλῆθος. ὄχλον καλοῦσιν οἱ ῥήτορες τὸ μάταιον πλῆθος· καὶ ὁ ῥήτωρ «Ὡς ὁ μὲν δῆμός ἐστιν ὄχλος.» μέγιστον ἐναντίωμα ἑαυτοῖς ἠναντιώθη γὰρ αὐτοῖς τὸ πλῆθος εἰς τὴν φυγήν· οὐ γὰρ ἦσαν ὀλίγοι, ὥστε εἰς τὴν φυγὴν λαθεῖν.

τοῖς πλείοσιν ἥττους ἐγένετο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι τὸ πλείοσι πρὸς τὸ ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἔχει τὴν δύναμιν. λέγει δὲ ὅτι οὐ μέρος τῆς στρατιᾶς ὄλωλεν, οὐδὲ τοσοῦτοι, ὅσοις ἄν τις ἐξ ἀρχῆς, ἤγουν πρὸ τῆς αὐτῶν ἥττης, ἐθάρρησε μάχην συνάψαι· ἀλλʼ οἱ πλείους αὐτῶν πεπτώκασιν, ὡς εἶναι τοὺς ὑπολειφθέντας ὀλίγους. σύντασσε δὲ οὕτως· καὶ ἐν τοῖς πλείοσιν ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι, ἐγένοντο ἥττους. εἰς τὸ κατὰ πόδας τῆς συντάξεως. ὁ δὲ νοῦς· ἀπώλοντο, φησὶ, πλείους, στρατιᾶς οὐ μόνον ἐξαρκούσης εἰς πόλεμον, ἀλλὰ καὶ δειλίαν τοῖς ἀνθισταμένοις ἐμποιούσης· τοσούτῳ πλήθει ἥττους οἱ ὑπολειφθέντες τῶν Περσῶν ἐγένοντο. ἀσαφὲς δὲ τὸ χωρίον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τὸ πλεῖον τοῦ στρατοπεδεύματος ἀπώλετο, ᾧ καὶ μόνῳ τῷ ἀπολομένῳ χαλεπὸν ἦν ζῶντι πολεμεῖν· τὸ πλῆθος δὲ τῶν πεπτωκότων δεῖξαι βουλόμενος τοῦτο εἶπεν. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι δοκεῖ κοῦφον εἶναι τὸ λεγόμενον· πέλαγος γὰρ αἵματος ὑποτίθεται. ἀλλʼ ὅτε, φησὶν, ἔνδοξον τὸ πρόσωπον τὸ ἐγκωμιαζόμενον, εἴτε βασιλεὺς, εἴτε πόλις ἐπίσημος, ἔξεστι χρῆσθαι τῇ ὑπερβολῇ.

ἐν νοτίῳ ὑγρότητι. ὑγρότητι δυναμένῃ αὐτὰς ὑπερέχειν. ἀντὶ τοῦ ἐν διύγρῳ, ὅ ἐστιν ὑδατώδει· καὶ ὁ Θουκυδίδης «Ὁπότε χειμὼν εἴη νοτερός» ἀντὶ τοῦ δίυγρος καὶ ὑδατώδης. τῶν ἀνδρῶν ἐκείνων τῶν τότε τοὺς βαρβάρους νενικηκότων.

τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα τὸ μέγεθος. ἀντὶ τοῦ τὸ μέγεθος τῆς νίκης. καινοπρεπῶς δὲ εἶπεν. τὸ χωρίον τὸν Μαραθῶνα.

οὐκ ἀνίσταται τῇ ψυχῇ πρὸς ἀνδρίαν καὶ μάχην. ἢ ὑπὸ τῆς ἡδονῆς, ἢ ὅτι εἰς ἀνδρείαν κινεῖται.

καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων εἰ γὰρ καὶ Ἐρέτρια πρώτη κεκινδύνευκεν, ἀλλʼ ἐπειδὴ νῆσος ἦν, διὰ τοῦτο εἰρήκει πρώτῃ τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων. τὸ δὲ κινδυνεῦσαι εἶπε διὰ τὴν κατʼ αὐτῆς ἐπιστρατείαν τῶν Περσῶν, καὶ ὅτι ὅσον κατὰ τὴν γνώμην ἐκείνων ἀπόλωλεν. ἐπειδὴ πρώτη ἐκινδύνευσεν Ἐρέτρεια, διὰ τοῦτο εἶπε τὸ κατὰ τὴν ἤπειρον· νῆσος γὰρ ἡ Ἐρέτρεια.

τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι πάντες γὰρ Ἕλληνες νενικηκυίας αὐτῆς ὠφέληνται. κοινὰ τὰ ἆθλα τὴν σωτηρίαν.

τροφὸν οὖσαν τῆς Ἑλλάδος διὰ τοῦ σίτου.

τοῦτο ὡμολογηκυῖα τοῖς προτοῦ πᾶσιν σημαίνει πρῶτον τὴν διάδοσιν σίτου, εἶτα τὴν ὑποδοχὴν τῶν φευγόντων, εἶτα τὴν ἀποικίαν. τοῖς προτοῦ πᾶσιν εὐεργετήμασι. τοῖς ῥηθεῖσι περὶ τοῦ σίτου καὶ τῶν ἄλλων.

ὥσπερ ἐλευθέριον Δία. συγκληρωθῆναι κατὰ κλῆρον δοθῆναι. συγκληρωθῆναι τουτέστι κατὰ κληρονομίαν καὶ εἱμαρμένην. ἐκεῖθεν γὰρ εἶπε τὴν λέξιν ἀντὶ τοῦ εἵμαρτο. ἄρα δὲ εἱμαρμένης τινὸς ὁ πόλεμος ὁ κατὰ Μαραθῶνα γενόμενος. τῇ τύχῃ οὖν, κατὰ γένεσιν καὶ εἱμαρμένην.

ἐκείνη ἡ ἐν Μαραθῶνι μάχη.

εἰ καὶ νεανικώτερον εἰπεῖν ἀντὶ τοῦ μειρακιῶδες, ἢ τολμηρότερον· ἐπειδὴ δοκεῖ τὸ ὄνομα τῆς μητροπόλεως κουφότερον εἶναι. ἀφορμὴ δὲ, οἷον ἀρχὴ καὶ πρόφασις.

ἀντὶ κρηπῖδος θεμελίου. ἀντὶ ἀρχῆς καὶ ῥίζης. παραδείγματος ὅτι δεῖ βαρβάρων καταφρονεῖν. Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι. παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην.

πάντων ἐπιτηδευμάτων ἤγουν τεχνῶν.

τοῦ τῶν Ἑλλήνων σπέρματος διὰ τὸ πρῶτον ἐν τῇ Ἀττικῆ ὥσπερ φυτὸν ἀναδοθῆναι ἄνθρωπον. διήνεγκεν ἀντὶ τοῦ ἤνυσε. Θουκυδίδης «Ὡς δὲ εἰπεῖν τὸν πόλεμον διέφερον.» τὸ δὲ ἅπαντʼ ἂν ἔρρει ἀντὶ τοῦ ἐφθείροντο.

τὰ κοινὰ τῆς φύσεως τὰ συμβάλλοντα εἰς σύστασιν ἀνθρώπου. ἤγουν πάντα τὰ ἀνθρώπινα.

ὅσας μυριάδας τῶν βαρβάρων ἐνίκων ἀποδείκνυσιν ὅτι οὐ μόνον τοὺς βαρβάρους νενικήκασιν, ἀλλὰ πάντας ἀνθρώπους συλλογιστικῶς.

εἰ δεῖ παραιτησάμενον τὸν φθόνον εἰπεῖν τοῦτο δὲ ἐπήγαγε διὰ τοῦ εἰπεῖν πάντας ἐνίκησε. παραιτησάμενον ἀφέντα.

τοιούτων ἀγαθῶν λόγων καὶ πράξεων, καὶ ὧν ἄνω ἔφη.

ἐγγὺς εἶναι τούτων. τοῖς ὑπάρχουσιν τοῖς οἰκείοις ἔργοις. τοῖς οὖσιν αὐτοῖς πλεονεκτήμασι. λογίζεται δὲ, διʼ ὧν κατασκευάζει, ὅτι πάντων κρείττους εἰσίν. ὥστʼ εἰ, τὸ μὴ ἔχειν—ἅπαντας νενικήκασιν εἰ γὰρ ὁ μὴ ἔχων, φησὶ, τὰ ἴσα, ἐλάττων ἐστὶ τοῦ ἔχοντος, πάντως ἄρα νενικήκασι τῷ ἔχειν τὰ πλείονα.

οἶμαι μὲν οὖν, εἰ καὶ μόνα ταῦτα τὸ μὲν ἐνταῦθα πρὸς τὸ οὐ μὴν ἔχει τὴν ἀπόδοσιν· ἐπειδὴ δὲ μέλλει τῆς ἐν Σαλαμῖνι μάχης ἄρξασθαι, προοιμιάζεται. ποιεῖται δὲ μερικὴν ἀνακεφαλαίωσιν ζήλῳ Δημοσθενικῷ· ἐκεῖνος γὰρ ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τῷ παραπρεσβείας οὕτω ποιεῖ. ἐντεῦθεν ἄρχεται τῆς ἀνακεφαλαιώσεως τῶν εἰρημένων, ἥτις τυγχάνει μερικὴ κατὰ μίμησιν Δημοσθένους· καὶ γὰρ κἀκεῖνος ἐν τῷ περὶ παραπρεσβείας διὰ τὸ μῆκος τοῦ λόγου κατὰ μέρος μερικὴν ποιεῖται ἀνακεφαλαίωσιν, ἀναμιμνήσκων συντόμως τῶν εἰρημένων τὸν ἀκροατὴν ὅπερ καὶ οὗτος ἐνταῦθα ποιεῖται, τὴν ἀνακεφαλαίωσιν· ἐν τῷ ἑξῆς δὲ σελιδίῳ ἐστὶν ἡ ἀπόδοσις τούτου πρὸς τὸ οὐ μὴν ἐῶσιν αἱ πράξεις· ἵνα ᾖ οὕτως· οἶμαι μὲν οὖν, εἰ καὶ μόνα ταῦτα εἶπον, ἔχειν ἂν πέρας τὸν λόγον· οὐ μὴν ἐῶσιν ἀπελθεῖν αἱ πράξεις. μόνα ταῦτα ἐκλέξας ἃ ἐξ ἀρχῆς μέχρι τοῦ νῦν εἶπον.

τὴν γὰρ πρώτην μὲν ἀνεῖσαν ἀνθρώποις φύσασαν. καὶ ἀναδοῦσαν. ἀναδοῦσαν· σημαίνει τοὺς Ἀθηναίους αὐτόχθονας εἶναι.

ἀλλὰ καὶ πάντας καὶ τὴν ὑποδοχὴν σημαίνει τῶν εἰς αὐτὴν καταφευγόντων.

ἀποστείλασαν εἰς ἀποικίας.

τῶν τʼ ἐν τῇ ὑπερορίᾳ τῶν Ἰώνων λέγει, ὅτι διʼ αὐτοὺς ἐνέπρησαν τὰς Σάρδεις. τῶν ἐπὶ τῆς ἀρχαίας Ἑλλάδος ἐπειδὴ νέαν Ἑλλάδα καλεῖ τὴν Ἰωνίαν, διὰ τοῦτο εἶπε τὴν ἀρχαίαν. λέγει δὲ τὸν ἐν Μαραθῶνι πόλεμον. τὸ δὲ οὐ διὰ παντὸς πῶς φησὶν, οὐ διὰ τοῦ ὅλου εἴποι τις εὐεργετήματος τὴν πόλιν ἐλθεῖν τοῖς Ἕλλησιν. διὰ παντὸς εὐεργετήματος.

καθάπερ τοὺς δρομέας, τὸ γιγνόμενον συμπεπληρωκέναι τὸ ὀφειλόμενον. ὥσπερ γὰρ ἐκεῖνοι καλῶς καὶ ἀνελλιπῶς τὸν δρόμον ἀνύουσιν, οὕτω καὶ ἡ πόλις πάντα, ὅσα προσῆκεν, ἀνύουσα οὐκ ἐπαύετο. τουτέστι τὸ ὀφειλόμενον τέλος πεπληρωκέναι, δηλονότι τέλος τοῦ δρόμου. ὡς ἐπὶ ἀγῶνος δὲ εἶπε τὴν λέξιν, ἐπειδὴ καὶ δρομέων ἐμνημόνευσε.

ἐγχωρεῖν δυνατὸν εἶναι. πρὶν γὰρ ἄρχεσθαι τῶν ὁμοίων ἑτέρους τὸ ἑτέρους εἰς Λακεδαιμονίους αἰνίττεται. τῶν ὁμοίων τῇ πόλει. ἑτέρους Ἕλληνας. τοσοῦτον ὅσον ἐδείξαμεν.

οὐ μὴν ἐῶσί γε ἀπελθεῖν τὸ σχῆμα ὑπερβατόν· εἴρηται γὰρ πρὸς τὸ ἄνω, καὶ εἶχεν ἂν πέρας ἀρκοῦν ὁ λόγος, εἰ καὶ μόνον εἶπον τὰ εἰρημένα, ἀλλʼ οὐκ ἐῶσι, φησὶν, ἀπελθεῖν αἱ πράξεις.

τοσούτῳ μᾶλλον, ὅσῳ ταῦτα ἀκριβέστερον ἐξήτασται ἐπειδὴ γὰρ οὐδὲν ἐκείνων παρέλιπον, ἀλλʼ ἀκριβῶς, ὡς προσῆκεν, ἐμνήσθην, δεῖ μηδὲ τἄλλα παραλιπεῖν, ἵνα μὴ δόξωμεν ἄτοποι, τὰ μὲν αὐτῆς εἰς ἄκρον ἐξητακότες, τῶν δὲ μηδὲ τὴν ἀρχὴν μνημονεύσαντες. ἢ οὕτω· ταῦτα, ἃ μέλλομεν εἰπεῖν, ἀκριβέστερον καὶ κάλλιστον τῶν προτέρων ἐξήτασται καὶ κατεπράχθη τῇ πόλει. ἐξήτασται ἢ ἑαυτῷ λέγει ἐξήτασται· ἐπειδὴ δοκεῖ φιλοτιμότερον εἰρηκέναι τὸν Δαρείου πόλεμον· ἢ τῇ πόλει ἐξήτασται. τοσαύτην γὰρ ὑπερβολὴν ἡ τοιαύτη κατασκευὴ πρὸς τὸ οὐ μὴν ἐῶσιν ἐστί.

τοῖς ἐφεξῆς τὰ εἰρημένα ἐδήλωσεν· ἐφεξῆς γὰρ τοῦ Μαραθῶνος τὰ κατὰ Ξέρξην συμβέβηκε. τοῖς ἐφεξῆς οὖν λέγει τοῖς κατὰ Ξέρξην.

ὅσον περ πρὸ τοῦ τοὺς ἄλλους μόνη γὰρ αὕτη τὰ κατὰ Μαραθῶνα ἔπραξε.

ἁμιλλωμένη ἀγωνιζομένη. γενομένου γὰρ τοῦ ἐν Μαραθῶνι τολμήματος εἰκότως εἶπε τὸ τολμήματος δεικνὺς τὸ τῆς μάχης ἄνισον καὶ παράδοξον. ποῦ γὰρ ἴσον, ὀλίγους κομιδῆ πρὸς ἀριθμοῦ κρείττους ἀγωνίσασθαι; ἢ τίς ἂν ἤλπισε τοῦτο; ἢ τὸ τολμήματος, μὴ περὶ τῶν Ἀθηναίων, ἀλλὰ περὶ τῶν βαρβάρων ἐκληπτέον, ἵνα λέγῃ ἐντεῦθεν ὡς ἀτόπου πράγματος ἐπεθύμησαν Πέρσαι, Ἀθηναίους καταστρέψασθαι τοὺς ὑπερφυεῖς ἀγωνιστὰς ἐν πολέμοις. αἰτίους δὲ διαβάσεως λέγει τὸν Ἱππίαν καὶ τοὺς Ἀλευάδας· οἱ μὲν γὰρ Θετταλίας τυραννοῦντες ὑπʼ Ἀθηναίων ἐξέπεσον, Ἱππίας δὲ ἠβούλετο Ἀθηνῶν τυραννῆσαι. οὗτος τοίνυν εἰς Δαρεῖον μετʼ Ἀλευαδῶν ἐλθὼν πέπεικε κατʼ Ἀθηναίων καταστρατεῦσαι. σαφέστερον δὲ λέγει τὴν ἱστορίαν ἐν τῷ ὑπὲρ τῶν τεσσάρων εἰς τὸν Μιλτιάδην. τοῦ ἐν Μαραθῶνι τολμήματος ἀστείως εἶπεν· οὐ γὰρ εἶπε κατορθώματος, ὅτι ὀλίγα πρὸς πολλοὺς ἀντετάξαντο.

ὥσπερ κονιορτοῦ ἢ διὰ ἐλαφρὸν ἢ διὰ τὸ ἀηδές.

ὑποπεπτώκει τῇ πόλει τεταπείνωτο πρὸς τὴν πόλιν. αἰτίους δὲ εἶπε διὰ τὸν Ἱππίαν. οὗτος γὰρ ἐκπεσὼν ἐκ τῶν Ἀθηνῶν ὡς τύραννος, ἔπεισε τὸν Πέρσην κατʼ Ἀθηναίων στρατεύσασθαι· καὶ τοὺς Ἀλευάδας· καὶ αὐτοὶ γὰρ ἐκπεσόντες τῆς Θετταλικῆς τυραννίδος ἔπεισαν αὐτόν. σαφέστερον δὲ τοῦτο λέγει ἐν τῷ Μιλτιάδῃ.

τελευτᾷ δὴ πρίν τι δεύτερον κακὸν αὐτὸν ἐξεργάσασθαι ἀπολώλει γὰρ ἂν, εἰ τὸ δεύτερον ἐστράτευε. εἰ γὰρ κατʼ Ἀθηναίων αὖθις ἐστράτευσε, πάλιν ἂν ἡττήθη.

ταῖς ἐπινοίαις ἀτόποις ἐπινοήσεσιν. ταῖς μηχαναῖς. μηδὲν καταλιπὼν τινί. μηδὲν καταλιπὼν ἄτοπον νομίσαι οὐδὲ γὰρ οἷόν τε λογίσασθαί τι καινὸν καὶ παράδοξον, ὅπερ οὐκ ἐκεῖνοι εἰς ἔκπληξιν τῶν Ἑλλήνων ἐμηχανήσαντο. παράδοξον, ὃ οὐκ ἐποίησε. λέγει δὲ ὡς ὅσα ἄν τις ἐπινοήσειε παράδοξα καὶ ὑπερφυῆ παρὰ τὴν τῶν Ἀθηναίων, οὗτος ἐμηχανήσαντο ἔπληξιν οὐδὲν κατέλειψεν ἄτοπον νομισθῆναι παράδοξον τῷ πάντα δεικνύειν. καταγνοὺς μὲν τοῦ πατρὸς ἐμφατικῶς τὸ ἀπὸ τοῦ πατρός. ἀτοπώτερος ὁ νικήσας τῇ πονηρίᾳ τὸν φύσαντα.

τῶν Ἑλλήνων, ὡς οὐδαμοῦ φανησομένων εἰ κατʼ αὐτῶν οὗτος ἐπιστρατεύσειεν. τὸν μὲν Δαρεῖον.

τὴν δὲ πόλιν. μετὰ πολλοῦ τοῦ κρείττονος ἢ ὁ πατήρ. τοσοῦτον ὕβρισε ἠτίμασε τὰ τοῦ πατρός. τῇ περιβολῇ τῇ προσθήκῃ καὶ τῇ δυνάμει.

ὥστʼ ἔγνω τὸν πρότερον στόλον, ὡσπερεὶ παιδιὰν, ἀποφῆναι τὸν τοῦ πατρὸς αὐτοῦ· ἦλθε γὰρ, φησὶ, χιλίας ἔχων τριήρεις, ὅπερ Ξέρξης εὐτελὲς ἡγήσατο. ἀπὸ κοινοῦ δὲ τὸ ἁμιλλήσασθαι. τὰ δὲ ἐξ οὐρανοῦ δεινὰ καλοῦσι διοσημείας· οἷον βροντὰς καὶ κεραυνοὺς, ἃ καὶ οὐράνια βέλη καλεῖ

πρὸς τὰς διοσημίας τὰ ἐκ τοῦ Διὸς φαινόμενα σημεῖα. εἰπὼν διοσημίας, μετʼ ὀλίγον ἀπαριθμεῖ ταύτας, ὅταν λέγῃ, ποίαν γὰρ κυμάτων ἐπιρροὴν, ἢ τίνας σκηπτοὺς, καὶ τἄλλα. πάντα γὰρ ταῦτα, ὅταν γίνηται, σημεῖα τοῖς ἀνθρώποις παρὰ Διὸς γίνονται. τὸ δὲ, ὅτι βεβαίως αὐτοῦ ἐστιν ἡ γῆ, ὥσπερ παρʼ Ἰσοκράτους μεταπέφρασται. λέγει γὰρ, ὥσπερ πρὸς τὸν Δία τὰ ὄντα διανεμόμενος, τῷ μὲν τοῦ Ὀλύμπου παραχωρῶν, ἑαυτῷ δὲ τὴν γῆν ἔχειν. ἀήθεις δὲ ἀστέρας νόει κομήτας, πωγωνίας, δοκίδας, ξιφίας, καὶ ὅσα τοιαῦτα. κομῆται μὲν οὖν εἰσιν οἱ κόμῃ ἀνδρὸς ἐοικότες, πωγωνίαι δὲ οἱ τριγωνοειδεῖς, δοκίδες δὲ οἱ στενοεπιμήκεις, ξιφίαι δὲ οἱ ὀξεῖς. ἅπαντες δὲ οὗτοι οὐκ ἀεὶ ὁρῶνται, ἀλλʼ ὅταν φανῶσι, σημεῖα τοῖς ἀνθρώποις δεινῶν μαντεύονται.

ὅτι αὐτοῦ βεβαίως ἐστὶν ἡ γῆ ὁ θεῖος Ἰσοκράτης ἀνθηρότερον εἶπεν, αὐτὸ λέγων, καθάπερ πρὸς τὸν Δία τὰ ὄντα διανεμόμενος, τῷ μὲν Διὶ παραχωρήσας τοῦ οὐρανοῦ, ἑαυτῷ δὲ τὴν γῆν.

ποίαν γὰρ κυμάτων ἐπιρροὴν πρὸς τὴν τῶν ἔξω διαφθοράν. ἤγουν θαλάσσης κατακλυσμὸν πρὸς τὰς γειτονούσας πόλεις.

ποίους ἀήθεις ἀστέρας τοὺς καλουμένους κομήτας. ταῦτα μὲν οὖν καθʼ ἑαυτὰ οὐκ ἔστι δεινὰ, σημεῖα δὲ μᾶλλον τῶν δεινῶν. κομῆται δὲ καλοῦνται ἀστέρες οἱ κόμῃ ἀνδρὸς παραπλήσιοι, πωγωνίαι δὲ οἱ τριγωνοειδεῖς. δοκίδες δὲ οἱ ἐπιμήκεις. φόβους δὲ ἐγγείους σεισμοὺς, ἢ κατακλυσμούς.

συνέστειλε ἀπέκρυψε.

οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι παροιμία τὸ οὐχ ἑστῶσι τοῖς ὠσὶν ἀκούειν, ἐπὶ τῶν δυσχερῶν καὶ βαρυτάτων ἀκουσμάτων λεγομένη. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ, ὅταν κτύπον αἴσθωνται, χαλῶσι τὰ ὦτα, ἵνα μὴ ἔτι ἀκούωσιν. ἀντὶ τοῦ θαρροῦσιν· ὅ ἐστι κάμπτεσθαι ὑπὸ τοῦ φόβου· ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, ἅπερ, ὅτε θορυβοῦνται, τὰ ὦτα κλίνουσι συνεχῶς, καὶ οὐκ ἐῶσιν ὀρθά. ἀπῆγον εἰς ἔσχατα γῆς ἐξετόπιζον τοὺς ἀκούοντας.

αἰτεῖν μὲν γὰρ ἔφασκεν οὐδὲν τῶν ἀλλοτρίων ὧν οὐκ αὐτὸς ἔχει.

ἀπαρχὰς γῆς καὶ ὕδατος ἐπειδήπερ τὰς ἀπαρχὰς τῶν καρπῶν καὶ τῶν ἄλλων τοῖς θεοῖς διδόασιν ἄνθρωποι, ὡς δοτῆρσιν αὐτῶν, διὰ τοῦτο καὶ Ξέρξης οἰκείαν πᾶσαν γῆν καὶ πᾶν ὕδωρ λογιζόμενος, ὡς ὢν τῆς ἐπʼ οὐρανὸν πάσης κύριος, ἀπαρχὰς ᾔτει τούτων τοὺς Ἀθηναίους. ὅπερ Δαρεῖος ᾔτει. πάντων δʼ εἶναι τούτων κύριος τῆς γῆς καὶ τοῦ ὕδατος. ἀπὸ κοινοῦ τὸ ἔφασκε. τῆς δʼ ἀγνωμοσύνης ἀγνωμοσύνην ἐνταῦθα καλεῖ τὴν θρασύτητα. ἔστι δὲ καὶ ἡ ἀχαριστία καὶ ἡ μωρία. ἀγνωμοσύνης λέγει ἐνταῦθα τῆς ἀδικίας· ἀδικίαν γὰρ ὁ βάρβαρος ἐκάλει τὸ τολμῆσαι τὴν πόλιν ἐπὶ τοῦ Μαραθῶνος ἀντιπαρατάξασθαι. ἔστι γὰρ ἡ ἀγνωμοσύνη ἐν ἄλλοις ἡ ἀχαριστία.

εἰ ταῦτα συγχωρήσαιεν τὴν τοῦ ὕδατος καὶ τῆς γῆς δόσιν. μετὰ τῶν ἄλλων ἀνθρώπων γένοιντο ὡς ἤδη πάσης τῆς ἄλλης γῆς δουλευούσης. τῶν ὑποτεταγμένων αὐτῷ.

διδάξειν σωφρονίσειν. διδάξειν αὐτοὺς καλῶς τίς ὁ κοινὸς δεσπότης. τὴν δεσποτείαν.

μετὰ τῶν προπατόρων θεῶν ἢ ὁ Ξέρξης ἐκ θεῶν ἔλεγε κατάγειν τὸ γένος, ἢ Ἀριστείδης ἐξεπίτηδες τοῦτο πλάττει, βουλόμενος αὐτὸν ἀποδεῖξαι ὑπὲρ ἄνθρωπον φρονοῦντα. ἀλαζονείαν ἐμφαίνει βαρβαρικήν· τοὺς γὰρ θεοὺς καλεῖ αὐτοὺς προπάτορας ὄντας. οὕτω γὰρ θεοῖς τε καὶ Ξέρξῃ δοκεῖν ὑπὲρ τῶν Ξέρξου πραγμάτων ὑπὲρ τῶν ἁρμοζόντων ἐκείνῳ. τὸ Ἀθηναίους γνωρίσαι δεσπότην τὸν Ξέρξην.

ἥξειν γὰρ ἄγων ἅπαντα τὰ ἑαυτοῦ. ναῦς μὲν, ὅσας ἡ Ἑλληνικὴ θάλασσα οὐχ ὑποδέξεται ἐπέκεινα γὰρ τῶν χιλίων ἦσαν. ἡ Ἑλληνικὴ θάλασσα ὁ Αἰγαῖος. ἵππῳ θηλυκῶς ἡ ἵππος.

τὴν πόλιν ἱππόκροτον καταστήσειν ἐκ τῶν ἵππων ἠχουμένην. πεδίον ἵππῳ κροτούμενον τοῖς τῶν ἵππων ποσί. δηλοῖ δὲ διὰ τούτου ἐρημῶσαι αὐτὴν, ὡς εἶναι πρὸς ἱπποδρομίαν ἐπιτηδείαν. ἱππήλατον. ἱερά τε συμφλέξειν καὶ θήκας ἀναρρήξειν βαρβαρικὸν τὸ φρόνημα, ὅτι καὶ θεοῖς καὶ νεκροῖς ἠπείλει εἰς τὸ αὐτό. ἱερά τε συμφλέξειν ἐνθυμούμενος ὃ Ξέρξης ὡς, ὅτε Ἀθηναῖοι τὰς Σάρδεις ἐπόρθησαν, ἐν τῷ καίειν αὐτὰς καὶ τὸ τῆς Ῥέας ἱερὸν ἄκοντες ἔκαυσαν, πολλὰ ἱερὰ ἐν τῇ κατὰ τῶν Ἑλλήνων ἐπιστρατείᾳ καὶ αὐτὸς ἔκαυσεν. τοῦτο κατὰ τὸ ἀληθὲς ἐποίησε· πολλὰ γὰρ ἱερὰ ἐνέπρησεν, ἀμυνόμενος, ὅτι καὶ οἱ Ἀθηναῖοι, ὅτε καὶ Σάρδεις ἐπόρθουν, ἔκαυσαν τῆς Ῥέας τὸ ἱερὸν, οὐχ ἑκόντες, ἀλλʼ ἐν τῷ καίειν τὴν πόλιν. ὅπερ πρὸς ὕβριν οἰκείαν ὁ Ξέρξης ἐνόμισε γίνεσθαι.

θήκας τάφους. θήκας ἀναρρήξειν τάφους, ὥστε τοὺς ἔνδον ἀτιμάσαι. μετασκευάσειν ἅπαντα μεταβαλεῖν καὶ ἀνατρέψαι. ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει τὸ Ἀτλαντικὸν πέλαγος περὶ τὸν ὠκεανόν ἐστι πελαγῶν μέγιστον. ἠπείλει οὖν Ἀθηναίοις, ὡς ῥῖνας αὐτῶν καὶ ὦτα ταμὼν ἀναγκάσῃ τὸ πέλαγος ἐπαντλήσαντας, καὶ τὸ παρακείμενον ὄρος, τὸν Ἄτλαντα, σκάψαντας, ἐντὸς τοῦ πελάγους τὸν χοῦν προφέρειν καὶ γαιοῦν, ἵνα σπείρωσι. τὸ δὲ πέτρας ὀρύττοντας λέγει, διότι καὶ ὁ Ἄτλας πετρώδης ἐστί. κληρουχία δὲ λέγεται ἡ γεωργία, ἐπειδὴ οἱ παλαιοὶ διὰ κλήρου τὴν σπειρομένην γῆν ἐλάμβανον. τὴν μεταβολὴν σημαίνει τῶν στοιχείων. παρὰ δὲ τὸν ὠκεανὸν λέγεται εἶναι τοῦτο τὸ πέλαγος. ἠπείλει οὖν καὶ τοῦτο αὐτοὺς γεωργῆσαι τὸ πέλαγος. δηλονότι ἀπαντλοῦντας, πέτρας δὲ ὀρύττοντας. κληρουχίαν δὲ καλεῖ τὰς γεωργίας, ὥσπερ ἔχομεν καὶ παρὰ Δημοσθένει κληρούχους, τοὺς γεωργούς.

κληρουχίας γεωργίας. κληρουχίας ἀτίμους ἠπείλει—ποιήσειν διὰ τὸν ἀκρωτηριασμόν. διὰ τὴν τῶν ῥινῶν καὶ τῶν ὤτων τομήν. ἀτίμους, ἀντὶ τοῦ δυστυχεῖς· οὐδὲ γάρ ἐστι γεωργία ἄτιμος. τοῦτο οὖν λέγει κληρουχίαν ἄτιμον. ἠκρωτηριασμένους δὲ λέγει τὰς ῥῖνας καὶ τὰ ὦτα. τὸ δὲ προχοῦν λέγει προχοῦντας εἶναι· ἵνʼ ἡ σύνταξις οὕτως ᾖ. ἠπείλει γὰρ ποιήσειν αὐτοὺς προχοῦντας εἰς τὸ πέλαγος· καὶ οὐχ εὑρίσκεται ἀντὶ μετοχῆς ῥῆμα κείμενον· τὸ προχοῦν οὖν ἐστιν ἀντὶ τοῦ προχοῦντας. ἐπʼ εὐθείας γὰρ οὕτω προβαίνει· ἠπείλει κληρουχίας γῆς ἀτίμους ποιήσειν· ἣν γῆν προχοῦν ἀναγκάζει εἰς τὸ πέλαγος· ἠπείλει καὶ τὰ ἑξῆς. ἔξω τῆς οἰκουμένης ἐπέκεινα τῆς οἰκουμένης.

προσχοῦν προσφέρειν καὶ γαιοῦν. προχοῦν προχοῦντας. τοσαῦτʼ ἔχοντας τοῦ σώματος μέλη.

ὅσα τοῖς ἔργοις ἀρκέσει ὀφθαλμοὶ, χεῖρες, πόδες. χεῖρας, πόδας, ὀφθαλμούς. χεῖρας καὶ πόδας, διʼ ὧν εἰργάζοντο. καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη ὥσπερ ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ, καὶ τί μέγα πεποίηκε μόνον ἀπειλῶν; ὁ δὲ λέγει ὅτι τοῖς ἔργοις ἀπέκρυπτε τὰς ἀπειλάς. ἀήθη καὶ ὑπερόρια ξένα καὶ παράδοξα.

φόβου μείζω εἰς ὑπερβολὴν φοβερά. ἐτελεύτησε δʼ ἐνταῦθα ἤγουν εἰς μόνας τὰς ἀπειλάς. ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλὰς ἐφανέρωσε πρὸ τοῦ ποιῆσαι.

ἄνευ γε τοῦ τι δυνηθῆναι λέγω δὴ, χρήσασθαι τῇ πόλει πάντα, φησὶν, ἐποίει, πλὴν τοῦ τὴν πόλιν τιμωρήσασθαι, ῥαχία δὲ καλεῖται ὁ πετρώδης τόπος· καὶ τοὺς τὴν ῥαχίαν οἰκοῦντας ἐπὶ τὸν πόλεμον ἤγαγεν. χρήσασθαι τῇ πόλει ἤγουν ὑποχειρίους τοὺς ἐν αὐτῇ ποιήσασθαι. τίνα γὰρ μεσόγειαν γῆν. τίνα γὰρ μεσόγειαν, ἢ ποίαν ἐκ τοῦ εἰπεῖν, τίνα μεσόγειαν οὐκ ἔσεισε, καὶ Ἀτλαντικὴν ῥαχίαν, καὶ ποῖον κόλπον, δείκνυσιν ὅτι πανταχόθεν συνήγαγε στρατιὰν, καὶ πάντας ἐξέπληξε τῇ ὑπὲρ φύσιν ταύτῃ παρασκευῇ· εἰ καί τινες οἴονται ὡς τὸν Ἄτλαντα κατέσκαψε, πλανώμενοι ἐκ τοῦ προτέρου λόγου, ὃν Ἀριστείδης εἶπεν, ὅτι ἠπείλει τὸν Ἄτλαντα τεμὼν εἰς τὸ πέλαγος ἐμβαλεῖν.

οὐκ ἔσεισεν τῇ τῆς στρατιᾶς φήμῃ. τῶν εἰσεχόντων ἤγουν τῶν εἰσρεόντων τεσσάρων κόλπων.

ἀπὸ τῆς ἔξω θαλάττης ἤγουν τοῦ ὠκεανοῦ. τουτέστι τῆς πλατείας, ἐξ ἧς οἱ κόλποι γίνονται. Φάσις δὲ ποταμὸς Σκυθίας. ἄνω δὲ Περσικὸν λέγει τὴν καλουμένην Κασπίαν θάλασσαν. παρῆκεν ἀσύμβολον εἰς ὃν οὐκ ἐνέθηκε σύμβολα. οὐ τὸν εἰς Φάσιν κόλπον. εἰς Φάσιν τὸν ποταμόν.

οὐχ Ὑρκανίαν χώρα τῆς Ἀσίας. οὐχ Ὑρκανίαν, οὐ πάντας συνήγαγεν τὸ μὲν πρῶτον σχῆμα κατὰ ἀπόφασιν, τοῦτο δὲ κατὰ ἐρώτησιν. οὐδʼ ἠρευνήσατο συνεμέτρησε.

ἢ Δάτις τὴν Ἐρετρικὴν τοῦτον τὸν Δάτιν ἔπεμψε Δαρεῖος ἀνθʼ ἑαυτοῦ στρατηγὸν, ὃς ἐπιβὰς Ἐρετρείας, ὡς καὶ ὄπισθεν εἶπε, καὶ πᾶσαν καταστρεψάμενος, τὸ λοιπὸν τῶν ἀνδρῶν εἰς τὴν Ἀσίαν ἔπεμψεν. ἐσχατιαῖς δὲ, τοῖς τελευταίοις τόποις. τὴν Ἐρετρικὴν γῆν. οὐκ ἐσχατιαῖς γῆς καὶ θαλάττης τὸν στόλον ὡρίσατο ἤγουν μέχρι τῶν περάτων τῆς γῆς ἐξέτεινε.

ὥσπερ σαγηνεύων δίκην δικτύου περικλείων. φάσμα ἄτοπον θέαμα.

οὐκ ἐκινήθη εἰς τὸ εἶναι παρήχθη. τί τῶν ὄντων οὐχ ὑπερώφθη μείζω γὰρ τούτων ᾔτησε. οὐχ οἱ πορθμοὶ τοσοῦτον αὐτῷ τῶν ποταμῶν διαφέρειν ἐδόκουν, ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν ταυτὸν πάθος ἔπασχον καὶ πορθμοὶ καὶ ποταμοὶ ξηραινόμενοι, οἱ δὲ πατούμενοι. ταυτὸν πάθος ἔπασχον καὶ ποταμοὶ καὶ πορθμοὶ ξηραινόμενοι, οἱ μὲν πινόμενοι, οἱ δὲ ξηραινόμενοι, ὡς πατούμενοι. ἴσμεν ὅτι οἱ πορθμοὶ στενοὶ ὄντες φοβεροί εἰσι τοῖς διαπλέουσι, τῶν πελαγῶν εἰς αὐτοὺς προσρηγνυμένων, οἱ δὲ ποταμοὶ εὐχερεῖς. βούλεται οὖν εἰπεῖν ὅτι τῷ μὴ πίνειν μόνον διέφερον τῷ βασιλεῖ τῶν ποταμῶν. ἄλλοι δέ φασιν· ἐπειδὴ οἱ πορθμοὶ πολλοῦ ὕδατος οὐκ εὐποροῦσι, τοῦτο εἶπεν, ἀντὶ τοῦ πάντα ἐνόμιζε τοὺς πορθμοὺς ἔχειν τῶν ποταμῶν ὅμοια, πλὴν τοῦ μὴ ἔχειν ἄφθονον ὕδωρ.

ὅσον οὐ παρέχειν πιεῖν ἐξ αὐτῶν ἁλμυρὸν γάρ. ἁλμυρόν ἐστι τὸ αὐτῶν ὕδωρ.

ἐκείνων ἤγουν τῶν χειμάρρων. ἐκ Διὸς ὕοντος.

ὑπὸ Ξέρξῃ πάντα ἐπέλιπεν κατεπόθησαν γὰρ ὑπὸ τῶν βαρβαρικῶν ἵππων Μαίανδρος, Πηνειὸς, Ἰλισσὸς, καὶ ἕτεροι. τὰ τῶν ποταμῶν· ἐπίνοντο γὰρ ὑπὸ τῆς στρατιᾶς, καὶ καμήλων καὶ ἵππων. ταῦτα ἡ γῆ καὶ ἡ θάλασσα.

μετέβαλλεν εἰς ἄλληλα μετεβλήθησαν. γῆ τε γὰρ, ἡ μὲν ἐγίγνετο ἡ τοῦ Ἑλλησπόντου. ἡ δʼ ἀπώλλυτο ἡ τοῦ Ἄθω.

θάλαττα ὑπεχώρει ἐν τῷ Ἑλλησπόντῳ. καὶ πάλιν συνῄει τῷ βασιλεῖ ἐν τῷ Ἄθῳ. καὶ νῦν ἐστι τῆς νέας θαλάττης, ὅσος τῆς ἐκείνου διαβάσεως, χρόνος ὅτε διώρυξε τὸν Ἄθω. ἐγκωμιάζων δὲ τὸν Πέρσην, μεταβολὴν αὐτὸν στοιχείων λέγει πεποιηκέναι λέγει δὲ ὅτι ἐκ τότε νέα θάλαττα φαίνεται, ἀφʼ οὗ διέβη, ἕως νῦν.

ὁ Ἄθως Ἄθων καὶ Ἄθως ὄρος. ἔστι δὲ τὸ νῦν λεγόμενον ἅγιον ὄρος. ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται ὥσπερ ἡ στήλη τοὺς ἀνθρώπους εἰς ἀνάμνησιν ἄγει τοῦ στήσαντος, οὕτω καὶ οἱ τὸν Ἄθω νῦν ὁρῶντες ἀναμιμνήσκονται τὴν πάλαι τομήν. τῷ ἔργῳ τῇ τομῇ.

κάμηλοι ὥσπερ χιλίας διακοσίας εἶχε τριήρεις, οὕτω καὶ τοσαύτας καμήλους. κατέλαμπον οὐχ ἁπλῶς κατέλαμπον· βούλεται γὰρ δεῖξαι αὐτὸν οὐ μόνον θάλατταν μεταβεβληκότα, ἀλλὰ καὶ νύκτα καὶ ἡμέραν. ὅσον μήκιστόν ἐστιν ἀνύσαι ὅσον, φησὶν, ἔστιν ἀνύσαι τῷ βαδίζοντι. διὰ δὲ τούτου τὸ πλῆθος ἐμφαίνει τῶν καμήλων, οὐχ ἁπλῶς δὲ, ἀλλʼ ὅτε χρείαν ἐπλήρουν. οὐ πρὸς τὰ δύο δὲ παραδείγματα ἡ αἰτία, πρὸς τὴν σκιὰν καὶ τὰς καμήλους, ἀλλὰ πρὸς τὴν μεταβολὴν καὶ τὴν κίνησιν. τοσοῦτον διάστημα. τοσοῦτον ἐπέχουσαι διδοῦσαι νύκτωρ.

εἰ δʼ ἐπιθυμήσειε σκιᾶς μεθʼ ἡμέραν. δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιὰ ἐλθὼν μεσημβρίας ὁ Ξέρξης ὑπό τινι πλατάνῳ, καὶ σκηνώσας ἐκεῖ, ἀπεδέξατο τότε αὐτὴν τοῦ κάλλους καὶ χρυσῆν ἑτέραν τοιαύτην κατασκευασθῆναί οἱ προσέταξεν, ἣν γενομένην μεθʼ ἑαυτοῦ στρατεύων ἔφερεν. λέγεται ὅτι πλάτανον εἶχε χρυσῆν ἐπὶ τοῦ ὀχήματος, συσκιάζουσαν αὐτὸν, ὥς φησιν Ἡρόδοτος, ἣν παρέσχεν αὐτῷ Πυθέας ὁ Λυδός. πλάτανον εἶχεν ἐκ χρυσοῦ κατεσκευασμένην, ἣν ἐχαρίσατο αὐτῷ Πυθέας ὁ Λυδῶν βασιλεύς.

πολλοῖς δʼ ἦν ἀφανὴς, ὧν ἦγεν οὗ γῆς εἴη τανῦν ἐπειδὴ εἶπεν ὅτι πᾶσαν τὴν οἰκουμένην εἶχε στρατόπεδον, ἀναγκαίως τὸ πλῆθος τὸ ἑπόμενον ἠγνόει, ποῦ ἄρα ὁ προηγούμενος ἐτύγχανε τοῦ στρατεύματος. οὐδὲν δʼ ἦν ἔθνος τῶν κατὰ τὴν πορείαν μεῖζον ἢ κρύπτεσθαι τυχὸν εἰ ἑκατὸν σταδίων ἦν ἡ Θρᾴκη· ἐκρύπτετο ὑπὸ τοῦ στρατεύματος· καὶ οὐδὲ ἔθνος οὕτω μέγιστον ἦν καὶ ἐπὶ πολὺ ἐκτεταμένον ὥστε δύνασθαι μὴ καλύπτεσθαι ὑπὸ τοῦ πλήθους. ἢ οὕτως· ἀντὶ τοῦ οὐχ οὕτω μέγα τὸ ἔθνος ἐτύγχανεν, ὡς μὴ τῷ πλήθει τῷ ἑπομένῳ καλύπτεσθαι.

κρύπτεσθαι ἀφανίζεσθαι ὑπὸ τῆς στρατιᾶς.

ἐχρῆν γὰρ καὶ τοῦτο ἐκείνῳ γενέσθαι δυνατὸν ὡς ἀδυνάτου ὄντος τοῦ ἀριθμῆσαι τοσούτους.

τεῖχος μυρίανδρον μυρίους χωροῦν ἄνδρας.

πρὸς μέτρον ἠρίθμει διὰ μὲν γὰρ τὸ τεῖχος ἐμέτρει, διὰ δὲ τὸ πολλοὺς περιέχεσθαι ὑπὸ τοῦ τείχους ἠρίθμει. ἐμέτρει μὲν, διὰ τὸ πολλοὺς ὑφʼ ἓν εἶναι. ἀριθμεῖν δὲ, διὰ τὸ πολλὰς εἶναι τὰς μυριάδας. τίνι δὲ διαφέρει τὸ μέτρον τοῦ ἀριθμοῦ, αὐτὸς ἐν τοῖς προοιμίοις εἶπεν. ὁ μὲν οὕτω πάντα κινῶν ᾔει οὐ μόνον, φησὶ, τὰ βάρβαρα, ἀλλὰ καὶ τὰ Ἑλληνικά. διὰ τί δὲ οὐκ εἶπε κατὰ Ἀσίαν; λέγομεν ὅτι, ἐπειδὴ κατὰ τῆς Εὐρώπης ἐπῄει, ὅλως τε τῷ εἰπεῖν τὰ ἐπὶ γῆς πάντα περιέλαβε καὶ τὴν Ἀσίαν.

ὁπόσοις γένεσιν. ἐντύχοι ἐν τῇ ὁδῷ.

πρὸς τὴν κίνησιν αὐτοῦ. ὥσπερ τὰ κοῦφα οἱονεὶ τὰ φύλλα ὑπὸ τοῦ ἀνέμου φερόμενα. εἴκει πρὸς τὴν κίνησιν.

τῆς ὑπερηφανίας ἀντὶ τοῦ μεγέθους· οὐ γὰρ ἐπὶ ἀλαζονείας νῦν κεῖται. τῆς ὑπὲρ ἄνθρωπον φαντασίας.

θορύβου τοσούτου διὰ γῆς ἁπάσης καταρραγέντος ὡς ἄνωθεν ἀπʼ οὐρανοῦ πνεύματός τινος κατιόντος.

τῶν ἠπείρων ἀμφοτέρων ἤγουν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. κρινομένων ποτέρα κρείττων ἐστί. δοκιμαζομένων. ἀντέσχεν ἠναντιώθη.

πρῶτον μὲν τοῖς περὶ τὰς ἐπιστολὰς ἀκροβολισμοῖς ἐντεῦθεν ἄρχεται λέγειν τὰ πρὸ τοῦ πράγματος· εἰς τρία γὰρ διαιρεῖ, καὶ λέγει τὰ πρὸ τοῦ πράγματος, τὰ ἐν τῷ πράγματι, τὰ μετὰ τὸ πρᾶγμα. ἡ δὲ λέξις ἡ τοῦ ἀκροβολισμοῖς εἴρηται ἀπὸ τοῦ πόρρωθεν βάλλειν κατʼ ἄκρας ἀλλήλους, εἰ βούλονται πολεμεῖν. λέγει οὖν ὅτι τοῖς ἀκροβολισμοῖς τοῖς διὰ τῶν ἐπιστολῶν. διάπειραν γὰρ ἐποίει διὰ τῶν ἐπιστολῶν ὁ βάρβαρος τῶν Ἀθηναίων. αὐτὸς δὲ εἰρηκὼς καὶ πείραις ἐξηγήσατο, τί ἐστιν ἀκροβολισμός. ἀκροβολίζειν γάρ ἐστι τὸ ἀποπειρᾶσθαι, εἰ θέλουσιν οἱ ἐναντίοι πολεμεῖν. περὶ τὰς ἐπιστολὰς τὰς τοῦ Ξέρξου. ἐκείνου.

τοῦ πτοηθῆναι φοβηθῆναι. πρὸς τὰς τῶν ἀτόπων ἐκείνων φόβων ἐπαγωγὰς ἐπελεύσεις. ὥστε οὐκ ἐδεήθη ψηφίσματος πρὸς ταῦτα ἔτι καθάπερ πρώην ἐπὶ τῶν τοῦ Δαρείου κηρύκων.

ἑνὸς κοινοῦ ψηφίσματος.

αὐτῇ σκευῇ καὶ ποικίλμασι μετὰ τῶν ἱματίων αὐτῶν. σκευὴν καλεῖ τὴν ποικίλην ἐσθῆτα· τοιαύτη γὰρ ἦν ἡ Περσική.

τοῖς εὖ φρονοῦσι τῶν Ἑλλήνων ἡγεμὼν τῆς ἀποκρίσεως ἐγένετο ἤγουν πῶς δεῖ ἀποκρίνεσθαι πρὸς τοὺς βαρβάρους ἐν ὁμοίοις καιροῖς. αἰνίττεται δὲ Λακεδαιμονίους, ὅτι καὶ αὐτοὶ Ἀθηναίους μιμησάμενοι, ταυτὰ πρὸς τοὺς ἐλθόντας παρʼ αὐτοῖς τότε ἐκ τῶν βαρβάρων ἀγγέλους ἐποίησαν. εἰς Λακεδαιμονίους αἰνίττεται· αὐτοὶ γὰρ ἀπέκτειναν τοὺς ἐλθόντας παρʼ αὐτοῦ ἀγγέλους.

πάντα χρήματα μίγνυται θάλασσα γῇ καὶ γῆ θαλάσσῃ καὶ τἄλλα τοῖς ἄλλοις.

τῶν Ἑλλήνων κερδανοῦσιν οἱ τελευταῖοι οὐ τῷ σώζεσθαι, ἀλλὰ τῷ τελευταῖοι πεσεῖν. σωθήσονται γὰρ, ἐπειδὴ τοὺς ἄλλους ἰδόντες κατεστραμμένους ὑπʼ ἐκείνῳ γενήσονται.

οὐδὲν μᾶλλον ὑφεῖτο ἠμέλησεν. οὐχ ὑπεχώρησεν, οὐχ ὑπεῖξεν. τῆς ὁρμῆς.

οὐδὲ ἐμέμψατο αὑτῇ τῆς ἀποκρίσεως ἀπόκρισιν λέγει τὴν σφαγὴν τῶν ἀγγέλων.

αἰσχυνομένη, μοι δοκεῖν, μόνη φανῆναι τῷ βαρβάρῳ ἵνα μή τις εἴπῃ ὅτι ἀσθενὴς οὖσα καὶ δεομένη τῆς συμμαχίας αὐτῶν συνήγαγεν αὐτούς.

ἀμφοῖν ἀμφοτέρων· τοῦ τε μὴ ἔχειν ἐν ἄλλοις ἢ Ἀθηναίοις τὰς ἐλπίδας, καὶ τοῦ μὴ ἐπὶ ἄλλοις ἐλπίζειν τοὺς Ἕλληνας· ἤλπιζον γὰρ ὅτι, ὡς πάντας ἐν Μαραθῶνι ἐνίκησαν Ἀθηναῖοι τοὺς Πέρσας, οὕτω καὶ ἐν Σαλαμῖνι μέλλουσι νικᾶν. τοῦ μὴ ἔχειν αὐτὴν τὰς ἐλπίδας ἐν ἄλλοις, καὶ τοῦ ἔχειν τοὺς ἄλλους ἐν αὐτῇ τὰς ἐλπίδας.

ὅ τι ἀντὶ τοῦ τί.

τοῖς θαύμασι παραδοξοποιίαις. γῆς μὲν οὐδαμοῦ ἐπειδὴ οὐ μέγα ἦν τὸ μετοικίσασθαι, προσέθηκε τὸ γῆς μὲν οὐδαμοῦ.

πᾶσα γὰρ εἴχετο ὑπὸ τοῦ Ξέρξου. ὑπὸ τῆς τοῦ Ξέρξου στρατιᾶς. καὶ τῆς περὶ τὸν Ἄθω διωρυχῆς ἐνταῦθα ηὐτέλισεν, ἅπερ πρὸ ὀλίγου ηὔξησε. διὰ τοῦτο δὲ ηὐτέλισε, διὰ τὸ συγκρίνειν αὐτὰ, ὡς παρὰ τῶν Ἀθηναίων γενόμενα.

οὔτε γνώμη φαυλότερον ἀλαζονικώτερον.

τὸ ἴχνος μόνον τὰ οἰκοδομήματα.

ὥσπερ τῶν ποιητῶν φασί τινες τὸν Ἀλέξανδρον Στησίχορος ἐν τῇ ποιήσει λέγει ὡς ἡρπακὼς τὴν Ἑλένην Ἀλέξανδρος, καὶ διὰ τῆς Φάρου ἐρχόμενος, ἀφῃρέθη μὲν ταύτην παρὰ Πρωτέως, ἔλαβε δὲ παρʼ αὐτοῦ ἐν πίνακι τὸ εἴδωλον αὐτῆς γεγραμμένον, ἵνα ὁρῶν παραμυθοῖτο τὸν αὐτοῦ ἔρωτα. εἰς Στησίχορον αἰνίττεται· λέγει γὰρ ἐκεῖνος ὅτι ἐλθὼν ὁ Ἀλέξανδρος ἐπὶ ταύτης τῆς νήσου, τῆς Φάρου, ἀφῃρέθη παρὰ τοῦ Πρωτέως τὴν Ἑλένην, καὶ εἴδωλον αὐτῆς ἐδέξατο· καὶ Ὅμηρος δὲ αἰνίττεται τοῦτο, ἔνθα λέγει· «Ἀμφὶ δὲ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ μάχοντο.» φανερῶς δὲ οὐκ εἶπεν ἵνα μὴ τὴν ποίησιν ἀσύστατον ἐργάσηται, ὅτι διὰ εἴδωλον τοσοῦτος γέγονε πόλεμος.

πλήν γε δὴ ἀντὶ τοῦ ὅμως δέ· ἐπειδὴ δὲ τὸ μὴ εὑρεῖν φυγῆς ἐστι τεκμήριον, ἐθεράπευσεν αὐτὸς εἰπὼν ὅτι καλῶς εὗρεν ἐπὶ τῆς Σαλαμῖνος. ἐπʼ Ἀρτεμισίῳ χωρίον τι τῆς Εὐβοίας, ἔνθα πρὸ τῆς Σαλαμῖνος ἐναυμάχησαν πρὸς τὰς πρόπλους τριήρεις τῶν βαρβάρων. Σαλαμῖνι ἐνταῦθα τὸ ναυτικὸν ὑπὸ Θεμιστοκλέους.

ὥσπερ τινὸς ἐν μύθῳ Γοργόνος ἀντὶ τοῦ ὥσπερ μυθευομένης Γοργόνος.

περὶ τῶν λοιπῶν ἀντὶ τοῦ περὶ τῆς βασιλείας. οὓς ἦγε. περὶ τοῦ σώματος ἑαυτοῦ. ἀήθης ὢν τούτου τοῦ δεδιέναι τὸ Ἑλληνικόν. τοῦ φοβεῖσθαι.

τῷ φοβεῖν τοὺς ἄλλους. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν ἐν τῷ ἄρχεσθαι λέγειν περὶ τῶν ἐν Μαραθῶνι. ὅτε τῶν Περσικῶν ἤρχετο· ἔφη γὰρ ἐκεῖ· τότʼ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς. τῶν λόγων τούτων τῶν τοῦ Ξέρξου.

τὸ μὲν τὸ βαρβαρικόν. ἁπάντων ὧν ἤλπισε. οὐκ ἐγγὺς τῆς πόλεως.

φανεῖται γὰρ πανταχῆ τὰ ἀκόλουθα τῆς συντάξεως· φανεῖται πάντα κατειργασμένη· καὶ ἑξῆς.

ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων, μηδὲ μάλιστα αἰτία τῆς ἐλευθερίας μᾶλλον ἢ μόνη δικαίως ἂν ἀκοῦσαι τὸ πρῶτον ἔχει δεύτερον, καὶ τὸ μάλιστα συγκριτικόν ἐστιν, ὡς καὶ ἄλλου πολεμήσαντος. θέλει οὖν εἰπεῖν ὅτι οὔτε μάλιστα τῆς ἐλευθερίας αἰτία γέγονεν, ἀλλὰ δῆλον ὅτι μόνη.

πρῶτον μὲν γὰρ ἐκεῖνο ἐντεῦθεν κατασκευάζει, πῶς μόνη τὸν πόλεμον κατειργάσατο, λέγουσα· παρέσχε τὸν καλῶς βουλευσάμενον, δηλῶν Θεμιστοκλέα. τοῦτο γὰρ ἐγκώμιον, ὅταν τὰ τοῦ ἑνὸς κατορθώματα ὡς πάσης εἶναί τις εἴπῃ τῆς πόλεως.

τοῖς τοσοῦτον λειπομένοις τῶν ἀντιπάλων.

ἀντίρροπον ἀντάξιον τούτων πάντων. ἐναντίον, ἢ ἀντάξιον.

ὡς ἀληθῶς Ἑλληνικὸν Ἑλλήνων γὰρ τοῦτο, καὶ οὐ βαρβάρων. ἴδιον γὰρ Ἑλλήνων τὸ φρόνιμον, βαρβάρων δὲ τὸ ἀνόητον. ἴδιον γὰρ Ἑλλήνων ἡ βουλὴ, τῶν βαρβάρων δὲ ἡ ἀβουλία. χρῆναι ἀτίμως συμπατηθῆναι τοὺς Ἕλληνας. καθάπερ τὰ μικρὸν τῆς γῆς ὑπερέχοντα εἰώθαμεν τὰ μικρὰ τῆς γῆς ἐπαναστήματα πατεῖν τοῖς ποσὶν, ἐπὶ τῷ ἐξισωθῆναι. τὰ γὰρ τῆς γῆς ἐπαναστήματα εἰώθαμεν τοῖς ποσὶν ὠθεῖν, ἐπὶ τῷ ἐξισωθῆναι τὸ ὅλον.

μὴ γὰρ ὅτι οὐ μόνον.

οὐκ ἂν ἦν τὸ ἐπίδηλον τῆς προσθήκης.

ταύτῃ ἐπὶ βουλῆς δηλονότι. τῇ βουλῇ. οὕτως. κατʼ αὐτὸ ψηφιζομένων ἀντὶ τοῦ κατὰ τοῦτο ψηφισαμένων, σοφῶν δὲ λέγει φρονίμων· ἴσως δὲ εἰς Πλάτωνα αἰνίττεται, καὶ ὅτι ἐκεῖνος διαβάλλει τοὺς περὶ Θεμιστοκλέα ὡς δειλοὺς, ἐπειδὴ τὸ πεζομαχεῖν ἀφέντες πρὸς τὸ ναυμαχεῖν ἐτράπησαν. ψηφιζομένων, ἢ θεμένων, καὶ σοφῶν, καὶ πολλῶν εἰκότως μετὰ τὸ ψηφιζομένων εἶπε τὸ ἢ θεμένων. ἡ γὰρ θέσις, ἤγουν ἡ συγκατάθεσις, χωρίς τινος ἐξετάσεως γίνεται. πρὸς μὲν οὖν τὸ σοφῶν εἶπε τὸ ψηφιζομένων· ψηφίζονται γὰρ οἱ σοφοί· πρὸς δὲ τὸ πολλῶν τὸ θεμένων· οἱ γὰρ πολλοὶ μόνον συγκατατίθενται. οὐκ ἔστιν ἀντειπεῖν, ὡς οὐκ—ἃ σώζειν ἔμελλεν ὁ γὰρ τὸν ἐκ τοῦ Πυθίου χρησμὸν γνοὺς, ὡς δεῖ νοῦς ποιήσεσθαι, οὐχ ἕτερος ἦν ἢ ὁ Θεμιστοκλῆς.

τὸν βουλευσάμενον τὸν Θεμιστοκλέα. περὶ αὐτῶν τῶν σοφῶν, ἢ τῶν Ἀθηναίων.

ὃ δὲ τούτου τʼ ἐξήρτηται δεύτερον τοῦτο κατόρθωμα εὐβουλίας δείκνυσι. τὰ δὲ ἄλλα μάταια. τοῦτο δὲ ὁ Πλάτων εἰς ἀνανδρίαν τῆς πόλεως διέβαλε καὶ Θεμιστοκλέους, λέγων ὅτι καταλιπὼν τὴν πόλιν εἰς τὴν θάλατταν αὐτοὺς μετήγαγεν. ὁ οὖν Ἀριστείδης ἐγκώμιον αὐτῷ τίθησι καὶ τοῦ Θεμιστοκλέους καὶ τῶν Ἀθηναίων. ἤγουν τῆς βουλῆς ἀκόλουθόν ἐστι. καθʼ αὑτὸ διαρκῆ τὴν ἐπίδειξιν ἔχει αὐτὸ γὰρ ἑαυτῷ πρὸς θαυμασμὸν ἐξαρκεῖ. ἤγουν αὐτὸ ἑαυτὸ ἀρκετῶς ἐπέδειξεν, ὅτι τοῦτο ἔδει γενέσθαι· διὰ γὰρ τοῦ ναυτικοῦ ἡ τῶν βαρβάρων ἧττα γέγονεν ἐν Σαλαμῖνι ὑπὸ Θεμιστοκλέους.

οὐδεὶς γὰρ οὕτω σκαιός ἐστιν, οὐδὲ τἀναντία τοῖς φανεροῖς φρονῶν οὐκ ἔστι τὸ αὐτό. σκαιὸς γὰρ ὁ πάντα ἀγνοῶν καὶ ἀμαθὴς, ἐναντία δὲ τοῖς οὖσι φρονῶν ὁ ἐπιστάμενος μὲν, κακουργῶν δὲ παρὰ τὴν ἀλήθειαν.

τῆς γνώμης τῆς βουλῆς. τῆς βουλῆς ἣν ἔδει ποιήσασθαι.

οἱ μὲν γὰρ εἰς Πύλας ἐξελθόντες χιλίους ἑαυτῶν ἔπεμψαν Λακεδαιμόνιοι ἐν ταῖς Πύλαις, — αἱ δέ εἰσι τόπος οὕτω καλούμενος — κωλῦσαι τὸ Ξέρξου πεζὸν ἐν τῇ παρόδῳ· μέλλοντος δὲ ἤδη τούτου καταλαβεῖν, μάντις τις ἐξ αὐτῶν εἶπε τούτοις ὡς, εἰ μενοῦμεν, τεθνηξόμεθα, εἰ δὲ φευξούμεθα, σώσομεν ἑαυτούς. τούτων οἱ μὲν τριακόσιοι παραμείναντες ἠγωνίσαντο μέχρι θανάτου· οἱ δὲ φεύγειν ἐπιχειρήσαντες ἑπτακόσιοι ὑπὸ Θετταλῶν προδοθέντες, ἰόντος κατὰ πόδας Ξέρξου ἀτίμως ἐφθάρησαν. ἐπειδὴ βουλῆς ἔδει, οὐδὲν ἄλλο ἔδει βουλεύσασθαι ἢ εἰς τὰς ναῦς ἐμβῆναι. λέγει οὖν ἀντὶ τοῦ εἰς τὰς ναῦς ἐμβῆναι τὸ ὃ ἀντὶ τοῦ βουλῆς ἔδει τὸ τούτου. οὐκ ἐνεγκόντες τοὺς Πέρσας. διπλῇ δυνάμει ἐλθόντος τοῦ Πέρσου, πεζῇ καὶ ναυτικῇ, ἐμερίσαντο τὸν πόλεμον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι· καὶ οἱ μὲν Λακεδαιμόνιοι, ἅτε πεζομάχοι, χιλίους πέμψαντες, ἀπήντησαν εἰς Πύλας, κωλύειν θέλοντες αὐτὸν εἰσελθεῖν· τούτων οἱ μὲν ἑπτακόσιοι ἔφυγον, οἱ δὲ τριακόσιοι, οἱ καὶ Σπαρτιᾶται μείναντες ὑπὸ Θετταλῶν τινων προεδόθησαν. οὗτοι γοῦν ἐδίδαξαν τοὺς Πέρσας τὴν ὁδὸν, καὶ κατὰ νώτου ἐλθόντες ἔλαβον αὐτοὺς ἐν μέσῳ, καὶ κατεπάτησαν. λέγουσι δὲ ὅτι καὶ μάντις τῶν Λακεδαιμονίων εἶπεν ὅτι, ἐὰν μείνωμεν, τελευτῶμεν· καὶ ὅμως ᾑρήσαντο μὴ φυγεῖν, ἀλλὰ ἐνδόξως πεσεῖν. τάξαντες στήσαντες. ἐπὶ τὰς παρόδους τῶν πολεμίων. οἱ μὲν, ὥσπερ νεφέλην τοὺς ἑπτακοσίους λέγει. οἱ ἑπτακόσιοι.

τὴν ἐπίνοιαν τὴν πρόθεσιν· ἠβούλοντο γὰρ κωλῦσαι τῶν βαρβάρων τὴν εἴσοδον· ἐπαινεῖ δὲ αὐτῶν τὴν ἐπίνοιαν. τὴν περὶ τοῦ τὴν πάροδον κλεῖσαι βουλήν.

σώζειν ἑαυτοὺς χωρὶς ἕκαστοι ἦσαν γὰρ χίλιοι· καὶ οἱ μὲν ἔφυγον, οἱ δὲ τριακόσιοι ἔμειναν. οὕτως ἀνομοίως τὴν Μαραθῶνι μάχην ἐμιμήσαντο τὸ μὲν ἐμιμήσαντο εἶπε, διότι, ὥσπερ οἱ Ἀθηναῖοι πρὸς Μαραθῶνα ἀπήντησαν, οὕτω καὶ οὗτοι πρὸς Πύλας· τὸ δὲ ἀνομοίως, ἐπειδήπερ Ἀθηναῖοι μὲν μέχρι θανάτου ἀγωνισάμενοι νενικήκασιν, οὗτοι δὲ πρὸ τῆς μάχης φεύγειν ἤρξαντο. δείκνυσι λεληθότως καὶ πεζομάχους τοὺς Ἀθηναίους.

οἱ δὲ οἱ τριακόσιοι.

καταχωσθέντες οἱονεὶ ταφέντες. ἑνὶ τούτῳ κοσμήσαντες τὴν Ἑλλάδα, τῷ καλῶς ἀποθανεῖν ἐπίγραμμα εἰς τοὺς ἐν ταῖς Πύλαις ἀποθανόντας Εἰ τὸ καλῶς θνήσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον, ἐκ πάντων τοῦθʼ ἡμῖν ἀπένειμε τύχη· Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι κείμεθʼ ἀκηράτῳ χρώμενοι εὐλογίῃ. ἕτεροι τοῦ αὐτοῦ· Παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύναν.

οἱ δʼ οἱ Πέρσαι. οἱ δʼ, ὥσπερ χειμάρρους, ἐχώρουν διὰ πάντων εἰκότως χειμάρροις αὐτοὺς παρείκασεν· ὥσπερ γὰρ οὐχ ἕνα τόπον ὁ χείμαρρος τῇ ῥοῇ κατέχει, ἀλλʼ ἀσχέτως πανταχῆ λιμνάζει, οὕτω καὶ Πέρσαι πάντα τὸν τῆς Ἑλλάδος τόπον κατέσχον τῷ πλήθει. ῥεύμασι παραβάλλει τοὺς Πέρσας, τὸ πλῆθος δηλῶν. διὰ πάντων ἤδη δεχομένων Θηβαίων, Φωκέων, καὶ ἄλλων. τῶν Βοιωτῶν λέγει· πρὸ γὰρ τῆς Ἀττικῆς ἡ Βοιωτία. καίτοι τοῦτο δυοῖν ἐστι σημεῖον ἐπειδήπερ ἔφη ὡς οἱ εἰς Πύλας ἐλθόντες οἱ μὲν ἔφυγον, οἱ δὲ ἐναπολειφθέντες ἀπώλοντο, καὶ οὐκ ἐνίκησαν, ὥσπερ οἱ εἰς Μαραθῶνα Ἀθηναῖοι, καὶ πάλιν, ὡς πάντα τὸν ἐν γῇ τόπον κατέσχον οἱ βάρβαροι, πρὸς ἄμφω ταῦτα ἐπιφέρει τὸ καίτοι τοῦτο, δεικνὺς ὡς καὶ τὰ κατὰ γῆν ἁπάντων ἀμείνους ἦσαν Ἀθηναῖοι, ἐπειδήπερ Λακεδαιμόνιοι, οἳ μάλιστα δόξαν πάντων ἔχουσι κατὰ γῆν μάχεσθαι, οὐκ ἐξισώθησαν σφίσι, καὶ ὅτι ἀναγκαίως εἰς τὰς ναῦς ἔβησαν, ἐπειδήπερ ὁ κατὰ γῆν ἅπας τόπος πλήρης Περσῶν ἦν.

τοῦτο τὸ διὰ πάντων χωρεῖν. τὸ σχῆμα ἀγωνιστικόν.

οἷς ἐκεῖνοι πρότερον κατέπραξαν τὰ ἐπὶ τῆς Μαραθῶνος. καὶ τὰ πραττόμενα ἐκείνων. τοῦ τὰ ἐν τῇ θαλάττῃ μόνα τότε τοῖς Ἕλλησι λειφθῆναι πᾶσαν γὰρ τὴν γῆν Πέρσαι κατέλαβον.

τούτου σαφοῦς ὄντος ἀντὶ τοῦ ἀναμφιβόλου. τοῦ κρείττω τὴν πόλιν εἶναι τῶν ἄλλων κατὰ γῆν, καὶ τοῦ μόνην τὴν θάλατταν ὑπολειφθῆναι τοῖς Ἕλλησιν. σαφοῦς ὁμολογουμένου. διπλῆν ἀμφίβολον.

ἐν τούτοις ἐν τῇ κατὰ θάλατταν παρασκευῇ. τοῖς κατὰ θάλατταν.

πρός γε τὸν συλλεχθέντα τοῦ ναυτικοῦ ἀριθμὸν ἀντὶ τοῦ πρὸς σύγκρισιν τοῦ ἀριθμοῦ τοῦ ναυτικοῦ.

τὰς μὲν τῆς πόλεως ναῦς εἶχε γὰρ σξεʹ. τὰς δὲ κοινὰς ἁπάντων εἶχον γὰρ πάντες οἱ Ἕλληνες ρλʹ.

ὥστʼ εἴ τις θεῶν ἤρετο τοὺς Ἕλληνας διὰ τοῦ εἰπεῖν, εἴ τις θεῶν, καὶ οὐκ ἀνθρώπων, πιστοῦται τὸν λόγον· οὐ γὰρ οἷόν τε θεῷ ἐρωτῶντι τὰ ψευδῆ ἀποκρίνεσθαι. καθʼ ὑπόθεσιν. πανταχοῦ δὲ τὸ σχῆμα ἀγωνιστικόν. ἐκ θεοῦ δὲ τὴν ἐρώτησιν εἶπεν, ἵνα πιστώσηται τὸν λόγον. πάσας τὰς πάντων Ἑλλήνων καὶ Ἀθηναίων ναῦς.

μηδʼ ἐξείη μηδὲ δυνατὸν εἴη· ἵνα δείξῃ ἀναγκαίαν τὴν αἵρεσιν.

οὐχ αἵρεσιν οὐ σκέψιν. ὑπὲρ σφῶν πάντων τῶν Ἑλλήνων.

οὐ γὰρ μέρος εἰς τὸ κοινὸν εἰσήνεγκαν ἦσαν γὰρ αἱ μὲν τῶν ἄλλων Ἑλλήνων ἑκατὸν, αἱ δὲ τῆς πόλεως διακόσιαι. εἰς τὸ κοινὸν ὑπὲρ τοῦ κοινοῦ.

ἡ παρὰ πάντων συντέλεια εἰσφορά.

ἀλλὰ μὴν τήν γε εὐψυχίαν καὶ τόλμαν τοσαύτην εἰπὼν πρῶτον περὶ τῆς εὐβουλίας ἐσκιασμένως, εἶτα καὶ περὶ τῶν τριήρων πλατύτερον, βούλεται νῦν περὶ τῆς τῆς πόλεως ἀπολείψεως διεξελθεῖν. οὕτω δὲ καὶ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ ποιεῖ. σεμνύνων δὲ σοφιστικῶς τὴν ἀπόλειψιν εὐψυχίαν καὶ τόλμαν καλεῖ. τὸ δὲ ἀληθὲς διὰ τοῦτο τὴν πόλιν ἀνέλιπον, διὰ τὸ μὴ ἔχειν ἐν τῇ γῇ σωτηρίαν· καὶ γὰρ καὶ αὐτὸ τὸ εἰς τὴν θάλατταν ἐμβῆναι, οὐκ ἐλπίδα ἐντεῦθεν ἔχοντες ἀγαθὴν, ἀλλʼ ἀπορίᾳ πολλῇ συνεχόμενοι, ῥιψοκινδύνως εἰργάσαντο. πληρώσας τὴν εὐβουλίαν καὶ τὰς τριήρεις, μεταβαίνει ἐπὶ τὸ τρίτον, τὴν κατάλειψιν τῆς πόλεως. ὅπερ ἐστὶ τολμηρόν. καὶ Θουκυδίδης οὕτως ἐποίησε· βουλόμενος δεῖξαι τῶν Ἀθηναίων τὸ πᾶν κατόρθωμα, πρῶτον εἶπε τὴν εὐβουλίαν, εἶτα τὸ πλῆθος τῶν τριήρων, τρίτον τὴν ἀπόλειψιν τῆς πόλεως.

ὑπὲρ τοῦ μὴ τὴν τῶν ἄλλων ἁπάντων ἀνάστατον γενομένην ἐπιδεῖν ὅπερ ἐκ τῆς τύχης συνέβη, εἰς τὴν τῶν Ἀθηναίων ἀναφέρει προαίρεσιν.

οὐχ ὑπὸ πολεμίων τοῦτο παθόντες οὗτοι γὰρ τοῦτο ποιοῦσιν, οὓς ἂν πορθήσωσιν. τοῦτο παθόντες τὸ ἐκβληθῆναι καὶ φυγαδευθῆναι. οὐ κατὰ συμφορὰν ὑφʼ ἑτέρων ἀντὶ τοῦ ἡττηθέντες.

ἃ τοῖς ἄλλοις—ἀτυχημάτων, ταῦτʼ ἤγουν τὸν ἐξοικισμόν. ἀντὶ τοῦ ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πόλεως, ὅπως νικήσωσιν.

τὸ καθʼ αὑτοὺς ζητήσειεν ἄν τις, διὰ τί εἶπε τὸ καθʼ αὑτούς· δηλοῖ γὰρ ὅσον ἧκεν εἰς αὐτοὺς, τουτέστιν ἠθέλησαν μὲν λέγομεν, ὅτι καθʼ ἑαυτοὺς εἶπεν, ἀντὶ τοῦ μόνοι, ἄνευ τῶν ἄλλων Ἑλλήνων.

τὰς ἑστίας οἰκίας.

τὸ τῶν Ἀθηναίων ἀξίωμα τὸ φρόνημα.

ἀπέραντα πονεῖ ἀντὶ τοῦ ἀδύνατον πονεῖ. τοῖς ἐν Ἅιδου καταδίκοις προσόμοια κατάδικοι Ἅιδου εἰσὶ Τάνταλος, Σίσυφος, Τιτυὸς, Ἰξίων, καὶ αἱ Δαναοῦ θυγατέρες. αἱ μὲν γὰρ κόσκινον κατέχουσαι εἰς τετρυπημένον πίθον ἀντλοῦσι· Τάνταλος δὲ κολάζεται τῇ τοῦ ὕδατος φυγῇ καὶ τῷ ὑπὲρ κεφαλὴν λίθῳ· Ἰξίων δὲ τροχοῦ περιφορᾷ συνεχεῖ· Σίσυφος δὲ πρὸς κολωνὸν πέτρον ἀναγωγῇ καὶ ὀλίσθῳ· Τιτυὸς δὲ τῇ τῶν ἐγκάτων ὑπʼ ὄφεων τρώσει. πάντες οὖν οὗτοι ἀπέραντα κάμνουσιν. ὡς Τάνταλος, ἢ αἱ Δαναοῦ θυγατέρες ἐν Ἅιδου· ὁ μὲν ὑπεκφεῦγον ἔχων τὸ ὕδωρ, αἱ δὲ κοσκίνῳ φέρουσαι ὕδωρ τὸν τετρημένον οὐ δύνανται πίθον πληρῶσαι. αἰνίττεται δὲ, οἶμαι, Ταντάλου μὲν ὁ ὑπὲρ κεφαλῆς λίθος τὴν λήθην, ᾗ κατεκέκριτο φιλόσοφος φυσικὸς ὤν· ἐν ὅσῳ γάρ τοι τῶν διʼ ἐπιθυμίας θεωριῶν ἐπήρχετο τὴν διάνοιαν τοῦ φιλοσόφου, περὶ ἃ μάλιστα διψητικώτατον ἦν, ἡ λήθη τοῦτον ὑποτρέχουσα διαδιδράσκειν ἐποίει τὸ θηραθέν. τῶν δὲ Δαναΐδων ὁ τετρημένος πίθος, τὸ μήποτε ταύτας μετὰ τὸν φόνον τῶν φιλτάτων τὴν ἀναψύχουσαν ταύτας ἐκ τῆς ἀνδρῴας κηδεμονίας χάριν παρʼ ἄλλων τυγχάνειν, πᾶσι γενομένας ὑπόπτους διὰ τὸ ἄγος, καὶ μηδαμόθεν ταύτην πληρουμένην εὑρεῖν. ἐν Ἅιδου δὲ ταῦτα πάσχειν αὐτοὺς μυθολογεῖται ἢ διὰ τὸ τοῖς πολλοῖς ἀδήλους καὶ ἀφανεῖς εἶναι τὰς τιμωρίας, ἢ διὰ τὸ ξενίζον τῆς κατακρίσεως, ὡς οὐχ οἷόν τε ἐν ζῶσιν ὂν τοιοῦτον εἰς καταδίκην ἰδεῖν. ὁ δὲ νοῦς ὅτι, ὥσπερ ἐκείνας ἀδύνατόν ἐστι πληρῶσαι τὸν πίθον, οὕτω καὶ τὸν Ξέρξην λαβεῖν τὰς Ἀθήνας.

τίς προθυμία λαμπροτέρα ταύτης.

οἳ τῆς γῆς ἐξέστησαν πάλιν τὰ δοκοῦντα ὑπαίτια τῶν Ἀθηναίων πεποίηται ἐγκώμια.

τὴν δὲ τῶν ὄντων στέρησιν παραχώρησιν.

τοὺς ἔχοντας τὰ ἑαυτῶν τοὺς Ἕλληνας λέγει πάντας. πάλιν δὲ ἐκ τοῦ ἀποβάντος κατεσκεύασεν, ἐπειδὴ τῇ νίκῃ τοῦτο ἐπισυμβέβηκε.

πρὸ τῶν κινδύνων τε πρὸ τῆς μάχης· οὕτω γὰρ ἤρξατο τοῦ πολέμου.

καὶ οὕτως ἄλογος, —οὕτως εὔλογος τὸ ἄλογος ἀντὶ τοῦ παράδοξος εἶπε. μᾶλλον δὲ εὔλογος· τὸ γὰρ ἄλογον καὶ ἐπὶ τῆς ἀνοίας λέγεται. οὕτως ἄλογος παράδοξος, καὶ παρὰ λόγον. ἡ δὲ προθυμία. παρʼ αὐτὸν τὸν ἀγῶνα, καὶ κίνδυνον ἀντὶ τοῦ ἐν αὐτῷ τῷ πολέμῳ.

τὴν τροπὴν τὴν δίωξιν.

βούλομαι δὲ ἐπαναχωρήσας ἔτι μικρὰ πρὸ τῆς ναυμαχίας προειπεῖν περὶ τῆς ἐπιεικείας καὶ σοφίας τῶν Ἀθηναίων εἰπεῖν βούλεται, ὅτι τοσαύτην χορηγίαν νεῶν παρασχόμενοι, καὶ τοιοῦτοι ὄντες, ὑπεῖκον, τοῖς Λακεδαιμονίοις δόντες αὐτοὶ τότε τὴν τῶν νεῶν ἡγεμονίαν. τοῦτο δὲ δοκοῦν ἀσθενείας θαυμασίως οὗτος μεταχειρίζεται, καὶ δείκνυσιν ἐπαίνων πολλῶν ἄξιον. ἐνταῦθα ὁ Ἀριστείδης βούλεται εἰπεῖν περὶ τῆς ἐπιεικείας καὶ σοφίας τῶν Ἀθηναίων, ὅτι τοσαῦτα παρασχόμενοι εἰς τὸν πόλεμον ὑπεῖκον τοῖς Λακεδαιμονίοις. βούλεται δὲ, ὡς καὶ αὐτός φησι, περὶ τῆς ἡγεμονίας εἰπεῖν, ἐπειδὴ καὶ τῇ τάξει πρὸ τῆς μάχης τοῦτο πρῶτον ἐτύγχανε. θαυμασίως δὲ ὁ Ἀριστείδης, ὅπερ ἐδόκει τοῖς Ἀθηναίοις ἀσθενείας ὑπαίτιον, τὸ παραχωρῆσαι τῆς στρατηγίας Λακεδαιμονίοις, εἰς ἔπαινον μεταφέρει.

πάντας αὐτοὺς τοὺς ἐπαινοῦντας.

τἀληθὲς οὐκ αἰσχυνθεὶς ἐπειδὴ, ὡς εἴπομεν, αἰσχύνην ἔφερεν ἡ παραχώρησις τῆς ἡγεμονίας. Λακεδαιμόνιοι γὰρ ἡγοῦντο κατʼ ἐκεῖνον τὸν χρόνον. λέγει οὖν ὅτι μεῖζόν ἐστι τοῦτο τῆς πόλεως ἐγκώμιον, εἴ γε ἐκεῖνοι μὲν ἡγοῦντο, οὗτοι δὲ κατώρθουν.

αἰσχύνῃ τῆς πόλεως.

πάλαι τε δὴ τὰς Ἀθήνας οἰκοῦντες ἐπειδὴ τότε ἐν τῇ θαλάττῃ ἦσαν.

τῇ δʼ ἐπιεικείᾳ τῇ φιλανθρωπίᾳ· ὡς καὶ διʼ αὐτὴν παραχωρήσαντες τῆς στρατηγίας.

τὸ γὰρ τοσαύτην μὲν προθυμίαν—τοσαύτην δὲ εἰσφορὰν προθυμίαν μὲν λέγει τὴν κατάλειψιν τῆς πόλεως, εἰσφορὰς δὲ τὰς τριήρεις.

τῶν μὲν πραγμάτων εἰς τὴν θάλατταν καὶ τὰς ναῦς—ἀνακειμένων αὕτη γὰρ ἦν μόνη ἐλπίς. ἀνακειμένων τουτέστι τὰς ἐλπίδας ἐχόντων. τῶν δʼ ἄλλων τῶν Ἑλλήνων.

ὁρμούντων ἐλλιμενιζόντων. τροπικῶς εἶπεν, ὡς ἐπὶ λιμένος.

τοσοῦτον πρᾳότητος καὶ μεγαλοψυχίας προσθεῖναι ὧδε τὸ ὑπερβατὸν πρὸς τὸ εἰρημένον ἄνω· τὸ γὰρ τοσαύτην προθυμίαν παρεχομένους. ἑτέροις τοῖς Λακεδαιμονίοις.

τὴν ἐπὶ σχήματος ἡγεμονίαν οὐκ εἶπεν ἔργων, ἀλλὰ σχήματος, δηλῶν Ἀθηναίων τὸ μεγαλόψυχον. οἱ νωθρότατοι τὴν φύσιν ἀσθενέστατοι. οἱ δυσκίνητοι καὶ βραδεῖς καὶ ῥᾴθυμοι.

ὑπὲρ αὐτῶν τῶν νωθροτάτων. μηδὲν μήτε φθέγξασθαι ἤγουν βουλεύσασθαι. μήθʼ ὅλως φωνὴν ἔχουσιν ἐοικότας ὀφθῆναι τούτων ἕνεκα ἐπειδὴ εἶπε φωνὴν ἀφεῖναι, ὅπερ ἦν βλάσφημον, ἐπήνεγκε τὸ τούτων ἕνεκα· ὅπερ ἦν τῆς ἡγεμονίας· ἐνταῦθα δὲ διὰ μακροῦ ἡ ἀπόδοσις.

πᾶσαν ἤδη σοφίαν ἣν εἶπεν ἄνω ἐπιείκειαν καὶ πρᾳότητα, ἐνταῦθα σοφίαν καλεῖ, ὅ ἐστι σύνεσις· καὶ ἑρμηνεύει λέγων οὕτως· εἰ ἦσαν, φησὶ, φιλονεικήσαντες, ἀπώλετο ἂν τὰ πράγματα, νῦν δὲ ὑπὸ φιλοσοφίας ἡσύχασαν.

κατὰ ἔθνη κατὰ συστήματα, ἢ φυλάς. κατεχρήσατο γὰρ ἐπὶ μιᾶς πόλεως εἰρηκὼς ἔθνη. κατὰ πλήθη.

τὴν τοιαύτην ἀγνωμοσύνην τῶν Ἑλλήνων.

ποῖον ὄναρ χρηστὸν ἐκ τοῦ ποῖον ὄναρ χρηστὸν εἰπεῖν δείκνυσιν αὐτῶν τὴν παντελῆ ἀπορίαν, ἣν ἔμελλον σχεῖν, ἐπειδὴ καὶ δυστυχοῦντες ἄνθρωποι ὄναρ ἔσθʼ ὅτε χρηστὸν βλέπουσιν. ἢ τίς τῶν εἴτε πλεόνων—τοῖς Ἕλλησιν ἔτι εἰς τὸ τίς ἀντὶ τοῦ ναῦς νόει. λέγει δὲ ὡς οὔτε πολλαὶ οὔτε ὀλίγαι νῆες ὤνησαν. εἰώθαμεν δὲ καὶ ἐν συνηθείᾳ λέγειν ὡς οὔτε πολλὰ οὔτε ὀλίγα. καθʼ ὑπερβατόν. ὁ νοῦς τοιοῦτος· ἢ τίς, φησὶν, ὑπῆρξεν ἂν εἰς τὸ δέον τοῖς Ἕλλησι, τῶν εἴτε πλείους, εἴτε ἥττους ναῦς παρασχομένων· ἐπειδὴ κατὰ μέρος οἱ ἄλλοι Ἕλληνες εἰσήνεγκαν τὰς τριήρεις.

προσδιατρίψωμεν παρελκύσωμεν.

τὸ ἦθος αὐτῶν τὴν ψυχικὴν αὐτῶν κατάστασιν. αὐτῶν τῶν Λακεδαιμονίων, ἢ τῶν Ἀθηναίων.

ἂν μὲν κρατηθῶσι τῇ ναυμαχίᾳ καταναυμαχηθῶσι.

ἱεροῖς αὐτοῖς τὸ αὐτοῖς ἱεροῖς πρὸς τὸ ἀφανισθέντας σύναπτε, οὐ πρὸς τὸ ἀπελθεῖν, ὡς οἴονταί τινες.

ἐκλέλειπται τὰ κοινὰ τῆς ἀνθρωπείας φύσεως ἡμῖν ὑπὲρ ὑμῶν πατρὶς, συγγενεῖς, τέκνα, πάντα χρήματα. τὸ χωρισθῆναι πατρίδος καὶ γυναικῶν καὶ παίδων. ἁπάντων χρημάτων, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ τιμιώτατα εἴτε παρασκευῆς οὕτως ἔχειν, ὡς ἀβίωτον ὂν ἡττηθεῖσιν, ἡμεῖς τοῦτο διανενοήμεθα ἤγουν οὕτω παρεσκευάσμεθα πρὸς τὸ πολεμεῖν, ὡς ἀβίωτον ἡγεῖσθαι τὸν βίον, ἐὰν ἡττηθῶμεν. ἔστι δὲ ἡ γενικὴ τὸ παρασκευῆς πρὸς τὸ ἀπὸ τοῦ ὡς νοούμενον οὕτως.

μόνοις ἡμῖν ἀναγκαῖόν ἐστι τὸ νικᾶν οὐδὲν γὰρ ἔχομεν, διʼ ὃ φιλοψυχήσομεν.

εἴτε τι νίκης δεῖσθε τὸ δεῖ πρὸς τὸ δεῖσθε κατὰ συνεκδοχὴν ἀπὸ τοῦ τὴν συντέλειαν δεῖ σκοπεῖν λάμβανε. τοσοῦτον ἡμῖν προκέκοπται παρεσκεύασται, ᾠκοδόμηται, ἐνηργήθη. τοῖς γὰρ ἀποκτισαμένοις τὰ ὄντα ἀναγκαίως ἐστὶ τὸ νικᾶν, οὐδενὸς φιλοψυχῆσαι πείθοντος. ὅσον ἐδείξαμεν τὴν πατρίδα καταλιπόντες καὶ μόνης τῆς νίκης γενόμενοι. ἔστι δὲ τὸ προκέκοπται ἀντὶ τοῦ προκεχάρακται καὶ προγεγένηται· ἢ ἀντὶ τοῦ κατώρθωται νόει.

τοῦ παντὸς στόλου. οὗτοι δʼ οἱ Λακεδαιμόνιοι. οὗτοι δʼ εἰκοστὸν τοῦ παρʼ ἡμῶν δέκα ναῦς ἔδωκαν οἱ Λακεδαιμόνιοι. οἱ Λακεδαιμόνιοι ιγʹ εἶχον τριήρεις.

εἰ μὲν δέχεσθε ἐπὶ τούτοις καλόν ἐστι. τὸ σχῆμα ἀναπόδοτον· λείπεται γὰρ τὸ εὖ ἂν ἔχειν· ὡς καὶ παρʼ Ὁμήρῳ τὸ «Ἀλλʼ εἰ μὲν δώσουσι γέρας.» λείπει τὸ εὖ ἂν ἔχοι. καὶ παρὰ τῷ ποιητῇ «Ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ, ἄρσαντες κατὰ θυμόν·» εὐθὺς γὰρ ἐπάγει «εἰ δέ κε μὴ δώσουσι». τὸ δὲ σχῆμα καλεῖται ἀναπόδοτον. ἐπὶ τούτοις οἷς εἴπομεν.

τὸν ἡγούμενον τὸν Θεμιστοκλῆν. τὸν τοῦ ναυτικοῦ τῶν Ἀθηναίων, Θεμιστοκλῆν.

ὃς μόνος καὶ τόπους—ὥσπερ μάντις, ἐξηγεῖτο διὰ τὸν χρησμόν. καὶ τόπους καὶ καιροὺς ἐν ποίῳ δεῖ τόπῳ καὶ πότε συμβαλεῖν τοῖς βαρβάροις. τὰ τῶν βαρβάρων ἀπόρρητα ἤγουν τὴν βουλήν.

τὰ μέλλοντα συμβήσεσθαι.

τῇ προκλήσει τῇ διαφορᾷ. πρόκλησίς ἐστιν, ὅταν τίς τινα προκαλῆται ἐπί τι. ἄλλως καὶ οὐχ ὡς ἡμεῖς λέγομεν. ἡμῖν δʼ ἕτερος δώσει δέον οὕτως εἰπεῖν ἡμῖν ἕτερος δώσει· ἡμῖν δὲ εἶπεν Ἀττικῷ ἔθει. καὶ γὰρ ἐν ταῖς ἀποδόσεσιν οὕτως εἰώθασιν οὗτοι ποιεῖν· ὡς ἔχει τὸ τοῦ Σοφοκλέους· εἰπὼν γὰρ ὥσπερ γὰρ ἵππος, ὡσαύτως δὲ σὺ εἶπον ἐν τῇ ἀποδόσει. ἕτερος Δαρεῖος. ὁ Ξέρξης. ἡμῖν δʼ ἕτερος δώσει τὴν ὑμετέραν ἡγεμονίαν ἄσμενος χαίρει γὰρ ἡμᾶς μεθʼ ἑαυτοὺς συμπαραλαβεῖν, καὶ δίδωσιν ἆθλα τούτου πρὸς πολλοῖς ἄλλοις χρήμασι καὶ τὴν τῶν Ἑλλήνων ἀρχήν.

πρὸς ταῦθʼ αἱρεῖσθε ὁπότερα βούλεσθε ἢ ἡγεμόνας ἡμᾶς ποιεῖσθε, ἢ οὔ.

τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας— εἶπον ἂν ἀντὶ τοῦ οὐ δίκαια ἔλεγον. ταῖς παρούσαις ἀνάγκαις οἵους ἐνεχώρει παριδεῖν δηλοῖ ὅτι καὶ ἡ παροῦσα ἀνάγκη μεγάλη ἦν, ὥστε μὴ παριδεῖν τοὺς λόγους αὐτῶν· ἐν γὰρ ταῖς μικραῖς ἀνάγκαις παρορῶμεν πολλάκις καὶ τὸ δίκαιον. ἀπὸ κοινοῦ δὲ τὸ ἐνεχώρει παριδεῖν.

εἰ τούτοις ἐχρῶντο ἀντὶ τοῦ εἰ ταῦτα ἔλεγον. μὴ γὰρ ὅτι λειπομένης μὲν σημείωσαι τὴν σύνταξιν· δέον γὰρ οὕτως εἰπεῖν· μὴ γὰρ ὅτι λειπομένης μὲν τῆς θαλάττης, αὐτοὺς δὲ ὄντας τοιούτους ἔδει καταστῆναι ἡγεμόνας τῶν ἄλλων. ὁ δὲ οὐχ οὕτω τὴν ἀπόδοσιν ἐποιήσατο, ἀλλὰ τὰς μὲν αἰτιατικὰς ταύτας ἀναποδότους εἴασεν εἰς τὸ φανερόν. ἔδωκε δὲ ἡμῖν ἐλλειπτικῶς ἐννοεῖν τὴν τούτων ἀπόδοσιν, ἐκ τοῦ ἔδει δʼ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι ὁ νοῦς τοιοῦτος· οὐ λέγω, φησὶν, ὅτι οἱ Ἀθηναῖοι διὰ τόδε καὶ τόδε ὤφειλον τὴν ἡγεμονίαν ἔχειν, ἀλλʼ εἰ καὶ κοινὰ μὲν ἅπαντα ὑπῆρχε, καὶ ἐξίσης τῶν ἀνδρῶν καὶ τῶν τριήρων ἡ εἰσφορὰ ἦν, καὶ μὴ τῶν μὲν κατὰ φύσιν, τῶν δὲ κατὰ τὸ πλῆθος λιπόντων, δέον δὲ ἦν σκοπῆσαι τίς ὤφειλε τῶν Ἑλλήνων ἡγήσασθαι, πῶς οὐκ ἂν ἡ Ἀθηναίων πόλις ἐξέλαμψε κἀνταῦθα. λειπομένης μὲν τῆς θαλάττης μόνης οὔτε γὰρ πόλιν, οὔτε οἰκίας εἶχον. κατείχοντο γὰρ τὰ ἐν τῇ γῇ πάντα.

ἀγωνιστὰς οἷον ἀθλητάς. πρᾶγμα δὲ λέγει τὴν σωτηρίαν. τοῦ πράγματος τῆς σωτηρίας, ἢ τοῦ πολέμου.

προβεβληκότας αὐτοὺς ὡς πρόβολον τὴν λέξιν τέθεικε. οὐχ ἡγεμόνων τάξιν μόνον, ἀλλὰ καὶ πατέρων, δέον ἐν τάξει ἡγεμόνων εἰπεῖν. ὁ δὲ πρὸς τὴν αἰτιατικὴν, τὸ ἑαυτοὺς, ἐπήγαγε καὶ τὸ τάξιν, οἷον προέβαλλον αὐτοὺς εἰς τάξιν οὐχ ἡγεμόνων μόνον, ἀλλὰ καὶ πατέρων. ἀλλὰ καὶ πατέρων ὅ ἐστι μεῖζον τοῦ ἡγεμόνος· ὁ γὰρ πατὴρ φιλοστοργότερος.

παρʼ αὐτῶν ὧν ἐποίουν τῶν ἔργων λέγει.

οἱ δὲ ναύαρχοι ὁ τῶν Ἀθηναίων, Θεμιστοκλῆς, καὶ τῶν Λακεδαιμονίων, Εὐρυβιάδης. Θεμιστοκλῆς, καὶ Εὐρυβιάδης, ὁ Λακεδαιμονίων. Θεμιστοκλέα λέγει, καὶ Εὐρυβιάδην, τὸν τῶν Λακεδαιμονίων. λέγει δὲ τοὺς στρατηγούς. οὕτω καὶ Δημοσθένης καλεῖ τούτους.

ἔρανος ἐκλογή. ἔρανος δʼ ἦν ἀντὶ τοῦ ἐξ ἴσου συνετέλουν. τοῦτο γὰρ λέγει ἔρανον. ἐκ τῶν ὑπαρχόντων Ἀθηναίοις καὶ Λακεδαιμονίοις πλεονεκτημάτων· λέγω τὴν ἐπιστήμην καὶ τὸ κινδυνεῦσαι ἐν τῷ προτέρῳ πολέμῳ· ὡς καὶ προϊὼν ἐρεῖ· ἅπερ ἦσαν Ἀθηναίοις μόνοις. ἐκ τῶν ὑπαρχόντων λέγει πλεονεκτημάτων.

πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ὧδε ἡ ἀπόδοσις διὰ μακροῦ. διὰ πάντων ὧν εἶχον.

οὐ μόνον κατὰ τὴν ἐπιστήμην οὐδένες τῶν Ἑλλήνων ἐμπειρότεροι Ἀθηναίων ἦσαν τὰ ναυτικὰ, ὥσπερ γὰρ ἄλλο τι, καὶ τοῦτο Ἀθήνησι νενόμιστο, πρὶν ἄλλο τι τοὺς παῖδας μαθεῖν, πλεῖν διδάσκεσθαι, εἶτα καὶ ἄλλην ἥντινα δὴ τέχνην. ἀντὶ τοῦ διὰ τὴν ἐπιστήμην. ἐπιστήμην δὲ καλεῖ τὴν ναυτικὴν τέχνην· καὶ τοῦτο δὲ ἄλλο δικαίωμα προσβάλλεται. ἔσχατον ἀντὶ τοῦ κεφάλαιον. ἀκρότατον.

αὐτοῖς τοῖς Ἀθηναίοις, ἢ τοῖς ἄλλοις Ἕλλησιν.

ταῦτα ἤτοι τὴν τέχνην.

ἀλλʼ ἐκεῖνό γε δὴ ἐρωτηματικὸν, ἢ ἀποφαντικόν. δέον οὕτως εἰπεῖν· οὐ μόνον κατὰ τὴν ἐπιστήμην, ἀλλὰ καὶ τὸ κινδυνεῦσαι πρὸς τὸν πρότερον στόλον τῶν αὐτῶν τούτων βαρβάρων. ὁ δὲ πολλὰ διὰ μέσου θεὶς, καὶ ἐπειπὼν, ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον, πρὸς τοῦτο ἐπιφέρει· ἀλλʼ ἐκεῖνό γε δὴ καὶ πρόδηλον· ὅπερ τῇ μὲν ἐννοίᾳ πρὸς τὸ οὐ μόνον ἀποδέδοται, τῷ δὲ σχηματισμῷ τοῦ λόγου πρὸς τὸ ἀλλὰ καὶ τοῦτο μικρὸν ἐκείνοις τὸ δίκαιον.

οὐκοῦν τοὺς πρὸς τὸν πρότερον στόλον αὐτὸς καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται.

οἷς γὰρ τὰ παρόντα κοινὰ τὸ νόημα τοιοῦτόν ἐστι· τοῦ παρόντος πολέμου κοινοῦ ὄντος, αὐτοὶ δὲ τῶν ἰδίων πάντας ὑπερεβάλοντο, διὸ, φησὶ, δίκαιοι ἦσαν τὴν ἡγεμονίαν ἔχειν. ἀπὸ τοῦ ἐλάττονος δὲ τὸ ἐπιχείρημα. τὰ παρόντα κοινὰ ἤγουν ὁ παρὼν πόλεμος. πρὸς τοὺς μετέχοντας Ἕλληνας. τοῖς ἰδίοις ἐνίκων ἅπαντας ἤγουν τῷ μόνοι νικῆσαι τὸν πρότερον πόλεμον. τοσούτῳ γε ἐλάττω τῆς προσηκούσης.

ἐκομίζοντʼ ἂν εἰ ἡγεμόνες κατέστησαν. ὅσῳ πάντας μὲν ἠλευθέρωσαν εἰ γὰρ μὴ ἐν Μαραθῶνι τότε τοὺς Πέρσας ἐνίκησαν, πάντες ἂν ἐδούλευον Πέρσαις Ἕλληνες. τῶν παρόντων δὲ ἤτοι τοῦ πρὸς τὸν Ξέρξην πολέμου. τῶν παρόντων δὲ καὶ ἐν ταῖς ἄλλαις γὰρ ἁπάσαις Ἑλληνικαῖς τριήρεσιν εἷς Ἀθηναῖος ναύαρχος διὰ τὴν ἐπιστήμην.

καὶ μὴν εἰ μὲν οὐδεὶς ἀντεῖπεν τὸ σχῆμα διλήμματον. τὸ δὲ ἀμφοῖν χεροῖν παροιμία ἐστὶν, ἐπὶ τῶν σφοδρῶς καὶ ἐκ περιουσίας πραττομένων λεγομένη. ὁ γὰρ ἀμφοτέραις χερσὶ πράττων μετʼ ἐπιτάσεως πράττει. ἔστι δὲ ὅμοιον καὶ τὸ ἐκ δυοῖν ποδοῖν. τὸ σχῆμα διλήμματον· ἐξ ἀμφοτέρων γὰρ τῶν προτάσεων συλλογίζεται. τὸ δὲ ἀμφοῖν χεροῖν ἐπιτατικῶς, ὡς τὸ ἐκ δυοῖν ποδοῖν. εἰ μὲν οὐδεὶς ἀντεῖπεν αὐτοῖς πρὸς ταῦτα δηλονότι ἐν τῷ πολέμῳ.

ἀπέστησαν παρεχώρησαν αὐτοῖς τῆς ἡγεμονίας. πῶς οὐκ ἄξιον τῆς μεγαλοψυχίας ἀγασθῆναι αὐτούς.

τὰ καθʼ ἑαυτοὺς ἤγουν τὸ ἁρμόζον αὐτούς· πατρίδα λέγει, καὶ παῖδας καὶ γυναῖκας. τὸν πρόσθεν ἤγουν τὸν χρησμόν. τουτέστι τὸν ἴδιον χρησμόν. λέγει δὲ τὴν ἡγεμονίαν διὰ τὴν δόξαν, ἢ διὰ τοὺς φόρους. πόλεμον. ἐν τῷ τότε ἤγουν ἐν τῷ κατὰ τὸν Ξέρξην. ὑπὲρ τὴν φύσιν φιλοτιμούμενοι ὑπὲρ τὴν φύσιν λέγει, ἐπειδὴ ἐκτὸς φύσεως ἀνθρωπίνης ἦν γυναῖκας καὶ παῖδας καὶ πατρίδα καταλιπεῖν. εἶπε γὰρ, ὅτε καὶ τὰ κοινὰ τῆς φύσεως ἐξέλιπον.

πλέον οὐδὲν ἐζήτησαν τῆς τοιαύτης φιλοτιμίας. προσέξειν φροντίζειν.

οἱ δὲ πρὸς ὀργὴν ἐγκατέλιπον τὰ πράγματα. πρὸς ὀργὴν ἀντὶ τοῦ ὑπὸ ὀργῆς. εἰ πρὸς ὀργὴν γὰρ ἐχώρησαν οἱ Ἀθηναῖοι, οὐδὲ ὄνομα ἂν ὑπελείπετο τῆς Ἑλλάδος τῆς καὶ παρὰ τοῖς βαρβάροις θαυμαζομένης. ἐγκατέλιπον ἀντὶ τοῦ προδεδώκεσαν καὶ εἴασαν μόνους· τοῦτο γὰρ δηλοῖ τὸ ἐγκατέλιπον. τί ἦν ἐν μέσῳ—τὸ θαυμάζεσθαι ἤγουν τί ἂν ἐπεπόνθει ἡ Ἑλλὰς ἡ καὶ ὑπὸ βαρβάρων θαυμαζομένη. τῆς οὐδʼ ἐν τοῖς βαρβάροις ἀπεστερημένης Ἑλλάδος τὸ θαυμάζεσθαι ἀντὶ τοῦ ὑπὸ βαρβάρων θαυμαζομένης.

οὐδʼ ὄνομα αὐτῆς. κατηνάγκαστο ἀντὶ τοῦ ἐξ ἀνάγκης ἐγένετο.

οὗ τοῦ ἔχειν.

προῖκα κατὰ χάριν, καὶ οὐ διὰ οἰκεῖον κέρδος. ταῦτα ἤγουν τὴν ἡγεμονίαν.

καταλειφθέντας προδοθέντας καὶ μονωθέντας. δίχα τὰς ψήφους ἐλθεῖν ὡς τοὺς μὲν συγχωρεῖν, τοὺς δὲ μή. μερισθῆναι πρὸς Ἀθηναίους καὶ Λακεδαιμονίους. ὡς τοὺς μὲν ἐθέλειν αὐτοὺς ἡγεμόνας, τοὺς δὲ Λακεδαιμονίους.

οὐκ ἔχοντας ὅπως χρὴ προσιέναι τοῖς βαρβάροις διὰ τὴν στάσιν. διὰ τὴν στάσιν, φησὶν, οὐ δυναμένους πολεμεῖν. ἀπὸ κοινοῦ γὰρ τὸ πολεμεῖν. ὅπως χρὴ πολεμεῖν.

τῇ δʼ ἐκείνων προνοία συνέσει. ἐκείνων δὲ λέγει Ἀθηναίων. προγνόντες γὰρ Ἀθηναῖοι ἑτέροις παρεχώρησαν τῆς ἀρχῆς. καὶ μὴν εἰ μὲν ἐκίνει ταῦτα αὐτοὺς, ἃ νῦν διεξῆλθον ὅτι ἄξιοι ἦσαν τὴν ἡγεμονίαν λαβεῖν.

τοὺς λογισμοὺς τοὺς περὶ τούτου. ἐσχάτην βάσανον ἀντὶ τοῦ μεγίστην. βάσανον δὲ λέγει τὴν δοκιμασίαν, ἀπὸ μεταφορᾶς τοῦ λίθου τῆς βασάνου.

οὐδένων φαύλων ἀνθρώπων, οἱ δὲ οὐ τοῦτο ἐφρόντισαν. ἐλαττοῦσθαι βλάπτεσθαι.

πρὸς ἓν τοῦτο ἅπαντα συνετάξαντο ἅπαντα νοητέον, τὴν τῆς πατρίδος ἀπόλειψιν, τὸ τῶν νεῶν πλῆθος, τὸ ἐκστῆναι τῆς ἡγεμονίας, τἄλλα. τὸ δὲ συνετάξαντο ἀντὶ τοῦ εἰσέφερον· σύνταξις γὰρ ἡ εἰσφορά. τὴν τῆς πατρίδος καὶ γυναικῶν καὶ παίδων ἀπόλειψιν, καὶ τὴν τῆς ἡγεμονίας παραχώρησιν. τὸ δὲ συνετάξαντο, ἀντὶ τοῦ συνήγαγον. συνετάξαντο ἀντὶ τοῦ ἔταξαν ἑαυτούς. ὅπως καὶ τοὺς παρόντας, καὶ τοὺς ἀπόντας, τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας, ἐξαιρήσωνται Θηβαῖοι ἑκόντες ὑπεῖξαν τότε τῷ βασιλεῖ, Θετταλοὶ δὲ ἄκοντες. λέγει δὲ τὸ παρόντας καὶ διʼ ἀμφοτέρους, τὸ δὲ ἀπόντας, διὰ τοὺς ἄλλους Ἕλληνας, ἵνʼ ᾖ καὶ τὸ μὲν ἑκόντας, καὶ διὰ τοὺς κατʼ ἀνάγκην ὑπείξαντας αὐτῷ, καὶ διὰ τοὺς ἄλλους Ἕλληνας. τὸ δὲ ἄκοντας διὰ τοὺς κατὰ βούλησιν αὐτῷ προσχωρήσαντας. ἢ τὸ παρόντας καὶ ἀπόντας νοητέον, διὰ τοὺς ἄλλους εὑρισκομένους τότε τῶν Ἑλλήνων ἐν τῇ παρατάξει, καὶ μή· ὧν οἱ μὲν παρατυχόντες ἑκόντες τὴν σωτηρίαν παρʼ Ἀθηναίων εὕροντο, διὰ τὸ τοῖς κινδύνοις παρεῖναι· οἱ δὲ οὐ παρατυχόντες ἐσώθησαν ἄκοντες διὰ τὸ μὴ παρατυχεῖν.

τοὺς μὲν ἑκόντας, τοὺς δʼ ἄκοντας τῶν γὰρ Ἑλλήνων οἱ μὲν ὑπεῖξαν τῷ βασιλεῖ, ὡς Θηβαῖοι, οἱ δὲ ἄκοντες, ὡς Θετταλοί· ἢ ἑκόντας μὲν, τοὺς παρόντας, ἄκοντας δὲ, τοὺς μηδίσαντας. ἐξαιρήσωνται τῆς τοῦ Πέρσου δυναστείας.

πάντα γε ἤγουν τὰ αὐτῶν καὶ τῶν Ἑλλήνων. εἰ καθαρῶς εἰ ἀκριβῶς καὶ κατὰ ἀλήθειαν. εἰ ὀρθῶς λόγῳ ἔκρινον. οὐδεὶς ἂν Ἑλλήνων τότʼ ἦν ἐν Σαλαμῖνι Ἀθηναίοις γε ἑπόμενοι συνῄνεσαν, ὧν ἂν ἀπόντων οὐδὲ τῶν ἄλλων οὐδεὶς ἐκεῖσε παρῆν. εἰ μὴ γὰρ Ἀθηναῖοι ταῖς ναυσὶ πρὸς ταύτην ἐχώρησαν πρῶτοι, οὐδένες ἂν τῶν Ἑλλήνων ἐτόλμησαν. ἐν Σαλαμῖνι ἀντὶ τοῦ ἐν Ἑλλάδι.

τοῦτο καὶ οὐδὲν ἕτερον. τὸ καταστῆναι εἰς κατάστασιν ἐλθεῖν.

καὶ διὰ τοῦτο οὐ μόνον τὸ μεῖζον πάλιν εἶπε τῆς ἡγεμονίας.

ἁπάσης ἰδίας ἀσφαλείας διὰ τὴν πόλιν. πλεονεξίας διὰ τὴν ἀρχήν.

μεγάλην ἡγεμονίαν κατεργάσασθαι ἑαυτοῖς. κατεργάσασθαι ἀντὶ τοῦ κατορθῶσαι καὶ ἀνύσαι.

ὥσπερ οἱ τοὺς παῖδας προδιδάσκοντες καὶ γὰρ τὰ παιδία εἰώθαμεν φιλοφρονεῖσθαι, καὶ προτρέπεσθαι αὐτοὺς τῇ τιμῇ μᾶλλον πρὸς μάθησιν ἢ ἐπιπλήξει. καὶ γὰρ ὀπώραις τισὶν ἐξ ἀρχῆς τούτους προτρέπομεν εἰς τὸ μάθημα.

εἰς τὸ πρόσθεν εἰς αὔξησιν καὶ τιμήν. ἤγουν εἰς τὸ προστάτας τῶν Ἑλλήνων εἶναι.

παρακλήσεως εἵνεκα προτροπῆς. τοῦ τὰ πραττόμενα ὑπὸ σφῶν μιμεῖσθαι μιμητὰς καθιστᾶν αὐτοὺς ἐν τοῖς ψηφίσμασι. ταῦτα δὲ ἐποίουν καὶ τοῖς ψηφίσμασιν οὐ γὰρ μόνον λόγῳ παρεχώρησαν, ἀλλὰ καὶ ἐγγράφως, ψήφισμα ποιήσαντες. οὐ γὰρ μόνον παρεχώρησαν τῆς ἀρχῆς, ἀλλὰ καὶ διὰ ψηφίσματος ἐβεβαίωσαν.

οἱ μὲν οἱ Λακεδαιμόνιοι. οἱ δʼ οἱ Ἀθηναῖοι.

τὸ σχῆμα τὸ ἀξίωμα.

Ἀθηναίων ἑνὶ τῷ Θεμιστοκλεῖ. ὁ μὲν Λακεδαιμονίων ναύαρχος ὁ Εὐρυβιάδης.

τῶν ἀφʼ ἑκάστων ἀρχόντων ἦρχεν ἐθνῶν Ἑλληνικῶν. ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων ἀντὶ τοῦ ἐνδοξοτέρων. ἡγεμόνων γὰρ, φησὶν, ἡγεμόνες ἐτύγχανον. ἄρχοντος δὲ, τοῦ Εὐρυβιάδου αὐτοῦ. κατὰ κοινοῦ δὲ τὸ ἦρχεν.

τὰ ἀριστεῖα τῶν ναυμαχιῶν ἀπέδοσαν τῇ πόλει τὰ ἐξαίρετα τῶν λαφύρων· λέγω δὴ τὸν δίφρον τὸν ἀργυρόποδα, καὶ τὸν Μαρδονίου ἀκινάκην. τὰ ἀριστεῖα λέγει τὰ ἐξαίρετα τῶν λαφύρων. μέμνηται Δημοσθένης τὸν δίφρον τὸν ἀργυρόποδα, καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου. τινὲς δὲ λέγουσιν ὅτι νῦν πρὸς χάριν τῶν Ἀθηναίων λέγει· ὁ γὰρ Ἡρόδοτος λέγει, τὴν τῆς ναυμαχίας ἀπενέγκασθαι δόξαν τοὺς Αἰγινήτας. μαρτυρίαν παρόντων ὡς ἀληθῶς καὶ ἑωρακότων παρέσχοντο οἱ μαρτυροῦντες ἐκεῖνο, ὃ παρόντες ἑωράκασιν, ἀξιοπιστότεροί εἰσιν.

ἑωρακότων καλῶς τὸ ἑωρακότων· ἔστι γὰρ καὶ ἀκοῆς μαρτυρία, ἥτις καλεῖται ἐκμαρτυρία. παρέσχοντο διὰ τῆς τῶν ἀριστείων δόσεως.

ἀνὴρ Ἀθηναίων εἷς ὁ Θεμιστοκλῆς. ἥγουν ὁ Θεμιστοκλῆς.

ἐν τῷ συγχωρῆσαι τὴν ἡγεμονίαν. ὃ δὲ ἀληθινῆς ἡγεμονίας ἦν ἀληθεῖς γὰρ ἡγεμόνες εἰσὶν οἱ τῶν ὑποτεταγμένων σωτῆρες.

παρὰ πάντων ἐκείνοις ἀνετέθη προαναφωνεῖ· οὔπω γὰρ εἶχε πάντα. πρὸς τὰ λοιπὰ τοῦ πολέμου ἤγουν πρὸς τὴν τοῦ πεζοῦ μάχην.

προεστήσαντο προστάτην ἐποιήσαντο. πάντες γὰρ οἱ σύλλογοι, καὶ πᾶσαι αἱ σύνοδοι πρὸς Ἀθηναίους καὶ παρʼ Ἀθηναίων ἐκ τούτων ἐγίγνοντο τὸ πρὸς Ἀθηναίους λέγει, ἐπειδὴ πρὸς τὴν τοῦ βαρβάρου μάχην πάντες οἱ ἐκεῖ ὄντες Ἕλληνες συνελέγοντο πρὸς Ἀθηναίους, κοινολογοῦντες αὐτοῖς περὶ ὧν δεῖ ποιῆσαι· τὸ δὲ παρʼ Ἀθηναίων, ἐπειδὴ ἐν ταῖς Ἑλληνικαῖς συνόδοις παρʼ Ἀθηναίων ἐφοίτων ἄνδρες μετʼ ἀξιώσεως, ἵνα παρατυχόντες ὡς τῶν πραγμάτων ἐπιστήμονες ἄκροι τὰ δέοντα συμβουλεύσωσιν. σύλλογος κυρίως, ὅταν εἰς πόλιν συνάγωνταί τινες ἀπὸ μιᾶς μὲν τῆς πόλεως· σύνοδος δὲ, ὅταν ἐκ πολλῶν πόλεων εἰς μίαν συνάγωνται· πρὸς Ἀθηναίους δέ ἐστι τῷ ἐν τῇ πόλει τῶν Ἀθηναίων ἔρχεσθαι συμβουλευομένους· παρʼ Ἀθηναίους δὲ, ὅτι, κἂν μὴ ὦσιν ἐν τῇ Ἀττικῇ, ἀλλʼ οὖν παρʼ ἀνδράσιν Ἀττικῶς συμβουλεύονται, περὶ οὓς θελήσουσι. τοῦτο δὲ ἡγεμονίας σημεῖον.

ἐκ τούτων τοῦ πρὸς τὴν πόλιν προστήσασθαι. τῶν Ἑλλήνων. κατέστη κοινὸν βουλευτήριον ἡ πόλις τεκμήριον ἐκ τούτου, εἶναι αὐτοὺς ἡγεμόνας· παρὰ γὰρ τοῖς προύχουσι γίνονται αἱ ἐκκλησίαι. ἐπλήρωσε δὲ τὸ μέρος τὸ περὶ παραχωρήσεως τῆς ἡγεμονίας. ὁμολογεῖ δὲ καὶ αὐτὸς τῆς μνήμης τὸ περίεργον. διὸ θεραπεύει λέγων παρήνεγκε περαιτέρω, ὅ ἐστι παρέσυρε. οὐκ εἶπε δὲ ἔξω τοῦ προκειμένου παρήνεγκεν, ἵνα μὴ δόξῃ περιττὸν εἰρηκέναι τι, ἀλλὰ περαιτέρω.

περὶ τὰς ἀποδείξεις τὰς περὶ τῆς ἐπιεικείας.

περαιτέρω τοῦ δέοντος. ἐπʼ αὐτὰς πάλιν τὰς πράξεις ἐπὶ τὰς ναυμαχίας.

μηδεὶς δὲ ἡμᾶς ἡγείσθω πέρα ἐπειδὴ βούλεται πάλιν ἀναλαβεῖν τὰ περὶ τοῦ πολέμου, ἀπολογησάμενος ἱκανῶς περὶ τῆς ἀποχωρήσεως, ἵνα μή τις μέμψηται αὐτῷ τῆς πολυλογίας, ὅτι πολλὰ πρόσθεν διεξιὼν περὶ τοῦ πολέμου καὶ τῆς τοῦ Ξέρξου κατασκευῆς, πάλιν τούτων ἅψασθαι βούλεται, φησὶν ὡς ἀναγκαίως ἐκεῖνά τε εἴπομεν καὶ ταῦτα λεχθήσεται. μηδʼ ἐπʼ ἐξειργασμένοις ἀναλαμβάνειν τοῦτο εἶπεν, ἵνα μή τις εἴπῃ, καὶ διὰ τί, ἃ εἶπες, πάλιν ἐρεῖς. θεραπεύει δὲ πάλιν· ἐπειδὴ ἐδόκει περιττὸν εἶναι τὸ μνησθῆναι τῆς παραχωρήσεως, μέμφονται δέ τινες αὐτῷ ὡς ταῦτα λέγοντι· καὶ τῶν Μηδικῶν γὰρ πανταχοῦ μέμνηται καὶ τῶν Ἡρακλειδῶν· διότι οὖν ἀντέπιπτεν αὐτῷ· τί οὖν εἰ τὰ εἰρημένα πάλιν λέγεις; τὸ γὰρ ἐπʼ ἐξειργασμένοις τοῦτο σημαίνει. σκοπείτω οὖν τις, φησὶ, τὴν αἰτίαν, διʼ ἣν εἴρηται, ὡς οὐκ ἀργῶς, ἀλλʼ ἀναγκαίως.

σκοπείσθω τὴν χρείαν διὰ τούτου δείκνυσιν ὅτι οὐκ ἀργῶς, ἀλλʼ ἀναγκαίως ἐμνήσθη τῆς παραχωρήσεως τῆς ἡγεμονίας. τὴν ἑκάστου τοῦ λόγου πρόφασιν ἥτις ἦν δεῖξαι, ὁποία ἦν ἀκριβῶς ἡ τοῦ Ξέρξου παρασκευή.

ποῖ φέρει ἀντὶ τοῦ ὅπου ἁρμόζει. δηλοῖ δὲ πραότητα τῶν Ἀθηναίων, ἀλλʼ οὐκ ἀσθένειαν. ποῖ φέρει εἷς ἕκαστος λόγος. τὰ λεγόμενα περὶ τοῦ πολέμου.

τῇ μὲν ἀνάγκῃ ἐφάμιλλα πάντα ὁμοίως γὰρ ἦσαν ἀναγκαῖα πάντα λεχθῆναι. ὥστε μηδὲν εἶναι παραλιπεῖν ἀτιμάσαντα τί οὖν, εἰ μικρὰ τυγχάνει τὰ εἰρημένα. ἀνάγκῃ, φησὶν, εἶπεν, ἵνα μὴ τῇ σιωπῇ ἀτιμάσωμεν.

τῇ τάξει δʼ ἑτέρως οὐκ ἐγχωροῦντα συμβῆναι ἀλλʼ ὥσπερ εἴρηται. τὸ δὲ ἀεὶ παρενεγκὸν εἰς μέσον φέρον ἡμᾶς λέγειν αὐτό. τῆς συνεχείας ὂν καὶ τῆς ἀκολουθίας εἴσεται ἀκόλουθον γὰρ ἦν εἰπεῖν πρὸ τῆς μάχης τὴν παραχώρησιν, ἐπειδὴ καὶ πρὸ τῆς μάχης ἐφιλονείκησαν περὶ ταύτης. ἀκόλουθον γὰρ ἦν κατὰ συνέχειαν τῷ προτέρῳ λεχθῆναι.

περὶ μηδενὸς ἀξίων πραγμάτων ταῦτα εἶπεν, ἵνα μὴ εἴπῃ τις, ἀλλὰ περὶ σμικρῶν. περὶ ὧν ἐκ γειτόνων ἐστὶ τὰ παραδείγματα ἢ καθόλου λέγει, ὡς οὐκ ὄντων ἀλλαχοῦ τοιούτων, ἢ εἰς Λακεδαιμονίους ἀποτείνεται· ἡ γὰρ πρὸς ἐκείνους ζηλοτυπία ἐστί. οὐ γὰρ ἔστιν ἑτέρας πράξεις εὑρεῖν ὁμοίας ταῖς ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι.

μικρολογεῖσθαι τουτέστι περὶ σμικρῶν λέγειν· κυρίως δὲ σμικρολόγος ἐστὶν ὁ φειδωλός.

πάντες δʼ ὥσπερ ὑπʼ ἐκπλήξεως θαυμάζουσι μᾶλλον ἢ διʼ ἀκριβείας ἕκαστα ἑωρακότες ὅταν ὑπὲρ τὴν φύσιν πράγματά τις θεάσηται, οἷα τὰ ἐν Σαλαμῖνι, ἐκπληττόμενος θαυμάζει μόνον, οὐχ οἷός τε ὢν περὶ τούτων λόγον ἀξίως ἀποδοῦναι. συνάπτει δὲ τὸ ὥσπερ πρὸς τὸ ἑωρακότες, οὕτω· πάντες δὲ ὥσπερ ἑωρακότες θαυμάζουσι μᾶλλον ὑπʼ ἐκπλήξεως, ἢ θαυμάζουσιν ἕκαστος διʼ ἀκρίβειαν· τουτέστιν· ὥσπερ ἂν εἰ εἶδον, καὶ μᾶλλον ἐκπληττόμενοι ἐθαύμαζον, ἢ κατὰ λεπτὸν λέγοντες. ὥσπερ ὑπʼ ἐκπλήξεως ἐπὶ γὰρ τῶν μεγάλων καταπλήττεταί τις, οὐκ ἐξισχύων τὸ πᾶν εἰπεῖν.

περὶ τούτων ἀγωνιζόμεθα ὑπερβατόν ἐστι πρὸς τὸ ἀγωνιζόμεθα· νῦν δὲ ὑπὲρ ὧν πάντες ἥττηνται. οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους—ἐκεῖνοι τότε τοῦτο τὸ νόημα καὶ πρόσθεν εἰρήκει, ὅτε ἔλεγεν· ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον εἰπεῖν ἔχωσι μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων, ὅτε ἐπραγματεύετο. τοῦτο εἶπε τὸ ἐνθύμημα καὶ ἀρχόμενος τῶν πράξεων ὄπισθεν.

μικροῦ δεῖν σχεδόν. ἐκεῖνοι οἱ ἐν Σαλαμῖνι.

καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου ἐπειδὴ μικρολόγος ἐστὶν ὁ περὶ τὰ μικρὰ διατρίβων, νῦν ἕτερον τρόπον ἀντὶ φειδωλίας τῇ μικρολογίᾳ ἐχρήσατο, μικρολογουμένου εἶναι λέγων, τουτέστι φειδωλοῦ, τὸ περὶ μεγάλων ἐγχειρήσαντα λέγειν τὰ πλεῖστα τούτων παραλιπεῖν.

μικρολογουμένου φειδωλοῦ καὶ βασκαίνοντος.

συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους ἄρχεται τῆς ναυμαχίας. καλῶς δὲ εἶπε πάθους· οὐδὲ γὰρ ἡττήθησαν, ἀλλʼ ἐδυστύχησαν προδοθέντες ὑπὸ Θετταλῶν· καὶ Ἰσοκράτης φησὶν ἐν τῷ Πανηγυρικῷ «Οὐ γὰρ φεύγειν ἠξιώθησαν, ἀλλʼ οὐκ ἤρκεσαν αὐτῶν πρὸς τὴν μάχην τὰ σώματα.» τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης τὸ σφαλερῶς λέγει ἢ διὰ τοὺς Πέρσας, ὡς ἐπὶ κακῷ σφῶν αὐτῶν ἠνοίχθη, ἢ διὰ τὸ φόβον παρέχειν, μὴ καὶ τὰ λοιπὰ τοῦ πολέμου οὕτω κατορθώσουσι Πέρσαι. τὸ δὲ δυοῖν μερίδοιν λέγει, ἢ ὅτι καὶ κατὰ τὴν γῆν καὶ κατὰ τὴν θάλατταν ἡ στρατιὰ ἦν, ἢ ὅτι τῶν μὲν ἑκόντων, τῶν δʼ ἀκόντων ἐκράτουν. ὡς πρὸς τὰς πύλας εἶπεν ἀνοιχθείσης· λαμπρῶς δὲ λέγει μεγάλως· σφαλερῶς δὲ, ἐπικινδύνως. μετὰ γὰρ τὸ μηκέτι κωλῦσαι τοῦτον τὴν εἴσοδον αὐτῶν εἰσῄεσαν οἱ βάρβαροι.

ὥσπερ πύλας ἀπὸ τῆς ὁμωνυμίας εἶπε τὸν τόπον· καλεῖται δὲ τὸ τοιοῦτον παρονομασία. δυοῖν μερίδοιν ἢ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ ὅπερ ἐπιφέρει, ἀκόντων καὶ ἑκόντων.

οἱ μὲν τῶν Ἑλλήνων. οἱ μὲν γὰρ ἑκόντες, οἱ δʼ ἀνάγκῃ, προσεχώρουν οὐ τὰ γένη λέγει, Ἕλληνας καὶ βαρβάρους, ἀλλʼ ὅτι τῶν Ἑλλήνων οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες προσετέθησαν τῷ Πέρσῃ· ἑκόντες μὲν Θηβαῖοι καὶ Θετταλοὶ, ἄκοντες δὲ Φωκεῖς.

πάντων ἐφεξῆς, ὥσπερ πῦρ ἐπιὸν, ὑποφευγόντων αὐτῷ. οἱ δὲ τῆς Ἀθηνᾶς τινὲς μὴ νοοῦντες ἀσύντακτον εἶναι τὸν λόγον ὑπέλαβον. ἔστι δὲ ἐνταῦθα τὸ οἱ δὲ δεικτικὸν, ἵνα νοήσωμεν οὕτως· ἄλλων φευγόντων, μόνοι οὗτοι οἱ Ἀθηναῖοι τόδε διεπράξαντο. οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι τὸ ὀρθῶς εἰσιν ἐπώνυμοι λέγει, διὰ τὸ οὐ μόνον Ἀθηναίους κεκλῆσθαι ἐξ Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν τῆς θεοῦ εὐτυχίαν περὶ τοὺς πολέμους μιμεῖσθαι· πολεμικὴ γὰρ ἡ θεός. ὡς πολεμικῆς θεοῦ προσηγορίαν εἰληφότες.

τῆς τοῦ θεοῦ χρῶνται διανοίας τὸ χρῶμαι ἐνταῦθα γενικῇ. συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν τῶν ἔξω τῆς πόλεως σωζομένων, καὶ ἡ πόλις σώζεται· ἀφανιζομένων δὲ ἐκείνων, ἀνάγκη καὶ τὴν πόλιν. ὁρῶντες οὖν τὰ περὶ τὴν Ἀττικὴν ὑπὸ Περσῶν κατασχεθησόμενα περιττὸν ἡγήσαντο φυλάττειν τὴν πόλιν. ἤγουν οὐκ ἀπὸ τῆς τῶν τειχῶν περιβολῆς, ἀλλʼ ἀπὸ τῆς τῶν ἐνοικούντων σπουδῆς καὶ τόλμης καὶ θείας βοηθείας. λεληθότως ἀπολογεῖται, ὑπὲρ οὗ κατέλειψαν τὴν πόλιν.

ψήφισμα ποιοῦνται Θεμιστοκλῆς μὲν ὁ γράψας· κοινὸν δʼ αὐτό φησι, πρὸς τὴν χρείαν ἁρμοττόμενος.

παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι καλῶς εἶπε τὸ παρακαταθέσθαι· ὥσπερ γὰρ τὰς παρακαταθήκας τοῖς δυναμένοις φυλάσσειν διδόαμεν, οὕτω καὶ τοῦτο τὸ ὄρος, ὡς ἱκανὸν τοὺς τῶν Ἀθηναίων παῖδας καὶ γυναῖκας φυλάττειν, ἐζήτησαν Ἀθηναῖοι. τὸ δὲ προβαλέσθαι λέγει, ἀντὶ τοῦ ὥσπερ τινὰ πρόβολον καὶ φυλακὴν αἱρήσεσθαι τὴν θάλατταν. γυμνωθέντες τῶν περιττῶν τῶν γερόντων, γυναικῶν, καὶ παίδων, καὶ τῶν ἄλλων. τὸ δὲ γυμνωθέντες, ἀντὶ τοῦ μονωθέντες.

τῶν περιττῶν γυναικῶν, παίδων, καὶ τῶν ἄλλων κτημάτων. προβαλέσθαι τὴν θάλατταν καλῶς εἶπε προεβάλλοντο τὴν θάλασσαν, πρὸς τὸ γυμνωθέντες ἀποδούς.

διὰ τὴν πίστιν, ἣν ἐν τοῖς θεοῖς εἶχον τούτοις γὰρ θαρρήσαντες εἰς τὸν ἀγῶνα κατέστησαν, καὶ τὴν πόλιν ἐπέτρεψαν. ὅτι ἐπίστευσαν τῇ Ἀθηνᾷ. ἐξηγεῖται δὲ τὰ εἰρημένα. ὡς ὑπὸ τούτων σωθεῖεν.

ἀπεζευγμένοι χωριζόμενοι· διὸ καὶ καρτερίας εἶπεν. φέροντι τῷ θυμῷ καλῶς εἶπε φέροντι τῷ θυμῷ, δεικνὺς ὡς ἑκόντες καὶ προθύμως τοῦτο ἐποίουν, οὐχ ὑπʼ ἀνάγκης. μεγαλοψυχία δέ ἐστιν οὐ μόνον ἡ δαψιλὴς εὐεργεσία, ἀλλὰ καὶ ἡ γενναιότης, ὡς κἀνταῦθα. φέροντι τῷ θυμῷ ἀντὶ τοῦ μὴ λυπούμενοι. τουτέστι προαιρέσει, καὶ οὐκ ἀναγκαζόμενοι.

ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον σοφίζεται ἀπὸ τῶν ἀποβάντων· ὑπὲρ γὰρ αὐτῶν ἐποίησαν. μεγαλοψυχίᾳ γε κυρίως μὲν ἐπὶ χρημάτων ἡ λέξις λέγεται, ἐνταῦθα δὲ τὴν τῆς πόλεως καταφρόνησιν οὕτως ἐκάλεσεν.

ἀλλὰ μὴν τό τε γνῶναι λείπει ἡ εἰς πρόθεσις. ἀλλὰ μὴν εἰς τό γε γνῶναι· καὶ ἀπὸ κοινοῦ δεῖ λαβεῖν, τίς ἀνθρώπων ἐκείνοις ὅμοιος. τὸ δὲ γνῶναι, ἀντὶ τοῦ καταγνῶναι· ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· ἀλλὰ μὴν τίς ὅμοιος ἐκείνοις εἰς σοφίαν, καὶ τῷ δόγματι τῆς εὐπειθείας τῆς τιμωμένης ὑπὸ τῶν ἀρχόντων. βούλεται γὰρ τοὺς ὑπηκόους τῷ εὐπειθεῖς αὐτοὺς εἶναι, νενικηκότας ἅπαντας. τοῦτο δέ φησιν, ἐπειδὴ εὐπειθεῖς ἦσαν τοῖς ἄρχουσι. τό τε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα τὸ ναῦς ποιῆσαι, ὃ Θεμιστοκλῆς μόνος συνῆκεν ἀπὸ τοῦ χρησμοῦ.

τὴν σοφίαν ἀντὶ τοῦ τὴν φρόνησιν. ἀπὸ κοινοῦ δὲ τὸ παρέσχοντο. δεῖ δὲ καὶ τοῦτο ἀπὸ κοινοῦ λαβεῖν, τὸ ψήφισμα ἐποίησαν, καὶ πάλιν ἀπὸ κοινοῦ τὸ παρασχόμενοι σύμβολα· ἵνʼ ᾖ ὁ νοῦς οὕτως· καὶ ψήφισμα ποιοῦνται, παρασχόμενοι σύμβολα τῆς αὐτῶν σοφίας, διʼ ἧς σοφίας καὶ τῆς τιμωμένης ἐν τοῖς λόγοις θαυμαζομένης εὐπειθείας τῷ δόγματι τοὺς πάντας ἐνίκησαν. λέγει δὲ τῷ δόγματι τῷ ἑαυτῶν. ποῖον δὲ δόγμα, ὅπερ ἔδοξεν αὐτοῖς, λέγει δὲ τὸ εὐπειθῆσαι τοῖς ἄρχουσι, καὶ ἀνασχέσθαι ἡγεμονεύεσθαι. ἢ οὕτως· ἔτι δὲ καὶ φρονήσεως σύμβολα παρέσχοντο, διὰ τὸ γνῶναι τὸ μέλλον σώζειν τὰ πράγματα· τί δʼ ἔστι τοῦτο; ἡ σοφία. τὴν αὐτὴν γὰρ φρόνησιν καλεῖ καὶ σοφίαν· διʼ ἣν σοφίαν καὶ τῷ δόγματι τῆς εὐπειθείας τῆς γινομένης τοῖς ἄρχουσι καὶ τῆς τιμωμένης ἐν τοῖς λόγοις πάντας ἀνθρώπους ἐνίκησαν.

τῆς ὑπὸ πάντων ἐν τοῖς λόγοις τιμωμένης τοῖς ἄρχουσιν εὐπειθείας πάντες γὰρ ἐν τοῖς αὐτῶν λόγοις ὡς δεῖ τοῖς ἄρχουσι πείθεσθαι λέγουσιν. τιμωμένης ἀντὶ τοῦ ἐπαινουμένης. ἔστι δὲ ἀντίπτωσις. ἀντὶ ὀρθῆς γὰρ εἶπε γενικήν. τοὺς πώποτʼ τοὺς πάντας. τοὺς πώποτʼ ἐνίκησαν τῷ δόγματι τοσαῦτα γὰρ ὡς ἔφαμεν ἔχοντες πλεονεκτήματα, εἰς τὴν τοῦ στόλου ἡγεμονίαν Λακεδαιμονίοις παρεχώρησαν· ὅπερ ἐποίησαν φρόνησιν ἐπιεικείᾳ μίξαντες.

ἀπεσκευασμένοι ἀποζευχθέντες παίδων καὶ γυναικῶν· ἢ τὰ περιττὰ ἀποθέμενοι· ἢ θαλάττιοι γενόμενοι. πρὸς τῇ Σαλαμῖνι κατεῖχον τοὺς Ἕλληνας εἰκότως εἶπε τὸ κατεῖχον, δεικνὺς ὅτι ἄκοντας τοὺς Ἕλληνας ἠνάγκαζον μένειν ἐκεῖσε. ἰδόντες γὰρ τὸ τῶν βαρβαρικῶν νεῶν πλῆθος φυγεῖν ἐπεχείρουν. τὸ δὲ ἀμφοτέρᾳ τῇ χειρὶ ἐπεξηγεῖται διὰ τοῦ ἄγων τοὺς μέχρι τῆς Ἀττικῆς Ἕλληνας ὁμοῦ καὶ βαρβάρους. καὶ γὰρ ἐν τῇ παρόδῳ οἱ μὲν τῶν Ἑλλήνων ἑκόντες, οἱ δʼ ἄκοντες προσεχώρησαν αὐτῷ. ἢ τοῦτο λέγει, διὰ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν στρατιάν. κατεῖχον τοὺς Ἕλληνας ἑωρακότες γὰρ τὸ πλῆθος τῶν νεῶν φεύγειν ἐσκόπησαν.

ὁ δὲ ὁ Ξέρξης. ἀμφοτέρᾳ τῇ χειρὶ παρῆν πάλιν ἢ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ καὶ ἑκόντας καὶ ἄκοντας.

καμφθήσεσθαι εἶξαι.

ἐνταῦθα δὴ ἀντὶ τοῦ τῷ καιρῷ· οὐ γὰρ τὸν τόπον λέγει.

τις Κυρσίλος, εἷς ὢν τῆς βουλῆς. τὸν Κῦρον βασιλέα λέγει· οὗ καὶ Δημοσθένης μέμνηται.

αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα ἐπελθοῦσαι διέφθειραν ἐκ χειρὸς ἀκούσασαι γὰρ ὡς τὸν αὐτῆς ἄνδρα ἐν Σαλαμῖνι οἱ αὐτῶν ἄνδρες κατέλευσαν, ἐν Τροιζῆνι καὶ αὗται ταύτην κατέλευσαν. ἐν γὰρ Τροιζῆνι οὖσαι, καὶ ἀκούσασαι τοῦ Κυρσίλου τὸν θάνατον, τοὺς ἑαυτῶν ἐμιμήσαντο ἄνδρας εἰς τὴν ἐκείνου γυναῖκα.

παράκλησις κίνησις.

τῆς ἐπʼ Ἀρτεμισίῳ τόλμης χωρίον τῆς Εὐβοίας, ἔνθα πρὸ τῆς Σαλαμῖνος ἐναυμάχησαν πρὸς τὰς πρόπλους τριήρεις τῶν βαρβάρων.

νικῶντος ἤδη τοῦ δρασμοῦ, διεκώλυσαν αὐτοὶ, καὶ κατηνάγκασαν, ὥσπερ παῖδας, ἄκοντας ὑποστῆναι ἰδόντες οἱ Ἕλληνες τὸ τῶν νεῶν πλῆθος, ἐκπλαγέντες εἰς δρασμὸν ἐχώρησαν. Θεμιστοκλῆς οὖν λογισάμενος ὡς, εἰ τοῦτο γένοιτο, οἰχήσεται ἡ Ἑλλὰς, καὶ ἄκοντας ἠνάγκασεν ὑποστῆναι τὴν μάχην. πέμψας γὰρ ὡς τὸν ναύαρχον τῶν Περσῶν Δίκυνον, τὸν τῶν υἱέων αὐτοῦ παιδαγωγὸν, ἔφησεν ὡς, ἐπεὶ φεύγειν θέλουσιν, ἐπίθες σφίσι, καὶ νίκα. καὶ ὃς πεισθεὶς ἐπετέθη. τοῦτο ἑωρακότες Ἕλληνες οὐκ ἔτι φεύγειν ἠδύναντο, ἀλλʼ ἠναγκάσθησαν μένειν· ὅθεν ἐνίκησαν. ἠνάγκασαν αὐτοὺς πολεμεῖν τῷ κωλῦσαι καὶ φυγεῖν. ὁ γὰρ Θεμιστοκλῆς ὅτε ἑώρα αὐτοὺς φεύγειν ἐθέλοντας, ὡς δῆθεν προδότας, δηλοῖ τῷ Πέρσῃ διὰ Οἰκίννου τοῦ παιδαγωγοῦ τῶν παίδων αὐτοῦ· ἐπειδὴ φυγεῖν θέλουσιν, ἐπίθου καὶ νικᾷς. ὁ δὲ πεισθεὶς ἐπετέθη. τοῦτο ἑωρακότες οἱ Ἕλληνες οὐκ ἔτι φυγεῖν ἠδυνήθησαν, ἀλλʼ ἀνάγκῃ ἔμειναν. τοῦ δρασμοῦ τῆς φυγῆς.

ὑποστῆναι ὑπʼ αὐτοῦ στῆναι καὶ ὑπεῖξαι. τῇ θεραπείᾳ τῇ τοῦ ἀγῶνος. τῇ τῆς μάχης. πραγματευσάμενοι μηχανησάμενοι.

ἐνδεχομένους ἀντὶ τοῦ δεχομένους· δῆλον δὲ διὰ τὸν φόβον. ὡς ἀπέραντον ἦν ἤγουν ἀνενέργητον τὸ διὰ λόγων πείθειν. τὴν τούτων φωνὴν ἐξικνεῖσθαι πρὸς αὐτούς.

συσκευάσαντες κακουργήσαντες καὶ μηχανησάμενοι. αἰνίττεται δὲ εἰς τὴν Θεμιστοκλέους μηχανήν. μηχανησάμενοι αὐτοῖς. τὴν ναυμαχίαν τὴν Περσῶν.

περικαλυψάντων περικυκλωσάντων.

ἅπαντα τὸν ἔξω τόπον τῆς τῶν Ἑλληνικῶν νηῶν στάσεως. τὸν ἔξω λέγει, τὸν καὶ πλατύν. τῆς Σαλαμῖνος, καὶ τὸν ἐν τῇ γῇ. παρὰ τοσοῦτον ἐκτὸς τόσου.

ἐξειργόμενοι τὸ ἐξειργόμενοι καὶ τὸ ὁρῶντες καὶ διὰ τοὺς Ἀθηναίους καὶ διὰ τοὺς Ἕλληνας τοὺς ἄλλους νόει. τὸ δὲ παρεῖσαν διὰ τοὺς Ἀθηναίους μόνους.

οὐδὲν παρεῖσαν ἑτέροις παρεχώρησαν τῆς μάχης. ἑτέροις τοῖς Λακεδαιμονίοις.

πρῶτοι μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας, ὥσπερ ἐν Εὐβοίᾳ πάντων ἀποκνούντων Σώφιλός τις, ἀνὴρ Ἀθηναῖος, πρῶτος ἐν τῇ σφετέρᾳ τριήρει κατά τινος τριήρους Περσικῆς ἐχώρησεν. ἐμπαγέντος οὖν ταύτῃ τοῦ τῆς τριήρους αὐτοῦ ἐμβόλου, καὶ θραῦσιν ποιήσαντος, ἰδόντες οἱ ἄλλοι ταὐτὰ ποιεῖν ἤρξαντο, καὶ οὕτως ἐνίκησαν. τὸ δὲ πάντων ἀποκνούντων καὶ πρὸς τὴν Σαλαμῖνα νόει, καὶ πρὸς τὴν Εὔβοιαν. πρῶτον μὲν αὐτοὶ κατῆρξαν τῆς ναυμαχίας Σωκλῆς πρῶτος Ἀθηναῖος ἐνέβαλε Περσικῇ νηὶ, καὶ ἐνεπάγη ὁ ἔμβολος. ἐνταῦθα οὖν τῶν Περσῶν κινηθέντων, καὶ οἱ Ἀθηναῖοι ἀντελάβοντο. ἐν Εὐβοίᾳ ἐν τῷ Ἀρτεμισίῳ.

ὅσα μὲν στρατηγοῦ προνοίᾳ κακῶσαι τὸν βασιλέα ἔδει Ἴωνες, ἄποικοι Ἀθηναίων ὄντες, ὡς ἴσμεν, μετὰ Ξέρξου ἐστράτευσαν. Θεμιστοκλῆς οὖν προϊδὼν, ἔνθα ἔμελλον ὁρμήσεσθαι, ἔγραψεν ἐν ταῖς ναυλόχοις πέτραις ταυτί· μνήσθητε, ἄνδρες Ἴωνες, κατὰ πατέρων στρατεύοντες. ἐλθόντες οὖν Ἴωνες, καὶ ταῦτα ἀναγνόντες ἐβουλεύσαντο, ὡς ἐν τῇ τῆς μάχης συμβολῇ Ἀθηναίοις συμπρᾶξαι, καὶ μετʼ αὐτῶν τὸ ναυτικὸν καταπολεμῆσαι τοῦ Ξέρξου. περὶ τῶν Ἰώνων λέγει· ἄποικοι γὰρ ὄντες τῶν Ἀθηναίων μετὰ τοῦ Ξέρξου ἦλθον. ὁ δὲ Θεμιστοκλῆς προορώμενος, ἔνθα ἤμελλον προσορμίσασθαι ἐν ταῖς ναυλόχοις πέτραις ἔγραψεν· μνήσθητε, Ἴωνες, κατὰ πατέρων στρατεύοντες. καὶ τοῦτο ἀναγνόντες πρὸς Ἀθηναίους ἦλθον. τοὺς βασιλέως ἀκολούθους. λέγει δὲ τοὺς Ἴωνας.

τῶν ὑφʼ ἡλίῳ μάρτυρι πάντα γὰρ ὁρᾷ ὁ ἥλιος. ἀντὶ τοῦ ἡλίου μαρτυροῦντος· παρὰ τὸ Ὁμηρικὸν «Ἠέλιος, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.» ἀπὸ κοινοῦ δὲ τὸ πᾶν ἐξειργάσαντο. τολμησάντων καὶ τελεσάντων.

ἐκείνοις τοῖς Φοίνιξι. τοὺς Φοίνικας λέγει· οὗτοι γὰρ ἦσαν οἱ ναυτικώτεροι τῶν βαρβάρων. τοῖς Φοίνιξιν· οὗτοι γὰρ ἦσαν ναυτικώτεροι τῶν Περσῶν.

ἐν παντοδαποῖς τῶν ἔργων εἴδεσι τουτέστι τροπαίοις πολλοῖς πολεμικοῖς· εἴδεσιν, ἀντὶ τοῦ τρόποις, τουτέστιν ἐμβολαῖς, ἀναστροφαῖς, διέκπλοις· πολλὰ γὰρ εἴδη τῆς ναυμαχίας. ἐμβολαῖς, ἀναστροφαῖς, διέκπλοις.

παρασχόντες δὲ ἀπὸ κοινοῦ τὸ πᾶν ἐξειργάσαντο. τοῖς λοιποῖς Ἕλλησι. ὥστʼ ἐμοὶ μὲν παραπλησίως—παρόντες, μετέσχον τῆς νίκης μόνοι γὰρ ἦσαν οἱ Ἀθηναῖοι ἐν τῷ Μαραθῶνι. βούλεται οὖν εἰπεῖν ὅτι καὶ παρόντες ἴσοι ἦσαν τῶν ἀπόντων, ὥσπερ καὶ ἐν Μαραθῶνι.

τῶν δὲ γιγνομένων παρὰ τῆς πόλεως. τῶν λαφύρων. ἀπέλαυσαν ἀντὶ τοῦ οὐκ ἐπολέμησαν, ἀπέλαυσαν μόνον τῶν λαφύρων. τότε μὲν ἐν Μαραθῶνι. τότε μὲν ἡμέρᾳ μιᾷ τῆς μάχης ὑστέρησαν Λακεδαιμόνιοι διὰ τὴν πανσέληνον.

ἐκείνῃ δὲ τῇ ἡμέρᾳ καθʼ ἣν ἡ ἐν Σαλαμῖνι μάχη γέγονεν. αὐτῆς ὑστέρησαν τῆς τροπῆς τοῦ στρέψαι πρὸς νίκην. ἐν τῷ Μαραθῶνι, φησὶν, ἀπόντες ὑστέρησαν ταῖς συμβολαῖς. τοῦτο γάρ ἐστι τῆς τροπῆς. οἱ συντελεῖς δὲ οἱ συμπολεμοῦντες. ἀντὶ τοῦ ὑπερέβαλον· τοῦτο γὰρ μεῖζον τοῦ πρώτου τὸ παρόντας ὑστερεῖν. οἱ συντελεῖς οἱ συμπολεμοῦντες. οἱ τὴν συντέλειαν τῶν νεῶν ποιησάμενοι Ἕλληνες.

καὶ γὰρ ταύτην, ὥσπερ ἄλλο τι, κέρδος προσλαβόντες φαίνονται εἰκότως εἶπε τὸ ταύτην προσλαβόντες, δεικνὺς ὅτι οὐκ αὐτὴν ταύτην ἐποίησαν, ἀλλʼ ἐπειδὴ μετὰ τῆς πόλεως ἦσαν, ἡ δὲ πόλις τὴν νίκην εἰργάσατο, μετέσχον καὶ αὐτοὶ ταύτης σὺν τῇ ἐλευθερίᾳ καὶ τοῖς ἄθλοις, ἃ ἐκ τῆς ναυμαχίας ἐκτήσατο.

τῆς φιλοτιμίας ὅ ἐστι τῆς νίκης. λέγει δὲ ὅτι ἔδοξαν νικᾶν μὴ καμόντες. τῆς ἐκ τῆς νίκης. ναυαγίων συντετριμμένων. ναυαγίων ἐπέπληστο ἐπεπλήρωτο νεκρῶν βαρβαρικῶν, ἢ τῶν ἐκπιπτόντων σκευῶν τριηρικῶν.

οἱ πορθμοὶ πορθμοὺς καλεῖ τὰ μεταξὺ τῶν παρακειμένων τῇ Ἀττικῇ νήσων. συνεκέχυντο τῶν ναυαγίων. ὁ πόρος ἡ φορὰ τοῦ ῥεύματος. ἡ τῆς θαλάττης ὁρμὴ καὶ τῶν κυμάτων πρόοδος. πρὸς τὴν ἤπειρον ἐκεῖ γὰρ ἐκαθέζετο ἐπὶ θρόνου, θεωρῶν τὴν μάχην.

μάλα ἀπᾴδοντα τῆς ἐκείνου παροινίας καὶ τρυφῆς ἀπᾴδοντα λέγει ἀντὶ τοῦ ἀπαρέσκοντα. περινοίας δὲ λέγει τῆς περιττῆς ἐννοίας· περιττὰ γοῦν ἐννόει, τὸ πᾶσαν αὐτοῖς ἐθέλειν ἐπιθεῖναι συμφοράν. τρυφῆς δὲ ἐπειδὴ ταῖς ἐλπίσιν ἐτρύφα νικᾶσθαι νομίσας Ἀθηναίους. παροινίας ὕβρεως καὶ ἀλαζονείας. ἄξιον δὲ καὶ τῆς ἐπιθήκης τῶν κακῶν τῶν γενομένων τοῖς βαρβάροις ἐπιμνησθῆναι νῦν βούλεται εἰπεῖν καὶ τὸ ἐν Ψυταλίᾳ ἔργον, ὃ καὶ ἐπιθήκην, ἤτοι προσθήκην, καλεῖ, ὡς ἔργου μὲν ὄντος τοῦ ἐν Σαλαμῖνι, τούτου δὲ παρέργου. ἐν γὰρ τῇ Ψυταλίᾳ ἀπέβησάν τινες τῶν Περσῶν, ἵνα, ὅσοι τῶν Ἑλλήνων τὴν ναυμαχίαν ἐκφεύγουσι, περιτυγχάνοντες αὐτοῖς διαφθείρωνται.

τῆς ἐπιθήκης τουτέστι προσθήκης. αὐτὸς δὲ ἐπιφέρει, τί ἐστιν ἡ προσθήκη. τῶν κακῶν τοῖς βαρβάροις λείπει τὸ γενομένων.

τὸ γὰρ δὴ πάρεργον τῶν ἔργων πάρεργον καλεῖ τὴν Ψυτταλίαν, ἔργον δὲ τὴν Σαλαμῖνα.

τὴν πρὸ τῆς Σαλαμῖνος νῆσον Ψυτταλίαν. τὴν Ψιτταλίαν. τὴν Ψυτταλίαν λέγει. ἐκεῖ γὰρ τινὲς τῶν Περσῶν ἀπέβησαν, ἵνα, ὅσοι τῶν Ἑλλήνων τὴν ναυμαχίαν ἐκφεύγουσι, περιτυγχάνοντες αὐτοῖς διαφθείρωνται. ἐνταῦθα Ἀριστείδης, ὁ Λυσιμάχου, συστρατηγὸς Θεμιστοκλέους, μετὰ τὴν νίκην τῆς ναυμαχίας ἀποβὰς μετὰ τῶν γερόντων τῶν Ἀθηναίων ἀνεῖλε τὸ Περσικόν.

ὅπως ἀκριβέστερον ἢ δικτύῳ συγκλείοιντο οἱ Ἕλληνες οὐδαμοῦ οὔσης ἀδείας διαφυγεῖν.

παρὰ τὸν νόμον τὸν Μηδικὸν, εἴ τις τῶν ἀνταίρειν νόμος ἦν Πέρσαις, εἴ τις ἀντῇρκε τῷ βασιλεῖ, τοῦτον φονεύειν· ὡς καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ μαρτυρεῖ. νόμος γὰρ ἦν, μᾶλλον δὲ ἔθος Περσικὸν, κατακράτος φονεύειν τοὺς τολμῶντας ἀντιστῆναι τῷ βασιλεῖ. ὡς λέγει καὶ Ἰσοκράτης ἐν τῷ Εὐαγόρᾳ.

κατὰ οὖν τοὺς ἐκπίπτοντας ἀντὶ τοῦ κατὰ τῶν ἐκπιπτόντων. ἔστι γὰρ ἀντίπτωσις. κατὰ οὖν τοὺς ἐκπίπτοντας Ἕλληνας.

τὴν νῆσον τουτέστι τὴν Σαλαμῖνα· ὡς ὁμολογουμένης τῆς ἐν Σαλαμῖνι νίκης. τῶν πρώτων ἤγουν τῆς ἐν Σαλαμῖνι νίκης.

περιέστραπτο ἡ πεῖρα εἰς τὸ ἐναντίον περιέστη ἡ τόλμα. ἡ πεῖρα ἤγουν ἡ μεταχείρησις τῶν Περσῶν, καὶ τὸ τέχνασμα. ἀνὴρ Ἀθηναίων εἷς Ἀριστείδης ὁ δίκαιος. ὁ Ἀριστείδης.

τὸν κίνδυνον διὰ τοῦ εἰπεῖν κίνδυνον ἐμφαίνει ὅτι μεγίστης τόλμης ἦν καὶ τοῦτο τὸ ἔργον.

ἐπὶ τῆς ἠπείρου εἰς τὸ αὐγαλέον ὄρος ἀντικρὺ Σαλαμῖνος. ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν γυμνικὸν, ἀλλʼ οὐ πολεμικόν. Ὀλύμπια, ἢ Πύθια, καὶ οὐ πόλεμον.

οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρʼ αὐτοῦ φόβον ἀρκέσειν εἰς παροξυσμὸν μάχης.

τὸ ἔργον ὁ κάματος. τοῖς μὲν φεύγουσι. εἰ νικηθεῖεν. τοὺς δὲ τοὺς ἐφεστηκότας. εἰ νικήσαιεν.

ῥοθίῳ κύματι.

θαυματοποιὸν θαύματα ἐπιδεικνύμενος.

παλινῳδίαν ᾖδε παροιμία ἐστὶν ἐπὶ τοὺς τἀναντία ποιοῦντας τοῖς πρόσθεν· ἀπὸ Στησιχόρου τοῦ Ἱμεραίου, ποιήσαντος μὲν ψόγον εἰς τὴν Ἑλένην, καὶ διὰ τοῦτο τυφλωθέντος, μετὰ ταῦτα δὲ ἔπαινον ᾄσαντος, καὶ ἀπειληφότος τοὺς ὀφθαλμοὺς, ὡς Ἰσοκράτης φησὶν ἐν τῆς Ἑλένης ἐγκωμίῳ. παροιμία ἐπὶ τῶν τὰ ἐναντία ἑαυτοῖς ποιούντων· ἀπὸ Στησιχόρου τοῦ Ἱμεραίου. ᾔει τὴν αὐτὴν ὁδὸν, ἣν ἦλθε. οὐ μετὰ τοῦ αὐτοῦ σχήματος πρότερον γὰρ θρασὺς ἦν, τότε δὲ περίφοβος. οὐ μετὰ τοῦ αὐτοῦ ἀξιώματος· φυγὰς γὰρ ἐγένετο, ἀντὶ τοῦ βασιλέως. πρόσθεν μὲν γὰρ ἐχώρει σοβῶν καὶ μέγα πνέων, νῦν δὲ κατηφὴς καὶ φόβου ἔμπλεως.

τὴν σχεδίαν καταλαβεῖν τὸ τοῦ Ἑλλησπόντου ζεῦγμα· ἐφοβεῖτο γὰρ μὴ φθάσαντες οἱ Ἕλληνες αὐτὸ καταλύσωσι, καὶ τοῦτον φθείρωσιν. τὸ ζεῦγμα τοῦ Ἑλλησπόντου· ἵνα μὴ λυθῇ ὑπὸ τῶν Ἑλλήνων.

τῷ λοιπῷ μέρει τῆς οἰκουμένης τοῖς περὶ τὴν δύσιν λέγει. τίσι δὲ λέγω τοῖς πᾶσιν; τὸ σχῆμα ἔοικεν ἀνακεφαλαιώσει· ἀνακεφαλαιοῦται γὰρ διʼ ὅσων Ἀθηναῖοι νενικήκασι.

οἷς ὕστερον τοσοῦτον παρῆλθε τοὺς συστάντας ἐν Σαλαμῖνι. τοὺς συστάντας τοὺς συμπολεμήσαντας Ἕλληνας.

τοῖς στόλοις ἀμφοτέροις τῷ πρώτῳ, τῷ δευτέρῳ. τῷ Δαρείου καὶ Ξέρξου. τοῖς ἐν Πύλαις ἀτυχοῦσιν ἄνευ τῆς πόλεως ἀπορία, πῶς τῇ ἐν Πύλαις ἀτυχίᾳ φυλακτήριον ἡ πόλις τοῖς Ἕλλησι γέγονε. καὶ φαμὲν ὅτι τοῦτο λέγει διὰ τὸ Λακεδαιμονίους εἶναι τοὺς ἀτυχήσαντας, καὶ οὐκ Ἀθηναίους, ἢ ὕστερον νικήσειν ἔμελλον. εἰ γὰρ τότε ἠτύχουν, οὐκ ἂν ἃ ὕστερον κατώρθωσαν ἔπραξαν, κατακλασθέντες τῷ φόβῳ. οὐ γὰρ ἂν τοῦτο ἔπαθον, εἰ συμπαρῇ τούτοις ἡ πόλις. τοῖς ἐπʼ Ἀρτεμισίῳ νικῶσι τὰς τῶν βαρβάρων πρόπλους τριήρεις.

ταῖς τοῦ θεοῦ μαντείαις διπλοῖ ἦσαν οἱ χρησμοί· διδοίη Τριτογενίῃ ξύλινον τεῖχος εὐρύοπα Ζεύς. ὁ δὲ Ἑλλήνων ἀπώλειαν ἐθέσπιζε τὴν Ἀθηναίων μετὰ τῶν βαρβάρων παράταξιν. διτταὶ ἦσαν αἱ μαντεῖαι· αἱ μὲν διὰ τὸ ξύλινον τεῖχος, αἱ δὲ, ὅτι ἀπολοῦνται τέκνα γυναικῶν παρὰ Σαλαμῖνα. τῆς Ἀθηνᾶς εἶναι τὴν δωρεὰν τὸ ξύλινον τεῖχος.

ἐξ ὧν ἔμελλον πείσεσθαι τὸ ἐξ ὧν ἔμελλον πείσεσθαι λέγει διὰ τὴν ἀπώλειαν, ἣν ἔπαθον ἂν, εἰ Ἀθηναῖοι μετὰ τῶν βαρβάρων συνέστησαν. ὅτι οὐκ ἐγένοντο οἱ Ἀθηναῖοι μετὰ τῶν βαρβάρων. οἷς ἐποίησεν ἡ πόλις οἷς ἐνίκησεν.

οἷς οὐκ ἐποίησε ἐξ ὧν ἔπαθεν. λέγω τὸ μὴ συστῆναι μετὰ τῶν βαρβάρων. μόνη φέρεται τὴν τοῦ παντὸς κρίσιν ὅτι αὐτῆς μὴ παρούσης ἐν Πύλαις ἀπώλοντο· τὴν τοῦ παντὸς δὲ κρίσιν, τὸ τέλος τοῦ πολέμου. τῇ τοῦ στρατηγοῦ συντελείᾳ ὅτι τοιοῦτον στρατηγὸν εἰσέφερε, τὸν Θεμιστοκλῆν. ἤγουν τὸ τοιοῦτον εἰσενεγκεῖν στρατηγόν· λέγει δὲ τὸν Θεμιστοκλέα. τοῦ στρατηγοῦ Θεμιστοκλέους.

τῷ τοὺς τόπους εὑρεῖν ἢ πόρους γράφειν, ἤτοι τὰς μηχανὰς, διʼ ὧν καὶ ἄκοντας ἠνάγκασε μένειν τοὺς Ἕλληνας βουλομένους φεύγειν, ὡς ἔφημεν· ἢ τόπους, ἤτοι τὰς στάσεις τῶν τριήρων, εἰς ἃς στᾶσαι, καὶ ἔνθα παραγενόμεναι τὴν νίκην εἰργάσαντο. τοὺς τόπους τὸ στενόν.

τῷ τοὺς Ἕλληνας κατασχεῖν εἰς τὸ μὴ φυγεῖν· μετὰ γὰρ τὸ νικῆσαι ἐπʼ Ἀρτεμισίῳ δραπετεύειν ἠβούλοντο, καὶ διεκώλυσεν ὁ Θεμιστοκλῆς. ὑπὸ τῆς φυγῆς. τῷ πρώτην νικῆσαι καὶ τὴν μεγίστην τοῦ ναυτικοῦ μοῖραν ἤγουν τοὺς Φοίνικας.

τῷ πλεῖστον διαφθεῖραι μέρος τοῖς βαρβάροις. τοῖς ἀπʼ Ἐλευσῖνος φάσμασι Δίκαιος καὶ Δημάρατος, Ἀθηναῖοι ὄντες, καὶ πάλαι φυγάδες ἐκ τῆς πόλεως, ὄντες παρὰ Ξέρξῃ γενομένης τῆς συμπλοκῆς, καὶ κονιορτοῦ ἀρθέντος εἰς ἀέρα ἐξ Ἐλευσῖνος, ἔφησαν τῷ βασιλεῖ ὡς καθʼ ὧν ἂν ὁ κονιορτὸς πέσοι ἡττηθήσονται. πέπτωκε κατὰ Περσικῶν τριήρων, καὶ σκεδασθεὶς ἐν αὐταῖς εἰς φόβον ἐνῆκε τὸν βασιλέα ὧν ὕστερον ἔμελλον πείσεσθαι. ἐν δὲ τῇ τοῦ κονιορτοῦ ἄρσει, καὶ ὅσοι τῶν Ἀθηναίων ἦσαν μεμυημένοι, ἤκουσαν φωνῆς τινος ἐκ δαίμονός τινος, ἀφανῶς λεχθείσης, ὡς παρέσονται τῇ ναυμαχίᾳ Περσεφόνη καὶ Δημήτηρ. μελλούσης τῆς ναυμαχίας γίνεσθαι κονιορτὸς ἐγένετο ἀπὸ Ἐλευσῖνος. τοῦτον ἑωρακότες Δίκαιος καὶ Δημάρατος, φυγάδες ὄντες καὶ μένοντες παρὰ Ξέρξῃ, ἔφησαν τῷ βασιλεῖ, καθʼ ὧν ἂν ἔλθῃ ὁ κονιορτὸς οὗτος, πάντως ἐκεῖνοι ἡττῶνται. ἦλθε κατὰ Περσικῶν τριήρων, καὶ διεσκεδάσθη ἐν αὐταῖς. καὶ τεκμήριον τοῦ μέλλειν νικᾶσθαι τὸν βασιλέα γέγονε τοῦτο. ἦσαν δὲ καὶ ἀκούσαντες οἱ τῶν Ἀθηναίων μεμυημένοι ἀφανῶς καὶ ἀπροόπτως ἐκ δαίμονός τινος τὸ ἐπίφθεγμα τὸ λεγόμενον ἐν τοῖς Ἐλευσινίοις. καὶ ἐκ τούτου ἐστοχάσαντο Ἀθηναῖοι, ὡς βοηθούσῃ αὐτῇ Περσεφόνη καὶ Δημήτηρ. τοῖς ἀπʼ Ἐλευσῖνος δὲ φάσμασι, τοῖς παραδόξοις θεάμασι. σημαΐνει δὲ τὴν συμμαχίαν Κόρης καὶ Δήμητρος. τοῖς ἐν Ψυτταλίᾳ περιττοῖς ἐπειδήπερ ἄνωθεν τὸ ἐν Ψυταλίᾳ ἔργον πάρεργον εἶπε πρὸς τὸ ἐν Σαλαμῖνι, νῦν πάλιν φησὶ περιττὸν, ὡς ἀρκοῦντος μόνου τοῦ ἐν Σαλαμῖνι. τῇ παρὰ τῶν ἐχθρῶν ψήφῳ. κρίσει. οἱ Πέρσαι ἐνόμιζον μὴ πρότερον κρατήσειν τῶν Ἑλλήνων, εἰ μὴ λάβοιεν πρώτους Ἀθηναίους.

οἱ μὲν γὰρ τὰ ἀριστεῖα ἔδοσαν τῇ πόλει οἱ τὰ μεγάλα πνέοντες Πέρσαι ἀνδρίας γέρα Ἀθηναίοις παρέσχοντο, ὑπʼ αὐτῶν ἐν τῷ πολέμῳ πεσόντες. ἔστι δὲ καὶ τῷ ταῦτα ἡγεῖσθαι ὅμοιον, ἀντὶ τοῦ καὶ ταῦτα νομίζειν Ἀθηναίοις ἔδοσαν, ἐφʼ ὧν ἦσαν πρότερον. ἦσαν δὲ ἐπὶ ταύτης τῆς ὑπολήψεως, ὡς κρείττονες Περσῶν καὶ τῶν ἄλλων εἰσὶ τὰ εἰς πόλεμον. ἀντὶ τοῦ ἡγεμονίαν ἔχων. ἡττηθέντες γὰρ ἔδειξαν ἐν τῇ πόλει ὅτι Ἀθηναῖοι αὐτῶν τε καὶ τῶν ἄλλων ἀμείνους εἰσί.

τῇ πόλει δεδόσθαι τὰς ψήφους τοῦ προέχειν ἁπάντων.

τὰ μὲν αὐτοῦ βασιλέως οὕτως εἶχε ὅτι ἐκπληγεὶς ἔφυγε.

Μαρδόνιος δὲ ὑπελείπετο μὲν ἄρχεται λέγειν ἐντεῦθεν περὶ τῶν συμβάντων μεταξὺ τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶς μάχης. Μαρδόνιος δὲ λείπει δυστυχῶν. αὐτὸς γὰρ στρατηγὸς ἦν τοῦ πεζοῦ, Ξέρξης δὲ τοῦ ναυτικοῦ. μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἐν Πλαταιᾷ πεζομαχίαν ἀπὸ τῆς ναυμαχίας. παρεκίνησε γὰρ καὶ οὗτος τὸν Ξέρξην, καὶ συνήγαγε τὴν στρατιὰν πλείω λαβεῖν. θανατῶν θανάτου ἐπιθυμῶν. συνειδὼς καὶ γὰρ τῶν κινησάντων εἰς τοῦτο Ξέρξην καὶ οὗτος ἦν. καὶ γὰρ αὐτὸς ἀνέπεισεν αὐτὸν στρατεῦσαι κατὰ τῶν Ἑλλήνων μετὰ Ἀλευάδων καὶ Πεισιστρατιδῶν. ἑαυτῷ μέρος τι τῆς στρατείας αἴτιος γεγονὼς οὐ μόνον φαμὲν αἴτιός εἰμι τῷδε τοῦδε, ἀλλὰ καὶ αἴτιός εἰμι τῷδε. ὥσπερ κἀνταῦθα· διὰ δὲ τοῦ εἰπεῖν τολμήσας δείκνυσιν ὅτι μεγίστη τόλμα ἦν, φυγόντος τοῦ βασιλέως, τοῦτον ὑπὲρ αὐτῶν τι τολμῆσαι. τί δὲ ἦν τὸ τολμηθὲν οὐκ εὐθὺς ἐπάγει, ἀλλὰ πολλὰ διὰ μέσου θεὶς θαυμασίως καὶ τοῦτο εἰσάγει· ὅπερ ἦν τὸ μεταστῆσαι βούλεσθαι τὸν Μαρδόνιον τὴν πόλιν πρὸς αὐτόν. τοῦτο δʼ ἐνεθυμήθη μὲν μετὰ Ξέρξου, μόνος δὲ κατέπραξεν ἐκείνου φυγόντος.

αἴτιος γεγονὼς τῷ Ξέρξῃ. τῆς δʼ αὐτῆς μονῆς καὶ τύχης τῆς τοῦ θανάτου. τῇ παραμονῇ. Θουκυδίδειος ἡ λέξις. ἔγνω τι εἰς ἀντισήκωσιν τοῦ πταίσματος. ἔγνω τι καὶ τολμήσας τὸ Ὁμηρικὸν «Ῥέξας τι μέγα ἔργον.»

τὰ κράτιστα τοῦ πεζοῦ τοὺς Φοίνικας. οὐ μὴν οὐδὲ πρὸς ταῦτα ἑτέρων ἐδέησε τοῖς Ἕλλησιν τῶν Ἑλλήνων οἱ μὲν ἦσαν ψηφισάμενοι τὴν ἡγεμονίαν τῶν Ἀθηναίων, οἱ δὲ οὔ. διὰ τὸ μὴ στάσιν γενέσθαι παρεχώρησαν Ἀθηναῖοι τῆς ἡγεμονίας. ἦσαν δὲ καὶ οἱ Ἕλληνες πέμψαντες πρὸς Γέλωνα ἐπὶ τῷ συμμαχῆσαι αὐτοῖς. ὁ δὲ ἔφη μὴ πρότερον συμμαχεῖν, εἰ μὴ λάβοι τὴν ἡγεμονίαν, μᾶλλον δὲ νοῆσαι ὅτι μετὰ τὸν πόλεμον εἵλοντο Ἀθηναίους ἡγεμόνας οἱ Ἕλληνες.

ὥσπερ ἄλλο τι λοιπὸν, καὶ τοῦτο προσεξειργάσατο ἡ πόλις σοφίζεται ἐνταῦθα· μᾶλλον γὰρ τῶν Λακεδαιμονίων ἦν τὸ ἔργον, Παυσανίου στρατηγοῦντος. ἐπειδὴ δὲ καὶ οἱ Ἀθηναῖοι συνέπραξαν, σοφίζεται.

οἱ τοὺς στεφάνους συνείροντες ὡς τὸ πένταθλον αἰνίττεται, τὸ ἔχον τὰ ἀγωνίσματα. συνείροντες πλέκοντες.

ὅσοι δὴ καὶ παρεγένοντο οὐ γὰρ πάντες οἱ Ἕλληνες παρῆσαν· τινὲς γὰρ αὐτῶν ἦσαν μετὰ τοῦ Πέρσου.

τῆς μάχης τῆς ἐν Πλαταιαῖς.

ὡς ἀληθῶς ἰδίαν νίκην ἑαυτῆς, καὶ μόνοις τοῖς Ἀθηναίοις προσήκουσαν τὴν καταφρόνησιν λέγει τῶν χρημάτων ὧν ἐπηγγέλλετο ὁ Πέρσης αὐτῇ· τοῦτο γὰρ ἴδιον αὐτῆς πλεονέκτημα· καὶ παρὰ Δημοσθένει τοῦτο συνεχῶς.

οὗ ὅπου.

τὰ κύρια δυνατά. ἐνθύμιον ἔννοια.

ὃ καὶ φρόνιμον καὶ εὔηθες ἔξεστι προσειπεῖν φρόνιμον, εἰ πρὸς τέλος ἧκεν, εὔηθες, εἰ διαφθεῖραι ἤλπισε χρήμασιν Ἀθηναίους. αὐτὸς δὲ ἐξηγεῖται πῶς καὶ φρόνιμον καὶ εὔηθες.

εἰ προὐχώρησε ἤγουν εἰ κατευοδώθη. τοῦτο δὲ ἦν παντὸς μᾶλλον ἀδύνατον ἀδύνατον γὰρ ἦν τὸ Ἀθηναίους διαφθαρῆναι χρήμασιν.

οὐ μόνον τὰ παρελθόντα συνειδότες ὅτι αὕτη μόνη ἐν Μαραθῶνι Πέρσας ἐνίκησε, καὶ ὅτι διʼ αὐτῆς ἡ Ἑλλὰς σέσωστο. ὡς διʼ ἐκείνων ἤγετο τὸ Ἑλληνικόν. διʼ ἐκείνων τῶν Ἀθηναίων.

πρὸς δὲ τούτοις καὶ τῶν—τοῖς Ἕλλησι τὰ πράγματα σοφίζεται· τοῦτο γὰρ ἦν· Μαρδόνιος πέμψας εἰς πολλὰ μαντεῖα, καὶ εἰς τὸ Ἀμφιαράου ἅρμα, καὶ εἰς τὴν Λεβάδειαν, πόλιν τῆς Βοιωτίας, ἔνθα ἦν τὸ ἱερὸν Τροφωνίου, βουλόμενος μαθεῖν πῶς ἂν προλάβοι τὴν Ἑλλάδα. εἶτα ἐδόθη αὐτῷ χρησμός. ὡς δὲ οὐκ ἐνόησεν αὐτὸν, πέμπει πρεσβείαν πρὸς Ἀθηναίους ἐπὶ τῷ προδοῦναι αὐτῷ τὴν Ἑλλάδα. καὶ ἐκ τούτου ἐστοχάσαντο ὕστερον ὅτι ἐδήλου ὁ χρησμὸς, εἰ προδοῖεν Ἀθηναῖοι τὴν Ἑλλάδα, πάντων τῶν ἄλλων Ἑλλήνων Πέρσαι κρατήσωσι.

μετὰ τούτων τῶν Περσῶν.

ἀντὶ γὰρ ὧν ᾔτει πρότερον γῆς καὶ ὕδατος, ταῦτα ἐδίδου τότε πῶς ἔδωκε τοῖς Ἀθηναίοις γῆν καὶ ὕδωρ; φαμὲν, ἐκ τοῦ τὴν χώραν αὐτῶν αὐτοῖς ἀποδοῦναι — κατείχετο γὰρ ὑπʼ αὐτοῦ — καὶ ἐκ τοῦ τὴν Ἑλλάδα πᾶσαν. ἡ δὲ Ἑλλὰς οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν νήσοις. ἐφαίνετο οὖν ἐντεῦθεν τὸ ὕδωρ. τότε μὲν γὰρ ᾔτει βῶλον γῆς καὶ ὀλίγον ὕδωρ, νῦν δὲ ἐδωρεῖτο πᾶσαν γῆν Ἑλληνικὴν καὶ θάλασσαν.

οὐκ ἀπὸ ἴσου τοῦ μέτρου ἀντὶ τοῦ οὐκ ἐπὶ τοῖς ὁμοίοις. τότε κοτύλην ὕδατος καὶ γῆς βῶλον ᾔτει. τοῦτο μὲν τὴν πόλιν καὶ τὴν χώραν αὐτοῖς ἀπεδίδου πᾶσαν ἤτοι σώαν τὴν Ἀττικήν.

ἐπῆν χρήματα τῇ τῆς χώρας καὶ Ἑλλάδος δόσει. αὐτοῖς παρὰ Περσῶν διδόμενα. καὶ φίλους καὶ συμμάχους εἶναι βεβαίως ἐκείνου. αὐτοῖς.

τὸ μὲν κεφάλαιον ἡ περίληψις. ἐκηρύκευε κήρυξ ταύτης καὶ πρεσβευτὴς ἦν. Ἀλέξανδρος, βασιλεὺς Μακεδονίας Ἀλέξανδρος οὗτος βασιλεὺς Μακεδονίας ἦν, πάππος Φιλίππου, τοῦ Ἀλεξάνδρου πατρός. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ πρὸς τοὺς Ἕλληνας ἐκαλεῖτο Φιλέλλην. σκόπει δὲ ὅπως ηὔξησε τὴν πρεσβείαν, εἰπὼν βασιλεὺς Μακεδονίας. οὗτος ἦν ὁ ἐπὶ Ξέρξου, ὁ καὶ Φιλέλλην καλούμενος· πάνυ γὰρ ἐδόκει φιλεῖν τοὺς Ἕλληνας. ηὔξησε δὲ τῷ ὀνόματι τοῦ βασιλέως τὴν πρεσβείαν.

ἢ καὶ σύμπαντα, ἃ κέκτηται, διδόντα, ἄξια σφῶν εἶναι νομίσαι τὸ διδόντα διπλοῦν λάμβανε πρὸς τὴν σύνταξιν, οὕτω· ἢ καὶ τὸ νομίσαι ἐκεῖνον εἶναι διδόντα ἄξια σφῶν, διδόντα σύμπαντα, ἃ κέκτηται. λέγει δὲ ὅτι καὶ πάντα, ἃ εἶχεν, ἐδίδου αὐτοῖς, οὐδαμῶς ὑπήχθησαν. προξενίαν δὲ ἐνταῦθα λέγει τὴν φιλίαν, ἢ διότι φίλος αὐτοῖς ἦν παλαιὸς ὁ Ἀλέξανδρος, ἢ πάντας, ὡς ἔφημεν, ἐφίλει τοὺς Ἕλληνας. ἔστι δὲ καὶ προξενία ἡ ξενοδοχία· καὶ προξενῶ τὸ ξενοδόχος τινός εἰμι, γενικῇ συντασσόμενον. μαρτυρεῖ δὲ καὶ Δημοσθένης λέγων «Παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν.»

ἄξια σφῶν ὡς ἐπὶ ἀγορασίας καὶ ὠνῆς εἶπεν ἄξια αὐτῶν. ὥστε ἔσωσε τὸν πρεσβευτὴν τὸ σχῆμα τῆς προξενίας δημόσιος γὰρ ἦν φίλος τῶν Ἀθηναίων.

ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος ἐκτὸς ὅρων εἴη τοῦτο δοκεῖ ἀναπόδοτον. ἔχει δὲ οὕτως· εἰπὼν γὰρ οὐ μὴν ἀδεᾶ καθάπαξ ἐπέστειλαν, καὶ δέον οὕτως ἀπαγαγεῖν, ἀλλὰ ἀπέστειλαν, ὡς οὐκ ἄνευ θανάτου τὰ τοιαῦτα πρεσβεύσοντα, εἰ μὴ πρὸ ἡλίου δύναντος ἐκτὸς ὅρων εἴη προειπόντες καὶ τοῦ λοιποῦ ἄλλο τι τοῖς Ἀθηναίοις μᾶλλον προξενεῖν, ἤ τι τοιοῦτον. ὁ δὲ ὕστερον ἔθηκεν, ὡς οὐκ ἄνευ θανάτου, διὰ τὸ δύνασθαι πρὸς ἄμφω ἀποδίδοσθαι, πρός τε τὸ εἰ μὴ πρὸ ἡλίου δύναντος καὶ τὸ ἄλλο τι προξενεῖν. τοῦτο δοκεῖ ἀναπόδοτον. ἔχει δὲ οὕτως· εἰπὼν γὰρ οὐ μὴν ἀδεᾶ καθάπαξ ἀπέστειλαν, ἐπάγει· ἀλλʼ εἰ μὴ πρὸ ἡλίου δύνοντος· σὺ νόει ἐνταῦθα ἀπὸ τοῦ ἀδεᾶ τὸ ἀλλʼ ἐφόβησαν. ἐκτὸς ὅρων τῆς Ἀττικῆς.

καὶ τοῦ λοιποῦ προειπόντες, —τοιαῦτα πρεσβεύσοντα ταύτην λέγει τὴν τιμωρίαν. καὶ Θουκυδίδης τοῦτο εἶπε περὶ τοῦ Μελισάνδρου. ἡ σύνταξις οὕτως· ἀπέστειλαν οὐκ ἄνευ θανάτου τοιαῦτα πρεσβεύσοντα τοῦ λοιποῦ.

ἀγωγοὶ προπομποί.

μήτε τῷ διαλέξηται περὶ οὗ ἦλθε.

οὔτε τοῖς δοῦσιν τοῖς Ἀθηναίοις. Ἀθηναίοις. οὔτε τῷ πείσαντι τῷ Θεμιστοκλεῖ· οὗτος γὰρ πέπεικε τὴν πόλιν τοιαῦτα ἀποκρίνεσθαι. τῷ Θεμιστοκλεῖ. τῷ Θεμιστοκλεῖ· οὗτος γὰρ πέπεικεν Ἀθηναίοις τοιαῦτʼ ἀποκρίνεσθαι. εἰς μὲν γὰρ ἐκεῖνα ὅπλοις συγκρίνει τὴν μάχην τῇ ἀποκρίσει.

ὀργάνοις πολεμικοῖς.

γνώμῃ καὶ λόγῳ οἰκεῖον γὰρ Ἀθηναίοις τοιαῦτα περὶ τῶν τοιούτων φρονεῖν τε καὶ λέγειν. διαρκέστερον τῶν Ἀθηναίων. μέχρι τέλους. διόλου. ἐντελέστερον.

καὶ χρυσῷ καὶ ἀργύρῳ τῷ Ξέρξου. ὅτι κατεφρόνησαν χρημάτων. σιδήρῳ δὲ, ὅτι οὐκ ἔδεισαν τὸν πόλεμον.

πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ ἐπεὶ οὐκ ἴσχυσέ τι διʼ αὐτῶν. ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι ταῦτα γὰρ μέταλλά εἰσι γῆς. ὁ χρυσὸς, καὶ ἃ εἶπεν. ἐν ὅσῳ δὲ ὑπὸ γῆν εἰσιν, οὐ δύνανται ὠφελεῖν τοὺς ἀνθρώπους. ἤγουν εἰ ἐν μετάλλοις ἦν, ὅ τε χρυσὸς, ὅ τε ἄργυρος, ὅ τε σίδηρος.

δικαιοσύνην δʼ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας δίκαιον γὰρ ἡγοῦντο μὴ ἐκστῆναι τοῦ πατρίου φρονήματος.

παρατεταγμένως ἐναντίως. ἤγουν παρεσκευασμένως. εἰ προσείη τοῖς Ἕλλησι. εἰ προσείη σχῆμα χρείας ἠπόρουν γὰρ τότε Ἀθηναῖοι, καταλείψαντες τὴν πόλιν.

ὑποπεπτωκότως εἶχον. ὡς ἐπὶ πλεῖον ἀκοῦσαι τοῦ λόγου ὥστε ἀνέχεσθαι πολλάκις λεγόντων· ἅπαξ γὰρ ἀκούσαντες ἀπεδοκίμασαν. ἄλλως. ὡσανεὶ ἔλεγεν, εἰ μὴ ὅσον ἦν ἐπὶ μόνου λόγου ἀκοῦσαι, καὶ οὐκ ἠνείχοντο. οἱ γὰρ τὰς ἱκεσίας ῥᾳθύμως δεχόμενοι πλειόνων λόγων παρὰ τῶν ἱκετευόντων ἀκούουσιν, ἵνα πεισθεῖεν. ἐλθόντων Λακεδαιμονίων περιφόβων ἐπειδὴ τὴν παρὰ τοῦ Ξέρξου γενομένην αὐτοῖς πρεσβείαν ἤκουσαν.

συνέγνωσαν ὡς ἐπὶ ἁμαρτήματος εἶπε τὴν λέξιν.

τῷ μὲν φόβῳ τοῦ μὴ μετὰ βαρβάρων Ἀθήνας γενέσθαι.

τὴν μεγαλοψυχίαν κατεχρήσατο εἰπὼν τὴν μεγαλοψυχίαν καὶ ἐπὶ ὀργῆς, καὶ οὐ μόνον ἐπὶ καταφρονήσεως τῶν χρημάτων. τῷ τὴν ὀργὴν κατασχεῖν ἣν ἔδει πρὸς αὐτοὺς ἐπιδείξασθαι, τὸ πατρῷον αὐτῶν διαβάλλοντας φρόνημα· ἔμφυτον γὰρ Ἀθηναίοις καὶ ἐκ προγόνων σώζειν τοὺς δεομένους.

τοὺς δόντας αὑτοὺς τοὺς πιστεύσαντας ἑαυτοὺς Ἀθηναίοις. τούτοις. οὐδέν γε μᾶλλον ἀπὸ κοινοῦ τὸ ᾔδεσαν.

μετὰ τῶν ἀναλωμάτων σώζειν οἱ γὰρ πατέρας, ἢ παῖδας, ἢ συγγενεῖς σώζειν αἱρούμενοι πᾶσαν δαπάνην, εἰ δεήσειεν, ὑπομένουσιν. τοὺς ὡς ὑπὲρ οἰκείων ταῖς γνώμαις διακειμένους ὑπὲρ αὐτῶν.

τοῦτο μὲν τοσοῦτον καὶ τηλικοῦτον ἔργον ὡς κατόρθωμα εἶπε τὰ δῶρα τοῦ βασιλέως τῷ νικῆσαι Λακεδαιμονίους. ἐν τοῖς τοῦ πολέμου καιροῖς ἐκ τοῦ εἰπεῖν ἐν τοῖς τοῦ πολέμου καιροῖς αὔξει τὸ τοῦ πράγματος ἐγκώμιον· οὐ γὰρ οἷόν τε τοὺς πολεμεῖν ἀναγκαζομένους τοιαῦτα ἐργάζεσθαι.

ἐξέλαμψε μέσον τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης καλῶς εἶπε τὸ μέσον· ἐν μέσῳ γὰρ δύο κατορθωμάτων μεγάλων τυγχάνων οὐκ ἐκαλύφθη· διὸ εἶπεν ἐξέλαμψεν.

ἐξ ἁπάντων τοῖς Ἀθηναίοις τιθέμενοι ἤγουν κρείττους ἁπάντων ἐπιλαμβάνουσιν. ἀντὶ τοῦ τὴν ψῆφον αὐτοῖς παρέχοντες ἐπὶ ταῖς ὑποσχέσεσιν.

οὕτω ἐλπίσαντες ἐξ ἀρχῆς—ἀπῆλθον ὅτι ἐπρεσβεύσαντο πρὸς αὐτούς. εἰ μὴ γὰρ ἤλπιζον εἰς αὐτοὺς, οὐκ ἂν ᾔεσαν πρὸς αὐτοὺς πρεσβευόμενοι. ἐλπίσαντες Πέρσης καὶ οἱ Λακεδαιμόνιοι.

τῶν μὲν γὰρ οὐκ ἠνέσχοντο τῶν τοῦ Πέρσου ὑποσχέσεων. τοὺς δὲ ἀπὸ πολλοῦ λέγει τοὺς Ἕλληνας. τῶν Περσῶν, ἢ ὧν ἐπηγγέλλετο ὁ Ξέρξης. τοὺς δὲ ἀπὸ πολλοῦ τοῦ κρείττονος προσεδέξαντο ἐκ τοῦ ὑπερέχοντος. λέγει δὲ τοὺς Λακεδαιμονίους. ἀπὸ πολλοῦ τοῦ κρείττονος ἢ ἐκεῖνοι ἤλπιζον.

ὥστε καὶ τὸ εἰκὸς προσγενέσθαι τὸ καὶ αὐτοὺς ὑπὲρ σφῶν αὐτῶν τὴν ἀξίαν προσθέσθαι ψῆφον εἰκὸς γὰρ ἦν, τῶν ἄλλων ὑπὲρ αὐτῶν τοιαῦτα ψηφιζομένων, τοιαῦτα καὶ αὐτοὺς προσψηφίσασθαι.

τρεῖς εἶναι τοὺς μάρτυρας ἑξῆς τῆς αὐτῶν ὑπεροχῆς. αὐτοὺς ἑαυτοῖς ἔργῳ διὰ πάντων ὁμοίους γεγενημένους οἷοι γὰρ ἦσαν, τοιοῦτοι καὶ ἀπεφάνθησαν.

συναγαγόντες δὲ τοὺς Ἕλληνας ἄρχεται νῦν περὶ τῆς ἐν Πλαταιᾶσι μάχης εἰπεῖν, ἣν πρὸς τὸ τοῦ Ξέρξου πεζὸν ἐποιήσαντο. ἐν ᾗ Λακεδαιμόνιοι μᾶλλον ἐξέλαμψαν διὰ Παυσανίου

ἀκολουθεῖν δυναμένους ἀκολουθεῖν ἀντὶ τοῦ συμμαχεῖν. εἶπε δὲ δυναμένους, ὅτι πρὸ τῆς ναυμαχίας ἐφοβοῦντο. ἀκολουθεῖν οὖν δυναμένους, ἀντὶ τοῦ προθυμοτέρους· πρότερον γὰρ ἐδεδίεσαν, ἄπειροι ὄντες τῶν Ἀθηναίων. τῶν στρατοπέδων τοῦ τε βαρβαρικοῦ καὶ Ἑλληνικοῦ.

ὡς ἐτάχθη διὰ τῆς Βοιωτίας μέρος γὰρ τῆς Βοιωτίας ἡ Πλάταια.

διατριβὴ ἀντὶ τοῦ βραδυτής. βράδος γὰρ ἀπαιτεῖ ὁ λόγος, οὐ περιγινομένης τῆς σπουδῆς. μαρτυρία τῆς ὑπεροχῆς.

Ἀθηναίοις τούτοις γὰρ παρεχώρησαν ἡγεμόνας εἶναι τῆς μάχης, καὶ πρώτους ἀπαντῆσαι Πέρσαις. ἐξέστησαν τῆς ἐπὶ Πέρσας τάξεως παρεχώρησαν, ὥστε λοιπὸν εἶναι καταντικρὺ τῶν Περσῶν. συγκεκληρωμένον εἱμαρμένον.

αὖθις δὲ ἀνθυπῆγε Μαρδόνιος τοὺς Λακεδαιμονίους ἀνθαιρούμενος ἐπειδὴ Λακεδαιμόνιοι παρεχώρησαν Ἀθηναίοις, πρώτους ἀπαντῆσαι πρὸς τὴν μάχην, μαθὼν ὁ Μαρδόνιος, ἀφῆκε μὲν Ἀθηναίοις συμβαλεῖν, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμησε πρώτους, εἰδὼς ὅτι γενναίως μὲν πολεμοῦσιν ἀπὸ τῆς ἐν Πύλαις μάχης, ἡττῶνται δὲ, Ἀθηναῖοι δὲ καὶ πολεμοῦσι γενναίως, καὶ ἀήττητοι διαμένουσιν· ὥστε ἡ πρὸς Λακεδαιμονίους μάχη ἐλυσιτέλει μᾶλλον αὐτῷ. ὁ νοῦς οὕτως· τοῖς Λακεδαιμονίοις τολμᾶν μᾶλλον ᾑρεῖτο, εἰδὼς ὅτι γενναίως μὲν πολεμοῦσιν, ἡττῶνται δὲ, ὥσπερ ἐν Πύλαις· τοὺς δὲ Ἀθηναίους ὑπέφευγε, λυσιτελεῖν ἡγούμενος μὴ πολεμεῖν πρὸς ἄνδρας εἰδότας καὶ καλῶς νικᾶν, ὥσπερ καὶ ἐν Σαλαμῖνι.

ταῦτα γὰρ ἐκ τῶν πρὸς αὐτοὺς παραδειγμάτων ηὕρισκεν Λακεδαιμόνιοι μὲν γὰρ ἐν Πύλαις ἡττήθησαν, Ἀθηναῖοι δὲ ἐν Σαλαμῖνι ἐνίκησαν. ἐκ τῶν φθασάντων τὰ παρόντα πιστούμενος.

ὥσπερ οὖν οἱ πύκται, περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο οἱ πύκται περὶ τοῦ τόπου φιλονεικοῦσιν ὑψηλότεροι στῆναι τῶν ἀντιπάλων, καὶ πρὸς τούτοις φροντίζουσι μὴ ἀντικρὺ ἔχειν τὸν ἥλιον. ἔπασχον δὲ καὶ τοῦτο καὶ Πέρσαι καὶ Ἕλληνες· οἱ μὲν πρῶτοι τοῖς Λακεδαιμονίοις συμβαλεῖν ἐθέλοντες, Ἕλληνες δὲ προτάττοντες Ἀθηναίους. περὶ τῆς στάσεως οὕτως. περὶ τοῦ τόπου· φιλονεικοῦσι γὰρ ὑψηλότεροι στῆναι καὶ μὴ καταντικρὺ ἔχειν τὸν ἥλιον. περὶ τῆς στάσεως πρῶτον ἠγωνίσαντο ὁ Πέρσης καὶ οἱ Λακεδαιμόνιοι· οἱ μὲν προταχθῆναι Ἀθηναίους τῆς μάχης, ὁ δὲ Λακεδαιμονίοις ἀπαντῆσαι βουλόμενος.

ἐδέχοντο δὲ πάντας ἀνθρώπους ἐκ τοῦ εἰπεῖν πάντας ἀνθρώπους δείκνυσι τὸ πλῆθος τῆς αὐτοῦ στρατιᾶς, καὶ ὅτι μόνον οὐ πᾶσαν τὴν οἰκουμένην μεθʼ ἑαυτοῦ ἦγεν.

τήν τε μάχην κρίνουσι διὰ πάντων ἐξελθόντες ψεύδεται ἐνταῦθα· οὐ γὰρ Ἀθηναῖοι τὴν νίκην κατώρθωσαν, ἀλλὰ Λακεδαιμόνιοι διὰ Παυσανίου.

δεῆσαν ἀντὶ τοῦ δεήσαντος, Ἀττικῶς. δεῆσαν τειχομαχίας, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν, οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν ἐπειδήπερ ἐν Πλαταιᾶσιν οἱ Πέρσαι ἡττήθησαν, οἱ προύχοντες αὐτῶν κατέφυγον εἰς τὰς Θήβας, ὑποδεξαμένων αὐτοὺς τῶν Θηβαίων. Ἀθηναῖοι οὖν περιστάντες ἐτειχομάχουν. οἱ ἄλλοι δὲ τῶν Ἑλλήνων οὐκ ᾔδεσαν τειχομαχεῖν. διὰ τοῦτο οὖν λέγει, ὅσον αἰσχυνθείη τις ἂν εἰπεῖν, οἱ ἄλλοι πρὸς αὐτοὺς ἦσαν. ἢ ᾔδεσαν μὲν, ἀλλʼ οὐ τοσοῦτον, ὅσον ἐκεῖνοι. οἱ γὰρ Πέρσαι, ἡττηθέντες ἐν Πλαταιαῖς κατέφυγον εἰς τὰς Θήβας· ὑποδεξαμένων αὐτοὺς τῶν Θηβαίων, οἱ Ἀθηναῖοι περιστάντες ἐτειχομάχουν. ἄλλοι δέ φασιν· Ἕλληνες οὐκ ᾔδεισαν τειχομαχεῖν. λέγει οὖν ὅτι αἰσχύνη ἐστὶ λέγειν, τί ἦσαν πρὸς αὐτοὺς, οἷον οὐκ ᾔδεισαν τειχομαχεῖν.

οἱ μὲν οὐχ ὁμοίως καὶ πρόσθεν κατεῖχον τὴν Βοιωτίαν κείμενοι πρὸ μὲν τῆς αὐτῶν ἥττης οἱ βάρβαροι παραστησάμενοι τὴν Βοιωτίαν εἶχον, ἡττηθέντες δὲ καὶ πεσόντες ἐκεῖσέ τινες πάλιν κατεῖχον τεθνεῶτες. τὰς Θήβας λέγει· πρὸ γὰρ τῆς ἥττης ὅλην εἶχον τὴν Βοιωτίαν. νῦν δὲ, φησὶ, κείμενοι εἶχον αὐτήν.

ἀσύντακτοι γυμνοὶ, ἄνευ τάξεως. νύκτα δὲ ἡμέρας λέγει τὸ σκότος· οἱ γὰρ φεύγοντες ἀγαπῶσι τὸ σκότος, ἵνα λάθωσι φεύγοντες. νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες τότε γὰρ ἐξῆν φεύγειν. ἐκ πολλῶν ὀλίγοι, καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν τὸ ἐκ πολλῶν ὀλίγοι τοῦτο λέγει ὅτι πρόσθεν ἀναρίθμητοι ὄντες, ἡττηθέντες διεσπάρησαν, καὶ ἔφευγον ὀλίγοι καὶ ὀλίγοι, οἷον φέρε εἰπεῖν, κατὰ δεκάδας ἢ εἰκάδας. ἐπεὶ δὲ οἱ ὀλίγοι καὶ οἱ ὀλίγοι πολλοὶ συνάγονται, διὰ τοῦτο λέγει καὶ πολλοὶ κατʼ ὀλίγους. ὡς εἶναι καὶ τοὺς φεύγοντας πολλούς. πῶς οὖν εἶπεν ὀλίγοι; φαμὲν, ὡς πρὸς τὸ ὅλον στρατόπεδον.

τῆς ὑπερηφάνου στρατιᾶς αὐτῶν. τούτων δʼ οὕτω καταστάντων ὥσπερ ἐπίλογός ἐστι τῶν Μηδικῶν.

οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι, ὅτι γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς ὁ νοῦς οὕτως. πολὺ ἀπεῖχον τοῦ δοκεῖν, τί ποιῆσαι ἄξιον τῆς πόλεως.

τοσοῦτο γὰρ ἐπεξῆλθον ἐν τοῖς πράγμασιν ἤγουν ἐπεξέλευσιν καὶ τιμωρίας ἀπάντησιν ἐποιήσαντο. πράγματα δὲ λέγει τὰ συμβάντα, ἤτοι τὸν Περσικὸν πόλεμον.

ἐν τοῖς πράγμασιν, ὥστʼ ἔτι μᾶλλον βούλεται εἰπεῖν, ἃ ὁ Κίμων ὕστερον ἐν τῇ Ἀσίᾳ ἐποίησε. μετὰ γὰρ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν καὶ τὴν ἐν Πλαταιᾶσι μάχην ἐστράτευσαν Ἀθηναῖοι ἐν τῇ Ἀσίᾳ, ἀμυνόμενοι τοὺς βαρβάρους. ἐν τοῖς πράγμασι λέγει ἀντὶ τοῦ ἐν τῷ πολέμῳ. βούλεται δὲ εἰπεῖν, ἃ ὁ Κίμων ἐν τῇ Ἀσίᾳ ἐποίησεν. ὕστερον γὰρ ἐπεστράτευσαν Ἀθηναῖοι εἰς τὴν Ἀσίαν ἐν τοῖς πράγμασιν.

τίνας φεύγειν κρίναντες οἱ βάρβαροι. ἀγαπητὸν ἀπῆλθον τέλος τῆς πρώτης στάσεως.

ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον ἐντεῦθεν ἄρχεται τοῦ τρίτου μέρους· εἰς τέσσαρα γὰρ διεῖλεν, ἐπειδὴ καὶ ἡ τῶν Παναθηναίων ἑορτὴ, ὡς ἔφημεν, διὰ τεσσάρων ἡμερῶν πληροῦται. διὸ καὶ προοιμιάζεται, ὥσπερ ἀπολογούμενος πρὸς τοὺς ἀχθομένους τῷ μήκει τοῦ λόγου. τὸν λόγον εἰς τρία μέρη τινὲς διαιροῦσιν, ὡς καὶ τῆς πανηγύρεως τῶν Ἀθηναίων οὔσης, καὶ οὐ διὰ μιᾶς ἡμέρας πληρουμένης. τὸ μὲν οὖν πρῶτον μέρος ἕως ὧδε πεπλήρωται· ἔχεται δὲ τοῦ δευτέρου· διὸ καὶ προοιμιάζεται πάλιν. ἄλλοι δὲ λέγουσιν ἐντεῦθεν τὸ τρίτον μέρος, εἰς τέσσαρα μέρη διαιροῦντες τὸν λόγον, καὶ τὴν πανήγυριν εἰς ἡμέρας τέσσαρας.

ὥσπερ μετʼ ἀγωνιστὴν εὐδοκιμηκότα ὡς καλῶς ἀπαγγείλας τὰ πρότερον εἰρημένα μέρη, ἀθλητῇ εὐδοκιμήσαντι παραβάλλει ἑαυτόν.

εἰσιόντα ἕτερον οὗτος γὰρ οὐ δύναται ἀκροατῶν προθύμων τυχεῖν, διὰ τὸ προκατειλῆφθαι πάντας τῷ πρόσθεν ἠγωνισμένῳ.

τὴν τῆς πόλεως ἀξίαν μέγεθος καὶ ὑπεροχήν. καθυφεὶς ἀμελήσας. νῦν ἐπὶ τοῦ σιωπῆσαι καὶ ἡσυχάσαι εἶπε τὸ καθυφείς. ἐνδοὺς τῆς προθυμίας.

ἀπʼ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων σύμβολον καλεῖ τῶν λόγων τῶν ῥηθέντων καὶ μελλόντων ῥηθήσεσθαι τὴν τῶν Παναθηναίων ἑορτήν· ὥσπερ γὰρ αὕτη διὰ τεσσάρων ἡμερῶν ἀπαρτίζεται, οὕτω καὶ τοὺς ἐν αὐτῇ λόγους πολλοὺς εἶναι δεῖ. σύμβολον λέγει τὸ αἴτιον, ὅτι ἡ πανήγυρις αἰτία ἐγένετο τοῦ οὕτως λεχθῆναι τὸν λόγον. σημείου· τρίτη γὰρ ἀνάγνωσίς ἐστιν ἡ νῦν.

μετρεῖν πληροῦν. τὸ πλῆθος τῶν ἡμερῶν τρεῖς ἡμέρας ἤγετο τὰ Παναθήναια. ἤγουν αἱ τέσσαρες ἡμέραι.

κόσμου χάριν τῆς πανηγύρεως χάριν.

τῶν ἔργων τῶν τῆς πανηγύρεως.

οὐκ εἰσάπαξ ὁριζόμενον ἤγουν οὐκ ἐν μιᾷ ὥρᾳ καὶ ἡμέρᾳ μόνῃ.

οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερὸν ἀεὶ γὰρ ἄλλα καὶ ἄλλων ἀπήντα θεάματα, χοροὶ καὶ ὀρχήσεις.

ὥσθʼ ὅσα καὶ τὸν νῦν καιρὸν—οὐ παρελήλυθεν ἐμφαίνει καὶ τὸ τρίτον μέρος τοῦ λόγου. λέγει δὲ ὅτι, κἂν ἐν τῇ σήμερον ἡμέρᾳ οὐκ ἔχω καιρὸν διηγήσασθαι τὰ λοιπὰ, ἀλλʼ οὖν ἔχω καιρὸν τὸν τῆς αὔριον. ὅσα ἔργα καὶ θεάματα.

ἢ κομιδῆ γʼ ἂν τὸ ἢ κομιδῆ γʼ ἂν πρὸς τὸ οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἔχει τὴν δύναμιν· τὰ δʼ ἄλλα πάντα διὰ μέσου. οἱ μὲν νομοθέται τῶν ἑορτῶν καὶ τῶν πανηγύρεων.

αὐτὸ τοὔνομα τῆς ἱερομηνίας ἱερομηνίαν λέγει τὴν μίαν τοῦ μηνὸς ἡμέραν. ἱερομηνία δὲ καλεῖται διὰ τὸ ἱερὰν εἶναι ἡμέραν τοῦ μηνός. ἄμεινον γὰρ δοκεῖ τῶν ἄλλων, ἐν ᾗ πανηγυρίζομεν. αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν τὸ παρέβησαν λέγει, ἐπειδήπερ ἱερομηνία μὲν μία ἡμέρα ἐστὶ, καθʼ ἣν δέῃ Δία, ἢ Ποσειδῶνα, ἢ Ἀθηνᾶν, τιμᾶν. οἱ νομοθέται δὲ εἰς τρεῖς ἡμέρας, ἢ πλείους, ταύτην προήγαγον.

χρήσασθαι ἀντὶ τοῦ ἀπολαύειν τοῦ χρόνου τῆς πανηγύρεως. τούτῳ τῷ χρόνῳ. τῶν ἄλλων ἄθλων.

τῶν τῇ πανηγύρει συγκεκληρωμένων τῶν πρεπόντων. ἐγκωμιάζειν γὰρ ἐν ταῖς πανηγύρεσι δεῖ. συγκεκληρωμένων δὲ, τουτέστι πρεπόντων τῇ πανηγύρει. οὐδὲ γὰρ τῆς πανηγύρεως ἐστὶν ὁ λόγος ἐγκώμιον. πάντως οὐκ ἐώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε ἔωλον τὸ χθεσινόν ἐστιν ὄψον. μεταφορικῶς οὖν εἶπε. τοῦτο δὲ λέγει, ἵνα μὴ δοκῇ τοῖς αὐτοῖς χρῆσθαι οἷς εἴρηκεν. ἔωλόν ἐστι τὸ χθεσινὸν ὄψον. μεταφορικῶς οὖν εἶπε. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δοκῇ ταῦτα λέγειν οἷς εἴρηκεν.

ἀλλʼ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος ἐμφαίνει ὡς καὶ αὐτῶν μεγάλων ὄντων τῶν μελλόντων ῥηθήσεσθαι. ᾔσθετο δὲ ἐκτείνας τὸ προοίμιον. διὸ θεραπεύει. τὸ δὲ παραιτούμενος, παραίτησιν ποιούμενος, καὶ συγγνώμην αἰτῶν. τοῦτό φησιν, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ πλεῖον ἐκτείναντος τὸ παρὸν προοίμιον. παραιτούμενος ἀπολογούμενος. αὐτῷ τούτῳ ἐν τῷ παραιτεῖσθαι. μηκύνω τὸν λόγον. πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι πάλιν ταῦτα ἐπιλογικὰ τυγχάνει τοῦ πρώτου μέρους. μετὰ γὰρ τὴν νίκην, φησὶν, ἤγετο ἡ πανήγυρις. τὸ δὲ ἑαυτῆς ἐγένετο, ἀντὶ τοῦ ὑγίανεν· ὡς ἐπὶ νοσήματος δὲ εἶπεν, ὡσανεὶ ἔλεγεν ὅτι ἐκ τοῦ κινδύνου ἔφυγεν.

ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο ὡς ἐπὶ νοσήματος τοῦτο εἶπεν· οἷον ἀσθενῶς πρόσθεν κατακειμένη ἀνήνεγκε τοῦ χειμῶνος τὴν νόσον, καὶ ἑαυτῆς ἐγένετο.

πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν πρόσοδος οὐ μόνον ἡ ἀπὸ τῶν κτημάτων καί τινων ἄλλων εἰσφορὰ πραγμάτων, ἀλλὰ καὶ ἡ πανήγυρις, πρὸς ἣν πάντες ὁδεύουσι καὶ συνέρχονται. ἔστιν οὖν ἐνταῦθα τὸ πανηγύρεις καὶ πρόσοδοι ἐκ παραλλήλου.

πρόσοδοι ἡ ἑορτὴ καὶ ἡ πανήγυρις, εἰς ἣν πάντες προσέρχονται. οἵας οὔτε πρότερον—ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι ὥσπερ τὰ Ὀλύμπια, καὶ τὰς ἄλλας ἑορτάς.

οὐ γὰρ νόμος ἦν ὁ συνάγων ἀντὶ τοῦ οὐκ ἔθος ἦν. οὐδὲ γὰρ τοσαύτην ἔχει ἡδονὴν τὸ ὡρισμένον, ὡς διὰ τὰ κατορθώματα γινόμενα. τακτὴ δὲ, ὡρισμένη. πᾶσαι γὰρ αἱ ἄλλαι πανηγύρεις νενομοθετημέναι εἰσίν. περίοδος κύκλος.

ἐκ τῶν πραγμάτων ἐκ τῆς παρʼ ἐλπίδα συμβάσης εὐδαιμονίας. ἤγουν ἐκ τῆς νίκης. εὐθυμεῖσθαι ἀντὶ τοῦ εὐθύμως ἔχειν. παθητικῶς εἶπεν, ἀντὶ τοῦ εὐθυμεῖν ἐνεργητικοῦ.

τοῖς κατορθώσασι μνημεῖον ἐπʼ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη ἐν Πλαταιᾷ. φασὶ δὲ ὡς μάντις τις εἶπε τοῖς Ἕλλησιν, ἐν Πλαταιᾶσιν οὖσι, καὶ βουλομένοις θῦσαι θεοῖς, ὡς, εἰ πρέπουσαν θυσίαν ἡμᾶς δεῖ ποιήσασθαι, οὐ δίκαιον συμπαραλαβεῖν τὸ εὑρισκόμενον πῦρ, ἀλλʼ ἑτέρωθι μετενεγκεῖν· ἐμολύνθη γὰρ ἐκ τῶν Μήδων. τότε Πλαταιεύς τις ἀπῆλθεν εἰς Δελφοὺς, καὶ ἦλθεν αὐθημερὸν χιλίους σταδίους. καὶ ἐλθὼν εἰς Πλάταιαν, καὶ ῥίψας ἐν μέσῳ τὸ πῦρ ἐτελεύτησε μὴ ἐνεγκὼν τὸν πόνον. ἐπὶ τῆς Πλαταιᾶς. τὸν μάντιν δὲ λέγουσιν εἰπεῖν τοῖς Ἕλλησι, Πλαταιαῖς οὖσιν, ὅτι, εἰ θύομεν τοῖς θεοῖς, μὴ ἀφιώμεθα παρʼ ἡμῖν πυρός· ἐμολύνθη γὰρ ἐκ τῶν Μήδων· ἀλλὰ πέμψωμεν εἰς Δελφούς. τότε Πλαταιεύς τις ἀπῆλθεν εἰς Δελφοὺς, καὶ ἦλθεν αὐθημερὸν χιλίους σταδίους ποιήσας. καὶ ἐλθὼν εἰς Πλαταιὰς, καὶ ῥίψας ἐν μέσῳ τὸ πῦρ, ἐτελεύτησε μὴ ἐνεγκὼν τὸν κάματον.

τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν ἀναθήματα εἰς Δελφοὺς μετὰ τὴν νίκην Ἀθηναῖοι καὶ Ἕλληνες ἤγαγον, ἀσπίδας καὶ κράνη, ἐφʼ ὧν ἐπέγραψαν ὅτι ἀπὸ Μήδων λαβόντες ἀνέθεσαν τῷ διὰ τῶν χρησμῶν παρεσκευακότι τὴν νίκην. ἐπέγραψαν γὰρ εἰς τὰ λάφυρα καὶ τὰς ἀσπίδας ὅτι ἀπὸ Μήδων λαβόντες ἀνέθεσαν. ἐξεκοσμήθη ἐπίτασιν ἔχει ἡ πρόθεσις.

ἐξ ἀρετῆς ἀνδρείας. ἀνδρίας. τὸν ἐκ τῆς κατασκευῆς κόσμον οἰκοδομίαν. οὐκ ὀλίγαι γὰρ αὐτῶν εἰς μεῖζον ἤρθησαν.

ὁ τῶν βαρβάρων πλοῦτος ἤτοι τὰ λάφυρα. ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη ἢ τοὺς Ἕλληνας δηλοῖ, ὅτι κρείττους ἦσαν κατὰ δύναμιν τῶν Περσῶν, ἢ τοὺς θεοὺς δηλοῖ, ὅτι βαρβάρων εἰς τὰ ἀγάλματα ἐμερίσθη. εἰς τοὺς κρείττους εἰς τοὺς θεούς. κἀν τούτοις ἤγουν ἐν τοῖς τῶν θεῶν ἀναθήμασι.

τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν καθάπερ γὰρ οὖσα φύσει καλὴ, ὡς πρόσθεν ἔδειξεν, οὕτω καὶ τῷ βαρβαρικῷ ἐκοσμήθη πλούτῳ, εἴς τε κατασκευὴν ποικίλην, καὶ εἰς τὰ ἐν αὐτῇ ἱερὰ καὶ ἀγάλματα.

ὥστʼ εἶναι τοῖς θεοῖς. ὥστʼ εἶναι πᾶσαν ἀντʼ ἀναθήματος, μᾶλλον δὲ ἀντʼ ἀγάλματος ἀνάθημά ἐστι τὸ χαριστήριον, ἄγαλμα δὲ, τὸ ξόανον. τὰ οὖν ἱερὰ ἀεὶ ἐξ ἀναθημάτων κοσμοῦνται. ἡ δὲ ἀκρόπολις αὕτη κόσμος ὑπῆρχεν, ἢ οὐκ ἐξ ἑτέρου τὸν κόσμον ἐδέχετο. τῇ ἐπανορθώσει δὲ τὸν λόγον ἐκόσμησεν. ἀνάθημα μὲν γάρ ἐστι τὸ εὐχαριστήριον, τοῖς θεοῖς ἀνατιθέμενον. ἄγαλμα δὲ, ὃ καὶ εἰς χρείαν ὑπουργεῖ· καὶ γὰρ μαντεύεται, καὶ μεῖζον δέ ἐστι τῷ μεγέθει τοῦ ἀναθήματος. ἔπεμψε δὲ καὶ εἰς Μίλητον ἀναθήματα τῷ Ἀπόλλωνι τῷ καλουμένῳ Διδύμῳ. τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε ἤτοι τὰ θεῖα καὶ ἱερά. ἀνῆψε ἀνέθηκε.

τὰ δʼ ἐν τῇ ὑπερορίᾳ ἔπεμψαν γὰρ εἰς Μίλητον ἀναθήματα τῷ Ἀπόλλωνι τῷ καλουμένῳ Διδύμῳ.

πανταχῆ ἐν παντὶ μέρει. τὴν τοῦ κύκλου προσθήκην ποιουμένη ὁπηνίκα τὴν πόλιν ἀφέντες Ἀθηναῖοι εἰς τὰς ναῦς ἔβησαν, μέρη τινὰ τοῦ περιβόλου κατέλαβον. ἐλθὼν δὲ ὁ Ξέρξης τὰ λοιπὰ προσκατέβαλε. μετὰ γοῦν τὴν νίκην ἀνῳκοδόμησαν, μείζω τὸν περίβολον τοῦ πρόσθεν ποιησάμενοι, ὡς καὶ τὰ πρόσθεν ἐκτὸς ὄντα τῆς πόλεως ἀοίκητα τότε περιλαβεῖν ἐντός. τὰ μέτρα λέγει τοῦ τείχους, ἐπειδὴ ἐξέτεινον αὐτὰ, καὶ πεποιήκασι τὸν περίβολον τοῦ προτέρου μείζονα, ὡς ἔνδον περιλαβεῖν ἔρημα πολλὰ τῆς πόλεως. τοῦ κύκλου τῶν τειχῶν.

μείζων γενομένη μείζονα γὰρ τοῦ περιβόλου ποιήσασθαι ὕστερον. διὸ καὶ ὁ Ἀδριανὸς ἐλθὼν, καὶ μείζονα ποιήσας τὸν περίβολον, ἔνθα μὲν ἦν πρὸ τείχους τὸ πεζὸν, ἔγραψε· τοῦτο ὁ Θησεὺς ἔκτισε, καὶ οὐκ Ἀδριανός· ἔνθα δὲ αὐτὸς ἔκτισεν, ἔγραψε· τοῦτο Ἀδριανὸς, καὶ οὐ Θησεὺς, ᾠκοδόμησεν. ἐνταῦθα μὲν, ὥσπερ ἄκων, ἐνέπεσον ἀντὶ τοῦ οὐχ ἑκὼν τοῦτο ἐποίησα, καὶ παρετράπην τοῦ λόγου, ἀλλὰ διὰ τὴν ἀκολουθίαν. εἰς τὸ εἰπεῖν περὶ τῆς τοῦ περιβόλου προσθήκης.

καθʼ ὁδὸν τοῦ λόγου φοράν. ἡ γὰρ ὁρμὴ τοῦ λόγου τοῦτʼ ἤνεγκεν.

εἰ κάλλιστον ἀνθρώποις τὸ πανηγυρίζειν καὶ τιμᾶν τοὺς θεούς. τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ τοῦτο λέγει καὶ συμφέρον καὶ ἡδονὴν ἔχον.

θεῶν πρόσοδοι καὶ ὁμιλίαι σύνεσμεν γὰρ διʼ εὐχῶν τοῖς θεοῖς. ὁμιλίαι ὕμνοι.

κατʼ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμὴν κατʼ αὐτὸ τὸ σέβεσθαι τὴν θεότητα. ἀντὶ τοῦ ἐπίσης καὶ ὁμοίως τοῖς θεοῖς τιμᾶσθαι. ὥσπερ γὰρ αἰτίους τοὺς θεοὺς ἡγούμεθα τῶν ἀγαθῶν, οὕτω καὶ τὴν πόλιν ταῖς τότε νίκαις αἰτίαν νομίζομεν.

ἥ τε πόλις, τό γʼ εἰς ἀνθρώπους ἐλθὸν, τότʼ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται ἐπειδὴ τὸ τοὺς θεοὺς τιμᾶν, ὡς αἰτίους τῶν ἀγαθῶν, ἡ πόλις αἰτία, ἐξελάσασα τοὺς βαρβάρους ἐκ τῆς Ἑλλάδος, εἰκότως ἂν λέγοιτο, τὴν ὑπὸ πάντων πρὸς θεοὺς τιμὴν ὑπʼ αὐτῆς γίνεσθαι, ὡς αἰτίας. τό γʼ εἰς ἀνθρώπους ἐλθὸν τουτέστιν ἐν ἀνθρώποις. ἤγουν ἀνθρωπίνως.

τῶν ἀποβάντων τῶν ὕστερον γενομένων πρὸς τοὺς θεοὺς πανηγύρεων καὶ τιμῶν.

τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταὐτὰ τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια ποιήσαντες Ἀθηνᾶς ἀγάλματα κάλλιστα καὶ πολυτελῆ, καὶ δείξαντες ἐντεῦθεν τὴν αὐτῶν εὐσέβειαν, ἐκόσμησαν οὐχ ἧττον διʼ αὐτῶν καὶ τὴν πόλιν. κόσμος γάρ ἐστι πόλεως καὶ τὰ τῶν θεῶν ἀγάλματα καὶ οἱ ναοί. σύμβολον λέγει εὐσεβείας τὸ ποιῆσαι ἄγαλμα τῆς Ἀθηνᾶς. τοῦτο οὖν τεκμήριον ἦν κάλλους, ὡς διʼ αὐτοῦ καλλωπιζομένης τῆς πόλεως. τῆς εὐσεβείας αὐτῆς ὡς γὰρ εὐσεβεῖς τοῦτο ἐποίουν.

οὐ μὴν ἐξαρκεῖν τοῦτʼ ἐνταῦθα ἡ ἀπόδοσις ἀπὸ τοῦ πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι. ἀλλαχοῦ γὰρ οὐδαμοῦ ἀποδέδωκεν. εἰσβολὴ δὲ λοιπὸν ἐπὶ τὰ ἐν Ἀσίᾳ γενόμενα καὶ τὰ ἐν τῇ πεντηκονταετίᾳ.

οὐδʼ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι ἀντὶ τοῦ μὴ ἡσυχάζειν ἐπὶ τῇ νίκῃ. ἀπὸ κοινοῦ δὲ τὸ ἐξαρκεῖν.

ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα ὡς ἐπὶ κλίμακος τοῦτο εἴρηκεν. ὥσπερ γὰρ ἑαυτὰς διαδέχονται αἱ κλίμακες, οὕτω καὶ αἱ πράξεις κατὰ τάξιν ἀλλήλας διαδέχονται. ἰδίως δὲ εἶπε τὴν λέξιν ἀντὶ τοῦ ἀρχὴν καὶ προοίμιον καὶ θεμέλιον.

ἐν γὰρ τοῖς δευτέροις χρόνοις ἐξηγεῖται αὐτό· λέγει γὰρ ὅτι ἐποιεῖτο τὰ δεύτερα. σημεῖον δὲ τὸ ἀμύνασθαι.

καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους οὓς αὐτοὶ πρότερον ἐπήγαγον ἐν τῇ Ἀττικῇ. τῶν ἐν τοῖς ἔργοις ἐκείνοις λείπει τὸ γενομένων.

τὸ σχῆμα τοῦ πολέμου τὴν τάξιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν τρεῖς διαφόρους βούλεται εἰπεῖν πολέμους· ἕνα μὲν, ὅταν τινὶ ἐπέρχεται ἀδίκως· δεύτερον, ὃν ποιοῦνται διὰ τῆς ἀμύνης οἱ ἀδικούμενοι· τρίτον, ὃν ποιοῦσι κατὰ τῶν ἐπελθόντων. τούτων πρότερον μὲν τὸν ἄδικον περιῆψε τοῖς βαρβάροις, τοὺς δὲ δύο τοὺς δικαίους τοῖς Ἀθηναίοις.

τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον ὁ μὲν ἀρχόμενος πολέμου ἀνδρεῖος μὲν εἶναι δοκεῖ, οὐ μὴν δίκαιος, διὰ τὸ τοῖς ἀλλοτρίοις καὶ οὐκ αὐτῷ προσήκουσιν ἐγχειρεῖν, ὁ δὲ ἀμυνόμενος ἔχει μὲν τὸ δίκαιον, οὐ μέντοι τὴν ἀνδρίαν· δοκεῖ γὰρ ὥσπερ ὑπʼ ἀνάγκης νενικηκέναι. οἱ γοῦν Ἀθηναῖοι, ὡς μὲν ἀμυνόμενοι, τὸ δίκαιον εἶχον, οὐκ ἐδόκουν δὲ ἀνδρεῖοι· τοῦτο γάρ ἐστι τὸ ἐνενικήκεσαν μὲν, τὸ δʼ ἐκ περιουσίας οὐ προσῆν. ὕστερον δὲ καὶ τὴν ἀνδρείαν ἐδείξαντο, διὰ τὸ ἀντεπεξελθεῖν ἐν Μυκάλῃ τοῖς βαρβάροις· ὃ καὶ τρίτον σχῆμα τοῦ πολέμου φησί. πρότερον γὰρ τὸ ἀμύνεσθαι Ἀθηναίους, τρίτον δὲ, τὸ ἀντεπεξελθεῖν τοὺς αὐτοὺς τοῖς αὐτοῖς. τὸ δὲ ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων τοῦτο λέγει, ὅτι ἀνδρείαν μὲν, καθάπερ οἱ μάχης ἀρχόμενοι, ἐπεδείκνυντο, ὅτε ἐπεξῆλθον. ἐπεὶ δὲ ἡ ἐπεξέλευσις οὐδέν ἐστιν ἕτερον ἢ διὰ τὸν πρόσθεν πόλεμον ἄμυνα, καὶ δίκαιοι ἦσαν. ὁ μὲν ἀρχόμενος πολέμου, ὡς ἀνδρεῖος ὢν, τοῦτο ποιεῖ, ὁ δὲ ἀμυνόμενος ἔχει μὲν τὸ δίκαιον, οὐ μέντοι τὴν ἀνδρείαν. οἱ οὖν Ἀθηναῖοι τὴν ἀρχὴν μὲν εἶχον τοῦ ἀμυνομένου, τουτέστι τὸ δίκαιον, ὕστερον δὲ διὰ τοῦ ἐπεξελθεῖν ἐν Μυκάλαις ἔδειξαν τὴν ἀνδρείαν.

διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι ἀναγκαζόμενος γάρ τις ποιεῖ ἃ οὐκ ἐβούλετο. τουτέστιν οὐ γίνεται ὁ ἀμυνόμενος.

ἀνάγκης δηλοῖ τοῦ ἀρχαιοτάτου πολέμου.

οὐ μὴν αὐτοῦ γε τὸ πᾶν, ὡς εἰπεῖν, γίγνεται καὶ δίκαιον καὶ ἀνδρεῖον εἶναι.

τὸ μὲν αἰσχρὸν ἄδικον. ἤγουν τὸ ἄρχειν. τὸ δʼ ὀφειλόμενον ἤγουν ἡ ἄμυνα. ἤγουν τὸ ἀμύνασθαι.

τὸ δʼ ἐκ περιουσίας ἐξ ὑπερβολῆς καὶ προαιρέσεως. ὃ δὴ τρίτον ἄν τις φαίη—ἀντεπελθεῖν αὐτοὺς δύο εἰδῶν ὄντων τοῦ πολέμου, τρίτον λέγει τοὺς Ἀθηναίους ἐξευρόντας· ἓν γὰρ τὸ κατάρξασθαι, ἕτερον δὲ τὸ ἀμύνασθαι, τρίτον δὲ τὸ ἐπεξελθεῖν, ὅπερ καὶ πεποιήκασιν Ἀθηναῖοι.

ἐλευθερίᾳ γενναιότητι. ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων ἀντὶ τοῦ τῷ εἶναι καθαρὸν καὶ ἐλεύθερον τοῦ ἄρχεσθαι πολέμου. ἀεὶ δὲ οἱ κατάρχοντες τοῦ πολέμου ἀδικοῦσιν. οἱ οὖν Ἀθηναῖοι ἀρχόμενοι τοῦ ἐν Μυκάλῃ πολέμου οὐκ ἠδίκουν· προηδικημένοι γὰρ ἦσαν ἐν τῇ Ἑλλάδι.

τῶν ἀμυνομένων ἀντὶ τοῦ καταρχομένων· ὅτι ἀδικηθέντες ἠμύναντο.

οὐδʼ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν ἀδικούμενοι γὰρ ἠμύναντο. ἀνάγκης τύχῃ τύχην καλεῖ τὸν πόλεμον· τύχης γὰρ ἔργον. σφίσιν τοῖς Ἕλλησιν.

τὸ προτέρους ἄρχειν τὸ ἄρχεσθαι τοῦ πολέμου. τῆς μάχης. τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι τὸ τῷ πρὸς τὸ ἡγεῖσθαι, ἵνʼ ᾖ ἀλλὰ τῷ ἡγεῖσθαι. ἡ ἀρχὴ ἡ αἰτία τῆς πόλεως. τοῦ πολέμου. εἰς δικαίου τάξιν δίκαιον γὰρ ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι.

εὖ καὶ καλῶς εἴσεσθε τίνας νενικήκατε ἀποτείνει τὸν λόγον πρὸς ἐκείνους, ὡς ἀπὸ τῆς πόλεως. ὡς ἀπὸ τῆς πόλεως πρὸς τοὺς βαρβάρους τὸν λόγον ποιεῖται. τίνας κεκινήκατε παρωξύνατε· ὡς ἀπὸ τοῦ πολέμου δὲ ὁ λόγος.

πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὸ μὲν κατάρξαι πολέμου, τοῦτο, εἰ καὶ ἀνδρία δοκεῖ, ἀλλʼ οὐκ ἀληθῶς δοκεῖ, ἀλλὰ θράσος τὸ τοιοῦτον, τὸ δʼ οὐ μόνον ἀμύνεσθαι, ἀλλὰ καὶ αὖθις ἀντεπεξελθεῖν, ἀληθινῆς ἐστιν ἀνδρείας. καλῶς προσέθηκε τὸ ἀληθινῆς· τὸ γὰρ κατάρξασθαι πολέμου, τοῦτο οὐκ ἀληθινῆς ἐστιν ἀνδρείας, ἀλλὰ πολλάκις καὶ θάρσους. ἵνα μηδὲν ἐπαχθὲς εἴπω τὸ ἵνα μηδὲν ἐπαχθὲς εἴπω, καί φησι, διὰ τὸ εἶναι θρασύτερον λέγειν τὰ ὕστερον μείζω τῆς ἐν Σαλαμῖνι ναυμαχίας καὶ τῆς Πλαταιᾶσι μάχης, ἃ ὥσπερ ὑπὲρ φύσιν δοκεῖ γεγενῆσθαι. ἤγουν ὅτι κρείττων γεγένηται.

οὐχ ἧττον ἐναργῆ ἐκόλασεν αὐτοῦ· οὐ γὰρ εἶπε μείζονα, ἀλλʼ οὐκ ἐλάττονα. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἵνα μὴ μόνον ἀνδρείαν δείξῃ τῆς πόλεως, ἀλλὰ καὶ σύνεσιν.

οὐδʼ εἰ μηδὲν μήτʼ αὐτὴ διʼ αὐτῶν, μήτʼ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν τὸ ὑπὲρ σφῶν αὐτῶν κατὰ συνεκδοχὴν λάμβανε οὕτως· οὐδʼ εἰ μηδὲν μήτε αὐτὴ ἡ πόλις πράττοι ὑπὲρ σφῶν αὐτῶν τῶν Ἑλλήνων πρὸς αὐτῶν ἰδίως περὶ τῆς συνεργίας καὶ συστάσεως αὐτῶν μετὰ τῆς πόλεως, οὔτε αὐτοὶ οἱ Ἕλληνες ὑπὲρ σφῶν αὐτῶν.

οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι ἐπειδὴ ἐκ ῥᾳθυμίας ἀπολαύειν ἐστὶν ἡσυχίας, οὐ μὴν καθαρᾶς, — περικόπτεται γὰρ ὁ ῥᾳθυμῶν ἔστιν ὅτε τὰ ὄντα ὑπὸ τῶν δυνατωτέρων — ὁ δὲ τῷ ὄντι πολεμικὸς ἀεὶ ἡσυχίαν ἔχει ἄλυπον, διὰ τὸ φοβερὸς εἶναι, διὰ τοῦτο εἶπε καθαράν. μετέβαλε δὲ τὸ τοῦ Θουκυδίδου· τὸ γὰρ ἄπραγμον, φησὶν, οὐ σώζεται μὴ μετὰ δραστηρίου τεταγμένον. καθαρὰν ἢ φανερὰν, ἢ μεγάλην καὶ λαμπράν. ἐμφαίνει δὲ ὅτι ὁ πολεμικὸς ἀπολαύει καὶ ἡσυχίας τῷ εἶναι φοβερὸς, παρὰ τὸ Θουκυδίδειον· τὸ γὰρ ἄπραγμον οὐ σώζεται μὴ μετὰ τοῦ δραστηρίου τεταγμένον. σχεδὸν δὲ εἶπεν, ἐπειδὴ οἱ καθαρῶς ἄγοντες ἡσυχίαν οἱ φιλόσοφοί εἰσιν, οἱ καὶ μετὰ τὸ ἀδικεῖσθαι μὴ ἀδικοῦντες.

μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν τὸ σχεδὸν εἶπεν, ἐπειδὴ καὶ οἱ φιλόσοφοι καθαρὰν μὲν ἡσυχίαν ἔχουσιν, ἀδικοῦνται δὲ, καὶ οὐκ ἀνταδικοῦσιν.

ὁ μὲν λογισμὸς οὗτος διανόησις.

διανοηθέντες δὲ οὕτω ἐντεῦθεν ἡ πεντηκονταετία. δοκεῖ σόλοικον εἶναι τὸ σχῆμα. ἔοικε δὲ τὸ ὑπερβατόν. τὸ δὲ τί χρὴ ἐν μέσῳ ἐστὶν, ἵνα ᾖ διανοηθέντες ἐνίκων.

ἐνίκων μὲν τὴν ἐν Μυκάλῃ μάχην, οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ ὄρος Ἀσίας ἡ Μυκάλη, καταντικρὺ Σάμου. ἐκλήθη δὲ Μυκάλη, διὰ τὸ μυκήσασθαι τὴν Γοργὼ ἐκεῖσε, ὅτε ὑπὸ Περσέως ἀπετμήθη τὴν κεφαλήν. συμβαλὼν οὖν ὁ Κίμων ἐνταῦθα τοῖς τοῦ Πέρσου, κατὰ κράτος ἐνίκησε, καὶ πάντα ταῦτα, ἃ νῦν καταλέγει, ἐποίησε. διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ αὔξει τὴν νίκην, δεικνὺς τὸ τοῦ πολέμου μέγεθος, καὶ ὡς οὐκ ἐν ὀλίγῳ τῷ χρόνῳ γέγονεν. ἐν Μυκάλῃ ὄρος τῆς Ἀσίας καταντικρὺ τῆς Σάμου. ἐκλήθη Μυκάλη, ὅτι, ὅτε ἡ Γοργὼ ἀπετμήθη παρὰ τοῦ Περσέως, ἐν ἐκείνῳ τῷ τόπῳ ἐμυκήσατο. ταῦτα δὲ ἐποίουν Ἀθηναῖοι ἐν τῇ διώξει, μετὰ τὴν νίκην καθαίροντες τὴν Εὐρώπην. οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ τῷ διαφόρῳ καὶ ὑπερβάλλοντι. λέγει δὲ ὅτι οὐκ ἐνίκων οὖν, ὥστε τροπὴν ποιῆσαι μόνον, ἀλλʼ ὥστε καὶ ἐξελάσαι αὐτοὺς ἐκ τῆς Ἑλλάδος.

τῶν ἐπελθόντων Περσῶν ἐν τῇ Ἀττικῇ πρόσθεν. ἀπὸ Στρυμόνος τοῦ ποταμοῦ. ἀπὸ Σηστοῦ τῆς πόλεως.

ὥσπερ ἄγος μίασμα. οὐκ ἐλάττω δὲ τῶν κατʼ ἐμπορίαν πλεόντων, ἐπʼ ἀγκυρῶν ὡρμίσαντο ὥσπερ γὰρ ἐκεῖνοι πανταχοῦ προσορμοῦσιν ἐμπορίας χάριν, οὕτω καὶ Ἀθηναῖοι πανταχοῦ περιέπλεον, εἴπου τις περιλείπεται Περσῶν ζητοῦντες. ἐμιμήσαντο, φησὶν, ἐμπόρους. ὥσπερ γὰρ ἐκεῖνοι πανταχοῦ προσορμοῦσιν ἐμπορίας χάριν, οὕτω καὶ Ἀθηναῖοι πανταχοῦ περιέπλεον.

ἐπʼ ἀγκυρῶν ὡρμίσαντο τὸ ἐπʼ ἀγκυρῶν οὐκέτι πρὸς τοὺς ἐμπόρους νοητέον, ἀλλʼ ὡς πρὸς Ἀθηναίους· ἐπʼ ἀγκυρῶν γὰρ ὥρμουν, μὴ δυνάμενοι πείσμασι χρήσασθαι, τῶν πολεμίων διακοπτόντων αὐτά. ὥσπερ, φησὶν, οἱ ἔμποροι πανταχοῦ διὰ τὴν ἐμπορίαν προσπλέουσιν, οὕτω καὶ οἱ Ἀθηναῖοι πανταχοῦ προσωρμίζοντο, τοὺς ἐμπόρους μιμούμενοι. ὡρμίσαντο ἐλιμένισαν. διὰ τοῦ ἀέρος ἤτοι τὸ τάχος.

ἐν ᾧ παρῆκεν ἐκεῖνος παρῆκε γὰρ τὸ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀδικήσαντας· διὰ γὰρ τὴν διάδοσιν ἀπῄει τοῦ σίτου. τὸ κολάσαι καὶ τιμωρῆσαι τοὺς ἀδικήσαντας· διὰ γὰρ τὴν διάδοσιν ἀπῄει τοῦ σίτου, καὶ οὐχ ἵνα κολάσῃ τοὺς ἀδικοῦντας. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς κοινὸν ἅπαντας ἀντὶ τοῦ ὡς ἔτυχε καὶ κακοὺς καὶ ἀγαθοὺς εὖ ποιῶν. τῆς φύσεως δὲ εἶπεν, ἐπειδήπερ οὐκ ἤλπισαν, ὡς ἄνθρωποι, ἡττηθῆναί ποτε, ἀλλʼ ἀεὶ νικᾶν.

διὰ τῶν δεχομένων ποταμῶν τὰς νῆας διὰ τὸ μέγεθος. τῶν ἐπιδεχομένων· οὐ γὰρ πάντες οἱ ποταμοὶ δέχονται ναυτικά.

ἅμα δʼ ἠκούοντο, ἅμα δʼ ἑωρῶντο ἐκ τοῦ εἰπεῖν ἅμα ἠκούοντο, καὶ ἅμα ἑωρῶντο, δείκνυσι τοῦ τάχους μέγεθος καὶ προθυμίαν, ἣν ἐν τοῖς πολέμοις παρείχοντο. εἰκότως δὲ εἶπε τὸ χορείαν· παίζοντες γὰρ ἐνίκων, καὶ οὐχ ὑπʼ ἀνάγκης. εἰπὼν δὲ χορείαν, ἐπεκράτησε τὴν τροπήν· τὸ γὰρ πυκνὸν, καὶ τὸ σύντονον, καὶ τὸ ἐξήλαντο, χορείας ἐστὶ τῆς εὔρυθμα καὶ μουσικὰ σκιρτήματα ἐχούσης.

ἐνόπλιόν τινα καὶ πολέμου χορείαν τὴν καλουμένην πυρρίχην. τὴν καλουμένην πυρρίχην· καὶ οὕτω καλεῖται ἡ ἔνοπλος ὄρχησις.

ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο μέχρι γὰρ τίνος εἵποντο τῷ Κίμωνι. τοῖς μὲν πρώτοις τῶν ἔργων ἤγουν ἐν τῇ πρὸς Μυκάλην μάχῃ.

ἀπῇραν ὑπέστρεψαν· φησὶ καὶ ὁ Θουκυδίδης.

τοὺς ἀπὸ τῆς Ἀσίας ἤγουν τοὺς Ἴωνας. ἀπὸ τῆς Ἀσίας Ἰωνίας.

ἐπʼ ἐκείνους κατʼ ἐκείνους. τούτοις ἐχρῶντο ἀποχρῶσι οὐδὲν γὰρ πλέον ἐζήτησαν τούτους ἔχοντες.

ἀποχρῶσι ἀρκοῦν. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως, τὰ τοῦ βασιλέως πράγματα ὑπήκουον γὰρ οὗτοι αὐτῷ.

ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει ὡς φοβερὸν τοῦτο λέγει· τὸ πέλαγος· λέγεται γὰρ μέγα εἶναι.

πρὸς πᾶσαν τὴν Περσῶν ἀρχὴν τὸ πρᾶγμα εἶπεν ἀντὶ προσώπου. ἐχρῆν γὰρ εἰπεῖν τοὺς ἀρχομένους.

ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε εἰς τὰς αὐθημερὸν ταύτας νίκας Σιμωνίδης ὕμνησε, λέγων Ἐξ οὗ τʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε, καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει, οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας· μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου. σημαίνει τὸ Κίμωνος κατόρθωμα, ὅτε ἐν μιᾷ ἡμέρᾳ ἐνίκησε καὶ ναυμαχίαν καὶ πεζομαχίαν. ταῦτα καὶ Θουκυδίδης λέγει ἐν τῇ πεντηκονταετίᾳ. τὸ δὲ δεύτερον μέρος τοῦ λόγου εἰς αὐτὸ τοῦτο πληροῦται, ἀρχὴν δὲ ποιεῖται τοῦ τρίτου μέρους τὸν Πελοποννησιακὸν πόλεμον.

περιεγένετο παραδόξως τὸ περιεγένετο εἶπεν, ἀντὶ τοῦ ἐκέρδανε· κέρδος δὲ εἶπε τὸ ἐπίσημον αὐτοῦ γενέσθαι τὴν χώραν τοῖς τροπαίοις.

ὅ γʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα δὴ διὰ τούτους ᾄδεται Εὐρυμέδων, ποταμὸς Παμφυλίας, ἐν ᾧ ἡ πεζομαχία γέγονεν. τόπος Παμφυλίας.

λινοδέσμῳ σχεδίᾳ τὸ ἀπὸ λίνου σχοινίον λινόδεσμον καλεῖται, ὃ λέγομεν καννάβινον. τοὺς πορθμοὺς ἤγουν τὸν Ἑλλήσποντον.

καλλίστοις ἁπάντων ἐφοδίοις ἀντὶ τοῦ ἰδίοις καὶ οἰκείοις πλεονεκτήμασι. τὸ δὲ ἐφοδίοις καταχρηστικῶς ἐπʼ ἀνδρείας εἶπε· κυρίως γὰρ τὰ ἐν τῇ ὁδῷ ἀναλώματα ἐφόδια καλοῦνται.

καθαρῶς οἴκοθεν οἰκεῖα γὰρ Ἀθηναίοις φρόνησις καὶ ἀνδρία. τὰ δʼ ἄλλα κοινὰ πλοῦτος, δόξα, καὶ ὅσα τοιουτότροπα.

εἰ δὲ βούλει, ἀρετῆς τὸ σχῆμα διορθωτικὸν, ὡς τὸ μᾶλλον. καὶ ταῦτα οὖν, φησὶν, ἀνδρείας ἐστὶ δῶρα, οὐ τύχης. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς ὁ γὰρ ἀνδρεῖος παρὰ τοῦ ἀσθενοῦς λαμβάνει.

ἐπιεικῶς ἀντὶ τοῦ γνησίως καὶ βεβαίως.

τοῦ καταφρονηθῆναι ὑπὸ τῶν ἰδίων ὑπηκόων.

ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες Ἴναρος, ὁ Ψαμμιτίχου, ὢν Λιβύων βασιλεὺς, ἐκπλαγεὶς πρὸς τὴν τῶν Ἀθηναίων ἔφοδον, ἀποστὰς ἐκ τοῦ βασιλέως αὐτοῖς προσεχώρησεν. ἐκινήθησαν, ἀντὶ τοῦ ἀπέστησαν· λέγει γὰρ καὶ Θουκυδίδης «Ἴναρος δὲ, ὁ Ψαμμητίχου, Λιβύων βασιλεὺς, ἀπέστη ἀπὸ βασιλέως.» συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ ᾔτησαν Αἰγύπτιοι τὸν βασιλέα τινὰ αὐτοῖς συμφέροντα. ὁ δὲ συνέθετο ταῦτα κατὰ γνώμην αὐτοῖς τελέσαι. αὔξει δὲ ἐντεῦθεν Ἀθηναίους, ὅτι καὶ εὐεργετούμενοι παρὰ βασιλέως Αἰγύπτιοι, τοῦτον ἀφέντες προσεχώρησαν.

καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἤλπιζε γὰρ μᾶλλον τῶν ἄλλων βοηθοὺς αὐτοὺς ἕξειν. κατὰ νοῦν καταθυμίως.

ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην, τὸ Ἕλος μέρος τι τῆς Αἰγύπτου Ἕλος καλεῖται, ὃ πρὸς Ἀθηναίους ἐχώρησεν. ἰστέον δὲ ὅτι πᾶσα ἡ Αἴγυπτος, ὑπήκοος οὖσα Πέρσαις, δὶς ἀπʼ αὐτῶν ἀπέστη, ἐπὶ Καμβύσου καὶ Ξέρξου, καὶ πάλιν αὐτοῖς ὑπήκουσεν ὑπὸ πολέμου καταδουλωθεῖσα. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη δεύτερον ἀποστάντας Αἰγυπτίους Πέρσαι κατεδουλώσαντο, ἅπαξ ἐπὶ Καμβύσου, καὶ ἅπαξ ἐπὶ Ξέρξου.

τῶν ἐξ οὐρανοῦ βελῶν βροντῶν, κεραυνῶν, ἀστραπῶν καὶ χαλαζῶν. οὐράνια καλεῖ βέλη, ἃς εἶπεν ὄπισθεν διοσημείας, κεραυνοὺς, βροντὰς, καὶ τὰ τοιαῦτα. βροντὰς, κεραυνοὺς καὶ χάλαζαν οὐρανοῦ βέλη λέγει. τῶν εἰς κοινὸν πολιτευσαμένων ἀντὶ τοῦ ὑπὲρ τοῦ κοινοῦ, ἢ τῶν κοινὴν ἐχόντων φροντίδα.

τὴν μὲν οἰκείαν, ὥσπερ ἀλλοτρίαν ἐνόμισαν διὰ τὸ καταφρονῆσαι αὐτῆς.

τῶν σὺν κακίᾳ νεμομένων κακίᾳ νῦν λέγει, τῇ ἀσθενείᾳ. λέγει δὲ ὅτι τὴν τῶν ἀσθενῶν ἰδίαν πόλιν ἀλλοτρίαν αὐτῶν ἐνόμισαν, ὡς ἀναξίων αὐτῶν ἔχειν τὴν πόλιν. φυλάκων δʼ ἐβίωσαν βίον ἰστέον ὅτι οἱ φυλάσσοντές τι οὐ μόνον ἐφʼ ἑνὸς ἵδρυνται τόπου, ἀλλὰ καὶ περιέρχονται, ἄνω καὶ κάτω σκοποῦντες· τοὺς δὲ τοῦτο ποιοῦντας περιπόλους καλοῦσιν. φυλάκων εἴδη διάφορα· οἱ μὲν γάρ εἰσι φύλακες τόπου τινὸς ὡρισμένου, οἱ δὲ περίπολοι πανταχοῦ περιερχόμενοι.

τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ ἀντὶ τοῦ πανταχοῦ Ἑλληνικοῦ. πανταχοῦ γὰρ ἦσαν ἄποικοι Ἑλλήνων.

πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο τίς γάρ ἐστι φιλοτιμία τούτους νικῆσαι; τοὺς πλεῖστα ἀνέχεσθαι δυνατωτάτους οὐκ εἶπε τοὺς πλεῖστα δυναμένους δρᾶν· ὑβρίζει γὰρ Ἀθηναίους· ἀλλʼ εἶπε πάσχοντας, ἵνα δείξῃ αὐτοὺς ἰσχυρούς. λέγει δὲ τοὺς Πέρσας. ἐγκώμιον δὲ καὶ τοῦτο Ἀθηνῶν τὸ πρὸς ἰσχυροὺς ἔχειν. ἡ γὰρ τούτων νίκη ἐνδοξοτάτους τοὺς ἐργασαμένους καθιστᾷ.

ἑνὸς μὲν, τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐβούλοντο Ἀθηναῖοι μὴ δόξαι τοὺς Ἕλληνας ἐλλειπεῖς τῶν βαρβάρων εἰς ταῦτα, ὅσα κατὰ τῆς Ἑλλάδος ἐνενόουν καὶ παρεσκευάζοντο Πέρσαι πρότερον πράττειν, ὥστε ταῦτα αὐτοὺς ὑφʼ Ἑλλήνων παθεῖν. ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἠβούλοντο Ἀθηναῖοι τοσαῦτα τοὺς Πέρσας ὑφʼ Ἑλλήνων παθεῖν, ὅσα αὐτοὶ κατὰ τῆς Ἑλλάδος ἐνενόουν καὶ παρεσκευάζοντο πράττειν. τὸ ἀντιπῖπτον λύει· ἀλλʼ οὐδʼ ἐνίκησαν. οὐδὲν γὰρ ἔβλαψαν. ἄλλʼ ὅσον, φησὶν, ἧκε πρὸς αὐτοὺς, ἠδίκησαν. τῆς οὖν γνώμης καὶ τῆς ἐπιχειρήσεως δίκαιον ἐνόμιζον ἀμύνεσθαι αὐτούς.

τὸ μὴ οὐ πεπονθότας εἶναι τοὺς βαρβάρους.

ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπῃρμένος ἠγωνίζετο ὕλην, φησὶ, βαστάζων ἠγωνίζετο, καθάπερ ὅπλῳ τῇ ὕλῃ χρώμενος, ἵνα πως θᾶττον ἡττηθῇ. ἐπιοῦσαν καταλαβοῦσαν· ὅταν γὰρ ὕλην φλὸξ πολλὴν καταλάβῃ, τίς ἂν παῦσαι δύναιτο;

ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ πρὸς τὸ παράδειγμα εἴρηται τοῦτο. ὥσπερ, φησὶ, καὶ ἡ ὕλη αἰτία τοῦ καίεσθαι γίνεται. τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο χώραν λέγει τὴν Ἀσίαν. ᾔσθετο οὖν, φησὶ, τὴν χώραν τὴν ἑαυτοῦ ὁρμητήριον οὖσαν κατʼ αὐτοῦ, ὅτι ἐξ αὐτῆς ὁρμώμενοι Ἀθηναῖοι ἔβλαπτον αὐτόν. ἐπιτειχίσματα δὲ φαμὲν φρούρια καὶ πύργους, οὓς πρὸ τῆς τῶν πολεμίων χώρας ποιοῦντες, ἐντεῦθεν αὐτοῖς ὁρμώμενοι λυμαινόμεθα. ἐπιτείχισμα βλάβην.

τὸ τρίτον ἤγουν τὴν σωτηρίαν. ἐπεθύμησε μὲν γὰρ τοῦτο πρῶτον.

τὴν οὖν σωτηρίαν τοῦτο τρίτον.

ἐκ γῆς καὶ θαλάττης τουτέστι κατὰ γῆν καὶ θάλατταν. οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι τὸ πρύμναν κρούσασθαι παροιμία ἐστὶν ἐπὶ τῶν πρὸς ὀλίγον μεταχωρούντων. τοιοῦτον δέ ἐστι καὶ τὸ ἐπὶ πόδα ἀναχωρεῖν, ὃ καλεῖ Ὅμηρος ἐντροπαλισμόν. παροιμία ἐπὶ τῶν πρὸς λόγον ὑποχωρούντων. εἴρηται δὲ ἀπὸ τῶν ὑποχωρούντων ἐν ταῖς ναυμαχίας. οὐδʼ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι ὃ καλεῖ Ὅμηρος «Ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.»

ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, —εἶναι τὸ σύμπαν τὸ παρὰ θάλατταν λέγει τὸ τῆς Ἰωνίας. οὕτω καὶ Δημοσθένης «Ἵππου μὲν δρόμον ἡμέρας μὴ καταβαίνειν ἐπὶ θάλατταν βασιλέα.» ταῦτα δὲ Καλλίας ὁ πρεσβευτὴς συνέθετο μετὰ τὰ Μηδικὰ, καὶ ὅτι κατὰ θάλατταν ἐντὸς Κυανέων μὴ εἰσιέναι βασιλέα.

τὰς νήσους ἃς πρότερον κατεδουλώσατο, κατʼ Ἀθηναίων στρατεύων. τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐκ τοῦ εἰπεῖν παντοδαποὺς δείκνυσιν ὅτι διάφορα γένη Ἑλλήνων ταύτας κατῴκει· οἱ μὲν γὰρ Μιλήσιοι ἐκαλοῦντο, οἱ δὲ Νάξιοι, ἄλλοι δὲ ἄλλως.

τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας— τοὺς τὴν ἀρχαίαν Ἑλλάδα εἶπεν ἄνω μυριάδας σταδίων παρακεχωρηκέναι αὐτόν· εἰκότως οὖν οἱ βάρβαροι, τουτέστιν οἱ οἰκοῦντες τὴν χώραν, ἦσαν ἐλεύθεροι.

τὸν μέχρι Πηνειοῦ τόπον Πηνειὸς, ποταμὸς Θετταλίας, ὃς διὰ τῶν Θετταλικῶν τεμπῶν ῥέει, καὶ καλεῖται Σαλαβρία. Πηνειὸς, ποταμὸς Θετταλίας, ἔξω τῶν τῆς Ἑλλάδος πυλῶν. ἰστέον ὅτι δύο Πηνειοὶ εἰσίν· ὁ μὲν γὰρ διὰ τῶν Θετταλικῶν τεμπῶν ῥέει, καὶ καλεῖται Σαλαβρία· ὁ δὲ ἐν Μασσαλίᾳ ἐστὶ, περὶ οὗ νῦν λέγει. τὸ θαυμαστὸν ἀφεῖλον τὸ μέχρι τῆς Ἀττικῆς. ἔδει εἰπεῖν ὅτι τὸν μέχρι τῆς Ἀττικῆς εἶχε τόπον. ὡς δή τι θαυμαστὸν λέγων τὸ μέχρι Πηνειοῦ. ὅτι μέχρι τοῦ Πηνειοῦ ἦρχε.

ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάσσῃ ἐν τῇ Σαλαμῖνι. τὴν ἐν Σαλαμῖνι ναυμαχίαν λέγει. παρελήλυθε ἔφυγε.

τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφοὺς ὥσπερ ἐπὶ σώματος ἀνθρωπίνου ὁ ὀμφαλός ἐστι μέσον, οὕτω καὶ οἱ Δελφοὶ τὸ μέσον εἰσὶ πάσης τῆς γῆς, καὶ ὀμφαλοῦ τόπον ἐπέχουσι. φασὶ γὰρ ὡς ὁ Ζεὺς βουλόμενος ἀνθρώποις τὸ μέσον τῆς γῆς ἐμφανίσαι, δύο ἀετοὺς ἰσοπετεῖς ἀπὸ τῶν ἄκρων τῆς γῆς ἀπέλυσε, καὶ συναντηθέντες εἰς Δελφοὺς δῆλον τὸ μέσον τῆς γῆς ἐποίησαν. ὀμφαλὸν ἐκάλεσε τῆς οἰκουμένης τοὺς Δελφούς. φασὶ γὰρ ὅτι ὁ Ζεὺς βουλόμενος γνῶναι τὸ μέσον τῆς γῆς ἀετοὺς ἀπὸ τῶν ἄκρων τῆς γῆς ἀπέλυσε, καὶ συνήντησαν ἑαυτοῖς εἰς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι καὶ ἐν Ἀσίᾳ.

ἐκ δὲ τῶν τῆς πόλεως—ἀποστόλων εἰς τοῦτο κατῆλθεν ἀποστόλους λέγει, ἃ διὰ θαλάττης ἡ πόλις κατʼ αὐτοῦ στρατόπεδα ἔπεμψεν. εἰκότως δὲ εἶπε τὸ κατῆλθε, δεικνὺς ὅτι ἀπὸ μεγάλης ἀρχῆς καὶ δυνάμεως εἰς μικρὰν κατηνέχθη. εἰς τοῦτο κατῆλθεν ἐταπεινώθη.

Χελιδονίας πέτρας. Κυανέας τὰς Συμπληγάδας λέγει. ἃς καὶ Συμπληγάδας φασίν. θέμενος ὅρους. θαλάττης δʼ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους ὥσπερ ἐν τῷ κύκλῳ κέντρον ἐπίσης ἀφέστηκε πανταχῆ τῶν τοῦ κύκλου μερῶν, οὕτω καὶ οὗτος ὑπέσχετο, σταδίους πεντακοσίους ἐν πάσῃ τῇ ἐπικρατείᾳ αὐτοῦ θαλάττης ἀφέξειν, ὃ καὶ κύκλον καλεῖ. βιάζει δὲ τοῦτο ὁ ῥήτωρ, αὔξων τὸ τῆς πόλεως ἐγκώμιον· οὐ γὰρ ἐν πᾶσι τοῖς μέρεσι τῆς ἀρχῆς αὐτοῦ τὴν ἀπόστασιν ταύτην ἐποιήσατο, ἀλλʼ ἐν τῷ πρὸς τοὺς Ἕλληνας.

ἀντʼ ἄλλου τινὸς στεφάνου ὡς ἐπὶ στεφάνου εἶπε, σημαίνων δόξαν καὶ νίκην.

ὑπὲρ κεφαλῆς αὐτῶν. τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως ἀπὸ κοινοῦ τὸ εἶναι.

ἐξ ἀμφοτέρων τοῦ τε πολέμου καὶ τῆς εἰρήνης.

ἐπεξῆλθεν τοῖς βαρβάροις.

κατέκλεισε περιέλαβε. Δημοσθένης ἐν Φιλιππικοῖς «Νόμῳ κατακλείσητε.» ἢ ἀντὶ τοῦ ἐπεβεβαίωσεν, ἐπεσφραγίσατο. ἐπεσφραγίσατο.

σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καλῶς εἶπεν ἐναντιώμασιν, ἐπειδὴ ἐν ἑνὶ καιρῷ ἐπολέμει ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Ἑλλάδι. τὸ δὲ ἀφεστηκότων τῇ γνώμῃ Λακεδαιμονίων εἶπε, διὰ τὸ μὴ κωλύειν τοὺς πολεμοῦντας. τεχνικῶς δὲ πάλιν καλύπτει τὸ πλεονεκτικὸν τῶν Ἀθηναίων· ἐπολέμει γὰρ τοὺς Ἕλληνας, βουλομένη πολλοὺς αὐτῶν χειρώσασθαι. πρὸς Λακεδαιμονίους καὶ Θηβαίους καὶ ἄλλους.

πάντων ὥσπερ ἀνθελκόντων ἀντὶ τοῦ ἐπισπωμένων καθʼ ἑαυτῶν. ἀφεστηκότων ἐπιτιθεμένων, ἐναντιουμένων. τῇ γνώμῃ τῇ βουλῇ τῶν Ἀθηναίων.

πολεμούντων κατὰ γῆν. Αἰγινητῶν δʼ ἐναντία ναυμαχούντων Ἐπιδαυρίοις λιμώττουσιν ἔχρησεν ὁ θεὸς ἀγάλματα ποιήσασθαι Ταμίας καὶ Αὐξησίας, οἵ εἰσι θεοὶ ἔφοροι τῶν ταμείων καὶ τῆς τούτων αὐξήσεως, ἀπὸ ξύλου ἐλαίας ἱερᾶς τῆς ἐν ἀκροπόλει. οἱ δὲ ἐλθόντες εἰς Ἀθήνας ἐδέξαντο τὸ ξύλον φόρον τινὰ φέρειν ταξάμενοι. Αἰγινῆται δὲ μετὰ ταῦτα πολεμοῦντες πρὸς αὐτοὺς, καὶ νικήσαντες τήν τε πόλιν ἐπόρθησαν, καὶ τὰ ἀγάλματα ἔλαβον. ἀπαιτούμενοι δὲ τὸν φόρον Ἐπιδαύριοι ἔφησαν μὴ ἔχειν τὰ ἀγάλματα, δίκαιον δὲ εἶναι τοὺς ἔχοντας παρασχεῖν· καὶ οὕτως ἀναγκάζονται Ἀθηναῖοι πρὸς Αἰγινήτας ἄρξασθαι πόλεμον. τὴν μάχην αἰνίττεται τὴν περὶ τῶν ἀγαλμάτων. Ἐπιδαυρίοις γὰρ λιμώττουσιν ἔχρησεν ὁ θεὸς ἀγάλματα ποιήσασθαι Ταμίης καὶ Αὐξησίης, δαιμόνων τινῶν ἀπὸ ξύλου ἐλαίας, ἢ ἱερᾶς τῶν ἐν ἀκροπόλει. οἱ δὲ ἐλθόντες—Αἰγινήτας ἄρασθαι πόλεμον. οὓς εἶναι τὰ ναυτικὰ πρώτους καὶ ὁ Ἡρόδοτος αὐτοῖς δίδωσι τὰ πρωτεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας, ὡς ναυτικοῖς ἔπαινος οὖν Ἀθηναίων ἐστὶν, ὅτι τοὺς ναυτικοὺς ἐνίκησαν. μεγάλην γὰρ δόξαν ἐπὶ τούτοις ἔχουσι.

Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων Κορίνθιοι περὶ τῶν ὅρων ἐπολέμουν πρὸς Μεγαρέας. Ἀθηναῖοι οὖν Μεγαρεῦσι βοηθήσαντες πολεμίους σφίσιν αὐτοῖς Κορινθίους ἐποιήσαντο. Κορινθίων γὰρ περὶ τῆς γῆς ὅρων πολεμούντων πρὸς Μεγαρέας, Ἀθηναῖοι Μεγαρεῦσιν ἐβοήθησαν.

Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων οὗτοι γὰρ Κορινθίοις συνεμάχουν κατὰ τῆς πόλεως. καὶ οὗτοι διά τινα αἰτίαν μετὰ Κορινθίων Ἀθηναίοις ἐπολέμουν.

Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλομένων οὗτοι συμμαχοῦντες Ἀθηναίοις ἐν τῇ περὶ Πλάταιαν μάχῃ Λακεδαιμονίους πρὸς τούτοις ἀπέστησαν. οὗτοι πάντες σύμμαχοι ὄντες Ἀθηναίοις ἀπέστησαν πρῶτοι. Θασίων οὗτοι γὰρ ἀπέστησαν πρῶτοι, ὡς Θουκυδίδης φησὶν ἐν τῇ πεντηκονταετίᾳ. ἀλλὰ καὶ οἱ Καρύστιοι

καλούντων δὲ Φωκέων ἦλθον γὰρ καὶ αὐτοὶ τότε συμμαχίαν αἰτοῦντες, Λακεδαιμονίων αὐτοῖς ἐπεμβαινόντων. Φωκεῖς Ἀθήναζε ἦλθον αἰτούμενοι συμμαχίαν, Λακεδαιμονίων αὐτοῖς ἐπεμβαινόντων. καλούντων δὲ Φωκέων, καλούντων δʼ αὖθις Λακεδαιμονίων πάλιν πρὸς συμμαχίαν· ἢ ἀντὶ τοῦ ἀποστῆναι θελόντων, καὶ μηκέτι εἶναι ὑπηκόων, δηλονότι εἰς συμμαχίαν, καὶ διὰ τὸ ἱερὸν, ὥς φησιν ὁ συγγραφεὺς, ὅτι Λακεδαιμόνιοι Δελφοῖς δεδώκασιν ἀφελόμενοι Φωκέων. λέγει δὲ νῦν τὴν μάχην τὴν πρὸς τοὺς Εἵλωτας γενομένην, ὅτι ἐν σεισμῷ ἀπέστησαν· ὅθεν ἡ ἀρχὴ τῆς ἔχθρας αὐτοῖς γέγονεν, ὥς φησι Θουκυδίδης. καλούντων δὲ αὖθις Λακεδαιμονίων διὰ τὴν τῶν Εἱλώτων ἐπανάστασιν, καὶ τὴν τῶν σεισμῶν ἐπίθεσιν. θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα διὰ τοῦ εἰπεῖν κύκλου δείκνυσιν ὅτι πανταχόθεν ἀπήντων αὐτοῖς ταραχαί.

μόνοις τούτοις τοῖς κατὰ τὴν Ἑλλάδα.

ᾗ διό. καθὰ, ἢ ὅπου. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει εἰπὼν ᾗ, ἵνα μή τις νοήσῃ διὰ τὴν ἀφήγησιν λέγεσθαι, προσέθηκε τῇ πόλει. ἢ τὸ ᾗ ἀντὶ τοῦ ὅπου. εὕρηται γὰρ καὶ η καὶ ο καὶ ι τὸ η ἀντὶ τοῦ ὅπου. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει τὸ ᾗ ἐνταῦθα ἀντὶ τοῦ διὸ ἐστί. σοφίζεται δὲ πάλιν· τὴν γὰρ ἀδικίαν αὐτῆς περιστέλλει· ὅτι, φησὶν, ἐν τῇ Ἀσίᾳ ὑπὲρ αὐτῶν πολεμοῦσα οὐκ ὠργίσθη, καὶ ἀπέστη πολεμουμένη ὑπʼ αὐτῶν.

ὑπὲρ τῶν κοινῇ συμφερόντων τῇ Ἑλλάδι.

τῇ μεγαλοψυχίᾳ μεγαλοψυχίαν νῦν λέγει τὴν καταφρόνησιν· ὅτι οὐκ ἐλυπήθη ἐπὶ τοῖς Ἕλλησι. χωρὶς τοῦ πρὸς τοσαῦτα μερισθῆναι, καὶ πάντων ὑπερβατόν ἐστι· τοῦτο γὰρ πρὸς τὸ χωρὶς ἀποδέδωκεν· ἵνα χωρὶς τοῦ παρέχειν τινὰ γνώμην θαυμάσαι. τοῦ τοσαῦτα δὲ τοῦτο πολεμεῖν καὶ μετὰ τῶν Ἑλλήνων καὶ μετὰ τοῦ βαρβάρου. τὸ χωρὶς ἀπὸ κοινοῦ. ὑπερβατόν ἐστι· χωρὶς τοῦ παρέχειν θαυμάσαι τῆς παρασκευῆς τὴν ὑπερβολὴν καὶ τῆς γνώμης τὴν ἀνδρείαν. πρὸς τοσαῦτα μερισθῆναι ὅσα ἔφημεν, λέγω πρὸς βαρβάρους καὶ πάντας ἐν μέρει τοὺς Ἕλληνας.

τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν τὸ μὲν τῆς γνώμης ἀνδρίαν παρέχειν σύναπτε πρὸς τὸ προσθεῖναι, τὸ δὲ χωρὶς τοῦ τοσαῦτα διὰ μέσου λάμβανε, λαμβάνων ἔξωθεν τὸ ὥστε πρὸς τὸ παρέχειν. τὴν ἀνδρείαν ἤγουν τὸ ἡρωικὸν καὶ γενναῖον. τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν πρὸς πάντας γὰρ Ἕλληνας καὶ βαρβάρους ἐμάχοντο.

παρέχειν ὥστε.

οὕτω διῳκήσατο περιεγένετο, φησὶ, τῶν δύο, ὥσπερ ἕνα μόνον ἔχουσα πόλεμον, ἢ Ἑλληνικὸν, ἢ βαρβαρικόν. τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων ἐκ τοῦ εἰπεῖν ἐνοχλοῦσι δείκνυσιν ὡς οὐδὲν ἦσαν πρὸς αὐτὴν πολεμοῦντες οἱ Ἕλληνες. καλῶς τοῖς ἐνοχλοῦσιν· ἡ γὰρ λέξις τὴν ἀσθένειαν τῶν ἐναντιουμένων ἐδήλωσεν· οὐ γὰρ ἔβλαπτον, ἀλλʼ ἠνώχλουν.

ταῦτʼ τὰ κατʼ αὐτῶν ἀνδραγαθήματα. ἃ κατʼ αὐτῶν ἔπραξεν.

ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα ὥσπερ, φησὶν, οἱ ἀριθμοὶ ἑνὶ μὲν ὀνόματι κέχρηνται, πολλὰ δὲ περιέχουσιν, οὕτω καὶ ἐπὶ τῶν Ἀθηναίων.

ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ ὅτι καὶ ναῦς ἑβδομήκοντα αὐτῶν ἔλαβον, Λεωκράτους τοῦ Στροίβου στρατηγοῦντος Ἀθηναίοις. ἐνίκησαν γὰρ τότε, καὶ ἔλαβον τῶν Αἰγινητῶν ναῦς ἑβδομήκονται Λεωκράτους τοῦ Στροίβου στρατηγοῦντος. Αἴγινα δέ ἐστι νῆσος ἐπικειμένη τῇ Πελοποννήσῳ.

Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης εἰς βοήθειαν αὐτῶν.

ἐνίκων δὲ Κορινθίους—τὸ τρόπαιον ὑφαρπάζοντας ἀποστάσης Αἰγύπτου ἀπὸ βασιλέως πρὸς Ἀθηναίους, ἔπεμψαν Ἀθηναῖοι πρὸς αὐτὴν βοήθειαν· καὶ πάλιν ἐν τῷ αὐτῷ χρόνῳ ἐπολέμουν ναυσὶ πολλαῖς πρὸς Αἴγιναν. Κορίνθιοι δὲ, βοηθεῖν Αἰγινήταις βουλόμενοι, καταλαμβάνουσι τὰ Μέγαρα, ὑπʼ Ἀθηναίοις ὄντα, νομίζοντες Ἀθηναίους ἀφεῖναι μὲν Αἰγινήταις μάχεσθαι, βοηθεῖν δὲ Μεγαρεῦσιν. Ἀθηναῖοι οὖν πέμψαντες τοὺς ἐν ἀκμῇ πρώην πρὸς Αἴγυπτον καὶ Αἴγιναν ἔπεμψαν κατὰ τῶν Κορινθίων πρὸς Μέγαρα τοὺς γέροντας μετὰ Μυρωνίδου στρατηγοῦ, καὶ ἐνίκησαν καὶ τρόπαιον ἔστησαν. οἱ φυγόντες δὲ Κορινθίων ὑπὸ τῶν πολιτῶν κακιζόμενοι τῶν οἰκείων ἐξελθόντες αὖθις καὶ αὐτοὶ τρόπαιον ἐπειρῶντο ἱστάναι. ἐπιθέμενοι δʼ ἐκ δευτέρου Ἀθηναῖοι τό τε τρόπαιον κατέβαλλον καὶ Κορινθίους διέφθειραν. ἀποστάσης Αἰγύπτου ἀπὸ βασιλέως, ἔπεμψαν Ἀθηναῖοι βοήθειαν, καὶ πάλιν ἐν τῷ αὐτῷ χρόνῳ ἑτέραν κατʼ Αἰγίνης. οἱ Κορίνθιοι βοηθεῖν Αἰγινήταις βουλόμενοι καταλαμβάνουσι τὰ Μέγαρα ὑπʼ Ἀθηναίοις ὄντα, νομίζοντες Ἀθηναίους ἀφεῖναι μὲν Αἰγινήτας, βοηθῆσαι δὲ μᾶλλον Μεγαρεῦσιν. οἱ δὲ Ἀθηναῖοι τούς τε γέροντας καὶ τοὺς νέους πέμψαντες ἐνίκησαν καὶ τρόπαια ἔστησαν. οἱ φυγόντες δὲ Κορίνθιοι ὑπὸ τῶν πολιτῶν κακιζόμενοι τῶν οἰκείων ἐξελθόντες αὖθις καὶ αὐτοὶ τρόπαιον ἐπειρῶντο ἱστάναι. ἐπιθέμενοι δὲ ἐκ δευτέρου Ἀθηναῖοι τό τε τρόπαιον κατέβαλον καὶ Κορινθίους διέφθειραν. ταύτην οὖν λέγει τὴν μάχην· ἡ ἱστορία δὲ παρὰ Θουκυδίδῃ· ἐν τῇ πεντηκονταετίᾳ λέγει, Μυρωνίδου στρατηγοῦντος. πρὸ ἔμπροσθεν. ἐνίκων αὖθις τοὺς Κορινθίους. ἑτέραν νίκην.

οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας τοὺς Λακεδαιμονίους. καὶ οὔπω ταῦτα μεγάλα δοκοῦσι. τὸ εἰπεῖν ὅτι Κορινθίους ἐνίκησαν.

ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν τῆς νίκης. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει τῇ ἀπουσία τῇ πρὸς τὸν βάρβαρον.

κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν χρείαν, συμμαχίαν, ὠφέλειαν. νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδὸν διακόσιαι γὰρ ἦσαν.

ἡ δʼ Αἰγίνῃ προσεκάθητο πολιορκοῦσα. τοὺς ἐναντίους τοὺς Κορινθίους.

εἰς τὸ ἔργον τὸ ἐν Αἰγίνῃ καὶ Αἰγύπτῳ. τὸ εἰς Αἴγυπτον καὶ εἰς Αἴγιναν. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη πρῶτον ἡγοῦντο τὸ μὴ δυνηθῆναι Ἀθηναίους ἐξ Αἰγίνης ἢ Αἰγύπτου ἐλθόντας αὐτοῖς μαχέσασθαι, δεύτερον δὲ τὸ δυνηθῆναι αὐτοῖς μ... τὰ δεύτερα ἤγουν τὸ δυνηθῆναι αὐτοῖς μαχέσασθαι κατορθώσειν. δεύτερα ἐκάλεσε τὴν ἀποτυχίαν τοῦ νομίσαι σχολάσαι τοὺς Ἀθηναίους ἐλθεῖν κατʼ αὐτῶν, καὶ διὰ τοῦτο μὴ λαβεῖν τὰ Μέγαρα. τὰ δεύτερα ἐκάλεσε τὴν ἀποτυχίαν τῶν Μεγάρων, ἣν ἔμελλον ἀποτυχεῖν Κορίνθιοι, εἰ ἀφέντες Ἀθηναῖοι Αἴγιναν βοηθήσουσιν εἰς Μέγαρα.

οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτοὺς οὐδὲ γὰρ εἰς ἄλλους τινὰς τόπους εἶχον ναῦς ἢ ἔνθα ἔφαμεν.

τοῦ σοφίσματος κακουργήματος. οἱ πρὸς Αἰγίνῃ πολιορκοῦντες Ἀθηναῖοι.

τῶν ἐν Αἰγύπτῳ βοηθούντων Ἀθηναίων. μηδὲν πεπυσμένων περὶ τῆς τῶν Μεγάρων πολιορκίας.

βοηθοῦσιν ἐξέρχονται. βοήθειαν γὰρ καλεῖ τὴν ἔξοδον. βοηθοῦσιν εἰς τὰ Μέγαρα μετὰ Μυρωνίδου στρατηγοῦ. δυοῖν μάχαιν ἑξῆς τῇ προτέρᾳ καὶ τῇ ἐπὶ τὸ τρόπαιον. Πελοποννησίων μεθʼ ὧν Κορίνθιοι Ἀθηναίοις ἐμάχοντο. συνεμάχουν γὰρ καὶ οὗτοι.

ἀκμῆς νεότητος. νεότητος. καὶ Ἰσοκράτης «Ὑστερίζων γὰρ ἀκμῆς τῆς ἐμαυτοῦ.»

τά γε νῦν τὰ ἐπὶ τὸ τρόπαιον. προσανιμήκεσαν ἐξήντλησαν, ἐξέτησαν ἀντὶ τοῦ προσηντλήκασιν ἑαυτοῖς, τουτέστι προσπεπόνθασι. προσεξηντλήκασι, προσπεπόνθασιν. καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ—ὥσπερ ἐν δράματι ἔχομεν πολλάκις ἐν τοῖς τῶν ποιητῶν δράμασι θεοὺς φαινομένους διὰ μηχανῆς· καὶ πρὸς τὸ συμφέρον δὲ ἐν τοῖς δράμασι τὰ πράγματα διασκευάζεται· ὥσπερ Εὐριπίδης εἰσήγαγε τὸν Ἀπόλλωνα Ὀρέστην καὶ Μενέλαον εἰς ὁμόνοιαν ἄγοντα. ἔχομεν γὰρ πολλάκις ἐν τοῖς κωμικοῖς δράμασι θεοὺς φαινομένους διὰ μηχανῆς· καὶ πρὸς τὸ συμφέρον δὲ ἐν τοῖς δράμασι διασκευάζεται.

συσκευασθῆναι οἰκονομηθῆναι, μηχανηθῆναι. τοῦτο τὸ δεύτερον τὸ δεύτερον λέγει, ὅτι καὶ δεύτερον ἐπεστράτευσαν οἱ Κορίνθιοι. ἤγουν τὴν περὶ τὸ τρόπαιον νίκην.

ἀντιλαβὴ οἱονεὶ ἀντιλογία καὶ καταφυγή· ἠδύνατο γὰρ ἀμφισβητεῖν τῆς νίκης. ἡ δὲ δευτέρα μάχη τὴν πρώτην ἐβεβαίωσε.

τῷ τοῦ κρείττονος λόγῳ λόγον γὰρ ἔχει τὸ κρείττους περιγίνεσθαι τῶν ἡττόνων. ἤγουν ὅτι κρείττονες Κορινθίων Ἀθηναῖοι ἦσαν. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ ἐν τῷ Ἰσθμῷ τῆς Πελοποννήσου ἐστὶν ἡ Κόρινθος, ἔνθα τὰ Ἴσθμια Ποσειδῶνι τελοῦνται, ἐν οἷς οἱ ἀγωνισταὶ οὐ μόνον δὶς, ἀλλὰ καὶ τρὶς παλαίουσιν εἰς βεβαίωσιν τῆς νίκης. χαριεντίζεται δὲ ὁ ῥήτωρ ἐκ τοῦ εἰπεῖν προσαναγκάζοντες. ὅτε τὰ Ἴσθμια ἄγουσιν οἱ Κορίνθιοι τῷ Ποσειδῶνι· τοὺς ἀθλητὰς ἀναγκάζοντες, φησὶ, παλαίειν, καὶ τῷ τρίτον νικῶντι ψηφιζόμενοι αὐτοὶ τρίτης πειραθῆναι συμβολῆς οὐκ ἠθέλησαν. ἔστι δὲ χαριεντισμὸς τὸ κῶλον. τρίτον δὲ ἠγωνίζοντο διὰ τοῦτο· ἵνα μὴ δόξῃ τύχης εἶναι ἡ προτέρα νίκη, δεύτερον ἐπάλαιον· τὸ δὲ τρίτον πρὸς τέρψιν ἐγένετο.

τῶν ἀνδρῶν ἐκείνων τῶν κατʼ ἐκείνους τοὺς χρόνους Ἀθηναίων.

οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν, περίπλοις ναυτικοῖς ἐπειδὴ οἱ περίπλοι οὐχ ἑκάστοτέ εἰσι πολέμου, ἀλλʼ ἔστιν ὅτε καὶ διά τινα χρείαν γίνονται, διὰ τοῦτο ἀντιδιαστέλλων φησίν· ἀλλʼ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας. ἐπόρθησαν γὰρ τὴν Χαλκίδα καὶ Σικυωνίδα, αἵ εἰσιν ἐπικαιρότατα τῆς Πελοποννήσου χωρία. ἐπεὶ δὲ ἐν τόπῳ τῆς Πελοποννήσου, καλουμένῳ Φαΰλῳ, ἀντέστησάν τινες αὐτοῖς Πελοποννήσιοι, καὶ τούτους ἐνίκησαν. ὁ γὰρ τῶν Ἀθηναίων στρατηγὸς συμβαλὼν τῷ Πελοποννησίῳ στρατηγῷ καὶ νικήσας ἐποίησε τὴν τροπήν. ἐπειδὴ οὐκ ἀεὶ οἱ περίπλοι πόλεμοί εἰσιν, ἀντιδιαστέλλων εἶπε.

ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας ἔλαβον γὰρ τὴν Χαλκίδα καὶ Σικυωνίων ἐκράτησαν.

στρατηγὸς ἐπὶ στρατηγῷ ἀντὶ τοῦ ἄλλος ἐπʼ ἄλλῳ· ἵνα δείξῃ τὴν συνέχειαν τοῦ περιτυγχάνοντος. ἀντιπέραν τῆς Πελοποννήσου.

αὖθις δʼ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος ἐν τῷ Κρισαίῳ κόλπῳ εἰσὶν οἱ Φωκεῖς. οὗτος δέ ἐστιν Ἠπείρου μεταξὺ καὶ Πελοποννήσου. ἐστρατευκότας οὖν Πελοποννησίους ἐπὶ Φωκέας συμμαχοῦντες Ἀθηναῖοι Φωκεῦσι συμβαλόντες ἐνίκησαν. ἐκ δὲ τοῦ εἰπεῖν ἐκέκλειστο δείκνυσι τὸ πλῆθος τῶν Ἀθηναίων τοῦ ναυτικοῦ. ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος ὑπʼ αὐτῶν τῶν Ἀθηναίων, ὅτε ἐν Τανάγραις συνέβαλον Λακεδαιμονίοις. βιάζεται δὲ τὴν νίκην τῶν Λακεδαιμονίων περιτρέψαι.

ὁ Κρισαῖος κόλπος Κρισαῖος καλεῖται κόλπος ὁ μεταξὺ Ἠπείρου καὶ τοῦ Ἰσθμοῦ. ἀπήντων οἱ Ἀθηναῖοι. ἐπὶ τοὺς ὅρους ὅρους λέγει τὰ ἄκρα τοῦ Κρισαίου κόλπου. χωρὶς ἰδίᾳ. ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ Γερανεία τόπος ἐστὶ πλησίον Μεγάρων, ἔνθα συμβαλόντες Λακεδαιμονίοις κατὰ Μεγάρων ἐστρατευκόσιν ἐνίκησαν.

ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς, ὅποι σωθήσονται ὅπως καὶ ὅπου. ἀποκέκλειντο γὰρ πανταχόθεν.

περιέπτυξεν περιέκλεισεν. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας Λακεδαιμόνιοι ἔν τινι τόπῳ μετὰ Εἱλώτων πολεμοῦντες ἐπεκαλέσαντο Ἀθηναίους. ὡς δεινοὺς τειχομαχεῖν· καὶ φοβηθέντες αὐτοὺς, ὡς νεωτεροποιοὺς, πάλιν ἀπέπεμψαν. ὀργισθέντες οὖν Ἀθηναῖοι συνέβαλον αὐτοῖς ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ ἐνικήθησαν. βιάζεται δὲ Ἀριστείδης Ἀθηναίων δεῖξαι τὴν νίκην. καὶ τούτου μέμνηται Θουκυδίδης· ὅτι, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι μετὰ τῶν Εἱλώτων, τειχομαχῆσαι βουλόμενοι ἐπεκαλέσαντο Ἀθηναίους. εἶτα δεδιότες τὸ νεωτεροποιὸν αὐτῶν ἀπεπέμψαντο αὐτούς. ὀργισθέντες οὖν οἱ Ἀθηναῖοι, μετὰ τὴν ἀναχώρησιν τῶν Λακεδαιμονίων κατὰ Φωκέων στρατευσαμένων, καὶ μελλόντων ὑπανιέναι, πανταχόθεν ἀπέκλεισαν ὑποστρέφοντας αὐτοὺς ἐν τῇ Πελοποννήσῳ, καὶ συνέβαλον αὐτοῖς ἐν Τανάγρᾳ, καὶ ἡττήθησαν. βιάζεται δὲ ὁ Ἀριστείδης τὴν νίκην Λακεδαιμονίων ἧτταν ἀποδεῖξαι.

γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἴσην τὴν μάχην εἶπε γενέσθαι, καὶ Ἀθηναίοις χαριζόμενος καὶ τὴν ἀλήθειαν αἰσχυνόμενος. ἔδοξαν καθʼ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι καίτοι ἔσχον τῇ ἀληθείᾳ τὸ πλέον. ἀλλὰ βιάζεται, ὡς ἔφαμεν, τὴν νίκην αὐτῶν ἧτταν δεῖξαι.

κλεῖσαι τὴν πάροδον τῶν Λακεδαιμονίων.

κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι ἐζήτηται διὰ τί μὴ μᾶλλον τοῦτο ἐσιώπησεν, ὡς Φαΰλον, καὶ ἔφυγεν, εἴ γε Ἀθηναῖοι ἡττήθησαν, ὥσπερ καὶ τῆς ἐν Αἰγύπτῳ πεποίηται συμφορᾶς. καὶ λέγομεν ὅτι ἐκ τῶν μετὰ ταῦτα συμβάντων σοφίζεται. Λακεδαιμονίων γὰρ τὴν ἀναχώρησιν ὀνομάζει φυγήν· οὐδὲ γὰρ νικήσαντες παρέμειναν· τὴν δὲ Ἀθηναίων νίκην ἐκ τοῦ ἐπεξελθεῖν Βοιωτοῖς πιστοῦται. εἰ μὴ γὰρ ἔφυγον Λακεδαιμόνιοι, κἂν ἀπώλοντο.

Βοιωτοὶ μετὰ γὰρ τὸ ἀναχωρῆσαι Λακεδαιμονίους ἐστράτευσαν κατʼ αὐτῶν, καὶ νενικήκασιν αὐτούς.

Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης ὅτι τὴν πάροδον ἔκλεισαν. Λακεδαιμονίους διώκοντας.

Βοιωτοὶ δὲ οὐκ ἀντέσχον μετὰ γὰρ Λακεδαιμονίων ἦσαν. ἐβοήθουν γὰρ καὶ οὗτοι Λακεδαιμονίοις. ἐν Οἰνοφύτοις τόπος Βοιωτίας. τόπῳ τῆς Βοιωτίας. ὑπέκυψαν Ἀθηναίοις.

Λοκροὶ οὗτοι φυγάδες ὄντες συνέπραττον Βοιωτοῖς, καὶ ἡττήθησαν. καὶ αὖθις συναχθέντες ἐνίκησαν Ἀθηναίους. τοῦτο δὲ σιωπᾷ, ὡς μὴ ἁρμόττον ἐγκώμιον. καὶ οὗτοι μετὰ Φωκέων συνεμάχουν Λακεδαιμονίοις. παρὰ μὲν τούτων Βοιωτῶν, Λοκρῶν, Λακεδαιμονίων. τῶν τριῶν ἐθνῶν. ἀνθʼ ὧν τῷ βαρβάρῳ συνέστησαν ψεύδεται· οὐ γὰρ τούτου χάριν ἐστράτευσαν, ἀλλὰ βουλόμενοι τὴν Βοιωτίαν κτήσασθαι. σιωπᾷ οὖν τὸ τῆς πλεονεξίας, ἑτέραν δὲ λέγει αἰτίαν τὸν μηδισμόν. ἀνθʼ ὧν τῷ βαρβάρῳ συνέστησαν πρώην.

ἕτερον δʼ ἔργον αὐτῆς ἄξιον εἰπεῖν τὸ φιλάνθρωπον βούλεται εἰπεῖν, ὃ καὶ ἴδιον καλεῖ τῶν Ἀθηναίων.

δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη ἄνευ γὰρ, φησὶ, τῆς προσηγορίας δηλοῖ τὸ ἔργον τοὺς δράσαντας. γενομένου γὰρ τοῦ περὶ τὴν Λακωνικὴν σεισμοῦ ἐπανέστησαν οἱ τῶν Λακεδαιμονίων Εἵλωτες κατʼ αὐτῶν. Λακεδαιμόνιοι δὲ οὐκ ἔχοντες ὅ τι ποιήσουσι, διʼ αὐτό τε τοῦτο καὶ διὰ τοὺς ἐπικειμένους σεισμοὺς, μετεκαλέσαντο Ἀθηναίους εἰς βοήθειαν· καὶ αὐτίκα παρεγένετο συμμαχία, Κίμωνος στρατηγοῦντος, ἀφʼ ἧς τοῦ κινδύνου ἐρρύσθησαν. περιοίκους δὲ καλεῖ τοὺς περὶ τὴν Λακεδαίμονα οἰκοῦντας καὶ αὐτῇ ὑποτεταγμένους.

τῶν περιοίκων τῶν περιοικούντων τὴν Σπάρτην μητρόπολιν.

οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες ἐν τούτῳ ἐπεκαλέσαντο τοὺς Ἀθηναίους, διὰ τὴν τειχομαχίαν τῶν Εἱλώτων ἀποστάντων. ἀπῆλθον δὲ Κίμωνος αὐτῶν στρατηγοῦντος.

ὃ καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαίμονι ψεύδεται· μεταξὺ γὰρ ἀπέπεμψαν αὐτοὺς, ὑποπτεύσαντες αὐτῶν τὸ νεωτεροποιόν.

δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν τοὺς Λακεδαιμονίους παρὰ Μεσηνίων, ὅ ἐστι τῶν Εἱλώτων. αὐτῶν τῶν φόβων, ἢ τῶν περιοίκων. τῶν Εἱλώτων.

τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους ἦθος λέγει τὴν αἰτίαν. πάντα γὰρ τὰ ἔργα αὐτῶν ἐξ ἀγαθῆς αἰτίας συνίσταντο· νῦν μὲν γὰρ κινδυνεύουσιν ἐβοήθουν, νῦν δὲ ὑπὲρ ἀδικουμένων πρὸς τοὺς ἀδικοῦντας ἐμάχοντο. ἀκριβέστερον δὲ τροπαίου λέγει, ἐπειδὴ ἐν τοῖς τροπαίοις ἐγγράφουσι μὲν τοὺς νικήσαντας, οὐ δηλοῦσι δὲ τὸ τῆς νίκης αἴτιον, εἰ χρηστόν· πολλάκις γὰρ καὶ ἐκ φαύλης αἰτίας νίκη γέγονεν· ἡ δὲ ἀγαθὴ τῶν ἔργων αἰτία καὶ πέρα τροπαίου τοὺς αὐτῇ χρησαμένους κηρύττει. λέγει τὴν αἰτίαν· ὅτι ὑπὲρ τὰ τρόπαια τὴν αἰτίαν δεῖ θαυμάζειν, ὅτι κινδυνεύουσιν ἐβοήθουν.

τὸν δʼ ὑπὲρ Μιλησίων ἔκπλουν, καὶ τὰς ἐν Σάμῳ ναυμαχίας, καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν, καὶ πολλὰ ἕτερα, ἔξεστι δὴ καὶ παραλιπεῖν Μιλήσιοι, ὑπὸ Λακεδαιμονίων καταπολεμούμενοι, καὶ Σάμιοι, ἐδεήθησαν Ἀθηναίων βοηθῆσαι, ἅτε σύμμαχοι ὄντες. καὶ Ἀθηναῖοι πολλαῖς ναυσὶ παραγενόμενοι τοὺς Λακεδαιμονίους ἐν Σάμῳ κατεναυμάχησαν. Εὐβοεῖς δὲ, σύμμαχοι ὄντες Ἀθηναίοις, ἀπόστασιν ἐβουλεύοντο. καὶ Ἀθηναῖοι τοῦτο μαθόντες ἔπλευσαν κατʼ αὐτῶν· καὶ βλάψαντες αὐτοὺς οὐκ ὀλίγα εἰς φόβον πολὺν ἤγαγον.

ἔξεστι δὴ καὶ παραλιπεῖν ἀντὶ τοῦ δυνατόν ἐστιν. σημαίνει δὲ ἐκ τούτου τὸ πλῆθος.

εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι δηλοῖ τὰς τριακοντούτεις σπονδὰς, ἃς ἐποίησαν μετὰ Εὐβοίας ἅλωσιν, ὥς φησιν ὁ συγγραφεύς. τὰς τριακοντούτεις λέγει σπονδάς.

πᾶσαν τὴν κάτω χώραν τὴν Πελίαν λέγει. τὴν Ἰωνίαν καὶ ὅσα παράλια. ὧν εἶπον Κυανέων καὶ Χελιδονέων. Χελιδονέων καὶ Κυανέων. ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Λακεδαιμονίους.

Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκὸν ταῦτα πάντα νικήσασα, πρὶν Λακεδαιμονίους ἐκτήσατο.

οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβεν ἐκ τοῦ εἰπεῖν, οὐ γὰρ ἦν ὅ τι ἀνταπέλαβε, δείκνυσιν αὐτὴν ποιησαμένην τὴν εἰρήνην οὐ διʼ ἀσθένειαν, ἀλλὰ διὰ μεγαλοψυχίαν καὶ χρηστότητα γνώμης. μὴ δυναμένων γὰρ Λακεδαιμονίων λαβεῖν τὰ αὐτῶν, αὕτη ἀπέδωκε διὰ τὴν κοινὴν εἰρήνην. ζητεῖται πῶς, τὴν Εὔβοιαν λαβόντων Ἀθηναίων, νῦν φησιν, οὐδὲν ἀνταπέλαβε· λέγομεν ὅτι τὴν Εὔβοιαν οὐ παρὰ Λακεδαιμονίων ἔλαβεν, ἀλλʼ ἑαυτὴν παρεστήσατο· τοῦτο δὲ σημεῖον ποιεῖται τοῦ νενικηκέναι, ὅτι μὴ δυναμένων λαβεῖν ἐκείνων τὰ ἑαυτῶν αὕτη ἀπέδωκεν.

τοῦ περιεῖναι τῶν Ἑλλήνων.

μέχρι τοῦ κρείττονος ἤγουν τοῦ δόξαι κρείττων αὐτῶν. ἤγουν μέχρι τοῦ κρείττων αὐτῶν φανῆναι.

τοσαύτην μὲν τὴν πρὸς ἐκείνους, τοιαύτην δὲ καὶ τὴν πρὸς τούτους εἰρήνην ἐποιήσατο εἰκότως πρὸς μὲν τὴν πρὸς τοὺς βαρβάρους εἰρήνην εἶπε τοσαύτην, πρὸς δὲ τὴν πρὸς τοὺς Ἕλληνας τὸ τοιαύτην, δεικνὺς ἐκείνης τὸ μέγεθος καὶ ταύτης τὴν ποιότητα. μεγέθους γὰρ τὸ τοσαύτην, ποιότητος δὲ τὸ τοιαύτην ἐμφαντικόν.

ἀμφοτέρων ὁμοῦ καὶ χωρὶς κρείττων γενομένη τὸ χωρὶς μὲν εἶπεν, ἐπειδὴ καὶ Πέρσας καὶ τοὺς ἄλλους Ἕλληνας ἰδίᾳ ἐν πολέμοις νενίκηκεν, ὁμοῦ δὲ, ἐπειδὴ ἐν Σαλαμῖνι οὐ μόνον Πέρσας, ἀλλὰ καὶ τοὺς συνόντας αὐτοῖς Ἕλληνας, τῷ μεγέθει καὶ τῇ λαμπρότητι τῶν ἔργων ὑπερῆρε πολλῷ τῷ μέτρῳ. Περσῶν καὶ Πελοποννησίων. καὶ Περσῶν μὲν, ὁμοῦ μὲν Σαλαμῖνι, χωρὶς δὲ ἐν Μαραθῶνι. Πελοποννησίων δὲ, χωρὶς μὲν τῶν συμμάχων, ὅτι εἰσέβαλλον ἐν τῇ Πελοποννήσῳ, ὁμοῦ δὲ μετὰ τὴν συμμαχίαν ἐν Αἰγίνῃ.

ἐκ τῶν κοινῶν εὐεργεσιῶν ἐκ τοῦ κοινῶς εὐεργετεῖν πάντας τοὺς Ἕλληνας. τὴν ἡγεμονίαν τοῦτο λέγει νίκην· ὅτι τὴν ἡγεμονίαν ἔλαβε παρὰ τῶν Ἑλλήνων· αὐτὴν γὰρ ὁρῶντες αὐτὴν τοιαύτην προεβάλοντο ἡγεμονία αὐτὴν ἑαυτῶν. μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν—ἐποίησεν ἐλευθέρας νόμος γὰρ τοὺς ἄρξειν ἐθέλοντας καταδουλοῦσθαι τοὺς ἄλλους. οἱ γὰρ νικῶντες ἀεὶ δεσπόζουσι τῶν ἡττωμένων.

ὥστε συμβῆναι τοὺς αὐτοὺς—τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν ἀντὶ τοῦ εἰς καιροὺς τοῖς μὲν Ἕλλησιν ἤνεγκε τὴν ἐλευθερίαν, τοῖς δὲ Ἀθηναίοις τὴν ἡγεμονίαν.

ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ὅταν τινὰ μέλλωσιν ἄρχοντα ποιήσειν, αἱροῦνται τὸν ἄριστον, καὶ ὃς συνέσει καὶ τῷ δύνασθαι πράττειν ὑπερέχει τῶν ἄλλων. αἱρετὸς χειροτονητός. ἀπὸ δοκιμασίας.

οὕτω δὲ τούτων προκεχωρηκότων ἐντεῦθεν ἄρχεται τοῦ Πελοποννησιακοῦ πολέμου. ὅπερ ἐστὶ καὶ τέταρτον μέρος τοῦ λόγου. ἀρχὴ τοῦ τετάρτου μέρους τοῦ λόγου. ἐντεῦθεν ἄρχεται τοῦ τετάρτου μέρους ποιούμενος τὴν ἀρχήν. κατὰ δὲ Ἀθανάσιον ἐντεῦθεν ἐστὶ τὸ τρίτον μέρος τοῦ λόγου. πληρώσας δὲ τὴν πεντηκονταετίαν ἄρχεται τοῦ Πελοποννησιακοῦ. μέχρι μέν τινος ἦν ἡσυχία τὸ μέχρι μέν τινος λέγει, ἐπειδὴ αἱ τῆς εἰρήνης σπονδαὶ οὐκ εἰς τριάκοντα χρόνους ἐχώρησαν, ὡς συνέθεντο, ἀλλʼ εἰς τεσσαρεσκαίδεκα, ὡς Θουκυδίδης φησί. κατέλυσαν δὲ τὰς συνθήκας Λακεδαιμόνιοι, φοβηθέντες Ἀθηναίους, μὴ αὐξηθέντες τῷ χρόνῳ αὐτούς τε τούτους καὶ πάντας τοὺς Ἕλληνας καταδουλώσονται. καὶ διὰ τοῦτο πέμποντες πρέσβεις πανταχοῦ τῆς Ἑλλάδος κατεψεύδοντο Ἀθηναίων, ὡς οὐκ εἰς καλὸν ἡμῖν τὰ τῆς εἰρήνης ἀπαντήσειν λέγοντες. ἐδίδαξε καὶ τοῦτο Θουκυδίδης λέγων τὰς σπονδὰς ἐπὶ ιδʹ ἔτη φυλαχθείσας.

τῆς δὲ κοινῆς τύχης ἀνθρώπων, ἣ πάντα ἐντεῦθεν ἄρχεται τοῦ Πελοποννησιακοῦ πολέμου τὸν χρόνον, ῥητορικῶς δὲ ἐπὶ τὴν τύχην ἀνάγει τὴν αἰτίαν, ἵνα μὴ ἀπὸ Λακεδαιμονίων αὐτὴν εἴποι προελθοῦσαν. αὐτοὶ γὰρ δεδιότες τοὺς Ἀθηναίους ἐνίκησαν τὴν μάχην. κοινὴν δὲ τὴν τύχην εἶπεν, ὅτι κοινῇ πάντες ἄνθρωποι σχεδὸν πρὸς ἀλλήλους ἐπολέμησαν, ἢ ὅτι κοινόν ἐστι τοῦτο τὸ ἔργον τῆς τύχης κατὰ πάντων ἀνθρώπων, τὸ μὴ ἐᾶν ἐπὶ τῶν αὐτῶν τὰ πράγματα, ἀλλὰ κινεῖν. εἰ δέ τις εἴποι, τί οὖν; ἐν τῇ πεντηκονταετίᾳ οὐκ ἐνεωτέρισαν; πῶς οὖν ὡς μέγα τι τὸ νῦν λέγει; ἐροῦμεν ὅτι ἐκεῖ ὀλίγοι πρὸς ὀλίγους τινὰς ἐμάχοντο· ὅπερ οὐκ ἦν μέγα· ἐνταῦθα δὲ κοινὸς τῶν Ἑλλήνων ὑπῆρχεν ὁ πόλεμος. ἣ πάντα κινεῖ μεταβάλλει.

οὐχ ὧν εὖ ἔπαθον Λακεδαιμόνιοι· καὶ Θουκυδίδης «Καὶ ἀδήλως ἤχθοντο.» παρὰ τῆς πόλεως.

ἐφθόνησαν τῶν ἔργων τῶν τῆς πόλεως.

συνέρραξε εἰς πόλεμον κατέστη. δυοῖν ἐν τοῖς. δυοῖν δείξασα, ὡς ἄκουσα συνέρραξε. τῷ τε κατʼ ἀρχὰς ἔτι κινουμένους—περὶ τῶν διαφορῶν ἡνίκα στασιάζειν ἐβούλοντο Ἕλληνες πρὸς Ἀθηναίους, ὑπὸ Λακεδαιμονίων ἀναγκασθέντες, ἀκούσαντες Ἀθηναῖοι πρέσβεις πρὸς τοὺς Ἕλληνας πεπόμφασι, λέγοντες ὡς μάτην διαβάλλουσι Λακεδαιμόνιοι, κἀντεῦθεν εἰς ὁμόνοιαν ἄγοντες. μαθόντες δὲ τοῦτο Ἕλληνες πρὸς ὀλίγον ἡσύχασαν.

κατασχεῖν κωλῦσαι. κωλύειν. λείπει τὸ ἐβούλετο. λέγει γὰρ καὶ ὁ συγγραφεὺς ὅτι ἐδέοντο δὲ δίκην διαλύσασθαι τὰ διάφορα. τῷ πολεμεῖν ἀναγκασθεῖσα τὴν τῆς Σφακτηρίας καὶ Πύλου λέγει πόρθησιν, ὅτε Ἀθηναῖοι πολλοὺς Λακεδαιμονίων ἐντεῦθεν αἰχμαλώτους εἰς Ἀθήνας ἤγαγον, καὶ εἰς δεσμωτήριον ἐνῆκαν, καί τινα καιρὸν μείναντας ἐξήγαγον.

ὅτε ἐνίκησε καὶ μὴν Λακεδαιμόνιοι περιεγένοντο, ἀλλʼ οὐ τὸ τέλος λέγει τοῦ πολέμου, ἀλλὰ τὸ μέσον, ὅτε τοὺς αὐτῶν ἔλαβον Ἀθηναίων οἱ ἀπὸ τῆς Σφακτηρίας. τοὺς ἐρίσαντας αὐτῇ περὶ τῆς ἡγεμονίας Λακεδαιμονίους.

μηδὲν ἀηδέστερον ἐξαγαγεῖν ἐκ τοῦ δεσμωτηρίου ἢ κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν ἀντὶ τοῦ ὡς ἔχαιρε λαβοῦσα καὶ ἀποδιδοῦσα ὁμοίως.

τουτοισὶ δὲ οἷς μέλλω εἰπεῖν. τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας Φορμίων, στρατηγὸς ὢν Ἀθηναίων, εἴκοσι ναυσὶν ὀκτὼ καὶ τεσσαράκοντα Λακεδαιμονίων ἐνίκα ἐν τῷ Κρισαίῳ κόλπῳ εἰς τὴν Ναύπακτον. κατὰ γὰρ ταύτης ἐστράτευσαν Λακεδαιμόνιοι. ὕστερον δὲ ταῖς αὐταῖς ναυσὶν ἐνίκησαν πάλιν αὐτοὺς τούτους κατὰ Ἐπιδάμνου, ἐλθόντας μετὰ ὀκτὼ καὶ πεντήκοντα νεῶν. ἐπεὶ δὲ Φορμίων εἴκοσι ναῦς εἶχε, Λακεδαιμόνιοι δὲ ὅσας ἔφημεν, διὰ τοῦτο λέγει οὔτε ὀλίγῳ πλείονας. τὰς ἐν Ναυπάκτῳ ναυμαχίας ἃς ὁ Φορμίων ἐνίκησε Λακεδαιμονίους ἐν τῷ Κρισαίῳ κόλπῳ. δύο δὲ οὐσῶν, αὐτὸς πολλὰς ὀνομάζει αὐξῆσαι θέλων.

ἃς οὔτε παρὰ μικρὸν ἐνίκων ἤγουν οὐ κατὰ μικρὸν, ὥστε μόνον διῶξαι Λακεδαιμονίους. ἀντὶ τοῦ κατὰ μικρὸν, ὥστε μόνον διῶξαι αὐτούς. ἤγουν ἃς μόνον διῶξαι, ἀλλὰ τελέως καταστρέψασθαι. οὔτε ὀλίγῳ πλείονας ἐν μὲν γὰρ τῇ προτέρᾳ εἴκοσι ναυσὶ μζʹ καὶ ἐν τῇ ὑστέρᾳ νζʹ ταῖς αὐταῖς ἐνίκησαν. ἀλλʼ οὕτως ἐνίκων.

νίκας ἑτέρας ἐνίκων τοὺς αὐτοὺς Λακεδαιμονίους. ὡς Κέρκυραν ἐξείλοντο Κέρκυραν ὑπὸ Κορινθίων πολιορκουμένην καὶ κινδυνεύουσαν ἐπεὶ Ἀθηναῖοι ἔμαθον, ταχέως ἐλθόντες ἐρρύσαντο. κινδυνεύουσαν ὑπὸ Κορινθίων ἐρρύσαντο.

τὰ κατʼ Ἀμβρακίαν ἔργα Ἀμβρακιώτας κατὰ Ἀμφιλόχων στρατευσαμένους ἀντιστρατεύσαντες αὖθις Ἀθηναῖοι ἐξείλοντο μὲν Ἀμφιλόχους τοῦ κινδύνου, Ἀμβρακιώτας δὲ κατὰ κράτος ἐνίκησαν. ἐποίησαν δὲ τοῦτο οὐχ ὑπʼ ἀνάγκης, ἀλλʼ ὑπὸ μόνης φιλανθρωπίας. ὅτε Ἀμβρακιῶται ἐμαχέσαντο κατὰ Ἀμφιλόχων στρατευόμενοι. ταῦτʼ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ οὐ γὰρ ἀνάγκη τις ἐπηνάγκασεν, ἀλλὰ μόνη φιλανθρωπία.

τὰ κατʼ αὐτὴν δὴ τὴν Πύλον—ἐν τῇ νήσῳ γενομένας Πύλος καὶ Σφακτηρία πόλεις πλησίον Λακεδαίμονος, συμμαχίδες αὐτῆς. ἐλθόντες οὖν Ἀθηναῖοι κατʼ αὐτῶν, Κλέωνος στρατηγοῦντος, τοσοῦτον χρόνον ἐπολιόρκουν, ὡς τοὺς μὲν ἐντὸς ὄντας αὐτοὺς Πυλίους καὶ Σφακτηριώτας, Λακεδαιμονίους, τοὺς πλείους ὑπὸ λιμοῦ τεθνάναι. ὕστερον δὲ καὶ τὰς πόλεις αὐτὰς παρεστήσαντο. καὶ τοῦτο μὲν πρώην ἐπράχθη· ὕστερον δὲ οἱ αὐτοὶ Ἀθηναῖοι, Δημοσθένους αὐτῶν στρατηγοῦντος, καὶ πεζῇ καὶ ναυσὶ κατʼ αὐτῆς ἐχώρησαν. ναυμαχίας δὲ ἀπὸ γῆς, διὰ τὸ μετὰ νηῶν μὲν πλεῦσαι, ἐξελθεῖν δὲ αὐτῶν, καὶ πεζῇ διὰ τῆς νήσου χωρῆσαι κατὰ τῆς Πύλου. εἰς βάθος γὰρ τῆς νήσου ἡ Πύλος. ἐπειδὴ ὁ Δημοσθένης ἱστάμενος ἐν Πύλῳ τοῖς καταπλέουσι τῶν Λακεδαιμονίων ἐμάχετο.

ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους Κύθηρα νῆσος ἐπικειμένη τῇ Πελοποννήσῳ· ταύτην ὑπὸ Λακεδαιμονίων φυλαττομένην, Ἀθηναῖοι τοὺς Λακεδαιμονίους αἰχμαλώτους ἔλαβον παραστησάμενοι.

τρόπαια Κορινθίων ἃ κατʼ αὐτῶν Ἀθηναῖοι ἔστησαν νικήσαντες. ἃ τούτους νικήσαντες ἐστήσαντο.

ὁ δὲ καιρὸς τῆς ἑορτῆς. ὁ τῆς ἑορτῆς τῶν Παναθηναίων. μείζονος εὐτυχίας ἀντὶ τοῦ μεγάλης. οὐ γάρ ἐστι συγκριτικόν. μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτὸν ἤγουν πολλοῦ τινος ἄξιον ἂν εἴη, εἰ κατάσχοιμεν αὐτὸν, καὶ μὴ ἀπολέσωμεν. τοῦτο δʼ ἂν γένοιτο, εἰ συντεμόντες τὰ ἁρμόζοντα αὐτῷ εἴποιμεν. κατασχεῖν αὐτὸν αὐτὸν τὸν καιρόν· σημαίνει δὲ τὴν πανήγυριν τῶν Ἀθηναίων.

εἰς τὴν ἐπιοῦσαν πενταετηρίδα διὰ πέντε ἐτῶν ἐγίνετο τὰ Παναθήναια, διὰ τριῶν δὲ τὰ Διονύσια. διὰ πέντε γὰρ ἐτῶν ἦγον τὰ μεγάλα Παναθήναια, διὰ τριῶν τὰ Διονύσια.

τῶν δʼ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει φιλανθρωπίας, δικαιοσύνης, μεγαλοψυχίας, καὶ τῶν ἄλλων.

οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν ἀκριβῶς καὶ εἰς πλάτος. οὐκ ἂν διὰ πάντων—εὐφημίας παραλείπωμεν ἀντὶ τοῦ οὐκ ἐὰν διὰ πάντων ἅπαντα τὰ πραχθέντα αὐτοῖς εἴπωμεν, ἀλλʼ ἐὰν μηδὲ ἓν κεφάλαιον τοῦ ἐγκωμίου παραλίπωμεν· τουτέστιν οὐ πᾶσαν πρᾶξιν, φιλανθρωπίαν σημαίνουσαν, ἀλλʼ ἓν πρᾶγμα, χαρακτηρίζον φιλανθρωπίαν σημαίνουσαν. μηδὲν εἶδος εὐφημίας παραλείπωμεν ἐκ τοῦ ψιλῶς αὐτῶν μνημονεῦσαι.

ὡς δὲ ἐδόκει τῷ δαίμονι ὃ εἶπεν ἔμπροσθεν τύχην, νῦν δαίμονα ἐκάλεσε. βούλεται δὲ ἐπὶ τὰ Σικελικὰ μετελθεῖν, ἔνθα ἠτύχησαν Ἀθηναῖοι. ἐντεῦθεν ἄρχεται περὶ τῶν Σικελικῶν λέγειν.

κλυσθῆναι ἀντὶ τοῦ κατακλυσθῆναι ταῖς συμφοραῖς. τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δʼ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς Λακεδαιμόνιοι, κακῶς ὑπό τινων προσοικούντων αὐτοῖς πάσχοντες, μετεκαλέσαντο Ἀθηναίους, ὄντας ἐν Σικελίᾳ· λέγει οὖν τὸ ἐξ ὑπερορίας, διὰ τὸ ἐκ Σικελίας ἐλθεῖν αὐτοὺς, καὶ πολεμίους καταστῆναι τοῖς ἐνοχλοῦσι τοὺς Λακεδαιμονίους· τὸ εἰς ὑπερορίαν δὲ νόει, ἐπειδὴ Ἀθηναῖοι εἰς Σικελίαν ἔπλευσαν, βοηθεῖν ἐθέλοντες τοῖς ἐκεῖ Ἕλλησιν ὑπὸ Συρακοσίων κακῶς πάσχουσι, Λεοντίνοις, Αἰγεσταίοις, καὶ ὅτι κατὰ Καρχηδονίων ἔπλευσαν. εἰπὼν δὲ ἀορίστως, τοὺς μὲν, τοὺς δὲ, καὶ δοκοῦν καὶ διὰ τοὺς Ἕλληνας λέγεσθαι, ἐπέφερε τοῦτο πρὸς τοὺς Ἀθηναίους μόνους. μόνοι γὰρ οὗτοι ταῦτʼ ἔδρασαν. τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους ἀπὸ Σικελίας, ὥστε βοηθεῖν Λακεδαιμονίοις Ἀθηναίους. εἰς ὑπερορίαν δὲ, εἰς αὐτὴν τὴν Σικελίαν.

κατὰ συμφορὰς οὐ λέγει ὅτι ἀπῆλθον ἐπὶ τὸ παθεῖν, ἀλλὰ διὰ τὰς συμφορὰς, ἃς ὑπέμενον οἱ ἐν Σικελίᾳ Ἕλληνες ὑπὸ Συρακουσίων.

τὸ ἐξ ἴσου ἤγουν ὁμοίως.

οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Αἰγεσταίων σοφίζεται ὁ ῥήτωρ. τί γὰρ ὑπὲρ Λεοντίνων, συγγενῶν ὄντων, ἀδικουμένων ὑπὸ Συρακουσίων, δῆθεν ἐστράτευσε; τῇ δὲ ἀληθείᾳ ἐπιθυμοῦντες Σικελίαν κτήσασθαι, καὶ τῇ τῶν Αἰγεσταίων ἐπαγγελίᾳ δελεασθέντες. οἱ δὲ Αἰγεσταῖοι σύμμαχοι μὲν Ἀθηναίων, βάρβαροι δὲ τὸ γένος, ἐν Σικελίᾳ οἰκοῦντες.

διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἵνα πάλιν τούτους καταδουλώσωνται· οὐδὲ γὰρ, ὡς λέγει, διὰ τοὺς ἐν Σικελίᾳ Ἕλληνας, ὅτι ἦσαν ἀδικηθέντες ὑπʼ αὐτῶν· παραλογίζεται οὖν. πρὸ δὲ τῶν Μηδικῶν ἐπῆλθον Καρχηδόνιοι τοῖς Σικελιώταις, καὶ μετὰ τὸν Πελοποννησιακὸν δὲ πόλεμον, ὕστερον ἐπὶ Διονυσίου τοῦ τυράννου.

ἀνθʼ ὧν διότι. ἐπετέθησαν μετὰ Γέλωνος, τοῦ Συρακοσίων τυράννου.

τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας ἐξ Ἀθηνῶν εἰς Σικελίαν πέμποντες. ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος τοῦτο λέγει, τὸ πλῆθος σημᾶναι βουληθείς. ἐντεῦθεν δείκνυσι τὸ πλῆθος. τοῦτο δηλοῖ τὸ πλῆθος· βουληθεὶς γὰρ σημᾶναι οὕτως εἶπε.

τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἃς ἐν Συρακούσῃ ἐποίησαν.

τὸ δὲ μηδʼ, ὡς ἀντέπεσε τὰ πράγματα, μηδὲν μᾶλλον ἀποστῆναι ἀντὶ τοῦ ὡς ἠναντιώθη τὰ τῆς τύχης. θέλει δὲ καὶ τὴν δυστυχίαν αὐτῶν ἐν ἐγκωμίου τάξει. ἐζήτηται δὲ πῶς, τῆς τέχνης παρακελευομένης ἐν τοῖς ἐγκωμίοις σιωπᾶν καὶ φεύγειν τὰ φαῦλα, ὁ ῥήτωρ ὁμολογεῖ τῶν Ἀθηναίων τὴν ἧτταν. λέγομεν ὅτι οὐδὲν ἄτοπον ὁμολογεῖ, ὅτι ἐκ τοῦ νομιζομένου κακοῦ ἔχομέν τι ἀγαθὸν δεῖξαι γενόμενον καὶ ἀρετῆς ἐχόμενον. πολλὰ γὰρ ἐντεῦθεν ἐδυστύχησαν. βούλεται δὲ καὶ τὴν δυστυχίαν αὐτῶν ἐν ἐγκωμίου τάξει λαβεῖν. μηδὲν μᾶλλον ἀποστῆναι τῆς Σικελίας. ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δὲ ἱππέων εὐφήμως εἶπεν, ἀντὶ τοῦ ἀπολωλότων· μεγάλῃ γὰρ συμφορᾷ περιπεπτώκασιν ἐν Σικελίᾳ, ὥς φησιν ὁ συγγραφεύς. πάντας γὰρ τούτους ἐκεῖ ἀγαγόντες ἀπώλεσαν.

σκευῶν τῶν πρὸς πολιορκίαν ὀργάνων. σκευῶν καὶ τεχνῶν τῶν εἰς πολιορκίαν ὀργάνων, καὶ τῆς περὶ τὰ πολεμικὰ ἐπιστήμης. τεχνῶν μεθόδων.

μεθεστηκυίας ἐξ Ἀθηνῶν εἰς Σικελίαν. ἀντὶ τοῦ ἀπολουμένης. δύναται δὲ καὶ ἐπὶ μετοικήσεως ἡ λέξις νοηθῆναι. οὕτω γὰρ ἐπιφέρει, ὅτι ἐκεῖ τοσαύτην ἀπέστειλαν παρασκευὴν, ὡς μᾶλλον κτίσαι Σικελίαν. ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης οἱ γὰρ πόλιν συνοικίζοντες ταῦτα πάντα παραλαμβάνουσιν. κεκενωμένης μὲν τῆς ἀκροπόλεως τῶν Ἀθηναίων.

ταλάντων ὀλίγῳ δεῖν μυρίων ἃ περὶ τὸν πλοῦν ἀνάλωσαν. Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν οὐ τῶν ἐν Σικελίᾳ, ἀλλὰ τῶν ἐν τῇ Ἑλλάδι.

οὐκέτʼ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων ὡς πρώην. τὰς εἰσβολὰς ποιουμένων εἰς Ἀθήνας. ἐκ Δεκελείας Δεκέλεια κώμη τῆς Ἀττικῆς, ἣν Λακεδαιμόνιοι μετὰ Βοιωτῶν τειχίσαντες, κἀκ ταύτης ἐξιόντες, ἐπολέμουν Ἀθήναις. τοῦτο δὲ ἐτόλμησαν ποιῆσαι, ἐπειδὴ Ἀθηναίους μεγάλως ἠτυχηκότας ἐν Σικελίᾳ ἤκουσαν. οἱ δὲ τῶν Ἀθηναίων δοῦλοι ὁρῶντες Ἀθήνας ὑπὸ τῶν Λακεδαιμονίων κατατρυχομένας, ηὐτομόλησαν πρὸς αὐτοὺς, ὄντες τὸ πλῆθος μυριάδες δύο. ταύτην γὰρ ἐτείχισαν Λακεδαιμόνιοι, κώμην οὖσαν τῆς Ἀττικῆς, ὅτι ἐδυστύχησαν Ἀθηναῖοι ἐν Σικελίᾳ.

τῶν οἰκετῶν τῶν αὐτομόλων· λέγει δὲ δύο μυριάδας αὐτομολῆσαι. ἀδείας δʼ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις ἐπειδὴ οἱ λοιποὶ ἑώρων τοὺς αὐτομολοῦντας οὐ τιμωρουμένους.

τοῖς βουλομένοις τῶν δούλων.

καρτερίας πρὸς τὸ φέρειν τὰς συμφορὰς τὰς τοσαύτας. ὥσθʼ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ, καὶ στρατηγοὺς ἐφαμίλλους πρώην ἐν Σικελίᾳ πεντήκοντα καὶ ἑκατὸν ναῦς πέμψασιν Ἀθηναίοις, καὶ στρατηγοὺς Νικίαν καὶ Λάμαχον, ἐπειδὴ ἅπασα ἡ τοιαύτη παρασκευὴ ἥττηται, καὶ Λάμαχος ἐτεθνήκει, γράφει πάλιν Νικίας ἕτερον πέμπειν στόλον καὶ στρατηγόν· αὐτὸς γὰρ νεφρίτιδι νόσῳ κατείχετο. ἔπεμψαν οὖν Ἀθηναῖοι στόλον παραπλήσιον τῷ προτέρῳ, καὶ στρατηγὸν Δημοσθένην, ἐν τῇ Πύλῳ ἠριστευκότα. ὥσθʼ ἕτερον στόλον πέμπειν ἡττηθείσης γὰρ τῆς πρώτης δυνάμεως ἐν τῇ Σικελίᾳ, καὶ γράψαντος Νικίου ὡς δεῖται στρατηγοῦ, ἀπέστειλαν ἄλλο στράτευμα, καὶ αὐτὸ ἡττήθη. ὥσθʼ ἕτερον στόλον πέμπειν—καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας εἰπὼν καρτερίας καὶ ῥώμης καὶ φιλοτιμίας, πρὸς μὲν τὸ φιλοτιμίας ἐπήγαγεν, ὥσθʼ ἕτερον στόλον πέμπειν, καὶ τὰ ἑξῆς, πρὸς δὲ τὸ καρτερίας, τὸ ἀξιοῦν ἐκεῖ Λακεδαιμονίους πολιορκεῖν· μεγάλης γὰρ καρτερίας καὶ ὑπὲρ φύσιν τὸ μὴ ζητεῖν τοὺς πολιορκοῦντας πρῶτον ἀπελάσαι, ἀλλʼ ἀνέχεσθαι μὲν τούτων, ἑτέρωσε δὲ πέμπειν στόλον. τὸ δὲ ῥώμης κοινόν ἐστιν ἀμφοτέρων, τῆς τε καρτερίας καὶ φιλοτιμίας.

πέμπειν εἰς Σικελίαν. ἀντίρροπον ἴσον. στρατηγοὺς ἐφαμίλλους ὡς συμμαχοῦντας τοῖς ἐν Σικελίᾳ. Λαμάχου γὰρ ἀποθανόντος ἐκεῖ, καὶ γράψαντος Νικίου πεμφθῆναι αὐτῷ ἄλλον στρατηγὸν διὰ τὴν νεφρῖτιν νόσον, ἔπεμψαν Δημοσθένην τὸν ἐν Πύλῳ ἀριστεύσαντα. στρατηγοὺς ἐφαμίλλους τοῖς πρώην.

ἐκεῖ ἐν Ἀθήναις. μετὰ τῆς συμμαχίας τῶν Βοιωτῶν. ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραλαβεῖν ἀνθρωπίνῃ ἡ σύνταξις οὕτως· τὸ δὲ μηδὲ ὡς ἀντέπεσε τὰ πράγματα, ἐφεξῆς. μηδὲ τοσαύτην περιουσίαν καρτερίας ἐνδείξασθαι, ποίᾳ ταῦτʼ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ;

τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι τοῦτο δὲ λέγει, ὅτι, εἰ μή τις εἴη εὐτυχὴς, καὶ δύναται ἀξίως θαυμάσαι. γενομένου δὲ τοῦ μεγάλου πάθους· οὐ γὰρ οὖν σιωπήσομαι ἐνταῦθα καθαρῶς ὁμολογήσας τὴν τῶν Ἀθηναίων ἧτταν, τεχνικῶς μεθοδεύει εἰς ἐγκώμιον μᾶλλον τοῦτο δεῖξαι τῆς πόλεως· ἡ γὰρ τοσαῦτα παθοῦσα καὶ μηδὲν μᾶλλον ἀπογνοῦσα, ἀλλὰ καὶ τοσαύτην τόλμαν ἐνδειξαμένη πρὸς τὰ λοιπὰ, ὥσπερ ἂν εἰ μηδὲν δεινὸν ἐπεπόνθει, μᾶλλον δὲ εἰ καὶ πᾶσαν τὴν Σικελίαν παρεκτήσατο, πῶς οὐκ ἐνταῦθα δείκνυσιν αὐτὴν ὡς ἁπασῶν πόλεων ἁπάσαις ὑπεραίρει ταῖς ψήφοις. σημείωσαι δὲ τὴν σύνταξιν· γενικὴν γὰρ πρόσθεν εἰπὼν, ἐπειδὴ ἐπανάληψιν ἐποίησεν, ἔτρεψε τὸν λόγον πρὸς αἰτιατικήν· εἰώθαμεν γὰρ τὰς τοιαύτας ἐναλλαγὰς ποιεῖν ἐν ταῖς ἐπαναλήψεσιν. ἐνταῦθα φανερῶς ὁμολογεῖ τὴν συμφορὰν τῶν Ἀθηναίων ἐν Σικελίᾳ. παραδόξως δὲ ἐπιχειρεῖ τὸ ἀτύχημα τῶν Ἀθηναίων εἰς ἐγκώμιον μεθοδεύων. ἐπειδὴ δὲ ᾔσθετο ἄτοπον ποιῶν, ἐγκωμίῳ μεμνημένος συμφορῶν ἐπάγει· οὐ γὰρ οὖν σιωπήσομαι· τοῦτο γὰρ δείκνυσι τὴν ἀνδρείαν τῆς πόλεως, ὅτι μετὰ τὴν ἧτταν οὐκ ἐπαύσατο πολεμεῖν, οὐδὲ ὑπεῖξαι τῇ τύχῃ.

ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν πρὸς τοὺς φάσκοντας μὴ δεῖν ὁμολογεῖν ἀτυχίας ἐν ἐγκωμίῳ ἀποτείνεται.

τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ἀντὶ τοῦ τῷ μετὰ ταῦτα πολέμῳ· πράγματα γὰρ εἶπε τὸν πόλεμον.

τὴν μὲν τῶν τρόπων εὐκολίαν εὐκολίαν λέγει τὸ εὐχερῶς ἐνεγκεῖν τὴν συμφοράν· ἐν ἑτέροις δὲ τὸ τοῦ εὐκόλου διαβολὴν ἔχει. δοκεῖ γὰρ ὁ τὸν τρόπον εὐχερὴς καὶ εὐμετάβλητος. λέγει δὲ ὁ Θουκυδίδης ὅτι μετὰ τὴν ἧτταν οἱ Ἀθηναῖοι οὐκ ἔτι ἐτρύφων ὑπὲρ τοῦ μηδὲν ποιῆσαι, τουτέστι παραχωρῆσαι τοῖς Λάκωσι. τὴν μὲν τῶν τρόπων εὐκολίαν, —καὶ τάξιν διαίτης εὐκολίαν λέγει τὸ εὐχερῶς ἐνεγκεῖν τὴν συμφοράν· ἀλλαχοῦ δὲ τὸ τῆς εὐκολίας ὄνομα διαβολὴν ἔχει. τάξιν δὲ διαίτης λέγει, ἐπειδὴ συνέστειλαν τὴν αὑτῶν δίαιταν, ἵνα δόξωσι μηδὲν φροντίζειν τῆς πολιορκίας Λακεδαιμονίων.

τάξιν διαίτης συνέστειλαν γὰρ τὴν αὑτῶν δίαιταν καὶ ταῖς τροφαῖς καὶ τοῖς ἄλλοις, ἵνʼ ἐντεῦθεν αὐτοῖς γένωνται χρήματα. ὑπὲρ τοῦ μὴ εἶξαι Λακεδαιμονίοις συνέστειλαν τὴν δίαιταν. ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι τοῖς Λακεδαιμονίοις.

περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων πλὴν Σαμίων καί τινων ὀλίγων. τῶν μὲν ὑπαρχόντων πολεμίων τῶν Λακεδαιμονίων. διὰ τί λέγει τῶν ὑπαρχόντων, καίτοι πολλοὺς εἶχον πολεμίους; ἀλλʼ ὑπάρχοντας καλεῖ τοὺς Λακεδαιμονίους, μετὰ τῶν ἄλλων Ἀλκιβιάδου ἀποστάντος, ὅτε περὶ τῶν ἡρώων ἐκρίνετο.

τότε πρῶτον λαβόντων ἐλπίδας τῆς τούτων καταστροφῆς. παροξυνθέντων ὑπὸ τῆς τύχης τῆς αὐτῶν δυστυχίας.

ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας τοὺς Συρακουσίους λέγει.

ἔτι δʼ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ἀχαριστίας, ὅτι τὸν Πέρσην ἤγαγον κατʼ αὐτῶν, παρʼ οὗ ἔσωσεν αὐτοὺς ἡ πόλις. ἀχαριστίας—κατʼ αὐτῶν, ὑφʼ ὧν πρότερον ἐσώθησαν ἀπʼ ἐκείνου. ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως, ὑπὸ τῶν ἀπʼ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι οὐ λέγει τὸν Ξέρξην, ἀλλὰ τὸν αὐτοῦ υἱὸν Ἀρταξέρξην. εἰ δὲ τῶν ἀπʼ ἐκείνου σωθέντων λέγει, μὴ θαυμάσῃς· οὗτος γὰρ κἀκεῖνος ἓν ἦσαν. ἴσθι δὲ ὅτι οὐ παραγέγονε βασιλεὺς αὐτὸς, ἀλλὰ στρατηγὸν Φαρνάβαζον ἔστειλεν.

προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως ἀσμένως ὑπήκουσε τοῖς Λάκωσιν ὁ Πέρσης, ἐπειδὴ ἐμνησικάκει Ἀθηναίοις, ὅτι ἥττησαν τὸν Ξέρξην, τὸν πρόγονον αὐτοῦ. συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ τὸ ἔχειν πλῆθος ἀνδρῶν, ἐν μὲν γὰρ γῇ πεζῶν, ἐν δὲ θαλάττῃ ναυτικῶν· μετὰ γὰρ τὴν νίκην ἦλθον οἱ Σικελιῶται ἐν Λακεδαιμονίᾳ, βοηθοῦντες αὐτοῖς, ὥσπερ ἀμειβόμενοι, ἀνθʼ ὧν αὐτοῖς συνεμάχησαν ἐν Σικελίᾳ.

ἦν μὲν οὐδεὶς ἡ ἀπόδοσις ὧδε· περιστάντων δὲ αὐτοῦς, καὶ τὰ ἑξῆς, εἶτα ἀποδέδωκεν εἰπὼν, ἦν μὲν οὐδεὶς, ὅστις οὐκ ἂν ἤλπιζεν.

ἔξωθεν οὑτωσὶ σκοπῶν ὡς ἔτυχε, καὶ μὴ τὴν τῶν Ἀθηναίων ἐννοῶν ἀρετήν.

τὸ δὲ πάντων μέγιστον, ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι ἐν τούτῳ τῷ καιρῷ φησι Θουκυδίδης ὅτι τινὲς τῶν Ἀθηναίων, τετρακόσιοι τὸν ἀριθμὸν, ὁρῶντες τὴν πόλιν οὕτως ἔχουσαν, ἐστασίασαν, βουλόμενοι τὴν μὲν δημοκρατίαν καταλῦσαι, αὐτοὶ δὲ ἄρξαι. εἰκότως δὲ εἶπε τὸ πάντων μέγιστον· πᾶσαν γὰρ ὑπερῆρε δυστυχίαν τὸ καὶ τινὰς τῶν πολιτῶν ἔχειν πολεμίους. τὸ δὲ καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, ἢ διʼ αὐτοὺς τούτους νόει, ἢ διὰ τοὺς ἀποστάντας δούλους, ὡς ἔφημεν. τούτου μέμνηται ὁ Θουκυδίδης. λέγει γὰρ οὕτως, καταφρονήσαντές τινες τῶν Ἀθηναίων, ὅτι ἥττηντο ἐν Σικελίᾳ, τετρακόσιοι ὄντες τὸν ἀριθμὸν, καὶ ἀχθόμενοι ἐπὶ τῇ δημοκρατίᾳ, ἐζήτησαν καταλῦσαι αὐτὴν καὶ αὐτοὶ ἄρξαι· ἀλλὰ κατέλυσε καὶ αὐτοὺς ἡ πόλις. λέγει οὖν ὅτι καὶ τοὺς πολίτας εἶχον πολεμίους τότε. καί τινων ἀλλοτριωθέντων πολεμίων γενομένων. καὶ Ὅμηρος «Ἀλλότριος φώς.» ἐκάλεσε δὲ αὐτὸ, ἐπειδὴ ἐξῆν αὐτοῖς ἀπὸ τοῦ Πειραιῶς ἐλθεῖν εἰς τὴν πόλιν.

τόπον οὐδένα ἔχοντες, οὗ χρὴ στῆναι, πλὴν Σάμου αὕτη γὰρ μόνη τότε ἡσύχασεν. τόπον οὐδένα ἔχοντες, οὗ χρὴ—τῆς Σαλαμῖνος βιάζεται πόλεμον ἕτερον δεῖξαι Μηδικόν. τότε γὰρ, φησὶ, μόνην εἶχον τὴν Σαλαμῖνα, νῦν δὲ μόνην εἶχε τὴν Σάμον.

τοῖς τότε Ἀθηναίοις. τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ οἱ γὰρ πλείους τῶν πολιτῶν ἐστράτευσαν. κατεστήσαντο μὲν τὰ οἴκοι ἡ ἀπόδοσις ὧδε· καὶ τῆς πολιτείας κινηθείσης, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω. κατεστήσαντο μὲν τὰ οἴκοι ἀντὶ τοῦ ἔπαυσαν τὴν τυραννίδα τῶν τετρακοσίων. τοὺς στασιάσαντας τετρακοσίους.

διέλαβον ἐμερίσαντο. ἀντὶ τοῦ ἐμερίσαντο. λέγει δὲ τὴν Κύζικον. τὸν Ἑλλήσποντον ἤγουν πᾶσαν τὴν Ἑλληνικὴν θάλατταν.

ὥσπερ μελέτας τὰ ἐν τῇ εἰρήνῃ γυμνάσια μελέτας νόει· διὰ τούτων γὰρ γυμναζόμεθα τὰ πολεμικά.

εἴρηταί τε καὶ ἐνεθυμήθην, ὡς ἑτέρῳ προείρηται τινὲς τὸ ἑτέρῳ διὰ τὸν Θουκυδίδην νοοῦσιν· εἶπε γὰρ κἀκεῖνος τὸ ἐνθύμημα τοῦτο ἐν ἀρχῇ· μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι. ἄλλοι δὲ εἰς Πλάτωνα λέγουσιν αἰνίττεσθαι· καὶ αὐτὸς γὰρ ἐχρήσατο τοῖς ἐπιχειρήμασι τούτοις πρὸς τὸν ἐπιτάφιον τὸν καλούμενον καὶ Μενέξενον. ἄλλοι δὲ εἰς Ξενοφῶντα· καὶ γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς ταῦτʼ εἴρηκεν. τῷ Θουκυδίδῃ· μέχρι γὰρ τῶν ἐνταῦθα τὰ Θουκυδίδου. τινὲς οὖν αὐτὸν εἰς Θουκυδίδην αἰνίττεσθαι λέγουσιν· εἶπε γὰρ κἀκεῖνος τὸ ἐνθύμημα τοῦτο ἐν τῇ πρώτῃ· μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι. ἢ εἰς Πλάτωνα αἰνίττεται· καὶ γὰρ καὶ αὐτὸς φαίνεται ἐπιτάφιον γράψας τὸν καλούμενον Μενέξενον, ἐν ᾧ ἐχρήσατο τοῖς ἐπιχειρήμασι τούτοις. ἄλλοι δέ φασιν ὅτι εἰς Ξενοφῶντα ἀποτείνεται· καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐν ταῖς Ἑλληνικαῖς εἶπε. τέλος δʼ ἐπὶ Κυζίκῳ συμπεσόντες, ὁμοῦ Λακεδαιμονίοις ὁ γὰρ Ἀλκιβιάδης αὐτοὺς κατεναυμάχησε.

λαμβάνουσι τὰς ναῦς ἃς πάντες οὗτοι εἶχον. παρʼ ὅσας διέφθειραν χωρὶς ὧν διέφθειραν.

οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες τὸ ἐκ ποδὸς εἶπεν, ἐπειδὴ ἀπὸ τῶν νηῶν ἐξελθόντες τοῖς οἰκείοις ποσὶν ἐποιοῦντο τὴν μάχην. τὸ δὲ ἱππομαχήσαντες, ἐπειδὴ πρὸς οὓς ἐμάχοντο, ἱππεῖς ἦσαν. καὶ γὰρ Φαρνάβαζος, ἰδὼν Λακεδαιμονίους καταναυμαχηθέντας, προὐκαλέσατο Ἀθηναίους εἰς ἱππομαχίαν. οἱ δὲ αὐτίκα τῶν νεῶν ἐξελθόντες καὶ τούτου περιεγένοντο. οὐ μόνον τὸ ἐκποδὼν ἀντὶ τοῦ μακρὰν, ἀλλὰ καὶ ἀντὶ τοῦ παραυτίκα· ὥσπερ κἀνταῦθα τὸ ἐκ ποδός· καὶ γὰρ Φαρνάβαζος—περιεγένοντο. οἱ δʼ Ἀθηναῖοι· λέγει δὲ ἀντὶ τοῦ οὗτοι δέ. ὁ γὰρ Ἀλκιβιάδης αὐτοὺς κατεναυμάχησε. ἀπὸ τῶν νεῶν ἀντὶ τοῦ ἐπὶ τῶν τριήρων ἱστάμενοι.

τὰς Λακεδαιμονίων ἐλπίδας Λακεδαιμονίων ἐλπίδας νόει ἢ τὴν ἀπὸ τοῦ βασιλέως συμμαχίαν, ἢ ἃς εἶχον, ὡς αὐτίκα καταστρέψονται Ἀθηναίους, μετὰ βαρβάρων καὶ τῶν ἄλλων Ἑλλήνων αὐτοῖς πολεμοῦντες. κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν ἀντὶ τοῦ ἀφορμὴν οὐκ ἔχων, οὐδὲ χορηγίαν· πάντα γὰρ αὐτοῖς διέφθαρτο.

πάντα τὰ αὐτῶν. ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς οἱ γὰρ ναυαγίῳ περιπίπτοντες οὔτε ἣν φοροῦσιν ἐσθῆτα δύνανται σώσασθαι. τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς συστάσεως τοσαύτην ὑπερβολὴν στάσει δεξαμένῃ.

ὑπὸ τῆς στάσεως ἣν ἔφημεν τετρακοσίων πολιτῶν. οὐδʼ ὄνομα εἰρήνης ἐπʼ ἐκείνων τῶν χρόνων ἐνενόησεν εἰς ἣν μάλιστα καταφεύγειν εἰώθασιν οἱ τὰ τοιαῦτα δυστυχοῦντες.

οἱ δʼ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι Λακεδαιμόνιοι. οἱ Λακεδαιμόνιοι. πλεονεκτημάτων δὲ λέγει τῶν διαφόρων συμμάχων· εἶχον γὰρ βασιλέα καὶ Συρακουσίους. ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων τῆς ἀπὸ τῶν βαρβάρων καὶ Ἑλλήνων συμμαχίας. πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην μετὰ τὴν ἐν Κυζίκῳ ναυμαχίαν, ἣν ὑπʼ Ἀθηναίων κατεναυμαχήθησαν Λακεδαιμόνιοι, ἡττηθέντες καὶ αὖθις ὑπὸ τῶν αὐτῶν τούτων ἐν Ἀργινούσαις, πρέσβεις Ἀθήναζε πεπόμφασι περὶ εἰρήνης. μετὰ γὰρ τὴν ἐν Κυζίκῳ ναυμαχίαν ἐπʼ Ἀργιννούσαις οἱ Λακεδαιμόνιοι ἡττηθέντες περὶ εἰρήνης ἐπρεσβεύοντο. παραδόξως δὲ ἀπὸ τῶν συμφορῶν συγκρίνειν ἐπεχείρησε, τοῦτο εἰς ἀπόδειξιν ἀνδρείας δεχόμενος, τὸ δύνασθαι φέρειν τὰς συμφοράς.

ἀεὶ μὲν οὖν ἔγωγʼ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει ἐντεῦθεν τὸ κεφάλαιον ἡ σύγκρισις· ἔστι γὰρ ἓν καὶ τοῦτο τοῦ ἐγκωμίου· αὔξησιν γὰρ ἐργάζεται τὸ κεφάλαιον ἀεί. ποιεῖται δὲ τὴν σύγκρισιν πρὸς Λακεδαιμονίους, οἵτινες ἐνομίζοντο μείζους εἶναι τῶν πάντων Ἑλλήνων. δεινῶς δὲ αὔξει ἀπὸ τῆς ἀρχῆς τὴν πόλιν ἐπιτιμῶν μὲν τοῖς συγκρίνουσιν αὐτὴν τοῖς Λακεδαιμονίοις, διότι πρὸς ἥττους ἡ σύγκρισις, διὰ δὲ τὸν νόμον τῆς τέχνης χρώμενος καὶ αὐτὸς τῇ συγκρίσει· καὶ ἔστι Θουκυδίδου ἡ μεταχείρησις. κἀκεῖνος γὰρ ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου καταμέμφεται τὸν νομοθέτην τὸν κελεύοντα ἐπιτάφιον λέγεσθαι, εἶτα ὕστερον καὶ αὐτὸς κέχρηται αὐτοῦ.

ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται ἀντὶ τοῦ ἐκείνοις ἀποῦσι· λέγει δὲ τοὺς Λακεδαιμονίους.

τῆς βλασφημίας βλασφημίαν καλεῖ τὸ ἀνόμοιον τῆς συγκρίσεως.

ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν τὸ γὰρ συγκρίνειν οὐκ εἴρηται.

τὰ προσάλληλα τῶν πράξεων αἱ κοινωνίαι.

τριακοσίων ἀνδρῶν τῶν ἐν Πύλαις. οὐκ ἐνεγκόντες, ἀλλʼ εὐθὺς ἐγκλίναντες ἀκούσαντες γὰρ τοὺς ἐν Πύλαις ἀπολωλότας εἰς φυγὴν ἐτράπησαν, ὅτʼ ἐν Σαλαμῖνι μετʼ Ἀθηναίων καὶ τῶν ἄλλων ἵσταντο. εὐθὺς ἐγκλίναντες χαλάσαντες τοῦ φρονήματος, χαυνωθέντες.

τῇ πόλει τῶν Ἀθηναίων.

ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ ἐν τοῖς ἀγῶσι πάντες οἱ μαχόμενοι καὶ οἱ μὴ ὑπείκουσιν ἑκόντες τῷ ἀναφανέντι τῶν ἀθλητῶν κρείττονι. ὅταν πᾶς τις εἴκῃ τῷ ἀναφανέντι κρείττονι. τῷ κρείττονι. τουτέστιν, ὅταν πᾶς καὶ ὁ μὴ μαχεσάμενος ὑποχωρήση τῆς νίκης τῷ κρείττονι τῶν Ἀθηναίων.

μετὰ ταῦτʼ ἤγουν ὕστερον τῶν Περσικῶν. οὐ μόνον οὐ καταπτήξασα φαίνεται ἀπὸ κοινοῦ.

οὕτω διαθεῖσα τοὺς πολεμίους, —πεῖσαι τὴν πόλιν ἐν Σικυῶνι μετὰ Σικελίας νικήσασα. ἐν γὰρ Σικυῶνι τοὺς Λακεδαιμονίους μετὰ Σικελίας ἐνίκησε.

εἴ τις εἰρήνην ἄγειν δυνηθῇ πεῖσαι τὴν πόλιν μετὰ τὰ ἐν Σικελίᾳ ἐνίκησε τοὺς Λακεδαιμονίους ἡ πόλις, ὡς εἰπεῖν. ἐν Κυζίκῳ οὖν ἐνίκησεν, ὥστε Λακεδαιμονίους ἐπιθυμῆσαι ἰδεῖν τινα παρακαλέσαι τὴν πόλιν, ὥστε ἄγειν εἰρήνην. οἱ μὲν, ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μιτυλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν ὑπὸ Καλλικρατίδου στρατηγοῦ Λακεδαιμονίων συνηλάθη εἰς Μιτυλήνην Κόνων μετὰ Λέοντος καὶ Ἐρασινίδου, τῶν συστρατήγων· καὶ γὰρ κατὰ γῆν μὲν ἐβιάζετο τῷ ἀπὸ Χίου στρατεύματι καὶ τῷ ἐκ Μεθύμνης, κατὰ θάλασσαν δὲ ὑπὸ Λακεδαιμονίων. συμβαλὼν οὖν Καλλικρατίδῃ ἐνικήθη. μαθόντες δὲ Ἀθηναῖοι τὴν τῶν σφετέρων στρατηγῶν ἧτταν καὶ παροξυνθέντες ἔπεμψαν οὐκ ὀλίγας ναῦς ἐκεῖσε καὶ στρατηγοὺς δέκα· οἳ καὶ συμβαλόντες ἐπʼ Ἀργινούσαις τοῖς Λακεδαιμονίοις κατὰ κράτος ἐνίκησαν. εἰς γὰρ Μιτυλήνην Κόνων συνηλάθη μετὰ Λέοντος καὶ Ἐρασσινίδου συστρατήγων ὄντων ὑπὸ Καλλικρατίδου, κατὰ γῆν μὲν τῷ ἀπὸ Χίου στρατεύματι καὶ τοῖς Μηθυμναίοις, κατὰ θάλατταν δὲ ταῖς ναυσὶ τὸν λιμένα, ὡς Ξενοφῶν. συμβαλὼν δὲ Κόνων τοῖς Λακεδαιμονίοις ἐκεῖ ἡττήθη καὶ ἐπολιορκήθη παρʼ αὐτῶν. ὡς ἤκουσαν Ἀθηναῖοι.

ὅσαις οὐδʼ ἂν εἷς εἰκάσειε ναυσὶν οὐ διὰ τὸν ἀριθμὸν, ἀλλὰ διὰ τὰς συμφορὰς τὰς ἐν Σικελίᾳ συμβάσας. διὰ τὸ πλῆθος. ἐλάττοσι δʼ ὅμως ἔτι τῶν ἀντιπάλων ἐκ τοῦ εἰπεῖν ἐλάττοσι τῶν πολεμίων αὔξει μὲν τούτους, μείζους δὲ τοὺς Ἀθηναίους ποιεῖ, νικήσαντας ἐκείνους, ὧν ἦσαν αὐτοὶ ἐλάττους· καὶ γὰρ Ἀθηναῖοι μὲν ὀκτὼ καὶ ἑκατὸν εἶχον ναῦς, Λακεδαιμόνιοι δὲ ἑβδομήκοντα πρὸς τοῖς ἑκατόν. ἑκατὸν καὶ ἑβδομήκοντα εἶχον ἐκεῖνοι, Ἀθηναῖοι δὲ ἑκατὸν καὶ πεντήκοντα.

ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις τὸ ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις ἔμφασιν ἔχει τῆς τῶν Ἀθηναίων περιουσίας, ἣν εἶχον περὶ τὰς ναῦς, καὶ ὅτι πολλὰς ναῦς ἀπολωλεκότες ἐν Σικελίᾳ καὶ ἑτέρωθι οὐκ ἀπεῖπον, ἀλλʼ ὥσπερ ἂν εἰ μηδὲν τοιοῦτον πεπόνθεσαν, οὕτως ἐποιοῦντο τοὺς στόλους.

ἐν δὲ τῷ Καρὶ, καὶ οὐκ ἐν τοῖς ἑαυτῶν σώμασι τὰς πείρας ποιούμενοι παροιμία ἐστὶν ἐν Καρὶ τὸν κίνδυνον, τουτέστιν, οὐκ ἐν τοῖς αὐτῶν σώμασιν, ἀλλʼ ἐν ἀλλοτρίοις, ὡς καὶ οὗτος ἑρμηνεύει εὐθύς. Κᾶρες γὰρ πρῶτοι ἀνθρώπων ἐμισθοφόρησαν, οὓς καὶ προύταττον τῷ πολέμῳ. φέρεται δὲ καὶ ἑτέρα παροιμία, ἐν Καρὸς μοίρᾳ, ἐπὶ τῶν εὐτελῶν καὶ δουλοπρεπῶν ταττομένη. παροιμία. παροιμία ἐστὶν ἐν Καρὶ τὸν κίνδυνον. τὸ δὲ οὐκ ἐν τοῖς αὐτῶν σώμασι, τουτέστιν ἐν ἀλλοτρίοις σώμασιν· οἱ γὰρ μισούμενοι αὐτοῖς προέταττον ἐν τοῖς κινδύνοις. λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀφειδῶς εἰς τὰ ἑαυτῶν σώματα πολεμούντων, ἀπὸ μεταφορᾶς τῶν Καρῶν· οὗτοι γὰρ τὰ ἑαυτῶν σώματα ἐμίσθουν εἰς τοὺς πολέμους. πρῶτοι γὰρ λέγονται βαρβάρων μισθοφορῆσαι· ὅθεν καὶ ὁ ποιητής φησι «Τίω δέ μιν ἐν Καρὸς αἴσῃ.» Ἑλλήνων δὲ πρῶτοι Ἀρκάδες ἐμισθοφόρησαν. τὰς πείρας τὰς πολεμικάς.

οὔτε τῆς Καλλικρατίδου δόξης ἣν εἶχεν εἰς τὸ μάχεσθαι. στρατηγὸς γὰρ οὗτος ἔνδοξος Λακεδαιμονίων, ὁ Καλλικρατίδης. ἣν εἶχε περὶ τὰ πολέμια. οὔτε νήσων ἐχομένων ἃς παρεστήσαντο Λακεδαιμόνιοι.

οὔτε ἠλλοτριωμένης, ὡς εἰπεῖν, ἤδη τῆς τύχης τῶν Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους πεσούσης. οὐ χειμῶνος ἡττήθησαν τοσοῦτον χειμῶνα φασὶν εἶναι, ὅτε τὴν ἐν Ἀργινούσαις μάχην Ἀθηναῖοι κατώρθωσαν, ὡς μὴ δυνηθῆναι τοὺς τῶν Ἀθηναίων στρατηγοὺς ἀνελέσθαι τῶν πεπτωκότων τὰ σώματα καὶ θάψαι κατὰ τὸν νόμον. ἐλθόντες οὖν ἐν Ἀθήναις, καὶ κατηγορηθέντες ὑπὸ Καλλιξένου περὶ τούτων ἀκρίτως ἀπέθανον. ὕστερον δὲ καταγνόντες Ἀθηναῖοι τοῦ Καλλιξένου, ὡς παραλόγως αὐτοὺς πεπεικότος ἐπὶ τοὺς στρατηγοὺς, λιμῷ ἀναιροῦσιν. ὅτε οἱ δέκα στρατηγοὶ νικήσαντες οὐκ ἀνείλοντο τὰ σώματα διὰ τὸν χειμῶνα, καὶ θανάτῳ ἐζημιώθησαν. ἡ ἱστορία δέ φησιν ὅτι τοσοῦτος χειμὼν γέγονεν, ὥστε τοὺς συστρατήγους μὴ δύνασθαι λαβεῖν τῶν πεπτωκότων τὰ σώματα· διὸ κατηγορήσαντος αὐτῶν Καλλιξένου καὶ νενικηκότος, τεθνήκασιν ἀκρίτως. ὕστερον δὲ μεταγνόντες Ἀθηναῖοι, καὶ τοῦτον ἀνεῖλον, καὶ νόμον ἔθεντο ἄνευ κρίσεως μὴ κτεῖναί τινα.

οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν λοιπὸν τοῦ πολέμου λέγει, ἢ τὰς μετὰ ταῦτα συμβησομένας αὐτοῖς πρὸς Λακεδαιμονίους μάχας, ἐὰν τοῦτον κατορθώσωσι τὸν πόλεμον· ἢ λοιπὸν λέγει, οὓς ἔμελλον τῷ πολέμῳ κτήσασθαι πόνους· πρῶτον γὰρ ἡ παρασκευὴ καὶ ἡ ἐκστρατεία, δεύτερον δὲ αὐτὸς ὁ πόλεμος. ἔμελλον γὰρ πρὸς πλείους μαχεῖσθαι. ὥσπερ ἐπαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν εἰς νίκην τὸ μόνον εἰς τὴν θάλατταν αὐτοὺς ἰδεῖν.

κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους πάντας γὰρ τοὺς ἐν Πελοποννήσῳ Λακεδαιμόνιοι τότʼ εἶχον συμμάχους.

ὁμοῦ τῷ σκηπτῷ ὃν εἶπε χειμῶνα, νῦν σκηπτὸν ἐκάλεσεν. ἰστέον δὲ ὅτι ἔφυγε δεθεὶς ὁ Καλλίξενος, καὶ ὕστερον ἐπανελθὼν λιμῷ διεφθάρη. τῇ ἐπικειμένῃ τοῦ χειμῶνος ζάλῃ.

τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον πολιορκοῦντες γὰρ ἐν Μιτυλήνῃ Λακεδαιμόνιοι τὸ τῶν Ἀθηναίων, οὗ Κόνων ἦρχεν, αὐτοὶ ὑπὸ τῶν ἐπελθόντων Ἀθηναίων τῆς πολιορκίας ὑπέστησαν. τῆς πολιορκίας τῆς πρὸς τὸν Κόνωνα.

ὅτι ἄνδρα ῥύονται πολιορκήσαντες γὰρ αὐτὸν εἶχον ἐν ταῖς ναυσίν. τῆς πολιορκίας. ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι αἰσθόμενος ὁ Κόνων διὰ τὴν πρόσθεν ἧτταν, μετὰ τὸ ἐλθεῖν εἰς Ἀθήνας, Ἀθηναίους ὀργιζομένους αὐτῷ, ἔφυγεν εἰς Εὐαγόραν, βασιλέα τῆς Κύπρου. ὕστερον Ἀθηναίοις Λακεδαιμονίους ναυμαχήσαντες καὶ κατὰ τῆς Ἀσίας στρατεύονται, καὶ ἐδῄουν τὰ βασιλέως Περσῶν πράγματα. Εὐαγόρου δὲ συμμαχοῦντος βασιλεῖ, καὶ Κόνων παραγίνεται· καὶ συμβαλὼν Λακεδαιμονίοις, καὶ κατὰ κράτος νενικηκὼς ἐν τῇ Κνίδῳ, ἐπάνεισιν εἰς Ἀθήνας, καὶ ταύτας τειχίζει· Λακεδαιμόνιοι γὰρ πρόσθεν κεκρατηκότες καθαιροῦσι τὰ τείχη, ὅτε καὶ τοὺς τριάκοντα τυράννους τῷ δήμῳ τῶν Ἀθηναίων ἐπέστησαν. εἷς γὰρ ὢν τῶν δέκα στρατηγῶν ὁ Κόνων, ἔφυγεν αἰσθόμενος τῆς Ἀθηναίων ὀργῆς, καὶ ἐλθὼν πρὸς Εὐαγόραν, τὸν τῆς Κύπρου βασιλέα, διέτριβεν. ὕστερον δὲ μετὰ τὸ νικῆσαι τοὺς Ἀθηναίους Λακεδαιμόνιοι καὶ κατὰ τῆς Ἀσίας στρατεύονται, Εὐαγόρου συμμαχοῦντος βασιλεῖ, καὶ Κόνων παρεγένετο, καὶ καταναυμαχήσας Λακεδαιμονίους ἐλθὼν εἰς τὴν Ἀττικὴν τὰ τείχη τῶν Ἀθηναίων ἀνέστησε. κατέλυσε δὲ τὴν δυναστείαν Λακεδαιμονίων ἐν Κνίδῳ· τὴν δὲ ἱστορίαν Ἰσοκράτης λέγει ἐν τῷ Εὐαγόρᾳ. οἱ δʼ οἱ Λακεδαιμόνιοι καὶ οἱ σὺν αὐτοῖς Ἕλληνες. οἱ δʼ, ὥσπερ ἅπαντες καταναυμαχηθέντες, εἰρήνης αὖθις ἐδέοντο τὸ οἱ δὲ διὰ τοὺς Λακεδαιμονίους καὶ τοὺς συμμαχοῦντας αὐτοῖς Ἕλληνας εἰπὼν, παρεξάγει τὸν λόγον καὶ πρὸς πάντας, διὰ τοῦ εἰπεῖν, ὥσπερ ἅπαντες καταναυμαχηθέντες, καὶ ὅτι πάντες οἱ Ἕλληνες εἰρήνην ἐποιήσαντο. ὅτι δὲ τοῦθʼ οὕτως ἔχει δείκνυται καὶ διὰ τοῦ ἐπαγομένου· οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττεν.

ὥσπερ ἅπαντες καταναυμαχηθέντες οὐ γὰρ ἅπαντες Ἕλληνες, ἀλλʼ ὅσοι μετὰ Λακεδαιμονίων ἡττήθησαν.

τοὺς ἐν τοῖς ἀγῶσι παρόντας παρόντας λέγει ἐν τῇ μάχῃ, ἀπόντας δὲ τοὺς μὴ ὄντας ἐν τῇ μάχῃ, ἀλλʼ ἀκηκοότας τὴν ἧτταν, καὶ εἰρήνης ἐπιθυμήσαντας.

διὰ πάντων ἐνίκα καὶ ἐξ ὧν ἐποίει καὶ ἐξ ὧν ἀκοῇ μόνῃ κατέπληττεν.

τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν καρτερίαν καὶ γενναιότητα.

νικῶσα ταῖς εὐπραξίαις, —ὁμοίως ἐνήνοχε συμφορὰς οὐ τῷ πλείονα ἀτυχῆσαι λέγει αὐτὴν νενικηκέναι, ἀλλὰ τῷ φέρειν τὰς συμφορὰς καὶ μὴ ταπεινοῦσθαι.

τοῦ μὲν οὖν ἐν οἷς κατώρθωσε, νικᾶν— ἄλυτα ὑπάρχει διττὰ σημεῖα τοῦ νικᾶν, φησὶ, Λακεδαιμονίους ἐν τῷ κατορθοῦν χωρίς ἐστιν ὧν κατὰ αὐτῶν ἔπραξε Λακεδαιμονίων. δύο ταῦτα ἄλυτα τεκμήρια. καλῶς δὲ τὸ ἐν οἷς κατώρθωσεν, ἡ προσθήκη· βούλεται γὰρ αὐτὴν καὶ ἐν οἷς ἡττήθη νικᾶν. ἐν οἷς κατώρθωσε πρὸς ἄλλους ἰδίᾳ καὶ μετʼ αὐτῶν. πρὸς τοὺς ἄλλους.

τοὺς ἀντιπολιτευσαμένους ἀντὶ τοῦ τοὺς ἀντισεμνυνομένους, ἵνα λέγῃ Λακεδαιμονίους. λέγει δὲ ὅτι χωρὶς ὧν ἐνίκησαν αὐτοὺς Λακεδαιμονίους ἕτερα διττὰ σημεῖα νίκης ἄλυτα αὐτῇ ὑπάρχει, ἅ τε μόνη νενίκηκεν ἐν Μαραθῶνι καὶ ἃ κοινῇ μετὰ τῶν Ἑλλήνων ἐν Σαλαμῖνι. ἐν ἑκάστῳ γὰρ, φησὶν, ὑπερεβάλετο πάντας. ἅ τε γὰρ κατʼ αὐτὴν ἔπραξε ἐν Μαραθῶνι.

οὐχ ὅσον ἀγνοῆσαι ἀντὶ τοῦ οὐ μικρῶς· ἡ γὰρ μικρὰ ὑπερβολὴ πολλάκις λανθάνει. ἤγουν οὐ μικρῶς· τὸ γὰρ μικρὸν κατόρθωμα πολλάκις λανθάνει. ἅ τʼ ἐν ταυτῷ γενομένων ἔπραξε.

ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι ἀντὶ τοῦ πάντες μικροί εἰσιν εἰς τὸ συγκρίνεσθαι τῇ πόλει· ἐσχημάτισται γὰρ ἡ λέξις. κρείττων δὲ γέγονε τῶν νενικηκότων τῷ φέρειν τὰ δυσχερῆ. ἐλάττους τούτων. εἰσίν. ἀντιθεῖναι αὐτοὺς τῇ πόλει. ἔν γε τοῖς δυσκόλοις ἤγουν ἐν ταῖς δυσπραγίαις.

οἱ μὲν γὰρ εἴκοντες ἐν ταῖς αὐτῶν δυστυχίαις. ταῖς δυσπραγίαις ὅταν περιπέσωσι.

ἀμφοτέρας τὰς νίκας καὶ τῶν δυστυχιῶν καὶ τῶν εὐτυχιῶν.

ἐθνῶν ἢ συστημάτων λέγει, ἢ πολλῶν ὁμοῦ γενῶν. Δωριέων, Αἰολέων, Ἰώνων, καὶ τῶν λοιπῶν.

αὐτῆς δʼ οὐδεὶς ὅστις οὐ μετὰ πολλῶν συμμάχων εἰς Λακεδαιμονίους αἰνίττεται· ὡς λέγει ὁ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ, ὅτι μέρος τῆς πόλεως ἐνίκησαν συμβαλόντες μέρει τῶν ἱππέων.

τοὺς ἐπιόντας κατʼ αὐτῆς. κινοῦντας διʼ ὧν παρὰ γνώμην αὐτοὶ πράττειν. αὐτὴν πρὸς πόλεμον.

ἀθρόας δὲ τῆς δυνάμεως ἢ τὶς ἢ οὐδεὶς ἐπειράθη τὸ μὲν τὶς λέγει διὰ μόνον τὸν Ξέρξην, τὸ δὲ οὐδεὶς, ἐπειδὴ καὶ οὗτος κατὰ κράτος ἡττηθεὶς ἔφυγεν· ἄλλως τε καὶ τῆς παροιμίας λεγούσης, εἷς οὐδεὶς, διὰ τὸ μὴ τοῦ ἑνὸς λόγον εἶναι. τὸ Θουκυδίδειον· ἢ οὐδεὶς, φησὶν, ἐπειράθη τῆς πόλεως, ἢ μόνος εἷς, τουτέστιν ὃ Ξέρξης.

αὐτὴ δʼ ἴσα καὶ ἀήττητός ἐστι ἢ ὁμοίως καὶ σχεδὸν ἀήττητός ἐστιν, ἢ παρέλκεται Ἀττικῶς τὸ ἴσα. ἴσα ὥσπερ.

οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο βούλεται καὶ ἐν τῇ προαιρέσει τὴν νίκην εἶναι· οἷς ἡττηθεῖσα οὐκ ἐταπείνωσεν ἑαυτήν. τὴν γνώμην τὴν γενναιότητα καὶ τὸ φρόνημα· οὐ γὰρ ἡττηθεῖσα ἀπεῖπε ταῖς συμφοραῖς.

αὐτὴ δὲ τὰς γνώμας τῶν ἐναντίων ἅμα ἔργοις δεδούλωται κατεδουλώσατο τῷ φυγεῖν αὐτὴν τοὺς πάντας.

ἀνακλίνασα ταπεινώσασα. χαυνώσασα, ὑπτιάσασα. οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας πλέον τοὺς ἀκούσαντας τῶν πεπονθότων τῷ πάντας ἐπιθυμῆσαι εἰρήνην. τοὺς ἀκούοντας τὴν τῶν οἰκείων ἧτταν.

τῶν πόλεων τούτων τῆς τῶν Ἀθηναίων, καὶ τῆς τῶν Λακεδαιμονίων. Ἀθηνῶν καὶ Λακεδαίμονος.

ἐν Λεύκτροις τόπος τῆς Βοιωτίας. ἀτυχήσαντες ὑπὸ Θηβαίων. οὐκ ἀνήνεγκαν οὐκ ἀνεσώθησαν. ἀντὶ τοῦ οὐκ ἀνέλαβον, οὐκ ἀνεσώθησαν· ἀπὸ μεταφορᾶς τῶν ναυαγίων τῶν μὴ ἀναφερομένων. ἤγουν οὐκ εἰς τὴν πρόσθεν εὐδαιμονίαν ἐπανῆλθον. ὥσπερ ἀνδρὸς τελευτὴ κἀκείνοις συνέβη ταῖς γὰρ πόλεσι παρέπεται ποτὲ μὲν ἀκμάζειν, ποτὲ δὲ ἀσθενεῖν· ἄνθρωπος δὲ, ἐπὰν ἀποθάνῃ, οὐ δύναται ἀναζῆσαι.

εἰρήνην μὲν γὰρ ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους ἀπηξίωσαν Λακεδαιμόνιοι πρὸς Θηβαίους εἰρήνην ποιήσασθαι. διὰ τοῦτο ἐλθόντες εἰς Θηβαίους εἰρήνης ἐδέοντο. εἰπόντων δὲ τῶν Θηβαίων ὡς οὐ πρότερον εἰρήνην ποιήσονται, πρὶν ἂν Μεσσηνίους καὶ τοὺς ἄλλους αὐτονόμους ποιήσονται, ἐπεὶ ταῦτα Λακεδαιμονίοις οὐκ ἤρεσκεν, εἰρήνη οὐ γέγονεν. ψεύδεται· οὐ γὰρ ἀπηξίωσαν· ἀλλʼ ἐπειδὴ ᾔτουν αὐτοὺς, ἐπὶ τὴν εἰρήνην τοὺς ἰδίους συμμάχους, τοὺς Μεσσηνίους, αὐτονόμους ἐᾶσαι, διὰ τοῦτο οὐκ ἠβουλήθησαν.

ἀναμιχθέντες δὲ τοῖς ἄλλοις Πελοποννησίοις ὅ ἐστι κοινῇ πολεμήσαντες μετὰ Πελοποννησίων Θηβαίους.

οὐ μᾶλλον σώζειν ἑτέρους εἶχον ἢ τῶν ἄλλων ἐδέοντο σώζειν σφᾶς κατὰ κράτος γὰρ ἥττηνται. καίτοι τὸ μέγιστόν γε αὐτοῖς—καθάπαξ ἀναρπασθῆναι νενικηκότες δεύτερον Λακεδαιμονίους Θηβαῖοι ἐζήτουν καὶ τὴν χώραν αὐτῶν κατασκάψαι· καὶ Ἀθηναῖοι μαθόντες οὐκ εἴασαν. ἀντὶ τοῦ μέγα αὐτοῖς ἐβοήθησεν, ὅτι οἱ Θηβαῖοι νικήσαντες ἐν Λεύκτροις ἐζήτουν αὐτοὺς κατασκάψαι, καὶ οὐκ εἴασεν ἡ πόλις.

ὥσπερ καταιγίδος, ἢ στροβίλου τινὸς, ἐμβολῇ καταιγίς ἐστιν ἀνέμων συστροφή. μιμεῖται δὲ τὸν στρόβιλον, ὅ ἐστι σημεῖον σκοτῶδες.

ἡ δὲ πόλις κλαπεῖσα τῇ ναυμαχίᾳ τῇ καθʼ Ἑλλήσποντον τὰ ἐν Αἰγὸς ποταμοῖς λέγει, ὅτε ὁ τῶν Ἀθηναίων στρατηγὸς Κόνων ἀφεὶς τὰς ναῦς μετὰ νίκην ἐξῆλθε μετὰ τῶν ἐν αὐταῖς εἰς τὴν χέρσον διά τινα χρείαν. ἐλθὼν οὖν Λύσανδρος, ὁ τοῦ ναυτικοῦ τῶν Λακεδαιμονίων ἄρχων, καὶ τὰς ναῦς εὑρὼν ὀλίγους ἐχούσας τινὰς ἐντὸς ἐπιθέμενος ἀφείλετο· λέγει οὖν τὴν τοιαύτην νίκην κλοπήν. ὁ δὲ Αἰγὸς ποταμὸς τόπος ἐστὶ πλησίον Σηστοῦ, καταντικρὺ Λαμψάκου. ἐλθὼν δὲ Λύσανδρος ἐν τῷ Πειραιεῖ, καὶ σῖτον οὐκ ἐῶν εἰς τὴν πόλιν παραγενέσθαι λιμαγχονήσας Ἀθηναίους, ἠνάγκασεν αὐτοὺς ταῖς οἰκείαις χερσὶ καθελεῖν τὰ τείχη. τότε καὶ τριάκοντα τύραννοι, Λακεδαιμόνιοι, μετὰ Κριτίου τοῦ σοφιστοῦ τῷ δήμῳ τῶν Ἀθηναίων ἐπέστησαν. τότε καί τινες τῶν Ἀθηναίων οὐκ ὀλίγοι στασιάσαντες προσετέθησαν τοῖς τυράννοις. τὰ ἐν Αἰγὸς ποταμοῖς λέγει. κλοπὴν δὲ εἶπε τὴν νίκην, ἐπειδὴ ἀπόντος τοῦ Κόνωνος μετὰ νίκην ἐπὶ λαχανισμὸν καὶ φρυγανισμὸν ὁ Λύσανδρος, ὁ στρατηγὸς τῶν Λακεδαιμονίων, εὑρὼν ἐρήμους τὰς τριήρεις ἐπιθέμενος λαθών πως ἀφείλετο. στερηθεῖσα—τῶν τειχῶν νικήσαντες γὰρ Λακεδαιμόνιοι ἐλθόντες ἠνάγκασαν τοὺς Ἀθηναίους ταῖς ἑαυτῶν χερσὶ κατασκάψαι τὰ ἑαυτῶν τείχη.

Λακεδαιμονίων οὐδὲν μέτριον ποιούντων διὰ μὲν τῶν τυράννων πρὸς Ἀθηναίους, διʼ ἑαυτῶν δὲ πρὸς τοὺς τῶν Ἀθηναίων συμμάχους.

ἐκείνους μὲν διʼ ἑνὸς ἀνδρὸς ἀφείλετο τῆς θαλάττης τὴν ἀρχὴν τοὺς Λακεδαιμονίους λέγει διὰ τοῦ Κόνωνος ἐν τῇ Κνίδῳ. ἐν τῇ Κνίδῳ γὰρ διὰ τοῦ Κόνωνος κατεναυμαχήθησαν. διʼ ἑνὸς ἀνδρὸς τοῦ Κόνωνος.

ἐπέστη τοῖς Ἑλληνικοῖς ἦρξε καὶ ἡγεμόνευσεν· Ἑλληνίδα δὲ λέγει τὴν ἡγεμονίαν. ἤγουν τῶν Ἑλληνικῶν ἦρξε πραγμάτων, ἐκπλήξασα πάντας τῇ ἐν Κνίδῳ ναυμαχίᾳ.

τὰ τῶν πολέμων ἐλαττώματα κάλλιον ἤνεγκεν ἢ τὰς εὐπραξίας ἕτεροι βαρὺ γὰρ καὶ χαλεπὸν φέρειν εὐτυχίας.

τὰς οἴκοι δυσκολίας οὕτω διέθετο ἀντὶ τοῦ διέλυσε. λέγει δὲ τὴν τῶν τριάκοντα καὶ τὴν τῶν τετρακοσίων. ὥσθʼ ὅρον εἶναι ταύτην. ὅρον ἀντὶ τοῦ κανόνα τῆς εὐβουλίας· τοῦτο γὰρ εἶπε σωφροσύνης εὐβουλίαν, διότι ἅμα ἐστασίασε καὶ διηλλάγη πρὸς ἑαυτήν.

ἐξευρεῖν ἀφʼ ἑαυτοῦ εὑρεῖν. ὑπʼ ἐκείνων τῶν τότε Ἀθηναίων. ἔδειξε δὲ τῇ τʼ ἐπὶ τῶν τετρακοσίων μεταστάσει τῆς πολιτείας, ἣν ἀψοφητὶ κατέλυσε τετρακόσιοί τινες τὸν ἀριθμὸν Ἀθηναῖοι ἠβουλήθησαν ἐπαναστῆναι τῇ πολιτείᾳ, καὶ κατακυριεῦσαι αὐτῆς. μαθόντες οὖν Σάμιοι τοῦτο ὥρμησαν εἰς τὴν τούτων κατάλυσιν, ἅτε μάλιστα πάντων φιλίαν πρὸς Ἀθηναίους ἔχοντες. ὡς δὲ ἤκουσαν οἱ τετρακόσιοι, ἑκόντες διελύθησαν ἀψοφητί. τίθησιν οὖν εἰς ἐγκώμιον τῆς πόλεως.

ἀψοφητὶ ἀντὶ τοῦ ἀμαχητί. καὶ γὰρ αὐτὸς λέγει ὁ Θουκυδίδης ἐν τῇ ὀγδόῃ ὅτι ἀπὸ τῶν Ἀθηναίων ἐν τῇ Σάμῳ — ταύτην γὰρ μόνον εἶχον ὁρμητήριον κατὰ πάντων τῶν πολεμίων — τετρακόσιοί τινες ἐπανέστησαν Ἀθηναῖοι αὐτοὶ θέλοντες ἔχειν τὴν πολιτείαν. ἀκούσαντες οἱ ἐν Σάμῳ ἐβουλεύσαντο ἐλθόντες καταλῦσαι αὐτούς. οἱ δὲ ἀκηκοότες ὅτι μέλλουσιν ἐλθεῖν, διέλυσαν ἑαυτούς.

μηδέν τι πρὸς πλείους μετʼ ἐκείνους γενομένῳ τὸ μηδέν τι πρὸς πλείους λέγει, ἐπειδὴ τριάκοντα ὄντων τῶν τυράννων τριάκοντα καὶ Θρασύβουλος Ἀθηναίους παραλαβὼν αὐτοὺς ἀνῃρήκει. ἀντὶ τοῦ μηδαμῶς πρὸς πλείονας ἀγωνισάμενοι· τριάκοντα γὰρ, φησὶν, ὄντων τῶν τυραννούντων, καὶ οἱ δημοκρατούμενοι ἀντιμαχησάμενοι ἑαυτοῖς τριάκοντα ἦσαν. μετʼ ἐκείνους τοὺς τριακοσίους ἀλλὰ μὴν ἅμα σωφροσύνης τε καὶ τόλμης τὸ … ὥστε πρὸς πολλοὺς παρατάττεσθαι … ὕστερον δὲ οὐκ ὀλίγοι παρεγένοντο. τὸ οὖν πλῆθος ἦν τὸ τὴν νίκην εἰργασμένον. ἐκ δὲ τοῦ εἰπεῖν πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν αὔξει σοφιστικῶς τὴν νίκην· οὐ γὰρ παρετάξαντο πρὸς τὸ Λακεδαιμονίων στρατόπεδον, ἀλλὰ Παυσανίας ὁ νεώτερος ἐλθὼν ἐκ Λακεδαίμονος μετὰ χρημάτων βοηθῆσαι τοῖς τυράννοις προύδωκεν. ἅμα σωφροσύνης τε καὶ τόλμης σωφροσύνης, ὅτι καλῶς παρεσκευάσαντο, τόλμης δὲ, ὅτι ὀλίγοι ὄντες πρὸς τοσούτους ἀντῆραν.

ὀλίγῳ μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι ταῦτα βασιλεύσαντες ὕστερον γὰρ πολλοὶ παρεγένοντο. τὸ οὖν πλῆθος ἦν καὶ τὸ τὴν νίκην εἰργασμένον. καὶ Παυσανίας δὲ ὁ νεώτερος πεμφθεὶς μετὰ χρημάτων ὑπὸ Λακεδαιμονίων βοηθῆσαι τοῖς τριάκοντα προδέδωκε. σιωπᾷ δὲ τοῦτο, ἵνʼ Ἀθηναίων δόξῃ μόνον τὰ κατορθώματα.

κινδυνεύειν ἀντὶ τοῦ πολεμεῖν.

κακίας ἤγουν ἀνανδρίας. ἐπεὶ δʼ ἠγωνίσαντο μὲν πρὸς τοὺς καταλυθέντων τῶν τυράννων οἵ τε βοηθοῦντες αὐτοῖς Ἀθηναῖοι καὶ οἱ τούτους καταπολεμήσαντες συνῆψαν πόλεμον πρὸς ἀλλήλους· καὶ συρραγείσης τῆς μάχης, αὐτίκα πρὸς σπονδὰς ὑπεχώρησαν, εἰπόντες ἑκάτεροι ὡς τί δεῖ πολεμεῖν ἡμῖν ἀλλήλοις Ἀθηναίους ὄντας. τὸ δὲ ὑπὲρ αὐτῶν λέγει, ἐπειδὴ οἱ μὲν σὺν τοῖς τυράννοις ὑπὲρ τοῦ συμφέροντος αὐτῶν ἐπολέμουν τοῖς ἄλλοις, οἱ δὲ τούτοις μαχόμενοι, ὅπως αὐτῶν τε καὶ τῶν τυράννων καταλυθέντων ἐλευθερία γένηται. νόει δὲ τὸ ὑπὲρ ἀλλήλων διὰ τὴν συμβᾶσαν αὐτοῖς ἄκραν ὁμόνοιαν.

πρὸς τοὺς ἀπὸ τοῦ ἄστεος τυράννους καὶ τοὺς συνόντας αὐτοῖς. ἀντετάξαντο δὲ Λακεδαιμονίοις τοῖς μετὰ Παυσανίου πεμφθεῖσιν εἰς συμμαχίαν τῶν τυράννων. ἔσχον ἐκράτησαν. παράδειγμα δʼ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο τίς γὰρ ἐν δεινοῖς ὢν οὐ τὰ βελτίω ἐλπίσει, ὁρῶν Ἀθηναίους τοιαῦτα παθόντας, καὶ οὕτως ἀπηλλαγμένους.

τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων Θουκυδίδειον· καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες. ὁ δῆμος ἤδη συνειλεγμένοι ἀντὶ τοῦ καθʼ ἑαυτῶν. ἤδη συνειλεγμένοι τότε. εἰς χεῖρας μάχην. ἤγουν εἰς πόλεμον τοῖς μετὰ τυράννων στᾶσιν Ἀθηναίοις.

εἰς λόγους εἰς σπονδάς. ταύτην ἐν τοῖς ἄνω εὐβουλίαν εἶπε, διὰ τὸ μὴ ἐμμεῖναι τῇ στάσει. εἰς λόγους περὶ σπονδῶν.

ὥστε μὴ εἶναι διελέσθαι, πότερον—συνεύξασθαι τῇ πόλει ἀντὶ τοῦ μὴ δύνασθαι διακρῖναι, πότερα ἡ στάσις κατάρα ἐστὶν ἐχθρῶν, ἢ φίλων εὐχή.

τοῦτόν γε λυθεῖσαν τὸν τρόπον τὸ τάχος λέγει τῆς διαλύσεως καὶ τὰς σπονδάς. λέγει τὸ βεβαιοτέραν ὕστερον λυθεῖσαν τὸν τρόπον. ἐνόσησε ἐστασίασεν. ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει φύσει γὰρ πρόσεστιν ἅπασιν ἀνθρώποις τὸ δυστυχεῖν. ἰάθη δὲ τῇ ἑαυτῆς ἡ γὰρ τῶν Ἀθηναίων φύσις φιλάνθρωπός ἐστι καὶ πρὸς φιλίαν ἐπιρρεπής.

τοῦτο τὸ νοσῆσαι. ζῆλον εὐδαιμονίαν. θαῦμα.

ὑπὲρ τῶν ἀνδρῶν ἐκείνων δημοτικῶν τῶν ἐπὶ τριάκοντα. τῶν δημοτικῶν τῶν ἐπὶ τῶν τριάκοντα. τῇ μὲν τόλμῃ παρῆλθον οὐ μόνον Λακεδαιμονίους τοῦτο λέγει ἢ ὅτι τολμηταὶ μάλιστα πάντων Λακεδαιμόνιοι, ἢ ὅτι οἱ μὲν εὐτυχοῦντες τοιαῦτα κατὰ τῆς πόλεως ἐτόλμησαν, οἱ δὲ Ἀθηναῖοι, καίπερ δυστυχοῦντες, πρὸς τοὺς ἐξ αὐτῶν τυράννους καὶ ἑαυτοὺς, ὀλίγοι ὄντες, ἀντετάξαντο.

τοὺς Μαραθῶνι σχεδὸν τῶν προγόνων αὔξων αὐτοὺς πρὸς τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντες τῶν προγόνων παραβάλλει. τὸ δὲ σχεδὸν εἶπεν, ἐπειδὴ τολμηρὸν ἦν καὶ οἱονεὶ παρακεκινδυνευμένον τοιούτοις αὐτοὺς παρεξετάσαι. αὔξων αὐτοὺς τοῖς προγόνοις αὐτῶν συνέκρινεν αὐτούς. οἱ μὲν ἤγουν οἱ ἐν Μαραθῶνι. ἐν πλήθει συντάγματος ὄντες πλήθει, οὐχ ὡς πρὸς τοὺς βαρβάρους, ἀλλʼ ὡς πρὸς τοὺς ἐν Φυλῇ μαχεσαμένους.

ἐθάρρησαν τούτοις ἀντιταχθῆναι. οἱ δʼ ὀλίγῳ πλείους ὄντες οἱ σύμπαντες ἢ πρὸς ὅσους τοὺς τυράννους ἠγωνίζοντο πάλιν αἰνίττεται εἰς τοὺς πεντήκοντα.

Φυλὴν τόπος τοῦ Πειραιοῦ. οἱ μὲν οἱ μὲν Μαραθῶνι. εὐθηνούσης καλῶς πραττούσης, εὐτυχούσης.

ἑτέρως εὐφήμως ἀντὶ τοῦ εὐτυχῶς.

τοὺς ἐκ τοῦ ἄστεος αὑτῶν ἐπειδὴ τὸ ἑαυτῶν καὶ ἐπὶ τρίτου προσώπου εὕρηται, καὶ οὕτως, ὡς εἰώθαμεν χρῆσθαι, νόει ἐνταῦθα, ἢ διὰ τοὺς Λακεδαιμονίους, ἢ διὰ τοὺς Ἀθηναίους, λέγεσθαι. τοὺς ἐχθροὺς Λακεδαιμονίους.

τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι τὸ σπείσασθαι μετὰ τὴν μάχην. τὸ σπείσασθαι πρὸς τοὺς οἰκείους, καὶ μὴ μνησικακῆσαι.

οὕτως ἀνεκτήσαντο τὴν πόλιν οἰκείως κεῖται τὸ ἀνεκτήσαντο, τουτέστιν ἀνέλαβον τὴν πόλιν. τὸ γὰρ ἀνακτᾶσθαι ἐπὶ νόσου φαμέν. καὶ ἡ πόλις νοσήσασα τῇ στάσει, ὥσπερ οὗτος καὶ ἄνωθέν φησιν ὑπὸ τῶν αὐτῆς πολιτῶν καταβαλλόντων τὴν στάσιν ἀνεκτήσατο ἑαυτήν. ἀνεκτήσαντο ἀνέλαβον· ὡς ἐπὶ νόσου δὲ εἶπεν. ὥστʼ εἴ τις βούλοιτο μὴ πάντα—ἐπὶ τοῦ πολέμου συμφορὰν ὁ γὰρ μὴ τὴν ἐπανόρθωσιν διηγούμενος ἀκριβῶς τὴν συμφορὰν ἀποκρύψηται· πρὸς γὰρ τὴν συμφορὰν ἡ ἐπανόρθωσις γίνεται.

πάντα ἃ τότε ἐπεδείξαντο. κλέψαι ἤτοι κρύψαι. εἰκότως εἶπε τὸ κλέψαι· ὁ γὰρ μὴ ἀκριβῶς καὶ ὡς δεῖ τὰς μετὰ τὴν συμφορὰν ἐπιδείξεις καὶ φιλοτιμίας διηγούμενος κλέπτει ταύτην καὶ οἱονεὶ μικρὰν καὶ φαύλην δείκνυσιν, ἀλλʼ οὐχ οἷα γέγονεν. οὕτως ἀκολούθως ἤγουν ὁμοίως. οὕτως ἀκολούθως ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν ἀντὶ τοῦ καὶ τοῖς πρώτοις καὶ τοῖς ὕστερον ἐκάλυψαν τὴν ἐκ τῆς στάσεως συμφοράν.

Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχοντες.

Λακεδαιμονίων γὰρ ἃ τοῖς τριάκοντα—τὰς συνθήκας βεβαιώσηται ὅτε οἱ τριάκοντα Ἀθήνησιν ἔμελλον τυραννήσειν, ἐδανείσαντο παρὰ τῶν Λακεδαιμονίων χρήματα, ἵνα διὰ τούτων δύναμιν ἑαυτοῖς περιποιήσονται. καταλυθέντων δὲ τούτων, καὶ τῶν Λακεδαιμονίων οὐκ ἀξιούντων ζημιωθήσεσθαι τὰ χρήματα, οἱ Ἀθηναῖοι πάντες ἀπέτισαν, ὁμοῦ τε μεγαλοψυχίαν ἐπιδεικνύμενοι, καὶ τὰς συνθήκας βεβαιοῦντες διʼ ἔργου. τοῦτο δὲ ἐποίησαν, ἐπειδήπερ οἱ πλείους τῶν τυράννων ἐξ Ἀθηνῶν ἦσαν, αὐτοί τε καὶ οἱ περὶ αὐτοὺς ὑπηρέται.

ἐπὶ τὸν δῆμον ἀντὶ τοῦ κατὰ τὸν δῆμον. τοῦτο καὶ Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην εἶπεν.

τὰς συνθήκας τὰς σπονδάς· ὤμοσαν γὰρ μὴ μνησικακεῖν τοῖς τριάκοντα. καὶ μὴν Λακεδαιμόνιοι μὲν, ὅπως ὡμίλουν ἀλλήλοις, οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ἔκρυπτον γάρ. οἱ Λακεδαιμόνιοι οὐκ εἴων ξένον τινὰ κἀν ταῖς ἐκκλησίαις κἀν τοῖς βουλευτηρίοις φοιτᾶν ταῖς αὐτῶν, ἡγούμενοι μεγίστην ὠφέλειαν σφίσιν αὐτοῖς εἶναι, εἰ μὴ φωραθεῖεν τοῖς ἔξωθεν, τί πράττειν βούλονται. καὶ ὅλως νόμος αὐτοῖς ἦν ἄγνωστα τὰ αὐτῶν εἶναι τοῖς ἄλλοις. ὅθεν καὶ οὐδεὶς ἐπίστατο ἢ φιλανθρώπως ἀλλήλοις ἐχρῶντο, ἢ μή.

ὅπως ὡμίλουν ἀλλήλοις ἀντὶ τοῦ ὡμονόουν ἀλλήλοις. εἴτʼ εὐμενῶς, εἴτε μή. ἔκρυπτον γὰρ ἐμφαίνει τὴν ξενηλασίαν.

πρὸς τῷ τὰ σφέτερα αὐτῆς οὕτω θέσθαι μετὰ πολλῶν μαρτύρων ἀντὶ τοῦ καλῶς καὶ φιλικῶς τὴν κατάλυσιν τῶν τυράννων. μαρτυρίας δὲ εἶπεν, ὡς πρὸς ἀντιδιαστολὴν τῶν Λακεδαιμονίων τῶν ξενηλατούντων. πρὸς τῷ—οὕτω θέσθαι ὡς ἐδείξαμεν. τοῖς ἄλλοις παράδειγμα κατέστη ἵνα τὰ ὅμοια πράττωσι.

τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον οἱ προστάται γὰρ τῶν Ἀργείων δήμου τοὺς πλουσίους, ὑπονοήσαντες ἐπάγεσθαι Λακεδαιμονίους ἀπέκτειναν. νοσοῦν στασιάζον.

πολιτευσάμενοι διοικήσαντες.

πρὸς τὰς οἴκοι δυσκολίας πρὸς τὰς στάσεις τὰς ἐν αὐτῇ γενομένας.

οὐ δὴ τοὺς ἄλλοθεν ἥκοντας, καὶ πολλῷ—δείκνυσι τὸ οὐκ ἴσον ἰστέον ὅτι τὸ μὲν ταῦτα αἰτιατική ἐστι, τὸ δὲ οὐκ ἴσον εὐθεῖα. συντάσσεται δὲ οὕτως. τὸ οὐκ ἴσον, ἤγουν ἡ οὐκ ἰσότης, οὐ μόνον δείκνυσι ταῦτα, λέγω τοὺς ἄλλοθεν ἥκοντας, καὶ πολλῷ νεωτέρους πρὸς αὐτόχθονας καὶ πρεσβυτέρους, οὐδὲ τὸ τῆς πόλεως καταδειξάσης ἑτέροις, τοῦτο δηλονότι, οὐδὲ τοῦτο τὸ προνοουμένους μηδενὸς ἄλλου, πλὴν τῶν εἰς τὸν πόλεμον, νικώσης τῆς πόλεως, οὐ πλέον ἐν τοῖς ἄλλοις ἢ ταύτῃ καὶ οὕτως. λέγει δὲ ἄλλοθεν ἥκοντας καὶ πολλῷ νεωτέρους τοὺς Λακεδαιμονίους. καὶ γὰρ Δωριεῖς ὄντες τὸ παλαιὸν, Πελοποννήσιοι ὕστερον γεγόνασιν, ὡς Ἑλλάνικος λέγει καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν, οἱ περὶ αὐτῶν γράψαντες. αὐτόχθονας δὲ καὶ πρεσβυτάτους ἁπάντων Ἑλλήνων λέγει τοὺς Ἀθηναίους, ὡς ἐμάθομεν. τὸ δὲ ἥκοντας ἢ σύναπτε πρὸς τὸ αὐτόχθονας, ἵνʼ ᾖ διὰ τὴν πάλαι τῶν Ἡρακλειδῶν φυγὴν εἰς Ἀθήνας, ὅτʼ ἐπʼ Εὐρυσθέως ἐδιώκοντο, ἢ τὸ μὲν ἥκοντας λέγει, διότι Δωριεῖς ὄντες ἦλθον εἰς Πελοπόννησον, ὡς ἔφημεν. τὴν δὲ πρὸς πρόθεσιν νόει συγκριτικῶς ἐκφέρεσθαι. καὶ γὰρ οὕτως εἰώθαμεν λέγειν, δείκνυμι τὸν δεῖνα νεώτερον πρὸς τὸν δεῖνα. τὸ τῆς πόλεως δὲ λέγει, ἀντὶ τοῦ ὅπερ εἴωθεν ἡ πόλις ποιεῖν ἐξαρχῆς, τοὺς καταφεύγοντας δέχεσθαι, τοὺς κινδυνεύοντας ἐπανορθοῦν, καὶ ὅσα τοιαῦτα πλεονεκτήματα, ἃ πάντα ἡ πόλις εὑροῦσα ἑτέροις κατέδειξε ποιεῖν. μηδενὸς δὲ ἄλλου προνοουμένους λέγει τοὺς Λακεδαιμονίους, οἳ μόνον τῶν πολεμικῶν ἐποιοῦντο πρόνοιαν, ὡς Ἰσοκράτης φησὶν ἐν Βουσίριδι. διὰ δὲ τοῦ εἰπεῖν τῆς πόλεως οὐ πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης, δείκνυσιν αὐτὴν καὶ κατὰ τοὺς πολέμους κρείττονα Λακεδαιμονίων καὶ κατὰ τὰ ἄλλα πολλῷ ὑπερέχουσαν. ἔστι δὲ τὸ τὸ πρὸς τὸ προνοουμένους οὐ κατὰ σύνταξιν, ἀλλὰ κατὰ ἀπαρίθμησιν, ὥσπερ ὅταν λέγωμεν τὸ Αἴας, τὸ Ἀγαμέμνων. εἶπε δὲ νῦν αἰτιατικὴν, ἐπειδὴ οὕτως ἀπῄτει ἡ σύνταξις· μὴ θαυμάσῃς δὲ, εἰ λέγει ὡς ἀνισότης ταῦτα δεικνύει, καὶ οὐ ταῦτα τὴν ἀνισότητα· εἴωθε γὰρ οὕτως ἀεὶ καινοπρεπεῖς ἐπάγειν τοὺς λόγους· ἐπεὶ καὶ τοῦτο κἀκεῖνο ταυτόν ἐστιν. οὐ δὴ τοὺς ἄλλοθεν ἥκοντας οὐ δὴ ἀντὶ τοῦ οὐδαμῶς δή. ἔστι δὲ τὸ νόημα συλλογιστικόν. ἥκοντας δὲ λέγει Λακεδαιμονίους, ὅτι τὸ παλαιὸν Δωριεῖς ἦσαν, καὶ ἐκ τῆς Βοιωτίας κατῆλθον εἰς Πελοπόννησον. ἐπιλογίζεται δὲ ἐνταῦθα τὰς συγκρίσεις. ἄλλοθεν δὲ λέγει ἥκοντας ἐκ τῆς Δωρίδος.

τὸ τῆς πόλεως ἑτέροις καταδειξάσης διὰ μαντείας γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι κατήγαγον μετὰ τῶν Ἡρακλειδῶν. τὸ μηδενὸς ἄλλου, πλὴν τῶν εἰς τὸν πόλεμον, προνοουμένους Λακεδαιμόνιοι γὰρ περὶ μόνα εἶχον τὰ πολεμικά· ὡς λέγει καὶ Ἰσοκράτης ἐν τῷ Βουσίριδι. καὶ Δημοσθένης φησὶν ὅτι τὰ Ἀθηναίων νόμιμα ἐζήλωσαν ἐν τῷ τέλει τοῦ κατὰ Τιμοκράτους. τῶν εἰς τὸν πόλεμον τῶν πολεμικῶν.

τῆς πόλεως πλέον τοῖς ἄλλοις ἢ ταύτῃ νικώσης ἀποδεῖξαι βούλεται νῦν τὴν Ἀττικὴν τὰ πολέμια ἀρίστην. ἀλλὰ τὸ κῶλον τὸ ἐναντίον δηλοῖ. ἔστιν οὖν ὑπερβιβασμοῦ τὸ σχῆμα· καὶ δεῖ ἀναγνῶναι τῆς πόλεως πλέον ταύτῃ νικώσης, τουτέστιν ἐν τῷ μέρει τῶν πολεμικῶν. ἢ τοῖς ἄλλοις, ἀντὶ τοῦ ἤπερ ἐν τοῖς ἄλλοις. τοῖς ἄλλοις φιλανθρωπίᾳ, πρᾳότητι, δικαιοσύνῃ. οὐ ταῦτα μόνα δείκνυσι τὸ οὐκ ἴσον διὰ μακροῦ ἡ ἀπόδοσις· ἔστι γὰρ πρὸς τὸ οὐ δὴ τοὺς ἄλλοθεν.

ἀλλὰ καὶ τὸ ἐν αὐτοῖς τοῖς τοῦ πολέμου πράγμασι καὶ καιροῖς εἰς αὐτὴν τὴν κάθοδον προσδεηθέντας, οὐδὲ τὸ εὖ παθόντας πρὸς τὸ εὖ ποιήσαντας ἁμιλλᾶσθαι, οὐδὲ τοὺς νόμους ἑτέρωθεν λαβόντας τῆς πόλεως.

ἑτέρως ἐναντίως.

πάσχω δʼ ἔγωγε πρὸς τὰς τῆς πόλεως πληρώσας ἐνταῦθα τὰς συγκρίσεις ἐπιφέρει τὰς λοιπὰς πράξεις, ἀρξάμενος ἀπὸ τῶν μετὰ τὰ Πελοποννησιακά. ἄρχεται νῦν περὶ τῶν Ἑλληνικῶν λέγειν, περὶ ὧν φησι Ξενοφῶν.

ἐν ὥρᾳ ἢ κάλλει. ἀεὶ γάρ μοι τὸ προφαινόμενον τῶν ἔργων κάλλιστον φαίνεται τοῦτο γὰρ ἴδιον τῶν ἀρετῶν· πᾶν γὰρ μέρος τοῦ σώματος ἡγοῦντο καλὸν εἶναι.

τίθεμαι τούτῳ κατὰ τὸν λόγον ἤγουν πλείστου ἄξιον κρίνω τοῦτο διεξιών. ταῦτα μὲν οὖν θεῶν τις ἂν κρίνειε καλῶς δείκνυσιν ἐντεῦθεν τὸ τῶν ἔργων μέγεθος, καὶ ὅτι θείας κρίσεως δεῖται, ποῖα δεῖ πρότερον λεχθῆναι. ὡς αὐτὸς μὴ δυνάμενος κρῖναι τὸ κάλλιον μέρος τῆς πόλεως. ἐκ τοῦ εἰπεῖν θεῶν τις σεμνύνει τὴν πόλιν, καὶ δείκνυσιν ἐντεῦθεν ὅτι τὰ αὐτῆς ἔργα οὐδεὶς ἀνθρώπων ἀξίως κρινεῖ, ἀλλὰ τῆς θείας τοῦτο δεῖται ῥοπῆς τε καὶ ψήφου. κρίνειε καλῶς πότερον ἑτέρου προέχει. ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι ἐνταῦθα βούλεται εἰπεῖν, ὅσα οὐκ ἔτι μὲν ὑπὲρ αὐτῆς, ὑπὲρ δὲ τῶν ἄλλων Ἑλλήνων ἠγωνίσατο πρὸς Λακεδαιμονίους. ἐντεῦθεν γὰρ ἄρχεται τῶν Ἑλληνικῶν, καὶ ὧν ἐποίησε μετὰ τῶν τριάκοντα, ὥς φησι Μένανδρος.

ἐγὼ δʼ, ὥσπερ ὑπεσχόμην, δίειμι τῶν λοιπῶν τὰ γνωριμώτατα οὐ γὰρ οἷόν τε πάντα κατὰ μέρος διεξελθεῖν. τήν τε γνώμην ἀντὶ τοῦ φιλάνθρωπον. τὴν ἡμερότητα καὶ τὴν μεγαλοφροσύνην.

ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον νῦν ἄρχεται λέγειν περὶ τῶν πολέμων, οὓς οὐχ ὑπὲρ αὐτῆς, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἐπολέμησεν. ἄτοπον δὲ πόλεμον λέγει, ἐπειδὴ ὑπὲρ Θηβαίων, ἐχθρῶν ὄντων αὐτῆς, πρὸς Λακεδαιμονίους ἐπολέμησεν. ἄτοπον πόλεμον καὶ θαυμαστὸν παράδοξον. ὑπὲρ τῶν ἐχθρῶν ἐμάχοντο. ἄτοπον λέγει ἀντὶ τοῦ παράδοξον· ὅτι ὑπὲρ ἐχθρῶν, τῶν Θηβαίων, ἐπολέμησαν πρὸς Λακεδαιμονίους.

ὡς ἀπειρηκότων ὑμῶν ὅτε τὰ τείχη αὐτῶν κατεσκάφη, καὶ οἱ τριάκοντα κατέστησαν τύραννοι. διὰ τὴν ἐν Σικελίᾳ συμφορὰν καὶ τὰ ἄλλα. τὰ λοιπὰ ἤγουν τοὺς ἄλλους Ἕλληνας.

ἤρχοντο τῆς δυναστείας ἀπὸ τῶν ἑαυτῶν συμμάχων νικήσαντες γὰρ Ἀθηναίους, καὶ ἄρξαι τῆς Ἑλλάδος βουληθέντες κατὰ τῶν ἰδίων ἐχώρησαν συμμάχων. ἀπὸ τῶν ἑαυτῶν συμμάχων Θηβαῖοι γὰρ καὶ ἄλλοι Ἕλληνες αὐτοῖς συνεμάχουν. φρουρὰν ἐπὶ Θηβαίους ἔφαινον Φοιβίδας, ὁ Λακεδαιμονίων στρατηγὸς, μετὰ πλήθους ἱκανοῦ παριὼν τὴν Βοιωτίαν, ἐπὶ τῷ βοηθῆσαι Ἀμύντᾳ, τῷ Μακεδόνων βασιλεῖ, ἐν παρέργῳ εἰσελθὼν εἰς τὰς Θήβας, ὡς δῆθεν φίλος, κατέλαβε τὴν ἀκρόπολιν, καὶ φρουροὺς ἐγκατέλιπεν, οἳ τοῖς Θηβαίοις τυραννικῶς, καὶ οὐ φιλανθρώπως, ἐχρῶντο. καταφυγόντες οὖν Θηβαῖοι Ἀθήναζε ἐδεήθησαν Ἀθηναίων ἀπαλλάξαι αὐτοὺς τῆς φρουρᾶς. καὶ ἐλθόντες κατέλυσάν τε ταύτην καὶ Λακεδαιμονίοις ἐπολέμησαν ἐν Ἁλιάρτῳ, καὶ κατὰ κράτος ἐνίκησαν. ἡγεῖτο δὲ Λακεδαιμονίων Λύσανδρος, ὁ ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίους νενικηκὼς, κἀντεῦθεν μέγα φρονῶν, καὶ Παυσανίας ὁ νεώτερος. Φοιβίδας, ὁ στρατηγὸς τῶν Λακεδαιμονίων, παριὼν τὴν Βοιωτίαν, ἵνα δῆθεν βοηθήσῃ Ἀμύντᾳ, τὴν ἀκρόπολιν τῶν Θηβαίων κατέλαβε καὶ ἐφρούρει τὰ ἐκεῖ.

ἀμφότερα ἐξέπληξε ἀντὶ τοῦ ἀμφότερα εἰς θαῦμα ἤγαγε καὶ ἐπαινέσαι παρέσχεν. ἐχθροῖς πικροτέροις τῶν Θηβαίων.

συμμάχοις προθυμοτέροις ἅμα καὶ δυνατωτέροις τῶν Θηβαίων. ἐπʼ αὐτὴν ἐκείνην ἤτοι τῶν Θηβαίων πόλιν. ἤγουν κατὰ τῆς πόλεως.

ἀρχομένου τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ. τοῦ Σικελικοῦ.

ὁ δῆμος οὐκ ἐφήσθη τοῖς γιγνομένοις κατὰ Θηβαίων. ὅτε γὰρ ἐνίκησαν Λακεδαιμόνιοι, ψῆφον ἐτίθεσαν τοῖς ἑαυτῶν συμμάχοις, τί δεῖ ποιῆσαι τὴν Ἀττικὴν, καὶ εἶπον Θηβαῖοι μηλόβοτον. μήτε τεῖχος τὸ μακρὸν, ὃ Κόνων ἀνέστησεν ὕστερον.

τοὺς ἀπαντῶντας τοὺς ἐναντιουμένους καὶ ἀμυνομένους. τοὺς ἀπαντῶντας αὐτοῖς.

παρʼ αὐτὰ τὰ τῶν συμφορῶν ὑπομνήματα ἤγουν οὐχ ὕστερον, ἀλλʼ ὅτε ἡ τῶν συμφορῶν ὑπόμνησις ἤκμαζεν. τὴν ἧτταν λέγει, ἣν ἔσχον ὑπὲρ Θηβαίων, καὶ μᾶλλον, ἵνα δείξῃ τὸ φιλάνθρωπον τῆς πόλεως· ὡσανεὶ δὲ ἔλεγεν, οὔπω τῶν συμφορῶν τῶν οἰκείων ἐπιλαθόμενοι. ἤγουν παρʼ αὐτὸν τὸν καιρὸν, καθʼ ὃν ἔδει τὰς συμφορὰς λογιζομένους θρηνεῖν.

ἐξελθόντες εἰς Ἁλίαρτον ἐναντία Λυσάνδρῳ καὶ Παυσανίᾳ δύο γὰρ ἠγωνίσαντο μάχας Θηβαῖοι, μίαν μὲν εἰς Ἁλίαρτον μετὰ τῶν Ἀθηναίων, ἑτέραν δὲ ἐν Λεύκτροις καθʼ ἑαυτοὺς, ὅτε καὶ τελείως ἐνίκησαν. ὁ Λύσανδρος δὲ, ἐπειδὴ δῆθεν αὐτοὺς ἐνίκησεν ἐν Αἰγὸς ποταμοῖς, μέγα ἐφρόνει. δύο δὲ ἦσαν οἱ στρατηγοί· ἀλλʼ ὁ Παυσανίας οὐ παρῆν ἐν τῇ μάχῃ. ἔστι δʼ οὗτος ὁ Παυσανίας ἀπόγονος τοῦ μεγάλου, τοῦ προδότου. τὴν Βοιωτίαν ἐξείλοντο τῆς Λακεδαιμονίων δυναστείας.

οὐχ, ὡς ᾤετο, ἐνενικήκει τὴν τῶν Ἀθηναίων πόλιν πρότερον ἐν Αἰγὸς ποταμοῖς.

ὥσπερ ὠνειροπόλησε ἐκ τοῦ εἰπεῖν ὠνειροπόλησε δείκνυσιν ὅτι οὐκ ἀληθῶς οὐδὲ ὡς δεῖ νενίκηκεν, ἀλλʼ ὥσπερ φάντασμα νίκης εἰργάσατο. ἀντὶ τοῦ ἐφαντάσθη νικῆσαι, οὐ μέντοι γε ἦν νικήσας τῇ ἀληθείᾳ. ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς ἢ ἡ πόλις τῶν Λακεδαιμονίων ἦν ἐν συμφοραῖς, ἢ ἡ πόλις τῶν Ἀθηναίων ἀποβεβλήκει· τότε γὰρ ἦρξε τῶν Ἑλλήνων μετὰ τὴν νίκην. ἡ μὲν γὰρ εὐθὺς ἀνειλήφει τὰς συμφορὰς ἃς τότε ἡττηθεῖσα ἐκτήσατο.

διῴκει διῴκησε. ὁμοῦ τοῖς ἄλλοις ἔκειτο πέπτωκε γὰρ καὶ αὐτὸς ἐν τῇ πρὸς Ἁλίαρτον μάχῃ. οὐ πολλῷ δʼ ὕστερον καὶ Κορινθίους Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα μετῆλθε δίκη ἐπειδὴ οἱ Κορίνθιοι πρὸς τὴν πόλιν κακῶς διέκειντο, καὶ πολλῶν συμφορῶν αὐτῇ γεγόνασιν αἴτιοι, διὰ τοῦτο λέγει Ἑλληνικὴ καὶ τῇ πόλει πρέπουσα. δέον δὲ εἰπεῖν δικαία, Ἑλληνικὴ εἶπε· δίκαιον γὰρ τὸ τῶν Ἑλλήνων γένος. ἡ δὲ ἱστορία τοιαύτη· Λακεδαιμόνιοι μετὰ Θηβαίους καὶ κατὰ Κορινθίων ἐχώρησαν, καὶ τοσαῦτα κακὰ αὐτοὺς εἰργάσαντο, ὡς ἀπειρηκότας ἐλθεῖν Ἀθήναζε, καὶ δεηθῆναι τῶν Ἀθηναίων εἰς ἀπολύτρωσιν.

Ἑλληνικὴ ἀντὶ τοῦ φιλάνθρωπος. μετὰ γὰρ Θηβαίους καὶ κατὰ Κορινθίων ἐχώρησαν Λακεδαιμόνιοι. τὸ δὲ Ἑλληνικὴ ἀντὶ τοῦ ἕως τοῦ σωφρονίσαι, πρὸς ἀντιδιαστολὴν τῶν βαρβάρων, οἳ καὶ πολεμοῦσι. τῇ πόλει τῶν Ἀθηναίων. καταφεύγουσι καὶ οὗτοι πρὸς τὴν πόλιν καὶ Ἀριστοφάνης μέμνηται τῆς στρατηγίας λέγων «Τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;»

ἣν ὁτιοῦν δρῶσαν κακὸν αὐτοὺς—ἐκ τῶν ὑπαρχόντων εἴ τι δὴ τότε, φησὶν, ἔδρασεν Ἀθηναίοις. εἴ τι δὴ τότε, φησὶν, ἔδρασαν Ἀθηναῖοι εἰς Κορινθίους, ἀξίαν δίκην οὐκ ἐλάμβανον παρʼ αὐτῶν, ὅτι καὶ τοῦ πολέμου αὐτοὶ αἴτιοι ἐγένοντο καὶ ἄλλων κακῶν τοῖς Ἀθηναίοις.

ἐκ τῶν ὑπαρχόντων ἀντὶ τοῦ ἐξ ὧν ἐποίησαν εἰς αὐτούς. ἡ δὲ σύνταξις οὕτως· ἣν πᾶς τις ἂν εἴκασεν, οὐκ ἄν ποτε τὴν ἱκανὴν ἔχειν νομίσαι, ὁτιοῦν δρῶσαν κακὸν αὐτούς. τὸ γὰρ ἐκ τῶν ὑπαρχόντων ἀπόδειξίς ἐστι τοῦ νομίζεσθαι. λέγει τὴν πόλιν κακῶς πάνυ Κορινθίοις ποιῆσαι. ἐκ τῶν ὑπαρχόντων κακῶν τῇ πόλει παρὰ Κορινθίων.

γενομένου τοῦ πολέμου πολλοῦ καὶ συνεχοῦς ἐν Κορίνθῳ πρὸς Λακεδαιμονίους.

τειχίσαντες φυλάξαντες. αὐτοὺς τοὺς Κορινθίους.

τὸν Ἀκροκόρινθον ἡ τῶν Κορινθίων ἀκρόπολις Ἀκροκόρινθος λέγεται, ὥσπερ καὶ ἡ τῆς Ἰλίου Πέργαμος, καὶ ἡ τῶν Θηβῶν Καδμεία, καὶ ἡ τοῦ Ἄργους Λάρισσα. ἡ ἀκρόπολις Κορινθίων ἡ Ἀκροκόρινθος ἐκαλεῖτο, ὥσπερ ἡ τῶν Θηβαίων Καδμεία.

τὴν πόλιν τῶν Κορινθίων. οὐκ ἐδέξαντο ταύτην τὴν γνώμην. τὸν τῶν προστατῶν πόλεμον. τὸν τῶν προστατῶν πολεμοῦσιν ἐπειδήπερ αἱ Κορίνθιοι προστάτας ἑαυτῶν τοὺς Ἀθηναίους πεποίηνται, οὐκ ἠθέλησαν αὐτοὺς Ἀθηναῖοι ἀδικῆσαι, καὶ τὴν ἀκρόπολιν τούτων καταλαβεῖν· πολεμίων γὰρ ἔργον τὸ τοιαῦτα ποιεῖν, προστάτου δὲ τὸ παντὶ τρόπῳ ὑπὲρ τῶν προστησαμένων ἀγωνίζεσθαι.

αὐτοῖς ἤγουν ἑαυτοῖς.

ὥστʼ ἐπὶ τὸν Περσῶν βασιλέα πάλιν καταφεύγουσι τὸν υἱὸν Δαρείου τοῦ νεωτέρου, Κύρου δὲ ἀδελφόν. Ἀρταξέρξην δὲ λέγει, οὗ ἐν τοῖς Ἑλληνικοῖς μέμνηται Ξενοφῶν. τὸ δὲ γένος οὗτος ἔχει ἀπὸ Δαρείου· Ξέρξης, ὁ κατὰ τῆς Ἑλλάδος στρατεύσας, εἶτα Ἀρταξέρξης καὶ Κῦρος, οἱ ἐν ταῖς ἀναβάσεσι. τὸ δὲ πάλιν εἶπεν, ἐπειδὴ ἐν τῷ Πελοποννησιακῷ πολέμῳ πρὸς τὸν Πέρσην κατέφυγον. ἐπὶ τὸν Περσῶν βασιλέα τὸν Ἀρταξέρξην.

τὴν θρυλλουμένην εἰρήνην θρυλλουμένην λέγει ἐπʼ ἀδοξίᾳ· ἡττηθέντες γὰρ ὑπʼ Ἀθηναίων ἧτταν μεγίστην Λακεδαιμόνιοι, ἐλθόντες εἰς τὸν Πέρσην, παρεχώρησαν τοὺς Ἴωνας αὐτῷ, ὅπως ἢ ποιήσῃ αὐτοὺς μετὰ Ἀθηναίων σπείσασθαι, ἢ συμμαχήσοι αὐτοῖς Ἀθηναίων κατακρατῆσαι. θρυλλουμένην λέγει ἐπὶ ἀδοξίᾳ· ἡττηθέντες γὰρ ἐν τῇ Ἑλλάδι παρεχώρησαν τοὺς Ἴωνας τῷ Πέρσῃ, ὅπως ἂν ποιήσῃ αὐτοὺς μετʼ Ἀθηναίων σπείσασθαι, ἢ ποιήσῃ αὐτοὺς κατακρατῆσαι αὐτῶν. περὶ ὧν πραγμάτων. περὶ ὧν οὐδὲν ἔγωγε κατηγορῶ οὐκ ἀποδεχόμενος αὐτῶν τὴν πρᾶξιν, ἀλλʼ ἐθέλων μᾶλλον δεῖξαι τὴν ἀσθένειαν αὐτῶν, τοῦτό φησιν. κατὰ ἦθος λέγει· δεῖ γὰρ κατηγορεῖν τῶν τοῦτο ποιησάντων· ἀλλὰ δεινῶς ἀπολογεῖται ὑπὲρ αὐτῶν, δεικνὺς τὴν ἀσθένειαν αὐτῶν, διʼ ἣν εἰς τοῦτο ἦλθον, οὐχ ἵνα συμμαχήσωσιν αὐτοῖς, ἀλλʼ ἵνα ποιήσωσιν αὐτοὺς μετʼ Ἀθηναίων σπείσασθαι. οὐδὲν ἔγωγε κατηγορῶ τῶν Λακεδαιμονίων.

ἀλλʼ εἴ τις ἔροιτο αὐτοὺς, πότερον ἑκόντες διλήμματον τὸ σχῆμα. ταῦτα συνεχώρησαν τῷ Πέρσῃ. εἰ μὲν ἑκόντες φήσουσιν, ἀνάγκη ἐξ ἀμφοτέρων φαυλίζει τοὺς Λάκωνας.

προδεδωκέναι τοὺς ὁμοφύλους. ὃ τίς ἂν πιστεύσειεν τὸ ἑκόντας προδοῦναι. εἰ δʼ ἄκοντες, καὶ διʼ ἀνάγκην ὅπερ ἐστὶν ἀληθές.

εἴ γʼ εἶχον οἴκοθεν. εἶτʼ ἐξεπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν τὸ μὲν εἶτα παρέλκεται Ἀττικῶς, ἔστι δὲ ἡ σύνταξις οὕτως· οὐ γὰρ ἂν ἐπίτηδες τοιαύτην αἰσχύνην ὑπέστησαν, εἶχον ὅ τι χρήσονται. τοιαύτην αἰσχύνην τοὺς ὁμοφύλους προδοῦναι τῷ βαρβάρῳ.

τῷ μόνῳ λειπομένῳ τῶν λόγων τῷ ἀκουσίως καὶ διʼ ἀνάγκην πένεσθαι. τῷ ἀκουσίως συγχωρῆσαι.

ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν συγκρίνει εἰρήνην πρὸς εἰρήνην.

ἃ μόνη κατειργάσατο ἐν Μαραθῶνι.

τοῖς ὕστερον τοῖς ἐν Σαλαμῖνι. τῇ ἐν Σαλαμῖνι ναυμαχίᾳ. τοσοῦτον τῶν μετασχόντων ὑπερῆρεν, ὅσον περ ἂν εἰ καθʼ αὑτὴν ἠγωνίζετο οὕτως ἀσθενεῖς ἦσαν ἐκεῖνοι. τῶν μετασχόντων Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων.

καθʼ αὑτὴν ἀντὶ τοῦ μόνη, δίχα συμμάχων. τοῖς τρισὶ καιροῖς οὐ τοῖς τρισὶ λέγει χρόνοις, τῷ παρελθόντι καὶ τῷ ἐνεστῶτι καὶ τῷ μέλλοντι, ἀλλὰ πρὸς τὸ προκείμενον εἶπε, τὸν περὶ τοῦ πολέμου, τὸν ἐν τῷ πολέμῳ, τὸν μετὰ τὸν πόλεμον.

ἐν δὲ τοῖς δευτέροις καὶ πρὸς τὸν βασιλέα προκινδυνεύσασα εἰκότως εἶπε καὶ πρὸς τὸν βασιλέα· πρόσθεν μὲν γὰρ ἐν τῷ Μαραθῶνι ὁ τοῦ βασιλέως ὕπαρχος, Δάτις, τὴν στρατιὰν ἤγαγεν, ὕστερον δὲ αὐτὸς ὁ Ξέρξης ἀφῖκτο.

αἱ περὶ Κύπρον καὶ Παμφυλίαν ναυμαχίαι καὶ πεζομαχίαι ἃς ὁ Κίμων κατέπραξε. ἃς διὰ τοῦ Κίμωνος εἰργάσατο, ὅτε τοῖς βαρβάροις ἀντεπεξῄει. ὁ πολὺς δρόμος τὸ μετὰ σπουδῆς πλέοντας διώκειν δρόμον εἰρήκει. καταχρηστικῶς· δρόμος γὰρ λέγεται ἐπὶ πεζοῦ, νῦν δὲ πλέοντες ἐδίωκον. ἤγουν ἡ μεγάλη μετὰ σπουδῆς δίωξις.

ὥστε καὶ μόνη τοὺς βαρβάρους καὶ πρώτη νενίκηκε ἐν Μαραθῶνι. ὥστε—πρώτη νενίκηκε οὐδεὶς γὰρ πρὸ αὐτῆς τοὺς Πέρσας νενίκηκεν. σὺν ἄλλοις γενομένη ἐν Σαλαμῖνι. οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα τῶν μὲν γὰρ κρείττων ἐφάνη τοῖς ἔργοις, τοὺς δὲ κατεστρέψατο.

παρέμεινε μόνη αὕτη γὰρ ἔμεινε, διώκουσα μόνη τὸν Πέρσην, καὶ ἐπεστράτευσε κατʼ αὐτοῦ μέχρι τῆς Παμφυλίας ἐπὶ Κίμωνος τοῦ στρατηγοῦ.

ἡ μέν γε τῆς πόλεως εἰρήνη.

εἰ δὲ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς ἐκ τοῦ εἰπεῖν ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς δείκνυσι Πέρσας ἀγνοοῦντας μὲν τὰς κατὰ θάλατταν μάχας, πεζομαχεῖν δὲ εἰδότας.

αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις ὡς παρὰ τῆς πόλεως ὁ λόγος πρὸς τὸν βασιλέα. τοῦτο δὲ εἶπεν, ὡς πρὸς τὸν ἵππου δρόμον ἡμέρας μὴ καταβαίνειν ἐπὶ θάλατταν.

ἐν τῇ σεαυτοῦ χώρᾳ.

ἡ δʼ ἑτέρα ἡ τῶν Λακεδαιμονίων. τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας λέγει τοὺς Ἴωνας.

τοῖς ἄλλοις Ἕλλησι. τοῖς ἐν Εὐρώπῃ. τὰ δίκαια ὁρίζειν εἰ γράψαντες, ὥστε βασιλέα συμμαχεῖν τοῖς δεχομένοις τὴν εἰρήνην κατὰ τῶν ἐναντιουμένων, καὶ μὴ θελόντων αὐτονόμους ἐᾶσαι τοὺς Ἕλληνας. τὸ συμμαχεῖν ἀλλήλοις, καὶ πολεμεῖν τοῖς ἐναντιουμένοις ταῖς συνθήκαις.

ἆρʼ ἴσον τὸ κεφάλαιον ἀντὶ τοῦ μέγας ᾖ ὁ σκοπός.

τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις πῶς Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διετέθησαν.

ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι ἀντὶ τοῦ τῇ ἀνδρείᾳ· τὸ δὲ ἀρκοῦν ἀντὶ τοῦ ἀρκοῦντος.

οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν εἰκότως τὸ οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν· οὐ γὰρ πάντων Λακεδαιμονίων τοῦτʼ ἔστι κατηγόρημα, ἀλλὰ μόνων τῶν μετὰ Λυσάνδρου νενικηκότων Ἀθηναίους. διὰ δὲ τοῦ εἰπεῖν καὶ οὐδὲν προστίθημι Λακεδαιμονίους δείκνυσιν αἰτίους, οὐκ ὀργισθέντας Λυσάνδρῳ ἐπὶ τῇ τῶν ληφθέντων σφαγῇ. βαρβαρικὸν γὰρ τοῦτο καὶ οὐκ ἀνδράσιν Ἕλλησι πρέπον. ἢ τὸ οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν λέγει διὰ τὸ κλαπέντας. οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν ἀντὶ τοῦ εὔφημον· τοῦτο δὲ εἶπεν, ὅτι οὐ πάντων Λακεδαιμονίων κατηγορεῖ, ἀλλὰ τινὰς εἶπε, δηλῶν οὐ πάντας, ἀλλὰ τὸν Λύσανδρον. διὰ δὲ τοῦ εἰπεῖν καὶ οὐδὲν προστίθημι Λακεδαιμονίους δείκνυσιν αἰτίους, οὐκ ὀργισθέντας αὐτῶν. εὐπρεπὲς εὔφημον.

περὶ τοὺς δυστυχήσαντας αὐτῶν.

ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο ὅτι τοιαῦτα παρὰ τῶν Ἀθηναίων οὐ πεπόνθασι νικηθέντες, ἀλλὰ φιλανθρωπίας ἔτυχον. καταδεῖξαι τοῦτο.

ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο ἔδει γὰρ ἀρκεσθῆναι μόνῃ τῇ νίκῃ καὶ μηδὲν πλέον ζητεῖν. ἀποχρῶν Ἀττικὸν, ἀντὶ τοῦ ἀποχρῶντος. ἀντὶ τοῦ ἀποχρώντως καὶ ἀρκούντων· ἔστι δὲ Ἀττικόν.

κατὰ τοὺς ἄνω χρόνους τοῦ Πελοποννησιακοῦ λέγει· σημαίνει δὲ τὰς τριακοντούτεις σπονδάς. ἤγουν πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου. ὡς ἐκομίσατο τὴν Εὔβοιαν ἣν αὐτῆς οὖσαν Λακεδαιμόνιοι βίᾳ κατεῖχον. οὐ προῆλθε περαιτέρω ἀντὶ τοῦ πλέον οὐδὲν ἐζήτησε.

καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα ὅτε τὰς τριακοντούτεις ἐποίησαν σπονδάς. ἐν ταῖς τριακοντούτοις σπονδαῖς.

δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν—μόνον οὑτωσὶ, φιλανθρωπίας ἐπειδήπερ Λακεδαιμονίων κρατήσασα, καὶ αἰχμαλώτους λαβοῦσα, καὶ ἃς νῦν κατέλεξε πόλεις, ὅτε τὰς τριακοντούτεις σπονδὰς ἐποιήσατο, πάλιν ἀπέδωκε, φαίνεται ἀμφότερα ἔχουσα, ἀνδρίαν καὶ φιλανθρωπίαν· φιλανθρωπίαν μὲν διὰ τὴν ἀπόδοσιν, ἀνδρίαν δὲ διὰ τὴν νίκην. τὸ τῶν αἰχμαλώτων λείπει τὸ κατόρθωμα· λέγει δὲ τὸ ἀποδοῦναι τοὺς αἰχμαλώτους· τοῦτο γάρ ἐστι φιλανθρωπίας. αὐτὸς δὲ κατασκευάζει οὐ μόνον φιλανθρωπίας, ἀλλὰ καὶ ἀνδρείας. πᾶν ὅλως τὸ τοιοῦτον τὸ μὴ ἀναφέρειν εἰς πάντας τὸ πταῖσμα καὶ λέγειν· Λακεδαιμόνιοι πάντες ἐν Αἰγὸς ποταμοῖς.

μόνον οὑτωσὶ ἤγουν διότι ἀπέδωκε.

ὅσοις μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας δεινότερον ἐμφαίνει τῇ σιωπήσει· σημαίνει δὲ ὅτι ἐκόλασεν αὐτούς· τὰ γὰρ ἄκρα αὐτῶν ἀπέτεμε. ὅσοις μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα κατορθοῦται ἤγουν λαμβάνειν αἰχμαλώτους.

τύχης ἀντὶ τοῦ εὐτυχίας. τὸ δὲ ἐνθύμημα εἶπεν ὁ Θουκυδίδης ἐν τῇ τετάρτῃ, ἔνθα οἱ Λακεδαιμόνιοι πρὸς Ἀθηναίους δημηγοροῦσι περὶ τῆς Πύλου. οὐ μεθιᾶσιν οὐκ ἀπολύουσιν.

ἀποδόσθαι πωλῆσαι. τῆς ἀξίας τιμήσαιτʼ ἂν ἐκεῖνο. τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν λογιζόμενοι γὰρ ὡς ὅπερ ἀδυνάτως εἶχον λαβεῖν, ἔλαβον, μέγα ἐπὶ τούτοις φρονοῦσι, καὶ πλείστου κρίνουσιν ἄξιον.

πλεονάζουσιν πλείονος ἄξιον κρίνουσιν. κρείττων οὖσα ἁπάντων.

ἐμικρολογήσατο ἐφειδωλεύσατο. μικροπρεπὲς καὶ ταπεινὸν ἐφρόνησε καὶ ἀνάξιον ἑαυτῆς. ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα Θουκυδίδειόν ἐστιν· ὡς λέγει ἐκεῖνος· ἐξ ἴσου τὰ ἀπόντα ἔχειν νομίζουσιν. τὰ ἀπόντα ἐλπίζουσα ἔχειν.

τῆς πόλεως τῶν Ἀθηναίων. ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι ἀπὸ κοινοῦ τὸ ἐκράτησαν.

Ἀθηναίων δʼ ἀνὴρ εἷς ὁ Κόνων. Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης—μᾶλλον δὲ τοῖς Ἕλλησιν ἵνα λέγῃ τὸν Πέρσην· ἵνα μή τις εἴπῃ ὅτι κέκλοφεν, ἢ ἀπεστέρησεν αὐτὸν τὰ χρήματα. λέγεται γὰρ ἡνίκα Λακεδαιμονίους κατεδίωκεν, ἐν τῷ παριέναι δέδωκε τοῖς Ἀθηναίοις χρήματα Περσικά. ἀκούσας δὲ ὁ βασιλεὺς συνελάβετο αὐτὸν, ὁ δὲ δυνηθεὶς φυγεῖν πάλιν πρὸς Εὐαγόραν κομίζεται. ἡ ἱστορία προεγράφη.

ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν ἡ γὰρ ὑπὲρ τῆς πόλεως αὐτοῦ στρατηγία ὑπὲρ ἁπάντων Ἑλλήνων ἦν, καταβαλόντος Λακεδαιμονίους, τοὺς τὰ Ἑλλήνων σφετεριζομένους. τῷ βασιλεῖ τῶν Περσῶν.

τὸν πιστεύσαντα τὸν βασιλέα. τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν ὅτι πάντας ἠλευθέρωσε νικήσας.

οἱ δʼ οἱ Λακεδαιμόνιοι. οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε ἐν Αἰγὸς ποταμοῖς. τότε γὰρ ἔλαβον Λακεδαιμόνιοι τὴν ἡγεμονίαν. ἐν Αἰγὸς ποταμοῖς. ἡ πόλις τῶν Ἀθηναίων. κτησάμενοι τοίνυν τὴν ἀρχὴν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. οἱ μὲν οἱ Ἀθηναῖοι. ἕκαστα τὰ τῶν Ἑλλήνων. διεῖλον διεμέρισαν. διέκριναν καὶ διῴκησαν. διοικήσαντα δὲ λέγει τὸν τοὺς φόρους τάξαντα· ἵνα λέγῃ τὸν Ἀριστείδην.

τὸν διοικήσαντα τὸν Ἀριστείδην τοῦ Λυσιμάχου. Ἀριστείδην τὸν Λυσιμάχου, τὸν τοὺς φόρους τάξαντα. ἀπὸ τούτου τοῦ διοικῆσαι. εἰκότως προσέθηκε τὸ ἀπὸ τούτου, ἵνα μή τις νομίσῃ ὡς ἐξ ἄλλης αἰτίας, καὶ οὐκ ἀπὸ τοῦ τοὺς φόρους τάξαι, δίκαιος κέκληται. καλῶς προσέθηκε τὸ ἀπὸ τούτου, ἵνα μή τις εἴπῃ ὅτι διʼ ἄλλην αἰτίαν δίκαιος Ἀριστείδης ἐκλήθη.

μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο ἡ γὰρ ἐκείνη ἐπωνυμία τῆς πόλεως ἦν τῆς τοῦτον παρασχούσης. ἥντινα, φησὶ, δόξαν διὰ τοῦ Ἀριστείδου ἐκτήσατο. λέγει δὲ τὴν τῆς δικαιοσύνης. ἧς γὰρ ὁ πολίτης δίκαιος, ἀνάγκη καὶ τὴν τοῦτον προενεγκοῦσαν πόλιν οὕτω καλεῖσθαι.

οἱ δʼ οἱ Λακεδαιμόνιοι. τοὺς παραδόντας ἑαυτοὺς τοὺς ὑπακούσαντας. τοὺς πιστεύσαντας καὶ ὑπακούσαντας. Ἕλληνας σφίσι. ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσατο—παρʼ ἐνίων τῇ πόλει δεινῶς καὶ βιαίως τὴν ὑπερβολὴν τῶν ἀδικημάτων τῶν Λακεδαιμονίων ἀπολογίαν, ὧν κατὰ καιροὺς ἠδίκησαν Ἀθηναῖοι, λέγει. καὶ ἀληθῆ λέγει· ὅταν γὰρ, τινὸς πρόσθεν μεγάλα ἠδικηκότος, ὕστερόν τις μείζω ἀδικήσας φανήσεται, φιλάνθρωπον ἀπέφηνε τὸν προειληφότα. σημαίνει δὲ τὰς αἰτίας τὰς περὶ Μηλίων καὶ Σκιωναίων, ἐφʼ ἃς κατὰ μικρὸν ἔρχεται. Θουκυδίδης· ἄλλους ἂν οἰόμεθα τὰ ἡμέτερα λαβόντας δεῖξαι ἂν μάλιστα, ὅτι μετριάζομεν. δεινῶς δʼ ἐνταῦθα ἀπολογίαν καλεῖ τὴν ὑπερβολὴν τῶν ἀδικημάτων ὧν ἠδίκησαν Ἀθηναῖοι. ἔστιν οὖν καινοπρεπὴς τρόπος οὗτος ἀπολογίας· τὴν γὰρ ὑπερβολὴν τῆς Λακεδαιμονίων ἀδικίας ἀπολογίαν ἐκάλεσε.

ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει σημαίνει τὰ περὶ Ἠλείων καὶ Σκιωναίων, ἐφʼ ἃ μετὰ μικρὸν ἔρχεται. τῇ πόλει τῶν Ἀθηναίων.

αἴτιον τοῦ τοιαῦτα ποιῆσαι τοὺς Λακεδαιμονίους. αἴτιον δʼ οὐκ ὠμότης ἀπολογεῖται ὑπὲρ Λακεδαιμονίων, ὅτι οὐ διʼ ὠμότητος ἠδίκησαν, ἵνα πλέον αὐξήσῃ τὴν Ἀθηναίων φύσιν, ὅτι μὴ ἔχοντες τὴν ὁμοίαν αὐτοῖς φύσιν ἡμάρτανον· τοῦτο γάρ ἐστι τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. ἤγουν ὅτι οὐκ ὠμότατοι τὴν φύσιν ἦσαν Λακεδαιμόνιοι.

τὰς φύσεις ἑκατέρων. οἱ μὲν ἤγουν Ἀθηναῖοι.

κατέσχον τὴν τῆς θαλάττης ἀρχήν. οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχὴν ἄξιον ζητῆσαι τί δήποτε ὁ μὲν Ἀριστείδης λέγει πεντεκαιδέκατον ἔτος τοὺς Λακεδαιμονίους τὴν ἀρχὴν ἐσχηκέναι. ὁ δὲ Δημοσθένης φησὶ καʹ. λέγομεν οὖν τοῦτο, ὅτι ἕως τῶν ἐν Κνίδῳ ιεʹ ἔτη εἶχον τὴν ἡγεμονίαν, εἶτα καταναυμαχηθέντες μετρίως ἦρχον· εἶτα πάλιν ἕως τῶν Λευκτρικῶν ἔχοντες τὴν ἀρχὴν, τότε κατεπολεμήθησαν ὑπὸ Θηβαίων τελέως, ὅθεν οὐκ ἔτι ἤνεγκαν· ὥσθʼ ὁ μὲν Ἀριστείδης ἀποβλέπων πρὸς τὰ ἕως ἐν τῇ Κνίδῳ, ὁ δὲ Δημοσθένης πρὸς τὸν ὅλον χρόνον, ἕως τῶν Λευκτρικῶν· οὕτως ἀνομοίως εἰρήκεσαν. εἰς τρεῖς Ὀλυμπιάδας τὰς ἐνδείκτους. ἤγουν μέχρι πεντεκαίδεκα χρόνων· κατὰ πέντε γὰρ χρόνους τὰ Ὀλύμπια γίγνεται.

οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη ἤγουν οὐκ ἂν ποσῶς ἔσχον τὴν ἀρχήν. προσαγόντων τὸ προσαγόντων ἀντὶ τοῦ ἐγγιζόντων καὶ ἀρχομένων, ἵνα δείξῃ τὴν ἀκρίβειαν, τοῦτο προσέθηκε. προσαγόντων προσερχομένων.

τοῖς παρεξετάζειν βουλομένοις ἑκατέρας τὰς πόλεις. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ ὥσπερ ἀντιπῖπτον θεραπεύει, τὸ ἐναντίον δοκῶν ποιεῖν.

μεμφόμενος μὲν τοῖς παρεξετάζουσι. αὐτὸς δʼ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς τρόπον γάρ τινα καὶ αὐτὸς παρεξετάζω. διʼ αὐτά γε ταῦτʼ εἰρηκὼς αὐτοὺς, διʼ ἅ φημι δεῖν μὴ λέγειν τουτέστιν αὐτὰ τὰ πλεονεκτήματα φαίνομαι εἰρηκὼς τὰ τῶν Ἀθηναίων, διʼ ἃ λέγω μὴ δίκαιον εἶναι συγκρίνειν αὐτοὺς τοῖς Λακεδαιμονίοις.

ἣν οἴονται τῇ πόλει κατατίθεσθαι οἱ παρεξετάζοντες καὶ τὴν πόλιν κρείττω δεικνύντες.

ὥστʼ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτʼ εἶναι ἀντὶ τοῦ εἴ τις ἀξιοῖ μηδὲ ἐμοὶ ταῦτα λελέχθαι. λέγει δὲ τὸ συγκεκρικέναι ἡγείσθω, ὅτι οὐκ ἐξεπίτηδες αὐτὰ εἶπον.

ἄνευ βλασφημίας εἰς Λακεδαιμονίους, αἷς ἀνάγκη τοὺς παρεξετάζοντας χρῆσθαι.

οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι ἤγουν τὸ εἰπεῖν ὡς μάταιον τὸ παρεξετάζειν. ὥστʼ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν ἔφευγον παραβάλλειν, ἵνα μὴ τῷ παραβάλλειν ἐλαττώσω τὴν πόλιν. ἀνάγκη οὖν παρατιθέναι καὶ δεικνύειν αὐτῆς τὰ πλεονεκτήματα, διὰ τὸ παριστᾶν ἐκ τούτων, ὡς οὐκ ἔστι δίκαιον τὴν κατὰ τοσούτου προέχουσαν ἑτέρᾳ παραβάλλεσθαι.

προήχθην ἠγόμην. ἀντὶ τοῦ ἠναγκάσθην· οἷον φυγὼν τὸ συγκρῖναι συνέκρινα. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρʼ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν οὕτως Ὅμηρος περὶ Τεύκρου φησὶ, «Πάϊς ὡς ὑπὸ μητέρα, δύσκεν εἰς Αἴανθʼ· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.» ἐν οἷς φησιν ὁ ποιητὴς «Πάϊς ὡς ὑπὸ— κρύπτεσκε φαεινῷ.»

διʼ ἐκείνου φαίνεται ἀντὶ τοῦ ἔνδοξος γίνεται καὶ ἐπίσημος.

ὧν τῶν Περσικῶν. τούτων ἃ μὲν διείλοντο ἀπέτυχον τὰ Μηδικὰ λέγει τὰ ἐν Πύλαις, ὅπου οἱ τριακόσιοι αὐτῶν ἀπέθανον. διείλοντο δὲ, τουτέστι διεμερίσαντο. λέγω τὸ εἰς Πύλας ἀπαντῆσαι. ἀπέτυχον πάντες γὰρ οἱ ἐκεῖσε ἰόντες ἀπώλοντο.

ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατʼ ἀνθρώπων κατώρθωσαν λέγω τὴν ἐν Πλαταίᾳ μάχην πρὸς τὸ Ξέρξου πεζόν.

οὐ μὴν ἀλλʼ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην συνεπέρανε τὴν σύγκρισιν, εἰς ἄλλα δὲ μεταβαίνων κατὰ Λακεδαιμονίων γενόμενα, ὥσπερ δυσχεραίνων, ὅτι κατὰ Λακεδαιμονίων μέλλει λέγειν, ἵνα μὴ δόξῃ τισὶ συγκρίνων Ἀθηναίους πρὸς τούτους τὰς κατʼ αὐτῶν πράξεις διέρχεσθαι. συνεπέρανε τὴν σύγκρισιν. εἰς ἄλλα δὲ μεταβαίνει κατὰ Λακεδαιμονίων γενόμενα.

τοῖς πολλοῖς τροπαίοις.

ταύτην τὴν ὁδόν.

δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου ἀλλὰ πολλῆς ταχυτῆτος, διὰ τὸ μὴ εἰς μῆκος ἐκταθῆναι τὸν λόγον. οὐ τοῦ τυχόντος δρόμου ὁ δρόμος εἶδός ἐστι σχήματος λόγου. Διονύσιος γὰρ ὁ Ἁλικαρνασεὺς λέγει ὅτι λβʹ εἰσὶ σχήματα τοῦ λόγου, ὧν ἕν ἐστι τὸ τοῦ δρόμου. ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ, καὶ διέφθειραν Λέχαιον λιμήν ἐστι Κορίνθου, πρὸς δυσμὰς τῆς πόλεως κείμενον. ἡ δὲ ἱστορία αὕτη· ἐπεστρατεύσαντο κατὰ Κορινθίων Λακεδαιμόνιοι, ὅτι μὴ συνεστρατεύσαντο αὐτοῖς κατὰ Ἀθηναίων, λέγοντες ὅτι, ἡνίκα ἐκινδυνεύετε, ἐβοηθήσαμεν· νῦν οὖν ἀδικεῖτε. ἐλθόντες οὖν πρὸς συμμαχίαν Κορινθίων οἱ Ἀθηναῖοι ἐν τῷ Λεχαίῳ νενικήκασιν. ἔστι δὲ τόπος πλησίον τοῦ Λεχαίου Μόρα καλούμενος, ἣν ὁ τῶν Ἀθηναίων στρατηγὸς Ἰφικράτης κατέκοψε. καὶ τὰ ἐφεξῆς δὲ πάντα οὕτως ἐποίησε· καὶ γὰρ τὰ ἐν Ὀροδοῦντι καὶ ἐν Κρομίονι καὶ ἐν Οἰνόῃ φρούρια Λακεδαιμονίων πάντα εἷλε, καὶ τὰ τείχη, ἃ ἦσαν περιβαλόντες περὶ τὴν Κόρινθον Λακεδαιμόνιοι, ἵνα αὐτὴν παραστήσονται βίᾳ. Λέχαιον λιμήν ἐστι Κορίνθου. ἡ ἱστορία αὕτη· ἐστρατεύσαντο κατὰ Κορινθίων Λακεδαιμόνιοι, ὅτι μὴ συνεστρατεύοντο αὐτοῖς κατὰ Ἀθηναίων, λέγοντες ὅτι, ἡνίκα ἐκινδυνεύετε, ἐβοηθήσαμεν· νῦν δὲ ἀδικεῖτε. ἐλθόντες οὖν πρὸς συμμαχίαν Κορινθίων Ἀθηναῖοι ἐν τῷ Λεχαίῳ τῷ λιμένι νενικήκασι.

διέφθειραν μικροῦ πᾶν τὸ στρατόπεδον περὶ τῆς κατακοπείσης λέγει μοίρας ὑπὸ Ἰφικράτους περὶ τὸ Λέχαιον. καὶ ἃ λέγει δὲ ἑξῆς Ἰφικράτης ἐποίησε, μετὰ τὸ κόψαι τὴν μοῖραν εὐθύς· καὶ γὰρ τὰ ἐν Ὀρδοῦντι καὶ ἐν Κρομμύωνι καὶ ἐν Οἰνόῃ πάντα εἵλετο φρούρια. εἷλον δὲ τὰ ἐν Κορίνθῳ φρούρια ταῦτά ἐστι τὰ Κορινθιακὰ φυλακτήρια τὰ ἐν τῇ χώρᾳ τῶν Κορινθίων. τὰ ἐν Κορίνθῳ φρούρια τῶν Λακεδαιμονίων.

τὰ τείχη κατέσκαψαν ἃ ἦσαν περιβαλόντες αὐτοῖς οἱ Λακεδαιμόνιοι πρὸς τὸ πολιορκῆσαι αὐτούς.

κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι τὰ μετὰ Κορινθίων αὐτοῖς λέγει γενόμενα πρὸς τῷ Τρικαράνῳ, καὶ τὸ κατὰ Φλιασίων τρόπαιον, στρατηγοῦντος Ἰφικράτους. Φλιοῦς δὲ πόλις Πελοποννήσου. Φλιασίους οὖν, φίλους ὄντας Λακεδαιμονίων, ἐπολιόρκησαν, καί τινας αὐτῶν ἐπεξελθόντας διέφθειραν, στρατηγὸν ἔχοντες Χαβρίαν. ἐκράτησαν δὲ καὶ Σικυωνίων καὶ Μαντινέων, στρατηγὸν ἔχοντες Διότιμον.

καὶ Μαντινέων πάλιν ὅτε ἐν Κορίνθῳ πελτασταὶ τῶν Ἀθηναίων ἐνίκων, στρατηγοῦντος Χαβρίου. Σικυωνίων δὲ, ἐπειδὴ καὶ οὗτοι Λακεδαιμονίοις συνεμάχουν, Διότιμος δὲ Σικυωνίων καὶ τῶν συμμάχων ἐκράτησεν ἐν τῷ πεδίῳ.

παρέπλευσαν δʼ ἄχρι καὶ Βυζαντίου, καὶ πάντα ταῦτα διὰ Θρασυβούλου τοῦ Πειραιῶς ἐπράχθη. πάντα τὸν περὶ Θρᾴκην τόπον διʼ ἑαυτῶν ἐποιήσαντο ἤγουν διὰ τῆς αὑτῶν στρατηγίας καὶ νίκης οἰκεῖον σφίσιν εἰργάσαντο.

ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν, καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ, καὶ πρὸς Ἀβύδῳ κρατουμένας τῶν πόλεων Λακεδαιμόνιοι ἄρχοντας ἔπεμπον, οὓς ἐκάλουν ἁρμοστὰς διὰ τὸ μεθαρμόζειν τὴν πολιτείαν ἐκ δημοκρατίας εἰς ὀλιγαρχίαν, οὓς Ἀθηναῖοι ἀντιστάντας σφίσιν ἐκράτησαν, καὶ πρὸς τούτοις ἃς ἐν Μηθύμνῃ καὶ ἐν Ἀβύδῳ φρουρὰς ἔστησαν Λακεδαιμόνιοι. ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν· καὶ γὰρ Θηρίμαχον τὸν ἁρμοστὴν ἀπέκτεινε Θρασύβουλος, καὶ τὴν Λέσβον προεκτήσατο. ἔγνωμεν δὲ πολλάκις ὅτι οἱ ἄρχοντες, οὓς κατέστησαν οἱ Λακεδαιμόνιοι ἐν τῷ τέλει τοῦ Πελοποννησιακοῦ, ἁρμοσταὶ ἐκαλοῦντο, διὰ τὸ μεθαρμόζειν τὴν δημοκρατίαν εἰς ὀλιγαρχίαν.

τοσοῦτον δʼ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν Αὐδηρίταις ἐβοήθησε Χαβρίας ἐν Θρᾴκῃ πολεμουμένοις ὑπὸ Μαρωνιτῶν καὶ Τριβαλῶν, ὧν ἦρχε Χάλης, καὶ διαλλάξας τοὺς αὐτῶν βασιλεῖς ἀλλήλοις, καὶ φίλους καὶ συμμάχους ἀμφοτέρους Ἀθηναίων ἐποίησε. ἠλευθέρωσαν ἀπὸ Λακεδαιμονίας οὓς εὗρον ἐν παρόδῳ στασιάζοντας πρὸς ἀλλήλους. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν κακοῦ ὅτε παριὼν ὁ Φοιβίδας ταύτην κατέσχε καὶ φρουρὰν κατέστησεν. ἀπροσδοκήτου δὲ λέγει κακοῦ, ἐπειδήπερ οὐκ ἤλπιζον Θηβαῖοι ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν, συμμάχων ὄντων αὐτοῖς. ὅτε παριὼν ὁ Φοιβίδας κατέσχε τὴν Καδμείαν, καὶ τὴν φρουρὰν κατέστησεν.

τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον εἰρήνην λέγει, ἧς πρόσθεν ἐμνήσθη, ἣν καὶ καλεῖ αἰσχρὰν, διὰ τὸ παραχωρῆσαι Λακεδαιμονίους τῷ Πέρσῃ τοὺς Ἴωνας. δίκαιον δὲ λέγει διὰ τὸ αὐτονόμους εἶναι τοὺς Ἕλληνας, καὶ μὴ ὑπό τινων πολεμίων καταπολεμεῖσθαι· τοῦτο γὰρ ἡ εἰρήνη ἐθέσπιζεν. τὸ μὲν αἰσχρᾶς λέγει, διὰ τὸ παραχωρῆσαι Λακεδαιμονίους τῷ Πέρσῃ τοὺς Ἴωνας κατὰ Ἀθηναίων· τὸ δὲ δίκαιον, διὰ τὸ αὐτονόμους εἶναι τοὺς Ἕλληνας, καὶ μὴ ἔχειν ἄδειαν Λακεδαιμονίους, βιάζεσθαι τούτους. αἰσχρὰν μὲν λέγει, διὰ τὸν Ἀνταλκίδην, ὅτι τοὺς Ἴωνας παρεχώρησε διʼ ἐκείνου τῷ Πέρσῃ, δικαίαν δὲ διὰ τὸ αὐτονόμους εἶναι τοὺς Ἕλληνας. ἢ ἄλλως. δίκαιον λέγει τὸ ἐμμένειν τὰς συνθήκας ὕστερον συνθεμένους. τὰ δὲ τῶν Ἑλλήνων καλὰ φησὶ τὴν ἐλευθερίαν.

τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια καὶ τὸ ἐλευθέρους εἶναι καὶ τὸ μὴ στασιάζειν. τὴν ἐλευθερίαν. Λακεδαιμονίοις ἐπεξελθόντες ὅτι ἀδίκως καὶ παρασυνθήκως τὴν Καδμείαν κατέσχον.

ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως, ὅτε μετὰ τὴν κατάληψιν τῆς Καδμείας οἱ περὶ Χαβρίαν Ἀθηναῖοι πρὸς Κλεόμβροτον ἐπολέμησαν τὸν Λάκωνα, αὐτὸς δὲ ἐπιφέρει. ἔστι δὲ ταῦτα, τὸ τελευταίους συνθέσθαι, καὶ τὸ Λακεδαιμονίοις ἐπεξελθεῖν ἀδικοῦσι τοὺς Ἕλληνας. πρῶτον δὲ αὐτοὺς ὑπεδέξαντο, εἶτα ὕστερον ἐστράτευσαν μετὰ τῶν ὅπλων καὶ ἐβοήθησαν αὐτοῖς. τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν, καὶ οὐ πρότερον, πρὶν ἀπολογεῖται ὑπὲρ τῶν Ἀθηναίων, ὅτι ἠνέσχοντο τοιαύτης εἰρήνης, ἐν ᾗ ἐξεδόθησαν οἱ ἄποικοι αὐτῶν τῷ Πέρσῃ, λέγων ὅτι ἂν πάντας τούτους ἐκτήσαντο ἐχθροὺς, εἰ μὴ τὴν εἰρήνην ἐδέχοντο. ἦν δὲ ὁ Σεύθης σατράπης τοῦ Πέρσου, ὁ στρατιᾶς πολλῆς ἡγούμενος· ὁ δὲ Διονύσιος Σικελίας τύραννος.

Σεύθῃ οὗτος σατράπης ἦν τοῦ βασιλέως. Διονυσίῳ τῷ Σικελίας τυράννῳ λέγει. λέγει οὖν ὅτι, εἰ μὴ ἐδέξαντο τὴν εἰρήνην, ἀνάγκη ἦν αὐτοὺς τούτοις πᾶσι πολεμῆσαι.

ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι τὸ ἀντιπῖπτον λύει· οὐκ ἔδει οὖν καὶ τούτοις πολεμεῖν ἕνεκα τῶν Ἰώνων. λέγει οὖν ὅτι καὶ τούτοις ἐβουλεύοντο πολεμεῖν. τοῦτο δὲ καθʼ ἑαυτόν. ἐπεὶ, φησὶ, παρεσκευάσαντο πολεμεῖν, ὥστε μὴ συγχωρῆσαι, εἰ μὴ τοὺς συμμάχους εἶχον ἀντιπράττοντας. πρὸς τοῦτό γε τὸ πᾶσι τούτοις μόνον πολεμῆσαι.

οὕτω προυδόθησαν ὑπὸ τῶν συμμάχων δηλονότι. ἤγουν διὰ τοιαύτην αἰτίαν ἐξέστησαν τοῦ φρονήματος, καὶ ἑκόντες ἄκοντί γε θυμῷ συνεχώρησαν τῇ εἰρήνῃ. καὶ οὐδʼ οὕτως ἁπάσαις καὶ τοῦτο καθʼ ἑαυτόν· διὰ μέσου γάρ ἐστι τὸ καὶ τοῖς συμμάχοις μέλλοντες πολεμεῖν. ἁπάσαις ταῖς ψήφοις ἤγουν πάσῃ σπουδῇ καὶ προθυμίᾳ. ἐκ τοῦ εἰπεῖν ἁπάσαις ταῖς ψήφοις δείκνυσιν ὅτι, εἰ καὶ συνεχώρησαν, ἀλλʼ ἐδυσχέραινον, καὶ τοὺς αἰτίους κατεμέμφοντο. ἔστι δὲ ἐκ μεταφορᾶς τῶν κριτῶν, οἳ, ὅταν τι ἀποδέξωνται, πᾶσαν ψῆφον ἐπὶ τούτῳ τιθέασιν.

τῶν γε πεισάντων κατέγνωσαν εἰς Ἐπικράτην αἰνίττεται, ὃς ἔπεισεν Ἀθηναίους διʼ ἅσπερ ἴσμεν αἰτίας δέξασθαι τὴν εἰρήνην. εἰς Ἐπικράτην αἰνίττεται. κατέγνωσαν λέγει, τὸν θάνατον δηλονότι. ἡγούμενοι παρὰ τὴν ἑαυτῶν—ἀκροᾶσθαι συγχωρῆσαι ἐπειδήπερ μεγάλα κατὰ Περσῶν Ἀθηναῖοι ἔστησαν τρόπαια, οὐκ ᾤοντο δίκαιον, οὐδὲ τῆς αὑτῶν φύσεως, ἐπιλελησμένους τουτωνὶ τῶν τροπαίων παραχωρῆσαι Ἕλληνάς τινας ὑπακούειν τῷ Πέρσῃ, ὃν δεῖ τούτους ἅπαντας νικῶντας ἱστάναι τρόπαια.

παρὰ ταύτην τὴν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου· ἐπανέρχεται γὰρ εἰς ὅπερ ἔλεγεν. ἐπειδὴ οὖν, φησὶ, καὶ κακὴν συνθέμενοι εἰρήνην ὅμως οὐκ ἐφύλαξαν, ἀλλὰ πρῶτοι παρέβησαν, κατὰ τῶν Ἑλλήνων στρατεύσαντες. παρὰ ταύτην τὴν εἰρήνην ἤγουν ἐκτὸς τῶν ἐν αὐτῇ συνθηκῶν. παρῆλθον εἰς Θήβας οἱ Λακεδαιμόνιοι. εἰς Θήβας τουτέστιν εἰς τὴν Καδμείαν, ὅπερ καὶ ὄπισθεν εἶπε. ὧν ἐγὼ φεύγω λέγειν τοὔνομα ἐπὶ τοιούτοις τὸ Λακεδαιμονίων δηλονότι. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δόξῃ αὐτοὺς διαβάλλειν παρεισφέρων. ἵνα μηδὲν δόξω παρεξετάζων σφᾶς πρὸς Ἀθηναίους λέγειν ταυτί.

οὐ μόνον πρῶτοι—τῶν πραγμάτων ἀνθήψαντο οἱ Ἀθηναῖοι. τῶν πραγμάτων τῶν τοῖς Θηβαίοις.

καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐκ καταθέσεως καὶ ἀναιρέσεως τὸ ἐπιχείρημα. καὶ οὐχ ἓν εἶδος—εὐεργεσίας ἀπέλιπον ἐπιθυμοῦσι γὰρ Ἀθηναῖοι εὐεργεσίας ποιεῖν.

δεξάμενοι μὲν ἐν Ἀθήναις. τὴν φυγὴν τετρακόσιοι ἦσαν οἱ φυγάδες, ὡς Ἀνδροτίων λέγει. τὴν φυγὴν αὐτῶν. τὴν πρᾶξιν αὐτοῖς συνθέντες τὸ πρᾶξιν αὐτοῖς συνθέντες λέγει, διότι συνεβούλευσαν αὐτοῖς πῶς δεῖ τοὺς τυράννους καταχρήσασθαι. ἡ δὲ ἱστορία προεγράφη ἐν ἀρχῇ τοῦ λόγου, εἰς τὸ πάλιν τοίνυν Θηβαίων ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς. ἤγουν τὸ πῶς διαχρήσονται τοὺς τὴν Καδμείαν καταλαβόντας. ἀντὶ τοῦ προσώπου τὴν φυγὴν τὸ πρᾶγμα εἶπεν· ἔδει γὰρ εἰπεῖν τοὺς φυγόντας. καταλαβόντων γὰρ τὴν Καδμείαν τῶν Λακεδαιμονίων, κατέφυγον Θηβαῖοι πρὸς Ἀθηναίους. συνθέντες δὲ λέγει, ἀντὶ τοῦ κακουργήσαντες. λέγει δὲ ὅτι ἐδίδαξαν αὐτοὺς πῶς δεῖ τοὺς καταλαβόντας τὴν Καδμείαν χρήσασθαι· συνεβούλευσαν γὰρ ἐγχειρίδια λαβόντας νεωτέρους τινὰς, καὶ γυναικεῖον σχῆμα περιθεμένους, αὐτοῖς εἰς τὴν ἀκρόπολιν ὡς γυναῖκας συγγενέσθαι, τοῖς καταλαβοῦσι τὴν Καδμείαν, τούτων αἰτησάντων εὑρεῖν πρὸς συνουσίαν, γυναῖκας, καὶ οὕτως ἀνελεῖν αὐτούς. ὥσπερ δὲ δρᾶμα λέγει, ὅτι εἰώθασιν οἱ τραγῳδοὶ ἀεὶ προτυποῦν ἑαυτοὺς καὶ κατασκευάζειν τὴν ἐπίδειξιν. συνθέντες κακουργήσαντες.

ὥσπερ δρᾶμα τὸ ὥσπερ δρᾶμα λέγει, ἐπειδὴ εἰώθασιν οἱ τραγῳδοὶ πρὸ τῆς δραματουργίας τοὺς ὑπουργήσαντας αὐτῇ προδιδάσκειν καὶ προμηνύειν, πῶς δεῖ ποιεῖν. καὶ γὰρ ἐν τοῖς δράμασι σκοποῦσι καὶ προμελετῶσι πῶς καὶ τίνα εἰσελθεῖν δεῖ. πρᾶξιν δὲ λέγει, ὅτι γυναικεῖον σχῆμα εἶπον αὐτοῖς πρὸς τοὺς ἁρμοστὰς εἰσελθεῖν. ἀτέλειαν δὲ καὶ πολιτείαν καὶ πάντων μετουσίαν δόντες ἐφʼ ὅσον καιρὸν Ἀθήναζε ἦσαν.

ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν τοῖς μετοικήσασι. ταῦτα καὶ Δημοσθένης λέγει ἐν τῷ πρὸς Λεπτίνην. τοῖς—μεταστᾶσιν Ἀθήναζε. ἔπειθʼ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε μετὰ γὰρ τὸ ἀνελεῖν τοὺς ἁρμοστὰς μετεπέμψαντο τοὺς Ἀθηναίους Θηβαῖοι, καὶ οὕτως ἔσχον τὴν πόλιν.

ὥσπερ πομπῆς πανηγύρεως.

τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι τὴν ἐν Ἁλιάρτῳ. ἣν ὑπὲρ αὐτῶν Θηβαῖοι ἦσαν ποιησάμενοι, ὅτι ἐξέβαλον τὴν φρουρὰν αὐτῶν· τότε γὰρ ὀλίγους ἔπεμψαν μετʼ αὐτῶν, νῦν δὲ τελείαν δύναμιν. προτέραν οὖν ἔξοδον λέγει τὴν ἐν Ἁλιάρτῳ γενομένην, ὅτε Λύσανδρος καὶ Παυσανίας ἡγοῦντο Λακεδαιμονίων ἐν Ἁλιάρτῳ, ἐν τῇ προτέρᾳ ἐξόδῳ.

τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὶν τὴν Καδμείαν καταλαβεῖν τὸν Φοιβίδαν, κακῶς ὑπὸ Λακεδαιμονίων Θηβαίους ἰδόντες Ἀθηναῖοι πάσχοντας, εἰσελθόντες εἰς Ἁλίαρτον, ἐνίκησαν Λακεδαιμονίους, ἐξείλοντο δὲ τῆς ἀπὸ τούτων βλάβης Θηβαίους· οὐδὲν διασωθέντες Θηβαῖοι στήλας ἔστησαν περὶ συμμαχίας, ἃς προϊόντος τοῦ χρόνου καθῃρηκότες πρὸς Λακεδαιμονίους αὖθις ἐχώρησαν. ἔπειτα Φοιβίδου τὴν Καδμείαν κατειληφότος καὶ φρουρὰν καταστήσαντος, ἐλεήσαντες Ἀθηναῖοι τυραννουμένους Θηβαίους, ἐξελθόντες κατέλυσαν μὲν τὴν φρουρὰν, συμβαλόντες δὲ Λακεδαιμονίοις ἐν Κορωνείᾳ κατὰ κράτος ἐνίκησαν. αὕτη δὲ ἡ βοήθεια μαρτύριόν ἐστι μεγαλοψυχίας, ἐπειδήπερ ἠμνημόνησαν τῆς τῶν στηλῶν καθαιρέσεως. ἡ πρότερον ἔξοδος τῶν Ἀθηναίων ἐγένετο, ὅτε ἐν Ἁλιάρτῳ συνεμάχησαν Θηβαίοις, μετὰ τὴν κατάληψιν τῆς Καδμείας, καὶ τὴν ἀναίρεσιν τῆς Λακεδαιμονίων φρουρᾶς τῆς διὰ Φοιβίδου καταστάσης, ἔνθα σωθέντες Θηβαῖοι στήλας ἔστησαν περὶ συμμαχίας, εἶτʼ ἀποστάντες πρὸς Λακεδαιμονίους κατέβαλον τὰς στήλας. ἀλλʼ ὅμως Ἀθηναῖοι πολεμουμένοις αὖθις ὑπὸ Λακεδαιμονίων συνεμάχησαν ἐν Κορωνείᾳ.

τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας—τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ σωθέντες γὰρ ἐν Ἁλιάρτῳ ἐν στήλαις τὴν συμμαχίαν ἀνέγραψαν, ὕστερον δὲ πάλιν καθεῖλον, ὡς ἀχάριστοι. ἐγράφοντο γὰρ καὶ συμμαχίαι ἐν στήλαις, ὥσπερ καὶ δωρεαί. λέγει οὖν ὅτι οἱ Θηβαῖοι τὰς στήλας τῆς συμμαχίας τῶν Ἀθηναίων καθεῖλον, οἱ δὲ Ἀθηναῖοι τὴν ἄνοιαν αὐτῶν οὐχ ὑπελογίσαντο. τῇ λέξει δὲ θεραπεύει αὐτῶν τὴν ἄνοιαν.

τῇ χρείᾳ διὰ τὴν χρείαν. τοῖς δικαίως κινδυνεύουσιν διὰ τὸ καθελεῖν αὐτῶν τὰς στήλας εἶπεν αὐτοὺς δικαίως κινδυνεύοντας. ἀξίως γὰρ ἐκινδύνευον, τὴν Ἀθηναίων συμμαχίαν ἀφέντες.

τοῖς ἀδίκως ἐπελθοῦσιν τοῖς Λακεδαιμονίοις λέγει, ὅτι καταδουλώσασθαι αὐτοὺς ἐβούλοντο. τοῖς ἀδίκως ἐπελθοῦσιν κατʼ αὐτῶν Λακεδαιμονίοις.

ἐκβαλόντες τῆς Καδμείας. τοὺς ἁρμοστὰς ὑποσπόνδους σπονδὰς γὰρ πρὸς Ἀθηναίους ποιήσαντες ἀβίαστοι ἐξῆλθον τῆς πόλεως.

παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν ἀκούσαντες Λακεδαιμόνιοι τὴν ἐν Κορωνείᾳ τοῦ στρατοπέδου αὐτῶν ἧτταν, μετὰ δυνάμεως πολλῆς ἔπεμψαν Ἀγησίλαον κατὰ Θηβαίων, ὃς μάλιστα πάντων ἐδόκει φιλοπόλεμος εἶναι. Ἀθηναῖοι δὲ καὶ αὖθις ἐβοήθησαν Θηβαίοις, καὶ συμβαλόντες πρὸ τῆς Θηβαίων πόλεως Ἀγησιλάῳ, εἰς φυγὴν ἔτρεψαν, στρατηγοῦντος αὐτοῖς Χαβρίου καὶ Δημάδου. τὸ δὲ σὺν Ἀγησιλάῳ λέγει, ἢ ὅτι μετʼ αὐτοῦ ἦσαν καὶ ἕτεροι στρατηγοὶ, ἢ ὥσπερ φαμὲν τοὺς ἀμφὶ τὸν Ἀχιλλέα, δηλοῦντες αὐτὸν μόνον τὸν Ἀχιλλέα. πρὸς τὸ συμβὰν τὸ ἐκβληθῆναι τὴν φρουράν.

ἀντετάξαντο οἱ Ἀθηναῖοι.

στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες τὸν Χαβρίαν λέγει καὶ Δημέαν. ἐπέμφθη δὲ ὕστερον Ἀγησίλαος μετὰ δυνάμεως πολλῆς κατὰ Θηβαίων. οὗτος δὲ πάνυ ἐγένετο φιλοπόλεμος, ὡς μαρτυρεῖ Ξενοφῶν, πρὸς ὃν Θηβαῖοι κατὰ Χαβρίου ἀντετάξαντο.

τῇ πόλει τῶν Θηβαίων. περιίσταται δέ με παντοδαπὰ, ὥσπερ—οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς διὰ τὸ εἶναι πλεῖστα, ἃ μέλλει λέγειν, τὸ συγγραφῇ εἴρηκε· συγγραφῆς γάρ ἐστιν ἔργον ἡ τῶν πολλῶν καὶ συνεχῶν πραγμάτων διήγησις. δέον δὲ οὕτως εἰπεῖν, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλʼ οὐδὲ μέρη αὐτῶν, ὁ δὲ ἄλλως τὸν λόγον ἔτρεψεν, εἰπὼν, ἀλλʼ οὐδὲ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς, δεικνὺς ἐντεῦθεν ὡς, ἐπειδήπερ οὐχ εἷς στρατηγὸς, ἀλλὰ πολλοὶ ταῦτʼ ἔπραξαν, παγχάλεπος εἴη ὁ περὶ τούτων λόγος.

ἀλλʼ οὐδʼ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς διεξελθεῖν.

πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου σὺν ναυσὶ πολιορκῶν Νάξον Χαβρίας, Λακεδαιμονίων οὖσαν σύμμαχον. ἐπειδὴ οἱ Λακεδαιμόνιοι αἰσθόμενοι μετὰ πλήθους νεῶν παρεγένοντο, συμβαλὼν αὐτοῖς μεταξὺ Νάξου καὶ Πάρου, κατέδυσε μὲν τέσσαρας πρὸς ταῖς εἴκοσι ναῦς, τὰς δὲ λοιπὰς εἰς φυγὴν ἔτρεψε, δύο δὲ αὐτάνδρους λαβὼν ἀγαγὼν Ἀθήναζε τοὺς ἐν αὐταῖς πέπρακεν. τὴν Χαβρίου φησὶν, ὅτε σὺν ναυσὶ πολιορκῶν Νάξον πρὸς αὐτοὺς ἐναυμάχησε μεταξὺ Πάρου καὶ Νάξου, καὶ κατέδυσε μὲν κδʹ ναῦς, δύο δὲ αὐτάνδρους ἔλαβε, καὶ τοὺς αἰχμαλώτους ἄγων εἰς τὰς Ἀθήνας ἐπώλησεν ἐπὶ τοῦ πωλητηρίου.

τῶν περὶ Κέρκυραν ἀγωνισμάτων ἡ Κέρκυρα, Λακεδαιμονίων οὖσα, ὑπʼ Ἀθηναίων ἐπολιορκεῖτο, στρατηγοῦντος αὐτοῖς Τιμοθέου. ἀκούσαντες δὲ Λακεδαιμόνιοι στράτευμα οὐκ ὀλίγον ἔπεμψαν, καὶ στρατηγὸν Νικόλαον. Τιμόθεος δὲ τήν τε Κέρκυραν παρεστήσατο, καὶ Λακεδαιμονίους διέφθειρεν. ὕστερον δὲ ἐπʼ ἀναιρέσει Κερκύρας πεπλευκόσι Λακεδαιμονίοις, μαθόντες οἱ Ἀθηναῖοι ἔπεμψαν Ἰφικράτην μετὰ νεῶν οὐ πολλῶν, ὃς συμβαλὼν αὐτοῖς, καὶ κατὰ κράτος νικήσας, ἀπήλλαξε κινδύνου τὴν νῆσον. ὅτε Τιμόθεος εἷλε Κέρκυραν, καὶ παρʼ αὐτὴν Λακεδαιμονίους, καὶ τὸν ναύαρχον Νικόλαον ἐνίκησε καὶ ἐν Ἀλύζᾳ τρόπαιον ἔστησε, καὶ ἐπεκράτησε τὸν κατʼ ἐκεῖνα τόπον, ὅτε ὕστερον Λακεδαιμονίων Κέρκυραν πολιορκούντων Ἰφικράτης πλεύσας τὰς Διονυσίου τριήρεις Λακεδαιμονίοις ἡκούσας βοηθοὺς ἐλθὼν διέφθειρε, καὶ ἀπήλλαξε κινδύνων τὴν νῆσον. τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος ὅτε Αὐδηρίτας καὶ Μαρωνίτας πολεμοῦντας ἀλλήλοις Χαβρίας διήλλαξεν. οἱ ἐπὶ Θρᾴκῃ Ἕλληνες πάσχοντες κακῶς ὑπὸ Λακεδαιμονίων ὑπʼ Ἀθηναίων ἀπηλλάγησαν, καταπολεμησάντων Λακεδαιμονίους.

τῶν ἐν Ἀκαρνανίᾳ ἐνταῦθα Ἀθηναῖοι Λακεδαιμονίοις καὶ τοῖς αὐτῶν συμμάχοις συμβαλόντες ἐνίκησαν.

μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι ἤτοι τὸ φιλάνθρωπον. ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις τῆς Βοιωτίας νενικηκότες οὕτως ἐδίωξαν, ὡς καὶ μέχρι τῆς Λακωνικῆς αὐτοὺς ἀφιγμένους φόβον τοῖς Λάκωσιν οὐ μικρὸν παρασχεῖν. ἦλθον γὰρ καὶ εἰς τὴν Λακωνικὴν αὐτὴν Θηβαῖοι μετὰ τὴν ἐν Λεύκτροις νίκην.

κατελέλειπτο τὰ πράγματα ἐν τούτῳ— ὄντων κινδύνων ἐθελοντὰς τὰ πράγματα, φησὶ, τῶν Λακεδαιμονίων οὕτως ἦν, ὥστε δεῖσθαι ἢ τινὰ τῶν θεῶν συμμαχῆσαι, ἢ τοὺς Ἀθηναίους κοινωνῆσαι τῶν κινδύνων. αὔξων δὲ τὸ δεινὸν ἐπαινεῖ τὴν Ἀθηναίων ῥοπήν.

ὥστε δεῖν ἢ θεῶν τινα χεῖρα ὑπερέχειν ἐκ τοῦ εἰπεῖν ὥστε δεῖν ἢ θεῶν τινα δείκνυσι μὲν τῆς Λακεδαιμονίων δυστυχίας τὸ μέγεθος, αὔξει δὲ τὴν Ἀθηναίων ῥώμην, ἣν ὑπὲρ Λακεδαιμονίων ἐπεδείξαντο. εἰ γὰρ Λακεδαιμόνιοι μὲν εἰς τοῦτο τύχης ἀφίκοντο, ὡς, εἰ μή τις αὐτοῖς συμμαχήσει τούτοις, καθάπαξ ἀπολωλέναι, Ἀθηναῖοι δὲ τοῖς οὕτως ἔχουσιν ἐβοήθησαν, πῶς οὖν δαιμόνιοί τινες ἦσαν ὡς ἀληθῶς, καὶ ταὐτὰ τοῖς θεοῖς δυνάμενοι.

καίτοι ἀφῖκτο μὲν κατʼ ἀρχὰς τοῦτο μέσον ἐστὶ παρεμβολή. κάτω γὰρ ἐπιφέρει τὴν ἀπόδοσιν. ἀφῖκτο μὲν κατʼ ἀρχὰς εὐθὺς κήρυξ παρὰ τῶν Θηβαίων, ὡς ἐπʼ εὐαγγελίοις ἐστεφανωμένος ἦλθεν αὐτοῖς ὁ κήρυξ, εὐαγγελιζόμενος νίκην, ἐπειδήπερ καὶ σύμμαχοι αὐτῶν Ἀθηναῖοι ἐγένοντο ἐν τοῖς προτέροις πολέμοις, ἐν Ἁλιάρτῳ καὶ Κορωνείᾳ. ἔστι δὲ καὶ οὕτως εἰπεῖν· τῶν προσόντων ἀγαθῶν ἢ προσώπῳ, ἢ πράγματι, τὰ μέν ἐστιν ὁμολογούμενα, τὰ δὲ ἀμφισβητούμενα. ἢ οὖν παρελευσόμεθα, ὅταν πάνυ ἄδηλον τοῖς ἀκούουσι, καὶ τὴν δόξαν ἀμφίβολον ἔχῃ, ἢ λύσομεν φανερωθέντες περὶ αὐτῶν ἀντίθεσιν, ὅταν ὁ ἀκροατὴς διʼ ὑπόληψιν ἐναντίαν ἐνίσταται πρὸς τὰ ἐπαινούμενα. ἀφῖκτο Ἀθήναζε.

κελεύουσα παρακαλοῦσα. κελεύουσα ἐπʼ ἀναιρέσει τῆς Σπάρτης ἡγεῖσθαι κελεύουσα, ἀντὶ τοῦ παρακαλοῦσα. ἔστι δὲ Ἀττικόν. ἐπʼ ἀναιρέσει δὲ λέγει, ἐπὶ κατασκαφῇ τῆς Σπάρτης. ἐπʼ ἀναιρέσει ἀφανισμῷ. ἀναλήψει. ἡγεῖσθαι εἰς πόλεμον. εἰ δὲ μὴ ἀντὶ τοῦ εἴπερ περιιδεῖν. ἔστι δὲ ὁ σύνδεσμος συγκριτικός.

ἐπὶ μὲν τοῖς παρὰ τοῦ κήρυκος λόγοις.

πλεῖστον δὴ δόξης ψευσθέντα δόξαν λέγει νῦν τὴν ἐλπίδα καὶ προσδοκίαν· ἤλπιζον γὰρ οἱ Θηβαῖοι τοὺς Ἀθηναίους ἐπὶ τῇ θέᾳ τοῦ κηρύγματος ἥδεσθαι. ἤλπιζε γὰρ εὐεργεσιῶν μεγάλων τευξεῖσθαι. τὴν δὲ Λακεδαιμονίων ἐρημίαν ἀπορίαν καὶ μόνωσιν. τὴν δὲ Λακεδαιμονίων—τῶν κεκρατηκότων, εἵλοντο ἰστέον ὅτι πάντες οἱ ἐν τῇ Πελοποννήσῳ κατοικοῦντες κοινῷ. ὀνόματι Πελοποννήσιοι λέγονται, ἰδίᾳ δὲ οἱ μὲν Λακεδαιμόνιοι, οἱ δὲ Μυκηναῖοι, οἱ δὲ Πελοποννήσιοι. ἐν οὖν τῇ Λακεδαιμονίων ἥττῃ τοσοῦτον ἥσθησαν Πελοποννήσιοι, ὡς ἑκόντες ἐλθεῖν Ἀθήναζε, καὶ συμμαχίαν ἐπαγγέλλειν, ἢν μετʼ αὐτῶν καὶ Θηβαίων κατὰ Λακεδαιμονίων χωρήσωσι. τὸ αὐτὸ δὲ καὶ Θηβαῖοι διὰ τοῦ κηρύγματος ᾔτουν· πάλιν ἐκ μέρους Λακεδαιμόνιοι ἐδέοντο μὴ περιιδεῖν σφᾶς.

τῶν κεκρατηκότων τῶν Θηβαίων λέγει.

ὧν ἐπεπόνθεσαν αὐτοὶ ὑπὸ Λακεδαιμονίων. ἐν τῷ Πελοποννησιακῷ πολέμῳ. μνημονεύσαντες ἀντὶ τοῦ μνησικακήσαντες. ἀλλʼ ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες, αὐτῶν εἶναι λῦσαι νομίσαντες ἡ σύνταξις οὕτως· ἀλλὰ νομίσαντες αὐτῶν εἶναι κωλῦσαι, ἃ πείσονται Λακεδαιμόνιοι περιοφθέντες, τουτέστι παροραθέντες.

ὃ δὲ δὴ καὶ μάλιστα—ἢ κατʼ ἄνθρωπον ἡγήσασθαι λείπει τοῦτο λέγει.

ἐξὸν γὰρ ἑαυτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους ὥσπερ ὑπηρέτας. ἀκολουθοῦντας ἀντὶ τοῦ ὑπακούοντας, ἐν ὑπηκόων τάξει. οὐχ ἁπλῶς δὲ λέγει, ἀλλʼ ἐπεὶ δόξα ἦν τῷ στρατηγεῖν ἐν πολέμῳ. δυνάμενος οὖν, φησὶν, αὐτοὶ τὴν στρατηγίαν ἔχειν, ἅτε παρακαλούμενοι βοηθεῖν αὐτοῖς ἐπὶ τῇ ἴσῃ τιμῇ ἐδέξαντο, ὅ ἐστιν ἴσον ἀξίωμα ἔχειν συμμαχίας.

ἐπὶ κεφαλὴν ὠσθέντας τὸ ἐπὶ κεφαλὴν ὠσθῆναι παροιμία ἐστὶν ἐπὶ τῶν κακῶς πεσόντων καὶ ἀπολωλότων ταττομένη. εἴρηται δὲ ἀπὸ τῶν κακούργων τῶν καταδικαζομένων ἐκ κρημνοῦ ῥίπτεσθαι, κατὰ κεφαλήν. ἀντὶ τοῦ κακῶς παθόντας· δεινὸν γὰρ τὸ ἐν τῇ κεφαλῇ τινα πληγῆναι. ἔστι δὲ καὶ παροιμία ἐπʼ ὀλέθρῳ ταττομένη, παρὸ οἱ ἐπὶ τὴν κεφαλὴν φερόμενοι κινδυνεύουσιν.

συμμάχων, περιοίκων, οἰκετῶν, ἁπάντων, ἐπανεστηκότων ἐπειδήπερ εἶδον αὐτοὺς ὑπὸ Θηβαίων κατὰ κράτος ἡττηθέντας. τὸ δὲ ἐπὶ τοῖς ἴσοις ἐδέξαντο, ἀντὶ τοῦ ἴσους αὐτοῖς καὶ ὁμοτίμους συμμάχους. ἐπὶ τοῖς ἴσοις ἤγουν ἐπὶ τῇ ἴσῃ τιμῇ· ὅ ἐστιν ἴσον ἀξίωμα ἔχειν συμμαχίας. ἤτοι ἐπὶ τῷ ἴσῳ ἀξιώματι.

καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου λείπει ἡ εἰς, ἵνʼ ᾖ καὶ εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου· πᾶσαν γὰρ ἐζήτουν λαβεῖν. ἢ τὰ λοιπὰ λέγει τοὺς συμμαχοῦντας Θηβαίους Λακεδαιμονίοις· εἶχον γὰρ ἀπὸ τῆς Λακωνικῆς συμπράττοντας ἑαυτοῖς μετὰ Θηβαίων τινάς.

ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης συνέδριον, τουτέστι βουλευτήριον. σημαίνει δὲ τὴν ἡγεμονίαν· ἴδιον γὰρ τῆς τῶν ἀρχόντων πόλεως τὸ συνέδριον εἶναι παρʼ αὐτοῖς τῶν ἀρχομένων. ἤγουν τόπον οἰκεῖον καὶ πρέποντα συμμαχίας ἐντεῦθεν γίνεσθαι.

θαυμάζω τοίνυν τῶν τὰ Μηλίων διαβάλλουσί τινες τὸν Ἀριστείδην διὰ ταύτην τὴν ἀντίθεσιν· οὐ γὰρ ἔδει, φησὶν, ἐν ἐγκωμίῳ μεμνῆσθαι συμφορῶν καὶ ἐγκλημάτων· ἐγκώμιον γάρ ἐστιν αὔξησις τῶν προσόντων ἀγαθῶν. πρὸς τοῦτο οὖν διπλοῦν ἐστι τὸ τῆς λύσεως θεώρημα. τινὲς γὰρ τῶν τεχνικῶν παντοίως ἀναιροῦσι τὸ μεμνῆσθαι τοιούτου τινὸς ἐν ἐγκωμίῳ. ἄλλοι δὲ λέγουσι· δεῖ μὲν τιθέναι τὰ λυπηρὰ, ἵνα μὴ τῇ σιωπῇ βεβαιώσωμεν τὰ ἐγκλήματα. ἑκάτερον δὲ τῶν θεωρημάτων ἰσχυρόν. ἡμεῖς δὲ φαμὲν ὅτι, ἐὰν μὲν ἰδιώτου ἑνὸς ἐγκώμιον ποιώμεθα, δεῖ σιωπᾶν τὰ λυπηρά· οὐδὲ γὰρ θαυμαστὸν, ἕνα ἄνδρα εὑρεῖν ἀναμάρτητον· ὅταν οὖν πόλιν ἐγκωμιάζωμεν, καὶ ἀνάγκη, διὰ τὸ πλῆθος τῶν πραγμάτων, εἶναι λυπηρὰ, θετέον τὰ τοιαῦτα, καὶ λυτέον, καὶ οὐκ ἴδιον αὐτῶν ἡμεῖς τοῦτο λέγομεν· αὐτοὶ γὰρ οἱ ἀρχαῖοι ἐν τοῖς λόγοις αὐτῶν τοῦτο ἡμᾶς διδάσκουσιν· ἰδοὺ γὰρ αὐτὸς Ἀριστείδης διδάσκει ἡμᾶς τὸ θεώρημα· ἄλλως τε εἰ δὲ μὴ ἰδιώτου ποιεῖ τὴν κρίσιν, ἀλλὰ πόλεως, καὶ ταύτης πρεσβυτάτης τῶν Ἑλληνίδων. εἰ δέ τις εἴποι, πῶς οὖν ἐν τῷ Βουσίριδι εὕρομεν ἀντίθεσιν, καὶ ταῦτα ἑνὸς ὄντος, καὶ οὐ πόλεως ὄντος τοῦ ἐγκωμιαζομένου; λέγομεν ὅτι βασιλικὸν ἦν τὸ πρόσωπον καὶ μέγα· διὸ ἠναγκάσθη ὁ Ἰσοκράτης κἀκεῖ θεῖναι ἀντίθεσιν, ἵνα τὸ ἄδηλον ποιήσῃ ὁμολογούμενον. ἄδηλον γὰρ ἦν εἰ ὁ Βούσιρις αἴτιος ἐγένετο τῶν τοσούτων ἀγαθῶν τοῖς Αἰγυπτίοις. καὶ διὰ τῆς λύσεως ἀποδείκνυσιν ὅτι οὐδεὶς ἄλλος τούτων αἴτιός ἐστιν, εἰ μὴ ὁ θεῶν παῖς ὢν ὁ Βούσιρις. τὰ Μηλίων καὶ Σκιωναίων τὰ περὶ Σκιώνης ὁ Θουκυδίδης λέγει ἐν τῇ τετάρτῃ. αὕτη γὰρ ἐν Θρᾴκῃ οὖσα πόλις τῶν Ἀθηναίων ὑπήκοος, ἀπέστη αὐτῶν, καὶ Λακεδαιμονίοις συνεμάχει. ὀργισθέντες οὖν Ἀθηναῖοι κατέσκαψαν αὐτήν. ὁ αὐτὸς δὲ λέγει καὶ περὶ τῆς Μήλου ἐν τῇ δευτέρᾳ ὅτι νῆσός ἐστιν ἄποικος μὲν Λακεδαιμονίων, Ἀθηναίοις δὲ οὐ συμμαχεῖν βουλομένη ὑπʼ αὐτῶν τῶν Ἀθηναίων κατεσκάφη, ὅτι νῆσος οὖσα θαλασσοκράτορσιν Ἀθηναίοις οὖσιν οὐχ ὑπήκουε. ταῦτα οὖν ἐδόκουν εἶναι μόνα τῶν Ἀθηναίων ὠμὰ καὶ ἀπάνθρωπα. ἔστι δὲ ἡ μὲν Μῆλος νῆσος πρὸς τῇ Πελοποννήσῳ, ἡ δὲ Σκιώνη περὶ Παλήνην. ἀπολογεῖται δὲ Ἀριστείδης πρὸς τοὺς ἐγκλήματα ταῦτα τῆς πόλεως φάσκοντας.

ποῦ γῆς ἢ θαλάττης ὄντες ταῦτα κατηγοροῦσι ἀντὶ τοῦ ἐγκαλεῖν καὶ ὀνειδίζειν. οὐχ ἁπλῶς δὲ ταῦτα λέγει, ἀλλʼ ἵνα δείξῃ ὅτι οἱ ταῦτα λέγοντες ἀγνοοῦσι τῆς πόλεως τὰ ἐν γῇ καὶ θαλάττῃ πλεονεκτήματα.

τῶν πεπραγμένων τῇ κατὰ ἦθος πόλει ὅταν ἡ πόλις δίκαιον, ἢ ἄδικον ἐργάσηται ἢ ὠμὸν, ἢ φιλάνθρωπον, τότε φαμὲν ὡς ἡ κατὰ τὸ ἦθος τοῦτο ἔπραξεν, ἤγουν ἡ κατὰ τρόπον. τότε γὰρ ἐμφανίζεται ὁ τῆς πόλεως τρόπος, εἴτε χρηστός ἐστιν εἴτε φαῦλος· τὰ μὲν γὰρ ἄλλα χειρῶν, ἢ εὐβουλίας ἐστὶ κατορθώματα, οἷον πόλεμοι καὶ αἱ πρὸς τούτους μηχαναί. καὶ δίκαιον τότε λέγειν ὡς ἡ κατὰ χεῖρας, ἢ ἡ κατὰ φρόνησιν πόλις ταῦτʼ εἰργάσατο· ἃ δὲ φιλανθρώπως, ἢ ἀπηνῶς ἐργάσεται, τὴν ποιότητα αὐτῆς παριστᾷ.

εἰ δʼ οὐκ ἂν φύγοιεν τὴν αἵρεσιν ἀλλʼ αἱρήσονται καὶ ταῦτα καὶ τἄλλα ὑπάρχοντα αὐτοῖς. εἴ τις αὐτοῖς διδοίη θεῶν τὴν τούτων κτῆσιν.

παυσάσθωσαν μείζοσιν ἢ καθʼ ἑαυτοὺς λόγοις ἐγχειροῦντες οὐ γάρ εἰσιν ἄξιοι ταῦτα κακίζειν, ὧν εὔξαιντʼ ἂν μετασχεῖν.

πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν συλλογιστικῶς ἀγωνίζεται. δοκεῖ δὲ τὸ αὐτὸ λέγειν. λέγομεν ὅτι πόλιν μὲν λέγει πάντα τὰ πεπραγμένα αὐτῇ, συμβάντα δὲ τὰ περὶ Μηλίων καὶ Σκιωναίων.

ἐκπέφευγεν αὐτοὺς ἐκεῖνα. ἐκπέφευγεν αὐτοὺς, ἀφʼ ὧν ἡ πόλις γνωρίζεται τουτέστιν ἀγνοοῦσιν αὐτῆς τὰ ἴδια, ἀφʼ ὧν γνωρίζεται. εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια—τὴν πόλιν ἐγκωμιάζουσι οὐχ ὅτι, φησὶν, ἄδικόν ἐστι τὸ συμβὰν, διὰ τοῦτο μέμφονται, ὅτι ἀνάξιον ἐγένετο τῆς φιλανθρωπίας τῆς πόλεως.

προσκείσθω γάρ οὐχ ἁπλῶς τοῦτο εἶπε τὸ προσκείσθω· πολλάκις γὰρ συμβαίνει μικρὰ μὲν, πολλὰ δέ. ἀλλʼ ὅταν ᾖ πολλὰ καὶ μεγάλα, τότε ἔγκλημα.

εἰ μηδʼ ἰδιώτου ποιῇ τὴν κρίσιν ἤγουν οὐκ ἰδιώτην κρίνεις ταύτῃ τῇ κρίσει. ἰδιώτου ἀντὶ τοῦ ἑνὸς ἀνδρός. ἰδοὺ δὲ, καὶ αὐτὸς δηλοῖ, εἰ ἔστιν εἷς ἀνὴρ ὁ ἐγκωμιαζόμενος, δεῖ παραλιπεῖν ὃ ἔσχεν ἐλάττωμα.

εἰ δὲ δεῖ καὶ περὶ τούτων ἀποκρίνασθαι οὐκ ἐρῶ Ἰσοκρατικὸν τὸ μεταχείρημα· ὥσπερ γὰρ ἐκεῖνος ἐν τῷ Βουσίριδι, ὅτε εἰσήγαγε τὸν Πολυκράτην, διέβαλλεν αὐτὸν ὡς ἀπαιδεύτως ἀντιτιθέντα, καὶ ὕστερον διέλυσεν, οὕτω καὶ Ἀριστείδης δείξας ἀμαθεῖς τοὺς ἀντιθέντας νῦν λύει τὰ παρʼ αὐτῶν. πεποίηκε δὲ τοῦτο καὶ Δημοσθένης πολλάκις.

οἱ μετὰ ταῦτα δυνηθέντες Λακεδαιμόνιοι. πρότερον τὴν τῆς θαλάττης ἀρχὴν Ἀθηναίων ἐχόντων, ὕστερον Λακεδαιμόνιοι ταύτην ἐκτήσαντο. οὔτε γὰρ λυπεῖν ἔγωγε οὐδένα τῶν Ἑλλήνων προῄρημαι διὰ τοῦ ἐπιδείξασθαι αὐτὸν δεινότερα εἰργασμένον.

ὁ λόγος οὗτος ὁ περὶ τῆς πόλεως.

οὔτʼ ἂν ἑτέρους ἐπιδείξω δήπου μείζω—εἰς συγγνώμην καταφεύγουσα κατηγορεῖταί τις ὡς προδότης· εἰ οὖν καὶ ἑτέρους δείξει εἰς ταύτην τὴν κακίαν πεσόντας, οὐκ ἔστι τοῦτο ἀπολογία ὑπὲρ αὐτοῦ, ὡς διὰ τοῦτο ἔξω μέμψεως εἶναι, ἀλλʼ ἐντεῦθεν θηρᾶται παρὰ τῶν κατηγορούντων συγγνώμην καὶ ἔλεον, εἴπερ οὐ μόνος ἑάλω τούτῳ τῷ κακῷ, ἀλλὰ καὶ ἑτέρους ὁμολογοῦντας καὶ συμφωνοῦντας ἔχει διὰ τῆς αὐτῆς πράξεως. μείζω καὶ δεινότερα ὧν νῦν αἰτιῶνται τὴν πόλιν τινές.

ἀλλά μοι δοκοῦσιν ὅλως ἠγνοηκέναι τὴν τῶν πραγμάτων φύσιν μεταστατικῶς ἀπολογεῖται, μεταφέρων τὴν αἰτίαν τοῦ ἀδικήματος ἐπὶ τὴν φύσιν τοῦ πράγματος. Θουκυδίδειος ἡ μεταχείρησις.

παραφέροντες εἰς μέσον φέροντες.

μετρίως καλῶς καὶ ὡς προσῆκε.

τὴν φύσιν αὐτῆς τῆς ἀρχῆς δηλονότι. μεταστατικῶς δὲ ἀπολογεῖται, τῆς ἀρχῆς τὴν αἰτίαν ἄγων ἐπὶ τὴν φύσιν τοῦ πράγματος.

παρʼ αὐτὸν ἔξω. παρʼ αὐτὸν τὸν τῆς ἰσότητος νόμον καὶ ἔξω τοῦ τῆς ἰσότητος νόμου, ἅ ἐστιν αὐτός. ὑπεροχὴ γὰρ ἡ ἀρχὴ, καὶ οὐκ ἰσότης.

νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις εἰσὶ γὰρ πολλάκις ἄνθρωποι μηδὲν δεόμενοι νόμων, ἢ τῷ οἴκοθεν νοεῖν τὸ δίκαιον, ἢ τῷ ὅμοιον εἶναι τὸν τρόπον. ἵνα κατʼ αὐτοὺς πολιτεύοιντο, καὶ οὐχ ὡς βούλοιντο. πολεμεῖν τοῖς μὴ πειθομένοις.

εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων ἀντὶ τοῦ εἴ τις δικαιολογεῖται.

σοφιστὴς εἶναι μᾶλλον βούλεται ὡς τὰ ἀδύνατα δυνατὰ τῷ λόγῳ ποιεῖν φαίνεσθαι.

ἅπαντά γε ταῦτα αἱ ἀρχαὶ καὶ αἱ δυναστεῖαι. ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος ἀντὶ τοῦ ἐν τῷ νόμῳ· ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστί· διʼ ὧν κατηγορεῖ τῆς ἀρχῆς, διὰ τούτων ἀπολογεῖται. ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν τοῦτο κατʼ εἰρωνείαν.

ᾕρηνται κρείττους εἶναι μάτην δηλονότι καὶ ὡς ἔτυχεν. ἀλλʼ οἶμαι ταῦτʼ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων, καὶ τὸν ἥλιον οὐχ ἑωρακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι ἀντὶ τοῦ ἀγνοούντων ὅτι καὶ αὐτὸς τὸ πλέον ἔχει τῶν ἄλλων ἀστέρων. γωνίας δὲ ἀξίων ἀντὶ τοῦ ἀφανῶν καὶ ἀποκεκρυμμένων· παρόσον τὸ ἀφανέστατον μέρος τῶν οἰκοδομημάτων ἡ γωνία.

τὰ τοιαῦτα ἃ καὶ κατʼ Ἀθηναίων οὗτοι προφέρουσιν.

ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων ἀντὶ τοῦ ἀρχῶν. τῇ συγκρίσει δὲ τῶν ἄλλων ἀρχῶν ἀπολύεται τὴν διαβολήν.

τῆς πλεονεξίας ἢ ἀδικίας, ἢ ἀνισότητος λέγει. γινομένῳ δὲ λέγει, ἀντὶ τοῦ ὀφειλομένῳ καὶ ἀναγκαίῳ.

τῷ τῆς πλεονεξίας γιγνομένῳ ἁρμόζοντι. ἢ τὸν τῶν Ἀθηναίων ἐστὶ δῆμον εὑρεῖν ἀντὶ τοῦ ἤπερ τὸν τῶν Ἀθηναίων δῆμον. ἃ μὲν καλά. διαφερόντως τῶν ἄλλων.

ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου ἀντὶ τοῦ συνετοῦ, καὶ οὐ δήμου συρφετώδους. ἤγουν ὥσπερ τις ἀνὴρ βέλτιστος.

οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτὼν ὅτι ἀκολουθεῖ τῇ κοινῇ φύσει ἡμῶν τὰ ἁμαρτήματα. φυσικῶς γὰρ πᾶσιν ἀνθρώποις ἕπεται τὰ ἁμαρτήματα. τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ ἀναγκαῖον ἔστιν ὅτε τὸν ἄρχοντα διὰ τὸ τῆς ἀρχῆς συμφέρον καὶ τὰ ἀδικώτατα ποιεῖν. ὅθεν καὶ ὁ Σοφοκλέους Ἀγαμέμνων φησὶ «Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.»

δυνάμει μὲν ἄρχων καταστὰς ἀντὶ τοῦ δύναμιν. σημαίνει δὲ τὸ νικῆσαι τοὺς Πέρσας· νικήσας γὰρ αὐτοὺς ἔλαβε τὴν ἡγεμονίαν. διότι τῶν ἄλλων δυνατώτερος ἦν. τὸ τῆς ἀρχῆς δεδωκὸς ἀντὶ τοῦ τὸ αὐτεξούσιον. ἤγουν ὅπερ ἡ ἀρχὴ δίδωσι, λέγω τὸ ἀδικίᾳ κεχρῆσθαι ἐν τοῖς πλείοσιν.

σχεδὸν οὐ τῷ τῶν ἐγκλημάτων αἴτιος γεγονὼς παραδόξως λέγει ἑαυτῆς αἰτίαν γενομένην τῶν ἐγκλημάτων.

πρὸς ἅπαντας τοὺς αὐτῇ ὑπηκόους.

τοῖς χρηστοῖς δύο σημαίνει ἡ λέξις, τοὺς ἀγαθοὺς καὶ τοὺς ἀφελεῖς.

διὰ τὴν ἄλλην ἐπιείκειαν ἣν πρὸς αὐτοὺς εἶχε.

καὶ μὴν εἰ μὲν ἔχοντας τὸ νόημα ἀντεγκληματικόν· ὅτι ἄξιοι ἦσαν· ἠμύναντο γὰρ αὐτοὺς ἀδικήσαντας προτέρους. ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα τοὺς Σκιωναίους καὶ Μηλίους.

εἰ δὲ τοὺς ἀποστάντας ἡ μὲν γὰρ Μῆλος ἀποστᾶσα ἐπολέμησεν, ἡ δὲ Σκιώνη ὑπακούειν οὐκ ἠθέλησε. τοὺς μὲν ἀποστάντας καὶ παρʼ ἀξίαν ὑβρίσαντας εἰς αὐτὸν τοὺς Μηλίους.

τοὺς δʼ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας τοὺς Σκιωναίους. ποτέροις ἄξιον ἐγκαλεῖν ἀντεγκληματικὸν τὸ ἐπιχείρημα· ὅτι ἄξιοι ἦσαν παθεῖν.

ὡς Ἀθηναίους γε πεφυκότας σώζειν σημείωσαι τὴν σύνταξιν τοιαύτην εἶναι οἵαν καὶ πρόσθεν ἔφησεν, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν. εὕρηται δὲ καὶ ἐν πολλοῖς ἄλλοις τῶν λογοποιῶν καὶ τοῖς αὐτοῦ λόγοις πολλαχοῦ.

ἃ γὰρ περὶ Μιτυληναίων μετέγνωσαν, τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἀντὶ τοῦ οὐδεὶς ἂν οὕτω πρὸς ὃν ἐξ ἀρχῆς ἐβουλεύσατο μετέγνω ἃ, φησὶ, περὶ Μιτυληναίων μετέγνωσαν, καίτοι ἠδικηκότων ἀξίων δοῦναι δίκην· τίς οὕτως ἀπʼ ἀρχῆς καὶ αὐτοῖς μηδὲν ἠδικηκόσιν, ἀλλὰ φιλίως ἔχουσι, προσηνέχθη· τουτέστιν, ἃ περὶ τῶν φίλων τοῖς φίλοις ἐστὶν ὀφειλόμενα, ταῦτα καὶ μετὰ τὴν ἔχθραν καὶ τιμωρίαν οἱ Ἀθηναῖοι τοῖς Μιτυληναίοις μεταγνόντες ἐβουλεύσαντο. ἃ γὰρ περὶ Μιτυληναίων—τῆς πόλεως ἦν μόνης Μιτυληναίους ὑπολειφθέντας περὶ Ἀθηναίους εἶναι καὶ ἀναφανέντας ἀκριβῶς, ἐψηφίσαντο Ἀθηναῖοι διαφθεῖραι καθάπαξ. ὕστερον Διοδότῳ πεισθέντες τῷ ῥήτορι μετέγνωσαν. λέγει οὖν τὸ μὲν πρόσθεν βούλημα ὑπὸ τῆς κρίσεως γεγενῆσθαι· τοὺς γὰρ κριθέντας καὶ ἀποφανθέντας κακοὺς τί ἄλλο ἢ ἀπολωλέναι πᾶς τις ἂν εἴποι; τὸ δὲ μεταγνῶναι τῆς ἐμφύτου φιλανθρωπίας εἶναι τῆς πόλεως. μέχρι τούτων Θουκυδίδης ἐν τῇ τρίτῃ· κατεψηφίσαντο γὰρ τούτων θάνατον. ὕστερον δὲ μετέγνωσαν Διοδότῳ πεισθέντες τῷ ῥήτορι. ὥσπερ δὲ ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι, καὶ τὸν θάνατον αὐτῶν κατέγνωσαν.

ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν κατʼ αὐτῶν.

ἡ τριήρης τὴν τριήρη κατειλήφει τὸ ἡ τριήρης τὴν τριήρη κατειλήφει ἀντὶ τοῦ ἡ φιλανθρωπία τὴν ἀπανθρωπίαν. ἔστι δὲ παροιμία ἐπὶ τῶν μεταβαλλομένων. εἴρηται δὲ ἐκ τῶν πεμπόντων μὲν πρόσθεν τριήρη κατά τινος, ἔπειτα δὲ ὑπὲρ αὐτοῦ τούτου ἑτέραν πεμπόντων. οἱονεὶ καὶ φιλανθρωπία τὴν ἀπανθρωπίαν κατέλαβεν,

εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι ὁ γὰρ κατηγορηθεὶς ἀνανδρίαν, ἢν ἔργον ἔπειτα γενναῖον ἐργάσηται, ἢ πρότερον εἴργασται, ὥσπερ ἐντεῦθεν, ἀπολογεῖται καὶ δείκνυσιν αὑτὸν τῆς τοιαύτης αἰτίας ἀνεύθυνον.

οἱ σεμνοὶ τοῦτο κατʼ εἰρωνείαν. διʼ οἵων καὶ ὅσων ὧν πρὶν καὶ ἔπειτα εἴργασται. περὶ τούτων τῶν κατὰ Μηλίων καὶ Σκιωναίων.

κἂν εἴ τι σεισθῇ τῶν ἀτόπων. τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας ἃς εὐεργετοῦσιν ἀνθρώπους ἑκάστοτε.

Σκιωναίους μὲν ἀνέστησε ἀναστάτους ἐποίησε.

τὰ τοιαῦτα κατηγορεῖν τῆς πόλεως.

οἵους ἀναστάτους ἐκώλυσε γενέσθαι Θηβαίους ὑπὸ Λακεδαιμονίων. ὅτε Λακεδαιμόνιοι ἐστρατεύσαντο κατʼ αὐτῶν Φοιβίδου καταλαβόντος Θήβας μετὰ τὰ Πελοποννησιακὰ, ἡνίκα ἐξελθόντες ἐν Ἁλιάρτῳ σεσώκασιν αὐτούς. τίνων τείχη τοιαῦτα. τίνων τείχη καθελεῖν, οἷα Κορινθίοις ἀνέστησεν ἐν τοῖς Κορινθιακοῖς. τείχη δὲ λέγει, ἢ τὰ μακρὰ τὰ ἐπὶ τὸ Λέχαιον, ἢ φρούριά τινα, ἢ τὴν Ἀκροκόρινθον. οἷα Κορινθίοις ἀνέστησεν ὅτε ὑπὸ Λακεδαιμονίων ἔπασχον.

τίνας τοιούτους ἀνελεῖν, οἵους διετήρησε Λακεδαιμονίους ὅτε Θηβαῖοι νικήσαντες ἐν Λεύκτροις ἐπῆλθον Λακεδαιμονίοις, ἀνελεῖν αὐτοὺς βουλόμενοι, καὶ οἱ Ἀθηναῖοι αὐτοὺς ἔσωσαν. ὅτε τὴν ἐν Λεύκτροις μάχην ἡττήθησαν.

τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν—ἱππομαχίᾳ Μαντίνεια πόλις ἐστὶ τῆς Ἀρκαδίας, ἐν ᾗ Ἀθηναῖοι ἐπολέμησαν ὑπὲρ Λακεδαιμονίων, ὅτε Θηβαῖοι μετὰ τὰ Λευκτρικὰ ἐζήτουν αὐτοὺς ἀνελεῖν. οὐχ ἁπλῶς δὲ εἶπεν ἱππομαχίαν, ἀλλʼ ὅτι ἱππικώτατοι ἐδόκουν εἶναι μόνοι Θηβαῖοι. καὶ αὕτη ἦν περὶ τοῦ πολέμου αὐτῶν ἡ δόξα. λέγει οὖν ὅτι ἐν ᾧ προέχειν ἐνόμιζον, ἐν τούτῳ ἡττήθησαν. ἡ δὲ σύνταξις οὕτω· τῇ περὶ Μαντίνειαν ἱππομαχίᾳ.

ὃ δʼ ὡσπερεὶ κεφάλαιον ἐνταῦθα ἐπλήρωσε τὴν δοκοῦσαν ἀντίθεσιν. ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων—πράξεις ἐπεσφραγίσατο τοῦτό ἐστι δηλονότι.

Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου Διονύσιος, ὁ Διονυσίου τοῦ τυράννου υἱὸς, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν συνθήκας ἐποιήσατο πρὸς τὸν Περσῶν βασιλέα, ἵνα τῷ μὲν φαινομένῳ Λακεδαιμονίοις βοηθῶν ἔλθῃ κατʼ Ἀθηναίων, τῇ δὲ ἀληθείᾳ πορθήσας τὴν Ἑλλάδα πᾶσαν μετὰ Πέρσου μερίσειεν, ὡς Ἔφορος ἱστορεῖ. καὶ διὰ τοῦτο συναγαγὼν ἁπάσας μικροῦ τὰς ἐν Σικελίᾳ ναῦς ἐχώρει, θέλων συμμίξαι τῷ Λακεδαιμονίων ναυτικῷ, ἵνα ὁμοῦ γενόμενα τὰ ναυτικὰ ταῦτα καταγωνίσηται Ἀθηναίους μὴ δυνηθέντας ὑποστῆναι τοσαύτην παρασκευήν. Ἀθηναῖοι δὲ, πρὶν Διονύσιον καὶ Λακεδαιμονίους συμμίξαι ἀλλήλοις, πέμψαντες στρατηγὸν, ὄνομα … μετὰ πλείστων νεῶν πρὸς τὰς Διονυσίου τριήρεις, καὶ ἕτερον, ὄνομα … πρὸς Λακεδαιμονίους, εἶχον μὲν πᾶν τὸ Διονυσίου ναυτικὸν, κατεπολέμησαν δὲ Λακεδαιμονίους ἐπὶ Λευκάδι. λέγει τοῦ δευτέρου· οὗτος γὰρ ἦλθε, βουλόμενος μὲν τῷ σχήματι Λακεδαιμονίοις βοηθῆσαι κατὰ Ἀθηναίων, τῇ δὲ ἀληθείᾳ βουλόμενος τὴν Ἑλλάδα μετὰ Πέρσου μερίσασθαι ἐκείνου δηλώσαντος αὐτῷ, ὡς Ἔφορος ἱστορεῖ. Διονυσίου γὰρ τοῦ δευτέρου.

πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος καλῶς ἡ ἐπὶ πρόθεσις· πρὸς γὰρ τὸ ἄρχειν τῆς Σικελίας καὶ ἄλλων πόλεων ἦρχε.

τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους ἔοικε τοὺς Σικελοὺς λέγειν· οὗτοι γὰρ, ὥς φησι Θουκυδίδης ἐν τῷ ϛʹ, ἴδια γὰρ μέρη ᾤκουν τῆς Σικελίας χωρὶς τῶν Ἑλλήνων. λέγει δὲ καὶ Καρχηδονίους. ἐκαλοῦντο δὲ οἱ μὲν βάρβαροι τῆς Σικελίας Σικελοὶ, οἱ δὲ Ἕλληνες Σικελιῶται, ὥς φησι καὶ Θουκυδίδης, πολλάκις αὐτοὺς ὀνομάζων. τινὲς δὲ τοὺς Κελτοὺς λέγειν· οὗτοι γὰρ πρόσοικοι τῇ Σικελίᾳ.

τεθεραπευκότος ἐκ πολλοῦ πρεσβείαις καὶ δώροις. τὸν Περσῶν βασιλέα καλοῦντος εἰς συμμαχίαν.

ζέοντος ἀκμάζοντος. ἔσχον ἐπέσχον. κατέσχον, ἐκώλυσαν. τὴν πεῖραν τὴν μηχανὴν καὶ τὸ τέχνασμα. Ἀθηναίων στρατηγοὶ δύο Χαβρίας καὶ Ἰφικράτης. ὁ μὲν ἢ Χαβρίας, ἤτοι Τιμόθεος.

ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καταναυμαχηθέντων γὰρ ἐκεῖσε τῶν Λακεδαιμονίων ὑπὸ Ἰφικράτους ἔδοξε τῇ εἰρήνῃ θῦσαι.

τὴν θάλατταν διʼ αὐτοῦ ποιησάμενος ἤγουν περιποιησάμενος τοῖς Ἀθηναίοις. τὸ διʼ αὐτοῦ ἢ ἀντὶ τοῦ διʼ ἑαυτοῦ νόει ἢ διὰ τοῦ καταναυμαχῆσαι Λακεδαιμονίους θαλασσοκράτορας αὖθις Ἀθηναίους εἰργάσατο. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο διὰ τοῦ εἰπεῖν οὐ τύραννον ἐπηγάγετο σκώπτει Λακεδαιμονίους, ὡς ἐπαγαγόντας τὸν Σικελίας τύραννον, Διονύσιον, ὡς ἔφημεν, κατὰ Ἀθηναίων. τοῦτο εἶπεν, ὡς τῶν Λακεδαιμονίων διὰ τοῦτο ἐπαγομένων Διονύσιον.

ἅπασι τοῖς παραπίπτουσι.

τῇ πόλει πολεμοῦντες διεγένοντο ἅτε κεφάλαιον οὔσῃ παντὸς τοῦ Ἑλληνικοῦ. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε ἐντεῦθεν ἐπὶ τὰ Φιλιππικὰ μεταβαίνει· ταῦτα γάρ ἐστι τοῖς χρόνοις ἐφεξῆς. μεταβαίνει ἐπὶ τὰ Φιλιππικά. ἀκολουθεῖ γὰρ ταῦτα τοῖς χρόνοις. Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων λαμβάνει τὸν μὲν καὶ ἐπὶ ἄλλων, τὸν δὲ καὶ πρὸς Λακεδαιμονίους μᾶλλον· τότε γὰρ ὡς ἀσθενῶν κατεφρόνει τῶν Λακεδαιμονίων Φίλιππος. ὡς οὐδενὸς ἀξίους.

τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὐτῷ συμπράττειν ἔπεισε Θετταλοὺς, Φωκέας, Θηβαίους καὶ ἄλλους.

πρὸς δὲ τὴν πόλιν πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν ᾔδει γὰρ οὐκ ἐλπίδων καὶ κερδῶν ἡττωμένην. ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν διὰ τοῦ εἰπεῖν ὥσπερ ὅρον τινὰ ἀναγκαῖον δείκνυσιν ὅτι δεῖ τὸν ζητοῦντα τὴν Ἑλλάδα δουλώσασθαι Ἀθηναίοις πολεμεῖν, κρείττοσιν οὖσιν ἁπάντων Ἑλλήνων. ὥσπερ ὅρον τινὰ ἀντὶ τοῦ ὥσπερ κανόνα τινὰ, ὅστις λέγει τὸν ζητοῦντα δουλώσασθαι τὴν Ἑλλάδα Ἀθηναίοις πολεμεῖν.

τοὺς μὲν Ἑλλήνων. ἐξῃρεῖτο τοῦ κινδύνου. τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη τοῖς Χαλκιδεῦσι, καὶ τοῖς ἄλλοις, καὶ μετὰ Χερώνειαν Εὐβοέων τισίν. ὅσοι τῆς ἑαυτῶν ἐξέπεσον ὑπὸ Φιλίππου· Χαλκιδεῖς λέγει, καί τινες Εὐβοέων μετὰ Χερώνης.

μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε ἤγουν τὴν ἐλευθερίαν· ἴδιον γὰρ αὕτη Ἑλλήνων. οἷον τὸ πρόσρημα τὸ Ἑλληνικὸν, τὸ καλεῖσθαι Ἕλληνας· ἢ τὴν ἐλευθερίαν, ἐπειδὴ φαίνονται Ἕλληνες ὑπὲρ αὐτῆς καὶ μάλιστα πρὸς πάντας ἀγωνισάμενοι. διετήρησε ἐφʼ ἑαυτῆς, καὶ ἐπὶ τῶν ἄλλων, ὅσον τὸ καθʼ αὑτήν.

συνεσκίασε τὰς κατεχούσας τότε συμφορὰς εἰκότως εἶπε τὸ συνεσκίασε· τὰ γὰρ δυστυχήματα τῶν ὑπὸ Φιλίππου καταπολεμηθέντων οὐκ εἴασε λαμπρὰ φανῆναι, διὰ τὸ δέχεσθαι αὐτοὺς καὶ διαναπαύειν. ἐπεὶ δʼ ἔκλιναν τὰ πράγματα ἀντὶ τοῦ ἔπεσον· ὡς ἐπὶ τείχους δὲ εἶπε. τεῖχος ἦν τῶν Ἑλλήνων τῶν Ἀθηναίων ἡ πόλις. οὐκ εἶπε δὲ ἀπέκλινεν ἡ τύχη πρὸς Φίλιππον, ἀλλὰ τὰ πράγματα ἔκλιναν, ἵνα ὑψώσῃ τὸν Φίλιππον. ἤγουν μετὰ Φιλίππου γέγονεν ἡ τύχη, Ἀθηναίους ἀφεῖσα. οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ πρὸς τὸ τὴν Ἑλλάδα καταστρέψασθαι.

ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι διὰ ταύτης γὰρ ἐσώζοντο.

τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστὶν ἧς γὰρ εὐτυχούσης ἐσώζοντο, ταύτης δυστυχησάσης συναπέλαυσαν καὶ οὗτοι τοῦ δυστυχεῖν. οὐ γὰρ πρότερον—ἀπέστησαν οἱ Ἕλληνες. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ, πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο καταπολεμήσαντος Ἀθηναίους ἐν Χερωνείᾳ Φιλίππου, πρέσβεις παρʼ αὐτοῦ Ἀθήναζε ἦλθον περὶ εἰρήνης· ᾤετο γὰρ τότε ἀναγκασθήσεσθαι Ἀθηναίους, καὶ δέξασθαι τὴν εἰρήνην, εἰ καὶ μὴ πρόσθεν. ὅθεν ἡ πόλις ἐδέξατο, καὶ τὸν υἱὸν αὐτοῦ, Ἀλέξανδρον, εἰς πολίτας ἀνέγραψεν. ὁ δὲ Φίλιππος εἰς Πελοπόννησον ἐξώρμησε, καὶ καταπραξάμενος τὰ ἐν Πελοποννήσῳ ἐκεῖσε ὑπὸ τῶν Ἑλλήνων ἡγεμὼν ᾑρέθη, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. μετὰ γὰρ τὰ ἐν Χερωνείᾳ τὴν εἰρήνην Ἀθηναῖοι παρεδέξαντο, ὅτε καὶ τὸν Φιλίππου υἱὸν Ἀλέξανδρον πολίτην παρεδέξαντο. ὁ δὲ Φίλιππος εἰς Πελοπόννησον ἐξώρμησε καὶ καταπραξάμενος τὰ ἐν Πελοποννήσῳ ἐκεῖ ἐπʼ αὐτῶν τῶν Ἑλλήνων ἡγεμὼν ᾑρέθη, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

ἀτόπους παραδόξους. τὸν καιρὸν τῆς πανηγύρεως.

τέτταρας, ὡς διελέσθαι γένει, πολέμους ἡ πόλις πεποίηται εἰκότως εἶπε τὸ ὡς διελέσθαι γένει, ὅτι ἕκαστος τῶν τεσσάρων πολέμων ἔχει ἐν αὑτῷ πολλούς· καὶ γὰρ τὸ γένος πολλὰ εἴδη ἐν ἑαυτῷ ἔχει.

γένει πολέμους ἀντὶ τοῦ γενικούς· λέγει δὲ οὐχ ἁπλῶς γενικοὺς, ἀλλʼ ὅτι ἕκαστος ἔχει ἐν ἑαυτῷ πολλοὺς ἰδίους.

κἀν τούτοις αὐτοῖς τοῖς δεηθεῖσιν ἔνεισιν ὑφʼ ὧν ἠδίκητο Θηβαίων, Λακεδαιμονίων, Κορινθίων, καὶ τῶν ἄλλων, ὡς καὶ πρόσθεν εἶπεν. οὗτοι γὰρ πρόσθεν κακῶς ἐπὶ τὴν πόλιν διατεθέντες ὕστερον ἀτυχήσαντες ἔτυχον τῆς πόλεως φιλανθρώπου.

ὑστέρας ἐλάττονας.

εὖ ποιήσασιν αὐτήν.

Θηβαίους ἀπὸ Λακεδαιμονίων ἀπὸ κοινοῦ ἔσωσεν· ὅτε κατέλαβον τὴν Καδμείαν.

Εὐβοέας ἀπὸ Θηβαίων καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «Ὅτε ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ὅτε Θηβαῖοι ἐζήτουν αὐτοὺς χειρώσασθαι, καὶ ἄρξαι τῆς ὅλης Ἑλλάδος.» ὅτε διέβησαν εὐφρόνως Θηβαῖοι ταῖς Τισιφρόνου ναυσὶ χρησάμενοι.

τὴν χώραν, ὑφʼ ὧν ἀπεστέρητο τὴν αὑτῆς τὴν Ὠρωπὸν σημαίνει· ὡς καὶ Δημοσθένης φησὶν ὅτι Θεόδωρος καὶ Θεμισὼν, τύραννοι ὄντες, ἤτοι στρατηγοὶ τῶν Εὐβοέων ἀφείλοντο χωρίον τῶν Ἀθηναίων.

αὖθις Εὐβοέας ἀπὸ Φιλίππου πάντες οὗτοι ὑπὸ Φιλίππου βιαζόμενοι καὶ κινδυνεύοντες ἐσώθησαν ὑπὸ τῆς πόλεως· Χαλκιδέας δὲ λέγει τοὺς Ὀλυνθίους. ἡ γὰρ Ὄλυνθος μέρος τῶν Χαλκιδέων. εἶπε δὲ τὸ καθʼ αὑτὴν, ἐπειδήπερ ἔπεμψαν αὐτοῖς Χάρητα, τὸν στρατηγὸν, εἰς βοήθειαν. τοῦ δὲ ὑστερήσαντος, ἐπόρθησε Φίλιππος Ὄλυνθον, ὑπὲρ ἧς Δημοσθένης, ὅπως σωθείη, τοὺς πολλοὺς καὶ καλοὺς ἀνάλωσε λόγους. Εὐβοέας ἀπὸ Φιλίππου ὅτε Φίλιππος ἐζήτησε λαβεῖν τὴν Εὔβοιαν, ὡς λέγει Δημοσθένης.

Χαλκιδέας τὸ καθʼ ἑαυτὴν λέγει τοὺς Ὀλυνθίους. εἶπε δὲ τὸ κατʼ αὐτὴν, ἐπειδήπερ ἔπεμψαν Χάρητα τὸν στρατηγὸν αὐτοῖς πρὸς βοήθειαν. ὁ δὲ ὑστερήσας ἀπώλεσε τὴν Ὄλυνθον. ὥσπερ ἰδιώτου ἀνδρός.

τιμᾶν ὥσπερ ἄγαλμα κοινὸν τῆς Ἑλλάδος τὸ ἄγαλμα μεῖζον τῆς εἰκόνος· οὕτως οὖν, φησὶν, ἔδει τιμᾶσθαι τὴν πόλιν.

ὅπερ γὰρ τῇ πόλει τὸ πρυτανεῖον, τοῦτο ἡ πόλις κοινῇ πᾶσι γέγονε τοῖς Ἕλλησιν ἐν ταῖς χρείαις τὸ πρυτανεῖον τόπος σιτήσεως καὶ εὐεργεσίας. ὅπερ οὖν, φησὶ, τὸ πρυτανεῖον τῇ πόλει, τοῦτο ἡ πόλις τοῖς Ἕλλησι. τὸ ἐν τῇ πόλει κοινὸν ταμιεῖον σίτου καὶ τῶν ἄλλων ἀναλωμάτων πρυτανεῖον ἐλέγετο, ἔνθα πρέσβεις καὶ ξένους καὶ τῶν ἐν πολέμῳ τετελευτηκότων τοὺς υἱεῖς νενόμιστο τρέφειν.

τῶν τροπαίων καὶ τῶν ἐπιγραμμάτων καλλίους ἀεὶ παρασχομένη τὰς ὑποθέσεις ὑποθέσεις λέγει τὰς ἀρχὰς καὶ τὰς αἰτίας. λέγει δὲ ὅτι, εἰ καὶ τὰ τρόπαια τῆς πόλεως καὶ τὰ ἐπὶ τῶν ἔργων αὐτῆς ἐπιγράμματα θαυμαστά ἐστι καὶ πολλοῦ τινὸς ἄξια, ἀλλʼ αἱ ἀρχαὶ αὐτῶν καὶ αἱ αἰτίαι θαυμαστότεραί εἰσι· καὶ γὰρ φιλανθρωπίαν ἢ μεγαλοψυχίαν ἐμφαίνουσιν· ὥσπερ ὅτι ὑπὲρ τῶν αὐτὴν ἀδικησάντων ἐμάχετο. ἐπειδὴ πολλάκις ὁρῶμεν καὶ τρόπαια καὶ ἐπιγράμματα ἀδίκως γενόμενα. τρόπαιον μὲν καὶ ἐπίγραμμα τὴν νίκην μόνον σημαίνει, ἡ δὲ ὑπόθεσις καὶ αἰτία τοῦ πολέμου τὴν γνώμην δηλοῖ μεθʼ ἧς τις χωρεῖ, εἴτε δικαία, ἢ ἄδικος, ἢ καλὴ, ἢ αἰσχρά. ἀντὶ τοῦ καλλίους τῶν τροπαίων τὰς αἰτίας τῆς μάχης παρέχουσα· οἷον τὸ ὑπὲρ ἐχθρῶν ἀγωνίζεσθαι, ταῦτα δὲ πάντα τὴν φιλανθρωπίαν αὐτῶν δείκνυσιν.

ὃ τοίνυν ἔξω μὲν κινδύνων πέπρακται τῇ πόλει. τί ποτʼ ἦν τὸ τῶν Ἀθηναίων πρᾶγμα ἤγουν αὐτὸ τὸ εἶναι Ἀθηναίους.

ἐν μὲν τοῖς ἄνω λόγοις ὅτε τὰ Περσικὰ διεξηρχόμεθα.

γενομένων γὰρ αὐτοῖς συνθηκῶν πρὸς Λακεδαιμονίους ἐπὶ τοῦ Μηδικοῦ πολέμου συνέθεντο Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι, ἐὰν νικήσωσι τὸν πόλεμον, δεκατεύειν τοὺς μηδίσαντας, ὅ ἐστι τὸ δέκατον μέρος ἀνελεῖν. ἐβούλοντο οὖν μετὰ τὴν νίκην οἱ Λακεδαιμόνιοι πληρῶσαι τὰ δόξαντα, καὶ Ἀθηναῖοι διεκώλυον. τινὲς δὲ λέγουσιν ὡς μόνος ὁ Θεμιστοκλῆς.

καὶ περὶ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. ὧν δʼ οὐδεὶς τὸ μέχρι τοῦδε, ὅσα γʼ ἡμεῖς ἐνταῦθα παραδόξως βούλεται καὶ αὐτῶν τῶν λόγων εὑρετὰς αὐτοὺς ἀποδεῖξαι, καὶ εἰς τὸ τῶν λόγων ἐγκώμιον ἐλθεῖν. ἐν ταῖς κοιναῖς εὐφημίαις τοῖς ἐγκωμίοις τῆς πόλεως.

καὶ γὰρ ὥσπερ οὐ θεμιτόν μοι—παρελθεῖν τὴν μνείαν καὶ γὰρ ὥσπερ θεμιτόν μοι φαίνεται λόγοις ταῖς πράξεσι κοσμῆσαι, οὕτω τὸ καὶ αὐτοὺς τοὺς λόγους ἐν μέρει μὴ παρελθεῖν τῇ μνήμῃ.

τὸ λεγόμενον δὴ τοῦτο παροιμία γάρ ἐστι. ἀναίμακτον τρόπαιον ἐστήσατε κυρίως εἶπε τοῦτο τὸ τρόπαιον ἀναίμακτον, τὸ ἄνευ αἵματος καὶ σφαγῆς. λέγει δὲ τὸ πάντας νικῆσαι καὶ ὑπερβαλέσθαι τοῖς λόγοις τοὺς τῶν ἄλλων λόγους.

ἀπὸ τῶν ὁμοφύλων ἁπάντων ὁμόφυλον ἐνταῦθα καλεῖ πᾶν τὸ ἀνθρώπινον γένος, καὶ Ἑλλήνων καὶ βαρβάρων.

λέγω δὲ τοῦτο τὸ ὁμοφύλους. λέγω δὲ οὐχ ὡς ἄν τις Ἕλληνας—γένους τῶν ἀνθρώπων ἐπειδήπερ ὁμοφύλους εἰπὼν δόξαν παρεῖχεν ὅτι τοὺς Ἕλληνας λέγει, λύων τοῦτο φησὶν ὅτι οὐχ Ἕλληνας λέγω, ἀλλὰ πάντας, ὡς εἰπεῖν, ἀνθρώπους. τὸ δὲ κατὰ παντὸς χρόνου λέγει, ἐπειδὴ τὰς μὲν ἄλλας νίκας ὁ πολὺς χρόνος εἰς λήθην ἄγει, αὕτη δὲ ἡ νίκη καὶ μεῖζον ἅπαντος ἰσχύσει τοῦ χρόνου. οὐ κατὰ τὴν ἐν Τανάγρᾳ μάχην τὴν ἀμφισβητήσιμον ἱστορία προερρέθη εἰς τὸ «Τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας» ἀντὶ τοῦ ἀμφίβολον. προσεῖπε δὲ τοῦτο ἤδη, ὅπου Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι ἐπολέμησαν, καὶ ἐνίκησαν μὲν τῇ ἀληθείᾳ Λακεδαιμόνιοι, ἐβιάσατο δὲ ὁ Ἀριστείδης τοῦτο τὸ τρόπαιον δεῖξαι φυγῇ τῶν Λακεδαιμονίων. οὐδὲ μὰ Δία κατὰ τὴν ἐν Μαραθῶνι τὴν ἐν Μαραθῶνι εἶπε, καὶ οὐ τὴν ἐν Σαλαμῖνι, ἐπειδὴ ἐκεῖ μὲν κοινῇ νενικήκασιν, ἐνταῦθα δὲ μόνοι.

τὴν τοσοῦτον νικῶσαν ὅσον δέδεικται. ὡς ἀληθῶς τὴν πρέπουσαν ἀνθρώπῳ, καὶ διηνεκῆ, καὶ ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβὲς τὸ διηνεκῆ λέγει, ἐπειδὴ οὐχ ἅπαξ γέγονεν, ὥσπερ αἱ ἄλλαι νῖκαι, ἀλλʼ ἀεὶ γίνεται, καὶ οὐδέποτε παύσεται, ἔστʼ ἂν ὦσιν ἄνθρωποι. εἰκότως δὲ εἶπε τὸ πρέπουσαν ἀνθρώπῳ· εἰ γὰρ ὁ ἄνθρωπος λογικὸς, πῶς οὐκ ἀναγκαίως καὶ κατὰ φύσιν ἡ ἐκ λόγων νίκη ἁρμόζει αὐτῷ; σκόπει δὲ πῶς ταύτην σεμνύνει καὶ θείαν φησὶ, Διὸς παῖδα καλῶν. ἣν Διὸς παῖδα προσειπεῖν εὐσεβὲς παρὰ τὸ κωμικόν· ἡ δὲ εὐπάτορα φιλόγελώς τε παρθενικὰ μεθʼ ἡμῶν εὐμενὴς εὖ ποτʼ ἀεί. λέγει δὲ τὴν Ἀθηνᾶν.

ἅπασαι γὰρ αἱ πόλεις καὶ πάντα—καὶ φωνὴν ἀπέκλινε φωνὴν λέγει τὴν Ἀττικήν. ἀπέκλινε δὲ, ἀντὶ τοῦ ἔρρεψεν. οἱονεὶ πᾶσαι αἱ πόλεις καὶ τὰ τῶν ἀνθρώπων γένη τῆς Ἀττικῆς ἠράσθη φωνῆς.

οὐ φρουραῖς ἐγκαθεστηκυίαις ἡ δύναμις τῆς πόλεως συνέχεται δύναμιν λέγει τῆς πόλεως τὴν ἀρχήν. τοῦτο δὲ εἶπεν, ἐπειδὴ ἔθος εἶχον οἱ ἄρχοντες, φοβούμενοι περὶ ἀποστάσεως τινὸς πόλεως, δύναμιν ἐγκαθιστάναι, ὅπως μὴ ἀποστῇ, ἀλλὰ πρὸς ἀνάγκην ὑπακούσῃ. τὸ φρουραῖς εἶπεν, ἐπειδὴ ἔθος εἶχον Ἀθηναῖοι φοβούμενοι περὶ ἀποστάσεως τῶν ὑφʼ αὑτῆς πόλεως φρουρὰς ἐν αὐταῖς ἐγκαθιστάναι, ὅπως, εἰ καὶ βουληθεῖεν νεωτερίζειν, μὴ δύναιντο, ἀλλὰ πρὸς ἀνάγκῃ ὑπακούοιεν.

ἡ δύναμις τῆς πόλεως ἡ περὶ λόγους. ἡ ἐν τοῖς λόγοις.

εἰσποιούντων ἑαυτοὺς οἰκειούντων διὰ τὸν λόγον.

οὔτε Ἡρακλέους στῆλαι κωλύουσιν δείκνυσι τὸν Ἀττικὸν ἔρωτα τῶν λόγων καὶ ὑπὲρ τὴν οἰκουμένην τυγχάνοντα, μᾶλλον δὲ οὐ τὰ πέρατα τῆς οἰκουμένης σημᾶναι βούλεται, ἀλλὰ τοὺς δυσχερεῖς τόπους. τὸ Ἡρακλέους στῆλαι κωλύουσι λέγει, ἐπειδὴ οὐ μέχρι τούτων χωρεῖ τὸ τῶν λόγων κλέος, ἀλλὰ καὶ ἐπέκεινα διαβαίνει, καὶ οἱ πρόσοικοι τοῦ ὠκεανοῦ λόγων ἐρῶσιν. οὔτε Λιβύης κολωνοῖς ταῦτα ὁρίζεται Λιβύης κολωνοῖς εἶπεν, ἀντὶ τοῦ τὴν Λιβύην. ἔστι δὲ περιφραστικόν. τὸ δὲ ὁρίζεται ἀντὶ τοῦ περατοῦται καὶ τέλος ἔχει· τουτέστιν οὐδὲ μέχρι Λιβύης πέρας ἔχει.

οὐδʼ αὖ Βοσπόρῳ ὁποτέρῳ βούλει δύο γάρ εἰσι Βόσποροι, Κιμμέριος καὶ Σκυθικὸς, διʼ οὗ μίγνυται ἡ Μαιῶτις λίμνη τῷ Πόντῳ, καὶ Θρᾴκιος ὁ ἐν Ἑλλησπόντῳ, ἔνθα ὁ Λεύκων. εἴτε τῷ Σκυθικῷ, εἴτε τῷ Κιμμερίῳ. οὐδὲ στενοῖς Συρίας καὶ Κιλικίας ἐν Συρίᾳ καὶ Κιλικίᾳ τόποι εἰσὶ στενοεπιμήκεις.

ζῆλος ἤγουν ὁ ἔρως. ἔρως καὶ μίμησις.

ἴδοις δʼ ἂν καὶ τοὺς ἡνιόχους καὶ τοὺς νομέας τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος.

τῆς γῆς τῆς ὑμετέρας. καθάπερ τοὺς νεῖν ἀδυνάτους οὗτοι γὰρ διὰ τὸ μὴ ἐπίστασθαι πλεῖν, φόβῳ τοῦ μὴ πεπνῖχθαι, ἀπέχονται μὲν τοῦ βάθους, ἐν δὲ τοῖς αἰγιαλοῖς πλέουσι, πλησίον τῆς γῆς. νεῖν πλέειν.

ταύτην ἐγώ φημι τὴν μαρτυρίαν σύναπτε τὸ μαρτυρίαν πρὸς τὸ νίκης.

τῶν παρʼ ὑμῖν πρώτων διαφερόντως τοῦτο εἶπεν, ἐπειδὴ οἱ πρωτεύοντες ἐν ταῖς ἄλλαις πόλεσι τῆς Ἑλλάδος εἰς Ἀθήνας παραγίγνονται λόγων ἕνεκα. νόει τὸ παρʼ ὑμῶν πρώτων, ἀντὶ τοῦ τῶν μεθʼ ὑμᾶς πρωτευόντων ἐν Ἕλλησι. λέγει δὲ ὅτι καὶ Λακεδαιμόνιοι καὶ πάντες Ἕλληνες τῆς τῶν Ἀθηναίων διαλέκτου καθʼ ἑκάστην ἡμέραν ἡττῶνται.

οἳ τὰς μὲν πατρίους φωνὰς ἐκλελοίπασι ἐπειδήπερ αὐτοπροσώπως πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας ἐποιεῖτο τὸν λόγον, ἔδει εἰπεῖν ἐκλελοίπατε· ὁ δὲ ἄλλως τὸν λόγον ἔτρεψε. δείκνυσι δὲ ὅτι πάντα τὰ τῶν Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, καὶ οἱ ἄλλοι, πρὸς τὴν τῶν Ἀθηναίων διάλεκτον τὴν σφῶν αὑτῶν μετερρύθμισαν, τοσοῦτον, ὡς μὴ μόνον Ἀθήναζε παραγενόμενοι Ἀττικιστῇ φθέγγεσθαι, ἀλλὰ καὶ κατὰ χώραν μένοντες αἰσχύνεσθαι, ἢν ἔμπροσθεν τινῶν ἄλλων τῇ οἰκείᾳ φωνῇ φθέγγωνται.

πάντες δὲ ἐπὶ τήνδε ἐληλύθασιν τὴν Ἀθηναίων διάλεκτον.

οὐδὲ τὰ ἐπὶ Θράκης, ἃ μυρίους μεταβέβληκεν ἄρχοντας τοῦτο εἶπεν, ἐπειδὴ πολλοὶ αὐτῶν ἦρξαν, ὥσπερ οἱ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ Φίλιππος. Λακεδαιμονίους, Ἀθηναίους, Φίλιππον, καί τινας ἄλλους.

πρὸς ἅπαντας τοὺς ἄλλους τοὺς Δωρικοὺς, Αἰολικοὺς καὶ Ἰωνικούς.

τῶν ψελλιζομένων παίδων τουτέστι τῶν ἀσαφῶς φθεγγομένων.

ὡς τῇ παρʼ ὑμῶν παραβάλλειν καλῶς τοῦτο. πρὸς Ἀθηναίους γὰρ παραβαλλόμενοι δοκοῦσιν ἀπαίδευτοι, πρὸς ἑτέρους δὲ οὔ.

κἂν ἀκούοι τις τῶν ἄλλων φωνῶν.

μόνη δὲ ἥδε πάσαις μὲν πανηγύρεσι, πᾶσι δὲ συλλόγοις καὶ βουλευτηρίοις σύμμετρος ἐπειδὴ τὸ σύμμετρον πανταχοῦ καλὸν, καὶ οὐδέποτε δυσχερὲς, διὰ τοῦτο καὶ ἡ τῶν Ἀθηναίων φωνὴ, ὡς οὐδέποτε κόρον ἐμποιοῦσα, κἂν πολλάκις λέγηται, ἀλλὰ φέρουσα τέρψιν ἀεὶ, σύμμετρός ἐστιν.

ἅπασι καιροῖς πολέμου καὶ εἰρήνης· τοῦτο γάρ ἐστι τὸ ἅπασι καιροῖς. τόποις δὲ, δικαστηρίοις, ἐκκλησίαις, θαλάμοις, τάφοις· τὸ δὲ διʼ ἴσου πρέπει διὰ τοῦτο εἶπεν, ἐπειδὴ οὐ δυνάμεθα λέγειν, ἐν τῷδε πρωτεύει καὶ ἐν τῷδε ἡττᾶται. ἅπασι καιροῖς καὶ τόποις δικαστηρίοις, καὶ ἐκκλησίαις, καὶ θαλάμοις, καὶ τάφοις. ἀρκεῖ πρὸς πόλεμον, πρὸς εἰρήνην ἱκανή ἐστι. τὸ δὲ διʼ ἴσου πρέπει, ἀντὶ τοῦ ὁμοίως ἁρμόζει, ἐπειδὴ οὐ δυνάμεθα λέγειν ὅτι ἐν τῷδε μὲν πρωτεύει, ἐν ἄλλῳ δὲ ἡττᾶται.

σεμνότητα μέγεθος καὶ ἐνθουσιασμόν. χάριν ἡδονήν.

τοῦ γε διὰ πάντων ἀγῶνος, καὶ τόνου, καὶ δρόμου, καὶ κράτους τουτέστι τοῦ δικανικοῦ λόγου, ὡς πέφυκε διʼ ὅλου τὸν ἀγωνιστικῶς ἔχοντα τὰ ὑποκείμενα σχήματα, τουτέστι τὸν τόνον, καὶ δρόμον, καὶ τὸ κράτος. ταῦτα γὰρ σχήματά ἐστι τοῦ λόγου τοῦ ἀγωνιστικοῦ, καὶ ὁ τόνος καὶ ὁ δρόμος. τόνον δὲ λέγει τὴν σφοδρότητα, παρὸ καὶ σύντονος, δρόμον δὲ τὸ εὔτροχον καὶ στρογγύλον τοῦ λόγου. διὰ πάντων τῶν ἀγωνιστικῶν ἔφη, τουτέστι διόλου· τὸ δικανικὸν πρὸς ἀντιδιαστολὴν τοῦ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ. καὶ γὰρ ἐν τούτῳ, εἰ καὶ μὴ διʼ ὅλου, ἀλλʼ ὅμως ἀγῶνές εἰσι. διὰ πάντων εἶπεν, ἤτοι διὰ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς, δικανικοῦ, συμβουλευτικοῦ, πανηγυρικοῦ. μᾶλλον γὰρ τῶν ἐν ἄλλοις οἱ τοιοῦτοι τῶν Ἀθηναίων λόγοι ἔχουσι τὰ ὑποκείμενα σχήματα, ἀγῶνα, τόνον, δρόμον, κράτος· καὶ τόνος μέν ἐστι τὸ σύντονον καὶ σφοδρὸν τοῦ λόγου, ὅπερ ἁρμόττει δικανικῷ καὶ συμβουλευτικῷ λόγῳ· δρόμος δὲ τὸ εὔτροχον καὶ στρογγύλον, ὅπερ ἐστὶν ἴδιον πανηγυρικοῦ· ὁ δὲ ἀγὼν καὶ τὸ κράτος ἐν τοῖς τρισὶν εἴδεσιν εἶναι ἁρμόττουσιν, ἵνα διʼ ὅλου ἀγωνιστικὰ ᾖ καὶ κράτος ἔχῃ, ἤγουν πείθῃ τοὺς ἀκροατὰς καὶ εἰς συγκατάθεσιν ἄγῃ· ἢ τὸ διὰ πάντων λέγει ἀντὶ τοῦ διὰ παντὸς λόγου, καὶ φιλοσόφου καὶ ῥητορικοῦ καὶ ποιητικοῦ. κράτους τουτέστι τῆς δυνάμεως· σημαίνει δὲ τῶν ἐπιχειρημάτων.

πᾶσα μὲν ποίησις τουτέστι πᾶς ἔμμετρος λόγος. ὅση σεμνότητος τοῦτο εἶπε διὰ τὴν τραγικὴν, χαρίτων δὲ διὰ τὴν κωμῳδίαν. τὸ σεμνότητος εἶπε διὰ τὴν τραγῳδίαν, χαρίτων δὲ διὰ τὴν κωμῳδίαν. ὅση σεμνότητος—προέστηκεν οἷα ἡ τραγικὴ καὶ ἡρωική.

ὅση χαρίτων προέστηκεν ἡ κωμικὴ καὶ σατυρική. εἰ δὲ δεῖ καὶ τῆς Ὁμήρου μνησθῆναι, μετέχει τοῦτο εἶπεν, ἐπειδὴ ἀντέπιπτεν αὐτῷ· ἀλλʼ οὐκ ἔχει τὴν Ὁμηρικὴν ποίησιν. ἀλλὰ καὶ αὐτὴ, φησὶν, Ἀττικὴ πάλιν τυγχάνει.

διὰ τῆς ἀποίκου πόλεως τῆς Χίου λέγει, ἢ Κολοφῶνος, ὅθεν ὁ Ὅμηρος εἶναι νομίζεται· ἄποικος δὲ αὕτη Ἀθηναίων. Σμυρναῖος ὁ Ὅμηρος· Σμύρνα δὲ Ἰωνικὴ πόλις. Ἴωνες δὲ Ἀθηναίων ἄποικοι· ἢ ὡς Ἀριστείδης ἐν τῇ Σμύρνης μονῳδίᾳ φησὶ, Θησεὺς οἰκιστὴς γέγονε ταύτης. ὅτι καὶ ἡ φωνὴ σαφῶς ἐνθένδε καὶ γὰρ καὶ ὁ ποιητὴς ἀττικίζει, εὐθὺς ἐν τῷ πρώτῳ στίχῳ λέγων Πηληιάδεω. Ἀττικὸν δέ ἐστιν, ὡς τὸ Μενέλεω. αὐτοῦ· ἐν τοῖς πλείστοις γὰρ ἀττικίζει.

οὓς οἱ παρʼ ὑμῶν ἐποίησαν καλῶς τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ οἶδεν ὅτι οὐ μόνον οἱ Ἀθηναῖοι ἔχουσι τοὺς λόγους, ἀλλὰ καὶ ἄλλοι. λέγει δὲ ὅτι παρὰ τῶν Ἀθηναίων πάντες ἐδέξαντο.

οἱ διὰ πάντων ἐν Ἕλλησι νικήσαντες σοφοί. ἅπαντες τῇ τῶν Ἀθηναίων δυνάμει νενικήκασιν ἐντεῦθεν γὰρ ἔσχον τοὺς λόγους.

εἰ δὲ δή τι καὶ τὸ καθʼ ἡμᾶς εἰς ἑαυτὸν τοῦτο Ἀριστείδης φησίν· ἐν Ἀθήναις γὰρ τὴν τῶν λόγων σπουδὴν ἐπεποίητο· διὸ καὶ εἰς Ἀθηναίους ἀναφέρει τὴν δύναμιν τῶν λόγων αὑτοῦ, καὶ τούτοις τὴν χάριν εἰδέναι ὁμολογεῖ. τὸ καθʼ ἡμᾶς ἤγουν ἐγώ. θεῶν ἵλεων ὄντων τῷ λόγῳ. τοῦτʼ εἰς ὑμᾶς ἀναφέρει ἀντὶ τοῦ ἀναφορὰν ἔχει.

οὔκουν ξενίαν γʼ ἔστι τῶν λόγων καταγνῶναι καλεῖται ξενία κυρίως ἡ φιλία. καλεῖται ξενία πάλιν ὄνομα δίκης, ὥσπερ λέγει Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. νῦν οὖν ξενίαν λέγει οἰκείως. ξενία γάρ ἐστιν ὄνομα δίκης κατὰ τῶν ξένων τῶν ἐγγραφόντων ἑαυτοὺς εἰς πολιτείαν, ὡς ἔτυχε. φησὶ γοῦν οὕτως, οὐκ ἔστι καταγνῶναι τῶν ἐμῶν λόγων ξενίαν, τουτέστιν Ἀττικοὺς αὐτοὺς εὑρήσεις καὶ οὐ ξένους. ξενία ἐστὶν ὄνομα δίκης κατὰ τῶν ξένων τῶν ἐγγραφόντων ἑαυτοὺς εἰς πολίτας, ὡς ἔτυχεν. τῶν λόγων τῶν τῆς πόλεως, ἢ τῶν τοῦ Ἀριστείδου. τῶν ἐμῶν.

κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτʼ ἔχοι μετὰ τῶν ἄλλων χαρίζεσθαι ἀντὶ τοῦ κἂν ἄλλος ἐπιθυμῇ λόγων ἔχειν, καὶ τούτους, ὥσπερ τὰ ἄλλα, χαρίζεται. τῶν ἄλλων τῶν παρʼ αὐτῆς.

ἀτεχνῶς ἀντὶ τοῦ πάνυ· ἐπιτατικὸν γάρ ἐστι τὸ ἀτεχνῶς.

ἀνέχεται τουτέστι σώζεται, βαστάζεται.

πάντας ἁπανταχοῦ καθαίροντες ὡς ἐπὶ μυστηρίων εἶπε. τῇ μὲν γὰρ τῶν Ἐλευσινίων τελετῇ παραβάλλει τοὺς λόγους ἐνταῦθα τῇ τελετῇ τῶν μυστηρίων. παραβάλλει τοὺς λόγους τοῖς μυστηρίοις, καὶ δείκνυσιν αὐτοὺς κρείττονας· ἐκεῖνα μὲν γὰρ ἐν τῷ κεκρυμμένῳ τελεῖται, οὗτοι δὲ εἰς τὸ μέσον κηρύττονται· κἀκεῖνα μὲν οἱ πολῖται μόνοι μυοῦνται, τοὺς λόγους δὲ καὶ πολῖται καὶ ξένοι μανθάνουσιν. τοῖς εἰσαφικνουμένοις πολίταις μόνοις. ἐξηγηταὶ ἤγουν διδάσκαλοι.

τῶν εἰς τὸ μέσον εἰσφορῶν ἱερῶν εἰσφορῶν λέγει τῶν φανερῶν, ὡς κατὰ σύγκρισιν τῶν Ἐλευσινίων· ἐκεῖνα γὰρ ἀπόρρητα ἦν καὶ κρυπτά. εἰς τὸ μέσον δὲ ἔκφορα καλεῖ τοὺς λόγους κατά τινας. ἤτοι τῶν λόγων.

ἀνθʼ ὧν ἅπαντας ταῖς πρεπούσαις ἐπῳδαῖς ἐφέλκεσθε καλῶς ταῖς πρεπούσαις· εἰσὶ γὰρ γοητευτικαὶ ἐπῳδαί. ἐπειδὴ διὰ τῶν ἐπῳδῶν ἕλκονται ἄνθρωποι, τὸ δὲ τῆς ἐπῳδῆς ὄνομα διαβάλλεται, διὰ τοῦτο πρεπούσαις εἶπεν.

οὐκ ἴυγγι ὑποκινοῦντες ἴυγξ ἐστὶν ὀρνίθιον, ἀεὶ σεῖον τὴν οὐράν. λέγεται δὲ ἔχειν ἐπιτηδείως πρὸς τὰ ἐρωτικὰ, καὶ εἶναι ἀγωγόν· καὶ Θεόκριτος «Ἴυγξ ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.» τινὲς δὲ λέγουσι χορδήντινα κιθάρας πάνυ ἐμμελῆ. ἡ ἴυγξ τὸ ὄρνεον, ἡ καὶ λεγομένη σεισοπυγὶς, ἐπιτηδείως ἔχει πρὸς τὰ ἐρωτικά.

φαῖεν ἂν τιμῶν.

καὶ οὐδʼ ἂν εἷς νεμεσήσῃ τοῖς οὕτως ἔχουσιν.

ἄξιον τοίνυν καὶ τὸ τῆς αἰδοῦς εἰπεῖν ἐντεῦθεν οἱ ἐπίλογοι. λέγει δὲ τὸ τῆς αἰδοῦς τὸ τιμῆς παρὰ πάντων τυγχάνειν.

κἀν ταῖς μεταβολαῖς τουτέστι καὶ ἐν ταῖς εὐτυχίαις καὶ ἐν ταῖς δυστυχίαις. τουτέστι καὶ ἐν ταῖς ἀτυχίαις. Φίλιππός τε γὰρ εὐτυχήσας τῇ περὶ Χαιρώνειαν μάχῃ ἀμφοτέρους γὰρ ὁμοῦ ἐν τῇ Χερωνείᾳ νενίκηκεν. ἔστι δὲ τόπος οὗτος τῆς Βοιωτίας, ἔνθα συνέβαλλεν.

τὴν μὲν Θηβαίων πόλιν εὐθὺς φρουρᾷ κατέλαβε φρουρὰν λέγει τὴν στρατιωτικὴν δύναμιν, ὥστε πρὸς ἀνάγκην δουλεύειν.

ἔστη κατὰ χώραν ἀντὶ τοῦ ἐφʼ ἡσυχίας· οὐκ εἶπε δὲ φόβῳ, ἀλλὰ αἰδοῖ. ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος τὸν φόβον ἐμφαίνει. φησὶ γὰρ ὅτι ἐζήτησε μετὰ τὴν νίκην καὶ εἰς Ἀθήνας εἰσελθεῖν, καὶ τὸ αὐτὸ ποιῆσαι. ἀλλὰ τὰ θαύματα αὐτὸν ἀπέστρεψεν ἀσύμβολον ὄντα· ὅθεν καὶ εἰρήνην συνθέμενος τοὺς αἰχμαλώτους ἀπέδωκε, καὶ ἦλθεν εἰς Πελοπόννησον. κατὰ χώραν, ἀντὶ τοῦ ἐφʼ ἡσυχίας· βουληθεὶς γὰρ καὶ εἰς Ἀθήνας εἰσιέναι, καὶ ἐμφρούρους καὶ αὐτὰς πεποιηκέναι, καθάπερ τὰς Θήβας, ἀπετράπη ὑπὸ τῶν θυμάτων οὐκ εὐσυμβόλων γενομένων, ἃ ἐπεποιήκει μαθεῖν ἐθέλων, εἰ καλῶς ἔσται τὸ πρᾶγμα· ὅθεν τοῦτο νομίσας οὐ κατὰ γνώμην εἶναι θεῶν, εἰρήνην συνθέμενος πρὸς τὴν πόλιν, τοὺς αἰχμαλώτους ἀπέδωκε, καὶ ἦλθεν εἰς Πελοπόννησον.

ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς σφόδρα γὰρ ἐτίμα τὴν Ἀθηναίων πόλιν, καὶ ἔπεμψεν ἀκροθίνια τῶν πολέμων αὐτῇ, καὶ συνανέγραφε τοῖς κατορθώμασιν, ὡς Ἀρριανὸς ἐν τῇ Ἀναβάσει φησίν. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης σημαίνει τὴν Ἀδριανοῦ τοῦ βασιλέως· τότε γὰρ ἐπὶ τοῦ Ἀριστείδου οὗτος ἦν βασιλεύς. ἢ Ἀντωνίνου· καὶ γὰρ ἐπὶ Ἀντωνίνου ἦν Ἀριστείδης, ὃς καὶ ἄλλα πολλὰ τοὺς Ἀθηναίους ἐτίμησε, καὶ τὸν ἐν Ἐλευσῖνι ναὸν πολυτελῶς κατεσκεύασε.

οὐκ ἀναίνεται ἀντὶ τοῦ οὐκ ἀπαρνεῖται, οὐκ ἐπαισχύνεται. οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν ἢ ἐπειδὴ οὐδὲν κακὸν ἐποίησεν αὐτοῖς, ἢ ἐπειδὴ ἔγραψέ ποτε Ἀθηναίοις λέγων, θαρσεῖτε· ἂν γὰρ ἐγώ τι πάθω, ὑμεῖς ἄρξετε. ἀντὶ τοῦ ἐν διδασκάλων λέγει πεφιλοσοφηκέναι. Ἀντωνῖνος ὁ βασιλεὺς, ἐφʼ ᾧ Ἀριστείδης ἦν, πλεῖστα Ἀθήνησιν ἀνεγνωκὼς καὶ φιλοσοφήσας ἐν διδασκάλου μοίρᾳ τὴν πόλιν ἐτίμα, καὶ πολλὰς μὲν καὶ ἄλλας εὐεργεσίας αὐτῇ παρέσχε καὶ τὸν ἐν Ἐλευσῖνι νεὼν πολυτελῶς ἐπεσκεύασεν.

τῶν τιμῶν ἃς αὐτῇ, δίδωσι. ἑτέρως ἡ πόλις πράττει εὐφήμως.

ὅσον οὐ πραγματεύεται ἀντὶ τοῦ οὐκ ἔχει κινδύνους καὶ πολέμους, ἀλλʼ ἄνευ κινδύνων εὐτυχεῖ. ἤγουν οὐ πράγματα καὶ διοικήσεις ἔχει τῶν Ἑλλήνων, ὡς πρόσθεν, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὴ τοῖς βασιλεῦσιν ὑπείκει.

προσόδων ἕνεκα ἐλέγετο γὰρ, φησὶν, Ἀδριανὸς οὐκ ἀπαιτεῖν φόρους αὐτῇ, ὥστε ἐκεῖθεν πρόσοδοι καὶ κέρδη συνέβαινον αὐτοῖς. προσόδων ἕνεκα πανηγύρεων.

τοῦ παρὰ πάντων συγκεχωρηκότος ἤγουν τῆς αἰδοῦς καὶ τιμῆς.

ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον τοὺς Λακεδαιμονίους λέγει· οὗτοι γὰρ ὕστερον τὴν τῶν Ἑλλήνων ἀρχὴν ἔσχον, καὶ πλέον ἔδοξαν ἔχειν τῆς πόλεως.

ἀπήλλαξε ἀπηλλάγη τοῦ ἐλάττων εἶναι.

τῶν μὲν τῶν Μακεδόνων. τῶν Λακεδαιμονίων. τῆς ἀρχῆς τῆς παρούσης.

ἡ δʼ οὐ τοσοῦτον ἠλαττώθη— πρὸ τῶν ἄλλων τετίμηται οὐ τοσοῦτον, φησὶν, ἠτύχησεν, ὅσον ηὐτύχησε καὶ τετίμηται, ὡς εἶναι τὸν τῆς εὐτυχίας χρόνον πλείονα τοῦ τῆς ἀτυχίας. διὸ λέγει ἐξ ὅσου, τουτέστιν ἀφʼ ὅσου, καὶ ὅσῳ δὲ, ἀντὶ τοῦ ἐφʼ ὅσον, δηλῶν καὶ τὴν ἀρχὴν καὶ τὸ πλῆθος τοῦ χρόνου. εἰπὼν ὡς ἔλαττον ἔδοξεν ἡ πόλις ὕστερον ἔχειν τῶν Λακεδαιμονίων, νῦν λέγει ὅτι οὐ τοσαύτην ἐλάττωσιν ἔσχε τότε, ὅσης ἠξίωται παρὰ πάντων τιμῆς, οὐ μόνον πρὸ τῶν Λακεδαιμονίων, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων, οὐδʼ εἰς τοσοῦτον χρόνον, ἐξ ὅσου μέχρι τοῦ παρόντος καιροῦ τετίμηται. ἔστι δὲ πρὸς μὲν τὸ οὐ τοσοῦτον ἠλαττώθη τὸ ὅσῳ, πρὸς δὲ τὸ οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου τὸ ἐξ ὅσου. λάμβανε δὲ τὸ τετίμηται καὶ πρὸς τὸ ἐξ ὅσου, καὶ πρὸς τὸ ὅσῳ, ὥσπερ καὶ τὸ ἠλαττώθη, οὕτω· ἡ δὲ οὐ τοσοῦτον ἠλαττώθη τότε, ὅσῳ τετίμηται οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων, οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἠλαττώθη, ἐξ ὅσου μέχρι τοῦδε τετίμηται.

οὐδʼ εἰς τοσοῦτον τοῦ χρόνου ἠλαττώθη. ἐξ ὅσου τετίμηται πρὸ ἐκείνου καὶ πρὸ τῶν ἄλλων δηλονότι.

δῆλον δὲ τοῦτο δύναμιν ἔχει ἐπικρίσεως, ἀντὶ τοῦ εἰκότως καὶ δικαίως. Πέλλῃ ὅθεν ὁ Φίλιππος.

Αἰγαῖς Αἰγαὶ πόλις Λακεδαιμονίας. ἐντεῦθεν λέγεται εἶναι Ὀλυμπιὰς, ἡ γυνὴ Φιλίππου. ὅθεν ἡ τούτου γυνὴ, Ὀλυμπιάς.

τῶν ἰδιωτῶν οὐ λέγει τῶν ἰδιωτευόντων, ἀλλὰ τῶν ἰδίᾳ καὶ κατὰ ἓν σημαινόντων τὸν Ἀδριανόν.

αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρʼ ὑμῶν οἰκισθεῖσαι οἷον Εὐβοεῖς, ἐν τῇ Θρᾴκῃ, Χαλκίδι, καὶ πόλεις οἱ Ἴωνες.

δύναμιν τὴν εὐτυχίαν νῦν, λέγει δύναμιν. αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν πανταχόθεν, φησὶ, περιέρχονται, ζητοῦσαι εἰς ὑμᾶς ἀναφέρειν τὸ γένος, καὶ ἐπιδεικνύναι ὡς Ἀθηναῖοι εἰσὶ τὸ γένος.

πέντε μέν ἐστι μνήμη βασιλειῶν περὶ βασιλειῶν. πρώτη μὲν ἡ Ἀσσυρίων, κατασχοῦσα ἀπὸ Νίνου τοῦ πρώτου μέχρι Σαρδαναπάλου, τοῦ ὑστάτου βασιλεύσαντος, ͵αυνʹ. δευτέρα δὲ ἡ τῶν Μήδων ἀπὸ τοῦ πρώτου Ἀρβάκου μέχρις Ἀστυάγους, τοῦ ὕστερον βασιλεύσαντος, ἔτη κατέσχεν υοʹ. ὁ δὲ Ἡρόδοτός φησι ρκηʹ. τρίτη δὲ ἡ Περσῶν, κατασχοῦσα ἀπὸ Κύρου τοῦ Καμβύσου μέχρις Ἀρταξέρξου τοῦ Δαρείου ἔτη σιέ. καὶ μέχρι μὲν τούτου Κτησίας τοὺς χρόνους γράφει, ἐφʼ οὗ καὶ ἡ κγʹ τῶν Περσῶν. Ἀρταξέρξην δὲ ὁ παῖς αὐτοῦ Δαρεῖος διαδέχεται, ὃν κατέλυσεν ὁ Ἀλέξανδρος, ἓξ, φασὶν, ἔτη κρατήσαντα. μεθʼ ὃν εἰς Μακεδόνας ἡ ἀρχὴ μετῆλθε· καὶ ἐκράτησαν οἱ μετʼ Ἀλέξανδρον οἱ ἐπικληθέντες διάδοχοι, καὶ μετʼ αὐτοὺς ὑστάτη ἡ Λαγιδαίων Κλεοπάτρα ἡ Πτολεμαίου, κρατήσασα ἐν Αἰγύπτῳ, ἥτις κατελύθη ὑπʼ Αὐγούστου Καίσαρος, καὶ μετῆλθε πάλιν εἰς Ῥωμαίους ἡ πᾶσα δύναμις. ἀντὶ τοῦ πέντε γεγόνασιν ἔνδοξοι βασιλεῖς. μὴ γένοιτο δὲ πλειόνων ἀλλʼ ἡ νῦν βασιλεύουσα ἀθάνατος μένοι, παιδὸς ἐκ πατρὸς τὸν ἀεὶ χρόνον διαδεχομένου τὸ σκῆπτρον.

ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αὕτη γάρ ἐστιν ἡ πρώτη ἡ τῶν Ἀσσυρίων. αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις αἱ πρὸς Εὔμολπον. πρώτας πράξεις λέγει τῆς πόλεως τὰ κατʼ Ἀμαζόνων ἔργα, τὰ κατὰ Εὐμόλπου, τὰ κατὰ Θηβαίων, μὴ βουληθέντων θάψαι τοὺς σὺν Πολυνείκει πεσόντας Ἀργείους, τὰ κατὰ τῶν ἄλλων. ὅσα δὲ τῶν θείων λέγει τὴν τῆς Δήμητρος ἐπιδημίαν, ὅτε ἔδωκε τοὺς καρποὺς, τὸ ἐρίσαι Ποσειδῶ καὶ Ἄρη ὑπὲρ τῆς πόλεως τὸ δικάσασθαι τὸν αὐτὸν τοῦτον Ἄρει ὑπὲρ Ἁλιρροθίου, τὴν Ὀρέστου μετʼ Ἐριννύων κρίσιν, τὸ νομίσαι Ἡρακλέα θεὸν, καὶ ὅσα τοιαῦτα.

ὅσα τῶν θείων ἢ τὰ παρὰ τῶν θεῶν θρυλλούμενα. ἢ τὰ περὶ τῶν θεῶν αὐτοῖς δεδομένα. τὴν κρίσιν τοῦ Ἄρεος καὶ τοῦ Ποσειδῶνος. τὸ ἐπιδημῆσαι, καὶ δοῦναι τοὺς καρποὺς, τὸ δικάσασθαι περὶ τῆς γῆς. ἐπὶ δὲ τῆς δευτέρας τοῦ Δαρείου. τῆς τοῦ Δαρείου. ἤρετο ηὐξάνετο, ἤκμαζεν. τὴν δὲ τρίτην τοῦ Ξέρξου. τὴν Ξέρξου. τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν τινὲς λέγουσιν ἐπὶ Δαρείου, ἄμεινον δὲ λέγειν ἐπὶ τῶν Μήδων.

ἐν δὲ τῇ τετάρτῃ τοῦ Φιλίππου. τῇ τῶν Μακεδόνων. ἀπήλλαξε ἀπηλλάγη τοῦ κινδύνου.

ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης τῆς νυνὶ καθεστηκυίας τῆς ἐπὶ Ἀδριανοῦ, τουτέστι τῶν Ῥωμαίων. τῶν Ῥωμαίων.

γνοίη δʼ ἄν τις ὅσον τῇ πόλει τὸ μὲν σχῆμα καὶ μέρος τοῦ λόγου ἔοικεν ἀνακεφαλαίωσις εἶναι τῶν εἰρημένων. ἐξεῦρε δὲ σχῆμα καινοπρεπές· καὶ γὰρ ἀναμιμνήσκει τῶν εἰρημένων, καὶ ξενίζει τῷ σχήματι. ἔοικε καὶ τοῦτο ἀνακεφαλαίωσις εἶναι τῶν εἰρημένων· ἐξεῦρε δὲ σχῆμα καινοπρεπὲς, καὶ ἀναμιμνήσκει τὰ εἰρημένα, καὶ ξενίζει τῷ σχήματι. δοκῶν δὲ συγκρίνειν αὐτὴν πρὸς τὰς ἄλλας πόλεις, ὥσπερ ἀνακεφαλαίωσιν ποιεῖται πάντων τῶν εἰρημένων, σώζων ἀμφότερα. τὸ δὲ καθάπερ ποιητῶν ἢ χορῶν, ἀντὶ τοῦ ὥσπερ εἴ τις ἐπὶ ποιητῶν ἢ χορῶν ἐζήτει, πότερος ἑτέρου προέχει.

ἀγῶνα κρίσιν.

καθάπερ ποιητῶν ἢ χορῶν ἀγῶνα. οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν ἂν ῥᾳδίως ἐπειδὴ πάντα τὰ τῆς πόλεως ἴσα ἀλλήλοις ἐστὶν, εἰκὸς καὶ τὰς ταύτας μερισαμένας πόλεις ἐπίσης θαυμάζεσθαι καὶ μὴ ἄλλην ἄλλης προέχειν. τὴν νικῶσαν πόλιν.

ἡ δʼ ὡς πλείστοις μεταδοῦσα τούτων.

ἡ δʼ ὅ τι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει κατὰ κοινοῦ τὸ φιλοτιμοῖτο. ἀντὶ τοῦ εἰ λάβοι τις ἑτέρα πόλις ὁτιοῦν τῶν ὑπαρχόντων τῇ Ἀθηναίων πόλει, καὶ τοῦτο φιλοτιμοῖτο.

ὥσπερ τοῖς ἅπασι τοσοῦτον περίεστιν νικᾷ τὰς πόλεις. ὥσπερ τοῖς ἅπασι τοσοῦτον—φέρουσιν ἀγάλλεται ἔοικε καὶ τοῦτο τὸ μέρος ἄλλο εἶναι πάλιν μέρος ἀνακεφαλαιώσεως. ἕτερα δὲ σχήματα εἰσάγει. λέγει δὲ ὅτι ὥσπερ τοῖς πᾶσιν, οὕτω καὶ τὰ κατὰ μέρος σεμνύνεται, τῷ μὲν τοῖς πᾶσι δηλῶν τὸ γενικὸν, καὶ τὸ λέγειν τοῖς καθʼ ἕκαστον. σαφέστερον δὲ αὐτὸς αὐτὸ ποιεῖ διὰ τῆς ἐπαγωγῆς.

τῶν μὲν θείων εὐθέως δύο μὲν—ἡ περὶ τοὺς θεοὺς σπουδὴ ταῦτα τὰ δύο καθολικὰ λέγει καὶ γενικὰ τῷ τοὺς Ἀθηναίους φιληθῆναι παρὰ θεῶν, καὶ αὐτοὺς τοὺς Ἀθηναίους θεούς. ἥ τε ἐκ τῶν θεῶν τιμὴ πρὸς τὴν πόλιν.

ἡ περὶ τοὺς θεοὺς σπουδὴ αὐτῆς. περὶ αὐτοὺς τοὺς θεούς. τούτων τῆς παρὰ τῶν θεῶν τιμῆς καὶ τῆς περὶ τοὺς θεοὺς σπουδῆς.

τοὺς ἐν τέλει τοὺς ἐν ἀξιώματι φησὶ καὶ ἐπισήμους· Δημήτηρ μὲν γὰρ τοὺς ἀμφὶ Κελεὸν, Διόνυσος δὲ τοὺς ἀμφὶ τὸν Ἴκαρον. τοὺς προύχοντας τῆς πόλεως, Κελεὸν καὶ Τριπτόλεμον.

ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις ὡς καὶ πρώην ἔφαμεν.

ἡ δὲ τοὺς τοῦ Διονύσου εὐεργετεῖν φησι τὸν Διόνυσον, καὶ δοῦναι ἀνθρώποις. δηλοῖ δὲ ὁ Φερεκύδης, καὶ μετʼ ἐκεῖνον Ἀντίοχος, λέγοντες καὶ διὰ τοῦτο κεκλῆσθαι Διόνυσον, ὡς ἐκ Διὸς ἐς νύσας ῥέοντα· νύσας γὰρ, φησὶν, ἐκάλουν τὰ δένδρα· εἶτʼ ἐπεξίασι φυσικώτερον τῷ λόγῳ λέγοντες Ἶσιν μετωνομάσθαι τὴν γῆν, ἀπὸ τῆς περὶ τὴν θέσιν τῆς κατὰ μέσον ἰσότητος, ταύτης δὲ ἀδελφὸν Ὄσιριν καθʼ Ἕλληνας καὶ Διόνυσον τὸν ἐκ Διὸς εἰς γῆν ῥεόμενον Βρόντου παῖδα, τὸν Ὧρον τὸν ἄρειον ἡδύκαρπον· ταῦτα δὲ λέγουσιν Ὠγύγου καὶ Θήβης, τῆς τούτου γυναικὸς, τῶν Ἀττικῶν αὐτοχθόνων ἐλθόντων ἐπὶ τὴν Αἴγυπτον, τά τε μυστήρια πρῶτον αὐτοῖς κατασκευάσασθαι τὰ περὶ τὴν Ἶσιν, καὶ θεοὺς οὕτως ὀνομάσαι τούτους μετὰ τὸ κτίσαι τὸν Ὤγυγον τὰς ἐκεῖ Θήβας τὴν πόλιν. οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων τῶν ἀκροδρύων· λέγεται γὰρ ταῦτα πάντα Διονύσου μετὰ τῆς ἀμπέλου χαρίσματα. οὐ μόνον τὴν ἄμπελον ὁ Διόνυσος Ἀθηναίοις παρέσχεν, ἀλλὰ καὶ τὰ ἄλλα ἥμερα δένδρα, ὡς ἐν ἀρχῇ τοῦ λόγου εἴπομεν.

ἡ δὲ τρίτη πόλις. τὴν τῆς Ἀθηνᾶς δωρεὰν καὶ ταύτην διπλῆν τῆς σοφίας καὶ ἐλαίας. τὴν ἐλαίαν καὶ τὴν σοφίαν· ἢ τὴν ἐλαίαν καὶ μόνον, διπλῆν δὲ, ὅτι καὶ εἰς βρῶσιν καὶ εἰς ὑγείαν ἐπιτηδεία ἐστίν· ἢ αὐτὴν τὴν ἐλαίαν καὶ τὸ ἔλαιον· ἢ τὴν ἐλαίαν καὶ τὴν παίδευσιν. τὴν τῆς ἐλαίας καὶ τῶν λόγων.

αὖθις τοίνυν τὰ πρὸς τοὺς θεοὺς εἰπὼν ἀνωτέρω περὶ τῆς ἐκ θεῶν πρὸς τὴν πόλιν τιμῆς, καὶ περὶ τῆς σπουδῆς, ἣν ἡ πόλις πρὸς τοὺς θεοὺς ἐνεδείξατο, ἐπειδὴ πρῶτον περὶ τῆς ἐκ θεῶν πρὸς τὴν πόλιν τιμῆς ἐμνημόνευσε, νῦν λέγει καὶ περὶ τῆς πρὸς θεοὺς τῆς πόλεως σπουδῆς. τοῦτο μὲν οἱ νεὼ οὓς τοῖς θεοῖς ἡ πόλις ἀνέστησε. διʼ ἔτους ἀντὶ τοῦ διʼ ὅλου.

τὰ δʼ εἰς ὑπερβολὴν ἔτι καὶ νῦν γίγνεται ὡς ἄλλων μὲν εὑρόντων, αὐτῆς δὲ ὑπερβαλλομένης.

τὰς δʼ ἀρρήτους τελετὰς, ὧν τοῖς μετασχοῦσι—τὰ πράγματα γίγνεσθαι δοκεῖ ἔλεγον Ἕλληνες ὡς οἱ τὰ μυστήρια μυηθέντες εὐμενοῦς καὶ ἵλεω τῆς Περσεφόνης ἐν Ἅιδου ἐτύγχανον, ὡς καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ φησι λόγῳ. τὰς δʼ ἀρρήτους τελετὰς τὰ Δήμητρος καὶ Περσεφόνης μυστήρια.

πᾶσιν τοῖς τῶν ἄλλων καλοῖς. καλοῖς. ἓν τοῦτο. πᾶσιν ἓν ἀντιθεῖναι συγκρῖναι. ἀλλὰ μὴν ἥ γε πρὸς τοὺς ἀνθρώπους εἰς ἄλλο πάλιν μέρος ἀνακεφαλαιώσεως μεταβαίνει. ἥ γε πρὸς τοὺς ἀνθρώπους ὁμιλία τῆς πόλεως.

ἡ τῶν τελετῶν ἑτέρα πάλιν τῶν Ἐλευσινίων λέγει.

ἡ διὰ τῆς σοφίας ἀεὶ πᾶσι γιγνομένη, καὶ εἰς τοὺς ἰδίους οἴκους, καὶ εἰς τὰ κοινὰ τῶν πόλεων ἐπικουρία ὁ γὰρ σοφὸς καὶ ἑαυτὸν ὠφελεῖ, καὶ κοινῇ τὴν πόλιν, ἔν τε πρεσβείαις καὶ τοῖς ἄλλοις.

πότερον τοὺς νόμους εἴπωμεν, οἷς ἔτι νῦν οἱ πολλοὶ χρῶνται τοῖς ὑμετέροις λέγει ἂν τοὺς Ῥωμαίους· Ῥωμαῖοι γὰρ τοὺς νόμους ἀπὸ τῶν Ἀττικῶν ἔγραψαν, ἐκεῖθεν μεταπεμψάμενοι τὸν κληθέντα δυοκαιδέκατον. τοῦτο δὲ καὶ Δημοσθένης λέγει καὶ Θουκυδίδης, ὅτι πάντες οἱ Ἕλληνες τὰ τῶν Ἀθηναίων ἐζήλωσαν νόμιμα. τοῦτο καὶ Δημοσθένης καὶ Θουκυδίδης λέγει, ὅτι πάντες οἱ Ἕλληνες τὰ τῶν Ἀθηναίων ἐζήλωσαν νόμιμα, ἀλλὰ καὶ Ῥωμαῖοι τοὺς νόμους ἀπὸ τῶν Ἀττικῶν μετέβαλον, πρὸς τὴν ἐκείνων διάλεκτον.

τοῖς ὑμετέροις οὓς Σόλων ἔθηκε. τοὺς διαλεκτικοὺς ἰσοδυναμοῦσι τοῖς ῥητορικοῖς.

τί τῆς ποιήσεως εἶδος κωμῳδίαν, τραγῳδίαν, τὰ ἄλλα.

τῆς πρώτης μοίρας δηλονότι. μοίρας. ἀντὶ τοῦ τῆς πρωτίστης τῆς σοφίας.

τὰ ἐν τῇ οἰκείᾳ κατορθώματα σημείωσαι ὅτι εἶπε κατορθώματα. φασὶ δὲ μὴ λέγεσθαι τὴν λέξιν. λέγει δὲ ὁ Λογγῖνος ἐν τρίτῃ φιλολόγων ὅτι εὕρηται πολλαχῶς.

τὴν φιλανθρωπίαν—τὴν ἐν αὐτοῖς τοῖς πολέμοις ἐνοῦσαν ὑπὲρ ἐχθρῶν ἐπολέμησε πολλάκις.

ὥσπερ γὰρ ἐν μιᾷ πηγῇ πάνθʼ, ὅσα ἂν μερίσῃς, πάλιν εἰς ἄλληλα συρρεῖ καὶ μίγνυται ἐπειδὴ εἶπε πηγὴν, ἐνέμενε τῇ τροπῇ εἰπὼν τὸ συρρεῖ.

εἰς μὲν τὰς εὐεργεσίας οἵ τε πόλεμοι τὰς εὐεργεσίας ὥσπερ πηγήν τινα εἶναι λέγει καὶ γενικόν τι ὃ μερίζει πάλιν εἰς πολλὰ μέρη.

ὅροι ἀντὶ τοῦ κανόνες καὶ ἀποδείξεις.

ἡ ἐν Μαντινείᾳ ταύτην προεῖπεν ἔμπροσθεν ἐν τῇ δοκούσῃ ἀντιθέσει ὅτι ἔσωσεν ἱππομαχίᾳ Λακεδαιμονίους.

τειχομαχίας μὲν γὰρ οὐδʼ ἠμφισβήτησεν οὐδεὶς πώποτε τῇ πόλει.

θησόμεθα ἤγουν ψηφισόμεθα. προστεθῶμεν.

οὕτω καὶ διὰ πάντων καὶ διʼ ἑκάστου πολλαχῶς νικᾷ ἀντὶ τοῦ καὶ διὰ τοῦ γενικοῦ καὶ διὰ τοῦ μερικοῦ, ὅπερ καὶ πρὸ μικροῦ εἶπε.

στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι διʼ Ἀλκιβιάδην καὶ Χαβρίαν, διʼ Ἀριστείδην καὶ Θεμιστοκλέα, διὰ Νικίαν. τὸ δὲ ἀσφαλέστατον κοινόν ἐστιν ἀμφοτέρων ἐγκώμιον. στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι ἐν βουλαῖς καὶ ἐν πράξεσιν.

ἀσφαλέστατοι εἰπὼν ὀξύτατοι, ἐπειδὴ τῷ ὀξέως πράττειν ἢ βουλεύεσθαι ἕπεται τὸ ἐπισφαλὲς, διὰ τοῦτο ἐπήγαγε τὸ ἀσφαλέστατοι.

κεφάλαιον καθολικὸν καὶ σύντομον λόγον.

δυοῖν γὰρ ὄντοιν καιροῖν, —ἀνεῖται καιρῷ ἀμφοῖν κοινὸν λέγει τὴν τροφήν· καὶ γὰρ ἐν καιρῷ πολέμου καὶ εἰρήνης δέεται τῆς τροφῆς· τὸν τῆς εἰρήνης δὲ καιρὸν λέγει τὸν τῆς παιδείας· ἐν γὰρ πολέμῳ πῶς δύναταί τις λόγοις παιδεύεσθαι;

τὸ μὲν ἡ τῶν ἀναγκαίων εὐπορία. ἀμφοῖν πολέμῳ καὶ εἰρήνῃ. τὸ δὲ τὸ τῆς παιδείας καλόν. τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ τότε γὰρ ἐνεργοῦνται οἱ λόγοι.

τὸ δὲ ἀμύνεσθαι ἤγουν ἡ τῶν πρὸς τὸν πόλεμον κατασκευή. τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων τουτέστι περὶ ὧν κεκτήμεθα. λέγει δὲ τροφῆς παιδείας. ἡ δὲ σύνταξις οὕτως· τὸ δὲ ἀμύνασθαι περὶ τῶν ὑπαρχόντων δυνατοὺς εἶναι ποιεῖ· ἐνήλλακται γάρ.

καθʼ ἣν ἄν τις αὐτῶν κρίνοι ἀντὶ τοῦ οἱῳδήποτε αὐτῶν ψηφίσηται. ἀντὶ τοῦ οἱᾳδήποτε αὐτὸς ψηφίσηται. καθʼ ἣν ἄν τις αὐτῶν κρίνοι τὸ κάλλιστον.

πᾶσι τοῖς κριταῖς νικᾷ τοῖς κατὰ μέρος κρίνουσι. τὸ πᾶσι τοῖς κριταῖς παροιμία ἐστὶν ἐπὶ τῶν τελέως νικώντων. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν κρινομένων καὶ ἅπασι τοῖς κριταῖς ἀναιτίων δοξάντων. λέγει δὲ τὸ χώραις ἁπάσαις, ἐπειδὴ οὕτω καὶ ἀνεκηρύττοντο οἱ νικῶντες· ὅδε πρῶτος ἐνίκησε, δεύτερος ὁ δεῖνα, τρίτος ὁ δεῖνα, τέταρτος ἐκεῖνος· καὶ περαιτέρω οὐκ ἐξῆν ἀνακηρυχθῆναι. ἐγίγνετο δὲ αὕτη ἡ ἀνακήρυξις ἐπὶ τοὺς νικῶντας ἐν ταῖς ἱππηλασίαις. χώραις ἁπάσαις τοῖς προσήκουσι τόποις. οἱονεὶ τοῖς τόποις καὶ τοῖς ἐπιχειρήμασι τοῖς ἐγκωμιαστικοῖς· ἢ ταῖς τάξεσιν, οἷον τῇ παιδείᾳ, τοῖς ἀναγκαίοις, τῇ κατασκευῇ τῶν πολέμων.

ὥστʼ οὐκ ἄν τις ὀκνήσειεν εἰπεῖν, —ὥσπερ ἐν ἅρμασιν φησὶν ὅτι ἡ πόλις οὐ μόνον τὰ πρῶτα καὶ κρείττονα νικᾷ, ἀλλὰ καὶ τὰ πάντα. ἕως γὰρ τεσσάρων ἀνεκηρύττοντο, ὅτι ὅδε πρῶτα ἐνίκησε, δεύτερος ὁ δεῖνα, τρίτος ὁ δεῖνα, τέταρτος μετὰ τόνδε. μετὰ δὲ τὸν τέταρτον ἀριθμὸν οὐκ ἐξῆν τινα ἀνακηρυχθῆναι, ὡς τῶν ἄλλων ἡττηθέντων.

εἰ δὴ καὶ ἅρμα γε ἀπὸ τῶν Ἀθηνῶν τὸ ἀρχαῖον, οὐκ ἀπὸ τῆς Σικελίας τοῦτο εἶπεν, ὥς τινων λεγόντων ὅτι οἱ Σικελιῶται ἐξεῦρον τὸ ἅρμα. οἱ γὰρ περὶ Βραχυλλίδην καὶ Πίνδαρον ὑμνήσαντες τοὺς περὶ Ἱέρωνα καὶ Γέλωνα ἐν ἱππικῇ παρέσχον ὑπόνοιαν Σικελιώτας τὴν ἱππικὴν ἐξευρεῖν. Ἐρεχθεὺς πρῶτος παρʼ Ἀθηνᾶς τὸ ἅρμα ἐδέξατο· ἕτεροι δέ φασι Πέλοπα παρὰ Ποσειδῶνος· ἄλλοι δὲ λέγουσιν ὡς ἐκ Σικελίας ἐφάνη τὴν ἀρχήν· Βακχυλίδης γὰρ καὶ Πίνδαρος Ἱέρωνα καὶ Γέλωνα, τοὺς Σικελίας ἄρχοντας, ὑμνήσαντες, καὶ πλεῖστα θαυμάσαντες ἐν ἱππηλασίᾳ, πρὸς χάριν αὐτῶν εἶπον ὡς Σικελιῶται πρῶτοι ἅρμα ἐξεῦρον.

τὰ δʼ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης δοκεῖ τὸ ὅμοιον ποιεῖν ὃ ἐποίησεν ἐν τῇ ἀρχῇ τοῦ λόγου· ὥσπερ γὰρ ἐκεῖ ἐκφράζει τὴν πόλιν, οὕτω καὶ ἐνταῦθα. ἀλλʼ ἐκεῖ μὲν τὴν θέσιν εἶπε, πῶς ἔχει ἐν γῇ καὶ θαλάττῃ. ἐνταῦθα δὲ τὰ κατὰ μέρος, οἷον λουτρὰ, οἰκοδομήματα, καὶ τὰ τοιαῦτα. διδάσκει οὖν ἡμᾶς ὁ ῥήτωρ πῶς δεῖ ἐγκωμιάζειν· πρῶτον μετὰ τὰ προοίμια τὸν οἰκιστὴν, ἐὰν ἔχωμεν, εἰ καὶ ἐνταῦθα παραλέλοιπε διὰ τὸ μὴ ἔχειν· εἶτα τὴν θέσιν τῆς χώρας, ὅπερ ἐστὶ τοῦ γένους· εἶτα τροφὴν καὶ τάξεις καὶ σύγκρισιν· εἶτα ἀνακεφαλαιώσει χρήσεται· εἶτα λοιπὸν τῶν μερῶν αὐτῆς τῆς πόλεως τὰ κάλλη· ὅπερ πεποίηκε νῦν ὁ ῥήτωρ· καὶ ὁ ἐπίλογος.

αὐτὸν τὸν κύκλον τοῦ ἄστεος τὸν περίβολον, τουτέστιν αὐτὸ τὸ τεῖχος.

τείχη καθήκοντά ποτε ἐπὶ θάλατταν τὰ λεγόμενα μακρά. τὰ μακρὰ ἐπὶ τὸν Πειραιᾶ.

ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα καὶ μὴν τριάκοντα μόνον εἰσὶ στάδια. ἀλλὰ λέγομεν ὅτι καὶ τὸν κύκλον τῆς πόλεως περιέλαβεν, ἢ ὡς ὁ ῥήτωρ ηὔξησε. πρὸς τῇ θαλάττῃ ἐν τῷ λιμένι τῷ Πειραιεῖ.

κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν ἀντὶ τοῦ ἴσους. σημείωσαι δὲ ὅτι τοῦ Πειραιῶς τὸ τεῖχος. ἴσον δʼ ἐστὶ τοῦ τείχους τῆς ἄνω πόλεως. ἀντικρὺ στρεφομένους τῶν περὶ τὴν πόλιν τειχῶν, καὶ ἴσους αὐτῆς ὄντας, ὡς δοκεῖν τὸ μεταξὺ τῶν τειχῶν ὥσπερ αὐλὴν τῆς πόλεως καὶ προάστειον. τοὺς δήμους τοὺς ἐν τῇ πόλει καὶ τοῖς προαστείοις.

ὧν ἔνιοι οἱ ἐν τοῖς προαστείοις.

τῶν μὲν αὐτοφυῶν ἤγουν τῶν παρὰ τῆς φύσεως. τοῦ πολλοῦ γράφεται καὶ διʼ ἑνὸς λ. τουτέστι τῆς περιεχούσης σφαίρας τοῦ κοινοῦ.

ἔτι δʼ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις διὰ τὸ εἶναι αὐτὴν ἐν ὕψει καὶ ὄρει, ὡς προεῖπε, κεφαλῇ παραπλησίως. αὔρας δὲ ἀντὶ τοῦ ἡδέως πνοῆς τινος προσερχομένης.

ἐπισημήνασθαι σημειώσασθαι, καὶ ὡς παράδοξον θαυμάσαι.

ταῖς μὲν γὰρ ἄλλαις πόλεσιν, ὅπως ἂν— τῷ ὑπὲρ κεφαλῆς ἀέρι πανταχοῦ, φησὶν, ἡ χώρα τῆς πόλεως λεπτότερον ἀέρα ἔχει, ἐνταῦθα δὲ ἡ πόλις τῆς χώρας· καὶ τοσοῦτον ὥστε πόρρωθεν ἂν ἴδοις, ὅπου κεῖται ἡ πόλις, τὸν περὶ αὐτὴν ἀέρα λεπτότερον ὁρῶν, καὶ φαιδρότερον, καὶ λεπτότητα καθάπερ αὐγήν. ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ ὅπως ἂν ἔχωσι τῆς θέσεως τοῦ οὐρανοῦ· πρὸς γὰρ τὸν οὐρανὸν καὶ ἡ κρᾶσις συμβαίνει. πᾶσα οὖν, φησὶ, πόλις, κἂν ἔχῃ ἄριστον ἀέρα, ἀλλʼ ἧττον ὅμως ἔχει τοῦ ἐκτὸς καὶ τοῦ τῆς χώρας ἀέρος, ἐνταῦθα δὲ ὁ τῆς πόλεως ἀμείνων τοῦ ἐν ἀγροῖς. τοῦ οὐρανοῦ ἐπειδὴ πρὸς τὴν θέσιν τοῦ οὐρανοῦ καὶ ἡ τοῦ ἀέρος κρᾶσίς ἐστι, διὰ τοῦτο καὶ οὗτος ἀντὶ τοῦ εἰπεῖν ἀέρος οὐρανοῦ εἶπεν· ὡς καὶ ἐν ἀρχῇ τοῦ λόγου πεποίηκε, τοῦτο τὸ νόημα εἰπών.

τοῦ δὲ τῆς πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος καλῶς ὡς ἐδείξαμεν.

ὁ τῆς πόλεως ὑπερέχων ὑπερκείμενος. γνοίης δʼ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι ὅσῳ γὰρ ἄν τις πλησίον τῆς πόλεως γίνηται, τοσούτῳ καὶ διαυγεστέρου τοῦ ὑπὲρ κεφαλὴν ἀπολαύει ἀέρος, ὁ δὲ πόρρω γινόμενος τοὐναντίον· ὥστε ἢν ἐθελήσῃς πόρρωθεν γνῶναι τὴν πόλιν, οὐκ ἀπʼ ἄλλου νοήσεις, ἀλλʼ ἐκ τοῦ ὑπὲρ κεφαλὴν ἀέρος, καὶ τῆς ἐντεῦθεν ἐκδιδομένης ὥσπερ αὐγῆς. αὐτὴν τὴν πόλιν.

ἀγάλματα, ἄνευ τῶν οὐρανίων, τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινὰ ἀγάλματα διὰ τὸ Παλλάδιον φησὶ τὸ ἀπὸ Τροίας· ὁ γὰρ Δημόφιλος παρὰ Διομήδους ἁρπάξας εἰς τὴν πόλιν ἤγαγεν, ὡς Λυσίας ἐν τῷ ὑπὲρ Σωκράτους πρὸς Πολυκράτην λόγῳ. λέγει δὲ ἂν καὶ περὶ ἄλλων πολλῶν Παλλαδίων· τοῦ τε καταλκομένον τὸν αὐτόχθονα καὶ τῶν περὶ αὐτῶν γεφυρῶν καλουμένων, ὡς Φερεκύδης καὶ Ἀντίοχος ἱστοροῦσι· καὶ τῶν κατενηνεγμένων μὲν τῇ τῶν γιγάντων μάχῃ, ὡς ἐν ἀγράφοις ὁ Φύλαρχος φησί. Παλλάδιον δὲ ἐκάλουν, καθὰ λέγει Φερεκύδης, τὰ βαλλόμενα εἰς γῆν ἐκ τοῦ οὐρανοῦ ἀγάλματα· πάλλειν γὰρ, φησὶ, τὸ βάλλειν ἔλεγον. ἄνευ δὲ τῶν οὐρανίων, τουτέστι τῶν διιπετῶν. τρία ἦσαν ἀγάλματα ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς· ἓν μὲν τὸ ἀρχαῖον καὶ διιπετές· ἕτερον τὸ χαλκοῦν, ὃ ἔθεσαν μετὰ τὸ Περσικόν· τρίτον τὸ Φειδίου, τὸ ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατεσκευασμένον. οὐράνια λέγει τὰ διοπετῆ. ἦσαν δὲ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει τρία ἀγάλματα· τὸ μὲν ἓν χαλκοῦν, ὃ μετὰ τὰ Περσικὰ Ἀθηναῖοι ἔστησαν· τὸ δὲ ἕτερον ἐκ χρυσοῦ καὶ ἐλέφαντος, παριστῶντα ἄμφω τέχνην ὑπερφυῆ· κατεσκεύασε δὲ τὸ μὲν Φειδίας, τὸ δὲ χαλκοῦν Πραξιτέλης· καὶ τὰ μὲν ἐκ τέχνης ταῦτα. ἵστατο δὲ πρὸ τούτων ἕτερον διοπετές· ἐν γὰρ τῇ Τροίᾳ φασὶν ἐξ οὐρανοῦ τουτὶ πεπτωκέναι· λαβόντος δὲ Διομήδους, ἁρπάσας ἀπὸ τούτου Δημόφιλος Ἀθήναζε ἤγαγεν, ὡς Λυσίας ἐν τῷ ὑπὲρ Σωκράτους πρὸς Πολυκράτην λόγῳ φησί. τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινὰ ὕστερον γὰρ πολλὰ γεγόνασι.

γῆς φανερᾶς περιφανοῦς καὶ ἐνδόξου.

οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης ἤγουν ὁποῖα τῷ παρόντι καιρῷ ἁρμόττει, ὅτε πάντων ἀφέμενοι Ἀθηναῖοι μόνοις τοῖς λόγοις αὐτοί τε καὶ σὺν αὐτοῖς ἕτεροι σχολάζουσιν. σεμνότητι μεγαλοπρεπείᾳ.

τοὺς Ἐριχθονίους ἤγουν τοὺς κατʼ Ἐρεχθέα.

τοὺς Κέκροπας τοὺς κατὰ Κέκροπα.

εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι ἐκ τοῦ εἰπεῖν εἴ τῳ καὶ τούτων φίλον μεμνῆσθαι δείκνυσιν ὅτι, εἰ καὶ τὰ παρόντα θαυμαστὰ, ἀλλʼ οὐχ οἷα τὰ πρόσθεν, ὧν καὶ μεμνῆσθαι μᾶλλον καὶ θαυμάζειν προσῆκεν.

τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς παλαιὰ παλαιοῖς. χιασμὸς τὸ σχῆμα καινὰ καινοῖς.

τοῖς ἑαυτῆς λέγω, τὰ τῶν ἄλλων τὸ τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων πανταχοῦ λάμβανε· ἐδέησε δὲ τοῦτο εἰπεῖν, ἵνα μή τις ὑπολάβῃ ὡς τὰ μὲν παλαιὰ τὰ ἑαυτῆς ἐν τοῖς καινοῖς τοῖς ἑαυτῆς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς· ἐπεὶ τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς, τὰ δὲ καινὰ τοῖς καινοῖς, οὐδεμίαν ἀμφιβολίαν εἶχεν. κατίδοι δʼ ἄν τις κἀκεῖθεν τὰς ὑπερβολὰς αὐτῆς ἐνταῦθα ὥσπερ σύγκρισίν τινα ποιεῖται, καὶ πάντα τὰ τῶν ἄλλων ἐξαίρετα. καὶ λέγει μὲν αὐτὴν τὰ πάντων ἔχειν πλεονεκτήματα, οὐ μέντοι τὰς ἄλλας ἐχούσας τὰ αὐτῆς.

τῶν δὲ ἑαυτῆς οὐδένα κοινωνὸν ἔχει διὰ τέλους ἀντὶ τοῦ ἐν τοῖς ἰδίοις πλεονεκτήμασιν οὐδένα ἔχει παραπλήσιον. τὸ δὲ διὰ τέλους ἀντὶ τοῦ μέχρι τέλους, ὅ ἐστιν ἐκ μέρους κεκοινωνήκασιν. οἷον Ἀργεῖοι παλαιότατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι τοῦτο ἐπὶ τῶν Ἀργείων ἐσήγαγεν, ἐπειδὴ καὶ Ἀργείους οἶδε φρονοῦντας, ὡς ἐν τῇ Ἀργείᾳ σπαρέντος τοῦ πυρῶν σπέρματος, ἐκ Λιβύης Ἄργου μεταπεμψαμένου· διὸ καὶ Δημήτριος Λιβύης ἱερὸν ἵδρυσεν ἐν τῷ Ἄργει, ἐν Χαράδραις οὕτω καλουμένῳ τόπῳ, ὥς φησι Πολέμων.

ὅλως οὐχ ὅμοια τὰ τῶν Ἀργείων παλαιὰ τοῖς τῶν Ἀθηναίων τοιαύτας γὰρ τομὰς τῶν θεῶν καὶ εἰς τοὺς θεοὺς ἀμοιβὰς οὐκ ἔχουσι. λέγει δὲ ὁ Πολέμων ἐν τῇ Ἑλληνικῇ ἱστορίᾳ ὅτι ἤρισαν καὶ περὶ τοῦ Ἄργους Ποσειδῶν καὶ Ἥρα, καὶ ἡττήθη κἀκεῖ· σύμβολα μέντοι οὐκ ἔδειξαν οἱ ἐν Ἀθήναις.

ἐνταῦθα εἰς τὰς Ἀθήνας. τὰς ἀπαρχὰς τῶν καρπῶν. ἐκεῖσε εἰς τοὺς Ἀρκάδας.

τά γε δεύτερα ἐκείνοις ἐν φιλοτιμίᾳ καθέστηκεν τὸ δεύτερα εἶναι τὴν εὐδοξίαν. τὸ δευτέρους εἶναι τῆς πόλεως τοὺς πολεμίους. ἔχει ταῖς Θήβαις χάριν καὶ τιμὴν ἡ τῶν θεῶν γένεσις ἔχει ἀντὶ τοῦ φέρει. λέγει δὲ Ἡρακλέα καὶ Διόνυσον.

τῶν θεῶν Διονύσου καὶ Ἡρακλέους. ὁ μὲν ὁ Διόνυσος. τὴν δωρεὰν τὴν ἄμπελον. τὸν δὲ τὸν Ἡρακλέα.

χωρὶς τῶν διὰ Θησέως πρὸς αὐτὸν κοινωνιῶν εἰς τὰς Ἀμαζόνας καὶ ἄλλους πολέμους.

τῆς τελευταίας Θηβαίων ῥώμης ἅπαντες μέμνηνται τοῦτο ἤδη προεῖπεν, ὅτι νικήσαντες ἐν Λεύκτροις Θηβαῖοι ἐζήτουν κατασκάψαι καὶ αὐτὴν τὴν Σπάρτην, καὶ ἐκώλυσαν Ἀθηναῖοι ὑπὲρ Λακεδαιμονίων πολεμήσαντες. τῆς ἐν Λεύκτροις. ταύτης ἡ πόλις αἰτία ὅτε ἐν Λεύκτροις ἐνίκησαν, συμμαχησάντων αὐτοῖς Ἀθηναίων ἐν Ἁλιάρτῳ καὶ ἐν Κορωνείᾳ. συνεμάχησε γὰρ πρόσθεν Θηβαίοις ἐν Ἁλιάρτῳ καὶ Κορωνείᾳ κατὰ Λακεδαιμονίων· ὅθεν δὴ καὶ ηὐξήθησαν.

ὅτε ἔδει, τἀναντία πράττειν οὐκ ἔδεισεν ζητοῦντας Θηβαίους μετὰ τὴν ἐν Λεύκτροις μάχην κατασκάψειν τὴν Σπάρτην Ἀθηναῖοι οὐκ ἔδεισαν, ἀλλʼ ἐκώλυσαν αὐτοὺς, οἰκτείραντες τὴν Λακεδαιμονίων δυστυχίαν. τἀναντία τῇ προτέρᾳ συμμαχίᾳ. οὐκ ἔδεισεν τὴν Θηβαίων θρασύτητα. ἐπαινεῖν ἄν τις ἔχοι Κορινθίους δικαιοσύνης εἵνεκα ὅθεν καὶ ποιηταὶ εὐδαίμονα τὴν Κόρινθον φασί.

ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες ἡ τάξις τῶν ἀγώνων κατὰ Ἀριστοτέλην γράφεται· πρῶτα μὲν τὰ Ἐλευσίνια, διὰ τὸν καρπὸν τῆς Δήμητρος· δεύτερον δὲ τὰ Παναθήναια ἐπὶ Ἀστέρι τῷ γίγαντι ὑπὸ Ἀθηναίων ἀναιρεθέντα. τρίτος, ὃν ἐν Ἄργει Δαναὸς ἔθηκε, διὰ τὸν γάμον τὸν θυγατέρων αὐτοῦ· τέταρτος ὁ ἐν Ἀρκαδίᾳ τεθεὶς ὑπὸ Λυκάονος, ὃς ἐκλήθη Λύκαια· πέμπτος ὁ ἐν Ἰολκῷ, Ἰακάστου καθηγησαμένου ἐπὶ Πελίᾳ τῷ πατρί· ἕκτος ὁ ἐν Ἰσθμῷ, Σισύφου νομοθετήσαντος ἐπὶ Μελικέρτῃ· ἕβδομος ὁ Ὀλυμπιακὸς, Ἡρακλέους νομοθετήσαντος ἐπὶ Πέλοπι· ὄγδοος ὁ ἐν Νεμέᾳ, ὃν ἔθηκαν οἱ ἑπτὰ ἐπὶ Θήβας ἐπὶ Ἀργεγόρῳ· ἔννατος ὁ ἐν Τροίᾳ, ὃν Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ ἐποίησε· δέκατος ὁ Πυθικὸς, ὃν οἱ Ἀμφικτύονες ἐπὶ τῷ Πύθωνος φόνῳ ἔθηκαν. ταύτην τὴν τάξιν εἰς πέπλους συνθεὶς ὁ Ἀριστοτέλης ἐξέθετο τῶν ἀρχαίων καὶ παλαιῶν ἀγώνων. Ὀλύμπια, Πύθια, Νέμεα, Ἴσθμια· Ὀλυμπίων ἔπαθλον κότινος· Πυθίων μῆλα· Νεμέων σέλινα· Ἰσθμίων πίτυς. καὶ οὗτοι μὲν οἱ ἀγῶνες μεγάλοι· γίνονται δὲ καὶ ἄλλοι τούτων ἐλάττους. ὁ τῶν Παναθηναίων τῶν μικρῶν λέγει· ταῦτα γὰρ ἐπὶ Ἐρεχθονίου τοῦ Ἀμφικτύονος γενόμενα ἐπὶ τῷ φόνῳ τοῦ Ἀστερίου τοῦ γίγαντος· τὰ δὲ μεγάλα Πεισίστρατος ἐποίησε. τὰ δὲ Ἐλευσίνια ἐπὶ Πανδίονος ἐγένετο, ὃς πέμπτος ἦν βασιλεὺς ἀπὸ Ἐρεχθονίου. διὰ δὲ τὸν καρπὸν ἐτέθησαν.

εἰ δὲ βούλει, ὁ τῶν Ἐλευσινίων ὡς καὶ Ἀριστοτέλης τάττει. ὁ τῶν Ἐλευσινίων διὰ τὴν τοῦ σίτου εὕρεσιν. πάντας αὐτοὺς ἡ τῆς πόλεως δωρεὰ συγκροτεῖ ἐπειδήπερ, ὡς ἔφημεν, ἡ Ἀθηνᾶ τὴν ἐλαίαν παρέσχεν, ἀλείφονται δὲ οἱ ἀθληταὶ ἔλαιον, διὰ τοῦτο τὴν τῆς Ἀθηνᾶς δωρεὰν πάντας ἀγῶνάς φησι συγκροτεῖν. ἡ τῆς πόλεως δωρεὰ ἡ ἐλαία.

Σαμοθρᾷκες ἀγάλλονται τοῖς ἱεροῖς μικτόν ἐστι τοῦτο τὸ γένος ἀπὸ Σαμίων καὶ Θρᾳκῶν, ἀπὸ ἐπιγαμβρίας, ὥς φασι, γενόμενον. οὗτοι οὖν μυστήρια εἶχον φοβερὰ τῆς Ῥέας· ἱεροῖς γὰρ λέγει τοῖς μυστηρίοις, οἷς μυούμενοι οὐδέποτε ἐναυάγουν. Σαμοθρᾷκες μικτόν ἐστιν ἔθνος, ἀπὸ Σαμίων—τῆς Ῥέας.

ἀνεῖται ἀναδέδοται. τοῖς θεοῖς Ἀπόλλωνι καὶ Ἀρτέμιδι.

τὸ δὲ δὴ καὶ τὴν εἰς Δελφοὺς ὁδὸν ἔργον εἶναι τῆς πόλεως τὴν θυσίαν τὴν πομπὴν εἰς τὰ Πύθια. ἐλέγετο δέ ποτε ἡ ὁδὸς αὕτη λῃστεύεσθαι. τοῦτο δὲ τὸ λῃστικὸν καθεῖλον Ἀθηναῖοι· ἔργον οὖν καλεῖ τὸν λῃστικὸν διωγμόν. ἐν τῇ πρὸς Δελφοὺς ὁδῷ λῃσταί ποτε καθήμενοι τοὺς παριόντας διέφθειραν. Θησεὺς οὖν ἀνεῖλεν ἅπαν τοῦτο τὸ λῃστικόν· ὅθεν Ἀθηναῖοι αἴτιον τῆς ἀναιρέσεως τὸν Ἀπόλλω νομίζοντες κατʼ ἐνιαυτὸν ναῦν εἰς Δελφοὺς ἔπεμπον, θυσίαν κομίζουσαν τῷ Ἀπόλλωνι ἐν τῇ τῶν Πυθίων πανηγύρει. ἔργον δὲ τῆς πόλεως λέγει τὴν ὁδὸν, ἐπειδήπερ εἰ μὴ τοὺς λῃστὰς ἀνεῖλεν, οὐκ ἂν οἷόν τε ἦν εἰς Δελφοὺς ἀφικνεῖσθαι. τὴν θεωρίαν τὴν τὴν θυσίαν ἄγουσαν ναῦν. τὴν Πυθιάδα τὴν ἐν τῶν Πυθίων ἑορτῇ ἀγομένην.

τί ἂν εἴποις, ἢ τῶν θεῶν ἅπαντα ταῦτʼ εἶναι οὗτοι γὰρ παρεσκεύασαν.

πρεσβεύειν ὑπερέχειν. τιμᾶν, ὑπερέχειν τῶν ἄλλων. πᾶσιν ὥσπερ χεῖρα τοῖς καλοῖς ἐπιβάλλειν τὴν πόλιν ἀντὶ τοῦ μερίζεσθαι· τοῦτο δὲ εἶπεν οὐχ ἁπλῶς, ἀλλʼ ὅτι ἔθος εἶχον τινὲς, ἄλλων θυόντων συνεφάπτεσθαι τῆς θυσίας καὶ κοινωνεῖν, τούτων οὖν ἐκάλουν χεῖρα ἐπιβάλλειν· ὅ ἐστι μετέχειν πάντων τῶν καλῶν· καὶ Αἰσχίνης οὐκ ἔφη γινώσκειν, ὥσπερ τοὺς συνεφαπτομένους τῶν ἱερῶν. τὸ χεῖρα ἐπιβάλλειν παροιμία ἐστὶν ἐπὶ τῶν κοινωνούντων τισὶν ἀγαθῶν λεγομένη· ἐπειδὴ εἶχον ἔθος τινὲς, ἄλλων θυόντων συνδράττεσθαι τῆς θυσίας, καὶ κοινωνεῖν.

ἔτι τοίνυν εἰσὶν, αἳ τῶν κατὰ τὴν Ἀσίαν πόλεων μεγέθει ναῶν φιλοτιμοῦνται τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος ναὸν λέγει. ὥσπερ ἡ Ἔφεσος τῶ τῆς Ἀρτέμιδος ναῷ.

καθάπερ πρώην συνῳκισμένῃ πασῶν πόλεων. ἃ γὰρ τοῖς ἄλλοις ἐν ἀγάλμασι δεῖξαι σπουδὴν ἔχει, τούτων ὑμεῖς τοὺς νεὼς καὶ τὰ θέατρα προσκέκτησθε διὰ τὸν Ἡρακλέα λέγει, οὗ τοῖς μὲν ἀγάλμασιν ἕτεροι φιλοτιμοῦνται· ἡ πόλις δὲ τὸ πρώτη τῶν Ἑλλήνων νεὼν αὐτῷ ἱδρῦσαι καὶ κοινωνῆσαι διὰ Θησέως αὐτῷ τῶν πλείστων ἀγώνων, οὓς καὶ θέατρα καλεῖ.

ἀγάλματα θαυμάζεται ἐν ἄλλαις πόλεσι.

τούτων πρῶτον εἶναι κρατεῖ τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει ἀντὶ τοῦ ἐν τῇ ἀκροπόλει· αὕτη γὰρ ἡ πόλις ἐκαλεῖτο. λέγει δὲ τὸ τῆς Ἀθηνᾶς, ὅπερ ἐποίησε Φειδίας ἐξ ἀργύρου καὶ ἐλέφαντος. τοῦτο οὖν, φησὶ, τὸ ἐν τῇ ἀκροπόλει κάλλιστόν ἐστι μετὰ τοῦ καὶ τὰ ἄλλα ἀγάλματα τρόπον τινὰ τῆς πόλεως προσήκειν οἰκεῖα εἶναι καὶ ἴδια, ἅπερ ἔχουσιν οἱ ἄλλοι ἄνθρωποι, ὡς παρʼ αὐτοῖς διδαχθέντες ποιεῖν. τὸ παρʼ ὑμῖν ἐν τῇ πόλει διοπετὲς, ἢ τὸ ἐκ χρυσοῦ καὶ ἐλέφαντος. χωρὶς τοῦ καὶ τὰ ἄλλα πανταχοῦ κάλλιστα προσήκειν τρόπον δή τινα τῇ πόλει ἐντεῦθεν γὰρ δὴ τὴν μίμησιν ἔσχον.

τοῖς ἀγαλματοποιοῖς αὐτοῖς περίεστιν διὰ τὸν Φειδίαν λέγει. τὸ δὲ περίεστιν ἀντὶ τοῦ νικᾷ. Φειδίας γὰρ ὁ λιθοξόος Ἀθηναῖος ἦν.

περίεστιν νικᾷ. ἑπτά γε ἀνδρῶν—εἷς ἀπὸ τῆς πόλεως γέγονε ὁ Σόλων. περὶ Σόλωνος. ἑπτὰ γὰρ σοφῶν ὄντων, εἷς ἀπὸ τῆς πόλεως Σόλων ἐγένετο.

δυοῖν ἀρίστοιν νομοθέταιν Λυκούργου καὶ Σόλωνος. Σόλωνος καὶ Λυκούργου. ἅτερος αὐτὸς οὗτος ἅτερον λέγει τὸν Σόλωνα. ὁ Σόλων.

δύο τοίνυν ἀνδράσι τῶν πρόσθεν—καὶ Σωκράτει τῷ παρʼ ὑμῶν περὶ τοῦ Ἀπόλλωνος. τοῦτο δὲ λέγει ὁ Ἡρόδοτος. διὰ τὸν χρησμὸν λέγει τὸν λέγοντα, Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ νηὸν ἀνιὼν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι· δίζω, ἢ σὲ θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον. ἀνδρῶν πάντων Σωκράτη σοφώτατος. ἐλθὼν πρὸς Δελφοὺς ὁ Λυκοῦργος τοιαῦτʼ ἤκουσε παρὰ τοῦ Ἀπόλλωνος, Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ νηὸν ἀνιὼν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι· δίζω, εἴ σε θεὸν μαντεύσομαι, ἠὲ βροτόν γε. ζητούντων δέ τινων ἐν τῷ Ἀπόλλωνι τίς εἴη μάλισθʼ ἁπάντων σοφὸς, ἀνεῖλεν ἡ Πυθία, Σωκράτης ἀνδρῶν ἁπάντων σοφώτατος.

ἐπὶ τοῖς καινοῖς παραδόξοις.

κοινοτάτοις ἤτοι φιλανθρωποτάτοις.

ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν ὅ ἐστι μόνους Ἀθηναίους εἰπεῖν ἤθη φιλάνθρωπα εὑρεῖν.

τὸ μὲν διὰ πάντων ἀποδεικνύναι ὅσον ἡ πόλις προέχει. συχνοῦ καὶ λόγου καὶ χρόνου δεῖται.

ἐνομίσατε ἐνομοθετήσατε. τῶν μὲν ὑπὲρ τῆς πόλεως ταῦτα Θουκυδίδης φησί.

αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν ὅπως τοῦτο ἐγίνετο πρόσθεν εἴπομεν εἰς τὸ ὃ τοῖς πολλοῖς τῶν εἰωθότων λέγειν ἐπὶ τῷ τάφῳ τῷ δημοσίῳ παρεῖται

μετὰ τῶν πανοπλιῶν τῶν πατρῴων.

τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν ἀδυνάτους λέγει πάντας τοὺς μὴ δυναμένους χρῆσθαι τῷ σώματι πρὸς τὴν οἰκείαν αὐτάρκειαν. κυρίως δὲ ἀδύνατοι οἱ πένητες λέγονται. δυνατοὺς λέγει τοὺς ἐν τοῖς πολέμοις ἀποθανόντας, ἀδυνάτους δὲ τοὺς τούτοις προσήκοντας, οὓς τρέφουσι τὴν ἀδυναμίαν αὐτῶν ἐλεοῦντες.

ἐδείξατε, ὡς ἑκάτερον προσῆκε τιμᾶν. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα, ἢ φιλανθρωπότερα σημαίνει ὅτι οὐκ ἐξῆν πολεμεῖν ἄνευ ψηφίσματος. ἐμφαίνει οὖν ὅτι τὰ προειρημένα περιέχει τὰ πολλὰ ψηφίσματα.

ἢ φιλανθρωπότερα ἐπειδὴ πολλάκις ἐψηφίσαντο δυστυχοῦσιν ἐχθροῖς βοηθεῖν. ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ εἰρημένοις λέγει, ἐπειδὴ ἃ διεξῆλθε τῆς πόλεως ἔργα, κατὰ Θηβαίων, κατὰ Λακεδαιμονίων, κατὰ τῶν ἄλλων, μετὰ ψηφισμάτων ἐγίγνετο.

κατὰ παντὸς ἤγουν ἐπάνω. περὶ ταῦτα τὰ ψηφίσματα.

κατʼ Ἀρθμίου τοῦ Ζελείτου ἀπὸ τόπον οὕτω καλεῖται. νικῆσαν ἀντὶ τοῦ κυρωθέν. ἔχεις δὲ τὴν ἱστορίαν ἐν Φιλιππικοῖς. ὃν ἐπεὶ τῷ βασιλεῖ διακονῶν ὅτε κατὰ τῆς Ἑλλάδος ἐστράτευσε Ξέρξης, θέλων χρυσίον πέμψαι πρὸς Λακεδαιμονίους, ἵνα διʼ αὐτοῦ παραχθέντες συμπράττωσι κατʼ Ἀθηναίων αὐτῷ, ἄκοντα ἠνάγκασεν Ἄρθμιον ἀγαγεῖν· ὁ δʼ ἐν Ἀθήναις ᾤκει· καὶ κατὰ τύχην ἑάλω τότε ὑπὸ Περσῶν. ἐκ δὲ τοῦ εἰπεῖν καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται δείκνυσιν Ἀθηναίους οὕτω φρονοῦντας ἐφʼ ἑαυτοῖς, ὡς καὶ εἴ τις ἄκων ὑπηρέτησε τῷ Πέρσῃ, καὶ τοῦτο εὐθύνειν. τῷ βασιλεῖ τῷ Ξέρξῃ. τῷ βασιλεῖ διακονῶν ἄκων.

ἀτίμους ἀτιμωρήτους τοὺς φονεύσαντας αὐτόν. ἀντὶ τοῦ ἀτιμωρήτους· ὥστε τὸν φονεύοντα αὐτὸν μὴ τιμωρεῖσθαι, ἤ τινα τοῦ γένους αὐτοῦ.

τὰ τῶν ἄλλων Ἑλλήνων ψηφίσματα. πρεσβείας τοίνυν πλείστας μὲν—πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν ἐπειδήπερ ἡ πρεσβεία δεήσεώς ἐστι σημεῖον, τοῦτο διορθοῦται λέγων· εἰ φανερόν ἐστι, διεπέμψαντο, φησὶν, οὐχ αὑτῇ δεομένῃ, ἀλλʼ ὑπὲρ τῶν δεομένων πρὸς αὐτοὺς τοὺς δεομένους πρεσβεύουσα· τοῦτο δὲ τὸ νόημα σαφέστερον ἐν τοῖς Θηβαϊκοῖς δηλοῖ, λέγων ὅτι ἀγαπητόν ἐστιν, εἰ δεόμενοι καὶ πρεσβευόμενοι δυνηθῶσι σώζειν τοὺς κινδυνεύοντας. εἰπὼν πλείστας δὲ ἐξέπεμψεν, ἵνα μή τις οἰηθῇ ὡς ὑπὲρ αὐτῆς τοῦτο ἐποίει, διὰ τοῦτο φησὶν ὅτι, εἰ μὲν ὅλως ἐστὶ φανερὸν ὡς ὑπὲρ τῶν ἄλλων ταύτας ἐξέπεμψεν, εὖ ἂν ἔχοι, εἰ δὲ μὴ προστιθέντες, ὡς ὑπὲρ τῶν δεομένων ταύτας ἐξέπεμπε καὶ ἐδέχετο, μείζω καὶ θαυμαστὸν δείξομεν τὸν λόγον τὸν περὶ τούτου.

εὐσεβείας τοίνυν ἅμα, καὶ πραότητος, καὶ φρονήματος, τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον τρία ἐν ἑνὶ περιέλαβε τῶν Ἀθηναίων ἐγκώμια, εὐσέβειαν, ἀνδρείαν, πραότητα.

φρονήματος γενναιότητος. Κορινθίων μὲν γὰρ ψηφισαμένων ποτὲ ἐν ἑαυτοῖς. λέγει καὶ ὁ Δημοσθένης· ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθε. πανήγυριν δὲ λέγει τὴν τῶν Ἰσθμίων.

τῇ πανηγύρει τῶν Ἰσθμίων.

κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν ἵνα, ἐὰν μὴ δέξωνται, πολεμήσωσιν.

Κορίνθιοι μὲν ἧκον σπενδόμενοι δῆλον ὅτι δεδοικότες τοὺς τῶν Ἀθηναίων στρατηγούς. Κορίνθιοι μὲν ἧκον σπενδόμενοι διὰ πρεσβείας Ἀθήναζε. οἱ δὲ οἱ Ἀθηναῖοι. τὴν θεωρίαν καὶ τὴν θυσίαν. τὴν θεωρίαν πέμψαντες εἰς τὴν ἑορτήν.

τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται ὥσπερ τὰ Σαμοθρᾴκια καὶ τὰ Λυκομήδων. τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα ἀρχαῖα μὲν τὰ Σαμοθρᾴκου, ἢ τὰ Λυκομήδου· ἀναγκαῖα δὲ, ἐὰν καὶ πάντα τὰ μυστήρια τῶν θεῶν, ἀλλʼ ὡς τὰ ἐν Αἰγίνῃ· γνώριμα δὲ τὰ ἐν Ἰσθμῷ, ἢ ἃ καλοῦσι δημοτελῆ. τὰ δʼ ὡς ἀναγκαῖα ὥσπερ τὰ ἐν Αἰγίνῃ.

πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια ὁμολογεῖται γὰρ παρὰ πάντων.

περὶ μὲν τῶν ἄλλων ὧν ποιοῦσιν ἄλλοι. περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος ὅτι ἀρχαῖα καὶ οὐκ ἀναγκαῖα. οὐχ ἡμῶν ὁ λόγος ἤγουν ἕτεροι λεγέτωσαν. μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν, οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν ἐπειδὴ διὰ πέντε ἐτῶν αἱ μεγάλαι πανηγύρεις συνάγονται. τοῦτο δὲ εἶπεν οὐχ ἁπλῶς, ἀλλʼ ὅτι ἡ διὰ χρόνου ἀγομένη πανήγυρις, ἅτε ποθεινοτέρα τυγχάνουσα, ἀνάγκη καὶ πολυάνθρωπος γίνεσθαι. λέγει οὖν ὅτι κατʼ ἐνιαυτὸν ἡμεῖς ἄγομεν πανήγυριν οὐκ ἐλάττονα τῆς διὰ πέντε ἐτῶν ἀγομένης. μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος—νικᾶν πολυανθρωπίᾳ ἐπειδὴ αἱ διὰ πέντε ἐτῶν συναγόμεναι πανηγύρεις ὑπερφέρουσι τῶν ἄλλων πολυανθρωπίᾳ, ἅτε ποθεινότεραι τῷ μήκει τοῦ χρόνου, αἱ δὲ διʼ ἔτους ἑνὸς μικραί τινές εἰσι καὶ οὐ τοσούτους ἔχουσι τοὺς πανηγυρίζοντας, διὰ τοῦτο φησὶν, εἰ καὶ καθʼ ἕκαστον ἔτος ἡμεῖς ἄγομεν πανήγυριν, ἀλλὰ τῷ πλήθει τῶν συνειλεγμένων τὰς διὰ πέντε ἐτῶν γινομένας νικῶμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλʼ ὅτι καὶ ἡ ἐπιγιγνομένη ἑορτὴ ὥσπερ φιλονεικεῖ τὴν προτέραν ἐλθεῖν πολυανθρωπίαν.

πανήγυριν τὴν τῶν Ἐλευσινίων. τῷ Ἐλευσινίῳ τῷ Δήμητρος ἱερῷ. ἱερῷ τῆς Δήμητρος.

πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ τῇ προτέρᾳ. τουτέστιν, ὅτι ἀεὶ τοῦ παρελθόντος ἔτους πλεῖον συνάγεται δῆμος.

τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερὰ τὰ μυστήρια· ἡ πόλις γὰρ αὐτοὺς ἐμύησε τὰ Ἐλευσίνια.

ἱεροποιήσασα ἱερὰ διὰ τῆς θυσίας ποιήσασα. μυήσασα. τοῦ πρώτου τέλους δαπανήματος. τέλους λέγει νῦν τοῦ δαπανήματος· τοῦτο γὰρ ἀγῶνος ἐγκώμιον, τὸ πολυδάπανον καὶ μεγαλόψυχον. τὸ τέλος σημαίνει μὲν καὶ ἄλλα, σημαίνει δὲ καὶ τὸ δαπάνημα· ἔστι δὲ ἀγῶνος ἐγκώμιον τὸ πολυδάπανον.

μηδὲν ἔχοντες φανερὸν δεῖξαι τουτέστι μηδὲν ἐπίσημον, μηδὲ ἔνδοξον. καὶ Ὅμηρος «Ἵνʼ ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένηται.»

οὐδὲν κοινὸν ἑαυτῶν ἀντὶ τοῦ οὐδὲν κοινὸν πόλεως κατόρθωμα.

ὥσπερ τινὲς γεωπεῖναι διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι γεωπεῖναι, οἱ πένητες, οἱ μὴ ἔχοντες γῆν, οἱ γῆς ἐνδεῶς ἔχοντες ἀροσίμης, πάντες οὖν οἱ μὴ ἔχοντες γῆν διʼ ἑνὸς τῶν ἐχόντων ἑαυτοὺς δεικνύντες ὡς εἰσί τινες. γεωπεῖναι, οἱ γεωργοὶ, οἱ μὴ ἔχοντες οἰκείαν γῆν ἀροῦν, ἀλλʼ ἐπὶ ξένης τοῦτο ποιοῦντες, προστάτην ἔχοντες, καὶ διʼ ἐκείνου φαινόμενοι.

τοῦ ἡδύσματος οὐκ εἶπε φιλοτιμήματος, ἀλλὰ ἡδύσματος, εὐτελίζων ἐντεῦθεν τὰς τοιαύτας καταφυγάς.

τὸν Ἀθηναίων στρατηγὸν τὸν Μενεσθέα.

ὡς ἄρα ἦν κράτιστος τὴν τοξικὴν ἤτοι Τεῦκρος.

αὐτῷ τῷ Ὁμήρῳ.

ἑξῆς ἀπαριθμεῖ ὁ Ὅμηρος.

οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ συγκριτικῇ.

τούτων τῶν περὶ Μενεσθέα. ἡ θεὸς ἡ Ἀθηνᾶ.

δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν Ἀχιλλέα καὶ Αἴαντα.

τῶν ἐπωνύμων τῶν ἐπωνύμων λέγει, ἀφʼ ὧν αἱ φυλαὶ ὀνομάζονται· καὶ γὰρ ἀπὸ τῶν ἐν αὐταῖς γενομένων ἀρίστων ἡρώων εἶχον τὰ ὀνόματα. λέγει οὖν τὴν Αἰαντίδα φυλὴν ἀπὸ τοῦ Αἴαντος.

ὁ θεὸς ὁ Πύθιος. αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατʼ ἀρχὰς τοὺς νόμους συνέταξε λέγει, ὅτι γνώμῃ τοῦ Ἀπόλλωνος ὁ Λυκοῦργος παρὰ τοῦ Κρητὸς καὶ τοῦ Μίνωος τὰ νόμιμα δεξάμενος κατὰ τὴν μαντείαν τοῦ Ἀπόλλωνος οὕτως ἐθάρρησε παρὰ Λακεδαιμονίοις θεῖναι τοὺς νόμους. ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει τεσσάρων οὐσῶν φυλῶν παρὰ τοῖς Ἀθηναίοις, Καλλισθένης ἢ Ἀλκμαιωνίδης δεδιὼς μὴ ἔν τινι καιρῷ μία τῶν τεσσάρων φυλῶν βουληθεῖσα τυραννῆσαι προσποιήσῃ ἑαυτῇ τὴν ἄλλην μίαν φυλὴν, καὶ ἐκ τούτου κρατήσει τῶν ἄλλων δύο φυλῶν, λαβὼν ἑκατὸν ἡρώων ὀνόματα ἦλθεν εἰς Πυθίαν, μαθεῖν βουλόμενος, ἐκ ποίων ὀνομάτων καλέσει τὰς φυλὰς, ἃς μέλλει κτίζειν. λαβὼν τὸν χρησμὸν ἐλθὼν Ἀθήνησιν ἐποίησε δέκα φυλὰς, ἵνα καὶ ἐὰν βούληται μία ἐκ τῶν δέκα τυραννῆσαι, μὴ δύνηται πεῖσαι τὰς λοιπάς. ὕστερον ὡς ἐταπεινώθησαν Ἀθηναῖοι ὑπὸ Μακεδόνων, χαριζόμενοι αὐτοῖς ἐποίησαν δύο φυλὰς, καὶ ὠνόμασαν τὴν μὲν Ἀντιγονίαν, τὴν δὲ Δημητρίαν, ἀπὸ Ἀντιγόνου, καὶ Δημητρίου τῶν βασιλέων.

τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀνθεὶς τὸ ἑκάστοις ἢ ἀντὶ τοῦ θεοῖς νόει, ἢ ἀντὶ τοῦ γένεσι. λέγει δὲ ὅτι ὁ Ἀπόλλων προσέταξε ταύτην μὲν τὴν φυλὴν θύειν Διὶ, ταύτην δὲ Ποσειδῶνι, ἄλλην δὲ Διονύσῳ, καὶ ἑτέραν ἑτέρῳ. τὸ δὲ βασιλέας καὶ ἄρχοντας δικαστήρια ἦσαν ἐν Ἀθήναις διάφορα· τὸ μὲν γὰρ ἐκαλεῖτο Ἄρειος πάγος, κρῖνον περὶ φόνων· τὸ δὲ βασιλεὺς, κρῖνον περὶ δημοσίων· τὸ δὲ Εὐμολπίδαι καὶ κήρυκες, κρῖνον περὶ ἱερῶν· τὸ δὲ ἕνδεκα, κρῖνον περὶ ἄλλου τινός.

ὥσπερ οὖν καὶ βασιλέας—διορίσας αὐτοῖς ἀπὸ κοινοῦ φαίνεται.

βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς πρὸ τούτου, φησὶ, τέσσαρες ἦσαν φυλαὶ, ὕστερον δὲ γνώμῃ τοῦ Ἀπόλλωνος δέκα αὐτὰς ἐποιήσαμεν. ἐντεῦθεν δὲ διαφόρως ἐπαινεῖ τὴν πολιτείαν τῶν Ἀθηναίων. φησὶ γὰρ ὅτι τριῶν οὐσῶν τῶν γενικῶν πολιτειῶν, ἀριστοκρατίας, βασιλείας, δημοκρατίας, αὕτη ἐξεῦρε ταῦτα τὰ τρία εἴδη, καὶ πᾶσιν ἐχρήσατο. καὶ δοκεῖ ἀληθεύειν· ἀπʼ ἀρχῆς γὰρ ἐβασιλεύοντο, εἶτα ὠλιγαρχοῦντο διὰ τῆς βουλῆς τοῦ Ἀρείου πάγου· οὗτοι γὰρ ἓξ ὄντες διῴκουν τὴν πᾶσαν πολιτείαν· ὕστερον δὲ δικαστήριον ἔμεινεν ἔχουσα τὸ πρότερον ὄνομα· λέγω δὲ βουλήν. ὕστερον δὲ δημοκρατίαν ἐποιήσαντο, καὶ τερφθέντες ἔμειναν ἐν αὐτῇ.

οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδεὶς ἐνὸν λέγει τὸ ἀκριβὲς τῆς παρʼ αὐτῆς πολιτείας οὐδεὶς ἠρευνήσατο· βούλεται γὰρ ἑκάστην τῶν τριῶν πολιτειῶν μὴ εἶναι ἁπλῆν, ὡς ἐπιφέρει, ἀλλὰ πρώτην μὲν ἁπλῆν, ἔπειτα δὲ ἑκάστην μικτὴν ἐκ τῶν τριῶν συγκειμένην. λέγει γάρ· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω βουλόμενος δεῖξαι καὶ τὸ ἁπλοῦν καὶ τὸ διπλοῦν ἑκάστης πολιτείας.

ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω ἁπλοῦν μὲν διὰ τὴν διαίρεσιν, οὐχ ἁπλοῦν δὲ διὰ τὸ εἶναι ἐν αὐτῇ τὰς τρεῖς πολιτείας, τυραννίδα, ὀλιγαρχίαν, δημοκρατίαν. ἑκάστης γὰρ τὸ μὲν χρήσιμον ἐκτήσατο, τὸ δὲ φαῦλον ἀπέφυγεν. οὐχ ἁπλοῦν λέγει τὴν διαίρεσιν τῶν τριῶν πολιτειῶν, οὐχ ἁπλοῦν δὲ, διὰ τὸ εἶναι ἐν μιᾷ ἑκάστῃ τὰς ἄλλας. λέγω περὶ αὐτῆς. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν βασιλείας, ἀριστοκρατίας, δημοκρατίας.

ᾗ τις ἂν τίθηται καθὼς εἴτε κατὰ βασιλείαν, εἴτε δημοκρατίαν, εἴτε ἀριστοκρατίαν.

οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων τοῦτο διὰ Θυμοίτην φησὶ, τὸν βασιλέα τῶν Ἀθηναίων. ἐπερχομένου γὰρ Ξάνθου, τοῦ Βοιωτῶν βασιλέως, καὶ δόξαν, ἵνα μονομαχήσωσιν οἱ δύο στρατηγοὶ τῶν στρατοπέδων, Θυμοίτης, γέρων ὢν, μὴ δυνάμενος μονομαχῆσαι, ἔδωκε τὴν βασιλείαν Μελάνθῳ, καὶ αὐτὸς ἐμονομάχησε. τοῦτο οὖν φησιν ὁ Ἀριστείδης, ὅτι βασιλείαις χρωμένη φαίνεται οὐ μόνον ἐπὶ τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ὕστερον ἀξιωθέντων τῆς βασιλείας· εἰ μὴ γὰρ ἄξιος ἦν Μέλανθος τῆς ἀρχῆς, οὐκ ἂν ἐδέχετο παρὰ Θυμοίτου ταύτην. οἷον Θησέως, Κόδρου, τῶν ἄλλων.

καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν οἱ ἐν Ἀρείῳ πάγῳ δικάζοντες ἄριστοι καὶ θαυμαστότατοι τῶν ἄλλων πολιτῶν ἦσαν σοφίᾳ τε καὶ φρονήσει καὶ γνώμης ὀρθότητι καὶ ἐπιεικείᾳ.

ἀριστοκρατίας εἰκόνα οὐκ εἶπεν ὀλιγαρχίας· διαφέρει γὰρ, ταύτην μὲν ἀριστοκρατίαν ἀπὸ ἀρίστων ἀνδρῶν συγκεῖσθαι, ὀλιγαρχίαν δὲ ἀπὸ ὀλίγων πλουσίων.

τῇ φύσει τῇ ἀνθρωπείᾳ.

ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον ἐντεῦθεν βούλεται δεῖξαι τὸ μικρὸν καὶ τὴν μίξιν τῶν πολιτειῶν.

οἵ τε γὰρ βασιλεῖς αὐτοὶ οἱ ἐν τῇ πόλει γενόμενοι. οἵ τε γὰρ βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες λέγει, ἂν περὶ Θησέως, ὃς συνήγαγεν αὐτοὺς εἰς μίαν πόλιν, ὅθεν καὶ συνοίκια θύουσιν. τὴν κοινότητα τουτέστι τὴν φιλανθρωπίαν· ὅπερ ἐστὶ δημοκρατίας ἴδιον. δείκνυσιν οὖν ἐν τῇ βασιλείᾳ τὴν δημοκρατίαν οὖσαν διὰ τὸ φιλάνθρωπον. τοὺς πολλοὺς δὲ λέγει τὸν δῆμον, ὅπερ ἐστὶ δημοκρατίας.

καὶ μάλιστα δήπου πρὸς τοὺς πολλοὺς ἐξ ἴσου πάλιν δείκνυσι τὴν δημοκρατίαν ἔχουσαν ἐν ἑαυτῇ τήν τε μοναρχίαν καὶ τὴν ἀριστοκρατίαν, ἵνα δείξῃ ἐν ἑκάστῃ τὰς τρεῖς. δείκνυσιν ἐν τῇ βασιλείᾳ τὴν δημοκρατίαν οὖσαν διὰ τὸ φιλάνθρωπον· καὶ πάλιν δείκνυσι— τὰς τρεῖς.

τῶν πολλῶν ὑπερέχοντα φρονήσει καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ. ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος προβαλλόμενος τοῦτον.

τὸ δʼ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων καὶ τούτους γὰρ προβάλλονται ἄρχοντας. τοῖς ὀλίγοις τοῖς ἐν Ἀρείῳ πάγῳ οὖσιν.

ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον δείκνυσι πάλιν καὶ τὴν βουλὴν, ἢ τὴν ὀλιγαρχίαν ἔχουσαν ἐν ἑαυτῇ τὴν δημοκρατίαν.

μείζω ἤγουν εὐδαιμονέστερον.

ὥστʼ εἰκότως οὐ μόνον κατὰ τὴν—εὐδοκιμεῖν εἶναι τῇ πόλει τουτέστιν οὐ μόνον ἑκάστην πολιτείαν ἔστιν ἐν αὐτῇ θεάσασθαι, ἀλλὰ καὶ κρίνοντα ἰδεῖν ἀρίστως ἁπασῶν τὰς ἐν αὐτῇ μόνῃ, τῷ καὶ διʼ ἀλλήλων κρᾶσιν αὐτῶν λαμβάνειν.

ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος ἐπειδὴ τὸ ἐπιχείρημα φιλόσοφον δοκεῖ, καὶ ἀλλότριον ῥήτορος, ἐθεράπευσεν αὐτὸ εἰρηκὼς ὁ παλαιὸς λόγος, τουτέστιν ὁ φιλόσοφος. οἰκεῖον δὲ τῷ προκειμένῳ νοήματι εὗρε παράδειγμα τὸ νόημα. τέσσαρα στοιχεῖά ἐστιν, ἐξ ὧν πᾶν σῶμα συνίσταται, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλʼ οὐ τοῦτό ἐστι τὸ ζητούμενον. προδήλως γὰρ τοῦτο τοῖς ἅπασιν· ἀλλʼ ὅτι ἕκαστον τῶν τεσσάρων τούτων στοιχείων ἔχει ἐν ἑαυτῷ καὶ ἀλλότρια. Πλάτωνος δὲ τοῦτο τὸ θεώρημά ἐστιν, ὅτι οὐδὲ ἓν τούτων ἁπλοῦν ἐστι καθʼ ἑαυτό. οὐ γὰρ ἂν συνέστη, ἀλλὰ ἐφθείρετο τῇ ὑπερβολῇ. ἕκαστον οὖν, φησὶν, ἔχον ἐν ἑαυτῷ καὶ τὰ ἄλλα στοιχεῖα τῷ πλεονάζοντι ἔσχε τὴν προσηγορίαν· οὕτω καὶ πολιτεῖαι, εἰ καὶ ἰδίᾳ κεχωρισμέναι εἰσὶν, ἀλλὰ μετέχουσι τῶν ἄλλων. ἐπειδὴ τὸ ἐπιχείρημα φιλόσοφον δοκεῖ, ἐθεράπευσεν αὐτὸ, εἰρηκὼς ὡς ὁ παλαιὸς λόγος. οἰκεῖον δὲ τῷ προκειμένῳ νοήματι εὗρε τοῦτο τὸ παράδειγμα τὸ τῶν στοιχείων, λέγων ὅτι, ὥσπερ τὰ τέσσαρα στοιχεῖα κοινωνοῦσιν ἀλλήλων, ἐκ δὲ τῆς ἐνούσης ὑπερβολῆς γνωρίζεται ἕκαστον, οὕτω κἀν ταύταις ταῖς πολιτείαις.

ἀμωσγέπως κατά τινα τρόπον.

τό γε τῆς βουλῆς συνέδριον βουλὴν λέγει τὸν Ἄρειον πάγον, τὸν νῦν μὲν ὄντα δικαστήριον, τότε δὲ βουλευτήριον· διὸ καὶ συνέδριον ἐκάλεσε διὰ τὸ ἄρχειν τῆς πολιτείας. ἐπειδὴ τῆς ὀλιγαρχίας ὄνομα οὐκ ἦν καλὸν παραβάλλειν τῇ Ἀττικῇ, ἀντὶ τοῦ εἰπεῖν ὀλιγαρχίαν βουλευτήριον εἶπεν, εὐφημοτέρῳ ὀνόματι χρησάμενος. τῆς βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ.

ἡγούμενα ἡγεμονευόμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν ἐπειδὴ λοιπὸν αὕτη τὸ τελευταῖον ἐκράτησεν.

φανήσονται τοῖς μὲν βουλήμασι, καὶ ταῖς—τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι βούλεται εἰπεῖν ὡς οἱ ἄλλοι Ἕλληνες δημοκρατίαν ἔχοντες τῇ μὲν θρασύτητι τῆς γνώμης καὶ τῷ ἐπιθυμεῖν τῶν ὑπὲρ αὐτοὺς καὶ μὴ ἐπιεικεῖς εἶναι, οὐ συμφωνοῦσι τῷ τῆς δημοκρατίας ὀνόματι, ἀλλʼ εἰσὶ τούτου θρασύτεροι, ἐν δὲ τῷ γνώμην ἔχειν γενναίαν καὶ μεγαλόψυχον εἰς ἅπαντα πράγματα, ὃ δὴ τοὺς δημοκρατουμένους ἔχειν εἰκὸς πόρρω τούτων εἰσίν· οἱ δὲ λαμβάνοντες ἔξωθεν τὸ ὅμοιοι πρὸς τὸ τοῖς ἀπὸ τῆς πόλεως, θέλοντες συντάξαι τὴν δοτικὴν, οὐδὲ λέγουσιν. ἀλλὰ τὸ γεγενημένοι ποιεῖ τὴν δοτικήν. δέον γὰρ εἰπεῖν οὐ συμφωνήσαντες, ἐπειδὴ ὁ συμφωνῶν τινι ὑπάρχει αὐτῷ κατὰ τὸ συμφωνεῖν, διὰ τοῦτο γεγενημένοι εἶπεν. προπετέστεροι θρασύτεροι.

τοῦ σχήματος τούτου τοῦ δημοκρατικοῦ. τῷ δʼ ἀξιώματι τῷ φρονήματι. μεγέθει καὶ γενναιότητι γνώμης.

τοὺς ὑπερέχοντας ταῖς οὐσίαις καὶ οὐ τοῖς τρόποις.

ἐπῆρεν ὕψωσε καὶ εἰς τιμὰς ἔθηκε. ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὐτῆς ὀφείλεσθαι ἐπειδὴ πρὸς τοὺς ἔχοντας φθόνος ἕρπει κατὰ Σοφοκλῆ, διὰ τοῦτο ἡ πόλις οὐκ εἴα τοὺς πλουτοῦντας ἀδικεῖσθαι ὑπὸ τῶν ἄλλων τῶν τοῖς τοιούτοις φθονούντων. διὰ τοῦτο τὸ πλουτεῖν.

τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττωμένοις ἤγουν Ἀριστείδης ὁ δίκαιος. οἷος Ἀριστείδης ὁ Λυσιμάχου. χρήμασι δʼ ἡττωμένοις ἐν χρήμασιν ἐλαττουμένοις. ἔλαττον τῆς ἀξίας.

τὴν ἀξίαν ὡρίσθαι χρήμασιν κεκρίσθαι καὶ ὁρίζειν.

οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα τὰ χρήματα λέγει. Πλατωνικὸν δὲ τὸ νόημα· λέγει γὰρ ἐκεῖνος πρῶτον μὲν τὴν ψυχὴν, δεύτερον τὸ σῶμα, τρίτον τὰ τοῦ σώματος, ἅπερ ἐστὶ χρήματα καὶ ἀρχαὶ καὶ φίλοι καὶ ὅσα ἀπὸ τῶν ἐκτός. οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν εἰς τοὺς περὶ Πλάτωνα αἰνίττεται.

λέγοντας μὲν οὕτω περὶ τούτων ὅτι δεῖ τὴν ἀρετὴν προτιμᾶν τοῦ πλούτου. ἔργῳ δὲ ὑποπίπτοντας ὑποχαλῶντας τοῦ φρονήματος.

τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων τίμημα καλεῖ τὸν πλοῦτον Πλατωνικῶς. τιμήματα ἐκάλουν τὰς οὐσίας· ἀπετετίμηντο γὰρ ἑκάστων αἱ οὐσίαι τῶν ἐν Ἀττικῇ, ὥστε εἶναι δήλας καὶ τὰς λειτουργίας καὶ τὰς εἰσφοράς. τίμημα λέγει τὸν πλοῦτον, ὡς καὶ Πλάτων καὶ Δημοσθένης χρῆται τῇ λέξει ἀποτετίμηντο γὰρ ἑκάστων αἱ οὐσίαι ἐν τῇ Ἀττικῇ ὥστε εἶναι—εἰσφοράς.

ἔδειξε δʼ τοῦτο.

ἡνίκα ἴσχυσε τὰ μέγιστα ἤγουν ἡνίκα ἐκτήσατο τὴν ἡγεμονίαν τῆς θαλάττης.

τῶν μὲν πλουσίων καὶ οὐκ ἀρετῇ λαμπρῶν. τῶν Ἑλληνικῶν οἴκων τῶν οὐσιῶν. οἴκων ἀντὶ τοῦ γενῶν. ἄλλοι δὲ τῶν περιουσιῶν· οὐ γὰρ εἰς ἣν οἰκοῦμεν. οἶκον δὲ, τὴν οὐσίαν αὐτήν. τῶν δʼ ὡς οἷόν τε πενεστάτων ἀλλʼ ἀρετῇ θαυμαστῶν.

ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν τὴν ἀρχήν. ἀντὶ τοῦ ἀρχήν· λέγει δὲ τὸν Ἀριστείδην, ὃν ἔταξαν καὶ ἐχειροτόνησαν τοὺς φόρους κατατάξαι τοῖς Ἕλλησιν. ἕνα τῶν ἀπὸ τούτων Ἀριστείδην τὸν δίκαιον πένητα ὄντα. περὶ Ἀριστείδου λέγει τοῦ Λυσιμάχου· οὕτως γὰρ ἦν, φησὶ, πένης ὥστε τὴν θυγατέρα αὐτοῦ μετὰ τὸν ἐκείνου θάνατον ἐκδοθῆναι ὑπὸ τῆς πόλεως. Ἀριστείδην τὸν Λυσιμάχου. ὁ μὲν ὁ Ἀριστείδης.

οἷς ἔταξεν, εὐδοκίμησεν ἄριστα γὰρ τοὺς φόρους ἔταξεν, ὡς καὶ δίκαιος ἐντεῦθεν κληθῆναι. ἡ πόλις δʼ, οἷς ἔκρινε ἀντὶ τοῦ ἐχειροτόνησε· λέγει δὲ τὸν Ἀριστείδην. περὶ αὐτοῦ μόνον ἁπάντων τοῦτον ἐκλεξαμένη.

τὰ μὲν πολλὰ καὶ προκατείληπται προκατείληπται ἀντὶ τοῦ προείρηται· λέγει δὲ περὶ τῶν ἐγκωμιαζόντων. ἐν τοῖς πρόσθεν λόγοις.

ἓν δέ τι προσθεὶς τὸ τιμᾶσθαι τοὺς ἀρίστους. περὶ τούτου τῆς πολιτείας.

τὸ γὰρ εἶναι τό τε βέλτιστον, καὶ τὸ κατʼ ἐξουσίαν, συμπεπτωκὸς ἐνταυθοῖ ἤγουν τὸ κατʼ ἐξουσίαν τὴν πόλιν ποιεῖν ὃ βούλεται. τὸ ἐρίσαι καὶ τιμηθῆναι κατʼ ἀξίαν. ἐν δὲ τοῖς ἑξῆς ἑρμηνεύει τοῦτο· τῷ βελτίστῳ μὲν ἐπάγει τὸ τιμᾶσθαι τοὺς ἀρίστους, τῷ δὲ κατʼ ἐξουσίαν τὸ τὴν δίαιταν αἰνεῖσθαι κοινοτάτην πᾶσιν. ἡ γὰρ πόλις καὶ τὰ καλὰ ποιεῖ, καὶ οἴκοθεν ἀφʼ ἑαυτῆς, οὐ παρʼ ἄλλου προσταττομένη. τὸ γὰρ εἶναι τό τε βέλτιστον τὸ νόημα Θουκυδίδειον ἐκ τῶν ἐπιταφίων κείμενον· ὅτι ἐν τῇ πόλει ταύτῃ κατʼ ἐξουσίαν ἔστιν αἱρεῖσθαι καὶ τιμᾶσθαι κατʼ ἀξίαν φανέντα τινὰ βέλτιστον ἄνδρα. λέγει δὲ ὅτι τὸ καλὸν τῆς πολιτείας καὶ τὸ ζῆν κατʼ ἐξουσίαν συνέδραμον.

ἐν ᾗ ζῆν μὲν ἔξεστιν ὡς ἄν τις βούληται ἤγουν ἐλευθέρως καὶ μηδενὸς ἀναγκάζοντος.

κἀν ταῖς χρείαις ταῖς ἄλλαις. τὸ εἰκὸς διεσώσαντο οἱ ἐξητασμένοι.

κοινῶν τῶν ἄθλων ἀντὶ τοῦ ἐπὶ τῶν ἄθλων δεδομένων ἀγωνισμάτων.

τοῦ δεσπόζειν τοῦτο ἴδιον τυραννίδος. ἂν κρατήσωσι οἱ κινδυνεύοντες.

εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον τοῦτο αἰνίττεται εἰς τὴν τυραννίδα τῶν τριάκοντα, ὅτι ἅμα εἰς χεῖρας ἦλθον καὶ σπονδὰς ἐποιήσαντο, ὡς αὐτός φησιν. εἰς τὴν μετάστασιν τῶν τριακοσίων αἰνίττεται, ὅτι ἅμα εἰς χεῖρας ἦλθον καὶ σπονδὰς ἐποιήσαντο.

πένταθλοι ἀντὶ τοῦ ἆθλος ἔχων πέντε ἀγωνίσματα, πάλην, δρόμον, ἀκόντιον, δίσκον, παγκράτιον· ἢ ἀντὶ τοῦ οἱ πέντε ἀγωνιζόμενοι, ἢ οἱ ἐν τοῖς πέντε ἀγωνίσμασι νικῶντες, οὐχ ὅτι πάντες οἱ πένταθλοι πάντα νικῶσιν· ἀρκεῖ γὰρ αὐτοῖς τρία τῶν πέντε πρὸς νίκην. λέγεται δὲ πρῶτος Πηλεὺς, ὅτε ἦν μετὰ τῶν Ἀργοναυτῶν, τοῦτον θεῖναι τὸν ἀγῶνα. τὰ δὲ πένταθλα ἦν ταῦτα, δρόμος, πάλη, δίσκος, ἀκόντιον, ἅλμα, οἱ δὲ παγκράτιον. πρᾶγμα εἶπεν ἀντὶ προσώπου· δέον γὰρ εἰπεῖν οἱ τοὺς πεντάθλους νικῶντες, ὁ δὲ εἶπεν οἱ πένταθλοι.

ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο οἱονεὶ βούλεταί τις διὰ λόγων παροξῦναι στρατιώτας εἰς μάχην, οὐχ εὑρίσκει λόγους κρείττους τῶν ἀεὶ παρʼ Ἀθηναίων λεχθέντων ἐν τοῖς πολέμοις, οἷα ἐδημηγόρησεν ἐν Πελοποννησιακῷ. ἢ τοῖς τῶν Ἀθηναίων.

βέλτιον ἂν παρακελεύσαιτο ἐν παρατάξει πολέμου.

τῶν κατὰ τὴν πόλιν ἤγουν τῶν δημοσίων. ὀξύτερος εἰς τὸ πράττειν.

πραότερος ἐκ τοῦ εἰπεῖν πραότερος δείκνυσιν ὡς ὁ τῶν Ἀθηναίων δῆμος πάνθʼ ὅσα πράττει μετὰ τοῦ δικαίου καὶ τοῦ μηδένα λυπεῖν πράττει. μᾶλλον τῶν Ἀθηναίων. ἄξιοι θαυμάσαι αὐτούς.

ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας καλῶς διεῖλεν· ἄλλο γὰρ λογικὴ κατασκευὴ κατὰ δύναμιν προφορικὴν, καὶ ἄλλο ψυχικὴ παίδευσις ἐκ φιλοψυχίας. λοιπὴν σοφίαν λέγει ἰατρικὴν, ζωγραφίαν, τὰς ἄλλας τέχνας· καὶ γὰρ Ὅμηρος οὐ μόνον ἐπὶ τῶν λόγων τὸ σοφὸν χρῆται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ὡς τὸ «Σοφὸς ἤραρε τέκτων.»

ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται μαθήσεως ἕνεκα.

τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ τῷ σώζεσθαι τὰ βιβλία· λέγει δὲ γένη τῷ σώζεσθαι τοὺς στωικοὺς καὶ τοὺς ἄλλους. ἐπειδήπερ ἡ πόλις εὐτυχής ἐστι κατὰ πάντα, καὶ ἡ φιλοσοφία ἐντεῦθεν ἐξέλαμψε, διὰ Πλάτωνα καὶ ἑτέρους, καὶ πρὸς πᾶσαν γῆν ἐρρύηκε, διὰ τοῦτο εἶπε τὸ οὐ τέθνηκεν.

χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι ὁ γὰρ ἀναγινώσκων λόγους Ἀθηναίων μέμνηται· ἐξ Ἀθηναίων γὰρ οἱ λόγοι.

τὸ εἴδωλον ἤγουν τοὺς Ἀθηναίους.

πᾶσι μὲν ἀνθρώποις οὕτως—ὡς οὐδὲν ἄλλο ἓν, καὶ τὸ αὐτὸ ὅτι οὐκ ἀνθρώπινον, εἰ μὴ θεῖον εἴποις.

οὔτε βασιλεῖς εἰς μικρὰ ἅττα ἐτίμησαν διʼ Ἀδριανὸν λέγει τὸν βασιλέα. οὕτως γὰρ πᾶσιν ἐδήλωσε τοῖς ἔθνεσιν ὅτι ὁ τιμῶν τὰς Ἀθήνας ἐμὲ τιμᾷ. εἰς Ἀδριανὸν αἰνίττεται τὸν αὐτοκράτορα· οὗτος γὰρ πᾶσιν ἐδήλωσε τοῖς ἔθνεσιν ὅτι ὁ τιμῶν τὰς Ἀθήνας ἐμὲ τιμᾷ, καὶ τοσαῦτα περὶ τὴν πόλιν ἐπεδείξατο ὅσα εἰς οὐδεμίαν ἄλλην.

αἷς ἐπεδείκνυντο πρὸς τὴν πόλιν.

θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηροσίαν κελευόντων ἡ ἱστορία προείρηται τὴν προηροσίαν τουτέστι πρὸ τοῦ ἀρότρου καὶ τοῦ σπόρου. λέγει δὲ τὴν πρὸ τοῦ ἀροτριᾶν θυσίαν, ἣν ποιοῦσιν, ὥστε καλοὺς τοὺς καρποὺς γενέσθαι. ἡ δὲ ἱστορία τοιαύτη· λοιμοῦ κατασχόντος τοὺς Ἕλληνας, ἔχρησεν ὁ θεὸς παύσασθαι, εἰ Ἀθηναῖοι εὔξοιντο ὑπὲρ αὐτῶν. ἐλθόντων δὲ πρέσβεων εἰς τὴν Ἀττικὴν πεισθέντες ἔθυσαν ὑπὲρ αὐτῶν τὴν προηροσίαν, ἀντὶ τοῦ πρώτου ἀρότρου, καὶ οὕτως ἐπαύσατο ὁ λοιμός.

ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα λέγεται ὁ ἀετὸς βασιλεὺς εἶναι τῶν ὀρνέων. ὥσπερ οὖν, φησὶν, ὁ ἀετὸς τῶν ἄλλων προέχει ὀρνέων, οὕτω καὶ ἡ πόλις τῶν Ἀθηναίων τῶν ἄλλων πόλεων. τοῦτο δέ ἐστι μὲν ἀπὸ χρησμοῦ, εἰς δὲ παροιμίαν ἦλθεν ἐπὶ τῶν δυσαλώτων· καὶ γὰρ ὁ ἀετὸς ἐν νεφέλαις ὢν δυσάλωτός ἐστι. τὸ δὲ τοῦ χρησμοῦ μέρος τοιοῦτον, Εὔδαιμον πτολίεθρον Ἀθηναίης ἀγελείης, ἀετὸς ἐν νεφέλῃσι πετήσεται ἤματα πάντα. ἐπειδὴ ὁ ἀετὸς ἄρχει τῶν ἄλλων ὀρνέων, — διὰ τοῦτο γὰρ καὶ τῷ Διὶ ἀνάκειται — καὶ ἡ πόλις τῶν Ἀθηναίων κρείττων ἁπασῶν ἐστι τοῖς ὅλοις, τούτου χάριν ἀετὸν ὁ θεὸς ταύτην προσεῖπε, δεικνὺς αὐτῆς τὴν ὑπεροχὴν καὶ ὅτι ὅσον αἱ νεφέλαι τῆς γῆς ἀπέχουσι, τοσοῦτον καὶ αὕτη τῶν ἄλλων πόλεων.

μόνῃ δʼ, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε ταῦτα λέγει δύο τἀναντία ὅτι καὶ πάντες τὴν πόλιν ἐγκωμίασαν, καὶ οὐδεὶς κατʼ ἀξίαν αὐτῆς εἴρηκεν, ἀλλὰ παρὰ πάντων ἐγκωμιασθεῖσα πασῶν ἐλάττονα τῶν πόλεων ἤκουσε.

ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον, καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα Πλάτων ἐν Πρωταγόρᾳ, κατὰ ταυτὸν νῦν συνεληλυθότες Ἑλλάδος πρυτανεῖον· τῆς περὶ τῆς ἑστίας Ἑλλάδος· καὶ ὁ Πύθιος λέγει, χρωμένοις τὴν Λακεδαιμονίαν μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς ἔχρησεν Ἀπόλλων μὴ δεῖν ἀνελεῖν τὴν τῆς Ἑλλάδος ἑστίαν· τὸ δὲ ἔρεισμα πολλοὶ μὲν καὶ ἄλλοι καὶ Πίνδαρος δέ φησιν «Ἔρεισμʼ Ἀθήνας δαιμόνιον πτολίεθρον.» Πλάτων ἐν Πρωταγόρᾳ σοφίας πρυτανεῖον τὰς Ἀθήνας καλεῖ· Ἑλλάδος δὲ ἑστίαν ὁ Πύθιος. βουλομένοις γὰρ Λακεδαιμονίοις μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς καθάπαξ Ἀθήνας καὶ τὸ τῶν Ἀθηναίων ὄνομα ἀπολέσαι, καὶ ἐρομένοις περὶ τούτου τὸν Πύθιον, χρησμὸς αὐτοῖς δέδοται ὡς οὐ δεῖ τὴν τῆς Ἑλλάδος ἀνελεῖν ἑστίαν. τὸ δὲ ἔρεισμα Πίνδαρός φησιν οὕτως «Ἔρεισμα Ἀθήνας δαιμόνιον πτολίεθρον.»

νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν εἴσω πίπτειν ἐστὶ τὸ περιέχεσθαι· πᾶν δὲ περιεχόμενον μικρόν ἐστιν. ὃ οὖν λέγει τοιοῦτόν ἐστι· νῦν δέ μοι δοκεῖ πάντα ταῦτα μικρὰ εἶναι, καὶ οὐκ ἔχεσθαι τοῦ ἀκριβοῦς, ἀντὶ τοῦ οὐκ ἐξεληλυθέναι ἐπὶ τὸ ἔχεσθαι τῆς ἀληθείας· ἀπὸ μεταφορᾶς τῶν ῥιπτούντων τοὺς κύβους, καὶ ἔξω τῶν φιμῶν ῥιπτούντων. τὸ εἴσω πίπτειν ἀντὶ τοῦ ἐλάττω δοκεῖν, καὶ μὴ τῆς ἀξίας ἀφικνεῖσθαι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοξοτῶν, ὅταν ἐντὸς τοῦ σκοποῦ πέμπωσι τὰ βέλη.

εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ὕπαρχός ἐστιν ὁ ὑπὸ τὸν ἄρχοντα ἄρχων. ἐκ δὲ τοῦ εἰπεῖν συγγενῆ δείκνυσι τὸ τῆς πόλεως σεβάσμιον.

ὑποχωροῦντας ἡττωμένους αὐτοῖς.

συναύξειν τὰ αὐτῆς.

μετέχει τῆς δόξης ἡ πόλις ἡ τοῦτον ἔχουσα. τῆς ἡγουμένης ἁπάντων.

οἶμαι δὲ οὐδʼ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν ἐπειδὴ εἶπε τοῖς Ἕλλησιν ὅτι οὐ δεῖ ὑμᾶς ὑποχωροῦντας τῇ πόλει ἐρυθριᾶν, παρεμυθήσατο τοὺς Ἕλληνας, καὶ ἐξ αὐτῶν τῶν Ἀθηναίων λαβὼν τὴν ἀπόδειξιν, ὅτι οὐδὲ τοὺς Ἀθηναίους λυπεῖ τῷ τὴν ἀκρόπολιν τιμιωτέραν τῆς πάσης Ἀττικῆς λέγεσθαι, οὐδὲ τοῦτο αἰσχύνην αὐτοῖς φέρει.

ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν ἤγουν τὰ πρεσβεῖα καὶ τὴν ὑπεροχὴν δοίη ἢ τῇ πόλει. κορυφὴν κεφαλήν. οἷον εἰ κεφαλήν· ὅ ἐστι τοῦ ὅλου σώματος τιμιώτερον.

εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος, Παναθηναίων τῇ θεωρίᾳ πέπλον λέγει τὸ ἱστίον τῆς νεώς. φασὶ γὰρ ὅτι ναῦς ἦν ὑπότροχος κατασκευασθεῖσα, ἥτις ἐν τοῖς Παναθηναίοις ἀπό τινος τόπου ἀγομένη ἐπὶ τὴν ἀκρόπολιν εἶχεν ἅρμενον, ἐν ᾧ ἦν γεγραμμένον· ἡ γιγαντομαχία, ἐν ᾗ φασιν ἀριστεῦσαι τὴν Ἀθηνᾶν. λέγουσι δὲ ὅτι αἱ καλαὶ τῶν παρθένων ἐν τοῖς Παναθηναίοις εἰργάζοντο πέπλους, οὓς ἀνετίθεσαν τῇ Ἀθηνᾷ. ἐν τοῖς Παναθηναίοις ὕφαινον αἱ παρθένοι Ἀθήνησι πέπλον, ἐν ᾧ ἅρμα ἦν ἐντετυπωμένον, καὶ ἃ κατὰ τῶν γιγάντων ἡ θεὸς ἔπραξεν. ἐποίουν τοῦτον τὸν πέπλον ἱστίον τῆς νηὸς, ἥτις ὑπότροχος κατεσκεύαστο, καὶ ἔκ τινος τόπου πρὸς τὴν ἀκρόπολιν ἤγετο.

δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ, ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις τοῦτο εἶπεν ἢ ὅτι πάντες οἱ λόγοι καθόλου εἰς τὴν Ἀθηναίων ἀνεφέροντο πόλιν, ἢ οὗτος ὁ λόγος τῆς Ἀθηνᾶς ἐστιν, ἐπειδὴ ἐν τοῖς Παναθηναίοις εἴρηται.

ΡΩΜΗΣ ΕΓΚΩΜΙΟΝ

ΡΩΜΗΣ ΕΓΚΩΜΙΟΝ.

ὅ τις εἶπε ὁ Θουκυδίδης δηλονότι.

ΙΕΡΟΣ ΛΟΓΟΣ Β

ΙΕΡΟΣ ΛΟΓΟΣ Βʹ.

ὄξει διειμένον ἀντὶ τοῦ πεφυρμένον, συνεφθαρμένον.

ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον ἴδε ἐμβροντησίαν καὶ ἐμπληξίαν ἀνθρώπου, καὶ ταῦτα δόξαν σοφοῦ ἔχοντος.

ἐφαίνετο μὲν δὴ μόνῳ μόνῳ ἐφαίνετο, ἅτε καὶ μόνῳ παραφρονοῦντι.

ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας, καὶ ἔφασκεν καὶ τί τούτων ἄξιον θεοφανείας, ἤ τινος οἱ λόγοι σωφροσύνης ἐχόμενοι, ἀλλʼ οὐχὶ λήρου μακροῦ καὶ φασματοφανείας προσήκοντες.

κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς καλῶς γε τοῦτο μόνον εἰσελθὸν, ὡς ἂν ἀποκαθάρῃ τὴν φαντασιοκοποῦσαν κόπρον, καὶ πρὸς τὸ φρονεῖν τε καὶ σωφρονεῖν ἐπαναχθείης, εἰ καὶ μηδὲ ὄντως τῷ δέοντι μετεγένου.

ἔπεμψέ με λυσόμενον θαλάττῃ ὡς ἔοικεν, ἀντὶ χηνὸς ἀθύρματί σοι ἐκέχρητο, Ἀριστείδη, ὁ θαυμαστός σου θεὸς, Ἀσκληπιὸς, τοσούτοις λουτροῖς σε διάγων.

εἰ δὴ ταῦτά τις προσλογίσαιτο ἐπανάληψις.

ΙΕΡΟΣ ΛΟΓΟΣ Γ

ΙΕΡΟΣ ΛΟΓΟΣ Γʹ

ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι σημείωσαι τί ἐστι δημοκοπικός.

ΙΕΡΟΣ ΛΟΓΟΣ Δ

ΙΕΡΟΣ ΛΟΓΟΣ Δʹ.

ἐδόκουν ἰέναι ἐπὶ τὴν ἑστίαν τοῦ Διὸς ὀνειρολεκτεῖν καταλείψας ——— τὸ τέρμα δίδου τῆς γραφῆς κεκμηκόσι ἐκ τῆς κακίστης φάσματο ———

σὺν ἅπασι τοῖς περὶ αὐτὸ οἷον σὺν τῇ πατρίδι, τῷ γένει, τῷ ἐπιτηδεύματι.

χαίρειν τε οὖν καὶ συμβάλλεσθαι οἰηματίας ἄνθρωπος, καὶ κομπορήμων καὶ περιαυτολόγος. τὰ δὲ πάντα ἐκ κούφης γνώμης καὶ χαύνου· ἀφʼ ὧν καὶ ἡ ἀπέραντος αὕτη αὐτῷ ὀνειρολεσχία.

ὡς ἕνα γε οὐδένα ἀντὶ τοῦ οὐδένα τούτων. λέγεται δὲ καὶ κατʼ εὐθεῖαν εἷς οὐδείς.

ἐπεθορύβησεν εὐφήμως ἐπεβόησαν.

ΙΕΡΟΣ ΛΟΓΟΣ Ε

ΙΕΡΟΣ ΛΟΓΟΣ Εʹ.

ἀνακογχυλιάζειν ἀναγαργαρίζειν.

ἐλαύνειν ὀρθὴν ἐλαύνειν ὀρθὴν ὅμοιον τοῦ εὐθὺ τείνειν.

ΛΕΥΚΤΡΙΚΟΣ Α

ΛΕΥΚΤΡΙΚΟΣ Αʹ.

πρὸς τοὺς ἑτέρους τοὺς Λακεδαιμονίους.

ταῦθʼ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ εἰπὼν, φησὶ, πρώτας τὰς αἰτίας, διʼ ἃς ἀπέκλινα πρὸς τοὺς ἑτέρους, τότε λέγω καὶ πρὸς τίνας ἀπέκλινα, τουτέστι λέξω τὴν προσηγορίαν, ὧν τὴν συμμαχίαν προκέκρικα.

ἐγὼ δὴ βούλομαι Θηβαίους ἐντεῦθεν τινὲς τὸ συμφέρον.

εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν τουτέστιν ἀμφότεροι ὄντες ἀκέραιοι, ἤγουν τὴν συμμαχίαν ἐκείνην ἐπηνώρθουν. οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα δυσχερές.

εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει ἐκείνην, τὴν Λακεδαιμονίων· ἄλλο δὲ ταύτην τὴν Θηβαίων καταλύειν ἔδει· οἷον ἔδει πρῶτον Λακεδαιμονίους ἐπανορθώσασθαι· καὶ οὕτω μετὰ ταῦτα χωρῆσαι εἰς τὸ καταλῦσαι Θηβαίους.

αὐτοὺς τοὺς Θηβαίους. τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι ἀντὶ τοῦ συνέχεσθαι εἰς τὸν κατʼ ἀλλήλων πόλεμον.

τῶν ἑτέρων Λακεδαιμονίων. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν συμβουλεύω, φησὶν, ἐγὼ βοηθῆσαι μὲν ὑμᾶς ἐλάττοσιν, ἐξισώσαντας δὲ αὐτῶν τὴν δύναμιν πρὸς τοὺς ἰσχυροτέρους, τότε ἀποστῆναι, καὶ μηδετέροις βοηθεῖν. ἐντεῦθεν δέ τινές φασιν εἶναι τὸ νόμιμον.

ἑστήξειν ἑδραιώσειν.

τὸ δʼ ὑμέτερον πρόχειρον ἀπὸ τοῦ δικαίου ἡ ἀντίθεσις, ὅτι οὐ δίκαιον βοηθεῖν τοῖς ἡμᾶς ἀδικήσασιν.

ἀλλὰ μὴν τόν γε ἀναμνήσοντα ἂν ὑμᾶς ἀντίθεσιν λαμβάνει, ὥς τινων λεγόντων· πῶς ἔχει μὲν Λακεδαιμονίοις βοηθῆσαι τοῖς τοσαῦτα καθʼ ἡμῶν εἰργασμένοις ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου. ἔλυσε δὲ αὐτὴν μεταστατικῶς πρῶτον μὲν ἐπὶ καιρῶν τὴν αἰτίαν ἀνενεγκὼν, ἔπειτά φησιν ὅτι, εἴ τι πεποιήκασι Λακεδαιμόνιοι εἰς ἡμᾶς, ἔλαττον Θηβαίων ἐξήμαρτον· πεισθέντες γὰρ Θηβαίοις ἐποίησαν· ὁ δὲ πείσας τοῦ πεισθέντος πικρότερος.

οἶμαι μὲν οὐ Σάμιοι κατὰ ἦθος τούτους ὠνόμασεν, ἐπειδὴ Σάμιοι μόνοι ἐν τῷ πολέμῳ οὐκ ἀπέστησαν· ἐν γὰρ τῇ δʹ ἱστορίᾳ ἔχομεν Λακεδαιμονίους πρεσβευομένους πρὸς Ἀθηναίους περὶ καταλύσεως τοῦ πολέμου, ὅτε καὶ τὰ κατὰ Πύλον. καὶ κατὰ μὲν τὴν ἀλήθειαν Ἀθηναῖοι οὐκ ἠνέσχοντο, ὁ δὲ Ἀριστείδης λέγει ὅτι ὑπὸ Θηβαίων Λακεδαιμόνιοι κατεκωλύθησαν.

τοῖς μὲν Λακεδαιμονίοις.

τοῖς δὲ Θηβαίοις.

ἀποκρῖναι ἀποχωρῆσαι, ὅ ἐστιν ἀλλοτριῶσαι τῶν ἐγκλημάτων.

ὁ μάλιστʼ ἂν ἐξετάζων ἀντὶ τοῦ ὁ ἀκριβῶς δυνάμενος σκοπῆσαι τὰ πράγματα. τὸ δὲ χειρίστων ἀντὶ τοῦ δεινῶν.

εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις τεχνικῶς πάνυ μετὰ τὸ ἀποδεῖξαι πρῶτον ὅτι κοινὰ τὰ ἐγκλήματα, τότε λοιπὸν κατασκευάζει ὅτι καὶ μείζω τὰ τῶν Θηβαίων ἐγκλήματα, καὶ λέγει ἃ καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας.

φεύγω τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ ἔμελλεν εἰπεῖν τῶν Ἀθηναίων, ἀλλὰ διὰ τὸ βλάσφημον τὸ ὄνομα ἀπεσιώπησεν. ἔχομεν δὲ αὐτὸν πάλιν τὸν Ἀριστείδην λέγοντα ὅτι Μαρδόνιος διʼ Ἀλεξάνδρου τοῦ φιλέλληνος πρὸς Ἀθηναίους ἐπρεσβεύσατο, τὴν χώραν αὐτοῖς ἀποδιδοὺς, καὶ πολλὰ ὑπισχνούμενος, ἂν ὑπακούσωσι.

τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα Λακεδαιμόνιοι γὰρ νικήσαντες Ἀθηναίους ψῆφον προέθεντο τοῖς συμμάχοις, τί δεῖ παθεῖν αὐτούς. καὶ Θηβαῖοι μὲν εἶπον μηλόβοτον γενέσθαι τὴν Ἀττικὴν, Φωκεῖς δὲ, μὴ ἑτερόφθαλμον ποιήσετε τὴν Ἑλλάδα· Λακεδαιμόνιοι οὖν Φωκεῦσιν ἐπείσθησαν.

ὑπέστησαν τοῦτο τὸ ἔργον καλῶς τὸ ὑπέστησαν, ἵνα τὸ δυσχερὲς δείξῃ τοῦ πράγματος.

τί λοιπὸν ἦν ἐν μέσῳ, ἢ ζητεῖν νῦν τοὺς Θηβαίους, οὕστινας καλέσουσι κατὰ τούτων ὡσανεὶ ἔλεγε, τί ζητοῦσιν οὖν οὓς ἡ παρʼ ἐκείνων ψῆφος ἀπώλεσε.

συγγνώμης ἴσως μετὸν εὑρήσει ὅτι οἱ μὲν ἄξια συγγνώμης ἥμαρτον, οἱ δὲ οὔ.

εἴ τι ὕστερον ἠγνωμόνησαν ὅτε ὕστερον τοῦ πολέμου μετὰ τὰ ἐν Αἰγὸς ποταμοῖς κατέσκαψεν αὐτῶν τὰ τείχη, καὶ κατέστησεν αὐτοῖς τοὺς τυράννους.

καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι ἐπὶ τοῦ δικαίου —— Λακεδαιμόνιοι οὐ μόνον ἡμᾶς τὸ πρῶτον ἠδίκησαν, ἀλλὰ καὶ νῦν Θηβαίους ἀλόγως ἐπὶ τὴν ἐκείνων στρατεύσαντας, διεῖλεν εἰς δύο χρόνους τὰ τῶν Λακεδαιμονίων ἐγκλήματα, καὶ ἔλυσεν ἑκάτερα.

οὐχ ἡμῶν ἐποιοῦμεν ἴδιον. ἐπεὶ δὲ ταύτην μὲν ἀπειλήφασι τὴν Λακεδαίμονα οἱ Θηβαῖοι.

τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται ἐμφαντικῶς ἔλαβε τὸ ὄνομα ἐνταῦθα· τῶν γὰρ ἰσχυροτέρων κρατήσαντες εὐχερῶς καὶ τὸ λοιπὸν τῶν Ἑλλήνων κρατήσουσιν.

τοῦτο τῶν Λακεδαιμονίων. ἐκείνου τῶν Θηβαίων.

πεμψάντων ἀμφοτέρων περὶ βοηθείας.

ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν οὕτω, φησὶ, σπουδαίως ἔλεγον ὅτι Θηβαίοις δεῖ βοηθεῖν, ὥστε μηδὲ βουλεύσασθαι· ἀδικουμένοις γὰρ καὶ οὐκ ἀδικοῦσιν συνεμαχέσατο.

ἀδίκου βοηθείας.

ἔπειτα, οὐδʼ εὔλογον φυγόντας ἂν—τούτοις νῦν ὑπομεῖναι τὸ σχῆμα καθʼ ὑπόθεσιν· εἰ ᾔτησαν ἡμᾶς, φησὶ, τότε Λακεδαιμόνιοι, ἵνα συγκαταδουλώσωμεν τοὺς Θηβαίους, ὑπεσχόμεθα ἂν αὐτοῖς. ὥσπερ οὖν τοῦτο κἂν ἐποιήσαμεν, οὕτως οὐδὲν αὖ ἡμᾶς δεῖ τοῦτο τὸ ἄτοπον ποιῆσαι, καὶ συγκατασκάψαι Λακεδαιμονίους. ὅρα πῶς οἰκείως ἐχρήσατο ταῖς λέξεσιν, ἐπὶ μὲν Θηβαίων δουλείαν, ἐπὶ δὲ Λακεδαιμονίων ἀναίρεσιν.

τούτοις τοῖς Θηβαίοις.

ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι πάλιν ἀνθυποφορὰ ἀντεγκληματική. ἡ δὲ λύσις κατὰ περιτροπὴν ἐν διλημμάτῳ, εἰ μὴ τέθεικας αὐτό. νοεῖται γὰρ ἔξωθεν οὕτως· εἰ μὲν δίκαια ἐποίησαν ἐκδόντες, οὐ δεῖ ἐγκαλεῖν αὐτοῖς· εἰ δὲ ἄδικα, οὐ δεῖ μιμεῖσθαι τὸ κακόν.

τὸν δυστυχήσαντα Δημοσθενικῶς ἐπὶ τὴν τύχην ἀνάγει τὰ ἁμαρτήματα.

ἀφεστᾶσι δʼ οἱ σύμμαχοι καταχρηστικῶς εἶπε τὸ ἀφεστᾶσιν, ἀντὶ στασιάζουσι. τὸ γὰρ ἀφίστασθαι ἐπὶ ὑπηκόων, τὸ δὲ στασιάζειν ἐπὶ συμμάχων.

τέλειον τὸν τῶν ἀντιπάλων ὄλεθρον οὐκ εἶπεν ἀτυχίαν, ἀλλὰ τελείαν ἀπώλειαν.

καὶ θαυμάτων μετά. ὅσῳ γὰρ ἂν ἐκείνην μᾶλλον μέμφοισθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνὶ ἐνταῦθα ἀπὸ τοῦ πράγματος ἐλέγχει τὸ ἄτοπον· ὅσῳ γὰρ μεῖζον τὸ ἑκουσίως τοῦ ἐξ ἀνάγκης, καὶ πρᾶξαι τοῦ γράψαι, καὶ τὸ τοὺς πλησίον προδοῦναι τοῦ τοὺς πόρρω καταλιπεῖν, τοσοῦτον ἡμεῖς μᾶλλον ἁμαρτάνομεν Λακεδαιμονίους παραδιδόντες Θηβαίοις ἢ Λακεδαιμόνιοι τοῖς Πέρσαις τοὺς Ἴωνας.

οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις ἡ λέξις ἀπὸ τῆς τῶν ῥητῶν διαφορᾶς· τὰ δὲ ἑξῆς συγγνωμονικῶς.

οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας πάντα ἐμφαντικῶς δεῖ νοεῖν.

βαρὺ καὶ δεινὸν ἡγεῖσθαι.

Θηβαίοις μετὰ Θηβαίων. καλῶς τοῖς Θηβαίοις τοῖς εὐτελεστέροις ἡμῶν.

τῆς εἰς Ἁλίαρτον ἐξόδου ἐκεῖ γὰρ μετʼ αὐτῶν τοῖς Λακεδαιμονίοις συνέβαλον. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἀντίθεσις πάλιν ἀπὸ τοῦ δικαίου· ἀλλʼ οὐ δίκαιον, φησὶ, προδοῦναι τοὺς φίλους. ἔτι τῆς ἀντιθέσεώς εἰσι ταῦτα.

καὶ οὐδὲν ἐκώλυσεν ὑμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα δοκεῖ τὸ αὐτὸ νόημα εἶναι τῷ πρώτῳ· διαφέρει δὲ, ὅτι ἐν μὲν ἐκείνῳ εἶπεν ὅτι οὐκ ἔστιν ἐναντίον ἡ γενομένη συμμαχία τῇ νῦν βοηθείᾳ, ἐνταῦθα δὲ ὑπερβολὴν λέγει, ὅτι οὐ μόνον ἐναντιοῦται, ἀλλὰ καὶ ἀναγκάζει.

ταῦτα ἅπερ Λακεδαιμόνιοι ὑπερβάλλονται.

ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν ἐκ τοῦ ἐναντίου προτρέπει τὸ νόημα, ὅτι Θηβαίοις ἀδικοῦσι νῦν εἰ συμπράξετε, τότε δοκεῖτε μεταβαλέσθαι· ἀδικουμένοις γὰρ τὸ πρῶτον ἐβοηθήσατε· οὐκοῦν καὶ Λακεδαιμονίοις ἀδικουμένοις νῦν συμμαχῆσαι τὸ δίκαιον. εἰκότως δέ γε πλείω λόγον τῆς ὑμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος, ὅτι ἀδοξοῦμεν, ἐὰν Λακεδαιμονίοις προσθώμεθα, καὶ τὴν Θηβαίων συμμαχίαν καταλείψωμεν· τὸ γὰρ ἄδοξον μέρος ἐστὶ τοῦ συμφέροντος.

ἄνθρωπε, ἀκολουθῶ εἴποι ὁ κυβερνήτης. μετὰ γὰρ τοῦ φέροντος καιροῦ.

ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ διὰ παραδειγμάτων βούλεται παρασκευάσαι ὅτι πείσονται Θηβαῖοι τῇ πρεσβείᾳ ἡμῶν. ταύτης δὲ ἱστορίας μέμνηται καὶ ἐν τῷ Παναθηναϊκῷ, λέγων· τριῶν ἐθνῶν τῶν μεγίστων ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει. τὸ μὲν αὐτῷ φυγῆς τιμῆσαν ἀπῆλθε τὸ δαρεικὸν, Βοιωτοὶ δὲ ἐν χερσὶν ἡττῶντο. μέλλοντες γὰρ συμπλέκεσθαι Ἀθηναῖοι καὶ Θηβαῖοι διελύσαντο Κορινθίων αὐτοὺς διαλλαξάντων.

παρὸν ἡμῖν ἀντὶ τοῦ ἐξουσίας οὔσης. ἐνταῦθα ἡ ἀπόδοσις.

ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας λέγειν δηλονότι.

τὰ μὴ ἡμέτερα τὸ μὴ τοῖς ἀδικουμένοις βοηθεῖν, ἀλλὰ τοῖς ἀδικοῦσι.

εἰ οἷόν τε τὸ εἰ οἷόν τε προσέθηκεν, ἵνα διὰ τῆς λέξεως τὴν ὁμοιότητα αὐτῶν ἐνδείξηται, ὅτι φύσει πονηροὶ καθεστήκασι.

τοὺς ἀποφεύγοντας Θηβαίους ἀποφεύγοντας λέγει τοὺς παραιτουμένους.

ἐπὶ τῇ κοινῇ προφάσει διττή ἐστι καὶ ἡ γραφὴ καὶ ἡ ἐξήγησις, ἢ γὰρ κοινή ἐστιν ἀντὶ τοῦ ἐπὶ τῇ τῆς κοινῆς ἔχθρας προφάσει. λέγουσι γὰρ ὅτι καὶ ὑμῶν καὶ ἡμῶν εἰσιν οἱ Λακεδαιμόνιοι πολέμιοι· ἢ ἐπὶ τῆς κοινῆς, ἀντὶ τῆς καταδουλώσεως.

πᾶν τοὐναντίον κωλύσωμεν κατασκάψαι Λακεδαίμονα· ὅτι καὶ ἐξ ἀρχῆς τῇ ἐλπίδι αὐτῇ ἐβοηθήσαμεν αὐτοῖς, ἵνα κατασκάψωμεν Λακεδαίμονα.

ὅσαι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες, μεμνημένος οὐκ ἐρῶ ἐπειδὴ ὑπερβολῇ τῆς φιλανθρωπίας τῶν Ἀθηναίων. λέγει ὁ Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς ὅτι νικήσαντες οἱ Λακεδαιμόνιοι ἐν Αἰγὸς ποταμοῖς ἐστρατεύσαντο κατὰ Ἀθηναίων, πάλιν τὰ τείχη καταβαλεῖν βουλόμενοι, καὶ τοὺς τριάκοντα αὐτοῖς καταστῆσαι τυράννους, ὅτε καὶ Θηβαῖοι παρεῖναι οὐκ ἐθέλησαν.

οὐκ ἔστι ταῦτα ἐπὶ τῶν ὁμο——— πραγμάτων οὐδὲ χρῄζει. ἐπειδὴ οὖν ——ξεν ἀγωνιστικῶς. λέγειν οὐκ ἔστι ταῦτα. λοιπὸν καὶ τοῦτο αὐτὸ ἀναιρεῖ, ἵνα μὴ ποιήσῃ αὐτὸ ἀμφίβολον, καὶ φησὶν ὅτι πάνυ ἴδιον τὸ λέγειν ὅτι οὐκ ἔστιν· ἡ γὰρ ἀντίθεσις ἀπὸ τοῦ δικαίου· ἀλλʼ οὐ δίκαιον λυπῆσαι Θηβαίους τοὺς εὐεργέτας ἡμῶν. ὅρα, πῶς ἄριστα τὴν διοίκησιν ἐποιήσατο τοῦ λόγου· πρῶτον γὰρ ἀποδείξας ὅτι οἱ μὲν ἐχθροὶ, οἱ δὲ οὒ, μεταβαίνει λοιπὸν εἰς τὸ ἀποδεῖξαι ὅτι οἱ μὲν εὐεργέται, οἱ δὲ οὐκ εὐεργέται· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ περὶ στεφάνου· ἐλευθερώσας γὰρ αὐτὸν πρῶτον τῶν ἐγκλημάτων μεταβαίνει ἐπὶ τὸ λέγειν τὰς εὐεργεσίας.

ὃ οὔτε εἰς Μεγαρέας διέβη—τοὺς νῦν ἀθλίους Λακεδαιμονίους τεχνικῶς πάλιν τοὺς εὐτελεῖς τῶν Ἑλλήνων παρέλαβε, καὶ τοὺς πάνυ γενομένους εἰς παράδειγμα· καὶ ἠρκέσθη τούτοις τοῖς δύο, ἵνα διὰ τῶν ἄκρων πάντας σημάνῃ τοὺς Ἕλληνας.

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω ἐνταῦθα ἡ ἀντιπαράστασις, ὅτι εἰ καὶ εὐηργέτησεν, ἀλλὰ μείζους ἔλαβεν ἀμοιβάς· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους περὶ Χαριδήμου.

μᾶλλον δὲ τῷ παντὶ τῷ ὅλῳ καὶ παντὶ παρῴδησε.

ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας διὰ Θρασύβουλον λέγει· δημοτικὸς ὢν οὗτος ἔφυγεν ἐπὶ τῶν τριάκοντα πρὸς αὐτούς.

Λύσανδρον ἀπεκτείναμεν Λύσανδρος οὗτος Λακεδαιμονίας στρατηγὸς, ὃς καὶ τὰς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας ἐνίκησε.

οὔτε τὰ τείχη τὸν ἀναστήσαντα εἴχετέ πω εἰς Κόνωνα αἰνίττεται.

οὗ τοῦ εὐδοκιμεῖν Θηβαίους ἀνθʼ ὑμῶν.

τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους, καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο καὶ οἴκοθεν μισοῦσι Λακεδαιμονίους, ἀλλὰ καὶ διʼ ἡμᾶς, ὅτι ποτὲ οὐκ ἐπείσθησαν αὐτοῖς ἐπὶ τῷ κατασκάψαι τὴν πόλιν. τοῦτο θέλει εἰπεῖν, ὅτι καὶ αὐτοὺς Λακεδαιμονίους μισοῦσιν οἱ Θηβαῖοι καὶ διʼ ἡμᾶς πάλιν μισοῦσιν, ὥστε εἰκὸς αὐτοὺς ἀμφοτέρων χάριν κολάσαι αὐτούς.

οὐ τοίνυν οὐδὲ φοβηθῆναί μοι— ἐὰν σωθῶσιν ἡ ἀντίθεσις πάλιν ἀπὸ τοῦ συμφέροντος, ὅτι συμφέρει ἡμῖν τὸ μὴ βοηθῆσαι Λακεδαιμονίοις· εἰ γὰρ βοηθήσαιμεν, δέος ἐστὶ μὴ σωθέντες καθʼ ἡμῶν πάλιν στρατεύονται.

συσχεθεὶς ἡττηθείς.

μήτʼ αὐτοῖς Λακεδαιμονίοις.

ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος τουτέστι πᾶσαν ἐπίνοιαν κινῶν οὐχ εὑρίσκω ὅτι ὑπὲρ τοῦ μιμεῖσθαι παρʼ ἡμῶν ποιοῦσιν ἡμῖν ταῦτα οἱ Λακεδαιμόνιοι. πᾶς παντοδαπός.

σκεψώμεθα ὁ καὶ τὰ Θηβαίων ἐξετάσας τοὺς Λακεδαιμονίους, καὶ δείξας ὅτι, ἐὰν σωθῶσιν, οὐ στρατεύονται καθʼ ἡμῶν, — οὔτε γὰρ θέλουσιν οὔτε δύνανται — ἀντεξετάζει καὶ τοὺς Θηβαίους, καί φησιν ὅτι, ἐὰν νικήσωσι Λακεδαιμόνιοι, πάντως ἥξουσιν ἐφʼ ἡμᾶς. κατασκευάζει δὲ τοῦτο ἐκ τῆς περὶ τοῦ ἄρχειν ἐπιθυμίας τοῦ στρατοῦ καὶ τοῦ ναυτικοῦ.

εἶτʼ παρέλκεται.

καὶ μὴν οὐδʼ ὅμοιον Λακεδαιμονίοις ἀπὸ τοῦ ἐνδόξου καὶ ἀδόξου ἡ διαφορά.

ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν ἐντεῦθεν ἡ τρίτη γνώμη τοῦ συμβουλεύοντος· καὶ ταύτην λέγουσι τριπλῆν πραγματικὴν εἶναι· ὁ —— ἔχωμεν γνώμας, ὥσπερ ἐνταῦθα· ἡ μὲν συμβουλεύει Λακεδαιμονίοις βοηθεῖν, ἡ δὲ Θηβαίοις, ἡ δὲ μηδετέροις. ὁ αὐτὸς οὖν νῦν διαβάλλων τὴν ὑπὲρ Θηβαίων διαβάλλει καὶ τὴν λέγουσαν μηδετέροις βοηθεῖν.

ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ὑπερβολῇ κέχρηται· λέγει γὰρ Θηβαίοις βοηθῆσαι μᾶλλον ἢ μηδετέροις.

ἐπασκήσητε αὐξήσητε.

ὥσπερ Σέριφον τὸν Θρᾷκα εὐτελέστατον.

τοὐπίγραμμα τοῦ Μαραθῶνι τροπαίου καίτοι οὐ παρεγένοντο Λακεδαιμόνιοι εἰς τὴν κατὰ Μαραθῶνα μάχην· πῶς οὖν ἦσαν γεγραμμένοι ἐν τῷ τροπαίῳ; λέγομεν ὅτι τιμῶντες αὐτοὺς Ἀθηναῖοι ἀνέγραψαν ὡς κοινωνήσαντας.

ἃ μεθʼ ὧν ἐκτησάμεθα, οὐχ ὅσιον προέσθαι νῦν, οὐδὲ συνεξελεῖν τούτοις, ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν ὁ νοῦς οὗτος· οὐ δίκαιόν ἐστι νῦν συνεξελθεῖν Θηβαίοις Λακεδαιμονίους, καθʼ ὧν Θηβαίων Λακεδαιμονίους εἴχομεν κοινωνούς. λέγει δὲ ἐν τῷ Περσικῷ πολέμῳ ὅτι μετὰ Μήδων ἦσαν οἱ Θηβαῖοι.

ἀλλὰ μὴ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν σοφίζεται· τὸ γὰρ τῶν Φωκέων εὐεργέτημα ὡς Λακεδαιμονίων λέγει.

Κίμωνος εἰς Ἰθώμην ἄφιξις μέμνηται καὶ Θουκυδίδης· τῶν γὰρ Εἱλώτων ἐπαναστάντων τοῖς Λακεδαιμονίοις, ἐπρεσβεύσαντο πρὸς Ἀθηναίους περὶ συμμαχίας· οἱ δὲ ἔπεμψαν στρατηγὸν Κίμωνα. Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην Τυρταῖος οὗτος ποιητὴς, ὃς ἐλθὼν εἰς Σπάρτην ὀλίγον πρὸς Κίμωνος λαβὼν μελιτηνοὺς παρώξυνε Λακεδαιμονίους εἰς πόλεμον.

μὴ τοίνυν, ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων τὸ νόημα ἀπὸ τοῦ ἐλάττονος.

ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ, ὃ λέγω ἐπειδὴ ᾔσθετο τῆς ταυτολογίας, — τὸ γὰρ αὐτὸ πάλιν εἰπεῖν ἔμελλε — θεραπεύει αὐτὸ τῇ μικρᾷ προσθήκῃ, εἰπὼν τοῦτο, ὃ λέγω.

ἀναιρεῖν; οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἆρά γε, φησὶ, τολμᾶτε εἰπεῖν Λακεδαιμονίους ἀναιρεθῆναι, οἷς Λακεδαιμονίοις ἔδοξε μὴ ἀναιρεθῆναι ἡμᾶς.

οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων τὸ ἐπὶ Ἐτεοκλέους καὶ Πολυνείκους, ὅτι συνεμάχησαν τοῖς Ἀργείοις οἱ Ἀθηναῖοι, τῶν Θηβαίων μὴ συγχωρούντων αὐτοὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

ἔσχετε, ὦ Ἀθηναῖοι ἐπίλογοι ἐπιλόγων.

ΛΕΥΚΤΡΙΚΟΣ Β

ΛΕΥΚΤΡΙΚΟΣ Β.

Ὑπόθεσις.Οὗτος ὁ λόγος ἀντίκειται τῷ πρώτῳ τῷ ὑπὲρ Λακεδαιμονίων· ἔστι γὰρ ὑπὲρ Θηβαίων. στάσις δὲ τοῦ λόγου ἡ αὐτή. προοίμιον δὲ ἔχει ἓν μόνον, καὶ τοῦτο σύντομον, διὰ τὸ συμμάχους ἤδη Θηβαίους εἶναι, καὶ μὴ δεῖσθαι τοῦ συνιστῶντος· κατασκευὴν οὐκ ἔχει τὸ προοίμιον· ὁμολογουμένη γάρ ἐστιν ἡ πρότασις.

οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον διαπορητικὸν τὸ προοίμιον τοῦ λόγου· φησὶ γὰρ ὅτι οὔπω κρίνας βεβαίως τί δεῖ συμβουλεῦσαι, ἀνέστην. ἀκατάσκευον δέ ἐστι· τοῖς γὰρ οἰκείαν προαίρεσιν ἀπαγγείλασιν, ὡς εὖ εἰδόσιν αὐτὴν, καὶ τὰς αἰτίας αὐτῆς εἰώθασιν οἱ ἄνθρωποι πιστεύειν, κἂν ἀναπόδεικτον λέγωσιν. ἔλαβε δὲ αὐτὸ ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου· ὅτι δικαίως καὶ οὐ πρὸς χάριν αἱροῦμαι Λακεδαιμονίους.

τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν—ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν ὁ νοῦς οὕτως· τοσοῦτον ἐλάττονα σπουδὴν ἔχω περὶ τοὺς Θηβαίους ἧς ἔχουσιν οἱ ἄλλοι σπουδῆς περὶ τοὺς Λακεδαιμονίους, ὅσον πλείονα αὐτῶν σπουδὴν ἔχω περὶ ὑμᾶς· τουτέστιν ἡττῶμαι μὲν τῇ πρὸς Θηβαίους εὐνοίᾳ, νικῶ δὲ τῇ πρὸς ὑμᾶς.

παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν τὰ τῆς ἐλευθερίας τῆς πατρίδος.

καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων, ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν ὅτι καὶ οἱ σφόδρα φρόνιμοι, ὅταν παρʼ ἐλπίδα εὐτυχήσωσιν, ἐξίστανται τῶν φρενῶν.

ἐπʼ ἐκείνων τῶν χρόνων ἀπʼ ἀρχῆς τοῦ Πελοποννησίου πολέμου.

ἠξίουν δʼ ὑμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι τὸ ἐᾶσαι τὴν Βοιωτίαν αὐτόνομον.

ὡς δʼ οὐκ ἠνεσχόμεθα, οὔθʼ ὑπηκούομεν ἐν ὅσῳ, φησὶν, οἱ Λακεδαιμόνιοι τῶν πάλαι πεπραγμένων ἡμῖν, οὐδεὶς ἤλπιζεν αὐτοὺς ἐναντιωθῆναι ἡμῖν.

τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν ὡς λέγει ἐν ταῖς Ἑλληνικαῖς Ξενοφῶν, ὅτι τὸν Πειραιᾶ ἐφύλαττον αὐτοῖς μὴ εἰσιέναι.

νὴ Δίʼ, ἀλλʼ ἤδη δεδώκασιν ἀνθυποφορά. σύνηθες οἰκεῖον.

εἰ τοίνυν, εἰ μὲν προηδίκηντο, ταῦτʼ ἂν —ὁμοίως βοηθήσομεν ὥστε, εἰ ἠδικοῦντο, ἐβοηθήσαμεν Λακεδαιμονίοις· καὶ νῦν διὰ τὸ μὴ μνησικακεῖν δόξαι βοηθήσομεν τοῖς Θηβαίοις.

οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα τὸ μνησικακεῖν.

βασιλέα τῶν Λακεδαιμονίων.

ἀμφοτέροις Θηβαίοις καὶ Λακεδαιμονίοις.

ἐκείνων λείπει ἡ ὑπέρ.

αὐτοῖς τοῖς Θηβαίοις.

ἐπʼ ἀνίσων πραγμάτων.

ἄξιον δʼ ἐξετάσαι ἐκ τοῦ ἐλάττονος τὸ ἐπιχείρημα.

παρεκλέγειν παρεκλέγω, ἀντὶ τοῦ πλέον σε ἀπαιτῶ τοῦ νενομισμένου.

ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἡ ἀντίληψις ἀντεγκληματική· διὰ τί γὰρ αὐτοὶ καθʼ ἡμῶν συνεστρατεύοντο; λύσις δὲ ἐν ταύτῃ τῇ προαιρέσει· ἐποίησαν οὐ βουλόμενοι δίκην ὑπὲρ ἡμῶν λαβεῖν, ἀλλὰ τοῦ πλείονος ὀρεγόμενοι.

ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην διλήμματον τὸ νόημα.

τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι ἐγχαλάσαι. ὁ δὲ νοῦς ὅλος οὗτος· φημὶ ἐγὼ ἐγχαλάσαι Λακεδαιμονίους, εἰ καὶ βέβληνται τοῖς κακοῖς· οὔπω γὰρ, φησὶν, οὕτω βέβληνται ὥστε ἑαυτοὺς καὶ ἐλέου δεῖσθαι.

καὶ δικαιότερον δήπουθεν ἐπίλογοι ἐντεῦθεν κατὰ Ἀθανάσιον.

ἥσθην δʼ ἐφʼ οἷς Ἡρακλέους δεῖξαι βούλεται ἐνταῦθα ὅτι αἱ πρὸς τοὺς Ἡρακλείδας εὐεργεσίαι κοιναί εἰσι Λακεδαιμονίων καὶ Θηβαίων· Θηβαῖος γὰρ ὁ Ἡρακλῆς.

ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ ἐπειδὴ ἄνω εἶπεν ὅτι οὐκ αἰσθάνονται τῶν εὐεργεσιῶν Λακεδαιμόνιοι, καλῶς νῦν λέγει ὅτι μόλις ὁ τοιοῦτος καιρὸς παιδεύει αἰσθάνεσθαι τῶν εὐεργεσιῶν.

οἶμαι τοίνυν κἀκεῖνο δεῖν ἐπίλογοι ἐντεῦθεν κατὰ Ζώσιμον. φοβῆσαι τοὺς Ἀθηναίους τοῦ λοιποῦ βούλεται.

ΛΕΥΚΤΡΙΚΟΣ Γ

ΛΕΥΚΤΡΙΚΟΣ Γʹ.

μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι τὸ προοίμιον ὅμοιόν ἐστι τῷ πρώτῳ λόγῳ· ἀπὸ συστάσεως καὶ τοῦτο τοῦ οἰκείου προσώπου εἴληπται· ἔστι δὲ σύντομον.

τὸ γὰρ ταὐτὰ συμβουλεύειν κατασκευή.

οὐκοῦν Λακεδαιμόνιοι μὲν εἰσβολὴ εἰς τοὺς ἀγῶνας.

μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν— κωλύοντες μᾶλλον ἢ πορίζοντες τὸ ταύτῃ πρὸς τὸ βελτίους ἦσαν συντακτέον· εἰ ἄρα δεινὸν ἐνόμιζον οἱ ῥήτορες ἔσεσθαι τοῖς Θηβαίοις πρὸς τὴν Περσῶν βοήθειαν, βελτίους ἦσαν κωλύοντες μᾶλλον βοηθεῖν νῦν αὐτοῖς ἢ πορίζειν.

ΛΕΥΚΤΡΙΚΟΣ Δ

ΛΕΥΚΤΡΙΚΟΣ Δʹ.

οὐ γὰρ ἦν ἄρα ἁπλᾶ εὐθὺς ἡ κατασκευή.

ἐφʼ αὑτῶν μένειν ἀντὶ τοῦ ἡσυχάζειν.

ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας διὰ τὸ δεῖσθαι ἡμῶν.

Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν τό μοι πρὸς τὸ δοκοῦσι· λείπει δὲ τὸ ἑαυτοῖς· ἵνα ᾖ οὕτως· Θηβαῖοι δὲ δοκοῦσί μοι καὶ αὐτοὶ ἑαυτοῖς σύμβουλοι γενέσθαι.

οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον τοσοῦτον, φησὶν, οὗτοι φιλοῦσι Λακεδαιμονίους, ὅσον ἦν ἄξιον ἀφελεῖν τὸ μῖσος τοὺς Θηβαίους. τοῦτο δὲ λέγει ἵνα δείξῃ αὐτοὺς κατὰ δύο τρόπους ἁμαρτάνοντας· καὶ ὅτι πάνυ φιλοῦσι Λακεδαιμονίους μισεῖν ὀφείλοντες, καὶ πάνυ μισοῦσι Θηβαίους φιλεῖν ὀφείλοντες.

ΣΥΜΜΑΧΙΚΟΣ

ΣΥΜΜΑΧΙΚΟΣ.

περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς παροιμία Ἰλιὰς κακῶν.

ΡΟΔΙΑΚΟΣ

ΡΟΔΙΑΚΟΣ.

καραδοκοῦσα καραδοκεῖ, τὸ τῇ κεφαλῇ προσβλέπειν ἐκδεχόμενον, μήποτε τὸ κέαρ ἔγκειται. ἢ ἐλπίζει.

ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ

ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ.

οἶμαι δεῖν, ὅστις μέλλει ὡς ὑπὲρ αὐτοῦ τὸ προοίμιον. τὸ προοίμιον ἔλαβεν ἀπὸ συστάσεως τοῦ ἰδίου προσώπου, ὡς ὀφείλοντος πιστεύεσθαι, κἂν πρὸς παλαιότερον ἀγωνίζηται. ἰστέον δὲ ὅτι πρὸς δύο ἰσχυρὰ μαχόμενος ὁ Ἀριστείδης, τήν τε τοῦ πράγματος ἀλήθειαν καὶ τοῦ προσώπου τὸ ἔνδοξον, τεχνικῶς τὸν λόγον μεταχειρίζεται. πρῶτον γὰρ τὸ μὲν ἔνδοξον τοῦ προσώπου διὰ τοῦ προοιμίου καθαιρεῖ, τὸν δὲ τοῦ πράγματος λόγον τοῖς ἀγῶσι φυλάττει. οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν τοῦτο ἀντίπτωσίς ἐστιν· ἔδει γὰρ εἰπεῖν, οἶμαι δεῖν τὸν μέλλοντα, εἰ ψιλῷ λόγῳ συμφῆσαι, ἢ τὴν ἀλήθειαν δικαστὴν ὄντα κρῖναι τόδε ποιεῖν.

μὴ τοῦτο σκοπεῖν, μηδὲ βασκαίνειν ἑκάστην λέξιν οἰκείαν ἀπέδωκε, λέγων τὸ σκοπεῖν καὶ τὸ βασκαίνειν. τὸ μὲν οὖν σκοπεῖν ἐπὶ ὑψηλῷ λόγῳ ζητοῦντος λαμβάνειν, τὸ δὲ βασκαίνειν ἐπὶ τοῦ δικάζοντος. μηδὲ βασκαίνειν τὸν ἀκροασόμενον, ἢ τὸν λέξοντα. εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ὡς ὁ Πλάτων. εἰς Πλάτωνα αἰνίττεται. εἴ τινι τῶν πρότερον—περὶ τῶν αὐτῶν συμβέβηκεν τὸ τινὶ ἢ πρὸς τὸ τῶν πρότερον καὶ δόξαν ἐχόντων σύναπτε, λέγων τινὶ τῶν παλαιῶν καὶ ἐνδόξων, ἢ πρὸς τὸ συμβέβηκεν, ἱνʼ ἔχῃ τὸ ἑτέρως πρὸς τὸ τῶν πρότερον καὶ δόξαν ἐχόντων συνάπτεσθαι οὕτως· ἐάν τινι ὑστέρῳ δηλονότι συμβέβηκεν εἰρῆσθαι περὶ τῶν αὐτῶν, ἑτέρως τῶν πρότερον καὶ δόξαν ἐχόντων· ὅ μοι δοκεῖ κρεῖττον· καὶ γὰρ καὶ τὸ βασκαίνειν πρὸς τὸ ὕστερον ἔχει τὴν ἔμφασιν· οὐ γὰρ βασκαίνει τις τῷ πρὸ αὐτοῦ, ἀλλὰ τῷ ὕστερον εἰρηκότι ἑτέρως τοῦ παλαιοῦ καὶ ἐνδόξου.

περὶ τῶν αὐτῶν τῶν μελλόντων. ἀλλʼ οὗ πανταχοῦ πλεῖστον—ὁποτέρωθι τἀληθὲς ἡ σύνταξις οὕτως· ἀλλὰ τοῦτο κἀν τῷ παρόντι, ὁποτέρῳ ᾖ τἀληθὲς, οὗτινος πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον. οὗ ὅπου. ἀντὶ τοῦ οὗτινος. οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι ἢ ἐν παντὶ πράγματι τὸ ἀληθὲς εἰκὸς εἶναι.

ὁποτέρωθι τἀληθὲς ὅπου ἐστί. παρʼ ἐμοὶ, ἢ τῷ Πλάτωνι. καὶ τοῦτο τὸ ἀληθές.

ἄτοπον γὰρ, ἐν μὲν ταῖς—μηδʼ ἐν τοῖς δικαστηρίοις ὡσανεὶ ἔλεγεν· ἔνθα πολλάκις καὶ ἀπάται γίνονται.

ταύτῃ κατὰ τοῦτον τὸν τρόπον. ἤγουν ἐν τούτῳ τῷ λόγῳ. ἐν τούτῳ πολέμῳ.

ἐν δὲ τοῖς λόγοις αὐτοῖς—κρατεῖν ἀπὸ κοινοῦ τὸ ἄτοπον.

τῇ περὶ τούτων κρίσει καλῶς εἶπεν ἐνταῦθα κρίσει, ὅπου δεῖ ζητεῖν τὴν ἀλήθειαν.

κιθαριστὰς κιθαρῳδὸς ὁ καὶ πρὸς τὴν φωνὴν τῆς κιθάρας ᾄδων, κιθαριστὴς δὲ ὁ κρούειν μόνον ἐπιστάμενος. οἳ μόνον κρούειν ἐπίστανται. τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς τοὺς ποιητάς.

μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως ἤγουν καθʼ ἣν τάξιν εἰσῆλθε, τρίτος, εἰ τύχοι, τοῦ πρὸ αὐτοῦ, ἢ τέταρτος, οὕτω καὶ τὴν τιμὴν δέχεσθαι. λέγειν ἓν ὄνομα, τὴν μουσικήν. τῆς τε ἀξίας ἀντὶ τῆς ἀρετῆς· πολλάκις γάρ τις πρῶτος τῷ ἀριθμῷ, οὐ μὴν πρῶτος τῇ ἀρετῇ. ἢ εἰ δὲ μή. ἢ κληροῦν γε ἂν ἤρκει μόνον κατὰ κλήρους γὰρ εἰσήρχοντο οἱ ἀγωνισταί.

ὅστις ἂν κάλλιστʼ ἀγωνίσηται—κἂν ὕστατος εἰσελθὼν τύχῃ ὑπερβολικῶς κέχρηται· ὅτι καὶ αὐτῶν τῶν δρομέων οὐχ οἱ πρῶτοι ἀπιόντες νικῶσιν, ἀλλʼ οἱ τούτοις παρερχόμενοι.

τῶν ἀστειοτέρων κρειττόνων. τῶν σεμνοτέρων· τουτέστι τῶν πολιτικωτέρων. τῶν ἀστειοτέρων ἀγωνισμάτων τοὺς λόγους λέγει ἀστειότερα ἀγωνίσματα, ἤτοι σεμνότερα, ἐπειδὴ καὶ τὸ τῆς πολιτείας ὄνομα σεμνόν. εἴρηται δὲ ἀλλαχοῦ τὸ ἀστεῖον ἀντὶ τοῦ ἡδύ.

μηδʼ ἂν τυχεῖν ἐπαίνου. κἀν τοῖς γυμνικοῖς ἀγῶσιν γυμνικοὺς ἀγῶνας λέγει τὰ ἐπὶ τῆς εἰρήνης ἁμιλλητήρια ἅρματα· καὶ ὅταν ἔνοπλοί τινες ἀγωνίζωνται, τῆς ἀλλήλων ἰσχύος πειρώμενοι, ἢ ἀκοντίζωσιν, ἢ τοξεύωσι· ταῦτα γὰρ πάντα καὶ ὅσα τοιαῦτα γυμνάσιά εἰσι τῶν ἐν πολέμοις.

οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο ἀπεγράφοντο γὰρ παρὰ τῶν τοὺς ἀγῶνας καθισταμένων οἱ ἀγωνισόμενοι. οὗ οὗτινος.

ἐν αὐτοῖς τοῖς ἄθλοις ἄνω μὲν περὶ τῆς ἀπογραφῆς εἶπεν, ἐνταῦθα δὲ περὶ αὐτοῦ. τοῖς αὐτοῦ τοῦ τάχους ἤγουν τοῖς τρέχουσιν.

τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν προενεγκοῦσι καὶ ὑπερτερήσασι.

τοὺς μὲν ἃ ἐκεῖνα. τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας ἵνα ᾖ τὸ μὲν τῶν ἀγωνιζομένων, τὸ δὲ τῶν θεατῶν· τὸ μὲν μελετῶντας τῶν ἀγωνιζομένων, τὸ δὲ τιμῶντας τῶν θεατῶν.

τοῦ λόγου τὸ τοῦ λόγου ἐνταῦθα ἀντὶ τοῦ εὐταξίας νόει, ἐπειδὴ πᾶν τὸ εὔτακτον κατὰ λόγον γίνεται, τὸ δὲ ἄτακτον ἀλόγως.

τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας διάγοντας καὶ φορουμένους. ἤτοι ὑπερέχοντας, καὶ μείζονας ὄντας, πρωτεύοντας. ἐν τούτοις τοῖς λόγοις.

οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν ἀργῶς εἶπε διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοῖς ἀντιλέγουσιν. ἀργῶς διὰ τοὺς μὴ ἀντιλέγοντας, ἀδίκως δὲ διὰ τοὺς ἐπιτιμῶντας τοὺς ἀντιλέγοντας. τὸ δὲ νόημα ὅλον τοιοῦτόν ἐστιν· ἐάν τινος γράψαντος νόμον ἄλλος κατηγορήσῃ, δόξει δικαιότερα λέγειν, οὐκέτι οὐδεὶς τῷ πρώτῳ κέχρηται νόμῳ, ἀλλὰ τῷ εἰσφερομένῳ ἀντʼ ἐκείνου. ἐπὶ δὲ τῶν λόγων τούτων οὐχ οὕτω γίνεται· κἂν γὰρ δόξῃ δικαιότερα λέγειν Πλάτωνος, οὐκ ἐξαλειφθήσεται τοῦ Πλάτωνος ὁ λόγος, ἀλλὰ μενεῖ. ἀρκεῖ δὲ τῷ Ἀριστείδῃ καὶ τοὺς αὑτοῦ λόγους ἀναγινώσκεσθαι, ὥσπερ τοῦ Πλάτωνος. ἄλλοι δὲ οὕτως ἀντιλαμβάνουσιν, ὅτι ἡμεῖς ἐσπουδάζομεν ἐξαλεῖψαι φιλοσοφίαν, ὥσπερ ἐκεῖνος ῥητορικὴν, ἀλλὰ τὴν ῥητορικὴν ὁμότιμον δεῖξαι τῇ φιλοσοφίᾳ. περὶ ἁπάντων τῶν τοῦ Πλάτωνος δῆλον. ἄν τις φθάσῃ γενόμενος ὡς ὁ Πλάτων.

τὰ ὀνόματα τῶν παλαιῶν ἀνθρώπων. τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι ἀπὸ κοινοῦ πῶς οὐκ ἀλογία πολλή.

περὶ ἀντὶ τοῦ ὑπέρ.

τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους τοῦτο λέγει ἢ ὅτι κατὰ τὴν αὐτῆς φύσιν ἡ ῥητορικὴ αὐτή ἐστι, κἂν ἐπιλείπῃ τῷ χρόνῳ, ἢ ὅτι τῇ φύσει τῶν ἀνθρώπων ἀεὶ σύμφυτός ἐστιν. ἐπὶ τοῖς πρώτοις ἀντὶ τοῦ ἐπὶ πάντων τῶν πραγμάτων. ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι ἐπὶ τῷ πρότερον εἰρηκότι, καὶ ἕτερον μὴ δέχεσθαι. ὥσπερ ὅρους ἢ στήλας τὸ μὲν ὅρους ἐπὶ τῶν χωρίων λέγεται, τὸ δὲ στήλας ἐπὶ τῶν συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ συνθῆκαι ἐγράφοντο. οὐδεὶς γὰρ ἀμφισβητεῖ περὶ γῆς ἔστω τῶν ὅρων, ἢ στήλης· ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ Χεροννήσου. ἔλαβε δὲ τοὺς μὲν ὅρους ἐπὶ χωρίων, τὰς δὲ στήλας ἐπὶ συνθηκῶν· ἐν αὐταῖς γὰρ αἱ συνθῆκαι ἐγράφοντο.

τοὺς προκατεσχηκότας προλαβόντας εἰπεῖν. πρεσβεύειν τιμᾶν. τοὺς προτέρους λόγους.

δέον ὄν. τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς χώρας λέγει τῆς τάξεως· τοὺς δὲ ἑτέρους ἀντὶ τοὺς ἐμοὺς τοῦ Πλάτωνος.

προσπαραγράφειν προστιθέναι.

χρῆναι πρέπον εἶναι.

μηδʼ ἐκεῖνο ὁρᾷ τὸ μηδὲ ἐκεῖνο ὁρᾷ πρὸς τὸ προσθεῖναι συνάπτεται· τὸ δὲ ὥσπερ ἂν εἴ τις διὰ μέσου.

Ἴασος γὰρ ἂν Ἴασος κριτής τε καὶ δήμαρχος. οὕτως δὲ καὶ οἱ λοιποὶ, οὕς φησιν Ἀργείους. κριτὴς δήμαρχος ἀνήρ. Κρίασος δὲ καὶ Κρότοπος καὶ Φθορονεὺς οὗτοι οἱ πάντες Ἀργεῖοι.

εἴ τις Ἀργεῖος ἐκ μύθου ἔοικε τὸν Ἴναχον λέγειν. Δευκαλίων Δευκαλίωνα φασὶν οἱ Ἕλληνες τὸν Νῶε.

ἀντὶ τῶν νῦν βεβοημένων φιλοσόφων, ἢ ῥητόρων.

ἐν δὲ τοῖς ἔθνεσι Φρύγες, διὰ τὴν παρὰ τοῦ βαίκους οἶμαι μαρτυρίαν Παφλαγόνες καὶ Φρύγες ἤρισαν πρὸς ἀλλήλους περὶ ἀρχαιότητος. θέλοντες οὖν τοῦτο μαθεῖν ἐνέβαλλον οἴκῳ τινὶ παιδίον ἄρτι τεχθὲν καὶ γυναῖκα μετʼ αὐτοῦ γαλακτοτροφοῦσαν ἄλαλον. τὸ δὲ αὐξηθὲν βαὶκ πρῶτον ἐφώνησεν, ὅπερ ἐστὶ παρὰ Φρυξὶν ἄρτος. ἔγνωσαν οὖν ὅτι Φρύγες εἰσὶν ἀρχαιότεροι. ἐξελληνίζων δὲ Ἀριστείδης τὸ βαὶκ βαῖκος λέγει.

Καλλαίθυιαν τινὲς λέγουσι τὴν Πανδώραν λέγειν αὐτόν· πρώτην γὰρ αὐτὴν πεπλάσθαι λέγει Ἡσίοδος. ἄλλοι δὲ λέγουσιν Ἀργείαν εὐπρεπεστάτην.

τῆς φιλοτιμίας δόξης. συμβαλεῖν συμμίξαι.

οὕτω ζητήσομεν, εἴ τις ἦν πρὶν σελήνην εἶναι διὰ τοὺς Ἀρκάδας. Ὁμήρου δὲ καὶ Ἡσιόδου αἱ γενικαὶ αὗται καὶ αἱ λοιπαὶ πρὸς τὸ πολλοστὸν εἰσί. τὸ δὲ συμπροϊόντος ἴσου ἀντὶ τοῦ ὁμοίως συμπροέλθοι αὐτοῖς. ὅπερ εἰς τοὺς πρὸ αὐτῶν συμβαίνει. λέγει τὸ μετʼ αὐτοὺς εἶναι κρείττους διὰ τὸν τῆς ἀρχαιότητος λόγον. τὸ δὲ ἀεὶ εἶπεν, ἐπειδὴ ἀεὶ τοῦτο οὕτω χωρήσει. τῶν εἰς ἡμᾶς νενικηκότων ἀντὶ τοῦ τῶν ἐν τοῖς ἡμετέροις χρόνοις· ἐκεῖνοι γὰρ παλαιότατοι.

Πλάτωνος εἰ βούλει καὶ Δημοσθένους τεχνικῶς συνῆψε τὸν Δημοσθένην τῷ Πλάτωνι, ἵνα δείξῃ τὴν ῥητορικὴν ὁμοίους ἄνδρας φέρουσαν τῇ φιλοσοφίᾳ. εἰς πολλοστὸν χρόνον τὸ πολλοστὸν δύο σημαίνει, τὸ ὀλίγον πολλὰ, καὶ τὸ παρὰ πολύ. πολλοστὸν πολύν.

προϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεὶ ἀντὶ τοῦ τούτου αὐτοῦ λεγομένου ἐπὶ ἑκάστου λόγου· οἷον οὐδʼ ὡς μέγα ὁ δεῖνα· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα· καὶ πάλιν ὁ πρῶτος φαῦλος· πρὸ αὐτοῦ γὰρ ὁ δεῖνα. ἢ οὕτως, ὅπερ καὶ ἄμεινον· ὅσῳ προϊόντος τοῦ χρόνου παλαιότερος δοκεῖ Πλάτωνος ὁ Δημοσθένης, τοσούτῳ πάλιν οἱ πρὸ αὐτῶν γίνονται παλαιότεροι· ὁ γὰρ χρόνος ἴσος καὶ ἐπʼ ἐκείνων προέρχεται.

παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει ἐξ οὗ τιμῶμεν τὸν Πλάτωνα, ἢ Δημοσθένην, λέγω τοῦ διενεγκεῖν ἐν τοῖς λόγοις, ἐκ τούτου γινώσκειν εἰκὸς πόσην διαφορὰν ἔχει τὸ προσίεσθαι καὶ προσέχειν τισὶ πρὸς τὸ μὴ προσίεσθαι μηδὲ προσέχειν. ἔστι δὲ ἡ διαφορὰ τὸ τοὺς μὲν καλοὺς προσίεσθαι, κἄν τε ἀρχαῖοι κἄν τε τῶν ἔπειτα ὦσι, τοὺς δὲ μὴ καλοὺς ἀποστρέφεσθαι, κἂν ἀρχαιότατοι πάντων ὦσιν, ὥστε τούτου οὕτως ἔχοντος φαίνεται μὴ τὸν χρόνον ἰσχύειν, ἀλλὰ τὴν ποιότητα τοῦ προσώπου.

πρότερον κρεῖττον.

εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πάντα μετὰ ἐμφάσεως δεῖ λαμβάνειν· Ὁμήρῳ γὰρ εἶπεν, ὡς ἀρκούσης τῆς προσηγορίας δηλῶσαι τὴν ἀρετήν· εἶτα οὐκ εἶπε τὸ πρὸ αὐτοῦ μόνον, ἀλλὰ καὶ τὸ τοσοῦτον προσέθηκεν, ἵνα δείξῃ ὅτι πολὺ πρῶτος Ὅμηρος Πλάτωνος, Πλάτων δὲ αὐτοῦ τοῦ Ἀριστείδου. εἶτα προστίθησι καὶ ποσότητα, εἰπὼν περὶ πολλῶν, ἵνα δηλώσῃ ὅτι Πλάτων μὲν Ὁμήρῳ εἰς πολλ Πλάτων περὶ τοῦτο μόνον. προσέθηκε δὲ τὸ ἐπιτιμῶν, καὶ οὐκ ἀντιλέγων, ὅπερ … ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας, ὡς πολλῶν οὐσῶν αἰτίων τοῦ ἀντιλέγειν Ὁμήρῳ τὸν Πλάτωνα.

ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς αὐτὸς βούλεται λύειν· ἐκεῖ δὲ ἀντιθετικῶς εἰσάγει. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς—καὶ δείξωμεν, ὅπως ἔχει ἀπόδειξιν τῆς πέρα τοῦ δέοντος φιλονεικίας ἐπήνεγκε τὴν συνουσίαν τῶν προσώπων, ὥσπερ τοῦτο λέγων, ὅτι διὰ τοῦτο ἐπλάσω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε Γοργίᾳ τῶν δικαίων τυχεῖν Σωκράτους ἀγωνιζομένου παρὰ Πλάτωνι κριτῇ; ἀπόδειξις τῆς πέρα τοῦ δέοντος φιλονεικίας· καὶ ἐπήνεγκε τὴν συνουσίαν τῶν προσώπων· ἀντὶ τοῦ διὰ τοῦτο ἐπλάσω τὴν συνουσίαν, ἵνα χωρήσῃς κατὰ ῥητορικῆς· πῶς γὰρ οἷόν τε εἶναι Γοργίαν τῶν δικαίων τυχεῖν Σωκράτους ἀγωνιζομένου παρὰ Πλάτωνι κριτῇ;

αὐτὴν τὴν ῥητορικήν. δυσὶ καὶ τρισὶν προσώποις. Γοργίᾳ, Πυλάδῃ, Καλλικλεῖ. ὡς γοῦν ἐν σχήματι διαλόγων ἐφοβήθη τὸν ἀριθμὸν τῶν ῥητόρων εἰπὼν, μή τις αὐτῷ ἀντείπῃ λέγων οὕτως· ἐκεῖνοι τοσοῦτοι ὄντες οὐκ ἴσχυσαν συστῆσαι τὴν ῥητορικήν· πῶς οὖν σὺ μόνος τολμᾷς; καὶ διὰ τοῦτο προσέθηκε τὸ ἐν σχήματι διαλόγων, ἵνα κἀκεῖνο δηλώσῃ, ὅτι τοῦτο πεποίηκε Πλάτων, μείζονα τὴν ἀπορίαν τῆς κατηγορίας αὐτῷ ποιούμενος. τὸ δὲ ἡμεῖς οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες, ἀντὶ τοῦ οἱ τὴν ἀλήθειαν λέγοντες.

προῃρημένοι ἀντὶ τοῦ τῇ προαιρέσει Πλάτωνος ἀκολουθοῦντες, καὶ οὐ τῆς ἀληθείας τῶν πραγμάτων προσαπτόμενοι. τοῦτο γὰρ βούλεται τὸ μονομερὲς, ὅπερ ἔχουσιν οἱ διάλογοι, εἰ καὶ ἐν σχήματι τοὺς ἀντιλέγοντας κέκτηνται. ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον ἐστί.

ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν— μή τις διʼ ἐκεῖνον ἀχθεσθείη καλῶς τὸ ἄλογον εἶπεν, ἐπειδὴ ῥητορικῆς κατηγορηθείσης λόγον οὐκ εἶχε τὸ σιωπᾶν ῥήτορας. τὸ δὲ Πλάτων οὐχ ἁπλῶς εἶπεν, ἀλλʼ ἀντὶ τοῦ ὁ φιλόσοφος· ἀλλότριον γὰρ φιλοσόφῳ τὸ λοιδορεῖν. τὸ δὲ ἡμεῖς ἀντὶ τοῦ οἱ ῥήτορες, οἷς ἡ τέχνη παρρησίαν χαρίζεται, ἐρυθριῶμεν. καὶ τὸ διʼ ἐκεῖνον δὲ ἐμφαντικόν ἐστιν, ὡσανεὶ ἔλεγε τὸν φιλοσοφίας ὅρους ἐκβεβηκότα.

ἐρήμην δίκην. ἐρήμην ἑαλωκέναι τὴν ῥητορικήν. ἐρήμη καλεῖται δίκη ἐπὶ τῶν ἐκπροθέσμων. καλῶς δὲ ἐνταῦθα ἔταξεν, ἐπειδὴ προγενεστέρῳ ὄντι τῷ Πλάτωνι λέγει, ὡσανεὶ ἔλεγε, μή τις καλείτω τοῦτο ἐκπρόθεσμον, μηδὲ τὸν χρόνον μεμφέσθω μηδείς· ὑπὲρ λόγων γὰρ, οὐχ ὑπὲρ πραγμάτων ἀγωνιζόμεθα.

τοὐπίταγμα τὸ πρόσταγμα. εἰ δʼ ἔσθʼ ὅντινα δεῖ περὶ ῥητορικῆς εἰπεῖν. σχεδὸν ἡμῖν ἂν πρέποι ἐκόλασεν εἰρηκὼς τὸ σχεδόν. καλῶς δὲ τὸ εὐθὺς, ὡσανεὶ ἔλεγε· πρὸ τῶν ἀγώνων, ὦ Πλάτων, τὴν νίκην λαμβάνομεν.

ἐν αὐτῷ τούτῳ πρώτῳ τῷ λέγειν. ὡς ἐπεί. ὡς ἔστιν οὐ λόγον σῶζον, —τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι ἄλογον γὰρ μὴ ἀποδοῦναι ῥητορικῇ τὰ αὐτῆς.

ἀλλὰ δυεῖν θάτερον, —εἶναι δοκεῖν ποιῆσαι τὸ μὲν πρῶτον δοκεῖν ἀντὶ τοῦ νομίζειν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ φαίνεσθαι νόει. λέγει δὲ ἀντὶ τοῦ νομίζειν οὐ τέχνην αὐτὴν, ὡς Πλάτων εἰρήκει, ἢ ἐκ τοῦ μὴ ὑπὲρ αὐτῆς ἀπολογήσασθαι, μὴ τέχνην φαίνεσθαι αὐτὴν ποιῆσαι, ἵνʼ ἔχῃ τὸ οὐ γάρ ἐστι τὴν συναφὴν πρὸς τὸ ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι. καὶ γὰρ τὸ ἀλλὰ δυοῖν θάτερον διὰ μέσου. ἢ ἄμφω τὸ δοκεῖν ἀντὶ τοῦ φαίνεσθαι νόει· ἵνα λέγει ὅτι ἐν οἷς οὐχ ὑπὲρ αὐτῆς ἀπολογησόμεθα, ποιήσομεν αὐτὴν καὶ μὴ τέχνην εἶναι φαίνεσθαι κατὰ τὸν λόγον τοῦ Πλάτωνος, ἢ ποιήσομεν αὐτὴν τοιοῦτον εἶναι φαίνεσθαι, οἷον μέλλει ἐρεῖν ἐκ τῆς κατασκευῆς· λέγει γὰρ ὡς οὐ μόνον βεβαιωθήσεται ἡ κατʼ αὐτὴν δόξα τοῦ Πλάτωνος, ἀλλʼ ἄμφω ταῦτα συμβήσεται, τό τε μὴ τυχεῖν τῆς προσηκούσης αὐτῷ ἀπολογίας καὶ τὸ ἀπολέσαι τὴν ἰσχὺν αὐτῆς· φανήσεται γὰρ οὐ δύνασθαι τὰ δίκαια σώζειν. δυεῖν θάτερον τὸ πρῶτον ἐκ τοῦ μὴ συνειπεῖν λέγομεν, τὸ δὲ δεύτερον ἐκ τοῦ συνειπεῖν μὲν, ἀσθενῶς δέ. ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι ἄλλως τῷ Πλάτωνι.

οὐ γάρ ἐστιν ἓν τοῦτο, ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας οὐ γὰρ ὅπερ ἐπὶ τῶν ἄλλων, φησὶ, τοῦτο κἀνταῦθα γίνεται· τὸ γὰρ σιωπῆσαι ἡμᾶς οὐ μόνον τὰς διαβολὰς καθιστᾷ, ἀλλὰ καὶ τὸ χρήσιμον ἀπόλυσιν οὐ κέκτηται. τοῦτο δέ ἐστι τὸ τὰ δίκαι φυλάττειν τοῖς πράγμασιν. ὃ πανταχοῦ ᾄδεται.

ἐγὼ δὲ, μάλιστα μὲν ἡ ἀπόφασις διὰ μακρῶν. ἔστι δὲ τὸ ὑπερβατὸν οὕτως· ἐγὼ δὲ ὑπέστην. αἰδοῖ διὰ αἰδοῦς.

ἔχει δύναται. εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων μετείληφεν αὐτήν.

φαύλως ἐπαχθεῖεν διάγοιεν. μηδʼ ἀγνοήσαιεν, ὅσῳ λαμπρότερος—ἀποστερήσαιεν ἑκόντες ἡ σύνταξις οὕτως· μηδὲ ἀγνοήσαιεν ὅτι ὅσῳ λαμπρότερος Πλάτων, τοσούτῳ προχειρότερον αὐτῷ πιστεύοντος τῶν καλλίστων ἑαυτοὺς ἀποστεροῦσι. ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ ὁ Πλάτων.

προχειρότερον εὐκολωτέρως. ἣν τὴν ῥητορικήν. ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι ἵνα ὥσπερ βλασφημίαν δείξῃ τὴν λοιδορίαν τῆς ῥητορικῆς. ἐνταῦθα δὲ ἡ ἀπόδοσις εἰς τὸ ὑπέστην τὸν λόχον.

ἐπὶ τούτῳ τῷ τολμήματι τόλμημα λέγει, ὅτι ἐστὶν ἐπιχείρημα, ὃ δυσχερῶς ἄλλος τις ἐπεχείρησεν. οἰκείως οὖν ὁ Ἀριστείδης τὸν ἀγῶνα καλεῖ τόλμημα, διὰ τὸ μηδένα ἀντειρηκέναι τῷ Πλάτωνι.

ὅτι τούτων ἡ δωρεὰ ἐστί.

οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων ἤγουν πρὸς τὸν Πλάτωνα. οὔθʼ ὑπὲρ τῶν φαυλοτάτων ἤγουν ὑπὲρ τῆς ῥητορικῆς. εἰσὶ δὲ τινές.

τῶν εἰς μνήμην ἡκόντων λόγων λέγω. οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται τὸ ἐνταῦθα καὶ περὶ τούτων ἕν ἐστιν. περὶ τούτων τῶν θεῶν.

ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς ἐμέ. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα οἱ γὰρ παρανόμων ψηφισμάτων κατηγορῆσαι βουλόμενοι πρῶτον ἀναγινώσκουσι ταῦτα, εἶτα παραβάλλοντες τοῖς νόμοις ἐντεῦθεν δεικνύουσι τὸ παράνομον.

ἐπιτήδευμα νῦν ἐπιτήδευμα λέγει τὴν ἐμπειρίαν· πολλάκις καὶ ἐπὶ κακοῦ τάττεται.

ἐπὶ τέσσαρσι πράγμασιν τέχναις.

Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξὺς ἵνα δείξῃ αὐτὸν προπετῆ.

εὐεξίαν μελέτην.

μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας ὀψοποιικὴ, κομμωτικὴ, ἰατρικὴ, γυμναστικὴ, δικαιοσύνη, σοφιστικὴ, ῥητορική.

τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν ἀντίστροφον εἶπεν, ἐπειδὴ ὃν λόγον ἔχει γυμναστικὴ πρὸς νομοθετικὴν, τὸν αὐτὸν καὶ νομοθετικὴ πρὸς γυμναστικήν· καὶ ὃν λόγον ἔχει ἰατρικὴ πρὸς δικαιοσύνην, τὸν αὐτὸν καὶ δικαιοσύνη πρὸς ἰατρικήν. τί δέ ἐστιν ὃν λόγον ἔχει; ἀντὶ τοῦ ὅσον ἰσχύει νομοθετικὴ πρὸς βελτίωσιν τῆς ψυχῆς, τοσοῦτον γυμναστικὴ πρὸς ὠφέλειαν τοῦ σώματος. πολιτικὴ σῶμα ψυχὴ γυμναστικὴ νομοθετικὴ ἰατρικὴ δικαιοσύνη κολακεία ὀψοποιικὴ ῥητορικὴ κομμωτικὴ σοφιστική.

ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν, οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς ἀπόδειξιν νῦν ἴσως λέγει τὴν ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου, ὥσπερ αὐτὸς ἐποίησεν ἐν τῷ ὑπὲρ τῶν τεσσάρων, εἰπὼν γὰρ ἑκάστου τὰς πράξεις … πράξεων δείξας αὐτοὺς ἀνδρείους, καὶ δικαίους, καὶ φρονίμους καὶ σώφρονας, ἐπέδειξε κατά γε τὸ εἰκὸς, ὅτι πολιτικοὶ ἦσαν. ἔλεγχον δὲ καλεῖ τὸν ἀπὸ τῶν καθόλου ἐπὶ τὰ μερικὰ, τὸν καὶ ἰσχυρότατον, ᾧ κέχρηται Πλάτων διὰ τῶν συλλογισμῶν· οὗτοι γὰρ ἀπὸ τῶν καθόλου ἀρχόμενοι ἀληθεῖς εἰσι, καὶ καταναγκάζουσιν ἡττᾶσθαι τοὺς ἀντιλέγοντας. ἀνάγκῃ ὑπὸ ἀνάγκης.

οὗ πολὺς ἦν ἱδρὼς πρότερον ἤγουν εἰς ὃ πρότερον πολλὰ ἔδει πονῆσαι, οὕτως ἀποδεικνύναι.

τὰ ζητούμενα ἀμφιβαλλόμενα.

μηδεὶς μήτʼ ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου ἀγροικίαν λέγει τὴν παντελῆ ἀπαιδευσίαν, ψυχρότητα δὲ τὸ ἀσθενὲς καὶ σαθρόν· ἀπὸ μεταφορᾶς τῶν παιδευομένων μὲν ἐν πόλει, μὴ δυναμένων δὲ κατορθῶσαι διὰ τὸ ψυχρὸν τῆς φύσεως· αἱ γὰρ θερμαὶ φύσεις ἑτοίμως κατορθοῦσιν ἃ ἂν ἐπιτηδεύωσιν.

μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν ἡ μὲν ἐπιστήμη πάντως καὶ δύναμις, ἡ δὲ δύναμις οὐ πάντως ἐπιστήμη· ἡ μὲν γὰρ δύναμις ἐμπεριέχει πᾶσαν τέχνην καὶ ἄλογον καὶ λογικὴν, ἡ δὲ ἐπιστήμη ἐπὶ μόνων τῶν ἀπταίστων λέγεται.

τοῦ φορτικοῦ χάριν τοῦ λοιδορῆσαι. τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμὲν ἣν παρῆκε Πλάτων.

οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις, ἐξελέγχει— τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν τὸ ὑβρίζειν μὲν ὀψοποιίαν, ἀπεικάζειν δʼ αὐτὴν τῇ ῥητορικῇ ἀποδείξεως ἐκτὸς, οὐδὲν ἄλλο ἐστὶν ἢ ἀναγκάζεσθαι ἡμῶν τῶν ὁμολογουμένων ἀποδείξεις φέρειν, ὅσον κεχώρισται ῥητορικὴ ὀψοποιίας· οὐδεὶς γὰρ ἑκὼν τὰ λίαν ὁμολογούμενα παρασκευάζει.

τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν τὸ ὀκνῶ διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς ὑπερβολῆς. μεγάλη τῆς κατηγορίας ἔμφασις· μετὰ γὰρ τὸ ἔγκλημα δεῖξαι βουλόμενος τὸ εἶναί τινα ὑβριστὴν φησὶν ὅτι ὀκνῶ τὸ οὕτως ἄτοπον περιθεῖναι τῷ Πλάτωνι. εἶτα διʼ ὧν δοκεῖ ἐπαινεῖν, ὡς ἀνάξιον ὄντα τῆς τοιαύτης διαβολῆς, πλέον αὐτὸν ἐλέγχει πονηρὸν ὄντα· εἰ γὰρ αὐτὰ τὰ πράγματα δεικνύουσιν αὐτὸν ὑβριστὴν, μετὰ δὲ τοῦτο κακὸν, πονηρὸς ἄρα ὁ Πλάτων, κἂν ἡμεῖς σιωπήσωμεν. ἔστιν οὖν τὸ μὲν ὀκνῶ εἰπεῖν, διὰ τὴν ὑπερβολὴν τοῦ κακοῦ, τὸ δὲ οὐκ ἔχω μαθεῖν, διὰ τὸ φανερὸν τῆς διαβολῆς.

ὡς οὐχ ὑβρίζοντός ἐστιν ὕβρις γὰρ ῥητορικῆς, τὸ ὑπὲρ αὐτῆς οὕτω σπουδάζειν. ὑποστήσομαι ὑπομενῶ.

ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν ἐγώ. ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν ὁ Πλάτων.

πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην ἐνταῦθα ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ πρῶτον λέγει τὴν ἀντιπαράστασιν· λέγω ὅτι οὐ πᾶν τὸ ἔξω τέχνης κακόν· τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστάσει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ εἰπεῖν ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ, ὥσπερ ἀναιδείας ὂν παρῆκεν· ἄλλως τε καὶ ὅπερ ὡς ἰσχυρὸν Πλάτων κατὰ ῥητορικῆς προβάλλεται, ὡς οὐκ ἔστι τέχνη, τοῦτο ὑπὲρ αὐτῆς οὗτος διὰ τοῦ πρώτῃ ἀντιπαραστάσει χρῆσθαι δεικνύων· ἔπειτα καὶ ὅτι τέχνη διὰ τῆς ἐνστάσεως μετʼ ὀλίγον κατασκευάζει. ἐντεῦθεν λοιπὸν ἀγωνίζεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ πρῶτον μὲν λέγει τὴν ἀντιπαράστασιν, λέγων ὅτι οὐ πᾶν τὸ ἔξωθεν τέχνης κακόν. τεχνικῶς δὲ πρώτῃ τῇ ἀντιπαραστάσει χρῆται· τὸ γὰρ εὐθὺς ἐνστῆναι καὶ εἰπεῖν, τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀναιδές. ὑπὸ γὰρ τῆς ἀληθείας ἠλέγχετο· μετʼ ὀλίγον δὲ καὶ αὐτὴν κατασκευάζει τὴν ἔνστασιν.

τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα καλῶς τῇ λέξει ἐχρήσατο· καὶ γὰρ ἡμεῖς, φησὶ, καταδεξώμεθα, ἡ ἀλήθεια πάλιν ἐνίκα.

κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον καλὸν ἡ προσθήκη· δύναται γὰρ καὶ καλὸν καὶ ἄξιον λόγου· ὥσπερ εἶπε καὶ ὁ Δημοσθένης περὶ τοῦ Αἰσχίνου· οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλʼ οὓς ὁ δῆμος καταρᾶται· καὶ πάλιν δύναται εἶναι καλὸν, οὐκ ἄξιον δὲ λόγου. προὔργου σπουδῆς ἄξιον.

μὴ οὐ αἱ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσι.

καὶ δεξιοῖς καὶ πολλοῖς ἰδιώταις καὶ σοφοῖς. τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ὡς ὄντων μὲν τῶν ἄλλων σοφῶν, τούτων δὲ διὰ τὸ ὑπερβάλλον τῆς σοφίας οὕτω κληθέντων.

τις Σωκράτης, ἢ Σόλων.

τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται διὰ τὸ σὺν τέχνῃ εἰρῆσθαι.

ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν οὐ γὰρ τῆς φύσεως ἔχουσαι γνώμην μαντεύονται· καὶ προμάντεις μὲν αὗται καλοῦνται· μαντ … οἷος ἦν ὁ Κάλχας. Πυθοῖ ἐν τῇ Πυθοῖ.

οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς ἀπὸ τοῦ τρίποδος γυναιξὶ ἐπειδὴ τὸ οἶμαι οὐ πάντως ἀληθὲς, καὶ τὸ παραχωρήσεται δὲ μέλλοντος, ὅπερ οὐκ ἀσφαλὲς, ἐπήγαγε μᾶλλον δὲ παρεχώρησεν, ὅπερ ἔχει μεθʼ ἑαυτοῦ τὴν ἀλήθειαν.

πυνθάνονται περὶ τῶν πολιτειῶν οἱ νομοθέται.

ἀπὸ Λυκούργου πρώτου· τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν εἰ καὶ πρὸ Λυκούργου ἱκανώτεροι νομοθέται ἦσαν, ἀλλʼ οὗτος πρῶτος ἤρξατο, χρώμενος τῇ Πυθίᾳ, οὕτω νομοθετεῖν· τούτου οὖν χάριν πρῶτον αὐτὸν καλεῖ. πρῶτος μὲν, ἐπειδὴ αὐτὸς πρῶτος ἤρξατο χρώμενος εἰς Δελφοὺς νομοθετεῖν· τελευταῖος δὲ, ὅτι πρὸ αὐτοῦ νομοθέται ἄλλοι ἐγένοντο, οἷον Βάκις.

οὐκοῦν φασί γʼ ἐκεῖνον ἀναφορικόν ἐστι τὸ ἐκεῖνον, οἷον τὸν σοφόν· περιττὴ δὲ ἡ οὐ ἄρνησις. οὐδὲν θεῖναι περὶ μικρῶν πραγμάτων δηλονότι.

τῆς οὐδὲν ἰδίᾳ γινωσκούσης Πυθίας κατὰ τὴν ἑαυτῆς φύσιν. μηδὲν γινωσκούσης κατὰ τὴν ἑαυτῆς φύσιν. Πυθίαν δὲ λέγει τὴν πρόμαντιν. ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις λέγεται τὰ μὲν αὐτὸς κατὰ τὸ ἀληθὲς κατὰ γνώμην τοῦ θεοῦ νομοθετῆσαι, ὅμως δὲ καίπερ τοῦθʼ οὕτως ἐχόντων, οὐ τοῦ θεοῦ ἔ … ξαν οἱ νόμοι, ταῦτα τοῦ σοφωτάτου Ἑλλήνων αὐτοὺς θέντος· ᾔδει γὰρ πάντα μετὰ τέχνης … τοῦ θεοῦ νομισθῆναι τοὺς νόμους, ἐπειδὴ σοφὸς ἦν ὁ θείς. νῦν δὲ τοὐναντίον ὁ Λυκοῦργος τοῖς τῆς Πυθίας λεχθεῖσι μαρτυρεῖ καλῶς ἔχειν, ἐξ ὧν ἐπείσθη, καὶ διʼ ἐκείνης τὴν ἐπὶ τοῖς νόμοις δόξαν ἔλαβεν.

οὐδʼ—προΐσασι πρὸ τῆς ἑσπέρας ὅτι νύκτωρ ἐμαντεύετο καὶ ἐθεοφορεῖτο.

πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται πάλιν διὰ τὴν φιλοσοφίαν.

καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται πάντας διαπτύων. ἐμφαντικόν· τουτέστιν ἅπαντας διαπτύων. τὴν Πυθίαν τὴν προμαντικήν.

ὁπόταν πολιτεύηται καὶ νομοθετῇ ἀντὶ τοῦ ὁπόταν πολιτείαν καὶ νόμους συγγράφῃ. ἀντὶ τοῦ ὅτε πολιτείας καὶ νόμους γράφει.

συναναιρῇ μαντεύηται.

ἐν Δωδώνῃ πόλις Πελοποννήσου, ἔνθα μαντεῖον Ἀπόλλωνος ἦν.

περὶ τῶν ἐν Κλάρῳ πόλει Πελοποννήσου.

περὶ τῶν ἐν Ἄμμωνος ἐν Λιβύῃ τόπος ἦν, ἔνθα ἱερὸν καὶ μαντεῖον ἦν Διὸς, Ἄμμωνος καλουμένου, διὰ τὸ ἀμμώδη εἶναι τὸν τόπον. ὁ Ζεὺς ὄντως ἐν Λιβύῃ ἐτιμᾶτο. πάντων ὅσοι περὶ χρηστήρια, ὁμοίως ἄνδρες καὶ γυναῖκες πρὸς ἐκεῖνο ἀποτείνεται τὸ τέχνην. πάλιν δὲ οὐ καλὸν, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. εἰς δὲ τὸ ἄνδρες καὶ γυναῖκες προσυπακουστέον τὸ εἰσίν.

ὑποδύντες θεῷ τῇ προνοίᾳ τοῦ θεοῦ. ἄνω μὲν εἶπε περὶ … γυναικῶν, αἳ βραχύν τινα χρόνον καθήμεναι ἐπὶ τοῦ τρίποδος ἐμαντεύοντο, ἐνταῦθα δὲ λέγει περὶ τῶν ἀδια … μαινομένων καὶ θεοφορουμένων.

Βάκις ὁ Βάκις προφήτης Ἀπόλλωνος. Βάκις καὶ Ἀμφίχυτος προφῆται Ἀπόλλωνος.

εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου … ἄλλου εἰπεῖν, διὰ τοῦτο οὕτως εἶπεν, ὅτι εἰ μὴ καὶ πολλοὺς ἔχομεν εἰπεῖν, τοῦτο ὑπὲρ ἡμῶν ἐστι· τὰ καλὰ γὰρ ἐν λόγοις εὑρίσκεται.

τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν, ὅστις καὶ τούτους κακίσειεν ἂν ἐπειδὴ Πλάτων διαβάλλων ῥητορικὴν ἔξω τέχνης εἶπεν αὐτὴν, καλῶς ἐνταῦθα τὰ θεῖα διαβάλλοντας τεχνίτας καλεῖ, ἀντιδιαβάλλων καὶ αὐτὸς τὸ τέχνῃ πραττόμενον. ὅταν δʼ εἰς ποιητὰς ἴδω, τοὺς κοινοὺς ἐπειδὴ μέλλει τὴν ῥητορικὴν τῇ ποιητικῇ παραθεῖναι, διὰ τοῦτο ὡς ἀποδείξας τὴν ποιητικὴν ὁμοίαν οὖσαν τῇ μαντικῇ.

τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ διδασκάλους τοὺς ὄντας.

μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε καλῶς τὸ ἐνίοτε, ἐπειδὴ οὐκ ἀεὶ τὸ ἐκτὸς τέχνης ἐπαινεῖται, ὥσπερ ἐμπειρία.

ἐπιστήμῃ σὺν ἐπιστήμῃ.

τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεὰν ἐπειδὴ τὰ μὲν ἀπὸ τῆς τέχνης ἄριστα κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν, ἡ δʼ ἐκ τῶν Μουσῶν δωρεὰ οὐκ ἐκ τέχνης. ὅτι εὐτελὴς ἡ τῶν Μουσῶν δωρεά· ἄνευ γὰρ τέχνης γίνεται. ὦ πρὸς Διὸς ἐπίτηδες κατὰ τοῦ ὑβριζομένου αὐτὸν ἐξορκοῖ θεοῦ. ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν ἀνάγκη, φησὶ, λέγει ὅτι οἱ ποιηταὶ μετὰ τέχνης ἐγκωμιάζουσι.

οὑτωσὶ ἤγουν ἄνευ μέτρου.

τὴν ἀνάγκην τὴν ἀπόδειξιν. ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται ἐπειδὴ τῆς ποιητικῆς εἴ τις ἀφέλοιτο τὸ μέτρον, ὁμοία τοῖς τῶν ῥητόρων ἔσται. ὡς Ἡσίοδος τὸ «Διὸς μεγάλοιο ἕκητι.»

ἐὰν μὴ τέχνῃ σὺν τέχνῃ. μετὰ τέχνης λέγῃ. φιλόδωρον τὸν φιλότητα δωρεῖσθαι καὶ ὠφελεῖν.

τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης εἰσί.

μέχρι μέντοι τῶν νῦν τούτων ὑπʼ αὐτῶν ἐντεῦθεν τὸ μαχόμενον. μέχρι μέντοι τῶν νῦν τούτων ὧν εἰρήκαμεν. ὑπʼ αὐτῶν τῶν λόγων τῶν ῥητορικῶν· διὰ δὲ τὸ φορτικὸν οὐκ εἶπεν ὑπʼ ἐμοῦ.

φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς πρόσθεν εἰρηκὼς οὐ μόνον φησὶν ἑαυτοῦ ἐναντία, ἀλλὰ καὶ τὰ αὐτὰ ἡμῖν. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν, αὐτὸς νῦν μὲν Ἀριστείδης κατηγορίας γενομένης, ἀνάγκην ἔσχεν ἀπολογήσασθαι· Πλάτωνος δὲ μηδενὸς ἀντιλέγοντος, ἀφʼ ἑαυτοῦ φαίνεται λέγων.

Φαίδρου τοῦ καλοῦ διάλογον πεποίηκεν ὁ Πλάτων, ὃν κέκληκε Φαῖδρον· ὡς καὶ Γοργίαν. τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ ἔγραψεν ὁ Λυσίας· ἀντιγράφων αὐτῷ Πλάτων, καὶ ἅμα τέρπων, τίθησι τὰ αὐτοῦ.

αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον ὥσπερ, φησὶ, τοῖς ὑπαναγινωσκομένοις τῶν νόμων οὐδεὶς ἀντιλέγει, οὕτως οὐδὲ τῶν ὑφʼ ἑαυτοῦ λεγομένων.

Σίβυλλάν τε δέκα Σίβυλλαι γεγόνασιν, ὥς φασιν. μαντικῇ χρώμενοι ἐνθέῳ διὰ τὴν οἰωνιστικὴν ἀντιδιέστειλεν· αὕτη γὰρ διὰ σημείων γίνεται καὶ ἀνθρωπίνης νοήσεως.

τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται τέχνην καλεῖ, οὐχ ὅτι ἐστὶ τέχνη, — τὰ γὰρ ἀπὸ θεῶν ὑπὲρ τέχνην — ἀλλʼ ὅτι ἐνεργεῖται ἀεὶ παρὰ τοῦ αὐτὴν ἔχοντος, ὥσπερ ἡ τέχνη. αὐτὸ τοῦτο τοὔνομα τῆς μαντικῆς. μανικὴν ἐκάλεσαν οἱ γὰρ παλαιοὶ μανικὴν τὴν μαντικὴν ἐκάλουν.

ἀνθρωπίνῃ οἰήσει ὑπολήψει. οἰονιστικὴν ἀπὸ τοῦ οἶον. οἰωνιστικὴν ἀπὸ τοῦ οἰωνῶν.

ὅσῳ δὴ οὖν τελεώτερον σύγκρισις. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς τὸ μὲν γὰρ ἐξ ἐπιπνοίας θείας, οἰωνιστικὴ δὲ ἐξ ἀνθρωπίνης διανοίας. ἐπειδὴ ἡ μὲν ἐκ θείας γίνεται ἐπινοίας, ἡ δὲ ἐξ ἀνθρωπίνης νοήσεως. τό τε ὄνομα τῆς μαντικῆς. τό τε ὄνομα τοῦ ὀνόματος ἐπειδὴ ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν. τοῦ ὀνόματος τῆς οἰωνιστικῆς.

τό τε ἔργον τῆς μαντικῆς. τοῦ ἔργου τῆς οἰωνιστικῆς.

παλαιῶν ἐκ μηνιμάτων παλαιῶν μηνιμάτων λέγει τῶν προγονικῶν· πολλάκις γὰρ καὶ τοὺς ἐκγόνους δίκην ἐπράττοντο οἱ θεοὶ τῶν ἁμαρτημάτων, ὡς Ἀγαμέμνονα ὑπὲρ Ταντάλου τὰ τῶν θεῶν ἐξειπόντος μυστήρια, καὶ Κροῖσον ὑπὲρ Γύγου.

ἡ μανία ἡ μαντία.

ἀπαλλαγὴν εὕρετο σωματικῶν κακῶν δῆλον.

ἐξαύτη ἔξω ἑαυτοῦ. ἐξάντη μαινόμενον, ἐξεστηκότα.

τῷ ὀρθῶς μανέντι τῷ ὀρθῶς χρωμένῳ τὴν μαντικὴν ἀπὸ θεοῦ, καὶ οὐκ ἐν παρατροπαῖς νοῦ.

κατοχή τε εὕρεσις. μανία μαντία. ἄβατον εἰς αἰσχρά. κἀναβακχεύουσα ἀναταράττουσα. ἡ τοῦ σωφρονοῦντος τὸ η ἐνταῦθα ἄρθρον ἐστὶν, ἵνα ᾖ οὕτως· ἡ ποίησις ἡ τοῦ σωφρονοῦντος ἀτελής ἐστιν ὑπὸ τῶν μαινομένων. μανίας μαντίας.

εἰ τοίνυν—μανία τίς ἐστιν τὸ τίς ἐνταῦθα πάλιν τὴν ἐκ τῶν θεῶν σημαίνει.

πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν; καλῶς εἶπε τὸ πᾶν διὰ τὴν ἐμπειρίαν· αὕτη γὰρ ἐκτὸς οὖσα τέχνης ψέγεται.

μανικὴν μαντικήν.

εἰπὼν ὁ Πλάτων.

ἐξ ἀμφοῖν ἤγουν μαντικῆς καὶ ποιητικῆς.

σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται ἐπειδὴ οἱ διάλογοι ὡς ἐπὶ πλεῖστον κατὰ ἀλληγορίαν νοοῦνται, ἀσαφεῖς ὄντες, διὰ τοῦτο ἐνταῦθα πάνυ σαφῶς εἰρηκέναι.

τὸ τοῦ Εὐριπίδου ῥητόν. τῶν αὐτοῦ τοῦ Πλάτωνος.

ὦ τοσοῦτον ἐνθυμηθεὶς σύ.

εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς— τίθης διὰ τί εἶπεν ἢ καὶ Διός; ἐπειδὴ τὰ … τοῦ οὖν Ἀπόλλωνος μάντεως ὄντος ἦν ἡ τέχνη καὶ τοῦ πατρός. Διὸς τοῦ Δωδωναίου. ἐξ ἄλλου τοῦ θεῶν Ῥέας, Δήμητρος, Περσεφόνης, Διονύσου.

τῶν μὲν τῶν Μουσῶν. περὶ τῆς ἑαυτοῦ δωρεᾶς ἤγουν τῆς ῥητορικῆς.

τεχνικὸς ἀπὸ τέχνης. πρὸς ἐκείνῳ ὃ προείπομεν, ὅτι δεῖ τῷ μὴ ἐρῶντι τοῦ ἐρῶντος μᾶλλον χαρίζεσθαι.

δείξας ὁ Λυσίας.

πρὸς ἐκείνῳ ὃ εἶπεν, ὡς ἄλογος ἐμπειρία ἡ ῥητορικὴ καὶ διὰ τοῦτο φαύλη.

ὡς οὐκ ἐπʼ ὠφελείᾳ τῇ πάσῃ καὶ μεγίστῃ λόγοι παρὰ θεῶν ἀνθρώποις γίγνονται πολλὰ μὲν, φησὶ, καλὰ παρὰ θεῶν ἔχουσιν ἄνθρωποι, πάντων δὲ τιμιώτερον ἔλαβον τὸν λόγον, ᾧ καὶ μόνῳ τῶν ἀλόγων ζώων διαφέρουσι. διὸ καὶ Ἰσοκράτης φησὶ «Πρὸς δὴ τούτοις οὐκ αἰσθάνονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες, ὃ πάντων τῶν γενόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιον.» τεχνικῶς δὲ πάλιν οὐκ εἶπε ῥητορικὴ, ἀλλὰ λόγοι, διὰ τοῦ γενικωτέρου κλέπτων τὴν δεινότητα. λόγοι εἰκότως εἶπε λόγοι, καὶ οὐ ῥητορικὴ, κλέπτων διὰ τοῦ ἀγενικωτέρου τοὺς ἀκροατάς.

τὸν δὲ Τήλεφον οὐκ οἴει τὰ αὐτὰ ταῦτα; Πλάτωνος ἀποδείξαντος ὅτι μανία ἐστὶ παρὰ θεῶν, καὶ ἐκ τῶν οἰκείων ἁλισκομένου λόγων, φησὶν ὅτι οὐκ οἴει τὸν Τήλεφον καὶ αὐτά σοι λέγειν, ὅτι ῥητορική ἐστιν ἐκ θεῶν· ἐξελέγχει σε ἐκ τῶν σῶν λόγων, ὧν περὶ ἔρωτος εἶπεν. ἔλαβε δὲ τὸ τοῦ Τηλέφου πρόσωπον διὰ τὸ ὅμοιον, ἐλέγχων τὸν Ὀδυσσέα ἐκ τῶν αὐτῶν λόγων. λέγει ὅτι, ὥσπερ ἐκεῖσε ἐποίησε, ποιεῖ καὶ ἐπὶ σέ. εἶτα ἐπειδὴ παλαιότερος ἦν Τήλεφος Πλάτωνος, εἰκότως εἶπεν ὅτι, εἰ καὶ μηδὲν φροντίζει ἐκεῖνος, ἀλλʼ ἡμῖν μέλει. τὸ δὲ προτιμᾷ ἀντὶ τοῦ φροντίζει· ὥσπερ ἐν τῷ ζʹ τῶν Φιλιππικῶν Δημοσθένης «Ὧν οὐδὲν προτιμᾷ». ὁ δὲ νοῦς τοιοῦτος· εἰ καὶ καταφρονεῖ, φησὶ, τοῦ κατὰ Τήλεφον παραδείγματος, ἀλλʼ ὡς ἡμεῖς ἀποδείκνυμεν. τὶς τῶν ποιητῶν εἰσάγει τὸν Τήλεφον ἐλέγχοντα τὸν Ὀδυσσέα ἐκ τῶν αὐτοῦ λόγων, οὓς πρὸς τὸν Τήλεφον εἶπε. παρεικάζων οὖν Ἀριστείδης ἑαυτὸν τῷ Τηλέφῳ φησί· ὡς οὐκ οἴῃ καὶ ἡμῶν δὲ ὧν εἶπον ἐλέγξαι σέ. ἐπεὶ δὲ ὁ Τήλεφος παλαιότερος ἦν Πλάτωνος, διὰ τοῦτο λέγει τὸ δʼ εἰ ἄρα μηδὲν ἐκεῖνος προτιμᾷ. οὐκ οἴει τὰ αὐτὰ ταῦτα; ἃ σὺ λέγεις πρὸς σὸν ἔλεγχον προβαλέσθαι. προτιμᾷ φροντίζει τοῦ ἐλέγξειν σε.

καὶ μὴν εἰ μὲν ἀξιόπιστος διλημμάτως σχῆμα. ἀξιόπιστος μάρτυς.

τοῦτο τὸ ἀξιόπιστον εἶναι. τὸ εἶναι τὸν Πλάτωνα ἀξιόπιστον. τις τεχνικῶς εἶπε τις, ἵνα μὴ δυσχερὴς δόξῃ αὐτὸς τοιαῦτα περὶ Πλάτωνος λέγων.

πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα ταῦτα λέγει, ἃ δείκνυσιν, ὡς τὸ ὑπὲρ τέχνην κρεῖττον· ἐκεῖνα, ἃ κατὰ ῥητορικῆς εἶπεν, ὡς οὐκ ἔστι τέχνη.

καὶ μὴν εἰ τὰ μάλιστα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, τί οὖν, εἰ σεμνὸς Πλάτων, ἀντιλέγειν τολμᾷς, διὰ τοῦτο ἐπιφέρει ὅτι ἀξιόπιστος μὲν, συναγορεύει δὲ ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. εἶτα ἐπιφέρει τούτου ἀπόδειξιν· εἰ γὰρ ἡμεῖς καὶ Πλάτων περὶ ῥητορικῆς οὐ διάφορα λέγομεν, ἐνταῦθα Πλάτωνι μᾶλλον δεῖ πείθεσθαι, ὥσπερ τούτου ἀμφιβόλου ὄντος, πότερα συναγορεύοντι, ἢ κατηγοροῦντι δεῖ πείθεσθαι Πλάτωνι· εἰ γὰρ μήθʼ αὑτῷ μήθʼ ἡμῖν συναγορεύει, οὐχ ἡμῖν ἀντιλέγει, ἀλλʼ ἑαυτοῦ κατηγορίᾳ φέρεται, ὥστε μᾶλλον αὐτῷ πείθεσθαι προσῆκεν, ἐπειδὴ συναγορεύει ἡμῖν, ἵνα καὶ τὸ ἀξίωμα φυλάττηται τοῦ Πλάτωνος. σεμνός ἐστι ἀξιόπιστος καὶ αἰδέσιμος.

ἐκ τοῦ αὐτοῦ γυμνασίου Πλάτων ἐν Γοργίᾳ διαλόγῳ Πῶλον καὶ Γοργίαν εἰσάγων ὑπὲρ ῥητορικῆς μαχομένους φησὶν ἐκ τοῦ αὐτοῦ γυμνασίου ἥκειν αὐτοὺς, ἤγουν τὰ αὐτὰ ἀμφοτέρους ἀγωνίζεσθαι. ἐπεὶ οὖν καὶ Αἰσχίνης ὁ Λυσανίου, Σωκρατικὸς ὢν, ὥσπερ Πλάτων, ταὐτὰ Πλάτωνι φθέγγεται, ὅτι τὸ ὑπὲρ τέχνην κρεῖττον, εἰκότως ἐκ τοῦ αὐτοῦ γυμνασίου λέγει. ἔστι δὲ τὸ ἐγὼ δὲ ἀπὸ τοῦ Σωκράτους· εἰσάγει γὰρ καὶ οὗτος τὸν διδάσκαλον ἐν τοῖς διαλόγοις, ὥσπερ ὁ Πλάτων. Πλάτων ἐν τῷ Γοργίᾳ διαλόγῳ ποιεῖ Πῶλον καὶ Γοργίαν ἐναντία λέγοντας, καὶ ταῦτα ἀμφοτέρους ὑπὲρ ῥητορικῆς ὄντας, καὶ ἐκ τοῦ αὐτοῦ φησὶ γυμνασίου ἥκειν αὐτούς. ἐπειδὴ οὖν καὶ αὐτὸς μέλλει παράγειν εἰς μάρτυρα Αἰσχίνην ὄντα Σωκρατικὸν … διὰ τοῦτο λέγει ἐκ τοῦ αὐτοῦ γυμνασίου, ὡς αὐτὸς, φησὶν, εἶπεν ὁ Πλάτων.

οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος δεῖ τὰς δευτέρας ἀποδείξεις ἰσχυροτέρας εἶναι τῶν πρώτων· ἵνα οὖν μὴ δόξῃ ὑβρίζειν Πλάτωνα ἐπιφέρων Αἰσχίνην, διὰ τοῦτο θεραπεύει. ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος παράγει Αἰσχίνην ὄντα καὶ αὐτὸν Σωκρατικὸν, οἷος ὁ Πλάτων.

ἐπιθυμία φυσική.

ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης τὸ νόημα οὕτως· ὡς φανερῶς Αἰσχίνης μαρτυρεῖ τοῖς Πλάτωνος λόγοις. ἀνθρωπινώτερα δὲ εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον, οὔτε ἀσεβὲς τὸ εἰπεῖν τὰ ἀπὸ θεῶν μείζονα εἶναι τῶν ἀνθρωπίνων. ἐπειδὴ ἐν τῷ Γοργίᾳ διέβαλε τὴν ῥητορικὴν ὡς οὐ τέχνην, καὶ τῇ ὀψοποιικῇ παρείκασεν αὐτὴν, ἐν δὲ τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστείδης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν τῷ Γοργίᾳ ὑπʼ αὐτοῦ τούτου λεχθέντων. τὸ δὲ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα, ἀντὶ τοῦ ἡμερώτερα· τοιοῦτον γὰρ τὸ τῶν ἀνθρώπων γένος· καὶ θειότερα δὲ εἰπεῖν ἃ συνεσκεύασεν, ὧν εἶπε πρὸς τὴν νοουμένην ἐκ τοῦ καλλίονα γενικὴν, ἕνεκα δὲ τοῦ παραδόξου λέγει, ἐπειδὴ παράδοξον ἦν λέγειν ὡς ὁμοία ἐστὶν ἡ ὀψοποιικὴ τῇ ῥητορικῇ.

πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ἀνθρωπινώτερα εἴρηται πρὸς σύγκρισιν τῶν λεχθέντων ἐν τῷ Γοργίᾳ· οὐ γὰρ ἄδοξον οὐδὲ ἀσεβὲς τὸ εἰπεῖν τὰ ἀπὸ τῶν θεῶν μείζονα εἶναι τῶν ἀνθρωπίνων, ὅ ἐστι τῆς μανίας τῆς τέχνης· οὐδʼ ἐν τῷ Φαίδρῳ ἔδειξεν ὡς θεῖον τὸ ὑπὲρ τέχνην, φησὶν Ἀριστείδης, ὡς ἃ τοῦ Αἰσχίνου νῦν προβαλλόμεθα, δεικνύουσι τὰ ἐν τῷ Φαίδρῳ εἰρημένα Πλάτωνι εἶναι κρείττω τῶν ἐν Γοργίᾳ ὑπʼ αὐτοῦ τούτου λεχθέντων.

ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν τοῦ δεῖξαι τὴν ὀψοποιικὴν ὁμοίως εἶναι τὴν ῥητορικήν. τὰ ἐν τῷ Γοργίᾳ λέγει, τὸ δεῖξαι τὴν ὀψοποιητικὴν ὁμοίαν οὖσαν τῇ ῥητορικῇ. αὐτός τε μαρτυρῶν ἡμῖν ὁ Αἰσχίνης.

ὥσπερ ἐπισφραγίζεται βεβαιοῖ.

τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ τὸ πρὸς ἐνταῦθα ἀργόν· ὥσπερ ἐστὶ καὶ τὸ «Οὐ πρὸς ἰατροῦ σοφοῦ» καὶ ἄλλα· τοὺς γὰρ αὐτοῦ λόγους ἡμῶν, ἀντὶ τοῦ τοὺς συντελοῦντας. πρὸς ὑπέρ.

περί γε μὴν τούτου τοῦ μέρους ἐντεῦθεν γὰρ περὶ μόνης αὖ τῆς ἰατρικῆς διαλέγεται.

τοῖς ῥήμασιν Πλάτωνος. παρʼ ἐκείνου Αἰσχίνου.

οἱ θεομάντεις οἱ ἐκ θεοῦ τὸ μέλλον λέγοντες. οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι ἀντὶ τοῦ κληθέντες, ὅ ἐστι τὴν προσηγορίαν ἐκ τῆς τῶν πραγμάτων κλήσεως λαβόντες· ἕτερον γὰρ ἑτέρου γίνεται ὄνομα· καὶ ἡ μὲν μαντικὴ καλεῖται ἀπὸ τῆς μανίας, ὁ δὲ μάντις ἀπὸ τῆς μαντικῆς. λέγει δὲ, ὥσπερ οἱ θεομάντεις ἐκ θεῶν τὸ μαντεύεσθαι ἔχουσιν, οὕτω καὶ αὐτὸς ἐξ Ἀσκληπιοῦ ἔχω τὸ μάθημα· λέγω τὸ ὡς ἄρα πολλοὶ ἐκ θείας μοίρας ἐσώθησαν, σωθεὶς ὑπʼ αὐτοῦ ἐν μεγάλοις κινδύνοις. εἰπὼν δὲ ὑφʼ ὧν, ἐπειδὴ οὐχ ὑπὸ πολλῶν ἐσώθη θεῶν, ἀλλʼ ὑπὸ μόνου Ἀσκληπιοῦ, διὰ τοῦτο ἐπήγαγε τὸ ἐκ τοῦ θεοῦ. ἢ τὸ ἐκ τοῦ θεοῦ πρὸς τὸ παραμυθίαις καὶ συμβουλαῖς σύναπτε, ἵνα τὴν τοῦ Ἀσκληπιοῦ βοήθειαν κοινὴν ἁπάντων θεῶν φαίνεται λογιζόμενος.

παρʼ αὐτῶν τῶν θεῶν τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Σεράπιδος. ὑφʼ ὧν ἃ μηδεὶς ἰατρῶν εἷς τῶν ὑπολείπτων γάρ ἐστιν ὁ Ἀριστείδης.

παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκὸς ἤγουν παρʼ ὃ ἔδει προσδοκᾶν ἐξ ὧν κατειχόμην κακῶν.

ἐν Ἀσκληπιοῦ τῷ ναῷ. ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων τῶν ἀσθενούντων. ἀγέλαι πλήθει.

τῷ κατʼ Αἴγυπτον θεῷ τῷ Σαράπιδι. εἰς ταῦτα εἰς τὸν νοτὸν ἐπιλείττων νόσον.

τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν ὅσοι γὰρ ὑπὸ ἰατρῶν ἀδυνατοῦσι θεραπεύεσθαι, πρὸς θεοὺς καταφεύγουσιν. σχεδὸν καλῶς τὸ σχεδόν· ἐπειδὴ οὐ πάντες οἱ θεοὶ περιορῶσιν ἰατρικῆς τέχνης καὶ θεραπεύοντες, ἀλλὰ …

σὺν αὐτοῖς τοῖς θεοῖς. οὔθʼ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν τῷ κατὰ φύσιν ἡμᾶς πρὸς αὐτοὺς καὶ τὰ παρʼ αὐτῶν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μείζονα.

ἀλλὰ καὶ ὀνείρασι χρώμεθα ἀντὶ τοῦ καταφεύγομεν ἐπʼ ὀνείρατα, οὐκ εἰδότες τί ποιήσομεν.

ὅ τι μέλλομεν ὄψεσθαι τῇ νυκτί.

μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας τῆς ἑσπέρας.

ἐπαΐοντες γινώσκοντες.

οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις, ἔχομεν εἰπεῖν πολλάκις πολλάκις γάρ τις περὶ τῶν ἰδίων φροντίζων, καὶ ἐπερωτῶν τὸν θεὸν περὶ τῶν ἀλλοτρίων ἐπύθετο· προστίθησι δὲ ὅτι ἂν δοκῇ τῷ θεῷ.

πολλὰ τῶν ἔργων τῶν θείων. πότερʼ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀνθρώπια τὸ νόημα τοιοῦτον· ἆρʼ οὖν τὰ ὀνείρατα τῶν ἀνθρώπων πράγματα θεοῖς ἀνάκειται, ὡς διὰ τὸ φροντίζειν θεοὺς ἀνθρώπων τὰ ὀνείρατα ὑπάρχει. δοκεῖ δέ πως ἔξωθεν εἶναι τῆς ὑποθέσεως, καὶ λέγει ὅτι τοῦτο οὕτως εἶπεν, ἐπειδὴ οὐ θέλει δεῖξαι ὅτι ἡ τέχνη μᾶλλον διὰ τὸ ἔξωθεν εἶναι τέχνης καὶ σώζεται καὶ δοκεῖ τι. οὕτως οὖν λοιπὸν νοητέον· ὥσπερ ἡγεῖται τῶν ὀνειράτων σωφρονίζειν τοὺς θεοὺς τῶν ἀνθρώπων, οὕτως καὶ τῶν ἔξωθεν τῆς τέχνης αὐτῆς, ἐπειδὴ τὸ ἡγούμενον τῆς τέχνης αὐτῆς ἄνθρωπος ἐγένετο ὑπὸ τοῦ ἡγουμένου τοῦ νοῦ, ὅ ἐστι τοῦ θεοῦ.

ἀνακεῖσθαι ἀναφέρειν.

ἐγὼ μὲν οἶμαι τοῦτο τὸ τοὺς θεοὺς τῶν ἀνθρώπων κήδεσθαι.

ποιῶν φαίνῃ. ὕπαρ φανερῶς. ὑπὸ τῶν μεθʼ ἡμέραν.

ἢ σωθῆναι μέν ἐστιν ἄνευ τέχνης ἐκ τοῦ μείζονος ἡ παράθεσις· μεῖζον γάρ ἐστι τὸ σωθῆναι καὶ σῶσαι τοῦ συμβουλεῦσαι. εἶτα πρὸς μείζονα ἀτοπίαν προσέθηκε διʼ ὧν τις οὐκ οἶδεν, ὅπερ ἐστὶν οὐ μόνον ἀτεχνοῦς, ἀλλὰ καὶ ἀγνοίας ἐχόμενον. ὁ δὲ νοῦς οὗτος· ὅλως πῶς οὐκ ἄτοπον, τὰ μὲν μέγιστα διὰ τῶν ἀδήλων καὶ ἀγνοουμένων κατορθοῦν, τὰ δὲ ἐλάττονα μόνον ἄνευ τέχνης μὴ δύνασθαι κατορθοῦν.

οὔτʼ ἀπὸ τῆς θείας τέχνης. τὸ τοῦ Δημοσθένους ῥητόν. τῆς τῶν ἀκροωμένων τύχης.

τοῦ τοῖς θεοῖς ὡσπερεὶ τετελεσμένου τῆς μνήσεως.

οὐ γὰρ ἦν κατασχεῖν αὐτὸν, ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε ἀκολουθεῖ γὰρ ἀεὶ τοῖς λόγοις τὸ ταῖς παραπιπτούσαις ἐξ ἀνάγκης ἀποδείξεσι χρῆσθαι χρησίμοις οὔσαις. ἔπαθεν οὖν ὅπερ οἰκεῖον ἦν τοῖς λόγοις. καὶ ταῦτα ἐπειδὴ θεία γέγονε μοῖρα, ἐκεῖνο τὸ ἀναγκάσαν με τούτοις χρῆσθαι. αὐτὸν τὸν λόγον. ἐπειδὴ θεία μοῖρα καὶ σωτηρία παρέπεσε τῆς κοινῆς λέγει, ἥτις ἐπιρρέπει πᾶσιν ἀνθρώποις. καὶ ἐάν τις εἴποι· ἆρα καὶ τοῖς ἀσεβέσι; λέγομεν ναί· οὐ γὰρ κοινοῦνται, αὐτῆς θείας οὔσης, ὥς που οὐδὲ τοῦ ἡλίου ἀκτῖνες εἰς ἀκάθαρτον σῶμα κοινοῦνται.

μαρτυρίᾳ τοῦ Αἰσχίνου.

τῆς μαρτυρίας τῆς τοῦ Αἰσχίνου. ἐγὼ δὲ, διὰ τὸν ἔρωτα καὶ τοῦτό γε τοῦ Αἰσχίνου. ἐγὼ δὲ διὰ τὸν ἔρωτα, ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου, οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν ὅπερ ταῖς Βάκχαις Διόνυσος γίνεται, τοῦτο Σωκράτης ἐρῶσι γίνεται.

ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι ἐπειδὴ, ὡς ὁ Πλάτων εἰρήκει, ἐπʼ ὠφελείᾳ τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ὁ ἔρως ἐκ θεῶν ἐπιπέμπεται.

ταὐτὰ λέγων ἡμῖν ὁ Αἰσχίνης.

τῆς Ἀσκληπιοῦ συμμορίας συντροφίας.

τί τῶν αἰσχρῶν, ἢ τί τῶν ἔξω τῆς φύσεως δοκεῖ ἐνταῦθα ὁ ῥήτωρ παρὰ τὴν πρότασιν τὸ συμπέρασμα ἐπενεγκεῖν· ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν ὅτι οἱ ὄνειροι κρείττους τῶν ἰατρῶν, καὶ εἰ αἱ Βάκχαι τὰ νάματα μεταβάλλουσι, τί κωλύει καὶ τὴν ῥητορικὴν θεῶν οὖσαν ἐπικρατεῖν τῆς τέχνης; ὁ δὲ μόνον εἶπε· τί κωλύει καὶ τὴν ῥητορικὴν ἐκ θεῶν εἶναι. λέγομεν οὖν ὅτι κάλλιστα πάντων ὁ ῥήτωρ ἐποίησε· τοῦ γὰρ Πλάτωνος ἐν ἀρχῇ προτείναντος ὅτι οὐ τέχνη ῥητορικὴ, ἀλλὰ ἄλογος τριβὴ, κατασκευάζει οὕτως, ὅτι κρείττων ἦν κατὰ τέχνην· ἐκ θεῶν γάρ· εἶτα ὡς ἀδήλου τούτου ὄντος, ὅτι ἐκ θεῶν ἐστι, κατασκευάζει τοῦτο, καὶ λαμβάνει τὴν παράθεσιν πρὸς τὸ ἡγούμενον, λέγων ὅτι, εἰ ὁ Ἀσκληπιὸς ἡγεῖται τῆς ἰατρικῆς καὶ τῶν ὀνείρων, καὶ εἰ ὁ Διόνυσος ἡγεῖται τῶν Βακχῶν καὶ τῶν ναμάτων, ἐπικρατοῦσι δὲ τῶν ναμάτων αἱ Βάκχαι, καὶ μεταβάλλουσιν εἰς ὃ ἂν ἐθέλωσι, τί κωλύει καὶ τὸν Ἑρμῆν, φησὶν, ἡγεμόνα εἶναι τοῦ λόγου; τὸ γὰρ ὅτι καὶ οἱ λόγοι ἡγεμόνες τῆς τέχνης ὡς ὁμολογούμενον παρέλειψεν· οὐδὲ γὰρ περὶ τούτου νῦν ἦν ἡ σπουδὴ, ἀλλὰ περὶ τοῦ δεῖξαι ὅτι ἐκ θεῶν.

τούς γέ που κρείττονας τοὺς θεούς.

ὡς ἄρʼ ὁ μάρτυς οὐδενὸς ἄξιος ὁ Αἰσχίνης. πόρρω τῶν πραγμάτων ἤγουν οὐκ ἄξιος τοιαῦτα μαρτυρεῖν πράγματα.

ἀλλʼ εἴ γε τινὰς ὥσπερ παῖδας, οὕτω καὶ ἑταίρους χρὴ λέγειν γνησίους πολλοὶ γὰρ πολλάκις δόκησιν ἀρετῆς εἰλήφασι. γνησίους καλῶς εἶπε τὸ γνησίους· ὥσπερ γὰρ ἐκεῖνοι γνήσιοι παῖδές εἰσιν, οἳ καθαρὰν τὴν σπορὰν ἔχουσιν, οὕτω καὶ μαθηταὶ γνήσιοι οἱ διδασκαλίαν ἑτέρου μὴ παρειληφότες.

Αἰσχίνην Σωκράτους παρειλήφαμεν ὄντα φίλον. μαρτυρεῖ δὲ καὶ ἡ ψευδὴς ἐνίων δόξα εἰ ψευδὴς, φησὶν, ἐστὶ, πῶς καλεῖ αὐτὴν εἰς μαρτυρίαν; λέγομεν οὖν ὅτι αὐτὸς τὸ τὴν ἀρχὴν ὑπόνοιαν τοιαύτην γενέσθαι μαρτυρεῖ, τὴν Αἰσχίνου δύναμιν ὅτι ἐμιμήσατο.

προσήκοντα ἁρμόζοντα. ταύτῃ τῇ δόξῃ τῇ ὑπολήψει.

δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτὸς καλῶς προῆλθε τῇ τάξει· πρῶτον γὰρ εἶπεν ὡς οὐκ εὐτελὴς ὁ Αἰσχίνης, εἶτα Σωκράτους μαθητὴς, τρίτον δὲ δείκνυσιν ὡς τὰ αὐτὰ Σωκράτης λέγων ὑπάρχει· καὶ λοιπὸν τούτου τὰς ἀποδείξεις ἐπιφέρει.

ἀλλʼ ἔτι κάλλιον μαρτυρεῖ φανερῶς ὁ Σωκράτης.

ὡς ἀληθῶς εἰς τὸ μέσον ὁμολογεῖ οὐ λέγει νῦν φανερῶς· ἀλλὰ μαρτυρεῖ, φησὶ, Σωκράτης οὐκέτι διὰ Πλάτωνος, ἢ Αἰσχίνου, ἀλλὰ διὰ πάντων ἀνθρώπων. αὐτὸν τὸν Σωκράτην.

οἱ συγγενόμενοι οἱ ὁμιλοῦντες αὐτῷ.

ᾧ γοῦν συνεγένετο ὁ Σωκράτης. Ἀναξαγόρᾳ ἰστέον ὅτι Ἀναξαγόρας τις φιλόσοφος, Σωκράτους διδάσκαλος. ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ, οὐ τἀκείνου τιμήσας φαίνεται Ἀναξαγόρας μὲν ἔσχε περὶ τὰ μετέωρα, Σωκράτης δὲ περὶ τὴν ἠθικὴν φιλοσοφίαν, οὐκοῦν ἢ τὴν τέχνην, ἢ σκιὰν, ἃ παρὰ τοῦ διδασκάλου μεμάθηκε. τἀκείνου τοῦ Ἀναξαγόρου. τιμήσας φαίνεται ὁ Σωκράτης.

ὅτι φάσκοι τὸ δαιμόνιον αὐτῷ σημαίνειν ἔλεγεν ὁ Σωκράτης περὶ οὗ βούλεται.

τί ποτέ ἐστι τὸ φάσκειν οὐκ εἰδέναι τὸν Σωκράτην.

ἀλλὰ μὴν εἰ μηδετέρως γʼ ἂν σοφώτατος ὁ νοῦς τοιοῦτος· διλημμάτων γὰρ χρῆται· εἴτε φησὶν ὁ μηδὲν ἐπίστασθαι. κἂν μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφῶς· ὁ μηδὲν εἰδὼς, ὡς ψεύδεται, πάλιν οὐ σοφῶς· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. σύναπτε δὲ τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα. ἀλλὰ μὴν ὁ Σωκράτης μαρτυρεῖ ὅτι τὸ ὑπὲρ τέχνην καλὸν ἐξ ἀμφοτέρων, καὶ ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· καὶ ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλεται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ πρὸς θεὸν καταφεύγων. ὁ νοῦς τοιοῦτός ἐστι· διλήμματι γὰρ χρῆται· εἶπε, φησὶ, Σωκράτης μηδὲν ἐπίστασθαι. εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτὸν, οὐ σοφὸς Σωκράτης, ὁ μηδὲν εἰδώς· εἰ δὲ ψεύδεται, πάλιν οὐ σοφός· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. … κατʼ ἀμφότερα σοφὸς, καὶ διʼ ὧν ἀρνεῖται εἰδέναι τι· δῆλον γὰρ ὅτι τέχνην λέγει· καὶ διʼ ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὐτῷ λέγειν. τὸ ἀλλὰ μὴν πρὸς τὸ ἅμα σύναπτε οὕτως· ἀλλὰ μὴν ἅμα ὁ Σωκράτης μαρτυρεῖ τῷ λόγῳ ὅτι τὸ ὑπὲρ τέχνην καλὸν ἐξ ἀμφοτέρων, ἐξ ὧν ἠρνεῖτο μὴ εἰδέναι τι· οὐ γὰρ οἶδε κατὰ τέχνην· ἀλλʼ ἐξ ὧν ἔλεγε σημαίνειν αὐτῷ τὸ δαιμόνιον περὶ οὗ βούλεται· οὐ γὰρ ἐχρῆτο τέχνῃ ὁ πρὸς θεῶν καταφεύγων. εἰ καὶ δοίημεν μηδὲ καθʼ ἕτερον τρόπον αὐτὸν εἶναι σοφὸν, εἴτε ἐψεύδετο λέγων ὡς οὐδὲν ἐπίσταιτο· οὐ σοφοῦ γὰρ τὸ ψεύδεσθαι· εἴτε ἠλήθευεν, εἴπερ αἰσχρὸν ἦν κατὰ τὸν σὸν λόγον τὸ μὴ τέχνῃ κεχρῆσθαι.

διʼ ἀμφοτέρων τοῦ ἀρνεῖσθαι καὶ τοῦ ὁμολογεῖν.

ἐκεῖνον σοφώτατον εἶναι ὑπὲρ τέχνην. ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὐτοῦ βεβαιοῖ πρώτην μὲν, ὅτι ἔφασκεν αὐτῷ τὸ δαιμόνιον προλέγειν, ἑτέραν δὲ, ὅτι ἔλεγεν αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλλων ἐπισφραγίζεται, τὸν Σωκράτην εἶναι σοφὸν, τουτέστι μήτε ψεύδεσθαι ἐκεῖνον μήτε ἁπλῶς καὶ αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνην. διπλῆ οὕτως μαρτυρία Σωκράτει γίνεται· πρώτη μὲν, ὅτι ἔφασκεν αὐτῷ τὸ δαιμόνιον λέγειν, ἑτέρα δὲ, ὅτι ἔλεγεν αὐτὸς μηδὲν εἰδέναι. ταύτας οὖν τὰς δύο μαρτυρίας Ἀπόλλων ἐπισφραγίζεται, τὸν Σωκράτην λέγων εἶναι σοφὸν, τουτέστι τὸ μὴ ψεύδεσθαι ἐκεῖνον, μήτε τῶν ἁπλῶς αἰσχρῶν εἶναι τὸ μὴ εἰδέναι τὴν τέχνην.

βεβαιοῖ ὁ θεὸς δηλονότι. συμβαίνοντα ἁρμόζοντα.

τὸν γὰρ ζῶντα ὑπὸ θεῷ, καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα τὸν σωματικῶς ζῶντα λέγει, καὶ σωματικῶν ἀμελοῦντα χρημάτων.

ἐκ προχείρου ἐκ τοῦ εὐθέως.

ἀναιρεῖσθαι μαντεύεσθαι.

διὰ τῶν ἑταίρων ἀμφοτέρων Σωκράτους καὶ Αἰσχίνου. ὃς ἐπιψηφίζει Πλάτωνι, ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνη ὥσπερ, φησὶ, τῷ Πλάτωνι εἰπόντι ὅτι κρεῖττον τὸ ἐκ φύσεως τῆς τέχνης, συνειπὼν φαίνεται ὁ θεὸς, οὕτω καὶ τῷ Αἰσχίνῃ.

παρασχέσθαι δοῦναι.

ἔστι μὲν ἔργον δύσκολον. ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων, ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι τοῦτο οὐχ ὡς φαυλίζων λέγει τὴν μαρτυρίαν τῶν ποιητῶν, ἀλλʼ ὡς πολλὰς εἰπὼν μαρτυρίας. τὰς τῶν προκριθέντων διὰ πάντων τοῦτο πλῆθος μαρτυρίας σημαίνει· διὰ πάντων γάρ ἐστι τὸ διόλου· οἷον Ὅμηρος οὐκ ἐν ἑνὶ χωρίῳ μαρτυρεῖ, ἀλλʼ ἐν πολλοῖς· πάντα οὖν αὐτοῦ παρασχεῖν ἀδύνατον.

κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν αὐτοὶ γὰρ ἐξ ἐπιπνοίας Μουσῶν καὶ οὐχ ὑπὸ τέχνης ποιηταὶ γενόμενοι ἔργῳ μαρτυροῦσιν, ὡς ἄρα τὸ ὑπὲρ τέχνην κρεῖττον τῆς τέχνης. ἔργῳ, φησὶ, μαρτυροῦσιν οἱ ποιηταὶ τῷ λεγομένῳ περὶ τῆς τέχνης ταύτης, ὅτι οὐ τέχνη, ἀλλʼ ἐπίπνοια Μουσῶν. εἴποι δὲ ἄν τις ὅτι ἰδοὺ πρῶτος αὐτὸς τέχνην αὐτὴν καλεῖ. λέγομεν οὖν ὅτι τέχνη μέν ἐστι κατὰ τὸ ἀληθὲς, λόγος δὲ περὶ αὐτῆς τοιοῦτος ἐπικρατεῖ διὰ τὸ σεμνοτέραν δοκεῖν, ὡς ἄρα τὸ μὴ τέχνη μεῖζόν ἐστιν. ἄλλοι δέ φασιν, ὅπερ καὶ ἄμεινον, ὅτι τέχνην τὴν καθόλου καλεῖ, οὐ τὴν ποιητῶν μόνον. εἴπερ ἐπειδή. εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης τὸ ὀπίσω δοκεῖν ὥσπερ ἐπανειληφέναι νόημα· ὅτι οἱ ὄντες ποιηταὶ ἀπὸ Μουσῶν, οὐκ ἀπὸ τέχνης λέγουσι· πρὶν δὲ εἰπεῖν κατὰ μέρος μαρτυρίας τῶν ποιητῶν, κοινὴν τέως μίαν λέγειν. τῷ κρατοῦντι λόγῳ τῆς τέχνης τῷ ὑπὲρ τέχνην.

ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Ὅμηρος.

αὐτῶν τῶν ποιητῶν.

Ἀλκίνοος δὲ τότʼ ἦρχε—θεῶν γὰρ ἄπο μήδεα ᾔδει οὕτω, φησὶν, οἶδε τὸ μὴ σὺν τέχνῃ πολλάκις καλὸν, πάνυ βούλεται ἐπαινέσαι, θεοῦ φησιν αὐτὸν μαθητὴν, ὃς οὐ τέχνῃ διδάσκει.

τὸν κιθαρῳδὸν τοῦ Ἀλκινόου.

συνιστὰς τῷ Ὀδυσσεῖ. αὐτὸν τὸν Δημόδοκον. φησὶ πρὸς τὸν Ὀδυσσέα.

ἀνήλωσεν ὁ Ἀλκίνους. ὑπὲρ αὐτοῦ τοῦ Δημοδόκου. καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ τῷ Ἀλκίνῳ.

μεγαλοψύχῳ ἐπειδή εἰσι πλούσιοί τινες μικρόψυχοι. σοι τῷ Ὀδυσσεῖ. τοῦτον τὸν Δημόδοκον.

ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος ὁ Ὀδυσσεύς.

ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς ὁ Ὀδυσσεύς. τὸ ἀκόλουθον ἀγασθεὶς τῆς ἐπιδείξεως. ἀκόλουθον δὲ τὸν ἀγαθὸν ὁ ποιητὴς εἶπε τοῦ μετὰ ἀκριβείας τὸν Δημόδοκον εἰπεῖν τὰ τοῦ ἵππου τὸν μαθητὴν αὐτὸν λέγει εἶναι τῶν θεῶν, ὡς τὰ πάντα ἀκριβείας καὶ ἀρετῆς ὄντα ἐκφεύγει τὴν τέχνην.

ὡς τοῦ πράγματος κρείττονος ὄντος.

οἶτον ὄλεθρον. οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ αὕτη ἐστὶν ἡ κατασκευὴ τῶν …

οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω ἐφόλκιόν ἐστιν, ὃ ἀφαιρούμενον βλάβην οὐ ποιεῖ τῷ ἀφαιρουμένῳ. τοῦτο δὲ εἴ τις περιέλοι τοῦ λόγου, ἀναιρεῖ … διὰ τοῦτο εἶπεν ὅτι οὐκ ἔστι τοῦτο ἐφόλκιον, τουτέστι μάταιον.

φαυλότερον δὲ ἡ τέχνη πολλῷ τῆς τῶν θεῶν ἐπιπνοίας. ἡ τέχνη τὸ ἡ τέχνη πρὸς τὸ κομψὸν σύναπτε.

προβαλὼν ὁ Ἀλκίνους. αὐτῷ τῷ Δημοδόκῳ. τοῦ ἵππου τοῦ δουρίου. τοσοῦτον ὑπισχνεῖται ὁ Ἀλκίνους αὐτῷ.

θέσπιν θείαν. ὡς οὐκ ἔχων ὁ Ὀδυσσεύς. αὐτῷ τῷ Δημοδόκῳ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὐτὸν οὕτω, φησὶν, ἀκριβῶς ᾔδει σεμνότερον τῆς τέχνης τὸ ἐκ θεοῦ μαθεῖν, ὅτι καθολικώτερον εἶπεν, ἵνα καὶ αὐτὸν συμπεριλάβῃ.

τὴν εὕρεσιν κινοῦσιν ἤγουν τὴν φύσιν εὑρήσασαν τὰ νοήματα. τὴν φύσιν τὴν εὑρίσκουσαν τὰ νοήματα.

τὸν τοίνυν Φήμιον Φήμιος ἦν ἀοιδὸς, ὃς εἷς τῶν μνηστήρων τῆς Πηνελόπης ἐγένετο.

τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον συγγνώμην ζητοῦντα. θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν καλῶς, φησὶν, ὁ Ὅμηρος ἐπήγαγε· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν· ἐπειδὴ γὰρ ἀπίθανον τὸν αὐτὸν εἶναι μαθητὴν καὶ διδάσκαλον, εὐθέως ἐπὶ τὸ μεῖζον ἀνήγαγεν, ὡς θεοὶ γεγόνασι διδάσκαλοι τῶν λόγων αὐτῷ.

τοῦτο μὲν καθʼ ἕνα μὲν τρόπον. τοῦτο μὲν ὡς ταὐτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς, ἐγγύθεν οὑτωσὶ δηλῶν ὁ διδασκόμενος πάντως ὑφʼ ἑτέρου διδάσκεται· οὐ γὰρ ταυτὸν ἀγνοεῖν τε καὶ διδάσκειν ἐστὶ δυνατόν· διὰ τοῦτο εἶπεν ὁ ῥήτωρ ὅτι ταυτόν ἐστιν αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητής· ἵνʼ ᾖ ὁ μὲν διδάσκων θεὸς, ὁ δὲ διδασκόμενος ἄνθρωπος, ὃν καλεῖ αὐτοδίδακτον. καλῶς δὲ εἶπε τὸ ἐγγύθεν· οὐ γὰρ μετὰ πολλὰ τέθεικεν, ἀλλὰ … ὥστε εἶναι γνώριμον ὅτι τὸ αὐτό ἐστι.

ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων τῶν μνηστήρων.

εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν ἤγουν εἰς τὸ μὴ τέχνην ἔχειν. ἀντὶ τοῦ εἰς τὸ μὴ τέχνην ἔχειν· ἀεὶ γὰρ τοῦτο δείκνυσιν, ὡς ὅτι τὸ μὴ τιμὴν ἔχειν καὶ μάλιστα παρὰ θεῶν τέχνην ἐκπέφευγεν. ὅρα οὖν, ὃ σὺ κακίζεις, ὦ Πλάτων, τὸ μὴ ὂν τέχνη, ὅτι τοὺς κινδυνεύοντας ἐκσώζει.

κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις ἤγουν εἰς τὸν Νέστορα καὶ Μενέλαον.

ὡς δὲ προσέσχε τῇ Πύλῳ ἐλλιμένισεν. συντυγχάνειν ἔδει τῷ Νέστορι σημειωτέον τὴν λέξιν, ὅτι ἐπὶ ταύτης τῆς ἐννοίας οὐ λέγεται παρὰ τοῖς ἀρχαιοτέροις· ἀπὸ κοινοῦ δὲ τὸ πεποίηκεν. ἀγωνιῶντα καὶ ἀποροῦντα τὸν Τηλέμαχον.

πρὸς αὐτὸν τὸν Νέστορα.

κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος ἀντὶ τοῦ παρὰ σοὶ διὰ πλειόνων λεγόμενον εἰς ἕνα κατέκλεισε στίχον, ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους οὐδὲν ἄλλο εἰπὼν ἢ ὅτι ἄπειρος εἰμὶ λόγων.

ὁ δʼ ὁ Μέντωρ.

ἐπὶ σαυτῷ ἐπὶ τῇ σαυτοῦ φύσει.

θεῶν ἀέκητι μὴ βουλομένων.

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν τὴν φύσιν καὶ τὴν τροφήν· οὐχ ἁπλῶς δὲ τοῦτο ὁ ῥήτωρ ἐπισημαίνεται, ἀλλʼ ἐπειδὴ Πλάτων ἐκ φύσεως κακίζει. δείκνυσιν οὖν ἐνταῦθα ὅτι οὐ δεῖ ψέγειν τὴν φύσιν, εἴ γε παρὰ θεοῦ ὑπάρχει.

ταῦτα οὐ Μέντωρ οὐδʼ Ἀλιθέρσης αὐτῷ λέγει εἰς τούτους γὰρ ὁ θεὸς ἐσχηματίζετο.

λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ ἐπειδὴ Πλάτων ἔλεγεν ὅτι οἱ ἐκ φύσεως λέγοντες, εἰ καὶ ἄριστα λέγουσιν, ἀλλʼ ὅμως οὐ πρὸς τὴν χρείαν, οὐδὲ τὸ πείθειν, οὗτος φησὶν ὅτι ὁ Τηλέμαχος πρῶτον δημηγορῶν συνεμέτρει τῇ χρείᾳ τοὺς λόγους, καὶ πείθει δημηγορῶν. ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν, ἐῶ λέγειν τῆς Ἀθηνᾶς μήπω τις αὐτῷ ἀντιπέσῃ, ὅτι πρώτως τοῖς μνηστῆρσιν ἐδημηγόρησεν ὁμολογουμένως φησὶν ὅτι Ἀθηνᾶς ἦν τὰ ῥήματα. ἵνα μὴ ἀντιπέσῃ αὐτῷ, ὅτι οὐ πρῶτον παρὰ Νέστορι δημηγορεῖ, ἀλλʼ ἤδη καὶ ἐν τοῖς μνηστῆρσιν ἐδημηγόρησεν, ὡς ὁμολογούμενον αὐτὸ ἔλαβεν ὅτι Ἀθηνᾶς ἦν τὰ ῥήματα.

τυγχάνει τοῦ σκοποῦ οὕτως, ὥστε ὅ γε Νέστωρ ἐπειδὴ πολλάκις πείθουσί τινες οὐ κατὰ τέχνην, διὰ τὴν τῶν ἀκροωμένων εὐήθειαν, ἔφη ὡς οὐ τὸν τυχόντα ἔπειθεν, ἀλλὰ τὸν Νέστορα. ἐπειδὴ πολλάκις πείθουσιν οἱ ἄνθρωποι, οὐ κατὰ τέχνην τοὺς λόγους προσφέροντες, ἀλλὰ διὰ τὴν ἀκροωμένων εὐήθειαν, δεῖξαι θέλων τὸ θαυμαστὸν εἶπεν, ὅτι οὐ τὸν τυχόντα τῶν ῥητόρων ἔπειθεν, ἀλλὰ Νέστορα· ὡσανεὶ ἔλεγεν «Τοῦ καὶ ἀπὸ γλώττης γλυκίων ῥέεν αὐδή.»

ἐοικότες ἁρμόζοντες.

τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ἵνα δείξῃ πάλιν ὅτι οὐκ ἔμαθεν, εἶπε τὸ εὑρεῖν· εἶτα ἐπειδή φησι Πλάτων, τὴν τέχνην κρίνειν δύνασθαι μόνον, λέγει οὗτος, ὅτι τὸ σεμνὸν τῆς τέχνης εἶχεν ὁ Νέστωρ ἐκ φύσεως κρῖναι δυνάμενος. ὁ Νέστωρ αὐτῷ πεποίηται ὑπὸ τοῦ Ὁμήρου.

ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου τερπόμενον τῇ Μενελάου φωνῇ ποιεῖ τὸν Τηλέμαχον, ἵνα δείξῃ ὅτι ἠπίστατο τὰ λεγόμενα· οὐ γὰρ ἂν ἔχαιρεν ἀγνοῶν.

ὥστʼ, εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγέ φησιν ἐξαρκεῖ ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν κρίσιν καὶ δίχα τέχνης ἡ φύσις ἀρκεῖ σοι πρὸς χρείαν.

διʼ ὅλου τοῦ δράματος ἀντὶ τοῦ διʼ ὅλης τῆς ποιήσεως. δρᾶμα δὲ ἐκάλεσε τὴν ποίησιν, ἐπειδὴ ὥσπερ ἀπὸ συνθέσεώς τινος καὶ κατασκευῆς ταῦτα πρὸς τὴν χρείαν αὐτῷ πεποίηκεν Ὅμηρος. διὰ πάντων τῶν ἀξιόχρεων ἤγουν ἀξιολόγων ἀνθρώπων.

ἀλλὰ τὸ τῆς φύσεως κράτος, καὶ τὸ δοκοῦν τῷ θεῷ καλῶς ἐνταῦθα συνῆψεν ἀμφότερα· ἐπειδὴ γὰρ ὡμολόγητο τὰ παρὰ τῶν θεῶν εἶναι καλὰ, εἰπὼν τὸ τῆς φύσεως κράτος συνῆψε τὸ δοκοῦν τῷ θεῷ, δεικνὺς ὅτι ὁ εὑρὼν πάντα ἐκ θεοῦ ἔμαθεν.

πρὸς τὸν Φαίακα τὸν Εὐρύαλον.

ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων, καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη ὅτι τοσοῦτον δύναται ῥητορικὴ, ὥστε μὴ μόνον οἰκεῖον ἔχειν κάλλος, ἀλλὰ καὶ τὰς τοῦ σώματος ἐπικαλύπτειν αἰτίας.

ὥσπερ Πλάτωνι ἀποκρινάμενος ἐπειδὴ μεταγενέστερος ἦν ὁ Πλάτων, διὰ τοῦτο εἶπε τὸ ὥσπερ.

μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, —τοῦ μήτʼ εἰπόντος μήτε πεισθέντος ἀριθμητικόν ἐστι τὸ νόημα· οἱ γὰρ ἀριθμητικοὶ τὸν πρῶτον κατὰ τὴν τάξιν ἄκρον λέγουσι, καὶ πάλιν τὸν τρίτον ἄκρον ἔσχατον, τὸ δὲ μέσον, ὅ ἐστι τὸ δεύτερον, ὅρον καλοῦσιν, ἐπειδὴ τοσοῦτον ὑπερέχει κατὰ τὴν τάξιν τοῦ τρίτου, ὅσον ἀπολείπεται τοῦ πρώτου· οὕτω, φησὶ, καὶ ὁ πεισθεὶς λείπεται μὲν οὖν τοῦ φύσει εὑρόντος, ὑπερέχει δὲ τοῦ μήτε εὑρόντος μήτε νοήσαντος.

τοσούτῳ χείρω τοῦ νοήσαντος ὅσῳ βελτίω τοῦ μήτʼ εἰπόντος μήτε πεισθέντος ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλʼ ὁ φράσαι δυνάμενος οὗτος καὶ νοεῖ ἄριστα· ὁ δὲ μὴ δυνάμενος φράσαι ἀπόβλητός ἐστιν, ὡς καὶ ὁ Θουκυδίδης φησὶν, ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ ἐστὶν, εἰ καὶ μὴ ἐνεθυμήθη, διὰ τοῦτο οὗτος ἀντὶ τοῦ εἰπεῖν εὑρόντος εἰπόντος εἶπεν, εἰς τὸ ὁμολογούμενον καλὸν εἶεν τὸν λόγον· λέγω τὸ εἰπεῖν· κατὰ γὰρ τὸν Ἰσοκράτην εἴδωλόν ἐστι τῆς ψυχῆς ὁ λόγος· φησὶ γὰρ «Καὶ λόγος ἀληθὴς, καὶ νόμιμος, καὶ δίκαιος, ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν». ἐπειδὴ οὐ πάντως ὁ νοῶν καὶ φράσαι δύναται, ἀλλὰ ἐδεῖτο κατασκευῆς, — ὥσπερ καὶ ὁ Θουκυδίδης εἶπεν ὅτι ὁ συνιεὶς καὶ μὴ φράσας ἐν ἴσῳ καὶ μὴ ἐνεθυμήθη — διὰ τοῦτο οὗτος εἰς τὸ ὁμολογούμενον ἄγων τὸν λόγον φησὶν ὅτι ὁ φράσας καλῶς αὐτός ἐστιν ὁ νοήσας. οὐδέποτε γὰρ εἰπεῖν ἐνδέχεται τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα· κατὰ γὰρ τὸν Ἰσοκράτην—πιστῆς εἴδωλόν ἐστιν.

τοῦ μήτʼ εἰπόντος εὑρόντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπὼν πρὸς τὸ ἴδιον συμφέρον ὁ Ἀριστείδης μεταφέρει τὸν νοῦν τῶν ἐπῶν, καί φησιν· ὁ νοήσας ἐστὶν ἐκ φύσεως ἀγαθῆς ὁρμώμενος, ὅντινα λέγουσι καὶ εἰπόντα τὸν αὐτὸν εἶναι. ἰστέον δὲ ὅτι ὡς τοῦτο μᾶλλον παραλογίζεται. καλῶς δὲ προέταξε τὸν τῇ φύσει κρατοῦντα, καὶ ἐπήνεγκεν εὐθὺς τὸν ἄριστα καὶ εὖ εἰπόντα, ἵνα πάλιν ἐπαινέσῃ τὴν φύσιν.

ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα οὐδέποτε γὰρ ἐνδέχεται εἰπεῖν τὰ δέοντα μὴ νοήσαντα τὰ χρήσιμα.

ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν γεγονὼς ἐκ ποιμένος ἡ γὰρ ἀθρόα τῶν ἐπιτηδευμάτων μεταβολὴ σημαίνει τὴν εὕρεσιν. τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα ἐπιτήδευμα μέν ἐστιν ἡ μελέτη, τέχνη δὲ πύρας μελέτη. διαφέρει τέχνη ἐπιτηδεύματος· ἐπιτήδευμα γάρ ἐστιν ἡ μελέτη, τέχνη δὲ πέρας μελέτης.

ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι τάξει, διὰ τὸ πρῶτον εἶναι, δυνάμει, διὰ τὸ συνέχειν καὶ αὐτὴν τὴν τέχνην· τῆς γὰρ μαθήσεως ἀεὶ ἐπὶ τὸ ἔλαττον γινομένης, ἔμελλον τέχναι ἀπόλλυσθαι. καλῶς δὲ καὶ τὰ πρεσβεῖα εἶπεν, ὡς ἐπὶ πατέρων· τιμῶμεν γὰρ ἀεὶ τοὺς πατέρας ἡμῶν, διὰ τὸ πρὸ ἡμῶν εἶναι, καὶ ἐξ αὐτῶν ἡμᾶς γενέσθαι. εἰ δὲ δὴ μηδʼ ἁπλῶς ἀνθρώποις ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα.

νικῶντος τοῦ θεοῦ.

ὀρθῶς ἄρα καὶ δικαίως σύλλογος. ἐπειδὴ τὸ λέγειν κρεῖττον τόδε τοῦδε ἀποφαντικὸν ἦν, τοῦτο δὲ ἐδόκει βαρὺ εἶναι πρὸς Πλάτωνα ἄνδρα φιλόσοφον ἀγωνιζομένῳ, καλῶς ὡς παρὰ τοῦ Ἡσιόδου τὸν λόγον ἐποίησεν. ὁ τοῦ Ἑλικῶνος πρόσοικος Ἡσίοδος. τοῦτο οὐκ ἀκαίρως προσέθηκε, ἀλλὰ εἰς τὸ δεῖξαι· Ἑλικὼν ὄρος Βοιωτίας ἦν, ἐν ᾧ Ἡσίοδος ἐποίμαινε.

ὅπου τὸ ὅπου ἐνταῦθα ἀντὶ τοῦ ποῦ, ὥσπερ καὶ τὸ ὅπως ἀντὶ τοῦ πῶς. ὅπου γὰρ ἄν τις καὶ κράτιστον θείη τοῦτο τὸ σχῆμα καλεῖται διαπορητικόν· λογιζόμεθα γὰρ, εἰ ἐνδέχεται, νύκτωρ λάμπειν τὸν ἥλιον· διὸ καὶ ὥσπερ ἀπορήσας ἐπήγαγε τοῦτο κατʼ ἐπίκρισιν· οἷον οὐδὲ βουλομένῳ τινὶ φησὶν, εὐπορίας ἅ ἐστιν εἰπεῖν πρώτην εἶναι τὴν τέχνην.

φύσει κεκώλυται ὅπερ πάσχουσιν οἱ πρὸς μείζους ἀγωνιζόμενοι· οἷον ἡ τέχνη, φησὶν, ἕως πρὸς τὴν φύσιν οὐκ ἀγωνίζεται δοκεῖ τι εἶναι χρήσιμον, ἀγωνιζομένη δὲ ἀπολεῖται τοσοῦτον, ὥστε μηδὲ δόξαι τι χρήσιμον εἶναι.

εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον θαυμάσειεν ἄν τις τῆς μεταχειρίσεως τὸν ῥήτορα· ὅνπερ γὰρ τρόπον Δημοσθένης τὰς αἰτίας ἀπολύσασθαι, διὸ πείθει, βουλόμενος, πρῶτον μὲν λέγει μηδὲν αὐτὸν ἠδικηκέναι, εἶτα οὐδὲ εἰ θελήσειε δύναται· μικρὸν γὰρ πινάκιον πάντα ταῦτα κωλῦσαι δύναται· οὕτω καὶ Ἀριστείδης μετὰ τὸ θεῖναι τὸ διαπορητικὸν καὶ τὸ κατʼ ἐπίκρισιν τίθησι τὰς αἰτίας, διʼ ἃς φύσει κεκώλυται· φησὶ γὰρ ὅτι, εἰ τὸ μαθεῖν κρεῖττον τοῦ εὑρεῖν, αὐτὸ τὸ μαθεῖν περίεστι· καὶ λοιπὸν ποιεῖ πάσχουσαν τὴν τέχνην.

ὦ καὶ σὺ τὴν ποικίλην κοσμήσας ἐμφαντικόν ἐστι τὸ ὦ καὶ σύ· ὡσανεὶ ἔλεγε μετὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ τοὺς ἄλλους. τοῦτο δὲ εἶπεν, ὅτι καὶ ἐκεῖ Πλάτων ἐπαίδευε.

πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν οὐδεὶς ὁμολογεῖ χείρων εἶναι, μή τινος ἐπικειμένης ἀνάγκης· ἐνταῦθα οὖν ὁμολογοῦντα εἰσάγει τὸν μαθόντα ὅτι χείρων καθέστηκε τοῦ εὑρόντος, ἵνα δείξῃ ἐκ τῆς τοῦ πράγματος αὐτὸν ἀναγκαζόμενον φύσεως.

αὐτῷ τῷ λαβεῖν ἐπειδὴ συμβαίνει κακῶς, ἕτερόν τι διαφέρειν τὸν λαβόντα, διὰ τοῦτο εἶπεν ἀσφαλιζόμενος αὐτὸ τὸ λαβεῖν. ἐν δὲ τοῖς μαθήμασιν εἶπε, παρʼ οἷς μᾶλλον ἔδει κρατεῖν τὸ ἄλογον.

παρὰ τὴν αἰτίαν διὰ τὴν τέχνην.

ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος τοῦ Πινδάρου. ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται ἀποδεικτικῷ λόγῳ χρώμενος οὐ καταφεύγει πρὸς μάρτυρας ὁ Πλάτων. ἵνα οὖν μή τις ἀσθένειαν Ἀριστείδου καταψηφίσαιτο, ὡς μαρτυρίᾳ χρωμένου, διὰ τοῦτό φησιν ᾧ καὶ Πλάτων, ὡσανεὶ ἔλεγε· σὺ ὁ κατασκευαῖς χρώμενος καὶ ἀγωνίζεσθαι δεινὸς ὢν, ἡγεμὼν γέγονάς μοι πρὸς μάρτυρα ἐλθεῖν εἰς τὰ ἀναγκαῖα, μάρτυρι τῷ Πινδάρῳ χρησάμενος.

τὰ πλείστου, φασὶν, ἄξια χρῆται διὰ τὸ εἶναι παροιμίαν τὸ τὰ πλείστου ἄξια χρῆται, διὰ τοῦτο τὸ φασὶν εἶπεν.

ὥσπερ σιωπὴν κηρύξας ἐπειδὴ μετὰ τὴν κήρυκος φωνὴν σιωπὴ γίνεται, ἵνα εὐτάκτως ἀκούωσι τὰ λεγόμενα παρʼ οὑτινοσοῦν, διὰ τοῦτο λέγει ὥσπερ σιωπὴν κηρύξας. ἢ τῷ καθαρῶς ἀποφαίνεσθαι τὸ διάφορον τῆς φύσεως πρὸς τὴν τέχνην ὥσπερ σιγᾶν παρασκευάζει τοὺς ἀντιλέγειν ἐθέλοντας, καὶ ἀπαλλάττει ἡμᾶς πραγμάτων. σοφὸς ὁ πολλὰ εἰδὼς Πινδάρου.

πανγλωσσία πολυλογία.

βραχύτερον ἤγουν βραχυτέρως.

ἐκεῖνο μὲν τὸ ὑπὲρ τῆς φύσεως. τοῦτο δὲ τὸ ὑπὲρ τοῦ μαθήματος.

εἰ γὰρ ἐν αὐτοῖς τοῖς λόγοις τοὺς τὰ ὑφʼ ἑτέρου τοῦτο Ἀριστείδης ὡς ἐξ οἰκείας ἐπικρίσεως λαμβάνει, τὰ Πινδάρου βεβαιῶν. φησὶ δὲ παράδειγμα τῶν κλεπτόντων τοὺς λόγους οὐχ ἁπλῶς, ἀλλὰ τῶν μὲν οἰκείων τοῦ προκειμένου πράγματος ἔλαβε τοὺς λόγους, ἅμα δὲ καὶ διὰ τὸ μιμήσασθαι τὸν Πλάτωνα· ὥσπερ γὰρ ἐκεῖνος τὴν ὀψοποιίαν ἔλεγεν ὁμοίαν εἶναι τῇ ῥητορικῇ, οὕτω καὶ οὗτος ἀνθορίζεται, καὶ δείκνυσι τὴν τέχνην τοῖς κλέπταις εἶναι ὁμοίαν.

πάσης ἀλογίας μεστὸν τοῦτο λέγει, ἐπειδὴ ἄνω καὶ κάτω ὁ Πλάτων ῥητόρων ἀλογίαν τούτοις εἰδὼς, ἐφʼ οἷς ἄλλων κατηγορεῖς.

καίτοι εἰ ποιηταὶ μὲν οὐ τέχνη καὶ τὴν ποιητικὴν δὲ Πλάτων διέβαλλεν ὡς οὐκ οὖσαν τέχνην. ἔλεγε δὲ αὐτὸς ὡς ἡ τέχνη χρηστὸν ἔχει τὸ πέρας. ὅρα οὖν πῶς αὐτὸν ἐλέγχει, καὶ δείκνυσιν αὐτὴν τὴν ποιητικὴν χρηστὸν ἔχουσαν πέρας ἐκ τοῦ παιδεύειν καὶ γνώμας λέγειν· οὐκοῦν δικαίως ἂν εἴη τέχνη διὰ τοῦτο. τὸ δὲ ὥς φησι Πλάτων κατʼ εἰρωνείαν λέγει, ἀντὶ τοῦ διὰ τῶν οἰκείων ἐλεγχόμενος λόγων· ὡς καὶ ἐπιφέρει τοὺς ἐπιγινομένους· τοῦτο πρὸς αὔξησιν εἴρηται, ὡς τῆς τέχνης μὴ δυναμένης τοῦτο ποιῆσαι.

προσθήσω δʼ ὅτι καὶ διʼ ἀμφοτέρων οἱ θεοὶ, καὶ Πλάτωνος καὶ τῶν ποιητῶν, ὅτι ῥητορικὴ καλὸν καὶ θεῖον διʼ ἀμφοτέρων λέγει τοὺς θεοὺς μαρτυροῦντας οὕτως· διὰ μὲν τῶν ποιητῶν, ὅτι ἐπιπνεόμενοι παρʼ αὐτῶν λέγουσι τοιαῦτα, οἷα δηλοῦσι, μὴ πάντως τὸ μὴ σὺν τέχνῃ κακόν· διὰ Πλάτωνος δὲ, ὅτι αὐτὸς ἔφη τοὺς ποιητὰς μὴ σὺν τέχνῃ λέγειν, ὅτι καὶ αὐτὸς εἶπέ τινα, ἃ μὴ μεμάθηκε, διʼ ὧν δείκνυσιν ὅτι καὶ τὸ ἔξω τέχνης καλόν. δεῖ δὲ ἀπὸ κοινοῦ λαβεῖν τὸ μαρτυροῦσι πρὸς τὰ ἑξῆς, ἵνα ᾖ ἡ ἀπόδοσις οὕτως· οἷς ταῦτα μαρτυροῦσιν, ὅτι καὶ ἡ ῥητορικὴ καλόν.

εἰ καὶ τέχνῃ μὲν ἀνθρώποις ὅρα πῶς διὰ τῶν λέξεων, διʼ ὧν Πλάτων ἔψεγεν ὁρίζων, οὗτος ἀποδείκνυσι διὰ τούτων ὑπερβαίνουσαν τέχνην τὴν ῥητορικήν.

εἰ τοίνυν μήτε ποιητῶν μηδένα ὅρα πῶς καὶ τὴν πασῶν μείζονα μαρτυρίαν λέγει, καὶ τὰς ἀποβεβηκυίας οὐκ ἀπόλλυσι· μαρτυρεῖ μὲν γὰρ ὁ Πλάτων διʼ ὧν ὁρίζεται τὴν ῥητορικὴν, καὶ οἱ ποιηταὶ διʼ ὧν λέγουσι, θεοὶ δὲ διὰ τούτων, ὅτι καὶ Πλάτωνι, καὶ Ὁμήρῳ, καὶ Ἡσιόδῳ καὶ Πινδάρῳ φύσεις παρέσχον ὑπερβαλλούσας τὴν τέχνην. ὅρα δὲ πῶς μέλλων παύεσθαι τοῦ κεχρῆσθαι μάρτυσι προσποιεῖται καταφρονεῖν τῶν μαρτύρων, ἵνα κἀνταῦθα περιγένηται Πλάτωνος, ὡς ἀποδεικτικῷ μᾶλλον χρησάμενος λόγῳ, ἐπειδὴ αὐτὸς ὁ Πλάτων τὰς μὲν μαρτυρίας ψέγει, τὸν δὲ ἀποδεικτικὸν ἀποδέχεται λόγον· ὅθεν οὐδὲ νομίσαι τὸ χωρίον τοῦτο ἀποροῦντος μαρτύρων, ἀλλὰ μᾶλλον ὡς καταφρονοῦντος.

τίς γὰρ οὐκ οἶδεν ὅτι κἀν τοῖς σώμασιν λοιπὸν τὰς τοῦ σώματος μόνον διέξεισιν ἀρετὰς χωρίσας τῶν τῆς ψυχῆς. εἰσὶ δὲ αὗται· ῥώμη καὶ κάλλος· τὴν γὰρ χάριν οὐ τρίτην εἶπεν οὖσαν, ἀλλʼ ὡς ἐν ῥώμῃ καὶ κάλλει εὑρισκομένην. τὸ δὲ ἀπὸ χειρῶν ἢ λόγου τινὸς εἶπεν, ἵνα ἐκ μὲν τῶν χωρῶν σημαίνῃ τὴν γυμναστικὴν, ἐκ δὲ τοῦ λόγου τὴν ἰατρικήν. αὐτὰς οὖν δείκνυσι λειπομένας τῆς φύσεως, εἴπερ εἰσὶ τέχναι παρὰ τῷ Πλάτωνι ἐπαινούμεναι.

οὐδʼ ἀπὸ χειρῶν—ἀπαντᾷ ἀντὶ τοῦ ὅπερ ἡ φύσις παρέχειν δύναται, ἀπορεῖ τέχνη φιλοτιμήσασθαι.

ἐπαλεῖψαι μὲν ταῦτα τῆς γυμναστικῆς. θεραπεῦσαι τῆς ἰατρικῆς.

δεινὴ ἐπιτηδεία. οὐκοῦν διακόνου καὶ θεραπαίνης τάξιν ἔχειν προσήκει τῇ τέχνῃ ἐπειδὴ Πλάτων διακόνους τοὺς ῥήτορας ἔλεγεν, ἀντιπεριίστησιν αὐτῷ τὴν κατηγορίαν, ὅτι διακόνῳ ἔοικεν ἡ τέχνη.

νομίζειν νόμιμον ἡγεῖσθαι.

ὥσπερ ἂν εἴ τις τὰ ὑποδήματα κρείττω τῶν ποδῶν—κρίνοι δοκεῖ μὲν εὐτελὲς εἶναι τὸ παράδειγμα, πάνυ δὲ οἰκεῖόν ἐστι καὶ οἴκοθεν Πλάτωνι· ἐπειδὴ γὰρ τὴν ῥητορικὴν διαβάλλει τὴν κομμωτικὴν, θέλει δεῖξαι ὅτι μᾶλλον ἡ τέχνη ἔοικε τῇ κομμωτικῇ, εἴ γε τὰ ὑποδήματα, ἅτινά ἐστι τῆς κομμωτικῆς, λείπεται τῶν ποδῶν καὶ τοῦ ἄλλου σώματος, ὅπερ ἐστὶ τῆς φύσεως.

ἄλογον μέν τʼ ἂν εἴη κατʼ αὐτὸ—συλλέξαντα τοῦ κληρονομήσαντος ἕτερον πολλάκις γὰρ ἃ οὗτος ἔλαβε διαφθείρει ἀσωτίᾳ φύσεως. οἰκεῖον τὸ παράδειγμα καὶ μεστὸν ἐπαίνου τῆς φύσεως· ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ συναθροίσαντες χρήματα καὶ σώζειν ἐγνώκασιν αὐτὰ, οἱ δὲ κληρονομήσαντες, ἀνόητοι πολλάκις ὄντες, διαφθείρουσιν αὐτὰ, οὕτω καὶ ἐπὶ τῶν λόγων καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων οἱ μὲν ἀφʼ ἑαυτῶν νοήσαντές τι οὐκ ἐπιλαθέσθαι δύνανται, οἱ δὲ διδαχθέντες πολλάκις ἐπιλανθάνονται.

τὸν αὐτὸν πορίσαντα καὶ συλλέξαντα τὸν πόνῳ οἰκείῳ ἀθροίσαντα.

ὅστις παρʼ ἄλλου φαίνεται μετειληφὼς Δημοσθενικῶς οὐκ εἶπεν εἰληφὼς, ἀλλὰ μετειληφώς· εἴληφε γὰρ ὁ παρʼ αὐτῆς τῆς φύσεως δεξάμενος, μετείληφε δὲ ὁ λαβὼν ἐκ τοῦ λαβόντος παρὰ τῆς φύσεως· καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας «Πότερον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, ἢ μετʼ ἔχθρας ἀφʼ ὧν εἰλήφασιν οὗτοι μεταλαβεῖν.»

ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει σχετλιάζοντος καὶ μεμφομένου τὰ ῥήματα, ὅτι ἐπαινεῖται τέχνη, διʼ ἣν ἀπόλλυνται τὰ πράγματα, καὶ τοὐναντίον ψέγεται φύσις, διʼ ἣν τὰ πάντα συνέστηκε.

καὶ οὐδεὶς τὸν Δαίδαλον, οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν ἀπόδειξις αὕτη τοῦ ἀπόλλυσθαι τὰ πράγματα, ὅσον ἐστὶ κατὰ τὰς τέχνας, καὶ πάλιν σώζεσθαι κατὰ τὴν φύσιν. τί γάρ φησιν· οὐδεὶς γὰρ ὡς οἶδε διδάσκει· πῶς οὖν οἱ τελευταῖοι τῶν πρότερον μείζους ἐγένοντο; λέγομεν ὅτι διὰ τὴν φύσιν εἶπεν, ἵνα δείξῃ ὅτι πᾶν ἐπαινούμενον διʼ αὐτῆς ἐστι.

ἐκ μικρῶν καὶ φαύλων τὸ κατʼ ἀρχὰς εἰς τὸ μεῖζον καὶ τελεώτερον αἱ τέχναι κατέστησαν ἵνα δείξῃ ὅτι τέχναι διὰ φύσεως καὶ εὑρέθησαν καὶ ηὐξήθησαν.

αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις ταῦτα λέγει, ὡς ἀποδείξας τῇ φύσει οὐχ εὗρεν ἐξαρχῆς τὴν τέχνην· τῇ γὰρ φύσει μὴ περὶ τάξεως ἀμφισβητεῖ τέχνης καὶ φύσεως, ἐπεὶ καὶ τὸ εἶναι καὶ τὸ γενέσθαι προσαπολλύεις τῆς φύσεως.

ἀλλʼ οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους κατʼ εἰρωνείαν. ταῦτα κατʼ εἰρωνείαν, σκώπτων τὸν Πλάτωνα, ὡς ἐκείνου ἀποσεμνύνοντος τὰς τέχνας· οὐ γὰρ ἡ τέχνη, φησὶν, ἑαυτὴν ἐξεῦρεν, ἀλλʼ ἡ φύσις τὴν τέχνην, ὥστε εἰ μὴ ἦν πρώτη ἡ φύσις, οὐκ ἂν ἡ τέχνη πρὸς μέγα ᾔρθη. τῇ δυνάμει τῆς φύσεως.

οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης τῇ μαθήσει.

ᾧ τὴν τέχνην παρεληλύθασι τῇ φύσει.

ὁ Φειδίας, ὁ Ζεῦξις, ὁ Ἱπποκράτης, ὁ Δημοσθένης βουλόμενος ἐκ πλειόνων τεχνῶν καὶ λογικῶν καὶ πρακτικῶν τὴν τῆς φύσεως ἐνδείξασθαι δύναμιν εἶπε τοὺς τέσσαρας τούτους.

ἐνιδόντες ἐνδόντες.

κατʼ αὐτὴν τὴν φύσιν ἵνα δείξῃ ὅτι οὐκ ἐνδέχεται μὴ ἄρχεσθαι τὴν τέχνην ὑπὸ τῆς φύσεως. ἐπειδήπερ καὶ λόγων καὶ πραγμάτων ἁπάντων, καὶ θεῶν καὶ ἀνθρώπων ἐστὶ φύσις, οὐ τέχνη ἀκολούθως ὁ Ἀριστείδης προέταξε λόγους τῶν πραγμάτων καὶ θεοὺς ἀνθρώπων, διὰ τὸ τὴν διαφορὰν ἀμφοτέρων ἐνδείξασθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὡς ἔχει φύσεως ὁ λίθος γίνεσθαι ἀναίσθητος.

πρεσβεύων τὴν τέχνην ὑπὲρ τὴν φύσιν. ἀτιμάσει τοὺς πατέρας τῶν τεχνῶν ταύτας γὰρ ἀπὸ φύσεως εὗρον.

ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα Μοῦσαι καὶ Ἀπόλλων ποιητικὴν εὗρον, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλκευτικὴν, καὶ ἄλλοι ἄλλας τέχνας. Ἀπόλλων ποιητικὴν εὗρεν, Ἑρμῆς ῥητορικὴν, Ἥφαιστος χαλκευτικήν.

σημαίνειν προστάττειν.

οὔτε γὰρ δήπου θεῶν ἅπανθʼ εὑρόντων, αἰσχρὸν κατʼ ἄμφω τοὺς θεοὺς ἄρχοντας δείκνυσι, καὶ ὅτι τὸ εὑρεῖν ἀρχῆς παραστατικὸν, ἐπειδὴ τὸ εὑρεθὲν οὔπω πρότερον ὂν ἀρχὴν ἔλαβεν εὑρεθέν· ἅπαντα δὲ οἱ θεοὶ εὗρον· καὶ ὅτι ὁ ἄρχων οὐχ ἕτερός ἐστιν ἀλλʼ ἢ ὁ προστάττειν ἄξιος· τοιοῦτοι δὲ οἱ θεοί· ὥστε ἐξ ἀμφοτέρων τὸ τῆς ἀρχῆς ὄνομα ἔχουσιν.

ὁ τῶν παρθένων ἐπαινέτης τε—ποιητὴς ὁ Ἀλκμάν.

ὄνομʼ ὄνομα.

εἶτʼ τὸ εἶτα παρέλκον.

ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου σύγκρισις.

ἢ κομιδῆ εἰ δὲ μή.

ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι ἕως ἐνταῦθα κατεσκεύασεν ὅτι τὸ ἔξω τῆς τέχνης καλόν· ἐντεῦθεν δὲ πάλιν λοιπὸν κατασκευάσαι βούλεται ὅτι οὐ πᾶσα τέχνη καλὴ καὶ ἐπαίνου ἀξία.

καὶ μὴν οὐκ ἐμὸς ὁ μῦθος, ἔφη ὁ Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων ἔν τινι δράματι Εὐριπίδης οὕτως ἔφη «Σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις». προσπαίζων οὖν ὁ Πλάτων εἰς τὸ τοῦ Εὐριπίδου ἰαμβεῖον οὐκ ἐμὸς ὁ μῦθος φησίν.

παρὰ διὰ,

προσφέρειν ὑβρίζειν.

ἢ ταῦτα ἴσα ἀντʼ ἴσων οὕτως γὰρ ἐκεῖ λέγει· οὐ ταῦτα ἴσα ἀντʼ ἴσων.

ὅπερ δὲ ἐν τοῖς ἄνω, τοῦτο κἀνταῦθα ποιήσω χρησάμενος ἄνω τῇ ἀντιπαραστάσει, ὡς, εἰ καὶ οὐ τέχνη ἡ ῥητορικὴ, οὐδὲν βλάβος αὐτῇ, εἰ μὴ καὶ μᾶλλον ἔπαινος, καὶ τοῦτο μάλιστα ἀποδείξας, νῦν κέχρηται τῇ ἐνστάσει, δεικνὺς ταύτην ὅτι καὶ τέχνη.

τῷ λόγῳ τῷ μετὰ τὴν φύσιν τοῦ πράγματος.

εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνειν ἐπίκρισις.

ἐπὶ πλεῖστον ἡ ῥητορικὴ σώζει λόγον ἤγουν οὐκ ἄλογός ἐστιν, ὡς σὺ φὴς, ἀλλὰ πλείστῳ χρῆται τῷ λόγῳ.

συγκρουόμενον παραβαλλόμενον.

ὃ τότʼ ἦν πυρὰ τῶν ὀφθαλμῶν ἐν τῷ τοξεύειν.

παρὰ τῆς Καλυψοῦς ὄνομα θεᾶς.

τὴν ἄρκτον τὴν τρεμουντάναν.

ὥστε Φάρου τυχεῖν τοῦ κυβερνήτου.

ὡς ἄνθρωπος ἀνθρώποις θεοῦ γὰρ τὸ τέλειον.

τοῦ Γαργάρου Γάργαρος, ἡ ἐξοχὴ Ἴδης.

ὥστε σοι τὸ τοῦ μορίου εἴδωλον σκιᾶς ὄναρ εἰς ἔλεγχον κατὰ Πίνδαρον γίγνεται καλοῦντι γὰρ τὴν ῥητορικὴν πολιτικῆς μορίου εἴδωλον ἀνυπόστατόν σοι τοῦτο εἰς τὸν αὐτῆς ἔλεγχον γίνεται· οὐδὲν γάρ ἐστι τὸ τῆς σκιᾶς ὄναρ. λέγει δὲ τοῦτο ὁ Πίνδαρος περὶ τοῦ ἀνθρώπου.

ἤδη πάλαι.

τούτοις τοῖς φαρμάκοις, ταῖς διαίταις. ὅπως δʼ ἕκαστος ἡμῶν ἔχει φύσεως ἢ συγκρίσεως ἀγνοῶν φύσεως μὲν, ὡς ἐπὶ πολλοῦ τοῦ σώματος, οἷον θερμὸς, ψυχρός· συγκρίσεως δὲ, ἐπὶ μορίων· οἷον τὸ ἧπαρ, θερμότης τοῦ ἐγκεφάλου, καὶ ὁ ἐγκέφαλος, θερμότης τῆς καρδίας. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον θερμὸς, ψυχρὸς, ὑγρὸς, ξηρός· συγκρίσεως δὲ, ἐπὶ μορίων τὸ ἧπαρ θερμότερον, τὸν δὲ ἐγκέφαλον ψυχρότερον· ἢ τὸν μὲν ἐγκέφαλον θερμότερον, τὴν δὲ καρδίαν ψυχροτέραν. φύσεως μὲν, ὡς ἐπὶ ὅλου τοῦ σώματος· οἷον εἰ θερμὸς, ψυχρὸς, ξηρὸς, ὑγρός· συγκρίσεως δὲ, ἐπὶ μορίου· οἷον εἰ τὸ μὲν ἧπαρ θερμότερος, τὸν δὲ ἐγκέφαλον ψυχρότερος, ἢ τὸν μὲν ἐγκέφαλον θερμότερος, τὴν δὲ καρδίαν ψυχρότερος.

οὑτοσὶ ὁ ἀσθενής.

τοῦ τὴν Ἐπίδαυρον ἔχοντος θεοῦ τοῦ Ἀσκληπιοῦ.

ἀπὸ τῶν πολλῶν καὶ κοινῶν καθολικωτέρων.

τὰ ἴδια τὰ κατὰ μέρος. εἰ δʼ ἄρα καὶ ἰδίᾳ τισὶ οἶδεν Ἀριστείδης τοὺς ἰατροὺς τοὺς προσεδρεύοντας οἰκείως, καὶ διὰ τοῦτο εἶπε καὶ τὰς διαίτας καὶ τὰς κράσεις ἐκ τοῦ συνεῖναι ἐγνώκασι τῶν νοσούντων· ἀλλʼ ὅμως ἐν αὐτῷ τὸ περιοδεύειν στοχάζονται. ὅρα δὲ πῶς στοχαστικὴν ὑποδείκνυσι τέχνην ἐκ τοῦ εἰπεῖν τὸ ἐκλέγοντες, ὅ ἐστι μετὰ λόγου τινὸς προθηρώμενοι τὸ συμφέρον τῷ νοσοῦντι.

ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀδάμας λίθος ἐστὶ μὴ εἴκων σιδήρῳ· παίζει δὲ πρὸς αὐτὸν, ὅτι διὰ τῶν αὐτοῦ ἀνέλυσε τὰ αὐτοῦ διὰ γυμναστικῆς καὶ τῶν ἄλλων.

ἀνάγκαις ἀντιρρήσεσιν. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι, ἐπειδὴ διάφοροί εἰσιν αἱ τῶν σωμάτων λυσιτελήσεις νοσούντων τε καὶ ὑγιαινόντων, οὕτω καὶ αἱ ὑγεῖαι καὶ αἱ νόσοι διάφοροι. τὸ πρῶτον εἴρηται ἐπὶ διαφορᾶς ὑγιαινόντων πρὸς νοσοῦντας, τὸ δὲ δεύτερον ἐπὶ διαφορᾶς νοσούντων πρὸς νοσοῦντας. ἡ δὲ σύγκρισις οὕτως· πλέον οὐ συμφέρει τοῖς νοσοῦσι τὰ ὅμοια, εἴπερ ὑγιαίνουσι καὶ νοσοῦσι.

οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ ἐστί.

ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐκ τῶν ὁρωμένων τὰ ἀφανῆ κατασκευάζει. λέγει δὲ ὁρώμενον μὲν τὴν ὄψιν, ἀφανὲς δὲ τὴν φύσιν. τὸ δὲ ἐπιχείρημα ῥητορικόν. ὅρα πῶς τεχνικῶς· καθὸ μὲν γὰρ τὸ γένος κοινωνίαν ἔχει, παραλιμπάνει οἷον ἐν τῷ ἔχειν ῥῖνα, καὶ ὀφθαλμοὺς, καὶ τὰ ἄλλα, κοινωνοῦμεν, ἐν δὲ τῷ τὴν ἰδίαν ἔχειν διαφέρομεν· αὕτη δέ ἐστι περὶ τὴν ὄψιν. ὅρα οὖν ὅτι ἐκ τοῦ μερικοῦ καθολικὸν δείκνυσι· καθολικὸν μὲν γὰρ ἡ τοῦ παντὸς σώματος κρᾶσις, μερικὸν δὲ τὸ τῆς ὄψεως· βούλεται δὲ δεῖξαι, τῆς κράσεως διαφερούσης, ἀνάγκη στοχάζεσθαι τὸν ἰατρόν.

μὴ πᾶσι δεῖν τῶν αὐτῶν φαρμάκων. ὃ λέγω λείπεται τὸ στοχαστικῶς κρίνειν τὸν ἰατρόν.

μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον ἔθος ἦν τοὺς θαυμαστόν τι ποιήσαντας ἐκεῖ ἵστασθαι. σφυρήλατος χαλκοῦς ἀνδριάς. πομπείου τυχὼν πομπεῖον σκεῦος ἱερόν ἐστιν, ἐφʼ οὗ τὰ τῶν θεῶν ἀγάλματα ἐν ταῖς ἑορταῖς ἐπόμπευον.

σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς καλὸν ἐπιχείρημα τὸ τῆς ὁμολογίας καὶ ἐν καιρῷ ληφθέν. τί γὰρ, φησὶ, τέχνη ἡ γραφικὴ, ὡς λέγει· τὸ δὲ ἔργον αὐτοῦ εἰκών· τὸ δὲ εἰκάζειν τί ἐστιν; οὐ στοχάζεσθαι; τέχνη οὖν ἂν εἴη τὸ στοχάζεσθαι. καὶ λοιπὸν ποιεῖ διλήμματον. εἰ μὲν ὡς τῆς γραφικῆς τὸ στοχάζεσθαι δὲ ἐκ τέχνης, καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸ τῆς γραφῆς, πάλιν ἐξ αὐτῆς προῆλθεν ἡ γραφική. καλὸν ἐπιχείρημα τῆς ἐτυμολογίας, καὶ ἐν καιρῷ ληφθέν· τί γὰρ, φησὶ, τέχνης ἡ γραφικὴ, ὡς λέγεις· τὸ δὲ ἔργον αὐτῆς εἰκών· τὸ δὲ εἰκάζειν τί ἐστι; οὐ τὸ στοχάζεσθαι; καὶ λοιπὸν ποιεῖ διλήμματον· εἰ μὲν ἐκτὸς γραφικῆς τὸ στοχάζεσθαι, προῆλθε δηλονότι ἐκ τέχνης καὶ πᾶν τὸ ἔχον αὐτὴν τέχνη· εἰ δὲ πρὸς τῆς γραφικῆς, πάλιν ἐξ αὐτοῦ προῆλθεν ἡ γραφική.

τὸ ῥῆμα τὸ εἰκάζον. τὸ τεχνίτης. αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι ἀπόδειξις τοῦ ὅτι τέχνη τὸ στοχάζεσθαι τὸ ἀπὸ τέχνης αὐτὸ λαμβάνειν τὴν προσηγορίαν.

ἡμετέραν χάριν ἀντὶ τοῦ οὐ παρὰ τῆς ἀληθείας, ἀλλὰ παρʼ ἡμῶν.

καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης— ἡ τοῦ χρώματος δήπου μίξις κατὰ πάντα τὰ ἄλλα ἡ γραφικὴ τῆς πλαστικῆς λείπεται· ἡ μὲν γὰρ σῶμα ὑφεστηκὸς δείκνυσιν, ἡ δὲ ὥσπερ σκιᾶς μόνον. τί οὖν ἐστιν, ὃ λέγω γραφικὴν λειπομένην ἐν τοῖς ἄλλοις ἐν τῷ στοχάζεσθαι νικᾶν· διὰ γὰρ τῆς μίξεως τῶν χρωμάτων περισσῶς ἡμῖν μικροῦ δεῖ τὸν ἀπεικαζόμενον· στοχάζεται γὰρ αὐτοῦ τοῦ χαρακτῆρος καὶ τῆς ἰδέας, ὥστε ἐν τούτῳ δείκνυσιν εὐδοκιμοῦσαν τὴν τέχνην, ἐν ᾧ στοχάζεται.

καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ἕως ἐνταῦθα τὸ ἥμισυ τινὲς ὑπέλαβον· ἔστι δὲ τὸ νόημα ὥσπερ ἀπειρηκότος αὐτοῦ πρὸς τὸ πλῆθος τῶν ἀποδείξεων. κακῶς ἐνταῦθα διαιροῦσι τὸν λόγον· οὐ γὰρ δυνατὸν, μήπω τῆς κατασκευῆς περαιωθείσης, τέλος ἐπιδέχεσθαι τὸν λόγον· ἀλλʼ οὐδὲ πάλιν οἷόν τε γενέσθαι λόγον περὶ τὸ μέσον τῆς κατασκευῆς· ἀποδεικνύντος γὰρ ὅτι τὸ στοχάζεσθαι τέχνης, καὶ οὐδέπω τούτου περαιωθέντος, ἐπεισήνεγκεν ἄλογον τομὴν τῷ λόγῳ. ἰστέον δὲ ὅτι δύο εἰσὶ μόνοι ὑπὲρ ῥητορικῆς λόγοι· ἀλλὰ διὰ τὸ μῆκος αὐτῶν διῃρέθησαν, ὡς αἱ Θουκυδίδου ἱστορίαι.

αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον, εἰκάσαι ἀντὶ τοῦ παρʼ οἷς τὸ μέλλον μανθάνομεν, αὕτη κινδυνεύει στοχάζεσθαι. οὐχ ἁπλῶς εἶπε κινδυνεύει, ἀλλὰ βουλόμενος δεῖξαι ἐκ μέρους αὐτὴν στοχαζομένην· οἷον ἡ οἰωνιστικὴ μέρος τῆς μαντικῆς· αὕτη δὲ στοχάζεται· οὐκοῦν ἐκ μέρους ἡ μαντικὴ στοχάζεται.

ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις δράματα ἐκάλει Πλάτων τοὺς διαλόγους, ἐπειδήπερ εἰ καὶ παράδοξά εἰσιν, οὕτω κἀνταῦθα. ἐν αὐτοῖς, οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ὅτε ἠγωνίζετο, ὅτι τὰ ἐκτὸς τῆς τέχνης μείζονα τέχνης ἐστί.

οἰήσει ἐπάρσει.

σεμνύνοντες μεγαθύνοντες. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῄς ὁ Πλάτων εἶπεν ἐν τῷ διαλόγῳ διὰ τῶν ἄλλων σημείων, ἀντὶ θυσιῶν, κληδόνων, ἵνα περιλάβῃ πάσας τὰς οἰωνιστικὰς, οὐ μὴν αὐτὴν τὴν μαντικήν. οὗτος δὲ ὅρα πῶς παρακρούεται, ἐκ μὲν τῶν ὀρνιθοσκόπων τὴν οἰωνιστικὴν λέγων, ἐκ δὲ τῶν ἄλλων σημείων τὴν μαντικὴν πᾶσαν ἐκφαίνων.

προσφάσκουσιν προλέγουσι.

διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος—καὶ τέλος αὐτὸς ἔχει Εὐριπίδης ἐν ἀπράκτοις πράγμασι φησὶ τὸ Ζεὺς μάντις ἐν θεοῖσιν ἀψευδέστατος· εἶτα μετʼ ὀλίγον· καὶ τέλος αὐτὸς ἔχει. καὶ διὰ τοῦτο οὖν ἀψευδὴς μάντις, ὅτι καὶ τῆς ἐκβάσεώς ἐστι κύριος· ὥστε ὁ τὸ τέλος ἐν αὐτῷ μὴ ἔχων οὐκ ἀψευδὴς μάντις, ἀλλʼ εἰκαστὴς ἂν ἦν.

οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἢ τὶ τῶν ἐκφανέντων πάλιν τὰ δύο μέρη τῆς οἰωνιστικῆς, ἢ τῆς ὅλης μαντικῆς. τὸ μὲν γὰρ πρὸς τὸν ψόφον ἐστὶν, ὡς ἐπὶ τῶν θυρῶν· οἱ τὰ θέματα λέγοντες πρὸς τοὺς ψόφους εἰκάζοντες λέγουσιν· οἱ δὲ ἐν σκοτίᾳ ἀκούοντες ἀτρετύπου στοχάζονται, ἢ χαλκοῦ ἢ χρυσοῦ. ἐκφανέντος δέ ἐστιν, ὡς ἐπὶ τῆς ὄρνιθος σκοπιᾶς ἀρωδιῶν, ὥς φησιν Ὅμηρος, ἢ ἄλλο τι τῶν τοιούτων, εἶδέ τις, εἶτα εἰκάζει. τὶ πρός τι.

τὰς πύστεις τοῖς σημείοις προάγων εἰκάζει πρὸς τὸν λόγον ὁ εἰδὼς πολλάκις καὶ … εἰκάζει ἑτέρων. τοῦτο οὖν βούλεται δεῖξαι ὅτι ὁ εἰκάζων μαντεύεται, καὶ λέγει ὅτι ἐξ αὐτοῦ πρώτου τοῦ ἐρωτῶντος λαμβάνει τὰς ἀφορμὰς τοῦ εἰκάσαι, εἶτα εἰκάζει σχεδὸν τὸν μάντιν, καί φησι τὰς ἐρωτήσεις τοῖς συμβαίνουσι σημείοις προφέρων μετὰ λόγου εἰκάζει. εἰκάζει πρὸς τὸν λόγον τὸ μέλλον.

ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν ὁ Μένανδρος· εἶπε γὰρ «Μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς».

νίκη πολέμου; πρόκειται ὡς ἐρώτησιν. τίνος συμβάντος ἔσται ἡ νίκη.

ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὗτος οὕτω συμβάλλεται ὅρα πῶς δεινὸς πάλιν τοῖς μάντεσιν ἄγνοιαν περιποιεῖ· καὶ ἀφανές ἐστι τούτοις τὸ μέλλον· ἐν παραδείγματι γὰρ τὸ ἀφανέστερον τοῦ ἀφανοῦς ἔλαβε· λέγω δὴ τοῦ μάντεως, ἵνα πλέον τὸν μάντιν ἀγνοοῦντα δείξας στοχαζόμενον αὐτὸν δείξῃ.

τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τρία εἰσὶν ἐν ἀνθρώπῳ, ψυχὴ, σῶμα, καὶ τὰ ἐκτὸς τούτων. τὰ μὲν δύο ὑπὸ μοῖραν ἄγεται, τὸ δὲ ἓν — ἔστιν ἡ ψυχὴ — οὐκ ἀνάγεται· διὸ καὶ κρίνεται ὑπὲρ ὧν αὐτῶν νόμος οὖσα πράττει, ἐπεὶ διὰ τί φόνου καὶ ἀσεβείας δίκας ὑπέχομεν, ὑπὲρ δὲ τοῦ γενέσθαι τυφλὸν, ἢ πένητα, ἢ πλούσιον, οὐκ ἔστι κρίσις. ἐπειδὴ οὖν οἱ ἀστρολόγοι περὶ τῶν σωμάτων μόνον λέγουσι καὶ τῶν ἐκτὸς, οὐκ ἔτι δὲ περὶ τῆς ψυχῆς, ὡς οἱ ἀνόητοι ὑπισχνοῦνται, διὰ τοῦτο λέγει Ἀριστείδης ὅτι οἱ ἀστρολόγοι εἰκάζουσιν, ἵνα δείξῃ τὸ μέγεθος τοῦ στοχαστικοῦ, ὃ καὶ μέχρι τῶν θεῶν χωρεῖ.

αὐτὰ δʼ ἕκαστα τὸν τρόπον, καὶ τὰ λοιπά.

ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος— ἀλλήλων κεχωρισμένα τί δέ ἐστι τὰ μὲν πρὸς τὸ μέγεθος; οἷον ὅταν ὁ ἥλιος κατάθετος πο λλ ἐπὶ τοῦ Ἑρμοῦ, εἰκάζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα, οἷον εἰ Αἰγύπτιος ὁ τικτόμενος, ἢ Σκύθης, πρὸς τὰ τούτων ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ αὐτοῦ ἐπιτηδεύματος· οἷον ἔστι ζωώδη ποιοῦν τὸν μὲν Χριστιανὸν ἐπίσκοπον, τὸν δὲ Ἑλληνικὸν ἱερέα· ἀλλήλων κεχωρισμένα· οἷον ναυτικὴ γεωργίας πολὺ διήνεγκε· πάντα οὖν ἐξ εἰκασίας προλέγει. τὰ μὲν πρὸς τὸ μέγεθος, οἷον ὅ τε ἔστιν ὁ ἥλιος, ἀπέχων πολὺ τοῦ Ἑρμοῦ, εἰκάζει τὴν ἀμουσίαν τοῦ τεχθέντος· τὰ δὲ πρὸς τὰ νόμιμα, οἷον εἰ Αἰγύπτιος, ἢ Σκύθης, πρὸς τὰ τούτων ἁρμόζεται νόμιμα· τὰ δὲ πρὸς τὰ ὅμοια, οἷον ἐκ τοῦ αὐτοῦ ἐπιτηδεύματος, οἷον ἔστι ζώδιον τὸ ποιοῦν στρατηγὸν Ἑλλήνων, καὶ ἕτερον τὸ ποιοῦν στρατηγὸν βαρβάρων· τὰ δὲ ἔστιν ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα, οἷον ναυτικὴ γεωργίας πολὺ διήνεγκε· τὰ οὖν διεστηκότα ἐξ εἰκασίας προλέγει.

διὰ τῶν ὑπηρετῶν ῥητόρων.

πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ὅτι τὸν στρατηγικῆς λόγον ἐπέχει. ἀντὶ τοῦ κατὰ ποῖον λόγον ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον πέφυκεν. εἶτα κατʼ εἰρωνείαν, μὴ κατὰ τὸ παρεοικέναι τῇ στρατηγικῇ. καὶ λοιπὸν ἐξ ἐπικρίσεως εἰκασίαν λαμβάνει, ὅτι οὔτε κατʼ αὐτό.

ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον ἐπειδὴ ἡ ῥητορικὴ ἡ αὐτή ἐστι τῇ στρατηγικῇ, καὶ τὰ τῆς στρατηγικῆς διὰ τῶν ὑπηρετῶν πράττει, ἡ δὲ στρατηγικὴ μόριον τῆς πολιτικῆς. ὑπηρέτας δὲ λέγει νῦν τοὺς στρατευομένους· καὶ γὰρ ὁ ῥήτωρ παρελθὼν λέγει ὡς δεῖ πολεμεῖν· τοῦτο οὖν οἱ στρατιῶται πληροῦσιν.

ἀλλʼ εἰ καὶ μηδὲν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ διὰ κατὰ συνεκδοχὴν εἰς τὸ μηδὲν λάμβανε. διʼ ἓν τοῦτο μέτεστι τέχνης.

ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ἐπειδὴ ἡ πασῶν ἐπιστημῶν ὑπερκειμένη φιλοσοφία κατὰ τὸν σὸν λόγον οὐ περὶ τῶν θείων διισχυρίζεται, ἀλλʼ ἀφίησι τῷ θεῷ τἀκριβὲς, πῶς ἂν αὐτὸς πεισθείην, ὡς οὐκ ἔστιν ὁ Ζεὺς κρείττων τοῦ Σολέως σοφιστοῦ εἰς τὰς περὶ τῶν πραγμάτων εἰδήσεις; δείκνυσι δὲ διὰ τούτου ὅτι ἐν πάσῃ μέν ἐστι τέχνῃ τὸ εἰκάζειν, ἡ δὲ ἀκριβὴς γνῶσις παρὰ θεοῖς, ὥστε οὐδὲ ἡ ῥητορικὴ φαῦλόν ἐστιν, ὡς εἰκάζουσα, ἐπειδὴ πασῶν ἐστι τὸ εἰκάζειν.

ὅτι τοίνυν ὅλης ἐστὶ σόφισμα ὡς ἀγωνιστικὰ ταῦτα.

πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην κατά.

οὗ ῥήτορος. πρότερος ὁ δῆμος. τούτῳ τῷ ῥήτορι. αὐτοῦ τοῦ δήμου.

ἐπὶ τῶν χορῶν τῶν πόλεων.

τῶν ἀκροωμένων ἀκροατῶν. οἱ ταῖς διαβολαῖς προκατειλημμένοι ἄσωτοι, μοιχοὶ, κόλακες.

τοῖς ἀκροωμένοις κριταῖς.

τούτων τῶν πραγμάτων.

τὸ τοῦ Δημοσθένους συμβαίνει.

τὰς ἐπιθυμίας σωφρονίζουσιν—ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν συνίσασιν ἀπὸ κοινοῦ. ἀπὸ κοινοῦ συνίασι.

τὴν τῶν δημαγωγῶν ἀρχὴν δηλονότι.

ἀπᾷσαι εἰπεῖν.

πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας εἰς πᾶσαν ἐπιστήμην καὶ τέχνην.

τὴν ἑτέραν ἀπολογίαν.

ἅπερ νυνὶ σεμνύνονται. σεμνύνεσθαι ἔμελλον.

τοιαύτην αἰτίαν κατηγορίαν.

διʼ ἧς ταῦτʼ ἀπήντησεν ἂν ἡ ἀδοξία, τὸ ἀπαρρησίαστον, καὶ τὰ ἀκόλουθα. ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέκληκεν ἐντεῦθεν τὸ ἀδύνατον.

οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα παράδειγμα ἐκ τοῦ Ὁμήρου.

ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε ἐντεῦθεν ἄρχεται δεικνύειν μαχόμενον ἑαυτῷ Πλάτωνα, καὶ ἐναντία λέγοντα. ἐντεῦθεν τὸ μαχόμενον.

φωράσειεν κρατήσειεν.

εἶναι τὸ εἶναι παρέλκον. τὸ εἶναι παρέλκεται. εἰ δὲ πιστευτικῆς ἢ διδασκαλικῆς πιστευτικὴ μὲν ἡ πιθανῶς λέγουσα μόνον, διδασκαλικὴ δὲ ἡ μετὰ τῶν ἔργων καὶ τῶν ἀποδείξεων προϊοῦσα. οὐ διαφέρομαι φιλονεικῶ.

ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ δείκνυσι Πλάτωνα ἑαυτῷ ἐναντία λέγοντα.

πρὸς ταῦτα ἑλοῦ, ὁποτέρωθι τὸ ψεῦδος ἢ ἐν τῷ λέγειν πειθοῦς δημιουργὸν τὴν ῥητορικὴν, ἢ ἐν τῷ κόλακας αὐτοὺς καλεῖν.

ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ μέχρι τούτου ἀπελύσατο τὰς αἰτίας τὰς παρὰ τοῦ Πλάτωνος, καὶ ἐπέδειξεν ὅτι οὐ κακὴ ἡ ῥητορική· οὐ μέντοι ἠρκέσθη ταύτῃ μόνῃ τῇ ἀποδείξει· οὐ γὰρ εἴ τι οὐ κακὸν, τοῦτο καὶ αἱρετόν· ἐντεῦθεν δὲ μεταβαίνει ἐπὶ τὸ δεῖξαι ὅτι καὶ χρήσιμος ἡ τέχνη καὶ ἀναγκαία, καὶ ἧς ἐκτὸς οὐδεμία πολιτεία συνέστηκε. καὶ ἔστι Δημοσθενικὴ ἡ οἰκονομία· καὶ γὰρ ἐκεῖνος κρινόμενος ὡς προδότης ἐν τῷ περὶ στεφάνου πρῶτον ἀπελύσατο τὰς αἰτίας, εἶτα οὕτως ἐγκωμίασεν ἑαυτόν.

οἶμαι τοίνυν ἅπαντας ἂν, οἷς δυνατὸν, συμφῆσαι ἐντεῦθεν δείκνυσιν ὅτι φανερόν ἐστιν ἅπασιν ὡς ἄρα ἡ ῥητορικὴ τέχνη, καὶ οὐ τοιοῦτον, ὡς πολλοῦ τινος ἄξιον νομίζειν τοὺς ῥήτορας, ἐάν τις ἀποδείξῃ αὐτὴν τέχνην.

οἵαν δυνατήν.

ἀπορίᾳ ἀδυναμίᾳ.

ἀεὶ τῶν λοιπῶν ἐξαιρουμένων μενομένων.

ὥσπερ φασὶ τοὺς Σπαρτοὺς τοὺς γηγενεῖς.

παραβῆναι τὸ παραβῆναι εἶπε διὰ τὸ ἐκτὸς τῆς ὑποθέσεως περὶ τοῦ μύθου βούλεσθαι λέγειν καὶ ἀναπτύσσειν αὐτόν.

Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους ἀντὶ τοῦ θερισμοῦ· ὅ ἐστι τῆς διαφθορᾶς καὶ ἀναιρέσεως· δείκνυσι δὲ ὁ μῦθος ὅτι ἡ πονηρία οὐ λόγῳ, οὐδὲ παραινέσει παύεται, ἀλλὰ ξίφει κολάζεται. ἐκ τοῦ εἰπεῖν Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ δείκνυσι τὸν μῦθον τοῦτο παραδηλοῦν, ὅτι ἡ πονηρία οὐ λόγῳ, ἀλλὰ ξίφει κολάζεται.

μᾶλλον δʼ ᾤοντο εἶναι κρείττους. ἔρρειν φθείρειν.

τοῖς ἐπιεικέσιν τοῖς εὐεργέταις.

παρʼ αὐτὰ τὰ ἀδικήματα.

περιεῖναι νικᾶν.

βάσανον ἐξέτασιν.

λέγουσι γάρ πως οἱ νόμοι.

ἀμφοτέρας τὴν νομοθετικὴν καὶ τὴν δικαστικήν.

τοσούτῳ δὴ σεμνότερον σύγκρισις.

ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς Πλάτων.

νόμος ὁ πάντων βασιλεὺς—ὑπερτάτᾳ χειρὶ ὁ νόμος, φησὶ, τῶν θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον τῇ ἰσχυροτάτῃ χειρὶ ἀνύειν. ἀντὶ τοῦ ἀντιπράττει· δικαιῶν δὲ, δίκαιον νομίζων. ὁ δὲ νοῦς οὗτος· ὁ νόμος … τῶν θεῶν καὶ τῶν ἀνθρώπων τὸ δίκαιον ἐν ἰσχυροτάτῃ χειρὶ ἀνύει. δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρὶ δίκαιον εἶναι λέγει καὶ τὸ ὑπερχούσῃ χειρὶ κατορθούμενον, κἂν ἀδικώτατος ᾖ.

ἐπεὶ ἀπριάτας τὰ λοιπὰ τῆς χρήσεως ἦν οὕτως· ἐπεὶ Γηρυόνου βόας Κυκλωπείων ἐπὶ προθύρων Εὐρυσθέως συναιρεῖται. καὶ ἀπριάτας ἔλασεν. ὁ δὲ νοῦς τοιοῦτος· ἐπειδὴ τὰς τοῦ Γηρυόνου βόας οὔτε αἰτήσας οὔτε πριάμενος ἤλασεν εἰς τὸν οἶκον τοῦ Εὐρυσθέως· τὸ γὰρ Κυκλωπείων ἐπὶ προθύρων σημαίνει τὸ Ἄργος, ἐπειδήπερ οἱ Κύκλωπες ἐξ ἀρχῆς ἐτείχισαν τὸ Ἄργος οἱ καλούμενοι χειρογάστορες, παρὰ τὸ ἐκ τῶν χειρῶν ζῆν. τρία γὰρ γένη φασὶν εἶναι Κυκλώπων, τοὺς κατὰ τὸν Ὀδυσσέα, Σικελοὺς ὄντας, τοὺς χειρογάστορας καὶ τοὺς καλουμένους οὐρανίους.

ἐχρῆν δὲ ἴσως μηδὲ τούτων τοῦ ἀπριάτας· ἀρκεῖ γὰρ τὸ τεκμαίρομαι ἔργοισιν Ἡρακλέους· πάντα γὰρ ἐκεῖνος τὰ αὐτοῦ ἔργα ἐν χειρὶ βιαίᾳ ἔπραττεν. μὴ οὖν ἐπὶ ῥητορικήν γε θήσεις τοῦτο.

τὰ δʼ ἑξῆς οὐκέτι ταὐτὰ τῷ Πινδάρῳ.

τῶν δυναμένων ῥητόρων.

οὐκ εἰσηγούμενος διδάσκων.

σὲ δʼ ἐγὼ παρʼ ἁμὶν, φησὶν, αἰνέω μὲν, Γηρυόνη· τὸ δὲ μὴ Διὶ φίλτερον σιγῷμι πάμπαν σὲ δὲ, ὦ Γηρυόνη, ἐπαινῶ παρʼ αὐτὸν τὸν Ἡρακλέα· ὁ μὲν γὰρ τὰ οὐκ ὄντα ἀφείλετο ἐν βιαίᾳ χειρὶ, σὺ δὲ, ὡς ἀδικούμενος, μάχην πρὸς αὐτὸν ᾖρας, καὶ διὰ τοῦτο μᾶλλον ἀποδεκτός. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς Διὸς βουλῇ τοῦτο γέγονε, πῶς οὖν αὐτὸς πρὸς Ἡρακλέα δυσχεραίνεις, ἐπάγει· ὁ δὲ Ζεὺς οὐκ ἀποδέχεται, καὶ αὐτὸς σιγῶ.

τὸ δὲ μὴ Διὶ φίλτερον ὄν.

καθῆσθαι παρʼ ἑστίᾳ τὸν Γηρυόνην. κακὸν δειλόν. καίτοι τό γε πρὸς νόμον εἰ μὴ σχετλιάζων ἔλεγεν.

οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου ἴδιον.

πρὸς κέντρα λακτίζειν παροιμία.

τί—τούτων ἐμοὶ νῦν ἐστι. φησι ὁ ῥήτωρ.

ῥητορικῇ ὑπὸ τῆς ῥητορικῆς.

προτέρα γὰρ οὖσα τῆς νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν εἰρήκαμεν γὰρ ὅτι ῥητορικῆς ἐδέησε πρὸς τὸ τεθῆναι τὴν ἀρχὴν τοὺς νόμους.

κατὰ τὴν ἐκείνης χρείαν ὅτε χρεία αὐτῆς ἦν κατὰ τοὺς ἀνθρώπους.

εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως, διχόθεν περιέχουσα ἔν τε ἀρχῇ καὶ τέλει, ὅτι τοὺς ἀδικοῦντας παραδίδωσι, καὶ ὅτι στέργειν ἀναγκάζει τοῖς δεδοκιμασμένοις ὕστερον.

ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα μέση μὲν γίνεται αὕτη ἀμφοτέρων οὕτως· ὅτι ἡ μὲν νομοθετικὴ προστάττει σωφρονεῖν, ἡ δὲ ῥητορικὴ τοὺς ἁμαρτάνοντας, ἡ δὲ δικαστικὴ κολάζει, ὥστε μέση ἡ ῥητορικὴ ἀμφοτέρων· τὰς μέσας δὲ πάλιν ἡ ῥητορικὴ ἀμφοτέρας λαμβάνει οὕτως· τὴν νομοθετικὴν ἡ ῥητορικὴ πεποίηκε τὴν ἀρχὴν πείσασθαι καταδέξασθαι· εἶτα ἡ δικαστικὴ πρὸς συμμαχίαν ἐλθοῦσα τῆς νομοθετικῆς ἐδεήθη καὶ … δὲ πάλιν χρεία ῥητορικῆς ἐγένετο πεῖσαι στέργειν τοῖς δεδοκιμασμένοις, ὥστε μέσας ἔχει τὰς ἀμφοτέρας ἡ ῥητορικὴ …

συμμένειν ἐμμένειν.

Στησιχόρου τοῦ ποιητοῦ.

οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον εἴδωλον γάρ ἐστι τὸ ἀφομοίωμα. ἡ δὲ ῥητορικὴ ἣν διαβάλλει Πλάτων, οὐδὲν τῇ κληθείσῃ προσήκει ῥητορικῇ.

ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει τέσσαρα εἰπὼν μόρια τῆς ἀρετῆς, τὰ μὲν δύο ὁμολογούμενα λαμβάνει, τὰ δὲ ὕστερα κατασκευάζει.

ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται οἱ σώφρονες.

τὰ δὲ πραχθέντα κακῶς.

τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον Ἀρχέλαος υἱὸς ἦν τοῦ Περδίκου νόθος, ἀδελφὸς δὲ Περδίκου Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὃν ἐκβαλὼν ὁ Περδίκας εἶχε τὴν βασιλείαν. μετὰ οὖν τὸν θάνατον Περδίκου μεταστειλάμενος Ἀρχέλαος Ἀλκέταν, ὡς ἐπὶ βασιλείᾳ, καταμεθύσας ἀπέκτεινε μετὰ τοῦ παιδὸς Ἀλεξάνδρου, καὶ ἠφάνισε, καὶ τὸν γνήσιον Περδίκου τοῦ πατρὸς παῖδα ἀπὸ Κλεοπάτρας εἰς φρέαρ ἐνέβαλε, καὶ ἔφη χῆνα διώκοντα ἐμπεσεῖν· τοῦτον δὲ ἐπικεκλῆσθαί φασιν Ἀλκέταν, ἢ Μέροπον. Ἀρχέλαος υἱὸς μὲν γέγονε Περδίκκου νόθος, ἀδελφὸς δὲ Περδίκκου ὁ Ἀλκέτας, ὁ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον. τοῦτον τὸν Ἀλκέταν ἀπέκτεινεν Ἀρχέλαος, θεῖον μὲν ὄντα κατὰ πατέρα, δεσπότην δὲ κατὰ μητέρα.

πρὸς Κλεοπάτραν ἡ Κλεοπάτρα γυνὴ Ἀρχελάου. μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης τοῦτο διττῶς νοητέον· Μανίας τινὸς οὕτω καλουμένης εἰσαχθείσης ὑπὸ Μενάνδρου ἐν μύλωνι δεδεμένης καὶ φλυαρούσης· ἢ οὕτω· τί, φησὶ, πρὸς ῥητορικὴν, εἰ ἐπὶ μύλης τις δεδεμένος ἐν μανίᾳ τι ἐφλυάρησε· καὶ τρίτην λέγουσιν ἐξήγησιν, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλωνα, καὶ εἰπόντος· συντρίβω τοὺς ἐχθροὺς οὕτως ὥσπερ ὁ μύλων τοὺς λίθους. τοῦτο οὕτω νοητέον, ὡς αὐτοῦ τοῦ Ἀρχελάου ἀπιδόντος εἰς μύλην, καὶ εἰπόντος ὅτι συντρίβω τοὺς ἐχθρούς μου οὕτως ὥσπερ ὁ μύλος οὗτος τὰ ἐν αὐτῷ εἰσαγόμενα.

ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτοὺς κατὰ τῆς ῥητορικῆς.

τὰ μηδὲν προσήκοντα ἐπεισόδια ἐπεισόδια καλοῦνται τὰ ἐκ περιττοῦ ὑπὸ τῶν τραγῳδῶν λεγόμενα. λέγει οὖν τοῦτο, διὰ τὸ περιττῶς καὶ ἀνοικείως εἰσάγειν αὐτὸν τὰ τοῦ Ἀρχελάου.

σφάττων καὶ ἀποπνίγων πρὸ τοῦ πεισθῆναι.

τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται τοῦ σφάττειν καὶ ἀποπνίγειν· ταῦτα γὰρ ἑαυτῷ προσήκοντα λογιζόμενος διεπράττετο. ἐπὶ γοῦν τῶν βραχυτέρων βραχυτέρους φησὶ τοὺς μικροτέρους, ἤτοι τοὺς ἰδιώτας. οἱ γὰρ δυνάσται καὶ οἱ τύραννοι μείζω τῶν νόμων φρονοῦσι, καὶ τῇ τῆς εἰρήνης οὐχ ὑπείκουσι γνώμῃ. τοῦτο χρῶμαι τὸ τοῦτο χρῶμαι τινὲς ἀγνοοῦντες ἐνταῦθα μέγα γράφουσι· τὸ δέ ἐστι τοιοῦτον· ὥσπερ γὰρ φαμὲν ἐπὶ ἐμαυτῷ χρήσομαι, οὕτω καὶ τὸ ἐπὶ τοῦ δεῖνος χρήσομαι. τοὺς κλήρους τὰς κληρονομίας, ἢ τοὺς ὅρους τῶν χωρίων.

τούτοις τοῖς Ἀρχελάου. ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ Κανδαύλης Λυδῶν ἦν βασιλεὺς, παγκάλην ἔχων γυναῖκα· νόμου δὲ ὄντος, μή τινα τῶν ἔξωθεν ὁρᾶν τὰς βασιλίδας, ὁ Κανδαύλης ἐνέκειτο βιάζων τὸν Γύγην εἰς θέαν τῆς γυναικὸς, ὑπηρέτην ὄντα αὐτῷ· ὁ δὲ τὴν μὲν πρώτην ἀπεπήδα, χρόνῳ δὲ ὑπείξας τῷ Κανδαύλῃ βιάζοντι, καὶ εἶδε τὴν αὐτοῦ δέσποιναν. αὕτη οὖν λάθρα τουτονὶ μεταστειλαμένη, ἢ θνήσκειν αὐτὸν, ἢ κτείνειν τὸν δεσπότην ἔλεγε· καὶ ὃς αἱρεῖται τὸ δεύτερον, καὶ ταύτην γαμήσας βασιλεύει Λυδῶν.

ὁ δὲ Σαρδανάπαλος ἐκαύθη ζῶν, ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτὸς οὗτος βασιλεὺς ἦν Ἀσσυρίων· ἐπαναστάντων δὲ αὐτῷ τῶν ὑπηκόων, ἔρριψεν ἑαυτὸν εἰς τὸ πῦρ μετὰ τῶν βασιλικῶν χρημάτων. τινὲς δὲ λέγουσιν αὐτὸν καὶ φιλόσοφον. ἐπὶ τούτου λέγουσιν Ἀσσυρίους ἀπολέσαι τὴν ἀρχὴν τῆς Ἀσίας, καὶ λαβεῖν αὐτὴν Μήδους. τεχνικῶς δὲ πάντα τὰ παραδείγματα ἐκ βαρβάρων ἤνεγκεν· οὕτω γὰρ μάλιστα δείκνυται τὸ ἄτοπον, ὅτι τὰ τῶν παντελῶς ἀγνοούντων αὐτὴν ἐγκλήματα εἰς αὐτὴν φέρομεν.

καίτοι γε περὶ Ἀρχελάου οὐ τῶν ῥητόρων οὐδένα ὥστε πολὺ πιθανώτερόν ἐστι λέγειν ὑπὸ φιλοσοφίας αὐτὸν ταῦτʼ ἀναπεισθῆναι, οὐχ ὑπὸ ῥητορικῆς.

ἀλλʼ ἐῶ τοῦτο τὸ λέγειν περὶ ῥητορικῆς τὰ Γύγου καὶ τῶν ἄλλων.

οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι τὸ δεῖξαι ταῦτα τῇ αὐτῆς φύσει συμβαίνοντα· ζητεῖται γὰρ ἡ ῥητορικὴ πάντων αἰτία· τὸ δὲ δίδωσιν ἅπαξ εὑρίσκεται παρὰ τούτῳ καὶ παρὰ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν ἄχρηστον. ἁμαρτῆσαι τοῦτο ἅπαξ εὑρίσκεται παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις, καὶ οὐ παντελῶς ἐστιν ἄχρηστον.

πρὸς δὲ τούτοις.

φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα ἐπίτασίς ἐστι τὸ νομισθεῖσα. ἔστι γὰρ καὶ εἶναι, καὶ μὴ νομίζεσθαι· ὥσπερ τὸ ἐν τῷ Παναθηναϊκῷ· καὶ διατελεῖ δὲ θεὸς ὢν καὶ δοκῶν ἐξ ἐκείνου.

ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσαν ὄνομα, οἱ νόμοι ἀπὸ γὰρ τοῦ τοῖς ἀσθενεστέροις βοηθεῖν ἐνομίσθησαν, καὶ τὸ καλεῖσθαι νόμοι ἐκτήσαντο.

εἰ δὲ ὑπὲρ τοῦ λόγῳ—ὑπὲρ τούτου κατεδείχθη ἡ ῥητορική.

ὅπερ κατὰ σῶμα ἰατρικὴ κατεδείχθη.

τούτων οὖσαν φάρμακον τὸ τούτων ἀντὶ τοῦ συκοφαντούντων καὶ κολακευόντων νόει· ὥσπερ γὰρ θανάτου φάρμακόν ἐστιν ἡ ἰατρικὴ, οὕτω καὶ συκοφαντίας καὶ κολακείας ῥητορική. ἢ τὸ τούτων ἀντὶ τοῦ καλῶν νόει, ἐπειδὴ φαμὲν καὶ ἡδονῆς φάρμακον.

οὐδέτερα τούτων ἔχωσι.

οὐδὲ παραπολὺ οὐδαμῶς. οὐ μόνον τὸ παραπολὺ ἀντὶ τοῦ κατὰ πολὺ, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπέλαττον, ὡς κἀνταῦθα· τὸ γὰρ ἐκτὸς πολλοῦ ἔλαττόν ἐστιν. κατὰ μικρόν· τὸ γὰρ παραπολὺ ἀντὶ τοῦ ὀλίγον ἐστί.

ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται οἱ φαῦλοι ῥήτορες.

ἄλλο τι χρήσασθαι τοιοῦτον τὸ χρῶμαι αἰτιατικῇ.

κατʼ ἐπωνυμίαν ἡ μὲν γὰρ ἀπὸ τοῦ ἰᾶσθαι ὠνόμασται, ἡ δὲ ἀπὸ τοῦ κυβερνᾶν. ἀμφοτέρων τῶν τεχνῶν· ἡ μὲν γὰρ ἰατρικὴ ἀπὸ τοῦ ἰᾶσθαι, ἡ δὲ κυβερνητικὴ ἀπὸ τοῦ κυβερνᾶν γίνεται.

ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος ἁμαρτάνοντι γὰρ τῷ κυβερνήτῃ διπλοῦν αὐτῷ περὶ τῆς τέχνης ὄνειδος γίνεται, καὶ ὅτι αὐτῆς ἀπέτυχε καὶ ὅτι ἥμαρτεν· ἡ μὲν γὰρ ἀναμάρτητος, ὁ δὲ ὁμοῦ τε ἀπέτυχε καὶ ἥμαρτεν. τούτῳ τῷ ἀνθρώπῳ.

τὸ δικαίως καταριθμεῖσθαι. Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν τὸ τῆς νομοθετικῆς.

πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων τὸ πόσοι δὲ ἑάλωσαν ἀντὶ τοῦ ἄνθρωποι καὶ οὐ νόμοι νόει, ὡς καὶ μετʼ ὀλίγον δηλοῦται· τὸ δὲ γραφαῖς, ἢ ἀντὶ τοῦ κατηγορίαις, ἢ ὅτι παράνομα ἔγραψαν.

τούτου γὰρ χάριν τοῦ δικαίου.

ἑάλωσαν ἐκρατήθησαν.

ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ εἰς τὴν ὑπὲρ ῥητορικῆς ἀπολογίαν.

ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν ὅτε ὑπὲρ ῥητορικῆς ἐλέγομεν, ὡς οὐ συκοφάντας καὶ κόλακας ποιεῖ. κοινὴν δὲ λέγει τὴν ὑπὲρ ῥητορικῆς, ἰατρικῆς, κυβερνητικῆς, ὡς νομοθετικῆς, ἐπειδὴ ὑπὲρ αὐτῶν εἰπὼν οὐ κοινὸν συμπέρασμα ἐποιήσατο αὐτῶν τε καὶ ῥητορικῆς.

ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν σὲ, ὦ Πλάτων.

ταύτῃ οὕτως.

οἷς ἀγαθοῖς. ναί. ἀλλʼ ἀδικεῖσθαι βέλτιον ἢ ἀδικεῖν τοῦτο ἀπὸ τοῦ ἐναντίου εἰσάγεται, ὥσπερ λέγοντος ὅτι, εἰ καὶ ἀλόγως ἡ ῥητορικὴ ψέγεται, ἀλλʼ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν.

ὀρθῶς εἶναι τὸ εἶναι παρέλκεται.

εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει τὸ μὴ ἀδικεῖσθαι. καὶ τοῦτο κωλύει τὸ ἀδικεῖν. κατʼ ἐκεῖνο μὲν τὸ μὴ ἀδικεῖν ἐπαναγκάζειν.

δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι ὕστερον γὰρ καὶ τοῦτο κάλλιστον δείξει, τὸ κωλύειν ἀδικεῖσθαι. κατὰ τοῦτο δὲ τὸ ἀδικεῖν.

δυοῖν ἐκείνοιν τὸ ἕτερον τὸ ἀδικεῖσθαι.

ἐφʼ ὃν τοῦτʼ ἔρχεται τὸ ἀδικεῖσθαι.

εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας οὔτε τὸ ἀδικεῖν ἐστι ῥήτορος, αἰσχρὸν ὂν, οὔτε τὸ ἀδικεῖσθαι, εἰ καὶ κρεῖττόν ἐστι τοῦτο τοῦ ἀδικεῖν, ἀλλὰ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅπερ ἐστὶ βέλτιστον· ὥστε καὶ ἐν οἷς τοῖς δυσὶ τούτοις οὐκ ἐνέχεται, τῷ ἀδικεῖν λέγω καὶ τῷ ἀδικεῖσθαι, καὶ ἐν οἷς τὸ ὑπὲρ ταῦτα ἔχει, τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, σεμνὸν ἡ ῥητορική.

ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων— νόμων ἐξελαθήσεται ῥητορική. οὐ γὰρ μόνη, φησὶν, ἡ ῥητορικὴ ἐκθλιβήσεται, ἀλλὰ καὶ οἱ νόμοι μετʼ αὐτῆς.

ὥσπερ ἑταιρείας καταγνωσθεῖσα ἑταιρεία τῶν ἑταίρων τὸ σύνταγμα· εἰκότως δὲ τοῦτο λέγει, ἐπειδὴ καὶ ἡ ῥητορικὴ καὶ οἱ νόμοι κοινωνίαν ἄκραν πρὸς ἄλληλα ἔχουσιν.

ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι λέγει γὰρ καὶ αὐτὸς ὅτι οὐ δεῖ τοὺς νόμους ἐκβαλεῖν.

ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν ἤγουν τὴν ἐν γράμμασι μόνον γεγραμμένην.

τοῖς ἄλλοις νομοθέταις.

νομίζεις νομοθετεῖς.

πρὸς Διὸς τεραστίου διὰ τοῦ εἰπεῖν Διὸς τεραστίου ὥσπερ ἐνδείκνυται ὅτι καὶ Πλάτων τεράστια λέγει.

τὰ προοίμια τὰ πρῶτα καὶ ἐξαίρετα. παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, ὁ τῶν λόγων καταφρονῶν δύο γὰρ εἶπεν ἐν τοῖς νόμοις ὁ Πλάτων, ὅτι δεῖ τοὺς νόμους ἐπιτάττειν, τοῖς μὲν ἰδιώταις, ἁπλῶς τοῦτο ποιεῖν, τοῖς δὲ σώφροσι καὶ τὴν αἰτίαν λέγειν, διʼ ἣν ταῦτα λέγουσι. τὸ δὲ ὥσπερ οἱ πλάσται ἀντὶ τοῦ ὥσπερ οἱ ῥήτορες· τὸ γὰρ πολλοῖς παραδείγμασι χρῆσθαι μᾶλλον ῥητόρων ἐστὶν ἢ φιλοσόφων· διό φησιν ὁ τῶν λόγων καταφρονῶν, ἵνα δείξῃ, ὅτι μιμούμενος τοὺς ῥήτορας διαβάλλει τὴν τέχνην. πλάστας δὲ τοὺς ῥήτορας ἐκάλεσε διὰ τὴν Πλάτωνος διαβολὴν, ἐπειδὴ λέγει αὐτοὺς πλάττεσθαι τὰς ὑποθέσεις ἐν τοῖς ζητήμασιν. ἄλλοι δὲ πλάστας λέγουσι τοὺς πλάσσοντας τὰ ἀγάλματα, ἢ τὰς εἰκόνας· ἐκεῖνοι γὰρ ἐπιτάξαι βουλόμενοι πολλὰ φέρουσι παραδείγματα καὶ διάφορα, ἵνα πρὸς τὴν ἑκάστου προαίρεσιν ποιήσωσιν. ἄλλοι δὲ λέγουσι τὸ ὥσπερ οἱ πλάσται ὥσπερ οἱ τερατοποιοὶ ἐναντία ἑαυτοῖς λέγοντες. καὶ σὺ γὰρ ἐναντία σαυτῷ λέγεις, διαβάλλων τοὺς ῥήτορας, καὶ μιμούμενος αὐτοὺς ἐν τοῖς παραδείγμασιν.

ταῦτα πάντα ἃ ἐν τοῖς νόμοις θεσπίζεις.

τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν ἤγουν τοῦ ὡς δεῖ δίκην λαμβάνειν, οὐδὲ μὴ ἐᾶν ἀδικεῖν. ἢ τάδʼ ἐκείνοις ἐξελήλεγκται τῶν γὰρ ἐν τοῖς νόμοις ὑπὸ σοῦ εἰρημένων καλῶς ἐχόντων, ταυτὶ μάταια, τό τε ὡς οὐ δεῖ δίκην λαμβάνειν, καὶ τὸ οὐδὲ μὴ ἐᾶν ἀδικεῖν.

ὡς οὗτος ἀλλαχοῦ φησὶ δηλονότι. λέγει γὰρ ἔν τινι τῶν αὐτοῦ λόγων ὡς τὸ πᾶσι δοκοῦν ἰσχυρότερον τοῦ μηδενί.

περὶ τὴν Χάρυβδιν ἡ Χάρυβδις καὶ ἡ Σκύλλα αἱ πέτραι πλησίον ὑπῆρχον Σικελίας.

τοῦτο τὸ ἀληθὲς δηλονότι, καὶ ὁ λόγος τοῦ Δημοσθένους.

εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν ὁρᾷς ἀναγινώσκων πῶς παντὶ τρόπῳ ἐπιτηδεύει ὁ ῥήτωρ, ἵνα διαβάλλῃ τὸν βίον τοῦ Πλάτωνος λεληθότως, ὡς ἐκεῖνος τὸν βίον τῶν ῥητόρων διέβαλλεν. ἔστι δὲ ἡ οἰκονομία ἀτεχνῶς ἐκ τοῦ Πλάτωνος.

ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν τοῦτο ἦν τὸ Δίωνα μένειν ἐν Σικελίᾳ, καὶ τῶν ἑαυτοῦ κρατεῖν.

ἄχρι μὲν τούτων τῶν λόγων τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν.

ἐπηγμένων δὲ τούτων λεχθέντων ὧν αὐτὸς εἶπον.

ἐξεληλέγχθαι καὶ λελύσθαι γʼ—οὗ τὸ σαθρὸν ἦν αὐτῶν τἄλλα, φησὶν, αἰνίγματα λύεται, ἵνʼ ἐξ ἀδήλων δῆλα γένωνται μόνον, τὰ δὲ αἰνίγματα ἐλύθησαν οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλʼ ἵνα καὶ γνώριμον γένηται τί ἦν αὐτὸ τὸ ἀσθενὲς, τουτέστι τὸ λέγειν ὅτι δεῖ ἀμύνεσθαι. τὰ ἄλλα, φησὶν, αἰνίγματα λύεται, οἵα δῆλα ἐξ ἀδήλων γένωνται μόνον, τὰ δὲ αἰνίγματα ταῦτα λυθήσονται οὐ διὰ τὸ ἀσαφὲς μόνον, ἀλλʼ ἵνα καὶ γνώριμον γένηται τί ἦν αὐτῶν τὸ ἀσθενές. τὸ γὰρ λέγειν κρεῖττον ἀδικεῖσθαι ἢ ἀδικεῖν ἔχει σαθρὸν ἐμφαινόμενον τὸ οὐ δεῖ ἀμύνεσθαι· ὁ γὰρ τὸ ἀδικεῖσθαι καλὸν ἡγούμενος οὐκ ἂν ἀμυνεῖται· μὴ ἀμυνόμενος δὲ καταφρονηθήσεται.

ἔστι δʼ ἐκ τῆς μακρᾶς ἐπιστολῆς ταύτην ἔγραψε τὴν ἐπιστολὴν πρὸς τοὺς Δίωνος παῖδας, τοῦ πατρὸς αὐτῶν τελευτήσαντος. τὸ δὲ μακρᾶς ὡς ἐν διαβολῇ. δεῖ γὰρ τὰς ἐπιστολὰς συντόμους εἶναι.

μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι— ἄν ποτε ἑκὼν ἀνθάψασθαι ἤγουν περὶ λόγους μόνον εἰδέναι διατρίβειν, οὐδὲν δὲ πράττειν ἐπίστασθαι, ἀλλʼ ἀπράγμων εἶναί τις παντάπασιν· ἢ λόγῳ μόνον εἰδέναι φιλεῖν, ἔργῳ δʼ οὐ δεικνύειν τὸ φίλτρον.

τὸ μὲν τὸ μὴ ἐλθεῖν εἰς μὴ βοήθειαν.

πῶς οὐ προδοῦναι ἠβουλήθης σαυτόν.

μοι τῷ Πλάτωνι. οὐκ ἔστι ταῦτα; ἃ λέγει Πλάτων.

οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο εἰ μὲν ἀρσενικοῦ εἴη ἡ μετοχὴ, πρὸς τὸν Δίωνα νοητέον· εἰ δὲ οὐδετέρου, ὥσπερ πράγματος, ἵνʼ ᾖ ὄνομα οὕτως· τὸ δὲ πρᾶγμα, φησὶ, τοῦτο οὕτως ἔχον λόγων ἐδεῖτο καὶ πειθοῦς.

τοσοῦτον ὑπερορίους ὄντας δηλονότι.

ᾗ ταῦτα ἀνάκειται τὸ βοηθεῖν.

μὴ εἴθε. μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον περιττεύει τὸ μὴ ἀρκεῖν· μηδὲ ἔστω νικητήριον τοσούτου ἄξιον, ὡς ἀκαίρως φιλονεικῆσαι τῷ Πλάτωνι.

συμβαίνειν ἁρμόζειν.

ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι τὴν ῥητορικήν.

τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων τούτων λέγει τῶν ἐν τῇ ἐπιστολῇ· ἐκείνοις δὲ τοῖς ἐν τῷ Γοργίᾳ.

ἐκ τοῦ βίου τοῦ ῥητορικοῦ. ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθησι ἅτινα ἔργα τίθησιν ὁ Πλάτων, ἀντὶ τοῦ ποιεῖ καὶ διαπράττεται, μεθʼ ἡμῶν καὶ μετʼ ἐκείνων τῶν ῥητόρων ἡμεῖς ἀξιοῦμεν εἶναι. ἐὰν δὲ ἡττηθῇ, μὴ δεῖ πρὸ αὐτοῦ ὑποστίξαι, καὶ τὸ ἑξῆς ἀποδοῦναι τὸ τίθημι.

ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω πολλῶν, φησὶ, διαβαλλόντων αὐτὸν ὡς κέρδους χάριν ἀπῇρεν, ἐγὼ δείκνυμι αὐτὸν καλῶς ποιήσαντα, καὶ πλεύσαντα Δίωνος χάριν, ὅπερ ἀπιστοῦσι τινές.

οὐχὶ καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτὸν ἐνόμιζεν ὁ Διονύσιος.

μάλιστα μὲν ταῦτα ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν ὅτι τὸ ἀδικεῖσθαι κρεῖττον τοῦ ἀδικεῖν.

πανοικησίᾳ ἀντὶ τοῦ μετὰ Σωκράτους καὶ Ξενοφῶντος.

οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι ἐπειδὴ ἐν τῇ ἀπολογίᾳ Σωκράτους εἶπεν ὁ Πλάτων, ὡς παρʼ αὐτοῦ Σωκράτους, ὅτι δεῖ μὴ ἀμύνασθαι, διὰ τοῦτο δείκνυσιν ὅτι οὐκ εἰσὶν ἐκεῖνοι οἱ λόγοι τῆς προαιρέσεως αὐτοῦ. ἐπειδὴ καλὸν, φησὶν, ἐνόμιζε τὸ ἀποθανεῖν, ἐπειδὴ γέρων ἦν, καὶ ἀδύνατον ἡγεῖτο εἶναι λῦσαι λῦσαι τὰς συναχθείσας αὐτῷ μέμψεις ἐκ τοῦ μακροῦ βίου. τὸ δὲ εἶπεν, ἢ οὐκ εἶπεν, οὐκ εἶπε μὲν, ἐπειδὴ κατὰ ἀλήθειαν ὂν κατὰ ἀλήθειαν ἀπελογήσατο Σωκράτης· εἶπε δέ φησιν, ἐπειδὴ ὑμεῖς ἐπλάσασθε αὐτῷ ἀπολογίαν. οὐ δεῖ οὖν τὰ τοιαῦτα ἀκούσια ῥήματα πιστότερα νομίζειν τῶν ἔργων τῶν ἐπιδηλίων, ἅτινα ἑκὼν ἐπόνησεν. ὡραῖον κατὰ τὸν καιρόν.

τὰς πολλὰς διαβολὰς τὰς τοῦ Ἀνύτου καὶ Μελίτου.

ὕστερον εἶπεν, ἢ οὒ τὸ ἢ οὒ προσέθηκεν, ἵνα αἰνίξηται ὅτι οὐ πάντως Σωκράτης εἶπεν, ἀλλὰ Πλάτων ἐπλάσατο.

ὁ ἑταῖρος ὁ Ἀλκιβιάδης· καὶ γὰρ αὐτὸς συνεστρατεύετο αὐτῷ ἐν τῷ Δηλίῳ· ὅθεν οὐδὲ ἐμνημόνευσεν αὐτοῦ Θουκυδίδης.

Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ συμβαίνει.

ὥστʼ εἰ μηδὲ—ἡ ῥητορικὴ καλόν ἐστι.

τοὺς τοιούτους τοὺς ἑτοίμως ἔχοντας πρὸς τὸ ἀμύνασθαι.

οἴκοθεν ὢν Πλάτωνι ἐπειδὴ ἐκ τῆς αὐτῆς διατριβῆς εἰσι, φησὶν, ἀμφότεροι· Σωκράτους γὰρ καὶ ὁ Ξενοφῶν μαθητής.

οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν περιττεύει ἡ μία ἄρνησις.

τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τοῖς ἐλλογίμοις.

ἔχοι δύναται.

τὸν κολοφῶνα τὸ κεφάλαιον. ὡς ἄν τις εἴποι ῥήματι ὅτι κολοφών ἐστιν.

τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν τοῦτο ἐκ τῶν νόμων Πλάτωνος.

ὁ τοῦ ἐπιγράμματος μετέχων, καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς ἐπίγραμμα γὰρ ἦν τοῦ πατρὸς αὐτοῦ, τοῦ Ἀρίστωνος, λέγων οὕτως· ὦ παῖδες Ἀρίστωνος κλεινοῦ, θεῖον γένος. τινὲς οὖν φασιν ὅτι διὰ μόνον Πλάτωνα τὸ θεῖον εἶπεν, ἵνα δηλώσῃ ὅτι θεῖός ἐστιν· ἄλλοι δέ φασιν ὅτι ἐπειδὴ ὁ πατὴρ αὐτοῦ ἠρίστευσεν, ἵνʼ ᾖ ὁ νοῦς οὕτως· ὦ Πλάτων, φησὶν, οὗ ἐστι τὸ ὄνομα ἐν τῷ ἐπιγράμματι τοῦ σοῦ πατρὸς, δηλοῦντι ὅτι ἠμύνατο τοὺς πολεμίους. εἰ δὲ καὶ σὺ, φησὶ, μετέχεις τοῦ ἐπιγράμματος, ὀφείλεις εἰδέναι διὰ τί γέγραπται, δηλονότι ὑπὸ τοῦ ἀμύνασθαι. τελέως ἄρα, ὦ δαιμόνιε συλλογισμός. εἰ τὸ μὴ ἀδικεῖσθαι τελείως ἐστὶν ἀγαθοῦ, τοῦτο δὲ ἡ ῥητορικὴ δύναται, τελείως ἄρα ἡ ῥητορικὴ ἀγαθόν.

ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ δέον ἐπαναγκάζει λέγειν, ὥσπερ τὸ ἐᾷ, ἐπηνάγκαζεν εἶπεν· ἔθος δὲ τοῦτο πᾶσι ποιεῖν· φησὶ γὰρ Ἀριστοφάνης ἐν Νεφέλαις «Καὶ δεινά γʼ εὐθὺς ποιεῖ καὶ τετάρακται.»

τὸ γὰρ χαλεπώτερον κτήσασθαι—ὑπʼ ἄλλων ἀδικήσεται τοῦτο ἐκ τῶν νόμων Πλάτωνος.

ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν νοήσει. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι ἕτερος.

τοῦτον τὸν τρόπον καθὼς Ἡρακλῆς ἐλήφθη.

τοῖς ἐναντίοις περιπίπτει τῷ παραδείγματι.

ἐκ τῶν αὐτῶν λόγων.

τούτοις ἐκεῖνό γε ἐλέγχειν νομίζων τούτοις, τὸ κατηγορεῖν· ἐκεῖνο δὲ, τὸ τῆς ῥητορικῆς.

τὸν ἐν τῇ νυκτὶ σκοπὸν σκοπὸν ἐνταῦθα ἢ τὴν βουλὴν νόει· κακαὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον αἱ νυκτεριναὶ βουλαί· ἢ τὸν κατάσκοπον· ἐν γὰρ τῇ νυκτὶ οἱ τῶν πολεμίων κατάσκοποι γίνονται.

μή τι γε τινά.

οὐδʼ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν ἔστιν ε προκρίνειν, ὡς κόλαξ. οὐδʼ ὅ τι μᾶλλον πρὸς τῷ δεσπόζειν ἐθέλειν ἐστίν ἕτερον φιλεῖν τὸ ἄρχειν, ὥσπερ ὁ τύραννος.

οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ ὅτι κολακεία ἡ ῥητορική. εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς τοῦτο οὐχ ὡς οὐδὲν ἔχων ἐπαινεῖν τὴν ῥητορικὴν, ἀλλὰ καθʼ ὑπόθεσιν.

τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται τῷ δὲ Πλάτωνι, φησὶν, οὐκ ἔστιν ὑπὲρ τοῦ ἑνὸς ἐγκλήματος ἀπολογία, κἂν δείξῃ καὶ ἑαυτὸν ὑπὲρ τοῦ ἄλλου καλῶς εἰρηκότα· εἰ γὰρ κόλακες οἱ ῥήτορες, οὐ τύραννοι, εἰ δὲ τύραννοι, οὐ κόλακες.

παρʼ αὐτῷ τῷ Πλάτωνι.

μέχρις ἂν σώζηται λόγῳ ἤγουν λόγον αὐτῆς ποιῶνται.

φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν ἐπικουροῦντα.

ἀνήσοντα παύσοντα.

πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; ἀνθυποφορὰ τὸ σχῆμα. ἀνθυποφορὰ, ὅτι τἀναντία ἀεὶ οἱ ῥήτορες λέγουσιν, ἣν λύει ὑποκλέπτων αὐτῷ τὴν διάνοιαν· ὁ μὲν γὰρ ἔλεγεν ἐναντία λέγειν αὐτοὺς ἑαυτοῖς, ὁ δὲ ῥήτωρ οὕτω κατασκευάζει, ὡς ἀλλήλοις ἐναντία λεγόντων τῶν ῥητόρων, ἐπίτηδες τελευταῖον αὐτὸ τοῦτο ἐφύλαξεν, ὅτι τοῦτο ἐδόκει εἶναι τοῦ Πλάτωνος τὸ ἰσχυρότερον, ὡς καὶ αὐτός φησιν. ὥσπερ ὑπὸ Πλάτωνος ἀνθυποφορὰ, ὅτι τἀναντία οἱ ῥήτορες λέγουσιν, ἣν λύει δεξιῶς πάνυ, λέγων ὡς καὶ ἕκαστος ἑαυτῷ τἀναντία καὶ οἱ φιλοσοφοῦντες ἔσθʼ ὅτε ἑαυτοῖς λέγουσιν· ὃ καὶ αὐτὸς νῦν ὑπὲρ ῥητορικῆς λέγει ποιῆσαι.

καὶ τοῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν, ὡς ἐν ψεύδεσιν, ὧν ἐκεῖνος εἴρηκεν πάντων, φησὶ, τῶν ὑπʼ ἐκείνου εἰρημένων τοῦτο τὸ ἰσχυρότερον. εἶτα ἵνα μὴ νομισθῶσι κἀκεῖνα ἰσχυρὰ, λέγει ὅτι ὡς ἐν ψεύδεσι τοῦτο ἰσχυρόν. ἰσχυρότατον εἰπὼν, ἵνα μή τις δόξῃ ὡς καὶ τοῦτο, καὶ ἃ Πλάτων εἶπεν, εἰς τὸ ἀληθὲς ἰσχυρά ἐστιν, ἐπάγει τὸ ὡς ἐν ψεύδεσι, δεικνὺς ἐντεῦθεν ὅτι δοκοῦσι μὲν καὶ τοῦτο κἀκεῖνα ἔχειν, ἔστι δὲ τῷ ὄντι εὐέλεγκτα, καὶ μονονοὺ ἀνυπόστατα ὥσπερ τὸ ψεῦδος.

ὅτι οἶμαι καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅτι οὐ μόνον, φησὶν, ἐναντία λέγομεν ἀλλήλοις οἱ ῥήτορες, ἀλλὰ καὶ ἕκαστος αὐτῶν περιπίπτει. τὸ οὖν ὅτι οἶμαι πρὸς τὸ πῶς οὖν τἀναντία τὴν δύναμιν ἔχει, τὸ δὲ ἔστι μὲν οὐκ ἔτι τοῦτʼ ἐν τοῖς εἰρημένοις, μέχρι τοῦ ὧν ἐκεῖνος εἴρηκε διὰ μέσου. ἀντὶ τοῦ ἐναντιοῦνται· ὥσπερ ὁ Δημοσθένης· εἰπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ὅτι τὸ φυλάξαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερόν ἐστιν, εἶτα ἐν τῷ δευτέρῳ λέγει, τὸ κτήσασθαι τοῦ φυλάξασθαι δυσχερέστερόν ἐστιν. εἶτα ἐπήνεγκεν ὃ κἀγὼ νῦν πεποίηκα· καὶ γὰρ καὶ αὐτὸς ἐναντιώθην ἐμαυτῷ. εἰπὼν γὰρ ἄνω ὅτι, εἰ καὶ μὴ τέχνη ἐστὶν ἡ ῥητορικὴ, ἀλλὰ κρείττων τέχνης, ὕστερον εἶπεν ὅτι καὶ τέχνη ἐστὶν, ὅπερ ἐστὶν ἐναντίον. ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐναντιούμεθα ἡμεῖς.

αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα καὶ γὰρ ὡς ὑπὲρ τέχνην καὶ ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἔδειξα.

ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας.

τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς τὸ ὑπὲρ τῶν δικαίων λέγειν.

ἐπεὶ δὲ καὶ Μιλτιάδου ὁ μὲν πρῶτος λόγος ὑπὲρ ῥητορικῆς μόνον ἦν, οὗτος δὲ καὶ ὑπὲρ ῥητορικῆς καὶ ὑπὲρ τῶν ῥητόρων.

συγχωρούντων μὲν οὖν ἡμῶν τῶν μοχθηροτάτων εἶναι τούτους.

πανταχῆ δειχθήσεται φιλονεικῶν οὐκ ἐνιστάμενος δικαίως, ἀλλʼ ἀκαίρως μαχόμενος.

ἐν μὲν τῷ κρατεῖν ἡμᾶς.

τῶν θεῶν εὐμενῶς συναιρομένων συλλαμβανόντων.

ὡς εἰ τότε ἐπεί.

τίς ἂν ὑμῶν ὑφʼ ὑμῶν. ἐγένετο εἰς ἡμᾶς.

δεξάμενοι δὲ τοὺς τοιούτους νόμους αὕτη ἡ μετοχὴ πρὸς τὸ κρατεῖτε καὶ κρατεῖσθε ἔχει τὴν δύναμιν, εἰ καὶ τὸ ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν διὰ μέσου ἐλήφθη, καὶ συναφείας χάριν προσετέθη τὸ καὶ πρὸς τὸ οὔτε κρατεῖτε· δέον γὰρ οὕτως εἰπεῖν, δεξάμενοι τοὺς τοιούτους νόμους, ἐπειδὴ οὔτε κρατεῖτε ἱκανῶς, ὁ δὲ διὰ μέσου εἶπε τὸ κατέχει κίνδυνος Σικελίαν, καὶ διὰ τοῦτο πλάνην ποιεῖ τῆς τάξεως.

ἀπὸ βαρβάρων τῶν Καρχηδονίων.

τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους τοὺς καταγομένους.

ὡς δὴ τούτους ὄντας ῥήτορας οὐκ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς προηγουμένην ἄλλην αἰτιατικὴν, ἀλλὰ δέον εἰπεῖν, ὡς εἶναι τούτους ῥήτορας, ὁ δὲ πρὸς μετοχὴν ἔτρεψεν, ὄντας εἰπών. εὕρηται δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς τῶν λογοποιῶν, καὶ ἐν τῷ Ἀριστείδῃ, πολλαχῇ τε ἄλλῃ καὶ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν.

τί τούτων ἔδει τῶν παραδειγμάτων; ἤγουν εἰ μὴ ταύτην τὴν ἀπόδειξιν δέχῃ, τί τοῖς ῥήτορσι παραδείγμασιν ἔδει κατὰ ῥητορικῆς, ὥστε διʼ αὐτῶν ταύτην ἐλέγξαι.

κἀν τοῖς ἄνω λόγοις.

τοὺς ἄνδρας τοὺς Ἀθηναίους.

εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι τοῦτο λέγει διὰ τοὺς λυρικούς.

λέγω δὴ τὰ τούτων ἔργα τὸ λέγω δὴ τὰ τούτων ἔργα εἶπεν, διότι οὐ καθαρῶς τούτους ἐπαινεῖ, ἀλλʼ ἁπλῶς τοὺς Ἀθηναίους. ἐπεὶ οὖν τὰ ἐν Μαραθῶνι καὶ Σαλαμῖνι Ἀθηναίων ἔργα Μιλτιάδου καὶ Θεμιστοκλέους ἡγουμένων ἐγένοντο, συμπεραίνει ὁ ῥήτωρ ὅτι τὰ Θεμιστοκλέους καὶ Μιλτιάδου ἔργα ἐπαινεῖ, ὅταν Ἀθηναίους ἐπαινῇ· ἡ γὰρ τούτων εὐψυχία καὶ σύνεσις καὶ ταῦτα κατώρθωσεν.

ἐν ᾗ ταυτὸν ἦν λόγου χάρις καὶ δύναμις.

ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου ταῦτα λέγει τὰ ὅτι δυσχερές ἐστιν εὑρεῖν ἄνδρα ἄρχοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου τοῦ κατὰ τὸν Σίσυφον καὶ Τιτυὸν καὶ Τάνταλον· τούτους γὰρ, φησὶ, πεποίηκεν Ὅμηρος ἐν Ἅιδου κολαζομένους, ὡς δυνάστας πονηροὺς γενομένους. ταῦτα λέγει τὰ ὅτι δυσχερὲς εὑρεῖν ἄρχοντα δίκαιον. μεταξὺ δὲ λέγει τοῦ μύθου, τουτέστι τῆς ὅλης κατασκευῆς.

οὐκ ἀσκέπτως χωρίς τινος προφάσεως. φαύλως ἀλόγως. οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη ἔστι γὰρ ὅτε ἀκολουθίᾳ τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν εἰς ἃ μὴ βουλόμεθα· ἔθηκεν οὖν ἐν μέσῳ τοῦ μύθου τὸ κατὰ τὸν Ἀριστείδην, ἵνα τῇ μεσότητι ὁ κατὰ τοῦτον λόγος κρυφθείη. εἰ δὲ εἰς μνήμην τις ἐλθὼν Ἀριστείδου — τοῦτο γὰρ δηλοῖ τὸ εὑρὼν — εἰς ἔλεγχον προφέρει τῷ Πλάτωνι λέγων, πῶς τοὺς ῥήτορας ψέγεις· Ἀριστείδης γὰρ ῥήτωρ ὢν πολλοῦ τινος ἄξιος Ἕλλησι γέγονε, μηδʼ αὐτὸς ὁ Πλάτων δόξει τουτονὶ παρελθὼν, ἀλλʼ ἐν αὐτῷ εἴη, ἤγουν μετὰ τῶν ἐπαινούντων αὐτόν. ἔστι γὰρ ὅτε καὶ παρὰ προαίρεσιν ὑπὸ τῆς ἀκολουθίας τοῦ νοήματος φερόμενοι ἐκπίπτομεν.

καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκῇ παρελθεῖν, ἀλλʼ ἐνθείη ἀπὸ κοινοῦ τὸ ὅπως. ὁ δὲ νοῦς οὕτως· καὶ ἵνα, φησὶν, ἐὰν εὑρών τις τὰ νόμιμα ταῦτα, ἂν τεθῇ τῷ πλησίον, δόξῃ καὶ αὐτὸς μὴ ἀγνοεῖν αὐτὰ, ἀλλʼ ὑπάρχοι ἐν τῷ διαλόγῳ.

ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς οὐ μόνον, φησὶ, μέσην εὗρε τάξιν, ἀλλὰ καὶ ἐν τῇ τελευτῇ τοῦ λόγου. ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου—οὐκ ἔμελλεν ἕξειν οἶμαι χρῆσθαι καλῶς, φησὶ, μέσην τάξιν δέδωκεν αὐτοῖς καὶ ἐν τέλει· εἴ γε οὖν ταῦτα ἐν ἀρχῇ τάξας οὐκ ἐδύνατο χρῆσθαι ταῖς κατʼ αὐτῶν διαβολαῖς.

ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται τὰ κατὰ τὸν Ἀριστείδην.

οὐκοῦν καὶ ὦ Πλάτων ἀπὸ κοινοῦ τὸ χαλεπόν ἐστιν· ἔστι γὰρ ὁ λόγος ἀπὸ Ἀριστείδου, ὡς ἐν μεταξυλογίᾳ.

ἀνδρῶν γὰρ ἂν εἴη—ἢ πράττειν κακῶς ψέγων ῥητορικὴν καὶ θέλων τὸν λόγον πιστώσασθαι ἔφη πάντας τοὺς ῥήτορας κόλακας καὶ κακοὺς εἶναι τοῖς διαφέρουσι τῶν ῥητόρων, Περικλεῖ καὶ Μιλτιάδῃ καὶ τοῖς ἄλλοις τὴν κατηγορίαν ταύτην προσάψας, ἵνα διʼ αὐτῶν καὶ τοὺς ἄλλους συμπεριλάβῃ. λέγει οὖν Ἀριστείδης ὡς, ἐπειδὴ, ὦ Πλάτων, Ἀριστείδην τὸν Λυσιμάχου κάλλιστον ἔφησας ῥήτορα ὄντα, δείκνυται ἐνταῦθα ὡς οὐ κατηγορία ῥητορικῆς, ἐάν τινες τῶν ῥητόρων κακοὶ φανῶσιν. ἕως γὰρ ἂν εἷς κάλλιστος φαίνηται Ἀριστείδης, οὐ παρὰ τὴν ῥητορικὴν οἱ ῥήτορες κάκιστοι, ἀλλὰ τὴν παρʼ αὐτῶν φύσιν.

ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα ἐπειδὴ οὐκ ἀναγκαία ἡ Θεμιστοκλέους καὶ Περικλέους καὶ τῶν ἄλλων κατηγορία· οὐ γὰρ ἐξ ἀνάγκης ὡς ῥήτορες ἦσαν φαῦλοι, εἰ καὶ ὅλως ἦσαν, ἀλλὰ τὴν παρʼ αὐτῶν φύσιν. δῆλον δὲ ὅτι οὐχ ὡς ῥήτορες ἦσαν τοιοῦτοι, ἐπειδὴ Ἀριστείδης, ῥήτωρ ὢν, κάλλιστος ἦν. οὐκ ἄρα ἀναγκαία καὶ ἡ ὑπὲρ τούτων ἀπολογία· τὸ γὰρ ὑπὲρ τῶν μὴ κατʼ ἀνάγκην ψεχθέντων ἀπολογεῖσθαι οὐκ ἀναγκαῖον· πάλιν δὲ ἐξ ἡμισείας ἀναγκαῖον, ἐπειδὴ ὑπὲρ τῶν τῆς αὐτῆς Ἀριστείδου φατρίας ὄντων ἀπολογησόμεθα.

εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται οἷς προσέπταισαν.

εἰ γὰρ φιλοσοφίας εἵνεκα—τῷ Δίωνι βοηθὸς διὰ τὸ μὴ ὑπʼ Ἀθηναίων τιμᾶσθαι φιλοσοφίαν σχολὴν τοῦ φιλοσοφεῖν ἄγων ὁ Πλάτων εἰς Σικελίαν ἔπλευσεν ὑπὲρ Δίωνος.

χρῇ λαμβάνεις.

καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας σύνταξις οὕτως· καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης παραχωρεῖ τῷ ῥήτορι οὐ χαλεπόν ἐστι ῥητορικῇ δεῖξαι.

εὖ γὰρ οἶδε, καὶ οὐ δεῖται τοῦ διδάξοντος οὐ δέεται, φησὶν, ὁ κυβερνήτης τοῦ διδάξοντος· φρόνιμος γὰρ ὢν οἶδεν ἀφʼ ἑαυτοῦ τίνων μὲν αὐτὸς ἄρχων, τίνων δὲ οἱ ῥήτορες.

ὅταν τὰ κράτιστα δεήσῃ νεῶν ἤγουν ὅπερ κράτιστον καὶ λυσιτελοῦν δόξει τοῖς πράγμασιν.

νικήσαντα ἀποστεῖλαι εἰκότως εἶπε τὸ νικήσαντα· ἄλλα γὰρ ἄλλων λεγόντων ἐν τῇ ἀγορᾷ, τῶν μὲν ὡς δεῖ τόδε ποιῆσαι, τῶν δὲ ὡς τόδε, ἡ τοῦ ῥήτορος γνώμη νικᾷ, καὶ πάντες τῷ ῥήτορι πείθονται ὡς τὰ βέλτιστα λέγοντι. οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, —προσεξετάζειν τοῦ πράγματος ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὐ σκοπεῖ ὁ κυβερνήτης, εἰ τὴν ναῦν καὶ τοὺς ἐν αὐτῇ σέσωκεν, ἀλλὰ πρὸς τῷ μὴ σκοπεῖν ἐξετάζει τὸ σχῆμα τῆς αὐτοῦ τέχνης πρὸς τὴν τῶν ῥητόρων, καὶ πολὺ ἀποδέον εὑρίσκων οὐκ ἴσον φρονεῖ τοῖς ῥήτορσιν.

ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης ὁ γὰρ τῆς τέχνης ὁρισμὸς σωτηρίαν ἐπαγγέλλεται.

ὥσπερ καὶ τὸ παράδειγμα λέγει εἰσάγει γὰρ ὁ Πλάτων τὸ τοῦ κυβερνήτου παράδειγμα, οὐχ ὡς σκοποῦντος σώζειν τοὺς ἀξίους σώζεσθαι, ἀλλὰ μόνον ἅπαντας σώζειν.

ἐκβὰς παρὰ τὴν θάλασσαν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ τῷ σχήματι διὰ γὰρ τὸ ταῦτα εὐτελὲς ἐπιτήδευμα εἶναι οὐδὲ οὗτος σεμνύνεται.

οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε ὠφέλησε μὲν τοὺς καλοὺς, οὐκ ἐάσας αὐτοὺς καταποντωθῆναι, ἔβλαψε δὲ τοὺς κακοὺς, ὅτι μὴ βελτίους ἐποίησεν, ἀλλʼ οἷοίπερ ἦσαν, τοιούτους ἐξήγαγεν.

ἐκεῖνά τε οἶδε τὸ σώζειν καὶ οὐκ ἀπολλύειν, ἃ δεῖ.

πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται κατὰ τὸν Πλάτωνος λόγον. ταῦτα ταῦτα λέγει, τὸ ὅτι ἄδηλον οὕστινας τῶν ἐμπλεόντων ὠφέληκε καὶ οὕστινας ἔβλαψεν.

οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν αἱ νῆες τῶν Αἰγυπτίων μείζους εἰσὶ τῶν ἄλλων, ὡς ἄπειρον πλῆθος χωρεῖν.

ἀντὶ τῶν μυριοφόρων νεῶν δηλονότι.

ἐξαίρετον κεχωρισμένον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις εἰ ἐθελήσει λέγειν ὑπὲρ τῆς αὐτοῦ τέχνης σεμνύνειν αὐτήν.

ὦ Γοργία κεφαλὴ ἀντὶ τοῦ εἰπεῖν ὦ πάντας καταπλήττων τοῖς λόγοις τὸ Γοργία κεφαλὴ εἶπεν, ἐκ μεταφορᾶς τῆς Γοργόνος, ἥτις καὶ Γοργὼ λέγεται. μὴ ὅτι οὐ μόνον.

ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες παρʼ αὐτῷ. ἤγουν μέχρις ἂν μὴ λάβῃ ῥητορικήν.

τίς ἡ τούτων προεστηκυῖα δύναμις ἤγουν ἡ ῥητορική ἐστιν.

ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα ποιεῖ. παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων τοῦτο εἰ καὶ ὑπὲρ ῥητορικῆς οὐ δοκεῖ εἶναι, — ὑπὲρ γὰρ ἰατρικῆς ἐστιν — ἀλλὰ τῷ ὄντι ἐξετάζων καὶ ὑπὲρ ῥητορικῆς εὑρήσεις. δεικνύων γὰρ αὐτὸν ὡς, ἃ κατὰ τῆς ῥητορικῆς εἶπεν, ἀλόγως εἶπε, πιστοῦται τὸν λόγον ἐκ τοῦ τὴν αὐτὴν ἀτοπίαν δεικνύειν τὸν Πλάτωνα καὶ κατὰ τῆς ἰατρικῆς ποιήσαντα.

ταύτην ἣν ἴσμεν.

περὶ ταύτης λέγει εἰπὼν ἄνω λέγεις πρὸς Πλάτωνα, νῦν φησι λέγει, πρὸς τὸν Πλάτωνα μὲν καὶ οὕτως ἀποτείνων τὸν λόγον, πλὴν ὡς εἰς τρίτον πρόσωπον.

Σκύλλαν τὴν πέτραν.

προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ τῷ τῶν θεῶν γένει.

δευτέρῳ δὲ, τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ τῷ τῶν ἀνθρώπων. διʼ ἓν τοῦτο, ὃ ῥητορικὴ παραλαβοῦσα ἄγει τὸ λέγειν.

ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητὰ τὰ γὰρ ἐπὶ τούτοις ῥητά ἐστιν, ὅτι οὐ χρώμενος οὕτω τῷ λόγῳ μᾶλλον ἑαυτὸν καταισχύνει.

τὸ τοῦ Ὁμήρου σώζων τὸ «Ὁποῖον κεἴπῃ-σθα, τοιόνδε κἐπακούσαις.»

ὁσημέραι διόλου. οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες μόνον τὸ τῆς νουθεσίας. ἀφοσιώσασθαι ἤγουν πληρώσασθαι.

ταῦτα λέγοντες ἐν αὑτοῖς ὅτι τούτων πάντων ἐσμὲν ἄξιοι. κἀκεῖνα τοῦ Πλάτωνος.

τούτοις τοῖς τῶν τιτθῶν καὶ παιδαγωγῶν λόγοις. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην οἱ παιδαγωγοί.

κατὰ τούτους τοὺς λόγους αὐτῆς οὓς μέλλω εἰπεῖν αὐτῆς ὁρισμούς.

τίνος, ὧν εἶπον, λαβόμενον τὸν Πλάτωνα.

προφέροιτο προτιμοῖτο.

οὐδέποτʼ ἐκ τῶν εἰκότων ἐκπεσεῖτε. κατὰ γοῦν τὴν τέχνην τῆς ῥητορικῆς.

οὔπω εἰδόθʼ ὁμοιίου πτολέμοιο ἐπὶ κακοῦ τὸ ὅμοιον ὁ Ὅμηρος ἀεὶ λαμβάνει.

πολλοὶ γὰρ οἱ μετέχοντες εἰσὶ τῆς πράξεως.

νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων μῦθος.

χαλεπὴν οὖσαν δηλονότι.

αἱρεῖ κρατεῖ.

ὁ μὲν γὰρ χρήμασι νικῶν ὅρα τὸ τῆς κλίμακος τελεώτατον.

φησὶ καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία ἡ μὲν παροιμία φησίν· οὐδὲ Ἡρακλῆς πρὸς δύο· τὸ δὲ Ἀρχιλόχου ῥητὸν οἷον μέν ἐστιν οὐκ ἴσμεν, ἴσως δʼ ἂν εἴη τοιοῦτον.

ἕως γὰρ ἂν μὴ παρʼ αὐτοῦ τὸ κρεῖττον παρέλθῃ ἤγουν ὑπεροχή τις φανείη.

οὐδʼ ἂν τὴν Δαρείου στρατιὰν ἄγῃς πεντήκοντα γὰρ μυριάδες ἦσαν, ἅσπερ κατʼ Ἀθηναίων ἔπεμψε μετʼ Ἀρταφέρνου καὶ Δάτιος.

φημὶ δʼ ἔγωγε καὶ κάλλος καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι ὁ γὰρ κάλλος καὶ ῥητορικὴν ἔχων ὡς ῥήτωρ μᾶλλον λόγου ἀξιωθήσεται.

τὸν οὖν αἰσχρὸν δυσειδῆ.

ὥσπερ ὁ Ἰνδικὸς ὄρνις ὁ φοίνιξ δηλονότι. Ἰνδικὸν ὄρνιν τὸν φοίνικα λέγει, ὃς εἷς μὲν ἐξ ἀρχῆς ἐγένετο· φασὶ δὲ αὐτὸν ἐν Αἰγύπτῳ κατʼ ἐνιαυτὸν εἰς πυρὰν κατιόντα καίεσθαι· εἶτα ἐκ τῆς ἀνθρακιᾶς αὐτοῦ σκώληκα ἀναφυόμενον, καὶ κατὰ μικρὸν αὐξανόμενον φοίνικα πάλιν γίνεσθαι.

πρὸς τὰ τῷ ὄντι σιτία καὶ κρέα ἐπειδὴ ταῦτα σύστασιν ἀνθρώπου ἐστὶ, διὰ τοῦτο προτιμότερα τῶν ἄλλων πραγμάτων ἐστίν.

οἵτινες ἂν πλεῖστον ῥητορικῆς εἰσενέγκωνται ἐν τοῖς αὐτῶν ποιήμασι.

Πλάτων δὲ αὐτὸς ἡμῖν τί φησιν; ἤγουν οὐ ῥητορικῆς πολλαχοῦ τῶν αὐτοῦ καὶ αὐτὸς ἀντιποιεῖται;

εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο τοῦτο εἰ καὶ ξενοπροσώπως δοκεῖ λέγεσθαι, ἀλλʼ ἔμφασιν ἔχει περὶ ἑαυτοῦ λέγειν· αὐτὸς γὰρ οὐκ ἐν θεάτρῳ εἰσῄει περὶ κοινῶν πραγμάτων διαλεγόμενος, ὥσπερ ὁ Δημοσθένης. ἵνα δὲ μή τις αὐτῷ εἴπῃ ὡς οὐκ εὐφυῶς εἶχε πρὸς τοῦτο, ὅπερ ἦν ἀληθὲς, ὥσπερ ἀπολογούμενος λέγει· διὰ τοῦτο ὁ τοιοῦτος ῥήτωρ οὐκ ἀμφισβητεῖ ἑτέρῳ περὶ πολείτας, ἀλλʼ ἡσυχίαν ἄγει, ὁρῶν οὐχ ὑπὸ δημοκρατίαν ὄντα, ἀλλʼ ὑπʼ ἀρχὴν, ἐν ᾗ κινδυνεύειν ἀνάγκη τὸν τὰ δοκοῦντα ἑαυτῷ λέγοντα.

θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων ἐπειδὴ περὶ ἑαυτοῦ εἴπομεν τοῦτο λέγειν τὸν Ἀριστείδην, δεῖ νοεῖν θεὸν ἡγεμόνα τὸν Ἀσκληπιόν· τοῦτον γὰρ προστάτην ἑαυτοῦ καὶ τῶν αὐτοῦ λόγων ἐποιήσατο, ὡς δηλοῖ πολλαχοῦ τῶν αὐτοῦ.

ὅστις πρὸς τοῦτο ὁρᾷ, καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα ὃ λέγει, τοιοῦτόν ἐστιν. ὅτι ὁ λαμβάνων δῶρα οὐκ ἔστι τῷ ὄντι ῥήτωρ, ἀλλὰ μισθωτὸς, καὶ δίδωσιν ὁ τοιοῦτος καὶ τοῖς ἄλλοις τοῖς μὴ ῥητορικὴν μὲν μεταχειριζομένοις, ἐκ δὲ τοῦ δωροδοκεῖν σεμνυνομένοις, ἀμφισβητεῖν αὐτῷ περὶ δόξης, καὶ ὥσπερ ἑαυτοὺς κρείττους τούτου νομίζειν.

ὃ γὰρ περὶ τῶν ναυτικῶν ἔφη Θουκυδίδης, περὶ ῥητορικῆς ὁ Θουκυδίδης περὶ τῆς ναυτικῆς λέγει ὡς οὐ δεῖ ταύτην ἐκ παρέργου μελετᾶν. λέγει οὖν καὶ Πλάτων περὶ ῥητορικῆς οὐ ταῦτα μόνον, ἀλλὰ μηδὲ πάρεργον τῆς ῥητορικῆς ἄλλο τι ποιεῖσθαι, ἀλλὰ ταύτην μόνην, μελετᾶν, εἴπερ δεῖ ταύτην κατωρθωκέναι. οὐχ εὕρηται δὲ ἐν τοῖς αὐτοῦ λόγοις λεγόμενα· ἀλλὰ διʼ ὧν τοῦ λογογραφεῖν πλεῖστον ποιεῖται λόγον, διὰ ταῦτά φησιν Ἀριστείδης τοῦτον ἄντικρυς ταῦτα λέγειν.

τοῦτο δέ ἐστι δήπου στρατηγία καὶ δικαστικὴ ἡ γὰρ στρατηγικὴ εἰρήνην τῇ πολιτείᾳ παρέχει, ἡ δὲ δικαστικὴ εὐταξίαν.

τῷ παραδόξῳ δὴ συγγράμματι τῷ παραδόξῳ δὴ λέγει, ἐπειδὴ ἐν τῷ αὐτῷ λόγῳ ψέγει καὶ ἐπαινεῖ τὴν ῥητορικήν.

οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίνεται ὃ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ σὺ μὲν, ὦ Πλάτων, ἔψεξας τὴν ῥητορικὴν, ἐγὼ δὲ ἐπῄνεσα, οὐκ εἰς ἴσην μέμψιν ἥκομεν· καὶ γὰρ ἐγὼ μὲν αὐτὴν ἁπλῆν, σὺ δὲ νομίζεις διπλῆν, ὥστε ἐγὼ μὲν ὡς ἁπλῆν ἐπῄνεσα, σοὶ δὲ οὔτε ἐπαινεῖν καθάπαξ αὐτὴν ὡς διπλῆν οὔτε ψέγειν προσῆκεν, ἀλλὰ τὸ μὲν αὐτῆς ἐπαινεῖν, τὸ δὲ ψέγειν· τοιγαροῦν τὸ ἐπίσης αὐτὴν καὶ καλὴν εἶναι καὶ φαύλην κατὰ τὸν σὸν λόγον, εἴπερ διπλῆ κατὰ σοῦ γίνεται· σὸν γὰρ κατηγόρημα τοῦτο τὸ διπλῆν ὡς ἁπλῆν ψέγειν.

ὁ δʼ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας εἰπὼν περὶ πάσης φιλοσοφίας καὶ περὶ τῶν τῆς ἀρετῆς μορίων, ἐν μὲν τοῖς μορίοις τὴν διαίρεσιν ἐποιήσατο, ἐν δὲ τῇ φιλοσοφίᾳ οὐχὶ, ἴσως αἰδεσθεὶς τὸ τῆς φιλοσοφίας ὄνομα· ἴσως δʼ ἂν καὶ φιλοσοφίαν εἶπε διπλῆν, εἴπερ ἐβούλετο τὴν μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, τὴν δὲ τοιαύτην, οἵαν ἀνατρέπειν ἅπασαν ἐπιστήμην, οἵα ἐστὶν ἡ τοῦ Σέκτου καὶ Πύρρωνος· οὗτοι γὰρ καὶ τὴν ὄντως φιλοσοφίαν ἀνέτρεπον.

οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι τὸ ὑποκορίζεσθαι ἀντὶ τοῦ σεμνολογεῖσθαι ἐστὶν, ὡς ἔχει καὶ τὸ τοῦ Δημοσθένους ἐν τῷ περὶ παραπρεσβείας «Φιλίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενα.» φησὶ δὲ καὶ Ἀριστοφάνης «Καὶ νὴ Δία γε εἰ λυπουμένην αἴσθοιτο, νιττάριον καὶ βάττιον ὑπεκορίζετο»ἀντὶ τοῦ εὐφήμως ὠνόμαζεν.

οὔτʼ εἰ τὴν δοκοῦσαν ῥητορικὴν δηλονότι, μὴ οὖσαν δέ.

οὐκοῦν οὐδὲ ἐνταῦθα ἀμφότερα ἐᾶν ὁ λόγος φαίνεται ἢ εἴπερ ὁ περὶ τῶν παίδων τῶν θεῶν εἴρηκας, τοῦ δοκεῖ κἀνταῦθα τηρεῖσθαι.

οὐκ οἶσθα ὅτι ἐπὶ παντὶ ἐπιτηδεύματι ἄνω περὶ φιλοσοφίας ἀγωνιζόμενος, ὅτι καλλίστη, κἂν ταύτην τινὲς προσποιούμενοι φαῦλοι δοκῶσι τοῦτο διὰ τούτων ἀποδεικνύειν.

μᾶλλον δὲ ὑπερφυὲς ἐπειδὴ ἐν μέσῳ τῶν παραδειγμάτων ἐμνήσθη ῥητορικῆς.

προσλαβὼν ἐπιστήμην καὶ μελέτην ἀπὸ ῥητορικῆς.

ἀλλʼ ἐῶ τό γε ἐφεξῆς τὸ ἀλλʼ ἐῶ τό γʼ ἐφεξῆς ἀπὸ τοῦ Ἀριστείδου εἰσάγεται, τέμνοντος τὸν λόγον, καὶ μὴ περαιτέρω προελθεῖν ἀξιοῦντος, ἀλλʼ ἀρκεῖν ἡγουμένου ταῦτα πρὸς ὃ βούλεται.

ὁ μὲν μὴ πάντα παρασχόμενος φύσιν, μελέτην, τέχνην.

ὅστις ἐὰν διὰ πάντων τύχῃ ἐλλειπής.

πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται, καὶ μέσος, φασὶ, καὶ τελευταῖος τὸ πρῶτος καὶ μέσος καὶ τελευταῖος παροιμία ἐπὶ τῶν λίαν ἰσχυρῶν λεγομένη.

εἰ δέ τινες καὶ ἄλλοι φιλόσοφοι.

τὰ μὲν ἐν μέτροις ἐπέταττε γὰρ αὐτῷ μὴ μόνον καταλογάδην, ἀλλὰ καὶ τριάκοντα στίχων λέγειν πρὸς αὐτὸν ἑκάστης ἡμέρας, καὶ πλείους τούτων, εἰ βούλοιτο, ἐλάττους δὲ οὐδαμῶς, ὡς αὐτὸς ἐν τοῖς ἱεροῖς λόγοις φησίν.

ΥΠΕΡ ΤΩΝ ΤΕΤΤΑΡΩΝ

ΥΠΕΡ ΤΩΝ ΤΕΤΤΑΡΩΝ.

Ὑπόθεσις.Πλάτων ὁ Ἀρίστωνος, ἐπισημότατος ἐν φιλοσοφίᾳ γενόμενος, τὴν ἑαυτοῦ τέχνην εἰς μέγεθος ἆραι βουλόμενος τοὺς νέους προτρέπεται, τῇ ῥητορικῇ λοιδορούμενος· ἐπειδὴ γὰρ ὁ τῶν ῥητόρων βίος, ὥσπερ εἰκὸς, ὡς δυνατὸς ἐθαυμάζετο, ξυνέγραψέ τινα διάλογον, Γοργίαν οὕτω καλούμενον, ἐν ᾧ διαβάλλει τῶν ῥητόρων καὶ τῶν τυράννων τὸν βίον ὡς φαῦλον ὄντα καὶ ἄδικον· καὶ πρῶτον μὲν αὐτὴν τὴν τέχνην, φημὶ δὴ τὴν ῥητορικὴν, ἔπειτα δὲ αὐτοὺς διαβάλλει τοὺς ῥήτορας, ἐν παραδείγματος μέρει τὴν κατηγορίαν ποιούμενος, καὶ τοὺς ἐπισήμους ἐν αὐτῇ δοκοῦντας εἶναι τῇ τέχνῃ, τούτους ἐκκρίνας κωμῳδεῖ μᾶλλον ἢ τῆς ἀληθείας ἀντέχεται, φημὶ δὴ Θεμιστοκλέα τὸν ῥήτορα καὶ Μιλτιάδην καὶ Περικλέα τὸν πάνυ καὶ Κίμωνα· καὶ μέρει τινὶ τὴν κατὰ πάντων ἐκφέρεται ψῆφον, ἐκ τῶν ἐπιφανῶν τὴν κρίσιν ποιούμενος, εὖ εἰδὼς ὡς ἡ πρὸς τούτους οὖσα φαυλότης καὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ῥητορικῆς καθάπτεται. πρὸς ταύτην τοίνυν τὴν λοιδορίαν — οὐ γὰρ κατηγορίαν ὀνομάσαι σεμνόν — Ἀριστείδης ὁ θεῖα γενόμενος, βοηθῶν ἅμα κινδυνευούσῃ τῇ τέχνῃ καὶ περὶ πλείστου τὴν τῶν ῥητόρων σημασίαν ποιούμενος, ἀντίσταται τοῖς λόγοις ὡς ὅπ—ρησάμενος, οὐ τῇ ῥητορείᾳ μᾶλλον, ὅσον τῷ βίῳ, συμμαχῆσαι βουλόμενος· καὶ δύο μὲν λόγοις τὴν περὶ τῆς τέχνης ἀπολογίαν πεποίηται, ἐν οἷς οὐ τέχνην μόνον, ἀλλὰ καὶ κρεῖττον ἢ τέχνην οὖσαν αὐτὴν ἀποδείκνυσιν. περιουσίᾳ δὲ λόγων ἐπὶ τὸ τῶν ῥητόρων ἐνταῦθα μεταβαίνει κεφάλαιον, καὶ τούτοις ὥσπερ χρέος τὴν γενομένην ἀπονέμει βοήθειαν· καὶ ἡ μὲν ὑπόθεσις αὕτη· τὸ δὲ εἶδος τοῦ λόγου πολλὴν ἔχει τὴν ζήτησιν, ποίου γε ἄρα τῆς ῥητορικῆς καθέστηκεν εἴδους. ὅτι μὲν οὖν οὐδεμίαν ἔχει τῇ συμβουλῇ κοινωνίαν ὁ λόγος δεδήλωται. λείπεται τοίνυν ἑνὸς τῶν ἑτέρων εἶναι εἰδῶν. ὡς εἴ γε ἄρα κεχωρίσθαι τούτων ἑτέρων συμβήσεται, κινδυνεύειν ἀνάγκη τῆς ῥητορικῆς τῶν λόγων ἠλλοτριῶσθαι. τινὲς μὲν οὖν ἐπὶ τὸ πανηγυρικὸν εἶδος ἀνάγουσι, τῇ τῶν ἐγκωμίων ἀπατηθέντες μελέτῃ· ἀλλʼ οὐκ ἂν εἴη τούτου τοῦ εἴδους ὁ λόγος· οὐ γὰρ ἔνθα τοῖς ἐγκωμίοις χρησόμεθα τὸν λόγον ἀνάγκη τοῦ εἴδους τούτου προσαγορεύειν· μή πού γε καὶ τὸν περὶ στεφάνου λόγον πανηγυρικοῦ λέγειν ἐπιχειρήσωμεν εἴδους· ἄλλως τε τὸ κατασκευαζόμενον ἀεὶ προδήλως, οὐ τὸ κατασκευάζον χαρακτηρίζει τὸν λόγον. καί τοι εἴ γε σκοπήσομεν, τί τῶν ἐγκωμίων ὑπάρχει τὸ ἴδιον, εὑρήσομεν ἥκιστα τὸν λόγον τῷ εἴδει τούτῳ συμβαίνοντα. ἔστι τοίνυν ἐγκώμιον ὁμολογουμένων αὔξησις ἀγαθῶν· ὅπερ ἐνταῦθα ἀπᾴδει τῆς προκειμένης παντελῶς ὑποθέσεως· οὐ γὰρ ὡς ἤδη φανερῶν ὄντων ποιεῖται τὴν αὔξησιν, ἀλλὰ πρὸς λύσιν ἐπάγει τῶν ἐκ Πλάτωνος εἶναι δοξάντων ἐγκλημάτων τὴν τῶν ἐγκωμίων ἡμῖν ἐργασίαν ὁ ῥήτωρ· διὸ καὶ τὸν λόγον οὐκ ἐγκώμιον εἶναι φαίημεν ἄν· οὐ γὰρ αὐθαιρέτως τοῦτο προθέμενος ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ὥσπερ ἀνάγκῃ τινὶ καὶ τῇ παρούσῃ τῆς παραβολῆς χρείᾳ τοῦτο πεποίηκε· τότε γὰρ εἶναι φαίης ἐγκώμιον, ὅτε προηγουμένως, ἀλλʼ οὐκ ἀνάγκῃ τινὶ ποιεῖταί τις τὸν ἔπαινον. οὐ μὴν οὐδὲ τῷ δικανικῷ κοινωνίαν ἔχει ὁ λόγος· οὐδὲ γὰρ τούτου φυλάττει τὸ ἴδιον. ἴδιον γὰρ τούτου πᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ· ἐνταῦθα δὲ τοῖς ἀνδράσιν ὁ Πλάτων οὐκ ἐγκλήματα μόνον ἐπήνεγκε· κολακεία δὲ ἄρα μισεῖται μὲν, ἀλλʼ οὐκ ἤδη κολάζεται· ἄλλως τε καὶ τρισὶ τούτοις ὁ δικανικὸς χαρακτηρίζεται λόγος, ἐκ τόπου, ἐκ προσώπου, ἐκ τέλους. εἰ μὴ τόπος τοίνυν αὐτῷ τὸ δικαστήριον, μηδὲ πρόσωπον τὸ δικάζον ὑπόκειται, τέλος δʼ οὐκ ἔχει τοὐπιτίμιον, ὅπερ εἰκὸς, οὐδὲ τούτου εἴη τοῦ εἴδους ἂν ὁ λόγος· λείπεται τοίνυν τὸ εἶδος εἶναι ἀντίρρησιν, ὥς φησι Θέων ὁ τεχνογράφος· ὃ τῶν μὲν προγυμνασμάτων κεχώρισται, μερικὸν δὲ ῥητορικῆς εἶδος τετύχηκεν· καὶ τῶν μὲν γενικωτάτων εἰδῶν οὐκ ἔστι, τέλειόν γε μὴν εἶδος καθέστηκεν, εἰ καὶ μέρος ὑπάρχει γενόμενον. διαφέρειν δέ φασι τὴν ἀντίρρησιν τῆς ἀντιγραφῆς τῷ τὴν μὲν ἀντίρρησιν ἐπὶ ζώντων ποιεῖσθαι τοὺς λόγους, τὴν δὲ ἀντιγραφὴν ἐπὶ μόνων τῶν οὐ μετεχόντων τοῦ βίου. πάλιν δὲ λέγουσιν ἕτεροι τὸ αὐτὸ τυγχάνειν ἐν διαφόροις ὀνόμασι. φασὶ δὲ τὸν λόγον μικτὸν εἶναι ἐκ πανηγυρικοῦ καὶ δικανικοῦ συγκείμενον εἴδους· καὶ πανηγυρικοῦ μὲν, τῷ διεξιέναι τὰ κατορθώματα, δικανικοῦ δὲ τῷ τὴν ἀντιθέσεων ἀφαιρεῖσθαι βλάβην ταῖς λύσεσιν.

Πλάτων ὁ Ἀρίστωνος ἐπισημότατος ἐν φιλοσοφίᾳ γενόμενος ἐζήτησε τὸν φιλόσοφον βίον δεῖξαι πάντων καλλίονα, πάντας ἐπὶ φιλοσοφίᾳ προτρεπόμενος. καὶ ἐπειδὴ ὁ τῶν τυράννων βίος καὶ ὁ τῶν ῥητόρων ἐν ταῖς πόλεσιν ὡς δυνατὸς ἐθαυμάζετο, συνέγραψέ τινα διάλογον, Γοργίαν ἐπικαλούμενον· τοῦτο γὰρ ὄνομα τῷ διαλόγῳ· ἐν ᾧ διαβάλλει τὸν τῶν ῥητόρων καὶ τῶν τυράννων βίον, ὡς φαῦλον καὶ ἄδικον· καὶ πρῶτον μὲν διαβάλλει τὴν ῥητορικὴν, τουτέστι τὴν τέχνην· εἶθʼ οὕτως αὐτοὺς τοὺς ῥήτορας ἐν παραδείγματος μέρει· οὐ γὰρ προηγουμένως οὐδὲ ἐξ ἀρχῆς τοῦτο προθέμενος· καὶ τοὺς δοκοῦντας εὐδοκιμεῖν ἐν τῇ τέχνῃ, τούτους ὁ Πλάτων ἐξελέξατο, Θεμιστοκλέα, Μιλτιάδην, Κίμωνα, Περικλέα, βουλόμενος διὰ τῆς τούτων διαβολῆς πάντας διαβαλεῖν τοὺς ῥήτορας· ὅταν γὰρ οἱ δοκοῦντες εὐδόκιμοι φαῦλοι φανῶσι, πῶς οὐκ ἀνάγκη πάντας συνδιαβάλλεσθαι; πρὸς ταύτην τὴν κατηγορίαν, ἤτοι διαβολὴν, ὁ Ἀριστείδης ἐνίσταται· καὶ ἤδη μὲν δύο λόγους ὑπὲρ ῥητορικῆς συνέγραψε, βουλόμενος δεῖξαι αὐτὴν πρῶτον μὲν κρείττονα τέχνης καὶ ὑπὲρ τέχνην· καὶ εἶτα ὡς ἐν παρέργῳ, καὶ τέχνην ἀπέδειξεν· ἅτε δὴ οὖν συμπληρώσας τὴν ὑπὲρ τῆς τέχνης ἀπολογίαν καὶ ἐπὶ τὴν τῶν ῥητόρων μέτεισιν ἀπολογίαν· καὶ ἔστι τὸ σχῆμα τοῦ λόγου καθάπερ ἐν δευτερολογίᾳ, ὅπερ εὐθὺς ἐν τῷ προοιμίῳ ἐπισημαίνεται· ἀπὸ γὰρ τῆς ἐκεῖθεν κατασκευῆς οὕτω τὴν διάνοιαν εἴληφε, λέγων· παραιτεῖσθαι μὲν οὐκ οἶδα ὅτι δεῖ πολλάκις· ὡς ἤδη δῆλον ὅτι ἐν τῷ ὑπὲρ ῥητορικῆς λόγῳ ἱκανὴν τὴν παραίτησιν ποιησάμενος· διὸ καὶ σύντομον ἐποιήσατο τὸ προοίμιον, ὥσπερ ἔχομεν καὶ παρὰ τῷ ῥήτορι ἐν ταῖς δευτερολογίαις, ἔν τε τῷ κατὰ Ἀνδροτίωνος καὶ τῷ πρὸς Λεπτίνην. ἐκεῖθεν γὰρ δίκαιον ἀκολουθοῦντα ποιήσασθαι τὴν διαίρεσιν. καὶ αὕτη μὲν τοῦ λόγου ἡ ὑπόθεσις. τὸ δʼ εἶδος τοῦ λόγου πολλὴν ἔχει τὴν ζήτησιν, ποίου ἄρα καὶ εἴδους τῆς ῥητορικῆς καθέστηκεν. ὅτι μὲν οὖν οὐ τοῦ συμβουλευτικοῦ πρόδηλον. λείπεται τοίνυν ἑνὸς τῶν ἑτέρων εἶναι τὸν λόγον· οἱ μὲν οὖν τοῦ ἐγκωμιαστικοῦ φασιν εἶναι τὸν λόγον, εἰς τὰ τῶν ἀνδρῶν ἀποβλέποντες ἐγκώμια. ἀλλʼ οὐ διὰ τοῦτο καὶ ἐγκωμιαστικὸς ὁ λόγος· οὐ γὰρ ἔνθα καὶ ἐγκώμια ἔχομεν, ἤδη καὶ τὸ εἶδος ἐγκωμιαστικόν. εἰ δὲ μὴ, οὐδὲν ἐκώλυε τὸν περὶ τοῦ στεφάνου λόγον ἢ τὸν πρὸς Λεπτίνην τοῦ ἐγκωμιαστικοῦ τυγχάνειν· πανταχοῦ γὰρ διʼ ἐγκωμίων προάγεται ἀμφοτέρων τῶν λόγων ἡ διαίρεσις· οὐ γὰρ τὸ κατασκευάζον, ἀλλὰ τὸ κατασκευαζόμενον χαρακτηρίζει τὸ εἶδος. σκοπήσομεν τοίνυν τί τὸ ἴδιον τοῦ ἐγκωμίου καθέστηκεν. ἔστι τοίνυν ὁμολογουμένων ἀγαθῶν λόγος αὐξητικός. ὅπερ οὐκ ἔστιν ἐνταῦθα· οὐδὲ γὰρ ὡς ὁμολογουμένων ἀγαθῶν ποιεῖται τὴν αὔξησιν, ἀλλὰ πρὸς λύσιν τῶν δοκούντων ἐγκλημάτων ὧν αὐτοῖς ὁ Πλάτων ἀπέδωκεν, ὁ Ἀριστείδης εἴληφε τὰ ἐγκώμια· ὅπερ, ὡς ἔφαμεν, καὶ ὁ ῥήτωρ ἐν τῷ περὶ στεφάνου πεποίηκε· κἀκεῖ μὲν γὰρ ὁ Δημοσθένης πολλάκις ἑαυτὸν ἐγκωμίασεν· οὐ μὴν διὰ τοῦτο ὁ λόγος ἐγκώμιον, ἀλλὰ δηλονότι πρὸς τὴν κατηγορίαν Αἰσχίνου, καὶ ὧν κατηγόρησε, τοὺς ἐπαίνους προσείληφεν· ὅταν μὲν γὰρ αὐθαίρετον καὶ προηγούμενον ἔχωμεν τὸν ἔπαινον, ἀλλʼ οὐκ ἐξ ἀνάγκης τινὸς γιγνόμενον, ἐγκωμιαστικὴν ποιεῖται τὴν ὑπόθεσιν. νῦν δὲ ἐξ ἀνάγκης πρὸς τὴν φιλοσόφου κατηγορίαν ἐνιστάμενος πρὸς λύσιν εἴληφε τῶν ἀνδρῶν τὰ ἐγκώμια. οὐ μὴν τοῦ δικανικοῦ εἴδους δύναται εἶναι ὁ λόγος· οὐδὲ γὰρ τούτου πάλιν φυλάττει τὸ ἴδιον· ἴδιον γὰρ τοῦ δικανικοῦ τὸ ἔχειν ἐγκλήματα καὶ τούτων ἀπολογίαν. ἐνταῦθα δὲ οὐ φύσει ὁ Πλάτων τοῖς ἀνδράσιν ἐπήνεγκεν ἐγκλήματα, ἀλλὰ κολακείαν αὐτὴν κατηγόρηκε, καὶ ἅπερ ἐν τῷ Περικλεῖ διαβέβληκε· λάλους γὰρ, φησὶ, καὶ δειλοὺς καὶ φιλαργύρους εἰργάσατο· ἅπερ δῆλον ὅτι οὐδʼ αὐτὰ ἐγκλήματα φύσει καθέστηκε· κολακεία γὰρ μισεῖται μὲν, ἀλλʼ οὐκ ἤδη καὶ κολάζεται· τὰ γὰρ ἐγκλήματα δηλονότι καὶ τοῖς νόμοις κολάζεται· οὐ τοίνυν οὐδὲ τοῦ δικανικοῦ εἴδους δύναται εἶναι ὁ λόγος. λείπεται τοίνυν εἶδος μὴ ἔχειν τὸν λόγον· καὶ γάρ τοι τῶν σοφῶν τις Ἀθήνησιν ἀπορήσας, καὶ ἀποδείξας ὡς οὐδέτερον τῶν εἰδῶν δύναται εἶναι ὁ λόγος, ἀνασκευὴν αὐτὸν ἀπεφήνατο· ὅπερ ἐστὶν ἓν τῶν προγυμνασμάτων. καὶ πῶς οὐκ ἀτοπώτατον τοσαύτην ὑπόθεσιν ὑποβάλλειν τοῖς προγυμνάσμασιν. ὡμολόγηται γὰρ ὡς πολὺ τῆς ὑποθέσεως διενήνοχε τὰ προγυμνάσματα· ἡ μὲν γὰρ τελεία ὑπόθεσις· τὰ δὲ μέρη τῆς ὑποθέσεως καὶ ἀμφισβήτησιν ἐπιδέχεται, οὔτε μὴν ἔχει περίστασιν· ἦ γὰρ ἂν οὐδὲν διέφερε τῶν προγυμνασμάτων ἡ ὑπόθεσις. τί οὖν ἄρα καὶ τὸ εἶδος λεκτέον τοῦ λόγου; ἀλλὰ τοῖς κατανοεῖν δυναμένοις τέχνας τοῦτο δεδήλωκεν ἡμῖν ἐν τοῖς προγυμνάσμασιν ἐν τῷ τέλει τῆς τέχνης Θέων ὁ τεχνογράφος, εἰπών· ἔστι δὲ καὶ ἕτερον εἶδος ἀντίρρησις, ὅπερ οὐκέτι μὲν τυγχάνει προγύμνασμα, μερικὸν δὲ εἶδος ῥητορικῆς, ὅπερ τῶν μὲν γενικωτάτων εἰδῶν οὐκ ἔστι, τέλειόν γε μὴν εἶδος καὶ μέρος καθέστηκε· καὶ τοῦτο καὶ ἐκ πολλῶν ἄλλων μερικῶν εἰδῶν ἔστι καταμαθεῖν, εἴτε λεκτέον εἴτε βασιλικὸν, εἴτε ἐπιθαλάμιον, εἴτε ἐπιτάφιον, καὶ ἄλλα πολλὰ, ὧν ἕκαστα τυγχάνει τῆς ἐγκωμιαστικῆς ἰδέας. καὶ ταῦτα μὲν καὶ περὶ τοῦ εἴδους· ἐκεῖνο δὲ παρατηρητέον, ὅτι Πλάτων οὐκ εὐθὺς, οὐδὲ ἐκ προοιμίων, ἦλθεν ἐπὶ τὴν κατηγορίαν τῶν ἀνδρῶν, ἀλλʼ ὑπέθετο πρῶτον τὸν ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος· δύο δὲ ταύτας περὶ αὐτὸν εἶναι παρασκευάς· καὶ τὴν μὲν ἀρίστην ἥτις παρασκευάζει, ἄριστον εἶναι τὸν ἄνθρωπον· τὴν δὲ μιμεῖσθαι τὴν ἀρίστην παρασκευήν· καὶ μερίζει πρῶτον τὴν ἀρίστην παρασκευὴν εἰς μέρη τέσσαρα, καὶ δίδωσι δύο μὲν τῇ ψυχῇ, δύο δὲ τῷ σώματι· καὶ τοῦ μὲν σώματος θεραπείαν λέγει τήν τε γυμναστικὴν καὶ τὴν ἰατρικήν· ἡ μὲν γὰρ ὅλως, φησὶν, οὐ συγχωρεῖ νοσεῖν τὴν ἀρχὴν, ἡ γυμναστική· ἡ δὲ ἰατρικὴ τὸν νοσοῦντα θεραπεύει· καὶ ἀμφοτέρας μὲν ἐπαινεῖ τὰς παρασκευὰς, ἐπὶ πλέον δὲ τὴν γυμναστικὴν τῆς ἰατρικῆς· φησὶ γὰρ μὴ νοσεῖν ὅλως ἀρχὴν, ἢ νοσοῦντα θεραπεύεσθαι. ὁμοίως πάλιν καὶ ἐπὶ τῆς ψυχῆς δύο μέρη, τὴν νομοθετικὴν καὶ τὴν δικαστικήν· ἡ μὲν γὰρ, φησὶ, διδάσκει τά τε δίκαια καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἡ δὲ τοὺς ταῦτα παραβαίνοντας κολάζει καὶ βελτίους ἀπεργάζεται. καὶ γίνεται, φησὶν, ἡ ἰατρικὴ πονηρίας ἡ δίκη. ταύτην, φησὶ, τὴν ἀρίστην παρασκευὴν ὑποδύεται κολακεία τις, μιμουμένη τὴν ἀρίστην παρασκευὴν, γένος οὖσα· καὶ μερίζει, φησὶν, αὐτὴ ἑαυτὴν εἰς τέσσαρα, δύο μὲν περὶ τὸ σῶμα, δύο δὲ ὁμοίως περὶ τὴν ψυχήν· καὶ τοῦ σώματος εἶναι τήν τε κομμωτικὴν, λέγων τὴν κοσμητικὴν, τουτέστι τὴν κουρικὴν καὶ τὴν ὑφαντικήν· καλλωπίζουσι γὰρ αὗται, φησὶ, τὸ σῶμα· εἶτα τὴν μαγειρικὴν, ἥτις, φησὶ, προσποιεῖται τὸ σῶμα παρασκευάζειν φαίνεσθαι καλὸν, οὐκ ἂν δὲ τῇ ἀληθείᾳ, ὥσπερ ἐν τῇ γυμναστικῇ. τῆς δὲ πάλιν ψυχῆς φησι τήν τε σοφιστικὴν καὶ τὴν ῥητορικήν· καὶ τὴν μὲν σοφιστικὴν μιμεῖσθαι τὴν νομοθετικήν· καὶ αὕτη γὰρ, φησὶ, προσποιεῖται εἰδέναι τὰ καλὰ καὶ τὰ δίκαια, οὐκ οἶδε δὲ ἀληθῶς· τὴν δὲ ῥητορικὴν μιμεῖσθαι τὴν δικαστικήν· γίγνεται γὰρ, φησὶν, ὁ ῥήτωρ τῆς σοφιστικῆς διάκονος καὶ ὑπηρέτης, ὥσπερ ὁ δικαστὴς τοῦ νομοθέτου. καὶ οὕτω τεταρτημόριον κολακείας γίνεται ἡ ῥητορικὴ, ἐπειδὴ καὶ τέσσαρα μέρη λέγει εἶναι τῆς κολακείας. τούτῳ τῷ τρόπῳ, τουτέστι προσχήματι τῆς παρασκευῆς ἦλθεν ἐπὶ τὴν κατηγορίαν τῆς ῥητορικῆς, καὶ τῶν ἀνδρῶν δηλονότι τὴν διαβολήν. ὁ δὲ ῥήτωρ τὸν λόγον ἐμέρισεν εἰς δύο, εἴς τε πρόσωπον καὶ πρᾶγμα· καὶ εἰς μὲν τὸ πρόσωπον πεποίηκε τὰ ἐγκώμια, εἰς δὲ τὸ πρᾶγμα τοὺς ἀγῶνας. γνωστέον δὲ ὡς οὐδέτερον ἀλλήλων κεχώρισται, οὔτε τὰ ἐγκώμια τῶν ἀγώνων, τουτέστι τῆς ἀπολογίας τῶν δοκούντων ἐγκλημάτων οὔτε πάλιν οἱ ἀγῶνες τῶν ἐγκωμίων, ἀλλʼ ἐκ τοῦ πλεονάζοντος εἴληφεν ἑκάτερον τὸ νόημα· ἐν μὲν γὰρ τοῖς ἐγκωμίοις ἐλάττονα τὰ ἐγκλήματα, καὶ τούτων ἡ λύσις, ἐν δὲ τοῖς ἀγῶσιν ὁμοίως ἐλάττονα τὰ ἐγκώμια, ἐπειδὴ μία ἑκατέρων τῶν εἰδῶν ἡ ὑπόθεσις, ἀλλὰ τεχνικῶς δηλονότι ὁ ῥήτωρ προέταξε τοῦ προσώπου τὰ ἐγκώμια, ἵνα συστήσας διὰ τούτων τὸ πρόσωπον ἀνέλῃ τῶν δοκούντων ἐγκλημάτων τὴν δύναμιν.

ΥΠΕΡ ΠΕΡΙΚΛΕΟΥΣ.Ἐπίγραμμα εἰς στήλην Περικλέους. Ἡγησάμην ὁρόων σε, Περικλέες, ὅττι καὶ αὐτῷ χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις. ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις ἢ μόθον ἐντείνων Πελοπήϊον· ἱστάμενος δέ.

παραιτεῖσθαι συγγνώμην αἰτεῖν. ἀπολογεῖσθαι. παραιτεῖσθαι μὲν οὐκ οἶδʼ ὅτι δεῖ παραιτεῖσθαι μέν ἐστι τὸ συγγνώμην αἰτεῖν· οὕτω Δημοσθένης «Τῷ δὲ φεύγοντι καὶ παραιτεῖσθαι.» δυνάμεθα λέγειν καὶ ἐπὶ τοῦ ἀπολογεῖσθαι τὸ παραιτεῖσθαι· τὸ δὲ ἑξῆς· οὐκ οἶδα μὲν συγγνώμην αἰτεῖν· δεῖ γὰρ πολλάκις περὶ τῶν αὐτῶν ἀπολογεῖσθαι, ἢ καὶ καθʼ ἑκάτερον τοῦ κατὰ κοινοῦ εἰς τὸ ἀπολογεῖσθαι λαμβανομένου, ἕως ἂν προάγοιτο. ἀπολογεῖσθαι μὲν οὐκ οἶδα, τουτέστιν οὐ δεῖ μοι ἀπολογίας, εἰ παρόν μοι ἀπολογεῖσθαι ὑπὲρ ἀνδρῶν μεγάλων Πλάτωνι ἀντιλέγω. ὅσος γὰρ ἂν ᾖ Πλάτων, πρεσβύτεροι οὗτοι οἱ ἄνδρες, καὶ χρόνῳ καὶ ἀξιώματι. τὸ δὲ προοίμιον ὡς ἐπὶ δευτερολογίας εἴρηται. ἐπειδὴ γὰρ προείρηνται αὐτῷ περὶ τῆς ῥητορικῆς δύο λόγοι, ὡς ἤδη προθεραπεύσας τὸ πρόσωπον Πλάτωνος οὕτω πεποίηται τὴν ἀρχήν. εἴρηται δὲ τὸ προοίμιον ἐκ κολακείας, ἐπειδὴ ἐβάρυνεν αὐτὸς τὸ πρόσωπον Πλάτωνος ἔνδοξον ὄν. περὶ τῶν αὐτῶν πολλάκις ἀπελογήσατο γὰρ ἐν τῷ ὑπὲρ ῥητορικῆς λόγῳ. περὶ τῶν αὐτῶν πολλάκις λέγειν, ὅτι ἀτόπως ἐποίησεν ὧδε εἰρηκὼς πολλάκις· τοῦτο γὰρ εἶπεν, ὡς δῆλον ὅτι ἐν τῷ ὑπὲρ ῥητορικῆς ἀπελογήσατο ὑπὲρ τῶν ἀνδρῶν. καὶ μὴν ἐκεῖ ὑπὲρ τοῦ πράγματος μόνον ἀπελογήσατο, ἐνταῦθα δὲ ὑπὲρ τῶν ἀνδρῶν· ἀλλὰ φαμὲν ὅτι ἀνάγκη κἀκεῖ ἀπῄτει καὶ ὑπὲρ τῶν ἀνδρῶν τούτων εἰπεῖν τινα ῥητόρων ὄντων, καὶ τοῦ πράγματος μετεχόντων. οὐ δεῖ περὶ Πλάτωνος ἀντιλέγειν, φησὶ, διότι ἱκανῶς παρῃτησάμην ἐν τῷ ὑπὲρ ῥητορικῆς. σύντομον δὲ τὸ προοίμιον, ὡς ἐν δευτερολογίᾳ, θεραπείαν δεῖ ἔχειν Πλάτωνος.

ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν ἄλλη θεραπεία· ὅτι οὐδὲ πρὸς αὐτὸν Πλάτωνά ἐστιν ὁ λόγος, ἀλλʼ ὑπὲρ τῶν ἀνδρῶν. συνίστησι δὲ τὴν ποιότητα τῶν ῥητόρων, ἵνα δικαίως δείξῃ τὴν ἀντιλογίαν. πρὸς ἄνδρας δέον πρὸς ἄνδρα εἰπεῖν, ἤτοι τὸν Πλάτωνα. ὁ δὲ πρὸς ἄνδρας εἶπεν, συμπεριλαμβάνων τόν τε Πλάτωνα καὶ τοὺς τἀκείνου φρονοῦντας, ἤγουν τοὺς φιλοσόφους. ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν ἀπὸ σώματος καὶ ψυχῆς ἐπαινεῖ τοὺς ἄνδρας.

τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν, ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου καὶ ἀπὸ τοῦ πλήθους καὶ ἀπὸ τοῦ χρόνου τὸ δίκαιον τῆς ἀντιλογίας δείκνυσιν. ἐπειδὴ δὲ δοκεῖ καὶ τὸ πρεσβύτερον ἄξιον εἶναι τιμῆς, τοῦτο προσέθηκε. ὅτι μὴ εἰ μή.

παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ δοκεῖ τοῦτο τὸ μέρος εἶναι προκατασκευὴ τὴν αἰτίαν ἔχον τοῦ λόγου, ἀπὸ τῆς Δημοσθενικῆς διαιρέσεως τοῦτο κρίνοντες. τεχνικῶς δὲ καὶ τὰ ἄλλα διαβάλλει τοῦ Γοργίου, ἵνα πλέον διασύρῃ τὴν κατηγορίαν τῶν ἀνδρῶν. ἄλλα δὲ λέγει τὰ λεχθέντα κατὰ τῆς ῥητορικῆς. ἔστι δὲ ἐντεῦθεν εἰσβολὴ εἰς τὸ ἀντιρρητικὸν, ἤτοι τὸ ἀντιγραφικὸν κεφάλαιον.

τὴν κατηγορίαν καταχρηστικῶς. κυρίως γὰρ ἡ ἐν δικαστηρίῳ. Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος οὐχ ἁπλῶς τὰ ὀνόματα τῶν ἀνδρῶν λέγει, ἀλλὰ τῇ δόξῃ Πλάτωνος ἀντιτάττει τὴν δόξαν τῶν ἀνδρῶν.

ἀνειμένως ἠθικῶς. ἠθικῶς ἀντὶ τοῦ κακούργως, μὴ δόξας ἀπʼ ἀρχῆς ταύτην ποιεῖσθαι τὴν ὑπόθεσιν. ὡς μηδʼ ἂν εἷς εἰκάσει, πρὶν διακοῦσαι τοῦ διαλόγου παρὰ τῷ Ὁμήρῳ εἴρηται «Ψεύδεα δʼ ἀρτύνοντα, ὅθεν καί τις οὐδὲ ἴδοιτο.» τὸ δὲ εἰκάσειεν, ἀντὶ τοῦ διακρίνοιεν Ἀττικῶς. τὸ δὲ νόημα οὕτως· πρὶν, φησὶν, ὅλον τοῦ λόγου ἀκούει τις, οὐ δύναται γνῶναι τί περιέχουσι· τοιοῦτοι γὰρ οἱ διάλογοι. εἰκάσειε διακρίνειε.

ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν λύσις ἐστὶν ἀντιπίπτοντος, ἀνακόψαντος ἀπὸ τοῦ συμφέροντος τοῦ ἀντιπίπτοντος. βλασφημίαν δὲ εἶπε δεινῶς, ἵνα δείξῃ ψευδῆ τὴν κατηγορίαν, βαρυτέρῳ ὀνόματι πλήττων τὸν Πλάτωνα.

εἰ μὲν γὰρ τοῦτο εὐθὺς ἐξ ἀρχῆς προύθετο καλῶς τὸ εὐθὺς, ὅτι ὕστερον τοῦτο προσέθηκεν, ἵνα κλέψῃ τὴν κακουργίαν.

τὴν δὲ ἑτέραν σπουδαῖον καὶ καλὸν τὸ σχῆμα μεταληπτικὸν τοῦ λόγου· οὐ γὰρ εἶπε σπουδαίαν, ἀλλὰ σπουδαῖον, τὸ πρᾶγμα μεταβαλὼν ἀντὶ ὀνόματος. ὥστε τις ἦν βλάβη τῷ λόγῳ, μὴ τούτων δείκνυσι κατὰ ἔνστασιν πρῶτον Ἀριστείδης τὸν Πλάτωνα οὐκ ἀναγκαίως εἰς τὰς τῶν ἀνδρῶν χωρήσαντα βλασφημίας, εἶτα κατὰ ἀντιπαράστασιν, λέγων ὡς, εἰ καὶ δώσομεν, εἶναι βλάβην τοσαύτην τῷ σῷ λόγῳ ἐκ τοῦ μὴ λοιδορῆσαι τοὺς ἄνδρας, ὅσην ἂν ὠφέλειαν εἶχεν ἐκ τοῦ λοιδορῆσαι — τοιαῦτα γὰρ ἡμῖν ἐννοεῖν δίδως τῇ τοσαύτῃ κατʼ αὐτῶν ὁρμῇ — ἔδοξας ἂν πρὸς χάριν χρηστὸς, εἰ καὶ μὴ τὰ συνοίσοντα τῷ σῷ λόγῳ ἐποίεις. ἐκινδύνευε δὲ εἶπεν, ἐπειδὴ ὥσπερ κινδυνῶδές ἐστιν, ὅταν τινές τισι χαριζόμενοι βλάπτωνται. πανταχοῦ φθόνον κατασκευάζει τὴν αἰτίαν τοῦ Πλάτωνος.

εἴ γε καὶ μηδὲν μᾶλλον ἐκινδύνευε— χρηστὸν νομισθῆναι ἀντὶ τοῦ οὐκ ἦν, φησὶ, κίνδυνος οὐδὲ φόβος, μὴ ἄρα τὸ ἡδὺ νομισθῇ τοῦ βελτίονος κάλλιον. ἔστι δὲ Δημοσθενικόν· ὥστε κινδυνεύει τὸ λίαν εὐτυχεῖν ἐπαχθεῖς ποιεῖν.

τό γε δήπου πρὸς χάριν τὴν ἐκείνων δηλονότι. τὸ ἡδύ.

τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις τοῦ Καλλικλέους δεινῶς εἶπεν· οὐ γὰρ, ὅτι ὁ Καλλικλῆς ἀπειρήκει καὶ ἡττήθη, ἀλλʼ ὅτι αὐτὸς ὁ Πλάτων περιέθηκεν αὐτῷ τὴν ἧτταν τῶν λόγων· ἀπειρηκότος δὲ εἶπε, καὶ οὐ πεισθέντος· οὐ γὰρ ἠδυνήθη, φησὶ, κατὰ τὴν ἀξίαν τῆς ῥητορικῆς ἀγωνίσασθαι.

ὦ Σώκρατες τῷ Σωκράτει τῷ αὐτοῦ διδασκάλῳ περιέθηκεν ὁ Πλάτων τοὺς λόγους, κοσμῶν αὐτόν. τῶν πολλῶν δὲ λέγει τῶν ἰδιωτῶν· ἐκεῖνοι γὰρ, ὅταν συλλογισθῶσιν, οὐ δέχονται τὴν ἀπόδειξιν.

ὡς εἰ ψέξειεν ἐκείνους αἰτίας ἀναίρεσις, ὅτι οὐ τῷ ψέγειν ἐπείθοντο.

προσάξεσθαι εἰς αὐτὸν ἄξειν. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι ἢ ὅτι ῥήτωρ ἦν, καὶ οὐκ ἂν ἠνέσχετο ῥητόρων διαβαλλομένων, ἢ ὅτι ἐφίλει τοὺς ἄνδρας. ἢ ὅτι ῥήτωρ ἐτύγχανε, καὶ οὐκ ἂν ἠνέσχετο ῥητόρων διαβαλλομένων, ἢ ὅτι τὸν πόθον εἶχε πρὸς τοὺς ἄνδρας.

πλέον θάτερον ποιῆσαι τὸ μὴ προσάξεσθαι.

ἀνεσόβει τὴν θήραν παροιμία. ὅπερ ἐβούλετο δηλοῦν τὸ πεισθῆναι τὸν Καλλικλῆ. γνοίη δʼ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων τὸ γνοίη δʼ ἄν τις πρὸς τὸ τίς ἦν βλάβη τῷ λόγῳ τὴν δύναμιν ἔχει, τὰ δʼ ἄλλα διὰ μέσου εἶπεν, ἐπαχθεὶς τῇ τοῦ λόγου ἀκολουθίᾳ.

ἐξ αὐτῶν τῶν ῥημάτων δεινῶς πάλιν οὐκ ἀποδείξεως, οὐδὲ λόγων, ἀλλὰ ῥημάτων φλυαρίαν ἐμφαίνων, εἶπεν ἐξ αὐτῶν τῶν ῥημάτων.

θεραπεύειν ἐπιμελεῖσθαι. ἀντὶ τοῦ ἐπιμελεῖσθαι· ὡς Θουκυδίδης ἐν δευτέρᾳ «Ὁ μὲν ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας.» τὸ δὲ ὡς ἀντὶ τοῦ πάνυ· ἐπίτασις γάρ ἐστιν ἡ λέξις.

ὥσθʼ ὅταν ὡμολόγητο ἀντὶ τοῦ συνετέθη. ὅ ἐστιν ἐλέχθη.

πρὸς ὃ πάντα τοῦτʼ εἶχε τὴν ἀναφορὰν ἀναφορὰν λέγει τὴν αἰτίαν. ὅρα δὲ, πῶς τὴν βίαν δείκνυσι τὴν Πλάτωνος, ὅτι ἐβιάζετο εἰς ἓν τὰ πάντα ἀναφέρειν. πάλιν δὲ δεινῶς τῷ τῆς ζημίας ὀνόματι δημοσιεύει τὸν φθόνον. τὴν ἀναφορὰν αἰτίαν.

νῦν δὲ ὥσπερ ὠδίνων ἐνταῦθα ἐκφαίνει φανερῶς τὸν φθόνον τοῦ Πλάτωνος. ὠδίνων δὲ λέγει ἀντὶ τοῦ ὥσπερ ἐπιθυμῶν τὴν κατʼ αὐτοῦ διαβολήν. ἡ δὲ λέξις ὡς ἐπὶ τῶν ἐγγύων γυναικῶν. περιβαλλόμενος κύκλῳ τὴν ἐπʼ ἐκείνους ὁδὸν ἀπὸ τῶν ἰχθυώντων καὶ κυνηγετούντων.

ἐπιβούλως φθονερῶς. τὸ μὲν διάφορον τὸ λοιδορῆσαι καὶ μή. τὸ ἐλέγχειν Καλλικλέα. τὸ μὲν διάφορον οὐχὶ μικρὸν εἰς τὸ ἐλέγχειν Καλλικλέα, ὥστε τὰ βέλτιστα λέγειν ἄμεινον εἴη τοῦ πρὸς ἡδονήν.

τοῦτο δὲ τὸ ὑβρίζειν. τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι ἀποσιώπησις τὸ σχῆμα. τουτέστι τὸ εἰπεῖν κακῶς τοὺς ἄνδρας. τὸ δὲ σχῆμα ἀποσιώπησις· καὶ παρὰ Δημοσθένει «Ἀλλʼ ἐμοὶ μέν· οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, ἀρχόμενος τοῦ λόγου.» Δημοσθενικὸν δὲ καὶ τὸ ἐπιχείρημα· ἵνα γὰρ μὴ δοκῇ αὐτὸς ὑβρίζειν ἑτέρῳ προσώπῳ τὴν διαβολὴν περιέθηκε.

οὐ πόρρω κακοηθείας εἶναι τὸν Πλάτωνα.

τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ καλῶς εἶπε· δοκοῦσι γὰρ οἱ φιλόσοφοι μὴ φθονεῖν, ὡς μεγαλόψυχοι· οἱ γὰρ μικρόψυχοι εἰώθασι φθονεῖν· μεγαλόψυχοι δὲ ἐκεῖνοι, ὅτι περὶ τὰ οὐράνια ἀσχολοῦνται. τοῦτο γὰρ λέγει μεγαλοψυχίαν.

ὅσα γε ἐκ τῶν λόγων θαυμασίως, ἵνα μὴ αὐτοῦ κατηγορήσῃ τοῦ Πλάτωνος, τὸν λόγον αὐτοῦ φησιν αἴτιον εἶναι. δεινῶς δὲ κωμῳδίᾳ παραβάλλει τὸν διάλογον τοῦ Πλάτωνος. ἔξεστι δὲ ἀντὶ τοῦ δυνατόν ἐστι. κατηγορήσαντος δὲ τοῦ Κλέωνος Ἀριστοφάνους ὕβρεως, ἐτέθη νόμος μηκέτι ἐξεῖναι κωμῳδεῖν ὀνομαστί. ἄλλοι δὲ λέγουσιν ὅτι ἐκωμῴδουν ὀνομαστὶ τοὺς ἄνδρας μέχρις Εὐπόλιδος. περιεῖλε δὲ τοῦτο Ἀλκιβιάδης ὁ στρατηγὸς καὶ ῥήτωρ. κωμῳδηθεὶς γὰρ παρὰ Εὐπόλιδος ἔρριψεν αὐτὸν ἐν τῇ θαλάττῃ ἐν Σικελίᾳ συστρατευόμενον εἰπὼν «Βάπτε με ἐν θυμέλῃσιν, ἐγὼ δέ σε κύμασι πόντου βαπτίζων ὀλέσω νάμασι πικροτάτοις.»

πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μὴ τινὰς εἶπε κακῶς ὀνομαστὶ ὡς οὐκ ἔχοντος αὐτοῦ ἀπόδειξιν, εἰ μὴ τὴν διαβολὴν τῶν ἀνδρῶν.

εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε σχῆμα ὑποθετικόν. καθʼ ὑπόθεσιν τὸ ἐπιχείρημα· ἰσχυρὸν δὲ πρὸς ἀναίρεσιν τῆς διαβολῆς τῶν ἀνδρῶν, ἀπὸ τοῦ χρόνον τὴν λύσιν ποιούμενος.

ὅτε τοίνυν ἦσαν λόγοι ἐνθύμημα. τῷ πράγματι τῇ κατηγορίᾳ.

ὅτι τοίνυν οὐδʼ ἀληθῆ κατʼ αὐτῶν ἀπόθεσις. πληρώσας τὸ περιττὸν ἐντεῦθεν βούλεται δεῖξαι ὅτι καὶ ψευδὴς ὁ λόγος ὁ κατὰ τῶν ἀνδρῶν. πεπλήρωται δὲ ἡ προκατασκευή. εἰσβάλλει δὲ λοιπὸν ἐπὶ τὰ ἐγκώμια τῶν ἀνδρῶν. οὐ μὴν διὰ τοῦτο καὶ ἐγκώμιον ὁ λόγος τυγχάνει· ἀλλὰ καὶ πρὸς ἀπολογίαν τῆς διαβολῆς ἔλαβε τὰ ἐγκώμια.

ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἶ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε νόμιμόν ἐστι τοὺς ὁτιοῦν ἐλέγχοντας αὐτὸ τοῦτο μόνον ποιεῖν, καὶ μὴ πρὸς ὕβρεις ἐξάγεσθαι. ἀμβλύνουσι γὰρ ὥσπερ ἐντεῦθεν τὴν τῶν ἐλέγχων ἰσχύν. χωρὶς τοῦ μὴ ἔχειν ἀνάγκην διαβάλλειν. ἔστι δὲ ἔνια, ἃ εἰ καὶ ἀληθῶς λέγεται, περιττά ἐστιν. οἷον κάλεσόν μοι τῶν μαθητῶν τὸν υἱὸν τοῦ δούλου ὡμολόγηται μὲν γὰρ τοῦτο, τὸ δὲ οὕτως καλέσαι περιττόν.

καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα ἐπειδὴ ἔναυλον εἶχε Περικλέους τὴν μνήμην, διὰ τοῦτο προέταξε· νεώτερος γὰρ ἦν τῶν ἄλλων ῥητόρων· ἔπειτα, ὅτι ἐκ πάντων τῶν μορίων τῆς ἀρετῆς εἶχεν αὐτὸν ἐπαινεῖν.

ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτω σεμνῶς, ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν Δημοσθενικῶς, ἵνα πανταχόθεν τὴν ἀρετὴν αὐτοῦ πιστώσηται· ἐκ γὰρ τῶν ἱστορικῶν τὴν μαρτυρίαν λαμβάνει, ἵνα μὴ δοκῇ ἐκ τοῦ ἰδίου προσώπου αὐτὸν ἐπαινεῖν. δείκνυσι δὲ καὶ ἐκ τούτων ὅτι οὐκ ἔστι τῶν ἐγκωμιαστικῶν τόπων ἤρξατο· ποῦ γὰρ ἡ πατρίς; ποῦ τὸ γένος, ἢ οἱ πρόγονοι; προφήτῃ δὲ αὐτοῦ παραβάλλει τὸν βίον. ἄλλο δὲ προφήτης, καὶ ἕτερον ἱερεύς· ἀμφότεροι θεῶν θεραπευταί.

σεμνῶς καθαρῶς.

τεταγμένα ὡρισμένα. εὐτάκτως. ἀντὶ τοῦ ὡρισμένα. τὸ δὲ μίαν ὁδὸν εἰδέναι τὴν ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἐκκλησίαν· οἰκείως οὖν τῆς παροιμίας ἐμνημόνευσε. δηλοῖ δὲ ἡ παροιμία καὶ τὸν δίκαιον, οὐχ ὅτι τὰς ἄλλας ὁδοὺς ἠγνόει, ἀλλʼ εἰδὼς σωφρόνως διῆγεν.

ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ἀνυμνεῖ λόγος ἐν τῷ Τιμαίῳ φησὶ σώφρονας τοὺς πρὸ κατακλυσμοῦ Ἀθηναίους εἶναι. ἵνα καὶ Πλάτωνα ἔχῃ ἐπαινέτην· ἐν γὰρ τῷ Τιμαίῳ φησὶ σώφρονας τοὺς πρὸ τοῦ κατακλυσμοῦ ἀνθρώπους, ἢ τοὺς ὅτε οἱ Ἀρεοπαγῖται διῴκουν. δημοτικὸς δὲ ὢν τῇ προαιρέσει τὸ ἴσον ἐμφαίνει· ἀρετὴ γὰρ δημοκρατίας ἡ ἰσότης. δύο δὲ ἦσαν Ἀθήνησι πολιτεῖαι· οἱ μὲν γὰρ ἦσαν καλοὶ καὶ ἀγαθοὶ, οἱ καλούμενοι ὀλιγαρχικοὶ, οἱ δὲ δημοτικοί· καὶ τούτων μὲν προΐστατο Κίμων, πολλὰ διανέμων καὶ συγχωρῶν ὀπωρίσασθαι τοῖς βουλομένοις, καὶ ἱμάτια διανέμων τοῖς πένησι· τῶν δὲ ὀλιγαρχικῶν προΐστατο Περικλῆς· κατηγορηθεὶς δὲ ὁ Κίμων ὑπὸ Περικλέους ἐπὶ Λανίκῃ τῇ ἀδελφῇ καὶ ἐπὶ Σκύρῳ τῇ νήσῳ, ὡς ὑπʼ αὐτοῦ προδιδομένου ἐξεβλήθη. δεδιὼς δὲ ὁ Περικλῆς μὴ ζητηθῇ ὑπὸ τῶν δημοτικῶν, πρὸς αὐτοὺς ἐχώρησεν· οἱ δὲ ὀλίγον γαμβρὸν ὄντα Θουκυδίδην τὸν Μελισίου τοῦ Κίμωνος ἐπεσπάσαντο, σκυλακώδη ὄντα καὶ ὀλιγαρχικόν.

πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ οὐ τὸν συγγραφέα Θουκυδίδην φησὶν, ἀλλὰ ἄλλον τινὰ, ᾧ ποτε Ἀθηναῖοι τὰ πολιτικὰ ἐπιτρέψαντες ἐπείθοντο πάντες, ἅτε εὐθυνουμένης τῆς πόλεως. ἐναντία δέ φησιν, ἤτοι φανερῶς τὰ αὐτά. αὔξει δὲ τὸν Θουκυδίδην, ἵνα πλέον αὐξήσῃ τὸν Περικλῆ, ὅτι καὶ πρὸς τοῦτον ἀντιπολιτευόμενος ἀπεῖχε τὴν πρὸς τὸν δῆμον κολακείαν· κολακείαν δὲ λέγει τὴν κομψότητα. οὐ τὸν συγγραφέα λέγει, ἀλλὰ ἄλλον τινὰ διάστροφον τῆς πόλεως, ᾧ καὶ ὁ δῆμος ἅπας ἐπείθετο. αὔξει δὲ τὸν Θουκυδίδην, ἵνα πλέον αὐξήσῃ τὸν Περικλέα, ὅτι καὶ πρὸς τοῦτον ἀντιπολιτευόμενος ἀπεῖχε τῆς πρὸς τὸν δῆμον κολακείας· κολακείαν γὰρ λέγει τὴν κομψότητα. τούτου δὲ τοῦ Θουκυδίδου καὶ ὁ συγγραφεὺς μέμνηται, λέγων «Ἃ μετὰ τοῦ Θουκυδίδου καὶ Ἄγνωνος.»

κομψότητος πανουργίας. ἀποσχεῖν μακρὰν εἶναι.

τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς δείκνυσιν αὐτὸν καὶ τὸ ἴσον τῆς δημοκρατίας φυλάττοντα τῷ λέγειν κοινὸν εἶναι καὶ τηροῦντα τὸ ἀξίωμα τῷ μὴ ἡττηθῆναι, οἷσπερ οἱ ἄλλοι ἡττῶνται.

ὥσθʼ ὅτι μὲν καὶ τοὺς ἀγροὺς ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ, ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτὸ ῥητορικῶς εἰργάσατο κατὰ παράλειψιν· ᾔδει γὰρ αὐτὸν μὴ θαρροῦντα τῷ λόγῳ, ἐπειδήπερ οὐ διὰ μεγαλοψυχίαν παρεχώρησεν, ἀλλὰ φόβῳ διαβολῆς προδοσίας. ἐπιστρατεύσαντες Λακεδαιμόνιοι μετʼ Ἀρχιδάμου Ἀθήνησι, καὶ δενδροτομήσαντες τὰς Ἀχάρνας, καὶ τοὺς τῶν ἄλλων Ἀθηναίων ἀγροὺς, μόνους τοὺς τοῦ Περικλέους εἴασεν, φιλίαν τοῦ Ἀρχιδάμου πρὸς αὐτὸν ἔχοντος. φοβούμενος οὖν Περικλῆς μὴ ὕποπτος Ἀθηναίοις γένηται, ὡς μετὰ τῶν πολεμίων ἔχων συνθήκας, πάντων αὐτοῦ τῶν ἀγρῶν ἀπέστη τῇ πόλει.

ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτὸ πεποιημένον ὑπὸ Περικλέους. ἐδόκει γὰρ ὥσπερ ἄλλο τι—τὸ ὑπερφρονεῖν χρημάτων ὑπερβολικόν ἐστι, καὶ ἄλλων ὄντων τεκμηρίων, τούτου δὲ μείζονος ὄντος.

ὥστε καὶ αὐτός ποτε καλῶς προσέθηκε τὸ ποτέ· ἐπειδὴ γὰρ φορτικὸν τὸ ἐπαινεῖν ἑαυτὸν, διὰ τοῦτο προσέθηκε τὴν ἀνάγκην, δηλῶν τὸ ἀκούσιον. σημαίνει δὲ τὴν δημηγορίαν Περικλέους, τὴν ἐν τῇ δευτέρᾳ· ὅτι διαβαλλόμενος παρʼ αὐτῶν διὰ τὸν πόλεμον ἠναγκάσθη ἑαυτὸν ἐπαινέσαι εἰς τὰ δέοντα συμβουλεύσας.

λέγων περὶ τῶν αὐτῷ προσόντων ἀγαθῶν εἶπε γὰρ ἔχειν πλεονεκτήματα τέσσαρα, τὸ νοεῖν, καὶ ἑρμηνεύειν, καὶ τὸ εἶναι φιλόπολιν, καὶ χρημάτων κρείττονα.

οὕτω δʼ ἦν παραπλήσιος κατὰ τὸν βίον λείπει ἡ πρόθεσις. ὁ δὲ νοῦς οὕτως· οὕτω δὲ ἦν ὅμοιος, ὡς αὐτὸς ἑαυτῷ κατὰ τὸν βίον ἑαυτῷ. τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς τοῦτο γὰρ αὐτῷ τὸ ἔγκλημα ἐπήγαγεν ὁ Πλάτων· λέγω δὲ τὸ τῆς κολακείας.

ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ, διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν δεινῶς εἶπεν οἱ γράψαντες, πλῆθος δηλῶν ἱστορικῶν. διδασκάλῳ δὲ παραβάλλει τὸν Περικλέα, παισὶ δὲ τοὺς Ἀθηναίους, οὐχ ὅτι παῖδες Ἀθηναῖοι, — τοῦτο γὰρ ὕβρις — ἀλλὰ συμβουλεύων, φησὶν, Ἀθηναίοις, ὡς παῖδας εἶχε πειθομένους αὐτούς.

ὃ δὲ φασὶν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως δεινῶς καὶ ῥητορικῶς τῷ διδασκάλῳ Πλάτωνος παραβάλλει τὸν Περικλέα, καὶ κρείττονα δείκνυσι, λέγων αὐτὸν ἀνδρῶν ἡγεῖσθαι τεσσαράκοντα· οἱ δὲ τὸν ἔπαινον Σωκράτους νέων αὐτὸν εἰρηκὼς διδάσκαλον. δεινῶς δὲ καὶ φιλόσοφον σοφιστὴν ὠνόμασε, βουλόμενος δεῖξαι ὅτι κοινά ἐστι τὰ ὀνόματα· καὶ γὰρ ἐν τῷ τέλει τοῦ λόγου περὶ τῶν ὀνομάτων ἡμῖν διαλέγεται, ὡς κοινῶν ὄντων ἀμφοτέρων, ἐπειδὴ πλεῖστον διαβάλλει τὸ τοῦ σοφιστοῦ ὄνομα. ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον προλαμβάνει τὴν μαρτυρίαν καὶ τὸν ἔπαινον τοῦ Θουκυδίδου, ὃν εἶπε περὶ αὐτοῦ, ἵνα εὑρεθῇ συνῳδὰ τῷ ἱστορικῷ φθεγγόμενος.

ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν σημείωσον, ὡς ἐπὶ μέγα φρονούντων ὡς εἴωθε ποιεῖν εἰπών. τοῦτο δὲ, φησὶν, ἐποίει πρὸς τοὺς νέους· καὶ γὰρ δὴ μέγα ἐφρόνουν, ὡς λοιπὸν ἐπιστάμενοι τὴν φιλοσοφίαν· καθαίρων αὐτῶν τὸ φρόνημα τῷ δεῖξαι αὐτοὺς ἐλλιπεῖς καὶ μήπω εἰσακουσθέντας, ὅτε δὲ ἀθυμοῦντας διὰ τὴν δυσχέρειαν τῆς φιλοσοφίας, ψυχαγωγεῖ αὐτοὺς τῷ κατὰ μικρὸν αὐτοὺς ἐμβιβάζειν πρὸς τὴν μάθησιν.

σχῆμα καλλώπισμα. οὐ δουλείων ταῖς τῶν πολλῶν ἐπιθυμίαις ἀντὶ τοῦ οὐκ ὢν κόλαξ, ὅπερ ἐκάλει αὐτῷ Πλάτων.

ὅ τι δόξειεν αὐτῷ, τοῦτʼ ἐκείνους πράττειν ἐπαναγκάζων τουτέστι πρὸς τὴν ἑαυτοῦ βούλησιν εἷλκε τοὺς Ἀθηναίους.

τῷ δὲ κατείργειν ἅπαντας καὶ πάνθʼ ὑφʼ αὑτὸν ἔχειν, πλέον ἢ τύραννος ὁ γὰρ τύραννος ἀναγκάζει, οὗτος δὲ ἑκόντας αὐτοὺς εἰς τοῦτο παρεσκεύασεν. μέμφονταί τινες τῷ Ἀριστείδῃ ὅτι τυράννῳ παραβάλλει τὸν Περικλέα. λέγομεν δὲ ὅτι τὴν ἄγαν ἐξουσίαν δηλῶσαι βουλόμενος ἀπεικάζει αὐτὸν τῷ τυράννῳ, τῇ δὲ γνώμῃ οὐκ ἔτι. προϊὼν γὰρ λέγει ὅτι δίκαιος ἦν καὶ οὐδαμοῦ τὴν πλεονεξίαν ἠγάπησεν.

μείζων τῆς τάξεως τῆς εὐκοσμίας λέγει. σημαίνει δὲ πάλιν τὴν ἰσότητα τῆς πολιτείας.

παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου οὗτος Πεισίστρατος πρῶτος ἐτυράννησε τῶν Ἀθηναίων, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ. διὸ καὶ παρὰ πάντων τῶν τυράννων ἐνομίσθη χαλεπώτερος. δεινῶς οὖν ὁ Ἀριστείδης πάντα τύραννον χαλεπὸν Πεισίστρατον ἐκάλεσεν, ὡς καὶ Μειδίας ὁ ῥήτωρ πάντα πλούσιον φοβερὸν ὀνομάζει, παντὸς οὖν Πεισιστράτου λέγειν, ἀντὶ τοῦ παντὸς τυράννου. οὗτος πρῶτος ἐτυράννησεν ἐν Ἀθήναις, διὸ καὶ πάντων τυράννων ἐνομίσθη χαλεπώτατος. δεινῶς οὖν ὁ ῥήτωρ παντὸς Πεισιστράτου φησὶν ὥσπερ ἂν εἰ παντὸς τυράννου προσέθηκεν. ἀλλʼ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν καλῶς εἶπε παραπλήσιος, καὶ οὐκ αὐτοτύραννος, διὰ τὸ ἄδικον τοῦ ὀνόματος.

ἐπὶ τῷ σώζειν τοὺς νόμους ἀναγκαίως προσέθηκε τοῦτο, ἐπειδήπερ ὁ τύραννος δοκεῖ πολέμιος εἶναι τῶν νόμων. ἐκ μέσου δημοσίᾳ. ἤτοι ἀντὶ τοῦ φανερῶς. ἐκ μέσου λέγει ἀντὶ τοῦ κοινῇ· τὸ γὰρ μέσον σημαίνει τὸ κοινόν· ἤτοι, ὅτι μέση κεῖται τῆς ἄλλης πόλεως· ἢ δηλοῖ διʼ αὐτοῦ τὴν εἰς πάντας ἰσότητα· τὸ γὰρ ἐκ μέσου φερόμενον ἴσον ἐπὶ πάντας φέρεται. ὡς ἐπὶ κύκλου.

εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα Ἀρχέλαος Περδίκκου παῖς νόθος ἐκ δούλης Ἀλκέτα, ἀδελφοῦ Περδίκκου· ὃν ἐκβαλὼν ὁ Περδίκκας εἶχε τὴν βασιλείαν. μετὰ οὖν θάνατον Περδίκκου μεταστειλάμενος Ἀρχέλαος Ἀλκέταν ὡς ἐπὶ βασιλείᾳ καταμεθύσας ἀπέκτεινε μετὰ παιδὸς Ἀλεξάνδρου, καὶ ἠφάνισε καὶ τὸν γνήσιον Περδίκκου τοῦ πατρὸς παῖδα ἀπὸ Κλεοπάτρας εἰς φρέαρ, καὶ ἔφη χῆνα διώκοντα ἐμπεσεῖν. τοῦτον δὲ ἐπικεκλῆσθαί φησιν Ἀλκέταν ἢ Μέρωπον. ἐκ τοῦ ἐναντίου τὸ ἐπιχείρημα· εἰ γὰρ, φησὶ, τὸν Ἀρχέλαον κακίζεις, ὅτι ἐξ ἀδικίας τὴν βασιλείαν ἐκτήσατο, ὀφείλεις θαυμάζειν τὸν Περικλέα, ὅτι παρὸν αὐτῷ τυραννεῖν οὐχ εἵλετο. οὗτος δὲ ὁ Ἀρχέλαος Μακεδὼν ἦν τὸ γένος, πρόγονος δὲ Φιλίππου. μέμνηται δὲ καὶ Θουκυδίδης ἐν τῇ δευτέρᾳ ὅτι Περδίκκου ἦν υἱός· οὗτος δὲ νόθος ὢν ἀπέκτεινε τὸν ἀδελφὸν γνήσιον ὄντα, ᾧ ἡ βασιλεία ὠφείλετο, καὶ οὕτως αὐτὸς ἐβασίλευσεν. ἄθλιον δὲ αὐτὸν ὁ Πλάτων, ὡς ἀδελφοκτόνον γενόμενον, ὥστε καὶ τὸν δίκαιον καλεῖ εὐδαίμονα.

εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος βαθέως ἐνταῦθα διασύρει τὸν Πλάτωνα, ὅτι περὶ λόγους καὶ δόγματα τοὺς μαθητὰς οἱ φιλόσοφοι σοφίζονται, μαρτυρίαν οὐ παρεχόμενοι. ἐνομίσθη δέ τις μεγαλοφρονεῖν Ἀριστείδης, εἰπὼν, οὐδʼ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν πραγμάτων τὰ μὲν ἐκ τῶν παλαιῶν ἔχει τὸν ἔλεγχον, τὰ δὲ ἐξ ἡμῶν αὐτῶν, ὅ ἐστιν ἐκ τῶν εἰκότων· οἷον εἰ εἴπομεν ὅτι ὁ Ἕκτωρ υἱὸς ἦν Πριάμου, εὐθὺς ἂν προφέροιμεν μάρτυρα τὸν ποιητὴν, ἡμεῖς δὲ ἐξ ἡμῶν αὐτῶν οὐ διισχυριζόμεθα· εἰ δὲ εἴπομεν ὅτι ὁ δεῖνα καλὸς ἢ κακὸς, ἐξ ἡμῶν αὐτῶν σπουδάζομεν ἀποδείξεις ποιεῖν. οὕτως οὖν καὶ ἐνταῦθα περὶ παλαιῶν διηγούμενος παλαιῶν καὶ αὐτὸς προσφέρει μαρτυρίαν.

συμβαίνειν ᾤμην κάτωθεν κατὰ συνεκδοχὴν τὸ ᾤμην πρὸς τὸ συμβαίνειν λάμβανε.

ἐπʼ ἐμαυτοῦ ἀντὶ τοῦ κατʼ ἐμαυτόν. δεινῶς δὲ εἶπεν αὐτό. ἐμφαίνει γὰρ ὅτι καὶ αὐτὸς ἠδύνατο δογματίζειν ὁ Ἀριστείδης, ὥσπερ ὁ Πλάτων. τοῦτο γάρ ἐστι τὸ ἐπʼ ἐμαυτοῦ. ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων καὶ μάρτυρος τὰ νῦν ἑστῶτα ἀποδείξεως δέονται, οἱ δὲ πάλαι γεγενημένοι ἄνδρες μαρτύρων τῶν κατʼ αὐτοὺς γενομένων καὶ τὰ αὐτῶν ἰδόντων. διὰ τοῦ εἰπεῖν πάλαι γεγενημένων ἔδειξεν ἀναγκαίαν οὖσαν τὴν μαρτυρίαν· πῶς γάρ τις δύναται τὰ παλαιὰ πιστώσασθαι, εἰ μὴ διὰ μαρτύρων; ἀναγκαίως δὲ καὶ τὸ ὑπὲρ ἀνδρῶν, ὡσανεὶ ἔλεγεν· ὦ Πλάτων, ἐγὼ νῦν ἄνδρας ἐξετάζω παλαιοὺς, οὐ λόγους, οὐ δόγματα, ὥσπερ σὺ ποιεῖς.

ὦ τῶν μαρτύρων ὑπερορῶν διʼ ἀποδείξεως γὰρ πάντα δείκνυσι Πλάτων. εἰρωνικὸν τὸ σχῆμα. ἐπειδὴ ὁ Πλάτων δίχα μαρτύρων ἔπειθε διὰ τῶν λόγων, τοῦτο εἶπε. λέγει δὲ ὁ Πλάτων πρὸς τὸν Πῶλον. ἐγὼ μὲν ὧδʼ ἂν λέγω, ἕνα μὲν παρέχεσθαι μάρτυρα ἐπίσταμαι, πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν. τάχα δὲ καὶ ἠθικῶς εἴρηται. φαίνεται γὰρ καὶ αὐτὸς Πλάτων μαρτυρίας εἰσαγαγὼν ἐν τῇ Σωκράτους ἀπολογίᾳ, ὅτι καὶ εὐσεβὴς ἦν, καὶ τοῖς θεοῖς ἔθυε· κατηγορεῖται γὰρ ὡς καινότερα εἰσάγων δαιμόνια καὶ ὑποφθείρων τοὺς νέους. αὐτὸς δʼ οὐδέποτε ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενὶ πάλιν εἰρωνεία· φαίνεται γὰρ καὶ αὐτὸς χρησάμενος ἐν τῇ ἀπολογίᾳ Σωκράτους.

τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω Δημοσθενικῶς εἶπε τὸ παραλείψω, ὡς ἄλλους δῆθεν ἔχων εἰπεῖν.

ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου ῥητορικῶς πάνυ συνίστησι τὸν συγγραφέα, ὃν φέρει μάρτυρα.

ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει— πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ λεληθότως ἀντιπῖπτον λύει, ἵνα μὴ εἴποι· ἀλλὰ τῇ σεμνότητι τῶν λόγων θαρρῶν σεμνύνει τὸν Περικλέα. διὸ καὶ τὸ ἀκριβείᾳ ἐπήγαγε, δηλῶν οὐ πρὸς χάριν αὐτὸν λέγοντα, ἀλλὰ πρὸς ἀλήθειαν.

φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ τεχνικῶς ἀντιτίθησι τῷ Πλάτωνι τὸν συγγραφέα.

πῶς ἄγειν τὸν δῆμον δεινῶς εἶπεν ἄγειν καὶ οὐκ ἄγεσθαι, δηλῶν ὡς οὐκ ἦν κόλαξ.

ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα, καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν πολλὴν ἀκρίβειαν μαρτυρεῖ τῷ Θουκυδίδῃ, ὅτι παρίστησιν ἐν ὄψει τὸν Περικλέα.

ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο ἐκ τῶν δύο καιρῶν ἐπαινεῖ τὸν Περικλέα, καὶ ἐκ τῆς εἰρήνης καὶ ἐκ τοῦ πολέμου. μετρίως δὲ λέγει, ἢ δικαίως, ἢ μεμετρημένως. ἀσφαλῶς δὲ, ἀντὶ τοῦ ἀκινδύνως, καὶ πολλὴν τὴν εὔνοιαν μαρτυρῶν αὐτῷ.

ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη καλῶς τὸ κατέστη, δεικνὺς ὡς οὐ Περικλῆς αἴτιος, ἀλλʼ ἡ τύχη. τῷ εἰπεῖν δὲ ἐπεβίω δύο ἔτη καὶ ἓξ μῆνας ὡς ὀδυρόμενός ἐστι τῷ τάχει τῆς τελευτῆς.

προγνοὺς τὴν δύναμιν διʼ ἧς ἂν περιγένωνται Ἀθηναῖοι Λακεδαιμονίων. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας μεσοῦντι γὰρ τῷ τρίτῳ ἔτει τοῦ πολέμου Περικλῆς ἀπέθανεν.

ὁ μὲν γὰρ ἡσυχάζοντάς τε τέχνην πολέμου μαρτυρεῖ τῷ Περικλεῖ. ἐν τῷ πολέμῳ δὲ εἰπὼν διὰ Σικελίαν αἰνίττεται.

ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ ἤγουν μὴ πρώτους ἀρχομένους τοῦ πολέμου· ἢ μὴ ἀρχὴν ἑαυτοῖς τῶν ἄλλων πόλεων περιποιουμένους ἐκ τοῦ πολεμεῖν. μηδὲ τῇ πόλει κινδυνεύοντας ἤγουν τὸν πρὸς Πελοποννησίους πόλεμον μὴ πλησίον Ἀθηνῶν ποιεῖσθαι, ἀλλʼ ἐν τῇ ἐκείνων χώρᾳ περιπλέοντας αὐτὴν καὶ κατατέμνοντας, Πελοποννησίων Ἀθήνησι στρατευομένων.

ἴδια ἰδιωτικά. ἴδια κέρδη ἴδια λέγει ἀντὶ τοῦ ἰδιωτικά. εἰς Ἀλκιβιάδην δὲ ἀποτείνεται, ὅτι ἑαυτῷ κέρδη πραγματευόμενος διὰ τὴν ἱπποτροφίαν. εἶχε γὰρ ἵππους ἡ Σικελία καλούς· ἐκεῖσε τοὺς Ἀθηναίους ἐξῆγε.

ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις ἀπὸ τοῦ συμβάντος τὴν ἀπόδειξιν εἴληφεν.

οὐκ ἤγετο μᾶλλον ὑπʼ αὐτοῦ ἢ αὐτὸς ἦγε πῶς οὖν κόλαξ ἄγων καὶ μὴ ἀγόμενος.

ἐξ οὐ προσηκόντων ἀντὶ τοῦ ἀδίκων. δύναμιν νῦν λέγει τὸν πλοῦτον. ἡ δὲ σύνταξις οὕτως. διὰ τὸ μὴ πρὸς ἡδονὴν λέγειν ἦγε τὸν δῆμον, μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὸ πλοῦτον.

ὑπὸ τοῦ πρώτου ἀνδρὸς καλῶς ἡ προσθήκη τοῦ πρώτου, ἵνα μὴ δόξῃ τύραννος.

ὁ εἰς Σικελίαν πλοῦς ὃν ἀπέστειλαν μετὰ Νικίαν καί τινων ἄλλων.

τὸ ἀκροτελεύτιον κατεχρήσατο· ἀκροτελεύτιον γὰρ λέγεται τὸ τέλος τοῦ ἐμμέτρου στίχου. τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευε τότε ἤγουν τοσαύτη περιουσία ἦν αὐτῷ φρονήσεως καὶ ἐμπειρίας.

διεξέρχεται δεινῶς εἶπε, καὶ οὐκ ἐπαινεῖ, ἀντὶ τοῦ διηγεῖται. κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς συνίστησι τὸν μάρτυρα, ὅτι κατὰ τὸν αὐτὸν χρόνον καὶ τόπον ἐγένετο.

κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς καλῶς προσέθηκε τὸ συγγεγονώς· ἐνδέχεται γὰρ γεγενῆσθαι μέν τινα κατὰ τὸν αὐτὸν χρόνον τῷ δεῖνι, διὰ δὲ τὸ μὴ συγγεγονέναι ἀγνοεῖν τἀκείνου ὡς ἔχει. Θουκυδίδης γοῦν Περικλεῖ συνεγένετο περὶ λόγους· συμφοιτηταὶ γὰρ ἦσαν ἀμφότεροι. τοῦτο ἐπήγαγε πρὸς σύστασιν τῆς ἀληθείας. καλῶς δὲ τὸ γεγονὼς καὶ συγγεγονώς· ἐνδέχεται γὰρ γεγενῆσθαι μὲν κατὰ τὸν αὐτὸν χρόνον, μὴ μέντοι εἰδέναι τὴν πολιτείαν τοῦ πέλας. διὰ τοῦτο εἶπε συγγεγονὼς, ἐπειδὴ συμφοιτητὴς ἦν Περικλέους ὁ Θουκυδίδης, ὡς ἔγνωμεν· διὸ καὶ ἐφίλει αὐτόν. ἔπειτʼ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς πλαγίως τοῦτο ἀποτείνεται πρὸς Πλάτωνα, ὅτι φιλονεικίαν ἔχων πρὸς τοὺς ἄνδρας τὴν κατʼ αὐτῶν διαβολὴν πεποίηται, ἀγῶνος δὲ χρείαν πρός τινα ἐναντιώσεως.

οὐδʼ εἰς ἓν, ὃ προύθετο, πάντα ἀναφέρων τουτέστιν, οὐκ ἀποδείξεως χάριν, ἀλλʼ ἀληθείας· τουτέστιν οὐδὲν ἔχων τὸ προκείμενον, κατὰ πάντα βιαζόμενος, ὡς ἓν ἀποδεῖξαι. αἰνίττεται δὲ εἰς τὸν Γοργίαν, ὅτι ὁ πᾶς διάλογος αὐτῷ ἐγένετο, ἵνα μόνον ψέξῃ τὴν ῥητορικήν.

ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς διηγούμενος, φησὶν, οὐκ ἐγκωμιάσαι προῃρημένος. τὸ δὲ ἁπλῶς οὑτωσὶ ἀντὶ τοῦ ὡς ἔτυχε, καὶ οὐκ αὐτὸ τοῦτο προῃρημένος εἰπεῖν.

εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ τὸ διλήμματον. τὸ σχῆμα διλήμματον. τοῦτο δὲ εἶπεν, ὡς ἀμφιβάλλων, εἰ τολμήσει Πλάτων ἀμφισβητῆσαι τῷ Θουκυδίδῃ.

διδόντας ἀντὶ τοῦ συγχωροῦντας. τοῦτο δὲ εἶπεν, ὡς οὐ τολμῶντος τοῦ Πλάτωνος ἀμφισβητῆσαι τῷ Θουκυδίδῃ.

τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων ἐπειδὴ τῇ μαγειρικῇ παραβάλλει τὴν ῥητορικὴν ὁ Πλάτων, λέγων ὅτι ὥσπερ ὁ μάγειρος θηρᾶται τὸ ἡδὺ ὄψον, οὕτω καὶ ὁ ῥήτωρ θηρᾶται τὸ πρὸς τὸν δῆμον ἡδύ.

οἰδʼ ἐπιτηδειότερος χρῆσθαι τῇ πόλει ἀντὶ τοῦ πόλιν διοικεῖν οὐ δυνάμενος. πολλοῦ μέν τʼ ἂν ἄξιον ἦν κολακεία ἠθικῶς εἶπεν, ὡς μακαρίζων τὴν κολακείαν. εἰ Περικλεῖ τοῦτʼ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα σχετλιάζει ἐπὶ τῷ ὀνόματι, ὡς ἐπὶ θείου τινὸς ἀνδρὸς λέγων.

ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ πρόσθες, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες ὁ Πλάτων γένος τὴν κολακείαν εἰπὼν μερίζει αὐτὴν τετραχῆ, εἰς μαγειρικὴν καὶ κομμωτικὴν, οἱονεὶ τὸ κοσμητικὸν, τὴν καλουμένην κουρικὴν καὶ σοφιστικὴν καὶ ῥητορικήν. διὸ εἶπε, μὴ μόριον κολακείας δῷ τῷ Περικλεῖ, ἀλλʼ αὐτὴν τὴν κολακείαν, οἷον αὐτὸ τὸ γένος τῆς αἰσθητικῆς κολακείας τῆς ἐν σώματι.

εἰ βούλει τὴν ἰδέαν αὐτὴν, ἐφʼ ἣν πάντα ἀνάγεις τουτέστι τῶν τοῦ λόγου. ἆρα οὖν ἔστιν ἰδέα κολακείας; θέλει εἰπεῖν ὅτι, εἰ Περικλῆς ἐκέχρητο τῇ κολακείᾳ, ἀγαθὴ, καὶ εἰ ἀγαθὴ, ἰδέαν ἔχει. ἰδέαν δὲ νῦν λέγει τὰ τέσσαρα μέρη τῆς κολακείας, οἷον αὐτὸ τὸ γένος τῆς αἰσθητικῆς κολακείας τὸ εὐσώματον. λέγει γὰρ ὁ Πλάτων τῶν ἐπὶ γῆς ἐν οὐρανῷ εἶναι τὰ παραδείγματα οἱονεὶ ἀρχέτυπα, ἐξ ὧν εἰσι τὰ ἐπὶ γῆς, ἀσώματά τινα ὄντα, ὥσπερ τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης, καὶ τοῦ ἵππου ἡ ἱππότης, καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως, ἅπερ ἰδέας καλεῖ. ὁ δὲ τούτου μαθητὴς, Ἀριστοτέλης, πρὸς τοῦτο διαμάχεται, λέγων μὴ εἶναι ἰδέας. ἰστέον δὲ ὅτι παίζων εἶπεν. ὁ γὰρ Πλάτων μόνον τῶν χρηστῶν πραγμάτων λέγει τὰς ἰδέας εἶναι καὶ τοῦ νοητοῦ κόσμου· κόσμον γὰρ ὑποτίθεται νοητὸν ἔξω, ὅπου οὗτος ὁ αἰσθητὸς προάγεται· οὐ μὴν τῶν κακῶν λέγει ἰδέας· οὔτε γὰρ κολακείας, οὔτε δειλίας, οὔτε τῶν τοιούτων οὐδενός· εἰς τέσσαρα δὲ διαιρεῖ τὴν κολακείαν, ὀψοποιητικὴν, κομμωτικὴν, σοφιστικὴν, ῥητορικήν· τέταρτον οὖν μέρος τῆς κολακείας ἡ ῥητορική.

τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ τούτους φασὶ συγγράμματα μαγειρικὰ συγγεγραφέναι τὸν Μίθαικον καὶ τὸν Θεαρίωνα. τούτους φασὶ συγγράμματα μαγειρικὰ συγγράψαι.

τούτων ἀντίστροφος ἦν τὰ πολιτικὰ ἀντίστροφον λέγει τὸ ἴσον· ὥσπερ γὰρ τὰ ἀντιστρέφοντά φασιν οἱ φιλόσοφοι, οἷον εἴ τι γελαστικὸν ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος γελαστικὸν, εἴ τι Περικλῆς εἰς τὰ πολιτικὰ, τοῦτο Θεαρίων καὶ Μίθαικος, τοῦτο Περικλῆς. ἀντίστροφος ἀντὶ τοῦ ἴσος· ὡς τὸ ἀντίθεος. ἀλλʼ ἴσως οἱ κόλακες πρότερον Ἀθανάσιός φησιν ὅτι ὁ ῥήτωρ δεικνὺς ἐντεῦθεν ἡμῖν τὸ εἶδος τοῦ λόγου ἀντιρρητικὸν, διὰ τὸ κατὰ μέρος ἀνασκευάζειν τὰ εἰρημένα ὑπὸ Πλάτωνος.

εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν εἰ πρὸς χάριν Πλάτωνος συγχωρήσω αὐτὸν εἶναι κόλακα· καὶ ἑαυτὸν περιείληφε τῇ διαβολῇ, ἵνα μὴ φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα καὶ εἴπῃ αὐτὸν κόλακος ὄντα χείρονα. οὕτω καὶ Δημοσθένης· ἡμεῖς δʼ οὐκ οἶδα ὅντινά μοι τρόπον δοκοῦμεν ἔχειν πρὸς ταῦτα.

πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο ὥσπερ σχετλιάζοντός ἐστιν ὁ λόγος καὶ ἀγανακτοῦντος.

ὡς πρὸς παρόντα καὶ συνόντα τὸν Πλάτωνα.

μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν τοῦτο εἶπεν, ὡς ὄντος ποτὲ τοῦ ἡδέος ἀγαθοῦ. μηδʼ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν ἀντὶ τοῦ ἐὰν ἔχῃ τὸ ἀγαθὸν τὸ ἡδύ. οὐδὲ γάρ ἐστι δυνατὸν εἶναι τὸ ἡδὺ καὶ ἀγαθὸν, ἀλλὰ πολλάκις τὸ ἀγαθὸν καὶ ἡδύ.

οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω δεινῶς εἶπε τὸ κυκλοῖς, ὡς διʼ ἀπορίαν τὰ αὐτὰ λέγοντος τοῦ ἄνω καὶ κάτω, καὶ μηδὲν ἕτερον.

ὦ ἑταῖρε ἀεὶ ὁ Πλάτων ἐν ταῖς ἐρωτήσεσι τὸ ὦ ἑταῖρε τίθησιν. τὸ σὸν δὴ τοῦτο τοῦτο εἶπε, μιμοῦμαί σε, φησί· τοῦτο γὰρ εἴωθε ποιεῖν ἐν τοῖς διαλόγοις ὁ Πλάτων.

οὔκουν ὅστις γε μὴ κἀμοὶ ὥσπερ οὐδὲ ἐμοὶ, οὐδὲ ἄλλῳ τινὶ, διὰ τὸ ἀληθὲς τοῦ λόγου. ἢ οὕτως· οἷον εἰ μή τις καὶ ἐμοὶ ἐναντιωθείη. τὸ δὲ μὴ κἀμοὶ οὐκ ἔστι φρονήματος μεστὸν, οὐδὲ τὸ μείζονα ἑαυτὸν ποιεῖν Πλάτωνος· ἀλλὰ τοῦτο εἶπεν, ὡς ὁμολογουμένου τοῦ λεγομένου, ὅτι πιστεύει ταῦτα καλῶς ἔχειν ὁ Ἀριστείδης. τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη ἀντὶ τοῦ ἐναντίον ὧν λέγεις. ψέγειν γὰρ, φησὶ, βουλόμενος τὸν Περικλέα εὑρίσκει μᾶλλον ἐπαινῶν· διὸ ἐπιφέρει· Περικλέους μοι βίον ἐρεῖς· ὡσανεὶ ἔλεγεν· οὐ διάλογον γράφεις, ἀλλὰ Περικλέους βίον καὶ πολιτείαν.

ἀλλʼ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς πολλαχοῦ γὰρ ταύτῃ χρῆται τῇ λέξει. καλῶς εἶπεν ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς· ἄλλως γὰρ οἱ ῥήτορες τὸ ἐπιψηφίζειν λέγουσι καὶ ἄλλως οἱ φιλόσοφοι· οἱ γὰρ ῥήτορες ἐπὶ τοῦ ὑποβάλλειν αὐτὸ λέγουσι. Δημοσθένης ἐν τῷ κατʼ Ἀνδροτίωνος «Ταῦτα ἐπεψήφιζεν ὁ ἐπιστάτης» ἀντὶ τοῦ ἠρώτησε. καὶ Αἰσχίνης εἶπε «Τοῖς προέδροις ἐπιψηφίσαι.» καὶ Θουκυδίδης ἐν τῇ τετάρτῃ «Ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν εἰς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων.» οὕτως οἱ ῥήτορες ἐπὶ τοῦ ἐρωτᾶν τάττουσιν αὐτὸ, οἱ δὲ φιλόσοφοι ἐπὶ τοῦ κυρῶσαι. λέγει οὖν ὅτι συντίθεσαι καὶ συναινεῖς. ὡς αὐτὸς δὲ καλεῖς, ἀντὶ τοῦ οὐχ ὡς ἡμεῖς· ἐπὶ γὰρ τοῦ δοῦναι σκέψιν τῷ δήμῳ οἱ ῥήτορες λέγουσιν· οὕτω καὶ Δημοσθένης.

μεθίστης οὐκ οἶδʼ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα ἀντίδικον καλεῖ, ὡς πρὸς τὸν ὅρον αὐτοῦ Πλάτωνος, ὡς μὴ φυλάττοντα τὸν ὅρον, ὃν αὐτὸς ὡρίσατο τοῦ ἀγαθοῦ ἀνδρός. καλῶς δὲ τὸ πρότερος φαίνεται εἶπε, δεικνὺς ὅτι προείληφε τὸν Πλάτωνα φιλόσοφον ὁ Περικλῆς.

ἃ γὰρ σὺ διδάσκεις περίοδος.

εἰ μηδὲν προσέθηκας τουτέστιν, εἰ μὴ ἐπήγαγες τὸ τοῦ Περικλέους ὄνομα, καὶ τὴν κατʼ αὐτοῦ βλασφημίαν.

ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι ἔχομεν παρὰ τοῖς κωμικοῖς, ὅτι τινὰ τῶν ἐκτεθέντων παιδίων ἀπό τινων σημείων ἐν αὐτοῖς ὄντων ἀνεγνωρίζοντο.

σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον ὥσπερ νόμον εἶπεν, ὡς ὁριστικοῦ ὄντος κατὰ φύσιν τοῦ νόμου· καὶ αὐτοῦ μέντοι τοῦ Πλάτωνος ὡς νομοθετοῦντος ταῦτα ἐπήγαγε τὸ ὥσπερ νόμον· ἢ ἐπειδὴ οἱ νόμοι πολλὰ δοκιμάζονται· ἢ ὅτι ἔμπροσθεν τῶν ἐπωνύμων ἐκτιθέμενοι σκοποῦνται παρὰ πάντων ἀκριβῶς.

οὕτως ἦν ἀπὸ πολλοῦ τοῦ δουλεύειν ἀντὶ τοῦ πόρρω τοῦ ὑπηρετεῖν τοῖς πολλοῖς.

πρὸς τὸ βέλτιστον ἄγειν καλῶς πάλιν οὐκ εἶπεν ἄγεσθαι, ἀλλʼ ἄγειν. ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβὼν ἀπὸ τοῦ μὴ δουλεύειν ταῖς ἐπιθυμίαις καὶ τοῦ μὴ χαρίζεσθαι τοῖς πολλοῖς. δόξαν δὲ λέγει τὴν φήμην, ὅτι Ὀλύμπιος ἐκλήθη.

ὅσον πλεῖστον ἐξῆν ἐξῆν εἶπεν ἀντὶ τοῦ ὅσον ἦν δυνατὸν, δεικνὺς ὅτι αὐτῇ τῇ φύσει ἐμάχετο.

τὸν πόλεμον διαφέρειν ἀνύειν. ἀντὶ τοῦ ἀνύειν. Θουκυδίδειος δέ ἐστιν ἡ λέξις. πάλιν δὲ τῇ μαρτυρίᾳ κέχρηται τοῦ συγγραφέως, ὡς ἀξιοπίστου προσώπου ὄντος. καίτοι ὅτε τὸν πόλεμον μεθʼ ἡσυχίας παρῄνει διαφέρειν καίτοι ὥσπερ ὅτε ἀντελάβετο τῆς λέξεως τοῦ συγγραφέως, λέγων ὅτι μᾶλλον μετʼ εἰρήνης παρῄνει διάγειν· ὅπερ ἐστὶ παράδοξον· ἐπειδήπερ στρατηγὸς ὢν ἐν εἰρήνῃ παρῄνει ζῆν.

τὸν δῆμον εἴ ποτʼ αἴσθοιτο ὑβρίζοντα κατεῖχε ἐπαιρόμενον μείζω φρονεῖν. ἔστι δὲ ὑπὸ τὴν ἀδικίαν ὕβρις. ἀκολουθήματα δὲ, συκοφαντία, φιλανθρωπία προσποίητος, κακοήθεια, κακουργία, ἀλαζονεία.

τοῖς Πλάτωνος λόγοις δεινῶς εἶπε λόγοις καὶ οὐκ ἀληθείᾳ. εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦτον πρότερον Πλάτωνος ὥσπερ ἐπιλαμβάνεται ἑαυτοῦ. πῶς γὰρ ὁ πρῶτος τεχθεὶς τὸν ὑστέρως γεννηθέντα πεισθείη. σχετλιαστικὸν δέ ἐστι.

ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ἀντὶ τοῦ πρὸς τὸ βέλτιστον ὁρῶν. ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις τὸ σχῆμα καθʼ ὑπόθεσιν. τοῦ δὲ αὐτοῦ ἐπιχειρήματός ἐστιν.

φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς πάλιν φθόνον αἰνίττεται Πλάτωνος. τὸ δὲ κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις ἀντὶ τοῦ καὶ διὰ τῶν λόγων καὶ διὰ τῶν ἔργων. δηλοῖ δὲ ὅτι καὶ περιττὰ ὧν εἶχεν ὁ διάλογος ἐποίει ὁ Περικλῆς. κεφάλαια δὲ τοῦ λόγου οἱονεὶ τὰ συνεκτικὰ καὶ προκείμενα· πρόκειται δὲ τὸ δεῖν καὶ ψυχῇ καὶ σώματι πρὸς τὸ βέλτιστον ὁμιλεῖν, ἀλλʼ οὐ πρὸς ἡδονήν.

τοῖς μὲν λόγοις, οὓς διεξῄει ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐπεξηγεῖται αὐτὰ τούτοις.

κακῶν, ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις καλῶς πάλιν εἶπε τὸ ἐπʼ ἐκείνου ἀπέσχετο ἡ πόλις, δεικνὺς ὅτι τὸ ἀποσχέσθαι τὴν πόλιν πλεονεξίας Περικλέους ὑπῆρχεν ἀρετὴ καὶ κατόρθωμα· ὅνπερ γὰρ τρόπον ὁ καλόν τι ἀσκῶν ἀρετὴν ἐπιτηδεύει, τὸν αὐτὸν τρόπον καὶ ὁ φαύλου ἀπεχόμενος ἀρετῆς ἐστιν ἀνάπλεως. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ κατεῖργε τὸ πλῆθος ἐξ ἑκατέρων αὔξει τὸν Περικλέα, ἔκ τε τοῦ δημηγορεῖν καὶ ἐκ τοῦ κατείργειν τὸ πλῆθος.

οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο τοὺς ἔξω πολέμους τῆς πόλεως ἡ λέξις ἐμφαίνει. τοῦ τείχους ἔξω προϊέναι παρόντων τῶν πολέμων. πάνυ ῥητορικῶς τὸ ἐλάττωμα περιέτρεψεν εἰς ἐγκώμιον· ἴσμεν γὰρ ὅτι συνεχῶς ὁ Δημοσθένης παραινεῖ τοῖς Ἀθηναίοις τὸν ἐν τῇ Μακεδονίᾳ ποιεῖσθαι πόλεμον, οὐχὶ τὸν πολέμιον ἀνθέλκεσθαι περὶ τὴν Ἀττικήν. ὁ δὲ Περικλῆς τοὐναντίον οὐδὲ προκύπτειν αὐτοὺς συνεχώρει τοῦ τείχους. τοῦτο οὖν ἄτοπον ὂν ὁ ῥήτωρ εἰς ἀρετὴν περιέτρεψεν.

ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος βαρὺ καὶ σχετλιαστικὸν τὸ ἐκεῖνος ἐτελεύτησεν.

ὠνειροπόλουν μὲν Σικελίαν τῆς Σικελίας τὴν κτίσιν ἐφαντάζοντο. ἀπὸ μεταφορᾶς τῶν ἐν ὀνείρῳ δοκούντων ἔχειν ἅπερ οὐκ ἔχουσι. σημαίνει δὲ ὅτι οὐκ ἀσφαλῶς ἐπενόουν Σικελίας.

ἤρκει δὲ οὐδὲν αὐτοῖς ὡσανεὶ ἔλεγε μικρὸν αὐτοῖς ἐδόκει πρὸς τὴν κτῆσιν ἡ οἰκουμένη. μακροτέραν δὲ τοῦ πολέμου παρενθήκην ἐποιήσαντο ἀπὸ μεταφορᾶς τῶν ἐμπόρων, οἳ παρεντίθενται ταῖς ναυσὶν, ἢ δύνανται φέρειν, ὅπως τῷ πλείονι φόρτῳ μείζω σφίσι τὰ κέρδη γένοιτο, καὶ οἱ Ἀθηναῖοι μείζοσιν ἐπεχείρουν ἢ πολεμεῖν ἠδύναντο. ἀπὸ μεταφορᾶς τῶν ἐμπόρων, οἳ τῶν κυρίως ἐνθηκῶν τὰς παρενθήκας μείζους διὰ τὸ κέρδος ποιοῦνται.

ὦ Πλάτων τε καὶ Σώκρατες αὐτὸν ἀμφότερα καλεῖ, καὶ Πλάτωνα καὶ Σωκράτην, ἐπειδὴ καὶ τοὺς αὐτοῦ διαλόγους εἰς Σωκράτην ὁ Πλάτων ἀνέθηκε. τὸ δὲ ὅμοιον καὶ Δημοσθένης ἐποίησεν, εἰπὼν ὁ Κρέων Αἰσχίνης, ἐπειδήπερ οὗτος εἰς τὸ τοῦ Κρέοντος πρόσωπον εἰσῆλθεν. ὁ ὑμέτερος, κοινωνὸς μὲν—ἑταῖρος δὲ Ἀλκιβιάδης. κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν εἰρηκὼς τὸ ἡμέτερος ἀνεῖλεν, ὥσπερ αὐτὸς ἑαυτοῦ λαβόμενος. τοῦτο δὲ εἶπεν, ὡς ἑταίρου μὲν ὄντος αὐτοῦ τοῦ Ἀλκιβιάδου, οὐ μὴν ὠφεληθέντος παρὰ Σωκράτους.

μᾶλλον δὲ εἴρηκας δηλονότι ἐν τῷ διαλόγῳ τῷ Ἀλκιβιάδου.

Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος οὗτος φυσικὸς ἦν φιλόσοφος, καὶ τὰς φύσεις τῶν ὄντων ζητῶν, καὶ περὶ αὐτὰ τὰ μετέωρα καταγινόμενος, οὗ γέγονεν ἀκροατὴς Περικλῆς καὶ Θουκυδίδης.

βελτίων ἢ κατʼ ἐκεῖνον ἐγένετο ἀντὶ τοῦ ὑπὲρ ἐκεῖνον· ἐπειδήπερ ἔμιξε τῇ φιλοσοφίᾳ τὴν ῥητορικήν. ἑταίρῳ χρώμενος Σωκράτει δεινῶς εἶπε πάλιν ἑταίρῳ, καὶ οὐχὶ διδασκάλῳ. εἶτα ἐπήγαγε καὶ τὸ διορθωτικόν.

ὥστʼ οὐκ ἀνεκτὸν, εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται τοῦτο εἶπεν, ἐπειδήπερ ὁ Πλάτων ἐπῄνεσε μὲν τὸν Ἀλκιβιάδην, διέβαλε δὲ τὸν Περικλέα.

τοὺς θαυματοποιοὺς μιμούμενος ἐπειδὴ καὶ οἱ θαυματοποιοὶ περὶ τὰ δεινὰ τὰ δοκοῦντα τούτων ἐπιδείκνυνται.

τῷ μὲν οὐδοτιοῦν προσῆκον τῶν αἰτιῶν ὡς σχετλιάζων ἐστὶν, εἴ γε Περικλῆς ὀφθήσεται τῶν περὶ Σικελίας αἴτιος ὤν.

τοῦτο δʼ ἦν τὰ ὑπάρχοντα σώζοντας τῇ μαρτυρίᾳ πάλιν κέχρηται τοῦ συγγραφέως αὐτὰ προσφέρων τὰ ῥήματα, καὶ καλεῖται τὸ χωρίον παρῴδησις. παρῴδησις δέ ἐστιν, ὅταν ὁ ῥήτωρ κῶλον ἀρχαῖον τίθησι, καὶ χωρίον ἑαυτοῦ, ὃ νῦν ποιεῖ Ἀριστείδης.

ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν ἀστείως εἶπεν· ἡ δὲ λέξις λέγεται ἐπὶ τῶν πλεονεκτούντων.

καὶ τελευτῶντες ἀπήλλαξαν ἡττήθησαν ἐν Σικελίᾳ καὶ ἐν Αἰγὸς ποταμοῖς. ὁ οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν ποιήσας δηλονότι. οἰδεῖν ὀγκοῦσθαι. ἰατρικῶς εἶπε τὸ οἰδεῖν, ὅ ἐστιν ἐξογγοῦσθαι τὸ σῶμα, ἐξ οὗ παρακολουθεῖ τῷ σώματι κίνδυνος. εἶτα καὶ ἐνέμεινε τῇ συμφορᾷ εἰπὼν τῶν σαρκῶν τῶν ἀρχαίων. εἰκότως δὲ εἶπε τοῦτο. ἐν γὰρ τῇ Σικελίᾳ τὰς ἀρχαίας σάρκας ἀπώλεσαν, ὅ ἐστι τὴν ἀρχαίαν ἀνδραγαθίαν, ἤτοι παρασκευήν. ὕπουλον δὲ εἶπεν εἶναι τὴν πόλιν. ὑπόνοιαν γὰρ αὐτῇ ἐδίδου δυνάμεως οὐκ ἐχούσῃ, ὡς αὐτὸς ἔλεγε Πλάτων.

τῶν ἀρχαίων σαρκῶν τῆς παλαιᾶς εὐψυχίας. ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς Ἀλκιβιάδης.

τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων Αἰγεσταῖοι πολεμούμενοι ὑπὸ Συρακουσίων ἦλθον δεόμενοι Ἀθηναίων, ἐπαγγειλάμενοι τρέφειν αὐτοῖς τὸ ναυτικόν. ἔπεμψαν οὖν Ἀθηναῖοι, βουλόμενοι κατασκοπῆσαι τὰ χρήματα, καὶ πρὸς ξενίαν τοὺς πρέσβεις καλέσαντες, ἠπάτησαν τὸν παρὰ πάντων ἄργυρον ἕκαστον εἰς τὴν ξενίαν εἰσφέροντες. ἡ ἱστορία ἐν ἕκτῃ Θουκυδίδου. τὴν Σικελικὴν τράπεζαν προξενῶν παροιμία ἡ Σικελικὴ τράπεζα ἐπὶ τῶν τρυφώντων λεγομένη· παρεῖχε δὲ καὶ Ἀθηναίοις Ἀλκιβιάδης τρυφᾶν, ὡς ἀσελγὴς αὐτὸς ὢν καὶ ταῖς μέθαις ἡττώμενος.

ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος ἀσελγὴς δηλονότι καὶ ταῖς μέθαις ἡττώμενος. ἀντὶ δὲ τοῦ εἰπεῖν πλοῦτον, τράπεζαν εἶπε, πρὸς διαβολὴν Ἀλκιβιάδου· ὡς ἄσωτος γὰρ καὶ τρυφηλὸς διεβάλλετο. μηδαμοῦ τῶν ἐλπίδων ἐῶν τὸν δῆμον στῆναι.

ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὥσπερ ἀντιπῖπτον λύει· ἵνα μή τις εἴποι ὅτι αὐτοὶ ἐδέοντο. λέγει ὅτι οὔτε ἐσκόπουν οὔτε ἐδέοντο.

ἕνα τῶν φίλων θηρεύσας ἄγεις ὅπερ εἰώθει ποιεῖν ἐπὶ τῶν νέων ὁ Πλάτων. ἠθικῶς δὲ εἶπε τῶν φίλων, ὡς μὴ δυνηθέντος αὐτοῦ θηρᾶσαι τὸν Περικλέα.

πέπονθας ταὐτὸν τῷ Πινδάρου Πηλεῖ, — φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε ἐν ὕμνοις Πίνδαρος μέμνηται ὅτι τὸν Εὐρυτίωνα, τὸν τοῦ Ἴρου τοῦ Ἄκτορος παῖδα, ἕνα ὄντα τῶν Ἀργοναυτῶν, συνθηρεύοντα ἄκων ἀπέκτεινε Πηλεύς. φίλον δὲ λέγει, ἐπειδὴ συγγενὴς τούτου ἦν. Πηλεὺς γὰρ πρὸ Θέτιδος θυγατέρα Ἄκτορος τοῦ Πολυμήλου εἶχε γυναῖκα. ὁ δὲ Ἄκτωρ πατὴρ Ἴρου, ὃς παῖδα ἔσχε τὸν Εὐρυτίωνα.

τὸ δʼ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι οὗτος ὁ Ἄδραστος, Φρὺξ τὸ γένος ὢν, καὶ τὸν ἀδελφὸν ἄκων ἀνελὼν, ἦλθεν εἰς τὸν Κροῖσον καθάρσεων δεόμενος· καὶ τυχὼν συνῆν τῷ βασιλεῖ. συὸς δέ τινος λυμαινομένου Μυσοὺς συνεξέπεμψεν αὐτὸν μετὰ τοῦ οἰκείου παιδός. καὶ τῆς μὲν θήρας διήμαρτε, τὸν δὲ παῖδα βαλὼν ἀνεῖλεν. ὥς φησιν Ἡρόδοτος ἐν τῇ αʹ.

εἰ δὲ ἡ γεωμετρία καλὸν, καὶ ἡ κατʼ αὐτὴν ἰσότης ἐπεγέγραπτο ἔμπροσθεν τῆς διατριβῆς τοῦ Πλάτωνος ὅτι ἀγεωμέτρητος μηδεὶς εἰσίτω· ἀντὶ τοῦ ἄνισος καὶ ἄδικος. ἡ γὰρ γεωμετρία τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην τηρεῖ.

φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς ἀντὶ τοῦ διαστέλλει πρὸς τὸν Πλάτωνα. ὁ μὲν γὰρ Θουκυδίδης ἐκ τοῦ συγγενέσθαι ἀκριβῶς ἐπιστάμενος ἐθαύμασεν, ὁ δὲ Πλάτων μὴ συζήσας διέβαλεν.

τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν συλλογίζεται λοιπὸν τὰ ἐγκώμια, κατασπάσας τὰς ἀρετάς. τὸ δὲ παντὸς κέρδους εἶπε, διὰ τὸ εἶναι ἀδωρότατον, ὡς ἔφη ὁ συγγραφεύς.

σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ ὅτι ἦσαν σώφρονες οἱ ἀρχαῖοι ῥήτορες, ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης.

πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης σοφὸν ὀνομάζει τὸν Περικλέα καὶ χρήσιμον, ὅπερ ἐστὶ φύσεως ἀνθρωπίνης πλεονέκτημα. χρησιμωτάτης δὲ εἶπεν· ἔστι γὰρ καὶ φαύλη, διʼ ἧς τὴν ἀλήθειαν σοφίζονται· ἢ ὅτι ἄχρηστον σοφίαν Πλάτων ἐπετήδευσε, καὶ οὐδὲ καθʼ ἓν χρησίμην τοῖς κοινοῖς, ἀλλʼ ἀπησχολημένην τινὰ καὶ ἰδιάζουσαν. καθάπτεται δὲ τῆς φιλοσοφίας, ἀχρησίμου τοῖς ἀνθρώποις οὔσης.

εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι ἐπειδὴ τὰ μέλλοντα ἔσεσθαι προειδέναι τὸν Περικλέα ἔφησαν, τοῦτο δέ ἐστι θεῶν, καὶ τῶν αὐτοῖς κατόχων, ἐπιφέρει τὸ εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι, δεικνὺς ὡς ὅσον ἰσχύει ἀνθρώπου φύσις γνῶναι περὶ τῶν μελλόντων, τοσοῦτον ὁ Περικλῆς ἦν πρὸς ταῦτα. δεινὸν καὶ βαθὺ τὸ ἐπιχείρημα· εἶπε γὰρ ὡς τῆς φιλοσοφίας ὑπὲρ ἄνθρωπον εἶναι βουλομένης, διὰ τὸ περὶ τῶν θείων διαλέγεσθαι. δείκνυσιν οὖν τὴν σοφίαν αὐτὴν ἀδύνατον, ἐπειδήπερ γνῶσιν τῶν θείων ἐπαγγέλλεται. εἶθʼ ὃν ἐξ ἁπάντων τῶν ἐνθύμημα.

λάλους γάρ φησιν Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς Δημοσθενικῶς ἐνταῦθα ὁ Ἀριστείδης μεθώδευσε, πάσας ὁμοῦ τὰς ἀντιθέσεις εἰς μίαν ἀγαγὼν, ἵνα μιᾷ λύσει σαθρὰς αὐτὰς ἀπεργάσηται. ὅρα δὲ καὶ τὰ ὀνόματα πῶς σαθρὰ καὶ φαῦλα, ἵνα καὶ ἐξ αὐτῶν τῶν ὀνομάτων περὶ ὧν ἐγκαλεῖν δοκεῖ, ἀποδείξῃ τῶν ἐγκλημάτων τὴν ἀσθένειαν. κἀκεῖνα δὲ παρατηρητέον πρὸς τοὺς λέγοντας δικανικὸν εἶναι τὸ εἶδος τοῦ λόγου· οὐ γὰρ φόνον ἢ προδοσίαν ἐγκέκληκεν, ἀλλὰ ψόγους καὶ διαβολὰς ὀνόματος.

εἰς μισθοφορὰν καταστήσας ἀντὶ τοῦ εἰς τὸ φέρειν μισθὸν, τουτέστιν εἰς τὸ δέχεσθαι τὸ θεωρικόν.

αὐτόθεν κατάβαλε πέπαυσο. παροιμία ἐπὶ τῶν νικώντων λεγομένη πρὸς οὓς νικῶσι· δηλονότι τὸ πρόστιμον κατάθου τὸ περὶ τῆς νίκης. λέγει οὖν τοῦτο Ἀριστείδης πρὸς Πλάτωνα, δεικνὺς αὐτὸν ἐντεῦθεν λίαν ψευδόμενον. ἀντὶ τοῦ πέπαυσο. ὅμοιόν ἐστι τοῦτο τὸ κατάθου. Τρῶας δὲ καλεῖ τοὺς ῥήτορας, θεὸν δὲ ἢ τὸν Ἀπόλλωνα, ἢ τὸν Ἑρμῆν, τὸν ἔφορον τοῦ λόγου. μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεὸς ἄλλος τοῦτο Ὁμηρικόν. λέγει δὲ ὅτι σκόπει μὴ πολλοὺς ἕξεις ἀντιλέγοντάς σοι.

δῶμεν λαβὴν καθʼ ἡμῶν αὐτῶν ἐκ τοῦ καθʼ ἡμῶν συμπεριλαμβάνει καὶ ἑαυτὸν, κουφοτέραν τὴν ἐπίπληξιν ἐργαζόμενος. πολλαχοῦ καὶ ἑαυτὸν συμπαραλαμβάνει τῷ Πλάτωνι κουφοτέραν τὴν ἐπίπληξιν ἐργαζόμενος. οὐχ ἁπλῶς δὲ τὸ ὄνομα τὸ τοῦ Ὁμήρου ὠνόμασεν, ἀλλʼ ὡς θείου τινὸς ἀπόφθεγμα προσφερόμενος.

ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον Δημοσθενικῶς εἶπεν· ὥσπερ καὶ ἐν τῷ πρὸς Λεπτίνην. ἔχων μὲν γὰρ κατὰ Πλάτωνος εἰπεῖν, παραιτούμενος δὲ καὶ τὴν τιμὴν τοῦ ἀνδρός.

μήποτε οὕτω μανείην πολλὴν εὐφημίαν ἀπονέμει τῷ Πλάτωνι, ὀνόματι μανίας τὴν εἰς αὐτὸν λοιδορίαν καλῶν.

ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι μετὰ πολλῆς ἐμφάσεως εἶπε τὸ εὐφημιῶν καὶ τὸ ἑκών. ἕτεροι δʼ εἰσὶν ἴσως τινὲς, οἷς ἔλαττον μέλει τῆς σῆς ἀξίας ῥητορικῶς ὁ ῥήτωρ ἑτέροις προσάπτει τὴν λοιδορίαν. τὸ δὲ οἷς ἔλαττον μέλει ἠθικῶς ἔφρασεν, ἀντὶ τοῦ οὐκ ἔστι σοι φροντίς.

ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν ἐντεῦθεν εἰσβάλλει ἐπὶ τὰς λύσεις τῶν ἀντιθέσεων. ἡ δὲ ἀπόδοσις πρὸς τὸ περὶ μὲν δὴ λάλων.

σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν, εὑρεῖν ὅ τι χρὴ λέγειν καινοπρεπῶς ἐχρήσατο τῷ ἐνθυμήματι. εἶπε γὰρ ὅτι, χαλεποῦ ὄντος τοῦ σιωπῆσαι καὶ μὴ ἀπολογήσασθαι ὑπὲρ τῶν ἀνδρῶν, χαλεπώτερόν μοι δοκεῖ τὸ ἀπολογούμενον εὑρεῖν. ἃ δὲ λέγει περὶ τοῦ Περικλέους, τοσαῦται αὐτῷ πρόσκεινται ἀρεταί. τὸ μὲν σιωπᾶν τοῦ λέγειν εὐμαθέστερον. ὑπερβολῇ δὲ κέχρηται, καὶ φησὶν ὅτι οὕτως ἡμῖν εὐπόριστον τὸ περὶ τούτων εἰπεῖν καὶ ῥᾴδιον, ὥστε καὶ δόξαι μᾶλλον τὸ σιωπᾶν δυσχερέστερον.

τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην ἀντὶ τοῦ ἕως τῶν χρόνων τῆς ζωῆς τοῦ Περικλέους. ἡ λύσις δὲ ἀπὸ τοῦ χρόνου. τοῦ δὲ Περικλέους μέγα τοῦτο ἐγκώμιον, ὅτι μέχρις ἐβίου τοῦ νοσήματος ἀπεῖχε τὴν πόλιν.

τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρονοῦντας εὕρισκον εἰς Νικίαν ἢ Κλέωνα καὶ Ἀλκιβιάδην αἰνίττεται. πλείω λαλοῦντας ἐκ τοῦ ἐναντίου ἐμφαίνει, καθάπερ ἐν μανίᾳ γενομένους· οὐ γὰρ λέγοντας, ἀλλὰ λαλοῦντας εἶπε· λαλοῦντας γὰρ φλυαροτέρους ἢ φρονιμωτέρους· κακία γὰρ τοῦ λαλεῖν ἄνευ νοῦ καὶ τοῦ φρονεῖν.

οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας ὥσπερ ἀγνώμονας αὐτοὺς κληρονόμους ἀπεφήνατο, ὡς μὴ δυνηθέντας φυλάξαι ῥᾷον ἅπερ ἐδέξαντο. λέγει δὲ ὅτι ἄνευ τοῦ σκέψασθαι οὐδὲν ἀπεφαίνετο. ὥστʼ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο εἰς τοὺς κωμικοὺς αἰνίττεται· ὧν εἷς ἐστιν ὁ Εὔπολις.

ὧν ὑπὸ τῶν μετʼ ἐκεῖνον διεβλήθησαν, τά γʼ ἐκείνου σεμνύνεται οἱονεὶ ὑπὲρ τοῦ χρόνου, οὗ οὐκ ἐφλυάρησαν, ὅτε ἔζη ὀφείλει τιμᾶσθαι πολλῷ γε μᾶλλον καὶ ὑπὲρ τοῦ χρόνου τοῦ μετὰ τὴν τελευτήν· μετὰ πολὺ γὰρ τοῦ τεθνᾶναι ἐκεῖνον φλυαρεῖν ἤρξατο. ἰατρῷ δὲ χρηστῷ παραβάλλει τὸν Περικλέα, διὰ τὸ θεραπεύειν τοῦ δήμου τὰ λυμαίνοντα.

μέχρι τούτου τοῦ χρόνου ἕως τοῦ χρόνου τῆς ζωῆς τοῦ Περικλέους. ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει μεῖζον ἐπήγαγε παράδειγμα τὴν Διοτίμαν τοῦ ἰατροῦ. αὕτη γὰρ, τελεστικὴ φιλόσοφος οὖσα, μέλλοντος λοιμοῦ κατασκήψειν τῇ πόλει, σοφίᾳ τινὶ καὶ ἐπιστήμῃ λέγεται ἀναβολὴν ποιῆσαι τῆς νόσου. ἡ Διοτίμα τελεστικὴ φιλόσοφος αὕτη ἦν, καὶ τὸ μέλλον προειδυῖα.

εἰς εὐεργεσίας μέρος οἶμαι κατέθετο ἀναβαλέσθαι γὰρ τὸ δεινὸν εὐεργεσίας, οὐ φαυλότητος, ὑπῆρχε τεκμήριον. ἀπὸ κοινοῦ δὲ τὸ αἰτιᾶται· ἀντίκειται δὲ ἡ λέξις οὐκ ἐπὶ μέμψεως, ἀλλʼ ἐπὶ τὴν αἰτίαν νομίζειν.

Μαντινικὴν μὲν ξένην αὐτὴν πάλιν σημαίνει Διοτίμαν· ἀπὸ γὰρ Μαντινείας τῆς Ἀρκαδίας ἦν. Μιλησίαν δέ φησι τὴν Ἀσπασίαν. ταύτην δὲ θαυμάζει ὡς διδάσκαλον οὖσαν ῥητορικῆς. ἡ δὲ Διοτίμα ἱέρεια γέγονε τοῦ Λυκαίου Διὸς τοῦ ἐν Ἀρκαδίᾳ. αὕτη δὲ, μελλούσης τῆς νόσου, ἧς Θουκυδίδης μέμνηται, ἐπισκήπτειν τοῖς Ἀθηναίοις, εὐξαμένη ἐκώλυσεν αὐτὴν εἰσελθεῖν ἐπὶ δέκα ἔτη. Μαντινικὴν μὲν ξένην τὴν Διοτίμαν. Μιλησίαν τὴν Ἀσπασίαν.

ἐπίστασαι κοσμεῖν ἐν ἐπιταφίῳ· ἦν δʼ ἐκ Καρίας ἡ Ἀσπασία. αἰχμαλωτισθεῖσα δὲ ᾤκει ἐν Μιλήτῳ πορνοβοσκῷ Μυρτὼ καλουμένη. ἐνεχθεῖσα δὲ εἰς τὴν Ἀττικὴν Ἀσπασία ἐκλήθη, ἐκ τοῦ πάντας αὐτὴν ἀσπάζεσθαι. Περικλῆς δʼ ἀνέστησεν αὐτήν. οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας διὰ τούτων δείκνυσιν ὅτι οὐκ ἄξιον τὸν ἔπαινον ἐποιήσατο ὁ Πλάτων τούτων· οὐ παρὰ πᾶσι γὰρ εἶπε βεβοημένους, ἀλλʼ οὓς αὐτῷ δοκεῖ. τὸ δὲ διαφερόντως, ἀντὶ τοῦ ἀναξίως καὶ εὐτελῶς αὐτῶν.

ἐν φαύλῳ εὐτελῶς.

τινὰ τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων πολλὴν ἔχουσιν αἱ λέξεις δεινότητα· οὐ γὰρ μόνον εἶπε μαγείρων, ἀλλὰ καὶ ἀνδραπόδων, καὶ τὸ τυχὸν, καὶ ἄλλο τι.

εὐπρεπῶς ἀντὶ τοῦ εὐφήμως. τῶν λόγων δὲ γίνῃ εἶπεν, ὅτι φιλονείκως ἔχει νικᾶν ἐν τοῖς λόγοις. ὥσπερ δὲ ἀντιπίπτοντός ἐστι λύσις. τοῦτο δὲ εἶπεν, ἵνα πλέον διαβάλλῃ τὸν Πλάτωνα. διὸ ἐπήγαγε τὸ τῶν λόγων γίγνῃ, ἀντὶ τοῦ λέσχης καὶ οὐκ ἀληθείας πραγμάτων· ὅπερ ἐστὶν ἔγκλημα φιλοσόφων. σφόδρα τῶν λόγων γίγνῃ φιλονεικεῖς.

ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται ὡσανεὶ ἔλεγε τὸ ἀναγκαῖον καὶ τὸ ἀκόλουθον. τὸ δὲ πάντες μᾶλλον ὑπερβολικόν ἐστιν.

τοσοῦτον ἧττον οὐδαμῶς.

μηδεὶς θαυμάσῃ τὸ παράδοξον ὥσπερ γὰρ παράδοξον εἶναι δοκεῖ τὸ λέγειν ἱκανὸν ὄντα ἐκεῖνον μὴ καὶ τοὺς ἄλλους εἰς τοῦτο καταστῆσαι, ἀλλὰ σιγὴν ἀσκοῦντας. ῥητορικῶς πάνυ προλαμβάνει καὶ λύει τὸ παράδοξον. εἰ δὴ ἐπεί. οὐκ ἀμφιβάλλων λέγει τὸ εἰ δὴ, ἀλλʼ ἀποφαινόμενος.

τοῦ φρονεῖν ἀμελήσαντας αὐτὸς προϊὼν λέγει, τί ἐστι τὸ φρονεῖν. λόγων δέ φησιν ἐμφρόνων τὸ τῶν πραγμάτων στοχάζεσθαι, καὶ μὴ τὸν τυχόντα διαβάλλειν εἰκῆ. οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες ποιῆσαι, μιμήσασθαι. ἀντὶ τοῦ μιμήσασθαι καὶ ποιῆσαι.

ἐν κόσμῳ καὶ νόμῳ ἐν κόσμῳ λέγει τῷ κάλλει τοῦ λόγου καὶ τῇ φράσει. νόμον δὲ τὴν τέχνην καὶ τὴν κατασκευὴν τοῦ λόγου.

τὸ τοῦ Λάχητος—τὸν βίον παρεχόμενος ἐν διαλόγῳ Πλάτων εἰσάγει τινὰ Λάχητα λέγοντα τῷ Σωκράτει «Ἄγαμαί σε, Σώκρατες, καὶ τοῦ βίου καὶ τοῦ λόγου.» δεινῶς οὖν ἐπεχείρησεν ὁ ῥήτωρ, δεικνὺς ὅτι ὁ Πλάτων ἑαυτὸν ἐπῄνεσε διὰ τοῦ προσώπου τοῦ Σωκράτους.

τὸ μηδὲν φαύλως μὴ εὐτελῶς.

μήτε ποιεῖν τὸ ποιεῖν νῦν οὐκ ἐπὶ τοῦ πράττειν εἴρηται, ἀλλʼ ἐπὶ τοῦ γράφειν. οὕτω καὶ Ἰσοκράτης ἐν τῷ κατὰ τῶν σοφιστῶν «Οἱ ποιητικοῦ πράγματος τεταγμένην τέχνην παράδειγμα φέροντες.» ἔστι δὲ ἀντὶ τοῦ ἀεὶ ἐν γραφαῖς ὄντες. ἀπὸ τοῦ πρώτου παραστάντος ὡς ἔτυχε ἐπελθόντος. ἀντὶ τοῦ οὐκ ἀπὸ τοῦ ἐξ ἀρχῆς καὶ εὐθέως ἀπελθόντος, ὅπερ ἐστὶν ἀσκέπτως, ἀλλʼ ἐν πλείονι τῇ τῶν γιγνομένων κρίσει. τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι ἄνωθεν τῆς διαιρέσεως ἄρχεται· ἢ γὰρ, φησὶ, τὸ καλὸν οὐ κακόν· εἰ δὲ κακὸν, οὐ Περικλῆς αἴτιος, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ οὐκ ἦν δεινὸς λέγειν· τοῦτο οὖν κατασκευάζει.

ἤδη τοι τό γε τρίτον δεινῶς εἶπε τὸ τρίτον. τὴν δὲ διαίρεσιν περιέστησεν, ὅπερ καὶ ἀποδεῖξαι ἠδύνατο.

τίνες οὖν ἂν μᾶλλον εἰς τοὺς κωμικοὺς αἰνίττεται.

οἷς συνηθέστερον ψέγειν ἅπαντα ἢ κοσμεῖν ἀντὶ τοῦ οἷς τέχνη τὸ ψέγειν. δείκνυσιν οὖν τὴν Περικλέους ἀρετὴν κρείττονα τῆς κωμῳδίας τὸ μὴ διαβεβλῆσθαι ὑπʼ αὐτῆς.

ἔτι δʼ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδίας διδασκάλῳ, τάχʼ ἂν οὐκ ἰσχυρὸν ἦν βίου καὶ πολιτείας· οὐ γὰρ εἰς ταῦτα ἄξιοι μάρτυρές εἰσιν. καλῶς εἶπε τὸ ἄλλου τινὸς, οἱονεὶ τοῦ βίου αὐτοῦ, ἢ ἑτέρου τοιούτου. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἀντέπιπτεν αὐτῷ ἡ δόξα τῶν κωμικῶν, ὅτι οὐκ ἀξιόπιστα τῶν κωμικῶν πρόσωπα εἰς μαρτυρίαν· διὸ καὶ πρὸ μικροῦ μάρτυρας λέγει τοὺς κωμικοὺς οὐ τοῦ βίου αὐτοῦ, ἀλλὰ τῆς δεινότητος καὶ τῆς δυνάμεως τῶν λόγων αὐτοῦ.

ὥσθʼ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων, ὡς οὐδενὸς ἀξίων δεινῶς ἐνταῦθα διαβάλλει τοὺς φιλοσόφους εἰς ἀμαθίαν. λέγει δὲ ταῦτα τοῖς δυναμένοις ῥητορικὴν νοῆσαι δεινότητα.

τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος· πάντως δὲ οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν ἐκ τοῦ εἰπεῖν βεβήλων, καὶ πύλας ἐπιθέσθαι τοῖς ὠσὶ, παρεικάζει τοὺς λόγους μυστηρίοις. ἔστι δὲ κήρυγμα μυστικὸν, τὸ θύρας δʼ ἐπίθεσθε βέβηλοι· ὥς που καὶ Ὀρφεὺς δηλοῖ «Φθέγξομαι οἷς θέμις ἐστί· θύρας δʼ ἐπίθεσθε βέβηλοι.» ἀκολούθως δὲ εἶπε καὶ τῶν ἱερῶν, ἤτοι τῶν λόγων, τηρήσας τὴν τροπήν. ἐπειδὴ μυστηρίοις παρέβαλε τοὺς λόγους, ἀκολούθως ὡς ἐν μυστηρίοις ἐπήγαγε τὰς πύλας. ἔστι δὲ κήρυγμα μυστικὸν τὸ θύρας δʼ ἐπίθεσθε βέβηλοι.

τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο ἐνίους δὲ, φησὶ, λέληθε καὶ αὐτὸ τοῦτο, ὅτι ἀγνοοῦσι. ταύτην δέ φησι Πλάτων διπλῆν ἄγνοιαν· ἀγνοίας ἄγνοιαν, φησὶ, νοσοῦσι.

τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν ἤγουν τῶν λόγων. πάλιν ὡς ἐν μυστηρίῳ εἶπε τῶν ἱερῶν. τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων ὡς ἐπὶ δικαστηρίου εἶπε τὸ κεκλημένων· ἐκεῖ γὰρ καλοῦνται οἱ μάρτυρες.

ὁ μὲν ὁ Κρατῖνος δηλονότι ποιητής. ὁ Εὔπολις· κατὰ δὲ ἄλλους Κρατῖνος.

λέγων μὲν ἴσον τι καὶ φωνὴν ἐπεὶ διαβολὴν εἶχε τὸ λέγειν γλῶτταν, ὡσανεὶ λέσχην τινὰ καὶ φλυαρίαν, διορθοῦται, λέγων ὅτι ἀντὶ φωνῆς καὶ ἴσον τῇ φωνῇ εἶπε τὴν γλῶτταν. ταὐτὸν λέγων γλῶτταν ὡσανεὶ καὶ φωνήν. ἐπειδὴ δὲ διαβολὴν εἶχε τὸ λέγειν γλῶτταν ὡσανεὶ λέσχην τινὰ οὖσαν καὶ φλυαρίαν, διορθοῦται λέγων, ὅτι ἀντὶ φωνῆς καὶ ἴσην τῇ φωνῇ εἶπε τὴν γλῶτταν.

τῆς παρὰ τῆς τέχνης πικρίας πικρίαν εἶπε τὸ σκωπτικόν· τοῦτο γὰρ ἴδιον κωμῳδίας. πικρίαν δὲ λέγει τὸ—τῆς κωμῳδίας.

μηδʼ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ καλῶς εἶπε τὴν περὶ τοὺς λόγους· κυρίως γὰρ μεγαλοπρέπεια λέγεται ἡ μεγαλοψυχία ἐπὶ χρημάτων. ὁ δʼ ὁ Ἀριστοφάνης.

κυκᾶν αὐτόν φησι δημηγοροῦντα καλῶς προσέθηκε τὸ δημηγοροῦντα, ἐπειδήπερ διαβολὴ ἦν τὸ λέγειν κυκᾶν. εἶτα ἵνα μὴ εἴπῃς, ἀλλʼ ὡς πολεμοποιὸν διαβάλλει αὐτὸν, λύει τοῦτο, λέγων, πρὸς τὸ παρὸν τὴν μαρτυρίαν λάβωμεν, κἀκεῖνο πάλιν ὑπὲρ ἡμῶν ὀφθήσεται εἰς τὸ ἀργούς. καλῶς δὲ προσέθηκε καὶ τὸ δημηγοροῦντα, ἐπειδήπερ καὶ διαβολὴ—ἀργούς.

ὅσον εἰς τὸν παρόντα προσήκει λόγον καλῶς εἶπεν εἰς τὸν παρόντα· καὶ μέλλει γὰρ ὕστερον κατασκευάζειν, ὅτι τοσοῦτον οὐκ ἦν δειλὸς, ὅτι καὶ πολεμοποιὸς ἔδοξεν εἶναι. ἔπειτα κἀκεῖνα τὸ τοῦ πολεμοποιοῦ λέγει, ὅτι διαβάλλει αὐτὸν ἐπὶ δειλίαν ὁ Πλάτων. καλῶς γὰρ τοῦτο ἐπήγαγεν· ἐναντίον γὰρ δειλίᾳ πόλεμος.

πρὸς ἤγουν ὑπέρ. ὁ δὲ δὴ τρίτος ὁ Εὔπολις. ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς τοῦτο εἶπεν, ἐπειδὴ αἴτιον ταῖς κωμῳδίαις τὸ σκώπτειν.

εἷς τῶν καλῶν κἀγαθῶν τῶν μὴ φθονούντων. ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε τὸ καθαρὰν ἐξήγησίς ἐστι τοῦ ἀνεπιφθόνου.

λέγων, ὡς ἑκκαίδεκα μὲν ποδῶν—ἐπὶ τοῖς χείλεσι Εὔπολις ἐν τοῖς Δήμοις μεμνημένος Περικλέους τούτους φησὶ τοὺς ἰάμβους «Κράτιστος οὗτος ἐγένετʼ ἀνθρώπων λέγειν, ὁπότε παρέλθῃ, ὥσπερ οἱ ἀγα-θοὶ δρομεῖς ἑκκαίδεκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας. τα-χὺν λέγεις με· πρὸς δὲ αὐτοῦ τῷ τάχει πειθώ τις ἐπε-κάθιζεν ἐπὶ τοῖς χείλεσιν.»

πάντα τῶν ἄλλων ῥητόρων.

ῥήτωρ γάρ ἐστι νῦν τις ὅν γʼ ἐστὶ λέγειν ὁ Βουζύγης ἄριστος ἀλιτήριος δυσχεραίνων Εὔπολις πρὸς τοὺς ὑφʼ αὑτοῦ ῥήτορας φησὶν ὡς οἱ ἄλλοι τῶν ῥητόρων οὐδέν εἰσιν. ἔστι γάρ τις ῥήτωρ, ὅν ἐστιν ὀνομάζειν ὁ Βουζύγης ἄριστος ἀλιτήριος. εὕρηται δὲ καὶ τὸ ὧν, μέγα, δασυνόμενον καὶ περισπώμενον. ἀποδίδοται δὲ οὕτω· ῥήτωρ γάρ ἐστί τις ὁ Βουζύγης ἀλιτήριος ἐκείνων τῶν ῥητόρων, ὧν ἐστι λέγειν. δέον δὲ εἰπεῖν οὓς, πρὸς τὸ λέγειν, ὧν εἶπε, πρὸς τὸ ἐκείνων. ὁ Βουζύγης ἄριστος ἀλιτήριος Βουζύγης ἄριστος· ὁ Εὔπολις τοῦτό φησιν ὑπὲρ Περικλέους· ῥήτωρ γὰρ ἔνι τις, ἀφʼ ὧν ἐστι τὸ λέγειν, ὡς προσῆκον δηλονότι ἀγαθῷ ῥήτορι; ὁ Περικλῆς ἐστιν ἄριστος ὁ βουζύγης ὁ ἀλιτήριος. βουζύγην μὲν οὖν αὐτόν φησι κατὰ τὸν τοῦτον τρόπον· ὅτι τοὺς τρέφοντας ἐν Ἐλευσῖνι τοὺς ἱεροὺς βόας ἀροτριῶντας βουζύγας ἐκάλουν. τοῦτο δὲ οὐκ ἐξῆν παντὶ τῷ βουλομένῳ ποιεῖν, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι. πατρόθεν οὖν ἐκ τῶν τοιούτων εἷλκε τὸ γένος ὁ Περικλῆς· καὶ διὰ τοῦτο βουζύγην αὐτὸν ἐκάλεσεν. ἀλιτήριον δὲ αὖ καλεῖ κατὰ τοῦτο· ὅτι ἀπὸ μητρὸς ἦν τῶν τὸ Κυλλώνειον ἄγος ποιησάντων ἐν Ἀθήναις, ἤγουν τῶν τὸν Κύλλωνα ἀνελόντων, καὶ τοὺς παῖδας ἐκείνου, καὶ πάντας τοὺς αὐτοῦ, διὰ τὸ τύραννον βουληθῆναι ἐν Ἀθήναις γενέσθαι. τὴν δὲ ἱστορίαν Θουκυδίδης φησίν. Βουζύγαι καλοῦνται οἱ τὰς ἱερὰς βοῦς τὰς ἐν Ἐλευσῖνι ἀροτριώσας τρέφοντες. ἐκ τούτων δὲ ὁ Περικλῆς κατήγετο. τὸ γένος δὲ τοῦτο ἦν ἱερόν. τὸ δὲ σχῆμα τοῦτο καλεῖται παρʼ ὑπόνοιαν· εἰρηκὼς γὰρ ὁ Βουζύγης καὶ ἄριστος εἶπεν ἀλιτήριος, τουτέστιν ἀσεβής. τὸ δʼ ἄριστος πρὸς τὸ ῥήτωρ. ἦν γὰρ μητρόθεν ἐκ τῶν τὸ Κυλώνειον ἄγος ποιησάντων.

οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάζειν καλῶς προσέθηκε τὸ ἴσασιν οὓς προσήκει διαβάλλειν, ἵνα μὴ εἴπῃς ὅτι πρὸς χάριν ἐποιήσατο τὸν ἔπαινον τοῦ Περικλέους. λέγει οὖν διάφορον τὴν γνώμην τοῦ Εὐπόλιδος, ὡς ἐνίους μὲν ἐπαινοῦντος αὐτοῦ, ἐνίους δὲ ψέγοντος.

ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας ἀντὶ τοῦ νικῶν. καὶ Αἰσχίνης «Αἱρεῖ γὰρ αὐτὴν οὐχ ἡ γραφὴ μόνον, ἀλλὰ καὶ τὸ ψήφισμα.»

ὡς ἀδυνάτους τοὺς ῥήτορας. πρὸς τὸν Περικλέα.

ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο φαῦλον καὶ τῶν πολλῶν ἄξιον· τὸ γὰρ φαῦλον καὶ εὐτελὲς πολλοὶ ἐπιτηδεύουσιν.

τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι τεχνικῶς ὁρίζεται τὸ ἔγκλημα τῶν καιρῶν, ὥσπερ καὶ Ἰσοκράτης ὁρίζεται, ἔργον ῥήτορος εἶναι τὸ πρὸς τὸν καιρὸν ἁρμόζεσθαι. ἄλλοι δὲ εἰρήνης λόγοι, ἄλλοι δὲ πολέμου· καὶ Θουκυδίδης ὁριζόμενος εἶπεν «Αἰτία μὲν γάρ ἐστι φίλων ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων.» τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι, καὶ τὸ πρέπον σώζειν ὅτι ῥήτορος ἔργον τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι, καὶ τῶν προσώπων σώζειν τὴν ποιότητα. καὶ τὸ ἦθος· πρέπον γὰρ καλεῖ ἦθος τοῦ προσώπου, τὴν ποιότητα.

τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν περὶ τὴν πολιτείαν τὸν βίον.

ὁ τοίνυν Περικλῆς τοσοῦτο νικῶν οὐ μόνον, φησὶν, ἐνίκα, ἀλλὰ καὶ νικῶν ἔπειθεν. ἔστι γὰρ λέγειν μὲν καλῶς, μὴ πείθειν δέ.

ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι ἐκ τοῦ ἀκολούθου τὸ ἐπιχείρημα, ὅτι ἐξ ὧν τοὺς ἄλλους ψέγουσιν οἱ κωμικοὶ, τοῦτον ἀπολύουσι τῆς μέμψεως, τῷ λέγειν αὐτὸν Βουζύγην, ἀντὶ τοῦ τιμίου καὶ ἱεροῦ γένους.

εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος ἐπειδὴ τῶν κωμικῶν μαρτυρία οὐκ ἔστιν ἀξιόπιστος, τρέπεται λοιπὸν καὶ εἰς ἑτέρας μαρτυρίας, καὶ ἀνωτέρω μέλλων παρατίθεσθαι, προεθεράπευσε.

εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον τοῦ Περικλέους.

ἐπειδὰν πρῶτον αὐτὸν εἶναι φῇ θαυμασίως· τὸ γὰρ πρῶτον οὐ συγχωρεῖ εἶναι τὸν ἔπαινον ἀτελῆ. ἐκ τοῦ καθόλου τὸ ἐπιχείρημα· ἐξ ὧν γὰρ αὐτὸς, φησὶν, ἀπροσδοκήτως ὀνομάζει πρῶτον, ἐκ τούτων ὅτι καὶ πράττειν ἄριστος ἦν ἐμαρτύρησεν, οὐ τῷ λέγειν μόνον.

τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ τοῦτον τὸν Ἀντιφῶντα Πλάτων ἐπαινεῖ· διὸ καὶ λέγει πρὸς αὐτὸν Ἀριστείδης ὡς οὐχ ὁ τυχών ἐστιν, ἀλλʼ ἑταῖρος Ἀντιφῶντος, ὃν αὐτὸς ἐπαινεῖ. κατʼ εἰρωνείαν· ἐπειδὴ καὶ Περικλῆς αὐτοῦ ἦν μαθητής. ὥσπερ δὲ ὁ Πλάτων ἑαυτὸν σεμνύνει τῷ ὀνόματι τοῦ Σωκράτους, οὕτω καὶ ὁ Ἀριστείδης τὸν Θουκυδίδην τῷ ὀνόματι τοῦ Ἀντιφῶντος, τοῦ διδασκάλου αὐτοῦ. εἶτα ἐπήγαγε καὶ ἅμα ὡς τὸ εἰκὸς, τουτέστιν εὐφυὴς καὶ ἄριστος κατὰ πάντα· οὐ γὰρ ἀρκεῖ τὸ ἐπὶ μόνοις διδασκάλοις σεμνύνεσθαι, ἀλλὰ καὶ ἐξ οἰκείας φύσεως.

ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα ὥσπερ ἀναγκαζόμενος ἐπαινεῖν ἕνεκεν τῆς ὑπερβολῆς τῆς φύσεως. ἢ ποῦ σοί γε τῷ τὴν Ἀσπασίαν κατʼ ἐρώτησιν ἐλεγκτικῶς. τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ τοῦ Ἀντιφῶντος τοῦτον γὰρ ἐπαινῶν ἔστι μᾶλλον ἐκείνην θαυμάζειν.

πρὸ τοῦ Ἀντιφῶντος Ἀντιφῶντα καλεῖ τὸν Θουκυδίδην· ὥσπερ ἑαυτὸν ὁ Πλάτων Σωκράτην. ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος τὸ κυριώτερον. ἔσχατον γὰρ οὐκ ἀτιμότερον, ἀλλʼ ὡς μάλιστα ἰσχυρότερον, μεθʼ ὃ οὐκ ἄν τις εἰκότως ἕτερον δέξοιτο· νῦν οὖν ἔσχατον καλεῖ οὐ τὸ εὐτελὲς, ἀλλὰ τὸ ἄκρον. ῥητορικῶς δὲ ἄκραν μαρτυρίαν καλεῖ, τὴν ἀντίδικον μάρτυρα παρεχόμενος. ἔσχατον οὖν εἶπεν, ὅτι ὑπὲρ αὐτοῦ ἁλίσκεται.

αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν τὸ μαχόμενον. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν—διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκὼς οὕτως ἐν Μενεξένῳ τῷ διαλόγῳ ὁ Πλάτων περὶ Ἀσπασίας φησὶν ἀπὸ τοῦ Σωκράτους πρὸς Μενέξενον· «Ἐμοὶ μὲν γὰρ τυγχάνει διδάσκαλος οὖσα, οὐ πάνυ φαύλη περὶ ῥητορικήν. οὐκ ἄλλη τις, ἀλλʼ ἥπερ πολλοὺς κἀγαθοὺς πεποίηκε ῥήτορας, ἕνα δὲ καὶ διαφέροντα τῶν Ἑλλήνων, τὸν Περικλέα τὸν Ξανθίππου.» λέγει οὖν πρὸς αὐτὸν Μενέξενος «Τίς αὕτη; ἢ δῆλον ὅτι Ἀσπασίαν λέγεις.»

καταφεύγων ἐπὶ τὸν Περικλέα πιστούμενος τουτέστιν ἀπόδειξιν τῆς Ἀσπασίας Περικλέα ποιούμενος. τὰ ἐν τῷ Μενεξένῳ δὲ τῷ διαλόγῳ εἰς τὴν ἀρχὴν ῥητὰ Πλάτωνος λέγει· εἰσὶ δὲ ταῦτα· ἐμοὶ μὲν γὰρ—.

διαφέροντα τῶν Ἑλλήνων νῦν οὐ τὸ γένος λέγει, ἀλλὰ τὴν φωνὴν οἱονεὶ τῶν πεπαιδευμένων.

καίτοι οὐ δήπου, τοῦ μὲν Ἀσπασίᾳ συλλογιστικόν. συλλογίζεται ἀπὸ τοῦ ἐναντίου. οὐ δεῖ γὰρ, φησὶ, νομίζειν ἐλλόγιμον διὰ τὸν Περικλέα, αὐτὸν δὲ ἡγεῖσθαι ἀμαθῆ, διʼ ὃν ἐκείνη θαυμάζεται.

τῆς δʼ αὐτοῦ Περικλέους τῆς δυνάμεως. ὑπὲρ μὲν Ἀσπασίας ἐμφαντικόν ἐστιν, ἀντὶ τοῦ ὑπὲρ γυναικός.

τῷ δὲ καθʼ αὑτὸν πράγματι ἀντὶ τοῦ ἰδίῳ· οἱονεὶ τῆς ἑαυτοῦ δυνάμεως.

ἀλλὰ καὶ ἑτέρωθι ἐν τῷ Φαίδρῳ.

τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι, συγγενόμενον Ἀναξαγόρᾳ Ἀναξαγόρας εἰ καὶ τὰ μετέωρα ᾔδει, ἀλλὰ καὶ ῥητορικῆς εἰς ἄκρον ἀφῖκτο. φυσικὸς φιλόσοφος Ἀναξαγόρας γέγονεν, ὡς πολλάκις εἰρήκαμεν, οὗ μαθητὴς ἦν ὁ Περικλῆς. ἀλλὰ μή πω πᾶν τοῦτο τὸ μήπω πᾶν τοῦτο εἶπε διὰ τὸ συγγενόμενον Ἀναξαγόρᾳ· ὕστερον γὰρ καὶ περὶ τούτου εἴπῃ. ἀλλὰ μήπω πᾶν τοῦτο εἶπεν, ἀντὶ τοῦ μὴ εἰπὼν μὲν τὸν Περικλέα φυσικόν. οὐ γὰρ ἀπῄτει ὁ καιρός. ἀλλαχοῦ δὲ λέγει περὶ αὐτοῦ ἐν τούτῳ τῷ λόγῳ ὅτι τὸν Ἀναξαγόραν ὁ Περικλῆς ὠφεληθεὶς εἵλκυσεν ἐκ τῶν φυσικῶν πρὸς τὴν ἑκάστου τέχνην τὸ πρόσφορον. χρῄζει γὰρ, φησὶν, ὁ ῥήτωρ ὁ τέλειος φυσικῆς ἐπιστήμης, ὥστε τὰ αἴτια μανθάνειν τοῦ πείθειν.

πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων συλλογίζεται λοιπὸν τὸ ἐπιχείρημα.

πᾶσι τοῖς κριταῖς ἀντὶ τοῦ μάρτυσι. λέγει δὲ τοῖς κωμικοῖς, τῷ Θουκυδίδῃ, καὶ αὐτῷ Πλάτωνι.

σιωπῆς αἴτιον αὐτὸν—καταστῆναι παραδόξως εἶπε σιωπῆς αὐτὸν αἴτιον, οὐ λόγῳ ὑπάρχοντα ῥήτορα, ᾧ διδαχὴ τῷ λέγειν ἀεί.

κἀν ταῖς ἄλλαις δήπου δυνάμεσιν νῦν δυνάμεις εἶπε πάσας τὰς τέχνας· κυρίως γὰρ ἐπὶ ῥητορικῆς καὶ διαλεκτικῆς εἴρηται δύναμις.

εὐλαβεῖς καὶ κοσμίους ἀντὶ τοῦ ἀσφαλεῖς τοῦ κόσμου γινομένους. οὐ γὰρ ἂν ᾧ γέ τις ἐστὶ βέλτιστος συλλογιστικῶς ἀποδείκνυσιν, οὐδεὶς γὰρ ἀρεταῖς σεμνυνόμενος βλάπτειν τινὰ ταύτῃ προέχειν δοκῶν, ἐν ἄλλοις δὲ βλάπτειν δύναται, ἐν οἷς μὴ προύχειν· διὸ εἶπεν ἐν οἷς βέλτιστός ἐστιν· οἷον ὁ σοφιστὴς οὐκ ἂν καὶ τοξότας ἀρίστους ἐπαίδευσεν, ἀλλʼ ὅπερ ἐστὶν ἀγαθὸς, τουτέστιν ἐν λόγοις, ἀγαθοὺς τοὺς φοιτῶντας ἀπέδειξεν.

ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν παραδειγματικῶς.

εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν ἑαυτὸν πανταχοῦ συνάπτει τῇ διαβολῇ, κουφοτέραν ποιῶν τὴν ἐπιτίμησιν.

κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καλοῦ λέγει τῆς φράσεως τοῦ λόγου, πρέποντος δὲ τοῦ ἤθους τῶν προσώπων, ὥστε φυλάττειν αὐτῶν τὴν ποιότητα.

τοῦ περὶ ταῦτα κόσμου κόσμον καλεῖ πάλιν τὸ κάλλος καὶ τὴν φράσιν τοῦ λόγου. τὸ σὸν, ὦ Πλάτων, ποιεῖ φησὶ γάρ που ὁ Πλάτων ὅτι δεῖ κόσμιον εἶναι τὸν τὸν κόσμον μιμούμενον. ἀντὶ τοῦ ὃ λέγεις αὐτὸς τὸν κόσμον μιμούμενος. ἔλεγε δὲ ἀεὶ ὁ Πλάτων ὅτι δεῖ κόσμιον εἶναί τινα τὸν κόσμον μιμούμενον· κόσμος γὰρ ἐκλήθη παρὰ τὸ κεκοσμῆσθαι ταῖς ὥραις καὶ τοῖς ἄλλοις ἅπασιν.

τοὺς κρείττους, εἰς ὅσον οἷόν τε ἐστὶν, ἐν τοῖς ἑαυτοῦ μιμούμενος ἤτοι τοὺς θεούς φησιν, ἢ κρείττονας εἶπε τὸν κόσμον καὶ τὸν οὐρανὸν, ἢ τοὺς ἐναρέτους. καλῶς δὲ ἡ προσθήκη, ἀντὶ τοῦ ὅσον δυνατόν ἐστιν ἀνθρώπῳ· ὅρος γάρ ἐστι φιλοσοφίας οὗτος· φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. λέγει οὖν ὅτι ὁ Περικλῆς ἐσπούδαζεν ἐπίσης τοῖς κρείττοσι γίνεσθαι.

οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν οἶδε τὸν Πλάτωνα τῆς γυμναστικῆς ἐπαινέτην· διὸ γυμναστῇ παραβάλλει τὸν Περικλέα.

ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστῄς ἐπιφέρει τὸ πῶς ἐξ ἴσου· ἵνα μὴ μόνον μετὰ κάλλους λέγῃ, ἀλλὰ καὶ βίον ἐν τοῖς πράγμασιν ἄριστος ᾖ.

ἀλλὰ δυοῖν ἔμελλον οἶμαι θάτερον συλλογίζεται τῷ διλημμάτῳ σχήματι.

πάσης παρανομίας ἀφέξεσθαι δεινῶς εἰπὲ παρανομίας, ὅπερ ἐστὶν ἔξω τοῦ νόμου τῶν λόγων καὶ τῆς ἀληθοῦς ῥητορικῆς.

ὡς ἐπεί. ὡς τὸ μὲν εἶναι ῥήτορα, τοῦτο ἦν, ὅπερ ἦν ὁ Περικλῆς ὥσπερ ὅρον ῥήτορος τὸν Περικλέα λέγει. τύχην δὲ λέγει νῦν τὴν εὐτυχίαν. τὸ δὲ οὖσαν ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ οὔσης· καὶ ἔστιν αἰτιατικὴ ἀντὶ γενικῆς.

ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν καὶ ἀπὸ τῶν τραγικῶν πιστοῦται, ὅτι οὐκ ἦν κακὸς ὁ Περικλῆς.

ὅτι οἶμαι τῆς σεμνότητος, —ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν τοῦτο λαμβάνει σημεῖον τοῦ μὴ ἐσχηκέναι τὸ ἔγκλημα τῆς λαλιᾶς, ὅτι τοῖς ὑποκειμένοις πράγμασι τοὺς λόγους ἥρμοττον. τοὐναντίον δὲ Εὐριπίδης ἐποίει, ἀφαιρῶν τοῦ βάρους καὶ τῶν καιρῶν, τουτέστι τῆς σεμνότητος τῶν προσώπων, ἀναξίους τοὺς λόγους ἐκφέρων· ἐνίοτε δὲ τοῖς οὐκ ἀξίοις προσώποις λόγους σεμνοὺς καὶ φιλοσόφους προσάπτων, ὡς τῇ Ἑκάβῃ. καιρῶν δὲ διὰ τοὺς ἀναχωρισμούς· πολλὰ γὰρ πλάττουσι πρόσωπα λέγοντά τινα, ἃ μετὰ πολὺν χρόνον τῆς ἐκείνων ζωῆς γέγονεν.

τοῦ βάρους μεγέθους. τοῦ βάρους καὶ τῶν καιρῶν βάρους, ἀντὶ τοῦ κόμπου· καιρῶν δὲ, ὅτι τὴν Ἑκάβην φιλοσοφοῦσαν εἰσάγει· ἢ βάρος λέγει τὴν συμφοράν· εἰς Ἑκάβην δὲ ἀποτείνεται, ὅτι ἐν συμφοραῖς οὖσαν εἰσάγει αὐτὴν φιλοσοφοῦσαν. διόπερ καὶ διασύρεται ὁ Εὐριπίδης, ὡς ἀγνοήσας πῶς δεῖ οἰκονομῆσαι πρόσωπα, ὅτι καὶ βαρβάρῳ καὶ δυστυχεῖ φιλοσοφίαν ἐνέθηκεν. ἄλλο δὲ τῶν καιρῶν λέγουσιν, ὅτι μετὰ ὀγδοήκοντα ἔτη τῶν Τρωικῶν κατήχθησαν οἱ Δωριεῖς εἰς Λακεδαίμονα, ὥς φησιν ὁ συγγραφεύς· τούτοις δὲ ὁ Λυκοῦργος νομοθετεῖ γυμνάζων τὰς γυναῖκας, καὶ εἰς παλαίστρας καὶ νόμους φοιτᾶν, ἵνα τυγχάνωσι γενναιότεραι. καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ γυμνοῖς μηροῖς καὶ πέπλοις ἀνειμένοις λέγει αὐτὰς χρῆσθαι· ὅπερ οὐκ ἔστι δεῖ λέγειν Ἀνδρομάχην· οὐδὲ γὰρ ἐπʼ αὐτῆς ταῦτα ἐγεγόνει, ἀλλὰ χρόνῳ πλείονι τῶν Τρωικῶν. πλεῖν ἢ σταδίῳ μετὰ τὸν Εὐριπίδην. τὸ δὲ πλεῖν Ἀριστοφάνειόν ἐστιν, ἀντὶ τοῦ πλέον. τὸ δὲ ἢ σταδίῳ μέτρον τι φησί. λέγει οὖν ὅτι πολυλάλοι ἦσαν.

τοῦ γὰρ κόσμου τοῦ ποιητικοῦ· τῆς εὐταξίας. ἀντὶ τοῦ κάλλους· οὐδὲ γὰρ λέγει τούτου τοῦ κόσμου, ἀλλὰ τῆς εὐκοσμίας τοῦ τῶν λόγων.

ποιεῖν ἀντὶ τοῦ ποίησιν ἐργάζεσθαι· ὅπερ ἐστὶν ὀρθῶς πολιτεύεσθαι.

οὐδʼ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο ὅμοιόν ἐστι τοῦτο τῷ Θουκυδιδείῳ· καὶ γὰρ κἀκεῖνος τὸ νοῆσαι προέταξε τοῦ ἑρμηνεῦσαι λέγων «γνῶναί τε καὶ ἑρμηνεῦσαι αὐτά.»

οὔκουν ὅ γε Ὀδυσσεὺς, οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον πάλιν ῥήτορσι παραβάλλει τὸν Περικλέα· ῥήτορες γὰρ ἦσαν οὗτοι τοῦ Ἑλληνικοῦ στρατεύματος.

ὁ Θερσίτης τὸ Θερσίτου ὄνομα φλυαρίαν δηλοῖ καὶ ἀπαιδευσίαν· τοῦτο δὲ εἰσήγαγε διὰ τὸ προκείμενον.

ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ ἀπὸ τοῦ εἰπεῖν ὅτι τῷ Περικλεῖ προσόμοιος ῥήτωρ Ὀδυσσεὺς τὴν τοῦ Περικλέους αὐξάνει γνώμην, ὡσανεὶ λέγων· μηδεὶς ἀντέρει μοι Περικλέους ὑπερέχοντος. τοσαῦτα δήλαιος κακὰ Ἡρακλέους μεμνημένος διατελεῖ. καὶ τῶν ἄλλων χρὴ λογίζεσθαι περὶ αὐτοῦ γνώμην ἔχειν οὐ καλήν.

ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο οὐκέτι αὐτὸν λέγει τὸν Πλάτωνα, ἀλλʼ ἕτερον εἰσάγει τινά. τοῦτο δʼ οὐκ ἀργῶς εἶπεν, ἀλλʼ ἐπειδὴ οἶδε τὸν Σωκράτη πρὸς τοὺς νέους ἀεὶ τὸν Ὀδυσσέα θαυμάζοντα διὰ τὴν τοιαύτην πρᾶξιν, ὡς Πολυκράτης ἐν τῷ κατʼ αὐτοῦ λόγῳ φησὶ, καὶ Λυσίας ἐν τῷ πρὸς Πολυκράτην ὑπὲρ αὐτοῦ· ὁ μὲν συνιστῶν ὅτι τὴν δημοκρατίαν ἐκ τούτου καταλύειν ἐπεχείρει, ἐπαινῶν τὸν Ὀδυσσέα, τοῖς μὲν βασιλεῦσιν ἐπαινοῦντα λόγῳ, τοὺς δὲ ἰδιώτας τύπτοντα, οὐδὲν λέγων φροντίζειν μᾶλλον αὐτοῦ τῆς τάξεως· διὰ τοῦτο οὖν καὶ αὐτὸς τίθησιν.

ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης δέον Ἡρακλέους μνησθῆναι πρότερον, ὁ δὲ τὸν Ὀδυσσέα ἐπάγεται, ἵνα μὴ ἐκπλήξῃ τῇ ὑπερβολῇ τοὺς ἀκροατάς· οἶμαι διὰ τοῦτο προφανεὶς Ὀδυσσεὺς, Ἡρακλεῖς ἄψοφός εἰσιν ὥσπερ ἐν δράματι.

τοῖς τόξοις οὐχ ἁπλῶς τὸ τοῖς τόξοις· λέγεται γὰρ, ὡς Ἡρόδοτος ἐν τετάρτῃ λέγει, ὅτι δύο τοξειῶν οὐσῶν τὰς δύο Ἡρακλῆς ἠπίστατο, τὴν Σκυθικὴν καὶ Κρητικὴν, καὶ δύο τόξα εἶχε.

μετὰ παντὸς τοῦ βελτίονος καλῶς ἡ τοῦ βελτίονος προσθήκη· ἔστι γὰρ χρήσασθαι τοῖς ὀργάνοις τούτοις καὶ ἐπὶ ἀδικίας. οὕτω καὶ Περικλεῖ μοι ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα· ἔτι δὲ μειζόνως αὔξει τὸν Περικλέα τῇ τοῦ Ἡρακλέους παραθέσει. τίς ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν τὸ λαλεῖν ὅμοιον λέγει τοῖς ἁμαρτήμασι, καθʼ ὧν Ἡρακλῆς ἀνίστατο, ὅμοιον Ἡρακλεῖ τὸν Περικλέα δεικνύς.

ὥστε σιωπᾶν καὶ ἑκόντας καὶ ἄκοντας αὐτῷ λοιπὸν καὶ ὑπερβολικῶς εἶπεν ὅτι σιωπᾶν αὐτοὺς ἐπαίδευσεν.

ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο εἴποι τις ἂν, καὶ πῶς τοὺς ῥήτορας ἡσυχίαν ἄγειν ἔπεισεν; εἰ γὰρ τοῦτο ἐποίουν ἐκεῖνοι, οὐκέτι ῥήτορες. λέγομεν δὲ ὅτι τοῦτο εἶπεν, ἐπειδὴ οὐ φαίνεται ὁ Θουκυδίδης ἄλλου τινὸς ῥήτορος ἀντιτάξας δημηγορίαν τοῦ Περικλέους, ὧν ἐποίησεν ἐπὶ τῶν ἄλλων ῥητόρων. εἰπὼν δὲ ὡς τὰ πολλὰ τὴν ὑπερβολὴν ἐθεράπευσεν ἠθικῶς εἰρηκώς.

ὥστε εἰ μὴ καθʼ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων, ἦν ἐπικάων, ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κεφαλὰς τῶν πλειόνων ἐπειδὴ ὅμοιον αὐτὸν εἶπε τῷ Ἡρακλεῖ, διὰ τοῦ Ἰόλεω θεραπεύει τὴν ὑπερβολήν. τάχα δὲ καὶ ἠθικῶς εἴρηκεν· ὅτε γὰρ Ἡρακλῆς τὴν ὕδραν ἀνεξέτεμεν, Ἰόλεως τὰς τεμνομένας κεφαλὰς ἔκαιεν, ἵνα μὴ πάλιν αὐξηθῶσιν. δεύτερος δὲ ἆθλος Ἡρακλέους ἡ Λερναία ὕδρα· εἶχε γὰρ κεφαλὰς ἐννέα, ἢ, ὡς πολλοὶ, ὀκτὼ, ἄλλοι δὲ, πολλάς. ταύτην ὡς κατηγωνίζετο Ἡρακλῆς, ἐκάλεσε σύμμαχον τὸν Ἰόλεων, ἐπειδὴ καὶ καρκίνος βοηθῶν τῇ ὕδρᾳ ἔδακε τὸν πόδα αὐτοῦ. ἐπέκαιε γοῦν τὰς κεφαλὰς τῆς ὕδρας ὁ Ἰόλεως, διὰ τὸ ἀναπέμπεσθαι πλείους. ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνήνυτα πονούντων ἐξέβη· τὴν ὕδραν τέμνει. Εὐρυσθεὺς δʼ οὐ κατηρίθμει τὸν ἆθλον αὐτῷ, διὰ τὸ μετὰ ἄλλου περιγενέσθαι.

εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν μαχόμενον τὸ σχῆμα. τὸ σχῆμα μαχόμενον· οὕτως δὲ εἶπεν, ὡς ἤδη κατασκευάσας καὶ ἐλέγξας τὸν Πλάτωνα. λέγει δὲ τῶν ῥητόρων, ἵνα μὴ δόξῃ καὶ αὐτὸς διασύρειν τοὺς ῥήτορας. ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο πάλιν διδασκάλῳ παραβάλλει τὸν Περικλέα, παισὶ δὲ τοὺς Ἀθηναίους.

ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν ἐμφιλοσόφως λέγει, δηλῶν ὅτι λόγος ἦν αὐτῷ σιωπὴ, ἢ ὅτι μέρος ἦν αὐτοῦ τῷ λέγειν τὸ εἰδέναι ἄγειν ἡσυχίαν.

οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε δεινότητα καὶ τῷ διδασκάλῳ Πλάτωνος παραβάλλει τὸν Περικλέα· αἴνιγμα δὲ ἔχει ὁ λόγος, ὥς τινων διαβαλλόντων τὸν Σωκράτην, οὐκ Ἀριστείδου τοῦ ῥήτορος.

πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν— διελέγετο πολλῆς φλυαρίας ὑπαίτιον τὸ ἐπὶ τῶν τραπεζῶν διαλέγεσθαι.

οὐδʼ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν ἀντὶ τοῦ ἁρμόζειν. ἔοικε δὴ ἠθικὸς εἶναι ὁ λόγος.

λέσχην τὴν φλυαρίαν λέσχην λέγει, τὴν δὲ διαφορὰν λύει τῶν λόγων.

οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα ἀπὸ παροιμίας εἴρηται χρόνου φείδου, τὸ μὴ παρελθεῖν μάτην τὸν χρόνον.

Σωκράτους ἢ Περικλέους ἀκούοντες συνάπτει τῷ Σωκράτει τὸν Περικλέα, ὡς μίαν διδασκαλίαν ζηλώσαντας. τὸ δὲ ἔγκλημα ἐπὶ τοὺς μαθητὰς μεταφέρει.

ἐκεῖνοι μὲν γὰρ πανταχοῦ συνάπτει ἑκατέρους, ἵνα μετὰ Σωκράτους ἁλίσκηται.

οἱ δʼ ἁμαρτάνοντες τοῦ κεφαλαίου τοῦ σκοποῦ καὶ τοῦ ὑποκειμένου, τουτέστι τοῦ πείθειν στοχαζομένους τῶν καιρῶν, καὶ τῶν πραγμάτων, καὶ τῆς ποιότητος τῶν προσώπων καὶ τοῦ ἤθους. οἱονεὶ ὅλου καὶ τοῦ ἀναγκαίου καὶ τῆς τέχνης. πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες τοῦτο ἀλλαχοῦ παρανομίαν ἐκάλεσε καὶ ἄκαιρον τῶν λόγων εὐταξίαν.

τῆς σεμνότητος ἀντὶ τοῦ φρονήματος. τὸ ἀξίωμα δὲ τοῦ Περικλέους ἐμφαίνει. ὀλιγωρίας δὲ, ἀμελείας, ἢ καταφρονήσεως.

ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν ἐκ περιουσίας ὁ τόπος. ὁ γὰρ Πλάτων ἐμέμψατο ὅλως τὸ δύνασθαι λέγειν ὡς ἄτοπον. οὐκ ἄτιμον δὲ, ἀντὶ τοῦ οὐκ ἄδοξον. αἱ δὲ λέξεις ἠθικαὶ πᾶσαι. οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης κατηγορίας ἄξιον λέγει ἀντὶ τοῦ πταίσματος. καὶ συγγνώμης τίθεται ἡ κατηγορία· τοῖς γὰρ ἀτόποις συγγνωστέον.

αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς ἀντὶ τοῦ φοβοῦμαι τοὺς λόγους. λέγει δὲ τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆν. τὸ σχῆμα δὲ εὐκτικόν. τίς γὰρ οὐκ ἂν ἀγαπήσῃ λόγους ἔχειν.

εἰ ζητοίην ἀποδεικνύναι ἀντὶ τοῦ ἀπολογήσασθαι· ἄτοπον γὰρ ὑπὲρ τῶν μὴ ἐν αἰτίᾳ ἀπολογεῖσθαι. δεῖ δὲ τὸ ἐν αἰτίᾳ καὶ ἄπιστον ἀποδεικνύναι καὶ αἰσχρόν· περὶ μὲν γὰρ ἀγνοουμένων σαφεῖς ἴσως προσήκει τὰς ἀπολογίας ποιεῖσθαι τὸν κατηγορούμενον· περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἐγὼ μέγα ἔργον νομίζω.

μετὰ χρηστοῦ βίου καὶ σώφρονος καλῶς ἡ προσθήκη· οὐ γὰρ μόνον τὸ λέγειν ἀρκεῖ, ἀλλὰ καὶ τὸ καλὸν βίον ἔχειν, ὡς καὶ ἄλλῃ που εἰπὼν ὁμοίως τῷ βίῳ τοὺς λόγους παρεχόμενος.

Δαρεῖος ὁ Ὑστάστου Δαρεῖος, Ξέρξου πατὴρ, πλουσιώτατος τῶν πρὸ αὐτοῦ γενόμενος φόρους πρῶτος ἀπαιτήσας τοὺς ὑπηκόους· διὸ καὶ κάπηλος ἐκαλεῖτο· ἐπʼ αὐτοῦ δὲ καὶ τὸ νόμισμα ἐκλήθη Δαρεικόν. Κῦρος δὲ, ὁ πατὴρ Καμβύσου, πρᾴως ἐκέχρητο τοῖς Πέρσαις, καὶ διὰ τοῦτο πατέρα αὐτὸν ἐκάλουν. Καμβύσης δὲ, ὁ τούτου υἱὸς, διότι ὀργίλως ἐκέχρητο, δεσπότης ἐκαλεῖτο παρὰ τοῖς Πέρσαις. ἀντὶ βασιλέως μεγίστου τὸ ὄνομα τοῦτο ἐδέξατο· οὐ γὰρ μόνος ὁ Δαρεῖος βασιλεὺς ἐγένετο πλούσιος.

τὰ Πλάτωνος πράγματα δεινῶς τὸ πράγματα ἀντὶ τοῦ κτήματα καὶ πλοῦτον.

κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν ἐν τῇ Σωκράτους ἀπολογίᾳ οὕτω λέγει «Ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλωπισμένους λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν.»

ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν παροιμία ἐπὶ τῶν τὰ ἴδια διαβαλλόντων. ἀντὶ τοῦ πλοῦτον. λέγει δὲ τοῦ Πλάτωνος τοὺς λόγους· ὁσάκις γὰρ Πλάτων ἢ σοβαρῶς ἢ γλαφυρῶς ἀπαγγέλλει, χωρίον εἴωθε λέγειν, ὡς καὶ ἡμεῖς ἐτάξαμεν, αἰνιττόμενος εἰς τὸ ῥητορικῶς φράσαι· φιλοσόφου γὰρ ἀλλότριον ἡ φράσις, ἀλλὰ μόνον σκοπῆσαι ἀλήθειαν. τὸ δὲ εἰπεῖν τὸν οἴκοι θησαυρὸν παροιμιῶδές ἐστι· καὶ γάρ ἐστιν ἡ παροιμία αὕτη ἐπὶ τῶν τὰ ἴδια διαβαλλόντων. νῦν οὖν λογικὸν ὄντα τὸν Πλάτωνα ἀπέδειξε τοὺς λόγους διαβάλλοντα.

τοσούτῳ ἧττον οὐδαμῶς. τοσούτῳ ἧττον, ὅσῳ περ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν ὅσῳ, φησὶ, δύναταί τις ἀπολογεῖσθαι, τοσούτῳ ἐστὶν ἧττον αὐτῷ τὸ ἀπολογεῖσθαι· εἰ μὴ γὰρ ἐπὶ κακοῦ τις ἀπολογεῖται, ᾔσθετο δὲ τῆς ἀτοπίας, ὡς περὶ ἀτόπου τινὸς ἀπελογήσατο.

ἀργοὺς δὲ δὴ πῶς ἡμῖν πληρώσας τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως μεταβαίνει πρὸς ἕτερον, κατὰ μέρος λύων τοῦ Πλάτωνος τὴν ἀντίθεσιν.

ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι κατὰ ἦθος, ὡς τοῦ Ἀριστείδου πρὸς τὰς ἀποδείξεις ἀποκάμνοντος, καὶ ἐν τούτῳ φιλολοίδορον δεικνύντος τοῦ Πλάτωνος. ὁ δʼ Ἀθανάσιός φησι· δείκνυσιν ὡς αὐτὸς μᾶλλον ἀργοὺς ποιεῖ ἀναγκάζων λαλεῖν. ἐνεργοὺς δὲ ἀντὶ τοῦ πρακτικούς. ἠθικῶς δὲ εἶπε, δεικνὺς ὡς αὐτὸς Πλάτων ἀργοὺς ποιεῖ, ἀναγκάζων μᾶλλον λαλεῖν.

οὐχ οὗτός ἐστιν ὁ πανταχῆ κομίζων τὸ πρακτικὸν ἐμφαίνει τοῦ Περικλέους. ταῦτα δὲ ἔχομεν παρὰ τῷ συγγραφεῖ.

δέκατος αὐτὸς στρατηγῶν ἀπὸ Θουκυδίδου ἡ μαρτυρία. λέγει γὰρ ἐκεῖνος «Περικλῆς ὁ Ξανθίππου δέκατος αὐτὸς στρατηγός.» ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς τῶν δέκα στρατηγῶν τῶν ἐν Σάμῳ τὰ ὀνόματα κατὰ Ἀνδροτίωνα· Σωκράτης Ἀναγυράσιος, Σοφοκλῆς ἐν Κολωνοῦ ὁ ποιητὴς, Ἀνδοκίδης Κυδαθηναιεὺς, Κρέων Σκαμβωνίδης, Περικλῆς Χολαργεὺς, Γλαύκων ἐκ Κεραμέων, Καλλίστρατος Ἀχαρνεὺς, Ξενοφῶν Μελιτεύς.

οὐχ ἡσυχάζων, ἀλλʼ ἐκπλέων ἀπὸ κοινοῦ τὸ οὐχ οὗτός ἐστιν. ὅρα δὲ πανταχοῦ τὸ πρακτικόν.

καὶ πάλιν Εὐβοέων ἀποστάντων καὶ Θουκυδίδης «Ἱστιαίας δʼ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον.» ἡ δὲ ἱστορία πόλεως Εὐβοίας.

οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι ἀντὶ τοῦ μόνης τῆς τῶν Ἀθηναίων πόλεως ὑποληφθῆναι καὶ νομισθῆναι.

εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον ὅρα δεινότητα, πῶς τὰ μόνου Περικλέους ἔργα παραβάλλει πρὸς πόλιν. δεῖ δὲ ἀκοῦσαι ἔξω καὶ τὸ δύνασθαι. ἥδιστʼ ἂν εἶπον ἐπειδὴ ἀδύνατον ἦν, ἐκόλασεν αὐτὸ τῇ προσθήκῃ τοῦ ἥδιστα ἂν εἶπον. καὶ ὅτι οὐκ ἐξὸν τὰ τοιαῦτα λέγειν τοῖς ῥήτορσιν· ὡς καὶ Δημοσθένης· ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ φωνὴν ἀφιεὶς, ἡ δὲ τῶν ποιητῶν τέχνη ταύτης ἀπολαύει τῆς ἐξουσίας.

ἀλλʼ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν τοῖς Λακεδαιμονίοις, διὰ τὸ ἐπιέναι αὐτοῖς.

κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους τοῦτο εἶπεν, ἐπειδὴ φύσει μελληταὶ Λακεδαιμόνιοι.

καὶ τὸ δικαίως προσῆν, ἔφη Δημοσθένης ἵνα μή τις εἴπῃ· οὐκοῦν πλεονεκτικὸς καὶ ἄδικος Περικλῆς. ὥσπερ ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ τις· οὐκοῦν πλεονεκτικὸς πάλιν καὶ ἄδικος ὁ Περικλῆς. ἀλλʼ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν τὸ σχῆμα σχετλιασμὸς, ὡσανεὶ ἔλεγε, καίτοι τούτων οὐκ ἐχόντων. εἰσβάλλει δὲ εἰς ἄλλο ἔγκλημα τὸ τῶν δειλῶν κατὰ τὸ μαχόμενον.

τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς Θουκυδίδης γὰρ εἰσάγει αὐτὸν δημηγοροῦντα, καὶ τῆς δημηγορίας οὕτως ἀρχόμενον.

ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν αὔξει τὸ λεχθὲν ἀπὸ τοῦ καιροῦ· λέγει γάρ· τίς ἐτόλμησε τοῦτο εἰπεῖν ἐν ἐκείνῃ τῇ ἐκκλησίᾳ;

οἱ γε καὶ ἡνίκʼ ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὐτῶν ἐν τοῖς Μηδικοῖς Θεμιστοκλέους τοῦτο παραινέσαντος, ἵνα μὴ διχονοήσωσιν οἱ Ἕλληνες, παρεχώρησαν τοῖς Λάκωσι τὴν ἡγεμονίαν. ἐν τῷ Μηδικῷ. Θεμιστοκλέους τοῦτο παραινέσαντος, ἵνα μὴ διχονοήσωσιν οἱ Ἕλληνες. τὸ δὲ αὐτῶν λέγει ἀντὶ τοῦ ἑαυτῶν. τοῦτο δὲ εἶπεν, ὅτι παρεχώρησε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων τοῖς Λάκωσιν εἰς Σαλαμῖνα, ὡς καὶ αὐτὸς ἔφη ἐν τῷ Παναθηναϊκῷ, ἢ τὸ αὐτῶν τῶν πραγμάτων.

οὐδʼ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γʼ ἐκ τοῦ προοιμίου παραμυθίαν τὸ ἀνδρεῖον ἐμφαίνει τοῦ Περικλέους, ὅτι οὐκ ἐχρήσατο τῇ διὰ τῶν προοιμίων θεραπείᾳ, ἀλλʼ ἐξ αὐτοῦ τοῦ πράγματος ἤρξατο.

μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὐτῷ δεῖ γὰρ, ὡς πολλάκις ἔγνωμεν, τὸν σύμβουλον φρόνημα ἔχειν, ὡς καὶ ὁ Δημοσθένης ποιεῖ ἐν Φιλιππικοῖς.

πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους τὸ σχῆμα ἐλεγκτικόν.

τὴν ἀνδρίαν αὐτόθεν δεικνύντος ἢ ἀπὸ τοῦ προοιμίου καὶ ἀπὸ ῥήματος ἑνὸς, ἢ ἀπὸ τῆς ἡσυχίας· οὐ γὰρ πρὸ τῆς μάχης. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι—ᾐτιᾶτο τοῦτο εἶπεν, ἐπειδήπερ ὡς πολεμοποιὸς διεβάλλετο· ὡς δὲ ἐν συγκρίσει τὸ τοιοῦτον αἱρετὸν ἤπερ δειλίαν. διδάσκει δὲ ἡμᾶς τὸ ἔγκλημα ἐγκλήματι λύειν· τὸ γὰρ τῆς δειλίας ἔγκλημα διὰ τοῦ πολεμοποιοῦ λύει ἐγκλήματος. καὶ τοῦτο δὲ ὕστερον ἀναιρεῖ.

μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς ἔοικε χρόνου εἶναι δηλωτικόν· καὶ πρὸ τοῦ Περικλέους ἐλέλυτο τὰ τῶν σπονδῶν. οἱ δὲ τὸ ἐκεῖθεν ἐπὶ τοῦ Περικλέους λαμβάνουσιν.

τῆς Ἀριστοφάνους κωμῳδίας ἐν καιρῷ εἶπε τὸ κωμῳδίας· διότι καὶ ταῦτα κωμῳδίας χάριν, οὐκ ἀληθείας, ἐλέχθη. εὐκαίρως τὸ ὄνομα τῆς κωμῳδίας τέθεικε, διότι καὶ ταῦτα διαβολῆς χάριν, οὐκ ἀληθείας, ἐκλήθη.

ἐτίθει νόμους ὥσπερ σκολιὰ γεγραμμένους,ὡς χρὴ Μεγαρέας Περικλῆς ὀργιζόμενος Μεγαρεῦσι διὰ τὸ ἐπισκῶψαι αὐτοὺς εἰς τὴν διδάσκαλον Ἀσπασίαν, ψήφισμα ἔγραψεν ὡς χρὴ πολεμεῖν Μεγαρεῦσι, τὸ μὲν δοκεῖν διὰ τὴν ὀργάδα γῆν, ἣν Ἀθηναίων οὖσαν ἐσφετερίζοντο Μεγαρεῖς, τῇ δʼ ἀληθείᾳ ὑπὲρ Ἀσπασίας ἀμυνόμενος. καλεῖ οὖν καταχρηστικῶς τοῦτο τὸ ψήφισμα νόμους. σκολιὰ δὲ κυρίως ἐστὶ τὰ ἐν συμποσίοις ἐπιπότια ᾄσματα, ἃ ᾖδον οἱ κιθαρισταὶ, οὐ κυρίως μέλος σώζοντες, ἀλλʼ ἐσκιασμένως, ἵνα μὴ καὶ ἄλλοι μάθωσιν. ἐπεὶ οὖν καὶ Περικλῆς οὐ φανερῶς διὰ τὴν Ἀσπασίαν τὸ ψήφισμα ἔγραψεν, ἀλλὰ τὴν ὀργάδα γῆν προύτεινε, διὰ τοῦτο ὄντως φησὶν, ἐτίθει νόμους ὥσπερ σκολιὰ γεγραμμένους. νόμους λέγει τὸ ψήφισμα τοῦ Περικλέους, ὃ ἔγραψε διὰ Μεγαρέας. σκολιὰ δὲ ὠνόμασε διὰ τὸ εἶναι ἀσαφῆ· οὐ γὰρ φανερῶς διὰ τὴν Ἀσπασίαν τὴν διδάσκαλον αὐτοῦ, εἰς ἣν ἐπέσκωψαν Μεγαρεῖς, ὑπὲρ ἧς καὶ τὸν πόλεμον ἐκίνησε, λέγων πολεμεῖν, ἀλλὰ διὰ τὴν ὀργάδα γῆν. δηλοῖ οὖν σκολιὰ τὰ αἰνίγματα. ῥητορικῶς δὲ ὁ Ἀριστείδης οὐκ ὠνόμασεν ἃ κατὰ Μεγαρέων ὡρίσατο Περικλῆς. σκολιὰ δὲ κυρίως καλεῖται τὰ ἐν συμποσίοις ἐπιπότια ᾄσματα. διὰ γὰρ τὸ μὴ πάντας εἰδέναι κιθαρίζειν τοὺς ἀντικειμένους, σκολιῶς ᾖδον. θέλει δὲ εἰπεῖν ὅτι εὐχερῶς ἐνομοθέτει, ὡς ἄν τις ἐν πόταις ᾄδῃ.

ὡς χρὴ Μεγαρέας πολεμεῖν. ἀλλʼ ἴσμεν ἅ γε αἰτιᾶται ἐνταῦθα διδάσκει ἡμᾶς τὸ ἔγκλημα ἐγκλήματι λύειν· τὸ γὰρ τῆς δειλίας ἔγκλημα διὰ τοῦ πολεμοποιοῦ λύει ἐγκλήματος· καὶ τοῦτο δὲ ὕστερον ἀναιρεῖ. ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γʼ ἐναντία ψευδῆ τὸ νόημα πρόδηλον· οἷον τὸ εἶναι πολεμοποιὸν ἀληθὲς, τὸ τῆς δειλίας ἄρα ψεῦδος. δεινῶς δὲ ἐσιώπησε τὴν διαβολὴν, καθάπερ τὸ βλασφημῆσαι παραιτούμενος. ὧν ὄντων μὲν ἀληθῶν τὸ πολεμοποιὸν εἶναι.

ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων τοῦτο εἶπεν, ὡς ἤδη ὑποδείξας ὅτι οὐχ ὁ Περικλῆς αἴτιος τοῦ πολέμου.

ἆρʼ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους ἀντιπῖπτον λύει. τί οὖν εἰ πρὸς Λακεδαιμονίους ἔχθραν ἔχων τοιοῦτος ἦν. λέγει οὖν ὅτι ὁ πρὸς πάντας δυσμενὴς τοιοῦτος ὑπῆρχεν ἀνδρεῖος.

ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ ἐπειδὴ Ἀθηναῖοι τὰ κατὰ θάλατταν ἦσαν ἄριστοι, καὶ οὐ τοσοῦτον τὰ κατὰ γῆν, συνεβούλευεν αὐτοῖς Περικλῆς ἀεὶ ἐκ τοῦ Πειραιῶς ὁρμωμένους διὰ νηῶν τοὺς πολέμους ποιεῖσθαι, λέγων ὡς εἰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἐν μέρει δύνασθαι μάχεσθαι, ἀλλὰ κατὰ γῆν μὲν τοῦτο ποιοῦντες οὐκ ἀξίως μὲν τῆς ἰσχύος ἡμῶν, ἀλλʼ ἐξ ἡμισείας αὐτῇ χρώμενοι πολεμήσετε· ἐν δὲ τῇ θαλάττῃ ἀξίως ὑμῶν αὐτῶν καὶ πανταχοῦ νικᾶν ἔσται. ὁρμητήρια ἐκάλουν τοὺς τόπους, ἀφʼ ὧν ἔδει ὁρμωμένους ἐπιτίθεσθαι τοῖς πολεμίοις. ταῦτα δὲ Θουκυδίδης προεῖπεν ἡμῖν, ἃ λέγει οὗτος. θαυμάζειν φοβεῖσθαι.

ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς νῦν τὴν ἡγεμονίαν· δημηγορῶν γὰρ ὁ Περικλῆς ἐν βʹ. ἐγὼ δὲ ἀποφαίνω βʹ μερῶν τῶν εἰς χρῆσιν φανερῶν· καὶ τὰ ἑξῆς.

πότερον ἀργίαν, καὶ δειλίαν, καὶ ἀνανδρίαν, καὶ ταπεινότητα, καὶ νωθείαν εἰσάγοντος ἀργία ἐστὶ τὸ περὶ τὰς πράξεις δυσκίνητον· δειλία δέ ἐστι κακία τοῦ θυμοειδοῦς· ἀνανδρία δὲ ἡ στέρησις τῆς ἀνδρείας· ἀνδρεῖος γὰρ ὁ ὑπομένων καὶ μὴ φοβούμενος· ταπεινότης δέ ἐστι κακία ψυχῆς· νωθεία δέ ἐστιν ἡ κατὰ φύσιν ψυχῆς περὶ τὰς ἐνεργείας δυσκίνητος ἕξις.

ὥσπερ τοίνυν φὴς ἐκεῖνα ἀκούειν λεγόντων ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ ὅτι αὐτὸς οὐ κατηγορῶ, ἀλλʼ ἤκουσα ἑτέρων. δείκνυσιν οὖν ὅτι ψευδῆ ἀκούσας κατηγορεῖ· λέγει γὰρ ἐν τῷ Γοργίᾳ ἐξ ἀκοῆς εἰδέναι τὰ κατὰ τοὺς ῥήτορας· καὶ ὅτι Περικλῆς Ἀθηναίους λάλους ἐποίησε.

ὁ Κρὴς ὁ ἐκ τῆς Κρήτης. ὁ Κρὴς δὴ τὸν πόντον ἀγνοεῖ. παροιμία. παροιμία ἐπὶ τῶν εἰδότων μὲν, προσποιουμένων δʼ ἀγνοεῖν. ἀντὶ τοῦ νησιώτης ἀγνοεῖ τὴν θάλατταν. δηλοῖ δὲ ὅτι εἰδὼς Περικλέα προσποιεῖται ἀγνοεῖν. λέγεται δὲ καὶ ἡ παροιμία καὶ οὕτως, ὁ Σικελὸς τὴν θάλατταν. σὺ ὅρα γὰρ, φασὶ, τὶς Σικελὸς ἐμπορευόμενος, καὶ ναυαγήσας εἶτα ἐκπεσὼν, ἐπὶ πέτρας καθήμενος, ὡς γαληνιῶσαν εἶδε τὴν θάλατταν, οἶδα, φησὶν, ἃ βούλει. βούλει γὰρ καὶ αὐτόν με λαβοῦσα καταποντίσαι· ἐγὼ δὲ νῆσον οἰκῶν ἐκ παιδὸς οἶδα τὰ σὰ σοφίσματα. Ἀλκμὰν δὲ ὁ λυρικὸς μέμνηται τῆς παροιμίας. ἢ οὕτως· ὥσπερ ἄν τις εἴπῃ Κρῆτα μὴ εἰδέναι τὴν θάλασσαν· οὗτοι γὰρ ταύτης ἐν ἐμπειρίᾳ τυγχάνουσιν. εἴρηται ἐπὶ τῶν προσποιουμένων ἀγνοεῖν ἃ ἐπίστανται.

τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης κυρίως ἀνδρεία λέγεται ἐπὶ ψυχῆς, ῥώμη δὲ ἐπὶ σώματος. ἀμφότερα οὖν βούλεται δεῖξαι τὸν Περικλέα τίμια ἔχοντα.

κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν ὑπερβολήν φησι πραγμάτων ὑφʼ ἑτέρου τινὸς εἰργασμένων, ἢ πίστεως, ὅ ἐστιν, ἐὰν σαφέστερον ἀποδείξῃς ἡμῶν.

ὡς οὐδὲν μέγα, οὐδʼ ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι ὥσπερ ἀντιπῖπτον λύει· ἵνα μὴ εἴπῃ, ἀλλὰ πρὸ τοῦ πολέμου θρασὺς ἦν, ἐν δὲ τῷ πολέμῳ δειλός. αἰνίττεται δὲ εἰς τὸ προοίμιον τῆς δημηγορίας, ἔνθα λέγει· τῆς μὲν γνώμης καὶ τὰ ἑξῆς. ταῦτα γὰρ πρὸ τοῦ πολέμου εἶπεν. οἰκείως δὲ εἶπε τὸ θρασύνεσθαι, ὡς πρὸ τοῦ πολέμου δημηγορήσας. τὸ θρασὺ γὰρ δοκεῖ τὸ πρὸ τῆς πείρας νεανιεύεσθαι.

τὸν Μελήσιππον προπεμψάντων τοῦτον Λακεδαιμόνιοι πρὸς Ἀθήνας πρεσβευτὴν ἔπεμψαν. τὸν Σπαρτιάτην αἰνίττεται· ἔμφασιν δὲ ἔχει τὸ ὄνομα. προπεμψάντων τῶν Πελοποννησίων. οὕτω σφόδρα δειλὸς ἦν ὁ Περικλῆς. ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο ἐγγίζειν. ἐγγίζειν καὶ ἐπέρχεσθαι. λέγει δὲ τοὺς Λακεδαιμονίους.

ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων τοῦτο, ὃ λέγει, τὸ ἔργον ἐδήλωσεν. ὅρα δὲ πῶς ὑβριστικὸν τὸ σχῆμα. παραδοὺς τοῖς ἄξουσιν αὐτὸν ἔξω τῆς χώρας ὅτι μεθʼ ὕβρεως αὐτὸν ἀπέπεμψεν.

καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι πάντων ἔσχατον, ἀντὶ τοῦ μέγιστον· νῦν γὰρ τὸ ἔσχατον ἐπὶ τοῦ μέγιστον κεῖται. λέγει δὲ ὅτι καὶ μέχρις ἀκοῆς μέγας ἦν, μή τι γε καὶ ἔργῳ μιμήσασθαι.

ὅσον καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρʼ ἐκείνοις ἡ συμφορὰ συνέβη ἐμφαίνει ὅτι καὶ εἰς Λακεδαιμονίους ἦλθεν ἡ νόσος, οὐ μὴν τοσαύτη, ὥσπερ καὶ ὁ Θουκυδίδης φησί.

περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας ἐψηφίσαντο γὰρ λύειν τὰ τῷ πολέμῳ δόξαντα. ἐπικηρυκεύεσθαι φιλιοῦσθαι, ἤγουν συνθήκας τινὰς, ἢ πρεσβείας ποιεῖσθαι. ἐπικηρυκείαν ἐκάλουν τὸ περὶ φιλίας πέμπειν. τὸ ταπεινὸν δὲ τῆς γνώμης αὐτῶν δηλοῖ καὶ τοῦ φρονήματος.

ἑτέρους ἀντὶ τοῦ ἄλλους. διαφέρει δὲ τὸ ἄλλο καὶ τὸ ἀλλοῖον· ἄλλο μὲν γάρ ἐστι τὸ τελείως μεταβληθὲν, ἀλλοῖον δὲ τὸ μὴ τελείως.

οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν συμφορῶν δεινῶς τὸ ἐστράφη, ἀντὶ τοῦ οὐ μετεκίνησεν αὐτοῦ τὴν ψυχὴν ἡ ἀνάγκη.

τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν πλεονεκτῶν ἰδίως εἶπεν, ἀντὶ τοῦ πλέον ἔχων τῶν ἄλλων τὰ δεινὰ, ὥσπερ πλουτῶν τοῖς δεινοῖς.

τοῦτʼ αὐτὸ προσειλήφει μεῖζον ἡ πρόθεσις ἐνταῦθα οὐχ ἁπλῶς κεῖται· ἀλλὰ πρὸς τὴν ἀθυμίαν, φησὶ, μείζονα εἶχε δεσμὸν τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὡς ἀπόρους ἔχειν πρὸς τὸν πόλεμον, καὶ ἀπορίας ἐμποιοῦντας τῷ Περικλεῖ. ὁ αὐτὸς δὲ ἑρμηνεύει διὰ τούτου, πῶς εἶχε πλέον ἐν ταῖς συμφοραῖς· διπλοῦν δὲ ἐμφαίνει τὸν κίνδυνον, ἔξωθεν μὲν τὸν πόλεμον, ἔσωθεν δὲ τὴν νόσον. τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὥστʼ ἀπόρους εἶναι χρῆσθαι ὥστε δυσμεταχειρίστους τούτων εἰς τὸ χρήσασθαι αὐτοῖς, καὶ εἰς τὰς πράξεις ἄγειν.

καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι τοῦτο ὡς χαλεπώτερον ἔλαβε τοῦ ὑποπεσεῖν τοῖς πολεμίοις.

ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς ἡ λέξις τροπική ἐστιν· ὡς ἐπὶ θαλάσσης γὰρ εἶπε. καλῶς δὲ τὸ ὡς εἰπεῖν· οὐ γὰρ μόνος ἦν παντελῶς, ἀλλὰ καὶ ἄλλοι στρατηγοὶ σὺν αὐτῷ.

ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς ὡς πρὸς φιλόσοφον διαλεγόμενος ἐκ τῶν αὐτοῦ τὰ πρὸς τὸν Περικλέα συνίστησι, λέγων ὥσπερ ἄλλο τι μάθημα. οἱονεὶ γεωμετρικὸν σχῆμα φυλάττων ἐπήγαγε τὸ κατὰ ταὐτά. τοῦτο γὰρ γεωμετρίας ἐστὶν ἴδιον, τὸ σῶζον τὸ αὐτὸ θεώρημα. κυρίως δὲ μάθημα καλεῖται ἡ γεωμετρία, ἡ ἀριθμητικὴ, ἡ ἀστρονομία, ἡ μουσική. τὰ γὰρ μαθήματα, κἂν πόλεμος ᾖ, κἂν εἰρήνη, ἐπὶ τῶν ἴσων μένει, καὶ οὐκ ἀμείβεται.

ὡς περὶ ἀριθμῶν, ἢ μέτρων, ἐρωτηθεὶς ἀριθμῶν, ὅτι ὁ ἓξ ἀριθμὸς τέλειός ἐστι καὶ ὁ ἑκκαιδέκατος ἀρτιάκις ἄρτιος μέτρων, ὅτι αἱ τρεῖς τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς εἰσιν ἴσαι. οἷον ὅτι δὶς τρὶς ἕξ ἐστι πάντως ὁ λογιστικὸς ἀποκρίνεται, καὶ ὅτι τοῦ τετραπήχεος τὸ δίπηχυ ἥμισύ ἐστι, καὶ τοῦτο δῆλον.

ὑπὲρ τῶν ὅλων πραγμάτων θαυμασίως εἶπε τὸ πραγμάτων· οὐδὲ γὰρ περὶ μέτρων ἢ ἀριθμῶν τῶν ἐν λόγοις καὶ ῥήμασιν ἡ φιλοσοφία ἐστί.

ὥστʼ ἔμοιγε καὶ τὸν Αἴαντα—καὶ ῥᾴοσιν εἶναι δοκεῖν πρὸς τὸν Αἴαντα συγκρίνει τὸν Περικλέα, καὶ μειζόνως δείκνυσιν αὐτὸν τοῦ Αἴαντος κινδυνεύοντα.

πλείων ἀντὶ τοῦ μείζων· ἀεὶ γὰρ οἱ παλαιοὶ ταῦτα ἐπὶ τοῦ μείζονος λαμβάνουσιν, ὡς καὶ ὁ Δημοσθένης πολλάκις ἐχρήσατο. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων ῥητορικῶς πάνυ μετὰ τὴν ἀπόδειξιν ἐπήγαγε τὴν ὕβριν τοῦ Πλάτωνος σχετλιαστικῶς. ἄκροις δὲ τῶν Ἑλλήνων, Αἴαντι καὶ Ὀδυσσεῖ καὶ Ἡρακλεῖ.

ὥστʼ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας—καὶ πρὸς τοὺς ἐν τῷ σκάφει εὗρε μείζονα παράθεσιν ταύτης τῆς πρὸς τὸν Αἴαντα συγκρίσεως. ῥητορικῶς δὲ ἐνταῦθα καὶ σοφῶς διαιρεῖ τὸ χωρίον. κυβερνήτην γὰρ λέγει τὸν Περικλέα, ναῦς δὲ τὴν πόλιν, χειμῶνα δὲ τὴν νόσον, τὸν πόλεμον θάλατταν, ἐμπλέοντας δὲ τοὺς Ἀθηναίους, οἴακας τὰ πρώην τοῦ Περικλέους βουλεύματα τὰ πρὸς τὸν δῆμον λεχθέντα περὶ τοῦ μὴ εἴκειν τοῖς Λάκωσι. τὸ δὲ καὶ τῶν νεφῶν καταρρηγνυμένων, ἀντὶ τοῦ χειμῶνος ἐπερχομένου· διὰ γὰρ τῶν νεφῶν φύσεως ἔχει γίνεσθαι.

πρός γʼ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων τοῦτο τὸ μέρος τῆς παραβολῆς ὡς πρὸς τοὺς Ἀθηναίους ἔλαβε τοὺς ὀργιζομένους τῷ Περικλεῖ διὰ τὸν πόλεμον.

πρὸς τοὺς ἐν τῷ σκάφει τοὺς Ἀθηναίους λέγει. ἀπὸ κοινοῦ δὲ τὸ ὥστε μοι κυβερνήτου δόξαν πορίσασθαι. πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρίαν θεωρῆσαι ἐλεγκτικὴ ἐρώτησις· ἁρμόζει δὲ καὶ πρὸς Πλάτωνα καὶ πρὸς Ἀθηναίους.

ὁρῶμεν τὸν ἄνδρα σημαίνει καὶ τὸν ἀνδρεῖον, καὶ τὸν τοὺς ἄλλους ἄγοντα καὶ προστάτην ὄντα.

πρὸς εὐψυχίαν εὐψυχία ἐστὶ ψυχῆς μετὰ λόγου παράταξις πρὸς τὰς τῆς τύχης ἐπιφορὰς, καὶ τόλμα εὔλογος μετὰ προθυμίας. ἀπὸ κοινοῦ δὲ τὰ πρὸς εὐψυχίαν.

οὔτʼ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν ὅρα πῶς δείκνυσι τὸν Περικλέα τοὺς πολίτας μᾶλλον, οὐ τοὺς Λακεδαιμονίους φοβούμενον. τῶν δικαίων δὲ λέγει, ἐμφαίνων ὅτι τὸν πόλεμον συνεβούλευσεν, ἀμυνόμενος οὐκ ἀδικῶν γίνεσθαι. δίκαια δὲ καλεῖ καὶ τὴν ἐλευθερίαν.

εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε ἐκ τῆς κατηγορίας Πλάτωνος, ὅτι δειλὸς ἦν, ἀνέκυψεν ἡ ἀντίθεσις· ἀλλʼ οὐκ ἐξῆγεν εἰς μάχην. λύει δὲ διὰ τοῦ λέγειν στρατηγικῶν· οὐ γὰρ εἶπε στρατηγῶν, ἀλλὰ τῶν δυναμένων στρατηγῆσαι· οὐ γὰρ ὅστις στρατηγὸς, οὗτος καὶ στρατηγικὸς, ἀλλὰ στρατηγὸς μέν ἐστιν ὁ ψήφῳ τιμώμενος, στρατηγικὸς δὲ ὁ τεχνίτης τοῦ πολεμεῖν.

ἥκιστα κινδυνεύειν ἀντὶ τοῦ μηδὲ ὅλως πολεμεῖν· τὸν γὰρ πόλεμον κίνδυνον λέγουσιν οἱ παλαιοὶ, παρὰ τῷ ἐν αὐτῷ κινδυνεύειν. Ἰσοκράτης «Ἂν δὲ ἀναγκασθῇς κινδυνεῦσαι» ἀντὶ τοῦ πολεμῆσαι.

ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ οἶδε γὰρ ἐπαινέτην αὐτῶν ὄντα Πλάτωνα· οὗτοι δὲ συγκρούοντες τοὺς ἀνθρώπους ἐκράτουν αὐτῶν· οὕτω καὶ τοὺς Ἀθηναίων ὑπηκόους συνέκρουσαν τοῖς δεσπόταις ἐπαγγελλόμενοι αὐτοῖς ἐλευθερίαν. οὐχ ἁπλῶς εἶπε τοὺς Λακεδαιμονίους, ἀλλὰ ῥητορικῶς· οἶδε γὰρ ἐπαινέτην αὐτὸν ὄντα τὸν Πλάτωνα. οὕτως γοῦν πρὸς τὴν τούτων πολιτείαν τὴν αὑτοῦ Πλάτων συνέγραψεν. οὗτοι οὖν συγκρούοντες τοὺς ἀνθρώπους πρὸς ἀλλήλους ἐκράτουν αὐτῶν· οὕτως καὶ τοὺς Ἀθηναίων ὑπηκόους συνέκρουσαν αὐτοῖς, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι.

εἰ δʼ αὖ καὶ μάχης δεήσειεν οὐ περὶ μόνου Περικλέους ταῦτα λέγει, ἀλλὰ περὶ παντὸς στρατηγικοῦ ἀνδρός.

εἰς ὅσον ἂν περιῇ τινι καλῶς ἡ προσθήκη, ἀντὶ τοῦ ἕως δυνατὸν ᾖ τινι. οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι ἀντὶ τοῦ οὐ δεῖ τὴν ἀκρίβειαν ζητεῖν. τὸ δὲ ὅμοιον καὶ Θουκυδίδης λέγει, ὅτι αἱ ἀνάγκαι λογισμοῦ ἐλαχίστου δέονται, ἀντὶ τοῦ οὐδὲ ἐλαχίστου.

μὴ δὴ τοῦτο λέγωμεν, ὡς οὐκ ἐξῆγεν συνήθως ἑαυτὸν συμπεριλαμβάνει τῷ Πλάτωνι. ἔοικεν ἀντιστατικῶς ἐνταῦθα λύειν τὸ ἔγκλημα. ἀντιτίθησιν οὖν τὸ μὴ ἐπεξάγειν, ὅπερ ἐδόκει ἔγκλημα τὸ συμφέρον τὸ ἐπεξάγειν.

ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δήπου πάλιν δεινῶς τὸ παράδειγμα ἀπὸ τῶν Λακεδαιμονίων εἴληφε, τῶν φίλων Πλάτωνος. λέγει δὲ, ὅτε μετὰ τὰ ἐν Λεύκτροις Θηβαῖοι διέβησαν τὸν Εὐρώταν μετὰ ιεʹ μυριάδων.

προσκειμένων αὐτοῖς ποτε Θηβαίων καλῶς τὸ ποτὲ, καὶ οὐκ ἀεί· τοῦτο γὰρ ἦν Λακεδαιμονίων ἀσθενείας κατηγόρημα· λέγει δὲ μετὰ τὰ Λευκτρικά.

τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων πεπραγμένας τὰ ἐν τῷ Μηδικῷ λέγει· τότε γὰρ Θηβαῖοι προσδεδώκασι. καιρὸν δὲ καλεῖ τὸ συμφέρον· οὕτω καὶ Δημοσθένης πολλαχοῦ. ἔστι δὲ εἰπεῖν καιρὸν καὶ τὴν ἀτυχίαν.

συμβούλοις Θηβαίοις καὶ Δημοσθένης· μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι.

ὃς—γενέσθαι ἐδόκει φιλοπόλεμος ἀντιπῖπτον λύει· ἵνα μή τις εἴπῃ, ἀλλὰ δειλὸν εἶχον στρατηγόν, αὔξει αὖ αὐτὸν φιλοπόλεμον λέγων.

ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; θαρροῦντος τὸ σχῆμα τῆς ἐρωτήσεως.

ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων τεχνικῶς εὐτελίζει μὲν τὴν δύναμιν τῶν Ἀθηναίων, αὔξει δὲ τῶν Λακεδαιμονίων τὴν παρασκευήν. τόσων δὲ λέγει ἀντὶ τοῦ ὀλίγων καὶ εὐαριθμήτων. τόσων καὶ τόσων ἰστέον ὅτι ὅτε ἡ διπλῆ αὕτη προσθήκη τίθεται, πλῆθος δηλοῖ. νῦν δὲ ἀντὶ τοῦ ὀλίγων καὶ εὐαριθμήτων δεῖ νοεῖν.

μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων ἄλλη αὔξησις ἀντὶ ποιότητος τῶν πολεμίων. ἐπίτηδες δὲ αὔξει τοὺς Λάκωνας, δεικνὺς εὐλόγως οὐκ ἐπεξιόντα τὸν Περικλέα.

οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην ἀντὶ τοῦ οὐκ εὐτελές. ὅσῳ δὲ αὔξει τῶν Λακεδαιμονίων τὴν δύναμιν, μείζονα τὴν ἀπολογίαν ἐργάζεται.

ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους ἐκ τοῦ εἰπεῖν ἡγουμένων τῶν Ἀθηναίων καὶ Περικλέους δίδωσιν ἔμφασιν ὡς ἄρα ἀποδέχεται μὲν αὐτοὺς ὡς ἀνδρείους, κακίζει δέ πως τὴν κατὰ πολέμου ἀπειρίαν αὐτῶν. ἐπαινεῖ δὲ Ἀθηναίους ὡς καὶ εἰς τοῦτο χρησίμους. τὸ μὲν ἀνδρεῖον τῶν Λακεδαιμονίων ἐπαινεῖ, τὸ δὲ ἄπειρον ἐπιμέμφεται.

τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων εἶπε γὰρ ὁ Θουκυδίδης τὴν νόσον τὰ ἄκρα τῶν διαφευγόντων ὑποτέμνειν.

καὶ μὴν οὐδʼ ἐκεῖνο ἠγνόει Περικλῆς ἀντιπῖπτον λύει· ἀλλὰ συνέβαινε νικῆσαι. ὁ δὲ λέγει· οὐδὲν ὄφελος ἦν τῆς νίκης, πλειόνων ἐπερχομένων πολεμίων. ἡττηθέντες γὰρ Λακεδαιμόνιοι οὐκ ἔμελλον ἀνεκτῶς ἕξειν, ἀλλʼ ἔμελλον αὖθις ἐπιστρατεύσασθαι καὶ πειραθήσεσθαι τὴν ἧτταν ἀνακαλέσασθαι· ὃ ποιήσαντες ἐδόκουν ἂν Ἀθηναίοις ὥσπερ ἀμφισβητεῖν τῆς νίκης. τὸ δὲ καθάπερ Κορίνθιοι λέγει, ἐπειδὴ, Ἀθηναίων Αἴγιναν πολιορκούντων, ἐπέθεντο Μεγάροις Κορίνθιοι, ἵνα ἐντεῦθεν τὴν ἐν Αἰγίνῃ πολιορκίαν λύσωσι· καὶ ἡττηθέντες ὑπὸ τῶν Ἀθηναίων γερόντων ἀπῆλθον εἰς Κόρινθον. κακιζόμενοι δὲ ὑπὸ τῶν οἰκείων πολιτῶν ἦλθον ἐν ᾧ ἡττήθησαν τόπῳ, καὶ ἐπειρῶντο τρόπαιον ἀνιστᾶν. ἀλλὰ καὶ αὖθις ὑπʼ Ἀθηναίων κατεπολεμήθησαν. τὴν δὲ ἱστορίαν φησὶ Θουκυδίδης ἐν τῇ πρώτῃ, ὅπου παρὰ τῶν Ἀθηναίων γερόντων ἡττήθησαν δεύτερον.

ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν αὕτη ἡ παροιμία εἰώθει λέγεσθαι ἐπὶ τῶν ἐν βλάβῃ τῇ ἑαυτῶν νικησάντων. ἐλέχθη δὲ ἀπὸ τούτου. Θηβαῖοι νικήσαντες τοὺς Ἀργείους, Πολυνείκους στρατεύσαντος κατὰ τοῦ ἀδελφοῦ Ἐτεοκλέους, εἴασαν ἄταφα τὰ σώματα τῶν ἐν πολέμῳ πεσόντων, καὶ παρώξυναν καθʼ ἑαυτῶν τοὺς Ἀθηναίους, οἳ ἐξελθόντες ἐνίκησαν Θηβαίους, καὶ οὐ παρέδοσαν εἰς ταφὴν τὰ σώματα αὐτῶν. ἢ ἐπειδήπερ Οἰδίπους τὴν Σφίγγα ἐνίκησεν, ἐλέχθη ἡ Καδμεία νίκη· εἰ μὴ γὰρ ἐκείνην ἐνίκησεν, οὐκ ἂν οὐδὲ τῇ ἑαυτοῦ μητρὶ συνεγένετο, οὐδὲ τὰ λοιπὰ πάντα ὑφίστατο. ἢ ὅτι οἱ ἐπίγονοι οἱ περὶ Διομήδην, τιμωροῦντες τοῖς πατράσιν ἑαυτῶν τοῖς ἐν Θήβαις ἀνῃρημένοις ἐπιστρατεύσαντες τὰς Θήβας κατέστρεψαν, ὥς φησιν ὁ ποιητής· ἡμεῖς καὶ Θήβας ἕδος εἵλομεν. τὴν ἱστορίαν δὲ λέγει οὗτος, ἣν εἶπεν ὁ Θουκυδίδης ἐν τῇ πρώτῃ· ὅπου παρὰ τῶν Ἀθηναίων γερόντων ἡττήθησαν δεύτερον. εἰ δέ τις εἴπῃ, ἀλλὰ ἀνόμοιόν ἐστι τοῦτο τὸ παράδειγμα, λέγομεν ὅτι πρὸς τὸ προκείμενον ἁρμόζει. εἶπε γὰρ ὅτι οὐδὲν ὄφελος τῆς νίκης ἦν, πλειόνων αὖθις ἐρχομένων πολεμίων. οὕτως οὖν, φησὶ, καὶ τότε μετὰ τὴν ἧτταν οἱ Κορίνθιοι πάλιν ἐπολέμησαν.

τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν ἔθος εἶχον οἱ Πελοποννήσιοι κατὰ μέρος τὰ ἑαυτῶν στρατεύματα πέμπειν, ὡς καὶ ὁ Θουκυδίδης περὶ αὐτῶν λέγει· ἀπὸ πόλεως ἑκάστης τὰ δύο μέρη ἐστράτευσαν. αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ καλῶς εἶπε· ἐν Ἀθηναίοις γὰρ ὑπῆρχεν ὁ πόλεμος.

εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο παροιμία ἐπὶ τῶν ἀποκινδυνευόντων· οἱ γὰρ κυβεύοντες ἕνα κύβον ῥίπτουσιν, ἢ εἰς ἧτταν, ἢ εἰς νίκην. τροπικῶς εἶπεν ἀπὸ μεταφορᾶς τῶν αὐλιζόντων, καὶ ἕνα κύβον ῥιπτούντων, ἢ εἰς νίκην, ἢ εἰς ἧτταν. ἐκ παροιμίας δὲ τοῦτο λέγει· τὸ δὲ ἂν ἐπὶ τῶν οὐκ εἰδότων μὲν τὸ ἐκβησόμενον, ἐπὶ δὲ τῇ τύχῃ τολμώντων. εἴρηται δὲ τοῦτο ἀπὸ τῶν κυβευόντων.

ὁρῶμεν δὲ δήπου καὶ τοὺς παλαιστὰς σημείωσαι· ὅλον ἀγωνιστικά. ἁρμόδιον καὶ ἐοικὸς τὸ παράδειγμα κατὰ τοὺς παλαιστάς· καθάπερ γὰρ ἐκεῖνοι τῇ ἐμπειρίᾳ χρῶνται, οὕτω καὶ Περικλῆς. ὥσπερ δὲ εἰς τοὺς Λακεδαιμονίους αἰνίττεται, οὓς φιλεῖ Πλάτων, ὡς ἐκείνων μὴ πολεμούντων, ἐν οἷς ἡττῶνται, ἢ τόποις, ἢ καιροῖς, ἢ πράγμασι. τινὲς δὲ λέγουσιν ὅτι καὶ πρὸς Πλάτωνα αἰνίττεται, ἀθλητὴν γενόμενον.

οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν καλῶς ἡ λέξις· ὡς ἐπὶ ἀθλητῶν γὰρ εἶπε.

αὐτὸς ἐμβὰς δεινῶς ἡ προσθήκη, ἵνα μή τις εἴπῃ, ἀλλʼ ἑτέρους ἔπεμπεν.

τοῖς δʼ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν διὰ τὸ ὑπερβολικὸν ἐκόλασεν αὐτὸ, εἰπὼν τὸ ὡσπερεί. δεινῶς δὲ καὶ τὴν ἀναχώρησιν αὐτῶν φυγὴν ἐκάλεσε· καὶ γὰρ ὁ Θουκυδίδης φησὶν ὅτι ἀκούσαντες οἱ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους τὴν περιοικίδα αὐτῶν πορθοῦντας ἀνεχώρησαν ἐπʼ οἴκου.

οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες ὡς ἐπὶ κέρδει· ἕρμαιον γὰρ τὸ εὕρεμα. συλλογίζεται δὲ λοιπὸν ἀγωνιστικῶς.

καίτοι πῶς οὐκ ἄτοπον, εἰ, ὅτι μὲν πανταχοῦ τίθησι τὸ συμφέρον τῇ περιστάσει λύων τὴν ἀντίθεσιν.

ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; ἀντὶ τοῦ τὰ μὲν γενόμενα σιωπᾷς, τὰ δὲ μὴ γενόμενα ἐγκαλεῖς, ὡς ἐχρῆν γενέσθαι.

καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν, οὐ συγγνωσόμεθα; μὴ νοσοῦντας, ἀντὶ τοῦ ὑγιαίνοντας· τὸ στρατηγικὸν καὶ πάλιν τοῦ Περικλέους ἐμφαίνει. ὥσπερ δὲ συγγνωμονικῶς ἐνταῦθα ἀπολογεῖται.

καίτοι σχολῇ γʼ ἂν ἠθικῶς ἐλέχθη, ἀντὶ τοῦ πάνυ, δηλῶν τὸ οὐδὲ ὅλως.

ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων καλῶς τὸ τισίν· οὐ μόνον, φησὶ, τὸ Λακεδαιμονίοις, ἀλλʼ οὐδέσιν ἀνθρώποις.

ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι ἡ παρὰ ἀντὶ τῆς ἐν ἐστί. λέγει οὖν, ἐν τῇ ὑπαρχούσῃ νόσῳ ἐρρῶσθαι. πρότερον δʼ ἔγωγʼ ἂν ᾤμην τὸν Μελέαγρον καλῶς συνέκρινε τὸν Περικλέα τῷ Μελεάγρῳ· καὶ γὰρ τὰ αὐτὰ ἐν ἑκατέροις συνέβη· ἥ τε γὰρ μήτηρ τοῦ Μελεάγρου, ἡ Ἀλθαία, ἔδοξε λαμπάδα τίκτειν σὺν τῷ Μελεάγρῳ, καὶ ἡ μήτηρ Περικλέους, ἡ Ἀργίστη, λέοντα τίκτειν, ἡνίκα ἔμελλε τὸν Περικλέα τίκτειν. συγκριτικὸν τὸ ἐπιχείρημα, ὅτι μᾶλλον ὁ Μελέαγρος δειλὸς ἦν ἢ Περικλῆς. καλῶς δὲ συνέκρινε τὸν Περικλέα τῷ Μελεάγρῳ· καὶ γὰρ τὰ αὐτὰ πεπόνθασιν· ἥ τε γὰρ μήτηρ Μελεάγρου, ἡ Ἀλθαία, ἔδοξε λαμπάδα τίκτειν· ὁμοίως καὶ ἡ μήτηρ Περικλέους λέοντα ἔδοξε τίκτειν, ἡνίκα ἔμελλε τὸν Περικλέα τίκτειν. ταῦτα δὲ καὶ Πλούταρχος καὶ Σαβῖνος καὶ πάντες οἱ τὸν Περικλέους γράψαντες βίον λέγουσιν. ἐναντίον δὲ λέγει διὰ τῆς ἀνδρείας· ἐναντία γὰρ δειλία. ἀξιόπιστον δὲ παραφέρει μάρτυρα τὸν Ἀπόλλωνα.

ἐπὶ ταύτῃ τῇ ὄψει ἀντὶ τοῦ ἅμα τῇ ὄψει, δηλῶν τὸ ταχὺ, καὶ μὴ μετὰ χρόνον.

ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν παροιμία ἐπʼ ἀδυνάτων. ἡ παροιμία λέγεται ἐπὶ τῶν εἰς ἀδύνατα ἐπιχειρούντων καὶ ἐπικίνδυνα. τίς γὰρ ἐπιχειρεῖ λέοντα ξυρεῖν; κυρίως δὲ τέθεικε τὴν παροιμίαν, ἐπειδὴ καὶ ἡ Περικλέους μήτηρ ὄναρ ἑαυτὴν εἶδε λέοντα τίκτουσαν. ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπικινδύνων ἡ παροιμία αὕτη λέγεται. οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες δείκνυσιν ὅτι τούτῳ μὲν εὐχερὲς κατηγορεῖν, διὰ τὴν κακίαν τοῦ τρόπου. τούτου δὲ εἰσάγει ἐν τῇ πολιτείᾳ αὐτοῦ συνήγορον τῆς ἀδικίας. λεληθότως δὲ ἀπολογεῖται ὑπὲρ τοῦ Θρασυμάχου, λέγων συκοφαντεῖσθαι τοῦτον. δέον εἰπεῖν οὐ τὸν τυχόντα, Θρασύμαχον εἶπε· τοῦτον γὰρ ἐν ταῖς πολιτείαις εἰσάγει Πλάτων καταγελώμενον ὑπὸ Σωκράτους καὶ ἐλεγχόμενον.

ἔπειτʼ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν ἵνα μὴ φανερῶς διαβάλῃ τὸν Πλάτωνα, καὶ ἑαυτὸν συνάπτει τῇ διαβολῇ. ἀνδρειότεροι δὲ ἀντὶ τοῦ θρασύτεροι· ὁ γὰρ τοῦ λέοντος ἀνδρειότερος θρασὺς νοεῖται. ἄλλο. ἀνδρειότεροι ἀντὶ τοῦ θρασεῖς· αἱ γὰρ ἀρεταὶ ἢ πλεονασμῷ ἢ ἐλλείψει κακίζονται. τὸ δὲ πλέον τοῦ δέοντος ἐστὶ θρασύτης.

καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας τὸ δειλίας γέρας ἀκίνδυνον Σοφοκλῆς ἐν Αἴαντι τῷ μαστιγοφόρῳ λέγει· Αἴας γὰρ εἰ δειλὸς ἦν καὶ μὴ θρασὺς, εἴληφεν ἂν γέρας τῆς δειλίας τὸ μὴ κινδυνεῦσαι αὐτοχειρίᾳ. τὸ δὲ σιωπῆς ἀκίνδυνον γέρας ἐκ Σιμωνίδους ἐστὶ τοῦ Κίου. καλῶς δὲ προσετέθη τὸ ἀκίνδυνον· τὰ γὰρ ἐν τοῖς ἀγῶσι διδόμενα γέρα κινδύνου μετέχει. λέγει οὖν ὡς εἰ καὶ σὺ, ὦ Πλάτων, βούλει σοφὸς εἶναι, καὶ μὴ τοὐναντίον, σίγα, καὶ μὴ σκῶπτε τὸν Περικλέα. τὸ δειλίας ἐξ Αἴαντος τοῦ μαστιγοφόρου Σοφοκλέους· τὸ δὲ σιωπῆς ἐκ Σιμωνίδου. καὶ Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ «Πολλοῖς γὰρ ἔστι κέρδος ἡ σιγὴ βροτῶν.» καὶ σὺ οὖν, ὦ Πλάτων, εἰ βούλει τιμᾶσθαι, σίγα, καὶ μὴ σκῶπτε τὸν Περικλέα. ὅρα, φησὶ, μὴ λοιδορούμενος Περικλεῖ δειλίαν δείξεις τὴν δειλίαν προτιμοτέραν. εἶτα ἐπιφέρει διορθωτικόν· μᾶλλον δὲ τὴν σιωπὴν ἀκίνδυνον οὖσαν γέρας.

ὥς τις τῶν Κίων ἔφη ποιητὴς ὁ Σιμωνίδης. λίνον λίνῳ συνάπτει παροιμία ἐπὶ τῶν τοῖς προτέροις ἕτερα συνειρόντων· ὁποῖον καὶ τὸ τοῦ Πλάτωνος, οὐ μόνον δειλοὺς Ἀθηναίους, ἀλλὰ καὶ φιλαργύρους πεποιηκέναι τὸν Περικλέα φήσαντος.

ἐγὼ δὲ εἰμὶ μὲν οὐδʼ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν ἐπειδὴ διεβέβλητο τὸ τῆς μισθοφορᾶς ὄνομα, εἰκότως συντρέχει τῇ ἀντιθέσει λέγων ὅτι οὐδʼ αὐτὸς ἐπαινῶ τὸ μισθοφορεῖν.

τὸν ὁμώνυμον τὸν δίκαιον Ἀριστείδην.

ἐγὼ δʼ οὔτε πλέον οὔτε ἔλαττον οὐδενὶ πώποτε ᾔτησα.

οὐδʼ ὅσαι διαδόσεις ἦλθον δηλονότι ἐν ἐμοί. οὐδʼ ὅσαι διαδόσεις πρὸς οὐδεμίαν πώποτε ἀπήντησα ἔθος ἦν τοῖς ἀρχαίοις τῶν βασιλέων τοῖς ἐνδόξοις διαδιδόναι χρήματα, ἅπερ ἐκαλεῖτο σπορίδες παρὰ τὸ διασπείρειν· τοῦτο δὲ φιλοτιμία ἦν. λέγει οὖν ὅτι οὔτε μισθοὺς ἔταξα ἐμαυτὸν δέχεσθαι παρὰ τῶν μαθητῶν, οὔτε εἰ διδόασιν, ἔδραμον.

τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν ὁ Σωκράτης οὐκ ἔλεγεν ἑαυτὸν σοφὸν, ἀλλὰ φιλόσοφον, δηλῶν τοῦ τὸ φιλεῖν διδάσκεσθαι τὰ σοφὰ, τουτέστι τὰ μαθήματα, οὔπω δὲ σοφὸν γενέσθαι. κατὰ οὖν τὸν Σωκράτην διαφέρει σοφία φιλοσοφίας.

μηδʼ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν ἐμπορίαν καλεῖ τὸ δέχεσθαι μισθόν. ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι ὁ γὰρ ἐλλόγιμος ἔχων πρὸς πολλοὺς μαθητὰς δοκεῖ δουλεύειν αὐτοῖς.

ἐγὼ μὲν οὖν, ὅπερ λέγω, περὶ τούτων ἀντὶ τοῦ ὃ λέγω καὶ ἔχω. τοῦτο εἶπε, δεικνὺς ὅτι ἀληθεύει.

τῇ μεγαλοπρεπείᾳ μεγαλοπρέπειά ἐστιν, ὡς Ἀριστοτέλης ὁρίζεται, ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική. κυρίως δὲ εἶπε τὴν λέξιν· ἐπὶ γὰρ χρημάτων δεῖ λέγειν μεγαλοπρέπειαν. ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν σημείωσαι· ὡραῖα ταῦτα ὅρα. συγγνωμονικῶς λύει τὴν ἀντίθεσιν. ἐφολκίοις δὲ λέγει, τοῖς ἁμαρτήμασι. φησὶ δὲ, ὥσπερ ἀνάγκῃ τὰ μικρὰ πλοῖα ἕπονται τοῖς μεγάλοις, οὕτω καὶ τὰ ἁμαρτήματα ἀκολουθεῖ ταῖς πόλεσιν.

ὥσπερ ἐφόλκια ἀκόλουθα. οἷς ἀνάγκη συγχωρεῖν οἷς ἁμαρτήμασι· ταῦτα γὰρ ἐφόλκια καλεῖ. καὶ γὰρ καὶ τὰ σώματα, —τό τε χεῖρον καὶ τὸ βέλτιον ὥσπερ, φησὶν, ὅλα τὰ σώματα ἐκ τῶν αὐτῶν στοιχείων σύγκειται, καλεῖται δὲ σῶμα καλὸν οὐ διὰ τὸ ἀμοιρεῖν τῶν ἑτέρων στοιχείων, ἀλλὰ διὰ τὸ πλεῖον ἔχειν τὸ καλὸν, ὡσαύτως δὲ καὶ τὰ φαῦλα σώματα, οὕτω καὶ αἱ πόλεις οὐκ ἀπαλλάττονται μὲν τῶν ἀτόπων, τῷ δὲ πλείονα ἔχειν χρηστὰ προσαγορεύονται καλαὶ, καὶ τῷ πλείονα ἄτοπα φαῦλαι.

ἐκ τῶν αὐτῶν κεκρᾶσθαι δηλονότι στοιχείων, θερμοῦ, ξηροῦ, ὑγροῦ καὶ ψυχροῦ. τὸ δὲ κρίνεσθαι ἀντὶ τοῦ νομίζεσθαι. ἀπὸ κοινοῦ δὲ τὸ ἀκούω.

τούτῳ κρίνεσθαι νομίζεσθαι ἀκούω.

κἀν τῷδε τῷ παντὶ ἀντὶ τοῦ κόσμῳ· δεικτικὸν δέ ἐστι. δεινῶς δὲ ἐπεχείρησεν ἀπὸ τῆς παραθέσεως τῆς μείζονος, ὅτι οὐκ ἄτοπον καὶ ἐν πόλει εἶναι φαῦλά τινα, ὥσπερ ἐστὶ καὶ ἐν τῷ κόσμῳ τινὰ χείριστα.

πολλὰ ἂν εὕροις, οἷς ἥκιστα ἂν ἡσθείης ψῦχος, θερμότητα, κρύος, θάλπος, ἐπικλύσεις, βροντὰς, ἀστραπάς.

οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς ἀντὶ τοῦ ὅλου. λέγει δὲ ὅτι οὐ διὰ τὸ μέρος διαβάλλεις τὸ πᾶν.

ἐφειλκύσθαι ἀντὶ τοῦ ἀκολουθεῖν. πάλιν δὲ τὴν φύσιν αἰτιᾶται, ὅτι ἀνάγκη ἐν ταύτῃ καὶ φαῦλά τινα εἶναι. τί δὴ θαυμαστὸν, εἰ καὶ Ἀθήνησί τι τῶν πάντων οὕτως ἔσχεν τῷ κόσμῳ παραβάλλει τὰς Ἀθήνας. ἀπὸ δὲ τοῦ καθολικοῦ ἦλθεν ἐπὶ τὸ μερικώτερον.

καὶ συνεχώρησαν οἱ προεστῶτες μετάθεσις αἰτίας. τὰ καλούμενα χρώματα. δεινῶς τὴν συγχώρησιν οὐ μόνον Περικλεῖ, ἀλλὰ καὶ ἑτέροις περιάπτει. ταῦτα δὲ χρώματα καλεῖται· ὅπερ ἐστὶ μετάθεσις αἰτίας· μεθίστησι γὰρ τῆς ἀταξίας αὐτῶν τὴν αἰτίαν τοῖς ἀναγκαίοις τῆς φύσεως.

ἅμα δὲ εὐλαβούμενοι, μή τι καὶ χεῖρον ἐξεργάσαιντο ἄλλο χρῶμα, τὸν φόβον, ἐξεῦρε, λέγων, μήπως ἄρα καὶ νεωτερισμόν τινα ἐπινοήσωσι πραγμάτων.

ἀνθρώπους τοσούτους τὸ πλῆθος, καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων τὸν φόβον διὰ τοῦ πλήθους ἐμφαίνει, καὶ τοῦ ἤθους αὐτῶν χρημάτων εὐπορίας.

εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια ἠναγκάζοντο γὰρ κλέπτειν. καλῶς δὲ ἡ προσθήκη τῶν μετρίων. δηλοῖ γὰρ ὅτι οὔτε τὸ πᾶν ἐδίδου, ἀλλὰ τὸ διδόναι μικρὰ καὶ τὸ θράσος κατέπαυε, καὶ τὰ χρήματα διεφύλαττε. συγγνωμονικῶς δὲ ἀπολύει τὴν διαβολήν.

ὅστις τοῦ μετρίου ποιεῖται λόγον ἢ τοῦ τὰ μέτρια φυλάττειν, ἢ τοῦ τὰ μέτρια διδόναι, ὅπερ ἄμεινον· ἐπειδὴ καὶ ἄνω εἶπεν, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια.

ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ὁμοῦ καὶ τὴν δυναστείαν ἐμφαίνει, καὶ τὴν εὐπορίαν δηλοῖ· διὸ καὶ ἐπιφέρει, τί χρῆν φόρους λαμβάνειν.

οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχὴν μεταστατικῶς ἀπολογεῖται εἰς τὴν ἀρχὴν φέρων τὸ ἔγκλημα. Ἀττικῶς δὲ εἶπε τὸν μισθὸν ἐγκαλεῖς. διʼ αὐτὴν γὰρ διαφόρους ἐκλέγοντες πλουτοῦσιν. μεταστατικῶς δὲ ἀπολογεῖται εἰς τὴν ἀρχὴν μεταφέρων τὸ ἔγκλημα.

ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς πάλιν συγγνωμονικῶς ἀπολογεῖται, εἰς τὸ ἀναγκαῖον φέρων τὸ πᾶν.

εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι ἀναγκαίως ὁ ἔπαινος, καὶ ἡ τοῦ προσώπου σύστασις, ἵνα δόξῃ ἀληθῶς λέγειν. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει δεινῶς κατὰ ἦθος εὐδαίμονα καλεῖ τὴν πόλιν, ἣν καὶ αὐτὸς ἀσύστατον ὁμολογεῖ, ἔργοις οὖσαν ἀδύνατον, καὶ τὸν Πλάτωνα οἰκιστὴν λέγει αὐτῆς, λόγῳ μόνον ὄντα, καὶ οὐ πράγμασιν.

εἰ δὲ μὴ ἀργύριον μηδὲ χρυσίον ἀντιπῖπτον λύει ἀναγκαίως· ἀλλʼ οὐκ ἀργύριον, φησὶν, ἔταξα αὐτοῖς. ὁ δὲ τῇ διαφορᾷ τοῦ μισθοῦ λύει τὸ ἔγκλημα, λέγων τὸ ὁπωσδήποτε μόνον τετάχθαι μισθόν.

πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν σχήματα καλεῖ τὰ εἴδη τῶν πολιτειῶν.

οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι ῥητορικῶς καὶ δριμέως δείκνυσι πολλὰς ἰδέας νομίσματος, καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ μέγα, καὶ εὐτελῆ, τὸ πᾶν δὲ μισθόν. νομίζουσι δὲ λέγει, ἀντὶ τοῦ νόμον ἔχουσι, τουτέστι πολιτεύονται καὶ συναλλάττουσιν.

οὐδʼ ἧττόν τι εἰκὸς ὑπάρχει. φέρειν λαμβάνειν. οὐδέ γε οἱ Καρχηδόνιοι σκύτεσιν σκυτίνοις Καρχηδόνιοι νομίσμασιν ἐπολιτεύοντο ἐκ τῆς Διδοῦς· ἐκείνη γὰρ φυγοῦσα διὰ τὸν φόνον τοῦ ἀδελφοῦ ἐκ τῆς Τύρου αἰτεῖ τὸν βασιλέα μεταδοῦναι αὐτῇ γῆς ὅσον δέρμα βοὸς ἐπέχει τόπον. ὁ δὲ ῥᾳδίως ἐπένευσε. κατατεμοῦσα οὖν ἐκείνη τὸ σκῦτος κύκλῳ χωρίον τι ἀπολαμβάνει, καὶ πόλιν κτίζει τὴν Καρχηδόνα. οἱ οὖν Καρχηδόνιοι τὸ συμβὰν ἀεὶ τιμῶντες σκυτίνοις νομίσμασιν ἐπολιτεύοντο. τοῦτο δὲ λέγει οὐχ ὅτι σκύτινα νομίσματα εἶχον, ἀλλὰ βύρσας παρεῖχον, ὡς πολύθηρον οἰκοῦντες χωρίον, καὶ οὕτως ὃ ἐβούλοντο ἐδέχοντο.

τουτὶ τὸ πολιτεύεσθαι. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος οὐ μία, φησὶν, ἐστὶν ἰδέα τροφῆς, ἀλλὰ διαφέρει πρὸς ἑαυτήν. πάλιν δὲ τῇ διαφορᾷ τῆς τροφῆς κατασκευάζει τὸ εἶναι μισθὸν, κἂν διάφορος τυγχάνῃ.

μὴ τίς ὁ μισθὸς, ἀλλʼ ὅμως εἰ μισθὸν εἴρηκας δεῖ σκοπεῖν. εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς εἰς ἄτοπον ἀπάγει τὸν λόγον διὰ τοῦ προσώπου τοῦ Εὐνέου. λέγει δὲ ὅτι οὐ παρὰ τοῦτο, φησὶ, προῖκα ἐδίδου τὸν οἶνον, ἀλλʼ ἀντὶ ἀργυρίου ἕτερα πρὸς ἀμοιβὴν ἐδέχετο.

τοῖς Ἀχαιοῖς τοῖς ἐν τῇ Τροίᾳ. διέλυον ἀπεδίδοσαν.

ἀλλʼ οὐδʼ αὐτὸς ταῦτά γε ἠλαζονεύετο ὡς προῖκα φιλοτιμούμενος ὅτι σίδηρον ἀπεδέχετο. ἠλαζονεύετο ὑπερεφρόνει. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα σχήματα μεταστατικά. μεταστατικὰ πάλιν τὰ σχήματα τῆς ἀπολογίας· μεταφέρει γὰρ καὶ ἐπὶ τὸ νόμισμα καὶ τὸν Σόλωνα τὴν αἰτίαν.

οὐδʼ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο τῷ χρόνῳ πάλιν λύει τὸ ἔγκλημα. τὸ δὲ τῶν νομοθετῶν ὄνομα σεμνὸν ὂν λέγει. ἐμφαίνει δὲ τὸν Σόλωνα, ἢ Πολιοῦχον· οὗτος γὰρ ἔταξε καὶ βουλευτικὸν μισθὸν καὶ διδακτικόν. αἰνίττεται δὲ καὶ εἰς Πλάτωνα· διὸ καὶ ἀρίστως εἶπεν. ἀλλὰ καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα ἤγουν σὺ, ὦ Πλάτων. ἐνταῦθα τὸν Σόλωνα λέγει, ἢ Πολιοῦχον· οὗτος γὰρ ἔταξε καὶ βουλευτικὸν μισθὸν καὶ διδακτικόν. αἰνίττεται δὲ καὶ εἰς Πλάτωνα. ἐποίησε γὰρ καὶ οὗτος νόμους. μεταστατικῶς δὲ ἀπολογεῖται· μεταφέρει γὰρ τὴν αἰτίαν ἐπὶ τοὺς νομοθέτας.

ἃ νῦν αὖ δείκνυται τὰ τοῦ μισθοῦ λέγει. πῶς ἄν τις ῥᾷον ἐχρήσατο ἄνθρωπος λόγοις οὐ λέγει ὅτι δυνατὸς λέγειν, ἀλλʼ ὅτι ῥᾳδίως κέχρηται τοῖς λόγοις, οὐ τῇ ἀληθείᾳ χρώμενος.

εἴ τις ἐστὶν ἁπλούστερος, ἢ δικαιότερος τρόπος ἐξετάσεως οὐκ ἄλλος λόγου φησὶν, ἀλλὰ τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.

ἢ καὶ βαρβάρων ὑπερβολικῶς τὰ τῶν βαρβάρων εἰσήγαγε πρόσωπα. ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν δεινῶς ὁ Ἀριστείδης τὸν ἑαυτοῦ τρόπον τῆς ἐξετάσεως δικαιότερον ἀποφαίνεται τοῦ Πλάτωνος, ἐκ τοῦ βίου τοῦ Περικλέους τὴν ἀπόδειξιν ποιούμενος.

ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ θαυμασίως ἀπὸ τοῦ συμφοιτητοῦ Πλάτωνος τὴν ἀπόδειξιν ἔλαβεν, ἀπὸ ἐνδόξου προσώπου πιστούμενος τὰ λεγόμενα. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας πρῶτον γὰρ οἱ παιδοτρίβαι τῇ φωνῇ σημαίνουσι τὰ σχήματα, εἶτα καὶ ἔργῳ δεικνύουσιν.

ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα ὡς πρὸς τὸν παιδοτρίβην εἶπε παράδειγμα.

κατὰ τοῦτο τὸ μέρος κατὰ τὸ φιλοχρήματόν φησι. τοῦτο δὲ εἶπεν ὡς πρὸς τὰ ἄλλα αὐτοῦ κατορθώματα πολλὰ ὄντα.

ἀνελεύθερον ἀντὶ τοῦ μικρολόγον καὶ φιλάργυρον· ἐλεύθερον γὰρ ἐκάλουν οἱ παλαιοὶ τὸν μεγαλόψυχον. φῶμεν καὶ τοὺς ἄλλους διδάσκειν ταὐτὰ καὶ διαφθείρειν, καὶ παραπλησίους αὑτῷ ποιεῖν πρὸς πάντα ἄνθρωπον αὐτὸν συγκρίνει μᾶλλον, ὡς μὴ ἔχων εὑρεῖν παραπλήσιον.

ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαθάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν βαρέως κατηγορεῖ τοῦ Ῥαθαμάνθυος, ὡς διδάσκοντος ἐπιορκίαν. λεληθότως δὲ πρὸς αὐτὸν συγκρίνει τὸν Περικλέα. ὅμοιον δὲ πρόσωπον ὥσπερ ἔλαβε τῇ πόλει τὸν Περικλέα.

καὶ σὺ δείξας οὖν καλῶς τὸ δείξας, ἀντὶ τοῦ ἔλεγχε, μὴ συκοφάντει.

καὶ οὐκέθʼ αὕτη Ξενοφῶντος ἡ εἰκὼν ἀντὶ τοῦτο τὸ λεχθέν. ἀντὶ τοῦ λεχθέν. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ ἐν τῷ Πρωταγόρᾳ τοῦτο φησίν.

τοῖς μήπω δεινοῖς γράφειν τοῖς μὴ οὖσι δυνατοῖς εἰς τὸ γράφειν, ἀλλʼ ἀπείροις.

οὕτω δὴ καὶ ἡ πόλις λείπει τὸ ποιεῖ. πόλιν δὲ λέγει τὴν πολιτείαν τοῦ Πλάτωνος.

ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον τοῦτο πρὸς τὸ φιλάργυρον. ἐπʼ αὐτοῦ τοῦ βίου ἤτοι τοῖς ἔργοις. δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν, ὁποῖός τις ἦν ἐν τοῖς ἔργοις δηλονότι, καὶ λόγοις καὶ ἔργοις, ὁποῖός τις ἦν.

πότερʼ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε κατεχρήσατο τὴν παραβολὴν, εἰς κάλλος ζῆν εἰπὼν, οὐ γράφειν· ὅπερ ἐστὶ προτιμότερον.

τὴν χεῖρα ὑφεικότας ὑφεικότας λέγει ἀντὶ τοῦ προτείναντας· ἀπὸ μεταφορᾶς τῶν μεταιτῶν, ὡς καὶ Δημοσθένης «Σὺ δὲ ἐκεῖ προτείνας καὶ ὑποσχών.»

τὸν δὲ βίον καθʼ ἑκάστην ἑώρων δήπου τὴν ἡμέραν τοῦτο εἶπε δεικνὺς ὅτι οὐκ ἐλάνθανεν αὐτοὺς ὁ τοῦ Περικλέους βίος, ἀλλʼ ᾔδεσαν, ὥστε Ἀθηναίων, οὐ Περικλέους ἐστὶ τὸ κατηγόρημα.

φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν τῶν προειρημένων λέγει καὶ προαποδειχθέντων. ἐντεῦθεν δέ ἐστιν ἡ ἀνακεφαλαίωσις τοῦ λόγου. ἐντεῦθεν τῶν ἐπιλόγων ἄρχεται, ποιούμενος ἀνακεφαλαίωσιν ὡς εἴρηκε.

καὶ συγκεφαλαιωσώμεθα πάντα ἀνακεφαλαίωσις. ἐν βραχεῖ καλῶς εἶπεν ἐν βραχεῖ· τοῦτο γὰρ ἴδιον ἀνακεφαλαιώσεως. ῥητορικῶς δὲ ἑκάστην συντρέχων λύει. μερικοὶ δέ εἰσιν οἱ ἐπίλογοι.

ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον ἀμφότερα ψευδῆ, καὶ τὸ ὄναρ καὶ τὸ γρῖφος. γρῖφος δέ ἐστιν οὐχ, ὡς ἔνιοί φασι, ταὐτὸν τῷ αἰνίγματι· διαφέρουσι γὰρ, ὅτι τὸ μὲν αἴνιγμα ὁμολογεῖ τις ἀγνοεῖν, τὸ δὲ γρῖφον ἀγνοεῖ δοκῶν ἐπίστασθαι· οἷον αἴνιγμα μέν ἐστι τὸ τί δίπουν, τὸ τί τρίπουν, τί τετράπουν; ἐνταῦθα δῆλον τὸ ἐρώτημα. γρῖφος δὲ, οἷον Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτεινεν ἀνήρ. ἐνταῦθα δοκεῖ μὲν εἰδέναι τὸ ῥηθὲν, ἀγνοεῖ δὲ ὅτι Διομήδης ἦν ἀνὴρ ὁ Ἀχιλλεύς· ἐκείνην γὰρ ἔσχε μετὰ τὴν Βρισηίδα. ὅθεν καὶ τὸ, ὃν οὐκ ἔκτεινε Διομήδης, ἔκτεινεν ἀνὴρ Διομήδης.

πῶς γὰρ οὐκ ἄτοπον ἀντὶ τοῦ παράδοξον. νῦν γὰρ ἄτοπον λέγει τὸ παράδοξον.

τὸ γοῦν καθʼ αὑτὸν καλῶς ἡ παρατήρησις τὸ καθʼ ἑαυτὸν, ἵνα δείξῃ τὴν φύσιν Ἀθηναίων αἰτίαν οὖσαν, καὶ εἰ ἦσαν τοιοῦτοι, ὡς αὐτοῦ βιαζομένου μὲν, μὴ δυνηθέντος δέ.

ἀνδρείους, μεγαλοπρεπεῖς τὸ ἀνδρείους πρὸς τοὺς δειλοὺς, τὸ μεγαλοπρεπεῖς πρὸς τοὺς φιλαργύρους καὶ ἀνελευθέρους. εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν ὥσπερ κατὰ Σωκράτους ἄχθεται, ὅτι ἀδίκως αὐτοῦ κατεψηφίσαντο Ἀθηναῖοι. λεληθότως δὲ πάλιν ἐπαίρει τὸν Περικλέα, τῷ διδασκάλῳ Πλάτωνος συγκρίνων αὐτόν.

τὰ παλαίσματα τὰ παλαίσματα εἶπεν, ὡς πρὸς τὰ εἰρημένα παραδείγματα, τὸν παλαιστὴν, καὶ τὸν γραμματιστὴν, οἷς τὸν Περικλέα παραβάλλει.

ἔτι τοίνυν τῶν ἀνωτέρω οἱ ἐπίλογοι ἐντεῦθεν. πάλιν τὸ ἀνακεφαλαιωσόμενος. λέγει δὲ, διʼ ὀλίγου συστείλωμεν.

ἐκ τῶν πεφηνότων ἀντὶ τοῦ ἐκ τῶν ἤδη ἀποδειχθέντων. λέγει δὲ τῶν αὐτῷ ἀπολελογημένων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν ταῦτα γὰρ πάντα Πλάτων ἐν τοῖς Νόμοις εἴρηκε.

πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται ἡ γὰρ παρρησία ἐναντία ἐστὶ τῇ κολακείᾳ· ἡ μὲν γὰρ κολακεία ἔχει τὸ ἡδὺ, ἡ δὲ καὶ τὸ λυπηρὸν πολλάκις. ὁ δʼ ἐν καιροῖς τοιούτοις ἐμάχετο, οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν ἐμφαίνει τὴν νόσον.

μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας πάλιν τὸ τῆς κολακείας. ἀπὸ κοινοῦ δὲ τὸ Πλάτων εἶπεν.

ὁ τὸν νόμον τιθεὶς νομοθέτην καλεῖ τὸν Πλάτωνα, διὰ τὸ ὁρίσασθαι. τοῦτο γὰρ ἴδιον νομοθέτου. τοῦτο δὲ εἶπε, διότι διαίτης τὴν μέσην τάξιν ᾑρεῖτο, οὔτε ἀγεννῆ οὔτε ἀνελεύθερον. ἐνταῦθα δὲ δεινῶς κατασκευάζει, ὅτι ἀπὸ φύσεως ὁ Περικλῆς ὑπῆρχε τοιοῦτος, οὐχ ἑτέρῳ ἑπόμενος. ὁ δʼ ἀφʼ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τοῦτο παρόμοιόν ἐστιν ἐπὶ τῶν ἐξ ἀρχῆς ἀγαθῶν ἢ πονηρῶν· ὥσπερ καὶ ἀπὸ γραμμῆς. ἢ ὅτι μύησις ἦν, ἣν ἐμυοῦντο οἱ καθαροὶ Ἀθηναῖοι. παροιμία ἐπὶ τῶν ἐξ ἀρχῆς χρηστῶν ἢ φαύλων λεγομένη, ὥσπερ καὶ τὸ ἀπὸ γραμμῆς. καλῶς δὲ προσέθηκε τῆς αὐτὸς αὑτοῦ, ἵνα δείξῃ ὅτι ἐκ φύσεως τοιοῦτος ἦν.

ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο, ἢ Πλάτωνα τοῦτο λέγει, ὡς εἴ τις ἐμέμψατο Πλάτωνι, ὡς οὐ καλῶς νενομοθετηκότι, πῶς τις ἂν ὑπὲρ αὐτοῦ τὸν Περικλέα προύτεινε, λέγων ὡς ἃ Πλάτων ὕστερον ἐνομοθέτησε, ταῦτα Περικλῆς ἐπὶ τοῦ βίου πᾶσιν ἔδειξεν. οὐκοῦν ἐπειδὴ Περικλῆς χρηστὸς, καὶ Πλάτων ἀγαθὸς νομοθέτης.

οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν προσλαμβάνει ἀντιπῖπτον· ἀλλʼ Ἀριστείδης ἐστὶν ὁ τοὺς φόρους τάξας. ὁ δὲ ῥητορικῶς λέγει ὅτι οὐκ ἔστιν Ἀριστείδης ὁ εἰς ἄπειρον τάξας τοὺς φόρους· τὸ γὰρ ἐξαγαγὼν ἀντὶ τοῦ αὐξήσας ἐστίν. εἰς Ἀλκιβιάδην δὲ ἀποτείνεται, τὸν μαθητὴν τοῦ Σωκράτους, ὡς τοῖς φόροις προσθέντα· καὶ γὰρ ἐπὶ τοσοῦτον ηὔξησε τοὺς φόρους ἐπʼ ἐκείνου, ὥστε τοὺς νησιώτας τὰ ἑαυτῶν τέκνα πωλοῦντας μόλις τελεῖν. ὁ ἐξαγαγὼν αὐξήσας.

τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ Ἀλκιβιάδην.

ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν ὑπερέβαινε γὰρ ἡ ποσότης τοῦ φόρου. τοὺς φόρους δὲ ἀντὶ τοῦ ἐν τοῖς φόροις. σημαίνει δὲ τὸ μὴ εἶναι φιλάργυρον. τὰ τέκνα γὰρ πωλοῦντες οἱ νησιῶται ἐτέλουν. τοὺς φόρους ἐν τοῖς φόροις.

οὔτʼ ἐνταῦθα εἰς τοὺς φόρους.

ἑαυτοῖς προστίθεσθαι ἀντὶ τοῦ κτήσασθαι. ἔοικε δὲ εἰς Σικελίαν αἰνίττεσθαι. ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς πρότερον λέγει τὸν πόλεμον τὸν πρὸ τοῦ Πελοποννησιακοῦ, περὶ οὗ καὶ ἐπιφέρει. δεινῶς δὲ εἶπε τὰ ὑπὸ Πλάτωνος κατηγορηθέντα ὑπὲρ αὐτοῦ ἐν καιρῷ ἀπολογεῖσθαι, ὡς μιμητὴν αὐτὸν ὄντα τῶν Πλάτωνος παραγγελμάτων. περὶ τούτων ἡμᾶς ἐδίδαξεν ὁ συγγραφεύς.

πρὸς ταῦθʼ ὁρῶν καλῶς προσέθηκε τὸ πρὸς ταῦτα ὁρῶν, ἵνα μὴ εἴπῃς· καὶ πόθεν ᾔδεις, εἰ ζῶντος Περικλέους οὐκ ἐδυστύχουν οἱ Ἕλληνες.

οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας σημαίνει τὸ παντελῶς. εἶπε δὲ τοῦτο, ὡς ἐπὶ τῶν ναυαγούντων· ἐξοκεῖλαι γάρ ἐστι τὸ ταῖς πέτραις προσαράξαι τὴν ναῦν. ἔστιν οὖν μεταφορικὴ ἡ λέξις. ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι τοῦτο λέγει, ἐπειδὴ Θουκυδίδης εἶπεν ὅτι τοῖς Λακεδαιμονίοις πρεσβευομένοις οὐκ ἐβούλοντο τοὺς ἄνδρας παρασχεῖν.

Πύλον ἡ τῆς Σφακτηρίας καὶ Πύλου πόρθησις ἀποθανόντος Περικλέους ἐγένετο. αὐτοὺς τοὺς τῇ Σφακτηρίᾳ. ἐλευθέρως δὲ ἀντὶ τοῦ μεγαλοψύχως. ἐλευθέρως μεγαλοψύχως.

οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν ὥσπερ ἀντιπῖπτον λύει· πῶς οὖν αὐτὸς τὸν πόλεμον συνεβούλευσεν;

τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι ἀντὶ τοῦ ἀποστερηθῆναι. οὕτω καὶ Δημοσθένης· τῶν ἀρχαίων ἀπέστησαν.

πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι τοῦτο δηλοῖ τὸ μὴ εἶναι αὐτὸν δειλόν.

καὶ καιρὸν εἰρήνην ἄγειν, οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο τοῦτο δηλοῖ τὸ μὴ εἶναι αὐτὸν πολεμοποιόν.

καίτοι ταῦτʼ ἐστὶν ἀνδρίας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα ἐξηγεῖται τὰ προειρημένα, ἀνδρείας μὲν, διὰ τὸν πόλεμον, εὐβουλίας δὲ ἀντὶ τοῦ φρονήσεως, δικαιοσύνης δὲ, διὰ τὸ προτιμᾶν τὴν εἰρήνην.

τὴν ἐπωνυμίαν, ἣν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν τὸ κληθῆναι λέοντα πρὸ τοῦ τεχθῆναι, ἢ τὸ κληθῆναι Ὀλύμπιον. εὗρε καὶ ἐκ τῆς ἐπωνυμίας ἐγκωμιάσαι τὸν Περικλέα· δίδωσι γὰρ ἡ τέχνη καὶ ἐκ τῶν ὀνομάτων ἐγκωμιάζειν. λέγει δὲ τὸ κληθῆναι αὐτὸν Ὀλύμπιον.

μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις γράφεται οὕτως· μέγιστον εἶναι τὴν ἐκείνου σεμνότητα καὶ τοῦ διὰ πάντων κρατεῖν.

ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβουλον τὴν ἐπωνυμίαν ποιούμεθα τοῦτο λέγει, ὅτι Πλάτων ἐθαύμασε τὸν Ἀριστείδην διὰ τὴν ἐπωνυμίαν. τὸ ἢ ἐνταῦθα ἐρωτηματικόν. τοῦτο δὲ εἶπεν, ὅτι Πλάτων ἐθαύμασε τὸν Ἀριστείδην διὰ τὴν ἐπωνυμίαν, ἧς ἠξίωτο.

ἣν οὐκ ἀφʼ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλʼ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο τοῦτο εἶπεν, ἵνα μὴ εἴπῃ τις· ἀλλʼ Ἀριστείδης παρὰ τοῦ δήμου τῆς ἐπωνυμίας ηὐτύχησεν. ὁ δὲ λέγει ὅτι οὗτος παρὰ τοῦ πλήθους τῶν ἀρετῶν τὴν ὀνομασίαν ἐκτήσατο, καὶ οὐχ ὡς Ἀριστείδης ἀπὸ μόνης τῆς δικαιοσύνης.

ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ—ὁ διδάσκων καὶ λέγων ἐστὶν ἀντιπῖπτον λύει· καὶ πῶς δυνατὸν πολλοὺς ἀληθεύειν; ἐπειδήπερ τὸ πλῆθος Ὀλύμπιον τὸν Περικλέα ἐκάλεσαν. ἔστι δὲ ἡ τῶν πολλῶν ψῆφος οὐ πολλοῦ τινος ἀξία, ἵνα μή τις ἀντιπέσῃ τῷ ῥήτορι, λύει τὸ ἀντιπῖπτον διὰ τῆς τοῦ Πλάτωνος μαρτυρίας.

ἀλλʼ ἔνι τι κἀν τούτοις εὔστοχον ἀντὶ τοῦ ἁρμόδιον· λέγει γὰρ μὴ ψευδεῖς εἶναι τὰς τῶν πολλῶν δόξας.

ἃ πάντες ᾄδουσι οὐχ ἁπλῶς λέγουσιν, ἀλλὰ ᾄδουσι καὶ ὑμνοῦσιν.

καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἄρα φαύλως ἀντιπῖπτον πάλιν λύει· ἀλλὰ κολακεύοντες αὐτὸν Ἀθηναῖοι οὕτως ἐκάλεσαν ὄντες ἐν ἀτυχίαις.

ὥσπερ χρόνῳ ὕστερόν ἐσθʼ ἃ καὶ παρʼ ἀξίαν συνεχώρησαν ταπεινωθέντες Δημήτριος βασιλεὺς Μακεδονίας γενόμενος μετὰ τὸν Ἀλεξάνδρου θάνατον, ἀπὸ αἰγῶν ὧν ἐκέλευσεν Ἀθηναίοις εὔχεσθαι αὐτῷ καὶ προσκυνεῖν ὡς θεῷ· ἢ ὅτι μετὰ τὸν Πελοποννησιακὸν φαύλως διεγένοντο μετὰ τὴν ἀξίαν ὑπείκοντες. ἢ ὅτι μετὰ τὴν ἐν Ἑλλησπόντῳ ἀτυχίαν εἰργόμενοι ἐν τῷ ἄστει, ἵνʼ ἀντέχωσιν, ἐψηφίσαντο τοὺς ἀτίμους ἐντίμους εἶναι· ἄλλοι δὲ, ὅτι παρέδωκεν ὁ δῆμος τὰ πράγματα πεντακισχιλίοις.

ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖμεν τὸ ἡμεῖς πρὸς τοὺς ῥήτορας ἀποτείνεται, πρὸς σύγκρισιν τῶν φιλοσόφων· μέγιστον γὰρ οἱ ῥήτορες λέγουσι τὸ δυνατὸν, οἱ δὲ φιλόσοφοι τὸ τῷ μεγέθει προῦχον καὶ εὐτυχές. ἢ ὅτι οἱ μὲν φιλόσοφοι, ὅτε δικαιοπραγεῖ πόλις, οὕτως αὐτὴν καλοῦσιν, οἱ δὲ ῥήτορες, ὅτε πολέμων ἀπήλλακται. τὸ ἡμεῖς λέγει διὰ τοὺς ῥήτορας· οὗτοι γὰρ τότε μεγίστην τὴν πόλιν καλοῦσιν, ὅτε δυνατή ἐστιν ἐν πολέμοις, καὶ τῶν ἐχθρῶν ὑπερέχει, οἱ δὲ φιλόσοφοι, ὅτε δικαιοπραγεῖ, κἂν καὶ τῶν πολεμίων ἥττων ᾖ. τὸ δὲ οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ λέγει, ἐπειδὴ εἶπεν ἄν τις αὐτῷ ὡς εἰ καὶ δυνατὴ ἐν πολέμοις ἦν, ἀλλʼ οὐκ ἐδικαιοπράγει· πρὸς τοῦτο οὖν ἀπολογούμενος λέγει ὡς μὴ τοῦτο νῦν λογισώμεθα, ἀλλʼ ὅτι οἱ οὕτως ἔχοντες μέγα φρονοῦσιν.

τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον ὅτε ἦσαν δυνατοὶ καὶ μέγα ἐφρόνουν, ὅπερ οὐκ ἔστι κολακεύοντος.

περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι ἀντὶ τοῦ εἰς τὸ ἐναντίον ἐτρέπετο· αὐτὸς γὰρ εἶπε κόλακα Περικλέα.

οὔτʼ Ἀθηναίους Περικλῆς οὔτʼ Ἀθηναῖοι Περικλέα ὅτε ἀπέδειξε τῷ λόγῳ, τότε ἀναιρεῖ τὸ αἰσχρὸν, ἵνα μὴ διαβάλῃ τοὺς Ἀθηναίους.

ἄρχειν δʼ ἐπιτηδειότατον καὶ ἱκανώτατον ἀντὶ τοῦ πολιτικὸν ὄντα καὶ πεποιημένον ἀρχήν. ὑπερπεφυκότα ἀντὶ τοῦ τῇ φύσει ὑπερέχοντα. ἔπαθόν τι Ὁμηρικὸν, καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν Ὅμηρος γὰρ τοὺς προύχοντας τῶν ἡρώων τὸν μὲν Διὶ μῆτιν ἀτάλαντον καλεῖ, τὸν δὲ θεοείκελον, τὸν δὲ ἄλλο τι τοιοῦτον.

εἶθʼ ὃν οἱ χρώμενοι τὸ χρῶμαι μετὰ αἰτιατικῆς. κακῶς πρόσκειται τὸ Ὅμηρον, ἀλλὰ μᾶλλον οὕτως· εἶθʼ ὃν οἱ χρώμενοι, καὶ ἑξῆς.

τοῦτον ἡμεῖς Θεαρίωνι—γραφώμεθα τῆς αὐτῆς πάλιν συνάπτει ἑαυτὸν διὰ τὸ φορτικόν.

οὐκ οἶδʼ ὅτῳ τῷ τρίτῳ τῷ Σαράμβῳ. καὶ οὐκ οἶδʼ ὅτῳ τὸ εὐτελὲς ἐμφαίνει τοῦ προσώπου. λέγει δὲ Σαράμβωνα τὸν κάπηλον. αὕτη δὲ ἡ χάρις ἐστὶ ῥητορικὴ, τὸ τοὺς τελευταίους δοκεῖν ἀγνοεῖν· ὡς καὶ ὁ Δημοσθένης «Καὶ τὸ τέλος τοῦ νεανίσκου· οὐκ ἔχω γὰρ τὸ ὄνομα.» τὸ εὐτελὲς ἐμφαίνει τοῦ προσώπου τὸ περιλαβεῖν ἀόριστον πρόσωπον. λέγει δὲ Σαράμβῳ τῷ καπήλῳ. αὕτη δὲ ἡ χάρις—καὶ Δημοσθένης—ὄνομα. Σάραμβον τὸν κάπηλον λέγει, οὗ διὰ τὸ εὐτελὲς ὥσπερ ἑκὼν ἐπιλανθάνεται. ἔθος γὰρ τοῦτο ῥητορικὸν τὰ εὐτελῆ τῶν προσώπων δοκεῖν ἀγνοεῖν.

Ὑπόθεσις Κίμωνος.Κίμων Μιλτιάδου γέγονε παῖς. ἔδοξε δὲ τὸ πρῶτον εὐήθης εἶναι τὴν φύσιν· ὅθεν καὶ ὀρφανὸς γενόμενος μέχρι πολλοῦ ὑπὸ ἐπιτρόπου ἦν. τοῦτον ὁ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Ἀριστογείτονος, ὅτι τὴν πάτριον μετεκίνησεν ἐφʼ αὑτὸν πολιτείαν· καὶ παρὰ τρεῖς μὲν ἐψηφίσαντο ψήφους, τὸ μὴ θανάτῳ ζημιῶσαι· πεντήκοντα δὲ τάλαντα ἐπράξαντο. Δίδυμος δέ φησιν οὐχ ὅτι ἐλακώνιζεν, ἀλλʼ ὅτι Ἐλπινίκῃ τῇ ἀδελφῇ συνῆν. αἴτιοι δὲ τῆς διαβολῆς οἱ κωμικοὶ, καὶ μάλιστα Εὔπολις ἐν Πόλεσι. γυναῖκα δὲ εἶχεν Ἰσοδίκην. Καλλίας δὲ, ὁ υἱὸς αὐτοῦ, κατέβαλλεν ὑπὲρ αὐτοῦ πεντήκοντα τάλαντα· κατέβαλε δὲ ἐπὶ τὸ πρὸς γάμον λαβεῖν τὴν Ἐλπινίκην. ἐξοστρακισθεὶς δὲ κατῆλθε, καὶ στρατηγήσας ἐνίκησεν ἐπʼ Εὐρυμέδοντι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τέθνηκε δὲ τὸ Κήτιον τῆς Κύπρου πολιορκῶν. Ἔφορος δὲ ἐν τῇ πρώτῃ φησὶν ἐκτῖσαι αὐτὸν τὰ πεντήκοντα τάλαντα, γήμαντα γυναῖκα πλουσίαν. υἱοὺς δὲ ἔσχεν ἓξ, ὧν τοὺς μὲν τρεῖς ἀπὸ ἐθνῶν, ὧν προυξένισεν, ὠνόμασε, Λακεδαιμόνιον, Ἠλεῖον, Θετταλὸν, τοὺς δὲ τρεῖς ἀπὸ ὀνομάτων τῆς συγγενείας, Μιλτιάδην, Κίμωνα καὶ Πεισιάνακτα.

ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος ῥητορικῶς τὴν ἀρχὴν ἐποιήσατο, ἐκ προοιμίου αὔξων τὰ τοῦ Κίμωνος. ἔστι δὲ τὸ σχῆμα κατʼ ἦθος. ῥητορικῶς τὸ χωρίον εἰργάσατο. ἐκ προοιμίου δὲ αὔξει τὰ Κίμωνος. ἔστι δὲ τὸ σχῆμα κατὰ ἦθος. τοιοῦτος, οἷον ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὐτῷ ἐπειδὴ ὁ Κίμων ἐδόκει εὐήθης εἶναι, ὡς καὶ αὐτὸς Ἀριστείδης ὁμολογεῖ. ἐν εὐχῆς οὖν μέρει τὴν ὑπόνοιαν ἀπολύεται. οὐ παρέλκεται δὲ τὸ μὴ, ἀλλʼ ἔθος τὸ ἀπεύχεσθαι συντάττεσθαι.

ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι ἐκ τοῦ ἐναντίου καθάπτεται τοῦ Πλάτωνος, καὶ χάριν αὐτῷ φησιν, οὐ μέμψιν, ἔχειν. ἐδόκει γὰρ μᾶλλον στρατηγὸς ὁ Κίμων, ἀλλʼ οὐ ῥήτωρ.

νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου διπλοῦν τὸν ἔπαινον ἐργάζεται Κίμωνος. δεινῶς δὲ ὁ Ἀριστείδης οὐκ ἔχων εἰπεῖν περὶ Κίμωνος πλεῖστα ἐγκώμια, περιστέλλει τὴν ἀπορίαν τῷ σχήματι τοῦ προοιμίου, οὐκ ἔχων μὲν εἰπεῖν, παραιτούμενος δὲ διὰ τὴν αἰδῶ τὴν πρὸς Πλάτωνα.

ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας αὔξει διὰ τῆς παραβολῆς τὸν Κίμωνα. ὅτι δυνάμενος νικῆσαι τὸν Πλάτωνα, παραιτοῦμαι διὰ τιμήν. εἶτα παρέλκον. εἶτα ὑφιέμην ὑπὸ δειλίας τὸ εἶτα παρέλκεται. ὑφιέμην δὲ ἀντὶ τοῦ ὑπειχόμην καὶ ἐπεῖχον ἐμαυτόν. εἰπὼν δὲ τὸ ἐξ οὐρίας ἐπήγαγε τὸ ὑφιέμην, ἀπὸ μεταφορᾶς τῶν χαλώντων τὰ ἱστία. ὑφιέμην οὖν ἀντὶ τοῦ ἐπεῖχον. κυρίως δὲ ἡ λέξις ἐπὶ πιπτόντων κεῖται.

φειδοῖ τοῦ προειληφότος ἀντὶ τοῦ προλαβόντος. τὸ δὲ προλαβεῖν λέγεται καὶ ἐπὶ τοῦ τόπου καὶ ἐπὶ χρόνου· ἐπὶ μὲν οὖν τῆς παραβολῆς τὸ προειληφότος ἔλαβεν ἐπὶ τόπου, ἐπὶ δὲ Πλάτωνος ἐπὶ χρόνου. περιστέλλει δὲ τὴν ἀπορίαν τῷ σχήματι τοῦ προοιμίου, ὡς ἔχων μὲν εἰπεῖν, αἰδούμενος δέ. μηδὲν ἀπηχὲς τὸ ἀπηχὲς εἴρηται ἐκ μεταφορᾶς τῶν μελῶν. ἔστι δὲ τὸ ὑβριστικόν. ἡ λέξις κατὰ μεταφορὰν εἴρηται ἀπὸ τῶν μελῶν. δηλοῖ δὲ τὸ ὑβριστικὸν, καὶ ἔξω τοῦ καλοῦ, καὶ τραχύτερον εἰς ἀκοὴν, καὶ οἷον τοῦ ῥυθμοῦ καὶ μέλους καὶ τοῦ τεταγμένου παρηλλαγμένον καὶ ἐκπεπτωκότος. Δείναρχος μέμνηται τῆς λέξεως ἐν τῷ πρὸς Κηφισοκλέα. ἀπηχὲς οὖν ἀντὶ τοῦ ἄμουσον καὶ ἄφθογγον.

τυχεῖν εἰπὼν ἡ μετοχὴ ἀντὶ ἀπαρεμφάτου. ἀντὶ ἀπαρεμφάτου μετοχὴν εἶπεν. τὸ δὲ τυχεῖν συνταττόμενον κεῖται καλῶς. μηδʼ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν πλέον δοκεῖ αἰσχύνεσθαι Πλάτωνα τῆς ἀπολογίας τῶν ἀνδρῶν.

οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον φιλοσοφίας γὰρ αὐτῷ μετῆν οὐκ ὀλίγης, ὡς ἐν τῷ τέλει φησὶ τῆς κοινῆς ἀπολογίας.

προέσται τὸ δίκαιον ἀμφοτέροις τῷ Πλάτωνι καὶ τοῖς στρατηγοῖς· ἐκείνους γὰρ εἰς ἓν ἔθηκε μέρος.

τῶν κομψῶν πανούργων. κομψοὺς ἐκάλουν τοὺς στωμύλους καὶ εὐτραπέλους, καὶ κολακευτικοὺς, καὶ δραστηρίους ἐκ τούτου.

οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μέχρι γὰρ τεσσαράκοντα ἐτῶν διετέλεσεν ἐπιτροπευόμενος, διὰ τὸ εὔηθες καὶ ἀτελὲς τῶν τρόπων. τοὺς γὰρ φραγμοὺς ὑπανεώγνυ τοῖς βουλομένοις ὀπωρίζεσθαι τῶν αὐτοῦ, καὶ τὴν οἰκίαν τοῖς ἀριστοῦσιν αἱρεῖσθαι. ἔδοξε δὲ ὁ Ἀριστείδης ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, ὀνομάζων εὐήθη. ἀλλὰ Δημοσθένους τὸ ἐπιχείρημα· τὸ γὰρ ἧττον ὁμολογῶν τὸ μεῖζον ἀπολύεται. Δημοσθενικῶς ἐπιχειρεῖ λέγων τὸ ἔλαττον ἀτύχημα, τὴν εὐήθειαν, ἵνα ἐντεῦθεν τὸ μεῖζον κρύψῃ τὴν προσοῦσαν τοῖς ῥήτορσι κολακείαν καὶ κομψότητα· ἐπειδὴ γὰρ τοὺς μὲν φραγμοὺς τῶν ἀγρῶν ὑπανεώγνυ τοῖς βουλομένοις ὀπωρίζεσθαι, τὴν δὲ οἰκίαν τοῖς ἀριστεῖσθαι αἱρουμένοις, μέσως τεσσαράκοντα ἐτῶν διετέλεσεν ἐπιτροπευόμενος, διὰ τὸ εὔηθες καὶ ἀφελὲς τῶν τρόπων.

ἀρχαῖον ἀντὶ τοῦ ἀφελῆ. Δημοσθενικὴ δὲ ἡ λέξις. εἴρηται δὲ ἐν Φιλιππικοῖς «Νῦν δὲ ἀρχαιότροπα ὑμῶν τὰ ἐπιτηδεύματα»· καὶ πάλιν «Οὕτως ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς.» λέγει δὲ ὅτι οὕτως ἐνόμιζον μωρὸν καὶ μᾶλλον ἀφελῆ· τοὺς γὰρ ἀφελεῖς καὶ ἔξω τῆς πολλῆς καὶ ἀκριβοῦς τῶν πραγμάτων πείρας ἀρχαίους ἐκάλουν.

λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ τὴν σύνεσιν ἐμφαίνει τοῦ ῥήτορος καὶ τὴν φρόνησιν. διὰ δὲ τοῦ εἰπεῖν δεινὸς ἀνὴρ τὸ ἀνδρεῖον ἐμφαίνει.

τοιοῦτος, οἷος μὴ μόνον παρʼ Ἀθηναίοις—ἐφεξῆς ἂν εἴη λέγειν κατὰ τὸ ἀληθὲς ἐλακώνιζεν ὁ Κίμων, ὥστε καὶ τὸν υἱὸν αὐτοῦ προσαγορεῦσαι Λακεδαίμονα, ὡς Θουκυδίδης ἐν τῇ πρώτῃ «Λακεδαίμων τε ὁ Κίμωνος.» ὁ δὲ Ἀριστείδης ἐκάλυψεν αὐτὸ εἰπὼν ὅτι διʼ ἀρετὴν, ἣν εἶχεν, οὐ μόνον παρʼ Ἀθηναίοις, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις ἐθαυμάζετο. Λακεδαιμονίοις δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διὰ τὸ χαίρειν αὐτοῖς Πλάτωνα· πανταχοῦ γὰρ μετὰ τὴν αὐτοῦ τὴν πολιτείαν ἐπαινεῖ Λακεδαιμονίων.

ἃ δʼ ἐστὶν ὡσπερεὶ κεφάλαια—ταῦτʼ εἰρήσεται πάλιν ὡς ἔχων μὲν πολλὰ εἰπεῖν, τὰ δὲ κεφαλαιωδέστερα ἐπιλεξάμενος.

εἰ μὲν γὰρ ἅπαντα ταῦθʼ ἡμῖν σημείωσαι· ὡς ἀναγκαῖα καὶ ὡραῖα ταῦτα. εἰ μὲν γὰρ ἅπαντα ταῦθʼ ἡμῖν ἐστι διακονία εἰς ἄτοπον ἀπάγει τὸν λόγον, οὐχ ὅτι τοῦτο ἔλεγε Πλάτων, ὅτι ταῦτα διακονία τυγχάνει, ἀλλʼ ὡς τοῦτο αὐτὸ κατασκευάζοντος τῷ λέγειν, διάκονος Κίμων. ὅρα δὲ πῶς τὰ καθόλου τῆς πολιτείας πλεονεκτήματα ἴδια ποιεῖται τοῦ Κίμωνος, οὐχ ὅτι πάντα εἶχεν ὁ Κίμων, ἀλλʼ ἀπὸ τῶν καθολικῶν κατασκευάζει τὸ μερικόν. λῆμμα δὲ τὸ ὅτι διακονία ταῦτά ἐστιν. ἐκ τούτων κατασκευάζει τὸ ἄτοπον, διὰ τῶν ἐναντίων, ὅτι ἡ πολιτεία διακονία ἐστίν. εἰς ἄτοπον ἐπάγει τὸν λόγον, οὐχ ὅτι τοῦτο ἔλεγε Πλάτων, ὅτι ταῦτα διακονία, ἀλλʼ ὡς τοῦτο αὐτὸ κατασκευάζοντος, τῷ λέγειν περὶ τῶν τεσσάρων τούτων ὅτι διάκονοι ἦσαν.

ἐπέτειον ἐν ἑνὶ ἔτει. τὴν ἐνιαύσιον. καὶ Δημοσθένης «Ὁ δὲ νόμος ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα.» προβουλεῦσαι καὶ τοῦτο ἀξίωμα καὶ ἐν τῇ βουλῆ καὶ ἐν τῷ δήμῳ.

καὶ ἔτι γʼ εἰ βούλει πρότερον οἰκίας ἄρχοντα ἐπὶ τὸ ἀπορώτερον ἐξάγει τὸν λόγον. μέρη δὲ τῆς φιλοσοφίας, ἠθικὸν, οἰκονομικὸν καὶ πολιτικόν· πρῶτον οὖν τοῦ οἰκονομικοῦ τὸ ἠθικόν. μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν τοῦτο τὸ ἀπαρέμφατον οὐκ ἔστι πρὸς τὴν ἐπανάληψιν, ἀλλʼ αὕτη μέν ἐστι διὰ μέσου, τοῦτο δὲ πρὸς τὰ ὄπισθεν αὐτῆς ἀπαρέμφατα ἀποδίδοται. τὸ τοῦ κωμῳδοποιοῦ—δοῦλος ὁ δεσπότης ὁ γὰρ κωμικὸς σχετλιάζων τοῦτο εἰσάγει, ὅ τε Ἀριστοφάνης καὶ ὁ Μένανδρος.

εἰ ταῦθʼ οὕτως, ὥσπερ ἔφην, ἔχει ἐπανάληψις. τὸ σχῆμα ἐπανάληψις. διὰ δὲ τὸ μῆχος τῆς ἀποδόσεως τῇ ἐπαναλήψει ἐχρήσατο.

κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι εἰ γὰρ τὴν ἀρχὴν δουλείαν λέγομεν, τί κωλύει καὶ τὴν δουλείαν ἡμᾶς ἀρχὴν εἰπεῖν; ὄντων γὰρ ἐναντίων τῶν πραγμάτων, ἐναντία καὶ τὰ ὀνόματα. τὰ ἐναντία διὰ τῶν ἐναντίων ὁρίζεται· ἀκολουθεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐπιχειρήματι.

κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις περιστρέφεται· ὥσπερ ἐγένετο ἡ ἀρχὴ δουλεία, οὕτως ἀντιστρεφόμενος καὶ γίνεται ἡ δουλεία, ἣν λέγεις, ἀρχή. θέσις δὲ ἡ τῶν ὀνομάτων κλῆσις.

τῶν ἐναντίων πραγμάτων—τοῦ πράγματος τὸ πραγμάτων εἶπε διʼ ἄμφω ταῦτα, τήν τε δειλίαν καὶ τὴν ἀρχήν· τὸ δὲ πράγματος, ἐπειδὴ ἓν ἕκαστον τούτων τοτὲ μὲν ἀρχὴ, τοτὲ δὲ δουλεία, ὡς ἔδειξεν, ἀποκαθίσταται. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἀκολούθως ἀποδέδωκε πρὸς τὸ πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ.

τούτων περιῃρημένων τοῦτο ἐπήγαγεν, ὡς ἤδη ἀποδειχθέντος τοῦ πράγματος. εἰ γὰρ μὴ προστησόμεθα ἡ ἀπόδοσις πρὸς τὸ ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται.

οἰκέται ἐνταῦθα οὐ λέγει δούλους, — ἀνόητον γὰρ τοῖς μεγάλοις οὕτω τάξαι τοὺς οἰκέτας — ἀλλʼ ὡς Ξενοφῶν, τοὺς οἰκείους οὕτως ἐκάλεσεν.

ἀλλʼ οὕτω τὸ οὕτω ἢ παρέλκεται, ἢ ὡς βούλεται Πλάτων. καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι ἀντὶ τοῦ κρεμάμεθα. πῶς γὰρ δυνατὸν ἐν μέσῳ τοῦ ἀέρος καθέζεσθαι;

πῦρ ἀμαθύνει καῖον φθείρει.

τῶν ἀψύχων ὡς βαρύτερον ὂν τῶν ἀψύχων, ἔθηκε τὸ ζῶντα μὴ κινεῖσθαι. ὧδε δὲ ἡ ἀπόδοσις τοῦ εἰ γὰρ μὴ προστησόμεθα.

τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς ἐνταῦθα δείκνυσιν αὐτῷ περιπίπτοντα τὸν Πλάτωνα καὶ μαχόμενον. αὐτὸς ἡμῖν τοὺς διακόνους μιμῇ ἠθικὸς πάλιν ὁ λόγος. μιμεῖται δὲ πάλιν τῷ λόγῳ τὸν Πλάτωνα.

λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν ἐπειδὴ σκληρόν τι καὶ λυποῦν ὁ νόμος, διαφέρει τυραννικῆς ἐξουσίας εἰς τὸ ἀναγκάσαι πεισθῆναι τοῖς νόμοις. πάλιν δείκνυσι τὸν Πλάτωνα μαχόμενον ἑαυτῷ, εἴ γε διαβάλλει τὴν τυραννίδα. ἐπαινεῖ δὲ αὐτὴν εἰς νόμων θέσιν· ὁ γὰρ νόμος σκληρὸς καὶ λυπηρός. χρείαν οὖν φησι τυραννίδος εἰς τὸ ἀναγκάσαι πεισθῆναι τοῖς νόμοις. τυραννίδα τὴν βασιλείαν ἐνταῦθα καταχρηστικῶς λέγει· διότι γὰρ ὁ νόμος σκληρὸς, δεῖται τυραννίδος, εἰς τὸ ἀναγκάσαι πεισθῆναι αὐτῷ. εἰς νόμων θέσιν ἤγουν νομοθεσίαν.

τὸ πολυύμνητον δὴ τοῦτο τὸ ἐξάκουστον. δηλοῖ δὲ ὅτι καὶ Πλάτων τοῦτο ἐποίησε.

δύναμις πολιτικὴ ἀντὶ τοῦ δυναστεία· τὸ δὲ πολιτικὴν ὡς πρὸς ἀντιδιαστολὴν εἶπε τῆς τυραννίδος.

ἐν γὰρ αὐτοῖς, οἷς πολιτεύῃ καὶ νομοθετεῖς πάλιν εἰς τὴν Πολιτείαν αἰνίττεται καὶ τοὺς Νόμους, οὓς συνεγράψατο. ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες πάλιν μαχόμενον αὐτῷ τὸν Πλάτωνα δείκνυσι.

τιμὰς ἢ τὰς ταφὰς λέγει καὶ τοὺς ἐπιταφίους λόγους, ἢ τὰς χοὰς, ἢ ὅτι τοῖς παισὶ παρεχώρουν τὰς τῶν πατέρων τιμάς.

εὐθηνοῖ ἀντὶ τοῦ εὐτυχοίη· εὐθηνίαν γὰρ καλοῦμεν καὶ οἱ παλαιοὶ τὴν εὐπραγίαν.

κινδυνεύσειν ἅπαντα κίνδυνον δηλοῖ τὸν πόλεμον. τὰ δὲ πάντα τοῦ μαχομένου εἰσίν.

οὐδʼ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέψεσθαι πρῶτον βαρβάροις Κᾶρες ἐμισθοφόρησαν, παρὰ δὲ Ἕλλησιν Ἀρκάδες.

ὀλίγου καὶ ταῦτα μισθοῦ γένος μισθωτὸν πρὸς πολέμους εἰς θάνατον ἐπιτήδειον. καὶ ταῦτα τοῦ ἐναντίου· ὁ μὲν γὰρ ἐπαινεῖ τὸν μισθὸν, ὁ δὲ ἔλαβεν ἐπὶ ἀδικίαν καὶ ὕβριν τῶν φυλάκων. φιλοτιμίαν δὲ ἔοικε τὸ κέρδος καλεῖν, ὅτι καὶ πρὸ ὀλίγου μισθὸν εἶπεν. ἀεὶ δὲ κατʼ ἐξοχὴν φιλοτιμίαν τὴν εὐδοξίαν καλοῦσι.

οὐκ ἄχρηστος ἡ σπουδὴ, οὐδʼ ἀνελεύθερος οὐκ ἄχρηστος, ἀντὶ τοῦ οὐκ ἀνωφελής. οὐκ ἄχρηστος δὲ, πρὸς αὐτοὺς τοὺς φύλακας.

κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει τὸ καὶ μισθὸν λαμβάνειν, καὶ ὀλίγον καὶ παρʼ ὧν ἔχειν τάξιν. ἔοικε δὲ αὐτοὺς τοὺς φύλακας αἰνίττεσθαι μάρτυρας παρεῖναι τῷ Κίμωνι.

ἐκ τούτων ἐκ τῶν εἰρημένων περὶ τῶν φυλάκων.

ὡς ἐλευθεριώτατα τὰ ἐναντία τῷ διακόνῳ καὶ τῇ ἡδονῇ.

σχεδὸν ὥσπερ σοι τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης καθάπτεται λεληθότως τοῦ φιλοσόφου, ὅτι αὐτὸς μὲν ἐν λόγοις φιλοσοφεῖ, Κίμων δὲ μετὰ τοῦ κινδύνου. τὸ δίκαιον ἐτήρησε, καὶ ἀκινδύνως εἰπὼν δοκεῖ μὲν ἐπαινεῖν, ἀκίνδυνον δὲ καλῶν καὶ ἀσφαλῆ διαβάλλει λεληθότως. ἀκινδύνου λέγει, ἢ ὡς καλὴν, ἢ ὡς γραφεῖσαν μόνην, καὶ οὐκ εἰς ἔργον προχωρήσασαν, ἢ πολιτείας λέγει τὴν τοῦ Πλάτωνος διαγωγήν.

ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν ἀντὶ τοῦ τῶν ἄκρων. ὅρων δὲ λέγει, ἀντὶ τοῦ ἀποδείξεων, ἢ κανόνων.

ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοποννήσῳ ταραχῆς οὐ φαύλης, οὐδὲ μικρᾶς τινος αὔξει πανταχόθεν τὸν Κίμωνα, ἀπὸ τῆς Πελοποννήσου, ἀπὸ τοῦ καιροῦ, ἀπὸ τῆς ταραχῆς, ἀπὸ τοῦ σεισμοῦ.

ὥστε καὶ Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν, τῶν Εἱλώτων ἐπαναστάντων εἰς πᾶν ἐλθεῖν, ἀντὶ τοῦ περὶ παντὸς κινδυνεῦσαι· λέγει δὲ βίου. λείπει δὲ κινδύνου. τὴν δὲ ἱστορίαν ἔχεις παρὰ Θουκυδίδην ἐν τῇ πρώτῃ, ὅτι Εἵλωτες εἰς Ἰθώμην ἀπέστησαν.

ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων αὐτὸς ἐξηγήσατο τὸ θεώρημα τοῦτο, ὁπλίτας εἰπών· καὶ γὰρ ὁ Πλάτων εἶπεν ὅτι εὐψυχότεροί εἰσιν οἱ ὁπλῖται· τὰ δὲ ναυτικὰ διαβάλλει.

ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῦτο παρʼ ἱστορίαν· ἀπελθὼν γὰρ ὑπωπτεύθη, καὶ ἄπρακτος ἐπανῆκεν οἴκαδε.

κατέστησε δὲ ἐν καταστάσει ἐποίησεν. ἔστι δὲ ἡ λέξις ἐπὶ γαλήνης.

συμμάχους συμμάχους τοὺς Λακεδαιμονίους καλεῖ, ἐπειδὴ σὺν αὐτοῖς ἐπολέμησε τῷ Πέρσῃ. οἱονεὶ τοὺς πεζομάχους. λέγει δὲ Λακεδαιμονίους. συμμάχους δὲ εἶπεν αὐτοὺς, ἐπειδὴ σὺν αὐτοῖς ἐπολέμησαν τῷ Πέρσῃ. πρὸς δὲ τοὺς βαρβάρους ὅρα πῶς συγκριτικῶς παραβάλλει αὐτὸν καὶ πρὸς τὸν Θεμιστοκλέα καὶ πρὸς τὸν πατέρα.

οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους, οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ καλῶς εἶπεν ἐν τῇ ὑπερορίᾳ τὰ γὰρ Θεμιστοκλέους μείζονα ἦν, ἀλλʼ ἐν τῇ Ἀττικῇ γενόμενα. καλῶς ἡ παρατήρησις καὶ προσθήκη τῆς ὑπερορίας· τὰ γὰρ—γενόμενα.

τῆς ἀνδρίας ἅμα καὶ τῆς ὑποθέσεως ἀνδρείαν μέν φησι τὸ ἐν τῷ κινδύνῳ μετὰ λογισμοῦ θράσος, ὑπόθεσιν δὲ τὴν αἰτίαν τοῦ πολέμου, καὶ οἷον ἀρχὴν καὶ πρόφασιν. ἢ ὑπόθεσιν καλεῖ τὴν αἰτίαν, σημαίνων τὸ δίκαιον· οὐ γὰρ ἀρκεῖ πρὸς ἔπαινον ἡ ἀνδρεία, ἐὰν μὴ προσῇ καὶ τὸ δίκαιον.

ὑπʼ ἐκείνων τῶν βαρβάρων. λέγει δὲ ὅτι ὑπὲρ τῶν θεῶν αὐτοὺς ἐτιμωρεῖτο.

οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν ὁ γὰρ δειλὸς σωθεὶς τῇ φυγῇ χάριν ὁμολογεῖ τοῖς θεοῖς τῆς σωτηρίας, ὥσπερ καὶ τούτου παρʼ ἐλπίδα τετυχηκώς.

ἀλλʼ, ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες, καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο διαφόρως κατασκευάζει τοῦ πολέμου τὸ δίκαιον· καὶ ὅτι ἀμυνόμενος ὁ Κίμων ἐπεξῆλθε· καὶ ὅτι πᾶσα τέχνη ἐπαινεῖ τὸ πραχθέν. Ὅμηρος «Ἄνδρες ἐπαμύνασθαι, ὅτι τις πρότερος χαλεπήνῃ.» Σόλων· τὸν ἄγοντα βίᾳ τἀμὰ, εὐθὺς ἀμυνόμενος κτεῖναι, ἢ ὡς πένητα γνῶναι. παροιμία, τὸν ξύοντα ἀντιξύειν. Δημοσθένης· «Ἀμύνασθαι τὸν εἰς ὑμᾶς ὑπάρξοντα.» καὶ ἐγὼ δὲ οὐκ αὐτὸς ἄρχων, ἀλλʼ ἀμυνόμενος.

πρὸς τοῦτʼ ἦγεν αὐτοὺς ὅρα πάλιν πῶς ἄρχοντα αὐτὸν δείκνυσι τῶν Ἀθηναίων, οὐκ ἀρχόμενον παρʼ αὐτῶν.

οὐχ ὡς ἄν τις τὸ ἥδιστον θαυμασίως εἶπε, πρὸς τὰ ἐγκλήματα τοῦ Πλάτωνος ἀπαντῶν, ὅτι οὐ τοῦ ἡδέος γίνονται οἱ ῥήτορες. οὐ γὰρ ἦν, φησὶν, ἡδὺς ὁ πόλεμος, ὃν ᾑροῦντο ποιεῖν· ἀεὶ γὰρ ὁ Πλάτων διαβάλλει τοὺς τὴν ἡδονὴν διώκοντας. ἀλλʼ ὡς ἄν τις τὸ δικαιότατον λέγων δύο κεφαλαίοις διαιρεῖ τὸν λόγον, δικαίῳ καὶ συμφέροντι. εἰπὼν οὖν τὸ δίκαιον εὐθέως ἐπάγει τὸ συμφέρον. ἰστέον δὲ ὅτι τὸ μὲν δίκαιον ἀπὸ τῶν παρῳχημένων δεῖ γίνεσθαι, τὸ δὲ συμφέρον ἀπὸ μελλόντων. δυσὶ κεφαλαίοις χρῆται, δικαίῳ καὶ συμφέροντι· εἰπὼν οὖν τὸ δίκαιον εὐθέως ἐπάγει τὸ συμφέρον. ἰστέον δὲ ὅτι τὸ δίκαιον μὲν ἀπὸ τῶν παρῳχημένων, τὸ δὲ συμφέρον ἀπὸ τῶν μελλόντων δείκνυται. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀντιπῖπτον λύει· ἀλλʼ οὐδὲν, φησὶν, ἔβλαψε τὴν Ἑλλάδα. ὁ δὲ λέγει· ἀλλὰ τῆς γνώμης αὐτοὺς καὶ τῆς βουλήσεως ἠμύνατο.

μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ ἢ μηκέτι ἐπελθεῖν τῇ Ἑλλάδι, ἢ μηκέτι ὑπήκοον ἔχειν αὐτήν.

εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον τοῦτο πάλιν πρὸς τὸν Πλάτωνα ἀποτείνεται, λέγοντα ὅτι δεῖ τοὺς πολεμίους ἐπιόντας μόνον ἀμύνασθαι, ἀλλʼ οὐκ ἐπὶ τὴν πολεμίαν τοὺς πολεμιστὰς ἐξάγειν.

καὶ οἷστισι προσμίξειεν αὐτῶν ἀντιπῖπτον λύει· ἀλλὰ τοὺς ἄλλους ἔφευγεν. ὁ δὲ ἐπήγαγε· καὶ ὅστις προσμίξαιεν αὐτῷ. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν, ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν ηὔξησε πλέον τῷ καιρῷ, μιᾶς ἡμέρας δύο τρόπαια διηγούμενος. πεζομαχίαν δὲ εἴρηκε διὰ τὸ θαυμάζειν τοσοῦτον τὸν Πλάτωνα.

ὥστε τοῖς προτέροις ἔργοις συγκρίνει τὰ γενόμενα παρὰ Κίμωνος ἐν τῇ ἀλλοδαπῇ πρὸς τὰ γενόμενα ἐν τῇ Ἑλλάδι παρὰ Θεμιστοκλέους.

ὅμως τις ὕμνησεν αὐτῶν τὸν Σιμωνίδην λέγει· τὸ δὲ ὕμνησεν εἶπεν, ὡς τολμηρόν τι ποιήσεται. ὡς τολμηρόν τι ποιήσαντα. λέγει δὲ τὸν Σιμωνίδην. τοῦ δὲ οὐ πάντα καλῶς ἡ προσθήκη· οὐ γὰρ πάσας εἶχε τὰς πράξεις ὁ Εὐρυμέδων τοῦ Κίμωνος.

ἐξ οὗ τʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε, καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει ἐξ οὗ μακροῦ διεχώρισεν ἡ θάλασσα τήν τε Εὐρώπην καὶ Ἀσίαν, καὶ ὁ Ἄρης ἀκολουθεῖ ταῖς πόλεσι.

καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν ὁ Σιμωνίδης.

ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος ἐκινδυνεύετο οὕτως μὲν καλεῖται ὁ τόπος ὁ μεταξὺ Θετταλίας καὶ τοῦ Πηνειοῦ. νοεῖται δὲ ὅτι καὶ ἐν ἀνάγκαις· ὅθεν καὶ παροιμία ἐπὶ τῶν κινδύνων, ἐν πύλαις ἡ μάχη.

τὰ μέν γε ἐν αὐταῖς πύλαις λεληθότως Λακεδαιμονίων καθάπτεται· τριακόσιοι γὰρ ἐξ αὐτῶν ἀπέθανον ἐν Πύλαις. σημαίνει τοὺς τριακοσίους, τοὺς Λακεδαιμονίων τοὺς ἀποθανόντας ἐν Πύλαις. λεληθότως δὲ τῶν Λακεδαιμονίων καθάπτεται.

οἱ δʼ εἰς πύλας ἀπαντήσαντες οὐδὲν πλέον εὐκαίρως, ἐπειδὴ τῶν πεζομαχούντων Λακεδαιμονίων ἐπαινέτης ὁ Πλάτων.

διὰ ταῦτα, φησὶ ὁ ποιητὴς δηλονότι, μιμεῖται τὸ σχῆμα τοῦ λόγου τοῦ Σιμωνίδου, ὡς ἐκεῖνος ἡμῖν διαλεγόμενος.

οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύλαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως πάλιν πρὸς Πλάτωνα ἡ ἀπότασις.

τῷ φόβῳ τοὺς Ἕλληνας τὸ σχῆμα ἐλλειπτικόν. ἔστι δὲ Δημοσθενικόν· φησὶ γὰρ ἐκεῖνος «Τεθνᾶσι τῷ δέει τοὺς ἀποστόλους» ἀντὶ τοῦ τῶν ἀποστόλων· τῷ φόβῳ τοὺς Ἕλληνας ἀντὶ τοῦ τῶν Ἑλλήνων. ἐξ οὗ καὶ Δημοσθένης «Τεθνᾶσι τῷ δέει τοὺς ἀποστόλους» ἀντὶ τοῦ τῶν ἀποστόλων.

τῆς κάτω χώρας τῆς παραθαλασσίας, ἤγουν τῆς Ἰωνίας. τῆς παραθαλασσίας. λέγει δὲ τὴν Ἰωνίαν.

ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακεδαιμόνιοι τὴν εἰρήνην λέγει τὴν ἐπὶ Ἀνταλκίδου λεγομένην, ὥστε τοὺς οἰκοῦντας τὴν Ἀσίαν Ἕλληνας δούλους εἶναι τοῦ βασιλέως.

οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη ἐμπειρία ἐστὶν ἡ μετὰ πλήθους χρόνου ἀπὸ τῶν πραγμάτων εἴδησις· ἕξις δὲ μόνιμος, καθʼ ἣν ἔχομεν πρὸς τὰ πάθη ἢ εὖ, ἢ κακῶς. ὥς φησιν Ἀριστοτέλης

τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε τοὺς Ἕλληνας ὅσον, φησὶν, ηὔξησε, τοσοῦτο πλέον ἐφύλαξε. λέγων δὲ καὶ πράττων ἀντὶ τοῦ συμβουλεύων καὶ πολεμῶν.

ἆρʼ οὖν ταῦτα ἂν οὕτω κατείργαστο τὸ σχῆμα ἐλεγκτικόν· πάλιν γὰρ ἐπάνεισιν εἰς τὸ κατηγορούμενον· καὶ κολακείας γὰρ κατηγοροῦντο.

εἰς ὅσον ἐξῆν καλὸν τὸ εἰς ὅσον· δημοκρατία γὰρ ἦν, καὶ οὐκ ἐν αὐτῷ μόνῳ τὰ τῆς ἀρχῆς. τὸ δὲ ἦγε πάλιν ὡς ἐπὶ διδασκάλου, ἀντὶ τοῦ ἐπαίδευεν.

οὐκ ἀσελγαίνοντας, οὐδʼ ὑβρίζοντας αὐτοὺς ἀσελγεῖς ἐκάλουν οἱ παλαιοὶ τοὺς ἑτοίμως ἔχοντας πρὸς ἅπασαν ἡδονήν· Σέλγοι γὰρ ἔθνος εἰσὶ σωφρονέστατον, ἀπὸ τῆς Σέλγης καλουμένης χώρας. ἔστι δὲ πόλις Παμφυλίας. ἀσελγεῖς οὖν ἐντεῦθεν οἱ μὴ σώφρονες. ἔστι δὲ ἡ λέξις καὶ ἐν τῷ κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ αὐτοῦ νῦν τὴν ἀσέλγειαν καὶ τὴν ὕβριν ἔλαβεν.

ὡς οἷόν τι μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας ὡς οἷόν τε εἰπεῖν· ὅτι μέλλει ἐν τῇ κοινῇ ἀπολογίᾳ λέγειν ὅτι ἐστασίασαν Ἀθηναῖοι. κατὰ κοινοῦ δὲ τὸ ὡς οἷόν τε. ὅ φησιν Ὅμηρος, αἰδουμένους κρατεῖν ἂν τῶν πολεμίων οἶμαι ἀλλήλους αἰδεῖσθαι κατὰ κρατερὰς ὑσμίνας. ὡς ἔνδοξον διέλαβε τοῦ ποιητοῦ τὸ πρόσωπον. φησὶ γὰρ «Ἀλλήλους αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.»

χρησίμους εἶναι κἀκείνῳ ὡς στρατηγῷ δηλονότι, αὐτοῖς δὲ, διότι ἐσώζοντο. κἀκείνῳ ὡς στρατηγῷ. σφίσιν αὐτοῖς διότι ἐσώζοντο.

τὸν τέκτονα τὸν τέκτονα νῦν καλεῖ τὸν οἰκοδόμον, ποιητικῶς ἀπὸ τοῦ τεκταίνειν πεποιημένου τοῦ ὀνόματος. τούτοις δὲ ὁ Πλάτων κέχρηται.

καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος ἐκλήθη λέγεις ὀρθῶς ἀνάγει ἐπὶ μεῖζον τὸ παράδειγμα, παρὰ Πλάτωνος δεξάμενος τὴν ἀρχὴν τοῦ λόγου· τοῦτο γὰρ αὐτὸς ἐν τῷ Γοργίᾳ εἶπε.

Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο Θεόπομπος ἐν τῷ δεκάτῳ τῶν Φιλιππικῶν περὶ Κίμωνος· οὐδέπω δὲ πέντε ἐτῶν παρεληλυθότων, πολέμου συμβάντος πρὸς Λακεδαιμονίους ὁ δῆμος μετεπέμψατο τὸν Κίμωνα, νομίζων διὰ τὴν προξενίαν ταχίστην ἂν αὐτὸν εἰρήνην ποιήσασθαι. ὁ δὲ παραγενόμενος τῇ πόλει τὸν πόλεμον κατέλυσε. τὸ γιγνόμενον δὲ ἀντὶ τοῦ ἁρμόττον· μέρος γὰρ τοῦ παντὸς αἱ Ἀθῆναι. μέρος οὖν τοῦ κόσμου παρελάβοντο αὐταῖς ἀποχρῶν. τοῦ παντὸς δὲ, τουτέστι τοῦ κόσμου. μιμητὴν δὲ αὐτὸν λέγει τοῦ κόσμου γενόμενον.

κἀν ταῖς στρατείαις τοὺς ἑπομένους τοῦτο προσέθηκεν, ἵνα μὴ μόνον φιλοσοφοῦντα δείξῃ αὐτὸν ἐν πόλει, ἀλλὰ κἂν ὡς κινδύνοις ἀριστεύοντα. τὸ γὰρ ἐν πόλει μόνον εἶναι λαμπρὸν ἀκίνδυνόν ἐστιν ἀρετῇ. ἀλλʼ ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν ὁ μὲν Πλάτων τὴν ἀντίθεσιν ἐπὶ διαβολῆς ἐδέξατο τοῦ Κίμωνος. ἔχει δὲ ἦθος νῦν ὁ λόγος ἐγκωμίου· οὐ γὰρ ἦν ἔγκλημα ἐξοστρακισμὸς, ὡς ἔγνωμεν ἐν τῇ πεντηκονταετίᾳ Θουκυδίδου περὶ Θεμιστοκλέους, ἀλλὰ διὰ φόβον τῆς γνώμης γινόμενος καὶ τοῦ φρονήματος τῶν ἀνδρῶν. φησὶ δὲ ὁ αὐτὸς συγγραφεὺς, καὶ διὰ κακίαν ἐξοστρακίζεσθαι. λέγει δὲ ἐν τῇ ὀγδόῃ, περὶ Ὑπερβόλου ἡμῖν διηγούμενος.

καὶ πάλιν γε κατήγαγον ἔλυσε τὴν ἀντίθεσιν τῇ μετανοίᾳ· ἀντιτίθησι γὰρ τῇ φυγῇ τὴν κάθοδον.

ἃ μὲν οὐ δικαίως κατεψηφίσαντο, κατʼ ἀμφοτέρων λέγεις οὐ κατηγορῶν Ἀθηναίων καὶ Κίμωνος τὸν ἐξοστρακισμὸν ὁ Πλάτων ἔφησεν, ἀλλʼ ἐπʼ ὀνείδει μόνον τοῦ Κίμωνος· σοφίζεται δὲ ὁ ῥήτωρ διὰ τὴν ὕστερον Ἀθηναίων μετάνοιαν, ἵνα δείξῃ καὶ ἀμφοτέρων καθαπτόμενον Πλάτωνα. ἃ δʼ ὀρθῶς ἐβουλεύσαντο ἡ μετάνοια ὁμολογίαν ἔχει τοῦ ἁμαρτήματος.

τοῖς μὲν προαχθεῖσι ἀντὶ τοῦ ἀναγκασθεῖσι δίχα βουλῆς καταψηφίσασθαι.

σὺ δὲ, ὥσπερ τι κύριον ἐν τῇ κοινῇ ἀπολογίᾳ πλατύτερον περὶ τῆς καθόδου ἐρεῖ· ἡ γὰρ κοινὴ ἀπολογία λόγον ἀγῶνος ἐπέχει.

ἀλλʼ ὃ μὲν ἦν χαλεπώτερον πανταχοῦ τὴν βασκανίαν σημαίνει τοῦ Πλάτωνος.

ὃ πάντων ἀτοπώτατόν ἐστι τὸ καταψηφίσασθαι φυγὴν αὐτοῦ. κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων κατηγορῶν Ἀθηναίων ὁ Πλάτων ἀγρίους αὐτοὺς ἐκάλεσε. ῥητορικὸν δέ ἐστι τὸ σόφισμα· ὁ γὰρ Πλάτων αὐτό φησι πεποιηκέναι αὐτούς. καὶ τό γε κάλλιον οἷον ἤλπιστο καταδουλοῦσθαι ὑπʼ αὐτοῦ. κατὰ ἦθος δέ· οὐδὲ γὰρ καλόν φησι. οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα, ἅ τις ἂν χαίρων τῷ Κίμωνι οὐκ ἐνεκάλεσε γὰρ διότι κατήγαγον αὐτὸν, ἀλλʼ ὅτι τῶν ἀρχῶν ἐξωστράκισαν.

τὴν αἰτίαν ἐφʼ αὑτοὺς μετέθεσαν τῇ ἀφέσει τῆς φυγῆς.

οὐκ ἴσον τι νομίζεις εἶναι θέλει εἰπεῖν ὅτι καὶ μεῖζον. βιαίως δὲ ἐπεχείρησε κάλλιον εἶναι βιαζόμενος.

τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δήπου τύχης γὰρ ἔργον ἐστί. λέγει δὲ τὸ ἐκβληθέντα κατελθεῖν.

κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι προεῖπε γὰρ καὶ τοῖς τυχοῦσι. λέγει δὲ πάλιν τὸ ἐκβληθῆναι.

καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτο φανείη ἤλπιστο γὰρ καταδουλοῦσθαι ὑπʼ αὐτοῦ.

οὐδέν ἐσθʼ ἕτερον, πλὴν τῆς ἀρετῆς, αἰτιᾶσθαι ἐπίτασιν ἔχει τὸ λεχθέν· ὥσπερ γὰρ ἱκέτας αὐτοῦ ἔδειξε τοὺς Ἀθηναίους. ἐπὶ καλοῦ δὲ νῦν καὶ τὸ τῆς αἰτίας ὄνομα.

σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν ἀντὶ τοῦ ἑαυτῶν· διὰ τῆς μετανοίας· αὐτῶν γὰρ δηλοῖ τούτων κατηγορίαν.

ὥστʼ εἰ μὲν αὐτὸν ἐφʼ ἑαυτοῦ δεῖ σκοπεῖν διλήμματον τὸ σχῆμα.

ὃ δὲ, πολλῶν καὶ μεγάλων ὄντων εἰς τοὺς ἀγῶνας τηρεῖ τὴν τελείαν ἀπολογίαν. μέλλει γὰρ εἰπεῖν ἐκεῖ ὅτι οἱ ἄλλοι οὔτε ἐξεβλήθησαν οὔτε κατήχθησαν.

σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων καὶ τοῦτο θεραπεία· μόνον γὰρ αὐτὸν λέγει μὴ συνεμπίπτειν τοῖς ἄλλοις.

ἀντέχει τῷ λόγῳ τούτῳ τῷ λέγοντι τοὺς παῖδας τῶν ἀγαθῶν ἀνδρῶν φαύλους ἀποβαίνειν. καὶ οὐ συναγωνίζεται ἀντὶ τοῦ μάχεται. λόγος δὲ τῇ παροιμίᾳ, ἀνδρῶν ἡρώων τέκνα πήματα.

ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πάλιν μετὰ κολάσεως εἶπε. ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν οὕτω Δημοσθένης φησὶ, τῶν ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη φαύλους ἀποβαίνειν τοὺς υἱεῖς. ἀλλὰ καὶ παροιμία, ἀνδρῶν ἡρώων τέκνα πήματα.

ὀλίγου τινὸς ἀντὶ τοῦ οὐδαμῶς. παρὰ τὸ ποιητικόν· παῦροι γάρ τε παῖδες ὁμοίιοι πατρὶ πέλονται. υἱὸς ὢν Μιλτιάδου ηὔξησε τὸν Μιλτιάδην, ἵνα πλέον ἐκ τούτου τὸν Κίμωνα. κληρονομῶν τοσούτου κινδύνου, τῆς ἐκείνου δόξης παραδόξως εἶπεν, οὐ χρημάτων κληρονομεῖν, ἀλλὰ κινδύνων. κίνδυνος γὰρ οὐ μικρὸς διάδοχόν τινα τῆς πατρῴας ἀρετῆς γεγενῆσθαι.

τῆς ἐκείνου δόξης τοῦτο εἶπε διὰ τὴν πατρῴαν ἀρετήν· τοσούτου γὰρ κινδύνου, φησὶ, κληρονομοῦσιν οἱ καλῶν πατέρων παῖδες γενόμενοι, ὅτι τοῖς ἐξ ἀγαθῶν γενομένοις ἀνάγκη πρὸς τὴν δόξαν ἁμιλλᾶσθαι· τῶν πατέρων, ὡς μὴ ἐκείνων ἥττους φανῆναι.

ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς ἰχνῶν, ἀντὶ τοῦ βημάτων. ἔστι δὲ ἀπὸ μεταφορᾶς τῶν θηρευτικῶν κυνῶν. τὸ δὲ εἴχετο ἀντὶ τοῦ ἀντελάβετο.

ΜΙΛΤΙΑΔΗΣ. Ὑπόθεσις.Ἡρόδοτος ἐν τῇ ἕκτῃ ἱκανῶς ἐξείργασται τὰ περὶ τὸν Μιλτιάδην, καὶ τὸν θεῖον αὐτοῦ, Μιλτιάδην τὸν Κυψέλλου τὸν πρῶτον ἄρξαντα Χερροννήσῳ, λέγων ὅτι Μιλτιάδης, ὁ στρατηγήσας ἐν Μαραθῶνι, Κίμωνος μὲν ἦν υἱὸς τοῦ Τισαγόρα, δέκατος δὲ ᾕρητο στρατηγὸς Καλλίμαχος, ὃς κατὰ νόμον ἰσόψηφος ἦν ἑκάστῳ τῶν στρατηγῶν. ἐδόκει δὲ τοῖς μὲν τῶν στρατηγῶν μὴ συμβάλλειν, τοῖς δὲ μάχεσθαι, ἐν οἷς ἦν καὶ Μιλτιάδης. ὡς δὲ προέλαβε τὸν πολέμαρχον, ἐνίκα τῇ γνώμῃ· παρεδίδοσαν μὲν γὰρ αὐτῷ τὴν ἐξουσίαν οἱ πρὸ αὐτοῦ πρυτανευόμενοι στρατηγοὶ καθέκαστον, αὐτὸς δὲ οὐ συνέβαλλεν, ἕως ἐπʼ αὐτὸν ἧκεν ἡ πρυτανεία τῆς ἡμέρας· καὶ τότε συμβαλὼν ἐνίκησεν, ἐπὶ ἄρχοντος Φαινίππου Ἀθήνησιν, ὑφʼ οὗ ἐψηφίσαντο Ἀθηναῖοι γραφῆναι τὴν Πεισιανακτείαν στοὰν, ἥτις ὕστερον ἐκλήθη Ποικίλη. κατηγορηθεὶς δὲ ὑπὸ Ἀλκμαιωνίδων, ὅτι Νάξον, ἢ Πάρον, — ἄμφω γὰρ λέγεται — δυνηθεὶς ἑλεῖν, κατεχομένην ὑπὸ Περσῶν, οὐκ ἐβουλήθη, ἐκινδύνευσε μὲν ἀποθανεῖν, τεσσαράκοντα δὲ τάλαντα ἐζημιώθη, ἃ ἐξέτισε Κίμων. τέθνηκε δὲ μετὰ δύο ἔτη τῆς μάχης, ὡς οἱ πλείους ψηφίζονται ἐν τῷ δεσμωτηρίῳ.

περιήκει δʼ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην δεινῶς εἶπε τὸ περιήκει ὡς ἐπὶ κύκλου τινός. ἀμέλει ἐπιφέρει τὸ περιήκει. ποῦ χοροῦ τάξομεν. ἔστιν οὖν ἡ λέξις τροπική. ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν, ἢ ψέγων ὑπὲρ γὰρ ἔπαινον ἔχει τὴν ἀρετήν. διό φησι, καὶ αἰσχύνομαι ἐπαινέσαι. παραδόξως ἐπεχείρησεν· οὐδὲ γὰρ ὅτι ψέγειν εἶχεν, οὕτως εἶπεν, ἀλλʼ ὅτι μὴ κατʼ ἀξίαν ἐπαινεῖν αὐτὸν, ἴσον ἀποφαίνων τὸ ψέγειν τὸ μὴ δύνασθαι κατʼ ἀξίαν ἐπαινεῖν. μᾶλλον δὲ πλέον

οὕτω μοι δοκῶ πάντʼ ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι αὐτὸς ἐξηγήσατο τὸ ἄτοπον τοῦ νοήματος· οὐ γὰρ ἔχω, φησὶν, ἐπαινεῖν, ὡς βούλομαι.

εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου ὡς εὐχόμενός ἐστιν ἀνάστασιν εὑρεῖν τὸν Πλάτωνα, ἵνα ἔχῃ πρὸς αὐτὸν ἀντιλέγειν. δόξειε δʼ ἂν ἀνόητον εἶναι τὸ λεγόμενον. εἰ ἀξιώσει, φησὶ, κατηγορεῖν. τί οὐ κατηγόρησε; καὶ τί ἀντιλέγεις; ἢ ἀπολογεῖται, δοκοῦσι δὲ ἀγνοεῖν τὸ ὄνομα τῆς κατηγορίας οἱ διαβάλλοντες. ἤδη γὰρ ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξεν ὅτι κατηγορία ἐγκλήματα ἔχει· ὁ δὲ Πλάτων οὐκ ἐγκλήματα εἶπε κατʼ αὐτῶν, ἀλλὰ διαβολάς. λεληθότως δὲ κωμῳδεῖ πάλιν τὸν Πλάτωνα. διὰ τούτου δὲ δηλοῖ ὅτι οὐδὲ τότε κατηγόρησεν ἂν αὐτοῦ, εἰ μὴ διὰ τὴν πρὸς Καλλικλέα φιλονεικίαν. τοῦ βελτίονος ἀντὶ τοῦ καλοῦ καὶ εὐδοξίαν φέροντος. συγκριτικὸν δέ ἐστιν ἀντὶ ἁπλοῦ.

Μιλτιάδην δέ φησι τὸν ἐν Μαραθῶνι δεινῶς πάλιν εἴρηκε τοῦτο. ὃ γὰρ Πλάτων κατὰ ἦθος διασύρων εἶπεν, οὗτος εἰς ἔπαινον περιστρέφει· ὁ γὰρ Πλάτων οὕτως εἴρηκεν ἐν τῷ Γοργίᾳ· Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο. καὶ εἰ μὴ διαπρυτανεύων, ἐνέπεσεν ἄν.

τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς, ἢ μέμψεως θρῆνον ἐκάλεσεν αὐτοῦ τὴν μέμψιν· ὡσανεὶ ἔλεγε· τοῦτό ἐστι τὸ ῥῆμα θρηνοῦντος, ὅτι ἀπέθανεν.

ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν πλέων ὁ Σιμωνίδης προσέσχε τινὶ τόπῳ, καὶ λείψανον εὑρὼν κοσμήσας ἔθαψε. καὶ κοιμηθέντι παρέστη τοῦ λειψάνου τὸ εἴδωλον, συμβουλεῦον μὴ πλεῖν. ὁ δὲ ἀναστὰς τοῖς ναύταις ἀνεκοινοῦτο. οἱ δὲ μὴ πεισθέντες ἀνήγοντο, αὐτὸς δὲ κατέμεινεν ἐκεῖσε. χειμῶνι δὲ χρησάμενοι ναυαγίῳ περιέπεσον. καὶ ἐπὶ τούτῳ τιμᾷ Σιμωνίδης αὐτὸν ἐπιγράμματι «Οὗτος ὁ Κίου Σιμωνίδεω ἐστὶ σαωτὴρ, ὃς καὶ τεθνηὼς ζῶντι παρέσχε χάριν.»

μετέχει τοῦ καταλόγου ἀντιπῖπτον λύει· καίτοι οὖν ἀπολογῇ. ὁ δὲ φησὶ, μετέχει τοῦ καταλόγου τῆς διαβολῆς. τὸ δὲ περιέστηκε σημαίνει τὸ εἰς τοὐναντίον συνέβη, ἢ ἀντὶ τοῦ συνηρίθμηται τοῖς κόλαξι. περιέστηκεν αὐτῷ ἀντὶ τοῦ εἰς τοὐναντίον συνέβη, ἢ συνηρίθμηται τοῖς κόλαξι. τὸ τῶν Πλαταιέων πάθος. τὸ τῶν Πλαταιέων τῶν ὑπʼ αὐτοῦ τότε κοσμηθέντων αἰνίττεται τὴν Μαραθῶνα· τότε γὰρ μόνοι οἱ Πλαταιεῖς ἀπήντησαν εἰς τὴν μάχην. τὸ δὲ κοσμηθέντων σημαίνει τὸ ὁπλισθέντων, ἢ στρατηγηθέντων. καὶ Ὅμηρος «Ἀτὰρ ἐπεὶ κόσμηθεν.» λέγει δὲ τὸ περὶ Πλαταιέων γενόμενον ἐρώτημα παρὰ Λακεδαιμονίων ἐν τρίτῃ Θουκυδίδου ἀνακόλουθον. δικασταὶ γὰρ ὄντες αὐτῶν ὡς κατήγοροι ἐβούλοντο αὐτοὺς ἀνελεῖν. ἠρώτων δὲ οἱ καθήμενοι πέντε δικασταὶ, τί τοὺς Ἕλληνας εὖ πεποιήκασι. πρὸς ὃ οἱ Πλαταιεῖς ἀπελογήσαντο, μηδενὸς κατηγοροῦντος αὐτῶν. αἰνίττεται τὴν ἐν Μαραθῶνι μάχην· τότε γὰρ μόνοι οἱ Πλαταιεῖς ἀπήντησαν εἰς τὴν μάχην. διὰ δὲ τοῦ εἰπεῖν τῶν ὑπʼ αὐτοῦ τότε κοσμηθέντων ἐμφαίνει ὅτι οὐκ ἂν ἄλλως ἐνίκων, μὴ παρόντος αὐτοῦ. λέγει δὲ νῦν τὸ περὶ Πλαταιέων γενόμενον ἐρώτημα παρὰ Λακεδαιμονίων ἐν τρίτῳ Θουκυδίδης ἀνακόλουθον. δικασταὶ ὄντες αὐτῶν, ὡς κατήγοροι ἐβούλοντο αὐτοὺς ἀνελεῖν. ἠρώτων δὲ οἱ καθήμενοι δικασταὶ, τί τοὺς Ἕλληνας εὖ πεποιήκασι. πρὸς ὃ οἱ Πλαταιεῖς ἔφησαν· οὐδεὶς τῶν Ἑλλήνων κατηγόρηκεν ἡμῶν διʼ οὐδεμίαν αἰτίαν πώποτε, δεικνύοντες ἐντεῦθεν τὴν σφετέραν αὐτῶν ἀρετήν. οἰκείως δὲ ἔχει τὸ τῶν Πλαταιέων παράδειγμα· ὡς γὰρ ἐκεῖνοι ἀνέγκλητοι ὄντες ὑπὲρ ἑαυτῶν ἠγωνίζοντο, οὕτω καὶ οὗτοι. κατηγορίας γὰρ οὐδεμιᾶς αὐτοῦ προειρημένης ἐνταῦθα καλῶς ἡμῖν τὸ ζητούμενον, ὅτι κατηγορίαν ὀνομάζει τὰ ἐγκλήματα.

ἐξ ἀνάγκης τρόπον τινὰ ἀγωνίζεται ἐπειδήπερ οὐ Μιλτιάδης ὑπὲρ αὐτοῦ, ἀλλʼ ὁ ῥήτωρ νῦν ἀγωνίζεται. ἔστι δὲ τρόπον τινὰ ἐκείνου ἀπολογία, ἣν ὑπὲρ αὐτοῦ ὁ ῥήτωρ ποιεῖται· ἃ γὰρ ἂν ἐκεῖνος ὑπὲρ ἑαυτοῦ, ταῦθʼ ὁ ῥήτωρ ὑπὲρ ἐκείνου προβάλλεται. διὰ τοῦτο εἶπε τρόπον τινὰ ἀγωνίζεται.

ἐν τοῖς διακόνοις αὐτοῦ πάλιν ψιλὴν ἐμφαίνει τὴν διαβολὴν, ὅτι διάκονον ἁπλῶς ὠνόμασε. φαίη τις ἂν τῶν δικανικῶν ἀνδρῶν καλῶς τὸ τὶς, ἵνα μὴ δοκῇ ἀπὸ τοῦ ἰδίου προσώπου λέγειν. ἀνύειν, οὖν, ᾧ βούλεται, καὶ τιμᾷ τὸν Πλάτωνα.

τάς τε δίκας καὶ τὰς γραφὰς δίκη καλεῖται κοινῇ μὲν τὸ περί τινος δικάζεσθαι, ἰδίᾳ δὲ ἐπὶ τῶν ἰδιωτικῶν συμβολαίων· γραφὴ δὲ κυρίως μὲν ἡ ἐπὶ τῶν νόμων κατηγορία, καὶ ἡ εἰς δικαστήριον κλῆσις. γραφὰς οὖν εἶπε πάλιν, ὡς ἐπὶ ἀδικημάτων. ὁ δὲ Πλάτων διαβολὰς πεποίηται, οὐ κατηγορίαν. οὐχ ἁπλῶς δὲ εἶπε τὴν βλάβην, ἀλλὰ καὶ τὸ εἶδος αὐτῆς. δίκη ἡ περὶ ἰδιωτικῶν πραγμάτων κρίσις, γραφὴ δὲ ἡ περὶ δημοσίων.

ὃν τῶν ἄλλων διαφερόντως ἠξίωσας τιμῆσαι παραδόξως τιμὴν ἐκάλεσε τὸ φανερὰ ποιῆσαι δῆθεν τὰ ἐγκλήματα· ἐπὶ γὰρ καλοῦ τὸ τῆς τιμῆς ὄνομα λέλεκται. τὰς αἰτίας τῶν διαβολῶν.

πλείστας ἁπάντων ἀναθεὶς τὸ πλῆθος ἐμφαίνει τῶν διαβολῶν καὶ τῶν αἰτιῶν διὰ τῆς λέξεως. ἀργοὺς γὰρ, φησὶν, ἐποίησεν αὐτοὺς, καὶ λάλους, καὶ φιλαργύρους.

ἐποίει τοιούτους οἷον λάλους, ἢ φιλαργύρους, ἢ τὰ ἄλλα, ἅπερ εἶπεν ὁ Πλάτων.

τοῖς παρʼ ἡμῶν ἐπαίνοις.

τὸν ἐν Μαραθῶνι ἀγωνισάμενον. τοῦ χοροῦ τάξομεν ἐν ποίᾳ τάξει τοῦ χοροῦ. ποῦ χοροῦ τάξομεν ἐκ μεταφορᾶς τῶν Διονυσιακῶν χορῶν εἴρηται. ὅτε γὰρ εἰσῄεσαν οἱ χοροὶ, πλαγίως βαδίζοντες ἐποιοῦντο τοὺς ὕμνους, καὶ εἶχον τοὺς θεατὰς ἐν ἀριστερᾷ αὐτῶν, καὶ οἱ πρῶτοι τοῦ χοροῦ ἀριστερὸν ἐπεῖχον. ἐπεὶ οὖν εἶπε ποῦ χοροῦ, ἐπήνεγκε καὶ πρὸ τοῦ θεάτρου, εἶτα ἐπειδὴ ἐν μὲν χοροῖς τὸ εὐώνυμον τιμιώτερον, ἐν δὲ πολέμοις τὸ δεξιὸν, ἐπιφέρει πλήν γε οὐκ ἀριστεροτάτης. μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως· ἄμφω γὰρ ἔχει ῥήτωρ χρηστὸς καὶ στρατηγὸς ἄριστος. τάξιν τίνα κατά.

τὴν πρὸ τοῦ θεάτρου ἐν τῇ κρείττονι τάξει. δύο εἰσὶν ἀνδριάντες ἐν τῷ Ἀθήνησι θεάτρῳ, ὁ μὲν ἐκ δεξιῶν Θεμιστοκλέους, ὁ δʼ ἐξ εὐωνύμων Μιλτιάδου, πλησίον δὲ αὐτῶν ἑκατέρου Πέρσης αἰχμάλωτος. τινὲς μὲν οὖν φασιν ὅτι δύο ἀνδριάντες ἦσαν ἐν τῷ θεάτρῳ, εἷς μὲν Μιλτιάδου, ἕτερος δὲ Θεμιστοκλέους, καὶ λέγουσιν ὅτι Μιλτιάδου ἐξ ἀριστερῶν, ὁ δὲ τοῦ Θεμιστοκλέους ἐκ δεξιῶν. ἄμεινον οὖν ἡμᾶς ἐξεργάσασθαι ὅτι ὁ χορὸς, ὅτε εἰσῄει ἐν τῇ ὀρχήστρᾳ, ἥ ἐστι θυμέλη, ἐξ ἀριστερῶν αὐτῆς εἰσήρχετο, ἵνα εὑρεθῇ ἐκ δεξιῶν τοῦ ἄρχοντος. τοὺς οὖν καλοὺς τῶν χορευτῶν ἔταττον εἰσιόντες ἐν τοῖς ἑαυτῶν ἀριστεροῖς, ἵνα εὑρεθῶσι πρὸς τὸν δῆμον ὁρῶντες. φησὶν οὖν οὕτως· τάξομεν τὸν Μιλτιάδην πρὸς τῷ θεάτρῳ, ὅ ἐστιν ἀριστερόν. εἶτα ἐπειδὴ τὸ ἀριστερὸν ἐν πολέμῳ οὐκ ἔστι χρηστὸν, ἀλλὰ τὸ δεξιὸν κάλλιον καὶ ἔντιμον νενόμισται, καὶ ἀνδρείας ἐστὶ τεκμήριον, φησὶν ὅτι ἐν τῷ πολέμῳ οὐκ ἀριστεροτάτης ἦν ὁ Μιλτιάδης, ἀλλὰ τοῦ δεξιοῦ κέρως ἡγεῖτο τοῖς Ἕλλησι. δύο δὲ προειπὼν τὸ ποῦ χοροῦ τάξομεν, ἢ τάξιν τινὰ, τὸ μὲν ὡς ἐν χορῷ, τὸ δὲ ὡς ἐν παρατάξει ἔλαβε· καὶ ἐκεῖ μὲν αὐτὸν ἀριστεροτάτην φησὶν, ἥτις τάξις ἀριστοῦ χορευτοῦ, ἐν δὲ τῇ παρατάξει δεξιοτάτην· αὕτη γὰρ τῶν ἡγεμόνων ἡ τάξις. πλήν γʼ ὅσον οὐκ ἀριστεροτάτης ἀνὴρ μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως τοῦτο εἶπεν, ἐπειδὴ γὰρ ἀριστερὰν, ὡς ἔφαμεν, τάξιν ἀπείληφεν ἐν τῷ θεάτρῳ. φησὶ γοῦν ὅτι τούτου μὲν ἐν τῷ θεάτρῳ δικαίως ἔτυχεν, ἄξιος δὲ οὐκ ἀριστεροτάτης ὁ ἀνὴρ τετάχθαι, τῆς δεξιᾶς ἐν τοῖς Ἕλλησι μετασχὼν τάξεως. πλήν γʼ ὅσον ἔνιοι φασὶν ὅτι οὐ μᾶλλον ἀριστεροτάτης ἐν τῷ θεάτρῳ Μιλτιάδης ἐστί.

εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθʼ ἕκαστον ἐξ ἀρχῆς ἰδική ἐστι λέξις τοῦ Πλάτωνος. εἴρηται δὲ ἐπὶ τοῦ ἀνακάμπτειν πολλάκις, τὸ αὐτὸ ἐρωτῶντα πολλάκις καὶ ἀναστρέφειν. καὶ Πλάτων δὲ τὸ αὐτὸ λέγει ῥῆμα πολλάκις.

ἐκ νέων εὐθὺς καλῶς τὸ ἐκ νέων, ἵνα δείξῃ αὐτὸν ἀεὶ γενναῖον, καὶ οὐ σχεδιάσαντα τὰ κατὰ Μαραθῶνα.

μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως ἀντὶ τοῦ συμμέτρου καὶ καλῆς. ἀσφαλῶς δὲ προσέθηκε τὸ ἀληθοῦς, ἵνα μὴ δόξῃ ἐγκωμίου χάριν εἰρηκέναι.

παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις ἔπη λέγονται καὶ ἀνάπαιστοι καὶ ἴαμβοι, παρὰ τὸ ἕπεσθαι ἀλλήλοις. τοῦτο δὲ εἶπεν, ὡς καὶ τοῦ Μιλτιάδου τὴν σωφροσύνην διδάσκοντος καὶ τὴν δικαιοσύνην. τοῖς ἔπεσι τοῦ Ἀριστοφάνους. λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο ταῦτα Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις φησὶν, ὡς ἀπὸ προσώπου τοῦ δικαίου λόγου, ἅπερ νῦν ὁ Ἀριστείδης προσέθηκε τῷ προσώπῳ τοῦ Μιλτιάδου, ὡς ἁρμόδια ὄντα αὐτῷ. τὴν ἀρχαίαν δὲ λέγει, τουτέστι τὴν ἀναστροφήν. ἀρχαίαν δὲ εἶπεν, ἵνα διαβάλῃ τὴν νεωτέραν.

πρῶτον μὲν ἔδει παιδὸς φωνὴν ταῦτα πάντα εἰς τοῦ Πλάτωνος τὴν Πολιτείαν αἰνίττεται. εἶτα βαδίζειν ἐν ταῖς ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ τρεῖς ἐμάνθανον θέσεις, κιθαρίζειν, καὶ νεῖν, καὶ γράμματα. ὕστερον δὲ ἀπʼ αὐτῶν κιθαρίζειν εἰς παιδοτρίβου ἐβάδιζον.

τοὺς κωμήτας ὡς γὰρ ἴσμεν, πολλαχοῦ κατὰ δήμους καὶ χώρας ἔκειτο ἡ Ἀττική.

ὡς οὐ τὸ παναρμόνιον τὸ παναρμόνιον, τὸ μαλακὸν καὶ ἡδὺ καὶ ἐκ πολλῶν χορδῶν συγκείμενον. ἦσαν δὲ τρία μέλη, Λύδιον, Φρύγιον, Δώριον. ἐκ τούτου δὲ ποικίλον ἐμφαίνει. ἐξηγεῖται δὲ αὐτὸς, λέγων τὸ μὴ πρὸς ἡδονὴν, ἀλλὰ ἢ Παλλάδα περσέπτολιν. εἶδος δὲ τοῦτο ᾄσματος καὶ ἀρχή. τὸν δὲ ποιητὴν αὐτοῦ Ῥοῦφος καὶ Διονύσιος ἱστοροῦσιν ἐν τῇ Μουσικῇ Φρύνιχόν τινα, ἄλλοι δέ φασι Λαμπροκλέα, ἢ Στησίχορον. τὸ δὲ δεινὰν Παλλάδα γελοίως ἀντίκειται. τὸ γὰρ ᾆσμα οὕτως ἔχει· Παλλάδα περσέπτολιν κλεισοπολεμαδόκον, ἁγνὰν παῖδα Διὸς μεγάλου, δαμνοπῶλον, ἄϊστον παρθένον. τὸ δὲ τηλέπορον ἢ τὸ πόρρωθεν ποριζόμενον, ἢ τὸ πόρρωθεν ἀκουόμενον. ὡς οὐ τὸ παναρμόνιον τὸ μαλακὸν καὶ τὸ ἡδὺ, τὸ ἐκ πολλῶν χορδῶν συγκείμενον. ἦσαν γὰρ μέλη τρία, τὸ Λύδιον, τὸ Φρύγιον, καὶ τὸ Δώριον. ἐκ τούτου δὲ τὸ ποικίλον ἐμφαίνει. ἐξηγεῖται δὲ αὐτὸς, λέγων τὸ μὴ πρὸς ἡδονήν.

ἀλλὰ ἢ Παλλάδα περσέπτολιν δεινὰν ταῦτα Ἀριστοφάνους ἐν αὐταῖς κείμενα ταῖς Νεφέλαις. εἶδος δὲ τοῦτο ᾄσματος καὶ ἀρχή. τὸν δὲ ποιητὴν αὐτοῦ Ῥοῦφος καὶ Διονύσιος ἱστοροῦσιν ἐν τῇ Μουσικῇ Φρύνιχόν τινα, ἄλλοι δέ φασι Λαμπροκλέα, ἢ Στησίχορον. τὸ δὲ δεινὸν γελοίως ἀντίκειται. τὸ γὰρ ᾆσμα οὕτως ἔχει, Παλλάδα περσέπτολιν κλεισοπολεμοδόκον, ἁγνὴν παῖδα Διὸς μεγάλα δαμνηπῶλον ἄϊστον παρθένον. τηλέπορόν τι βόαμα ἢ τὸ πόρρωθεν ἀκουόμενον, ἢ τὸ πόρρωθεν ποριζόμενον.

εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτο βωμολοχεύσαιτο, ἀντὶ τοῦ κακουργήσειε, καὶ παρὰ τὸν βωμὸν ἐνεδρεύσειε. παρίσταντο γάρ τινες τοῖς βωμοῖς, καὶ εἴ γέ τι τοῦ θύματος ἐξέπιπτεν, ἥρπαζον καὶ κατήσθιον. ἢ ὅτι ἐν ταῖς τριόδοις οἱ τῆς Ἑκάτης ἵσταντο βωμοὶ, καὶ δραπετεύοντες οἱ νέοι τὰς διατριβὰς ἐνήδρευον ἐκεῖ. ἢ κάμψειέ τινα καμπὴν τὰ μέλη δηλοῖ τὰ κεκλασμένα καὶ ἔκλυτα καὶ ἀποίητα πρὸς πόλεμον. καμπὴν οὖν λέγει μέλος τὸ κεκλασμένον. οὐ μὴν δῆλον ὡς πρὸς πόλεμον ἐχρῶντο τοῖς μέλεσιν. ὡς εἰ ἔλεγεν· εἰ δέ τις ἐν τῷ λέγειν παρὰ μέλος τι φθέγξοιτο. τὰ μέλη δηλοῖ τὰ κεκλασμένα καὶ ἔκλυτα. ἔστι δὲ ὅμοιον, ὥσπερ ἂν εἰ ἔλεγε παρὰ μέλος ᾖδεν.

καὶ τὰ ἄλλα δὴ καθʼ ἕκαστον πρὸς τὸν ἄδικον λόγον ὁ δίκαιος λόγος. ὁ δὲ Ἀριστείδης εἰς Πλάτωνα αἰνίττεται τῷ εἰπεῖν τῶν δυσχερῶν ὄντων.

ἀλλʼ οὖν τάδʼ ἔνεστιν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡ ἐμὴ παίδευσις ἔθρεψε οὐδὲν σοφιστικώτερον τοῦ νοήματος, ὡς προμαντευομένου τοῦ κωμικοῦ Μιλτιάδου τὴν στρατηγίαν τοιαῦτα· ὁ Μιλτιάδης οὗτός ἐστιν ὁ δίκαιος λόγος. ἔστι δὲ τὰ ἰαμβεῖα ἐκ τοῦ αὐτοῦ δράματος. ὁ δὲ ῥήτωρ Μαραθωνομάχους εἰπόντος ἴσχυσεν ἁρμόσαι τοὺς λόγους εἰς Μιλτιάδην, ὡς αὐτοῦ κατὰ Μαραθῶνα ἀνύσαντος. πρεσβύτερος δὲ ὁ Μιλτιάδης τοῦ κωμικοῦ.

οὔτε ἄλλως φαῦλα ἀντὶ τοῦ οὐδὲ αὐτὰ καθʼ ἑαυτὰ εὐτελῆ.

προστάτῃ κατʼ ἐκείνους τοὺς χρόνους ὄντι καλῶς πάλιν προστάτην εἶπεν αὐτὸν, οὐ διάκονον, ὡς ὁ κατήγορος ἔλεξε. ταῦτα δὲ πάντα οὐχ ἁπλῶς, ἀλλὰ βαθέως ἐλέχθη. ἀντιπίπτοντα γὰρ ἀναιροῦσιν, ἵνα μὴ εἴποι, ἀλλʼ ἐκ τύχης αὐτῷ γέγονε τὰ κατορθώματα. δεικνὺς οὖν ὅτι ἐκ πολλῶν ἦσαν τὸ ἀνδρεῖον μελετήσαντες.

τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις τουτέστι καὶ πρὸ τοῦ καιροῦ τοῦ ἀγῶνος καὶ πρὸ τῆς μάχης.

οὐ γὰρ ἐνῆν ἀπὸ κοινοῦ τὸ προσῆκον. τοῦτο δὲ εἶπεν, ἵνα μὴ δοκῇ τὸ τρόπαιον ἐκ τύχης. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν—ἐν τοῖς ὅλοις ἠγμένους ἐπειδὴ ὁ Πλάτων ἔλεγεν ὅτι κακῶς ἐτράφησαν ὑπὸ Μιλτιάδου, λέγει ὅτι, εἰ κακῶς ἦσαν ἀνατραφέντες, οὐκ ἂν ἐν ἡμέρᾳ μιᾷ ἐγένοντο ἀγαθοί. πάνυ δὲ δεινῶς δείκνυσιν αὐτὸν καὶ ῥήτορα καὶ στρατηγὸν, ἀνηγμένους λέγων.

ἔδει καὶ τροφῇ χρηστῇ, καὶ λόγοις ἐπιεικέσι, καὶ ἔθεσι μετρίοις καὶ δόξαις ταῖς βελτίσταις πόρρωθεν κατειλῆφθαι τουτέστιν ἐννοίαις καὶ ταῖς γνώμαις, καὶ τῷ νομίζειν αὐτοὺς εἶναι πολεμεῖν καὶ ἀγωνίζεσθαι καὶ μηδὲν νομίζειν καλοῦ καὶ τοῦ δικαίου κρεῖττον εἶναι.

οὔκουν Δολόπων γε οὐδεὶς ἐπʼ ἐκείνην τὴν ἡμέραν ἀπήντησεν Δόλοπες ἦν ἔθνος Θρᾳκικὸν, οἵτινες συνείποντο Δάτι καὶ Ἀρταφέρνει, ἡνίκα ἦλθον ἐπὶ Ἐρέτριαν καὶ Ἀθήνας, ἡνίκα ἐμαχέσαντο μετὰ Μιλτιάδου ἐν Μαραθῶνι. λοιδορεῖ δὲ αὐτοὺς ὁ ῥήτωρ, ἢ ὅτι προδόται ἐφάνησαν κατὰ τῶν Ἑλλήνων, στρατεύσαντες μετὰ τῶν βαρβάρων, ἢ ὅτι κακῶς ἦσαν ἠγμένοι καὶ ἐσκευασμένοι εἰς τὸν πόλεμον. θαυμασίως ὁ ῥήτωρ ἐκ τοῦ ἐναντίου προσώπου τὸ ἐπιχείρημα ἔλαβεν. οἱ γὰρ Δόλοπες ὡς προδόται διαβάλλονται, ἢ ὅτι κακῶς ἦσαν ἠγμένοι. τοῦτο δὲ παρὰ Δημοσθένους ὠφέληται· ἐν γὰρ τῷ περὶ στεφάνου εἶπε, πότερον ἐν τῇ Δολόπων τάξει καὶ Θετταλῶν συγκατακτᾶσθαι.

οὐ τοίνυν οὐδʼ ὁ τοῦ τῶν πολεμίων στρατοπέδου κύριος καὶ ἡγεμὼν Δάτις ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι· ἀλλʼ οἱ Δόλοπες οὐκ ἀπήντησαν διὰ τὸ ἀσθενές. λέγει οὖν ὅτι οὐδὲ τῶν ἀντιπάλων κύριος ἐτόλμησεν. οὐχ ὡς μόνον δὲ ὄντα σατράπην τὸν Δάτιν εἶπεν· οἵδε γὰρ καὶ Ἀριστείδης ὅτι δύο ἦσαν σατράπαι τοῦ βασιλέως, ὅ τε Δάτις καὶ Ἠνταφέρνης· ἀλλʼ ἐπειδὴ τὸν Δάτιν κύριον οἶδε πάντων τῶν πραγμάτων, διὰ τοῦτο αὐτὸν μόνον ὀνομάζει.

τοὺς ὑφʼ αὑτῷ τοσούτους ὄντας τὸ στρατόπεδον δηλοῖ. καίτοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στέρεσθαι τῆς κεφαλῆς τοῦτο προσέθηκεν, ἵνα μὴ εἴπῃ τις· ἀλλὰ κατεφρόνησε· προηπείλει γὰρ αὐτῷ θάνατον ὁ βασιλεὺς ἀμελήσαντι.

εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἀγάγοι ἐπὶ τούτους γὰρ μόνους ἔδοξεν ἐκπέμπειν τὴν στρατιὰν, τῷ ἀληθεῖ ἐπὶ πάντας ἐκπέμπων. ἐντολαὶ δὲ πρόσκαιροι ἀντὶ τοῦ νεαροὶ καὶ πρόσφατοι.

πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι τοῦτο καὶ Πλάτων ἐν τοῖς Νόμοις λέγει, ὅτι φόβος τῶν νόμων ὠφέλησεν αὐτούς.

χείροσι κυρίως φαύλοις καὶ δειλοῖς. ἐπεὶ ναύτας γε οὐκ ἂν ἐξαίφνης οὕτως αὐτοὺς ἐποίησεν εἴποι ἄν τις· τί δήποτε ναύτας ὠνόμασε, πεζομαχίας οὔσης, οὐ ναυμαχίας; φαμὲν οὖν ὅτι καθʼ ὑπόθεσιν ἔλαβε τὸ νόημα. ἐπιφέρει γοῦν, εἰ καὶ ναύτας ἔδει γενέσθαι. ὁμοίως δὲ πάλιν καθʼ ὑπόθεσιν ἐπήγαγε τὸ μουσικούς. τί μουσικῆς ἦν χρεία πρὸς μάχην;

οὐδὲ εἰ σφόδρα ἔδει ναύτας ἐκείνην τὴν ἡμέραν εἶναι ὡς ὑπὲρ πατρίδος ἀγωνιζομένους, καὶ ὑπὸ τῶν ἐσχάτων κινδυνευόντας. οὐδέ γε μουσικοὺς, οὐδέ γε ἱππικοὺς πρὸς τὸ καθόλου λέγει, καὶ πρὸς τὸν Μιλτιάδην καὶ τὸ προκείμενον. πρὸς τὸ καθόλου λέγει, οὐ πρὸς τὸν Μιλτιάδην. τὸ δὲ ὁπλίτας ἀγαθοὺς, ὡς πρὸς τὸν Μιλτιάδην, καὶ τὸ προκείμενον.

ἀλλʼ ὥσπερ οἱ γεωργοὶ προσφόρως ἡ παραβολὴ πρὸς τὸν χρόνον τῆς ἐπικαρπίας τῶν πόνων. πολλοστῷ μηνὶ πολλοστῷ εἶπεν, ἐπειδὴ οὐχ ἅμα τῷ σπόρῳ καὶ τῶν καρπῶν ἀπολαύουσι. σημειωτέον δὲ νῦν τὸν χρόνον, ὅτι μετὰ πολὺν σημαίνει. ὁ δὲ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς τὸ πολλοστὸν εἶπεν, ἀντὶ τοῦ τὸ τυχόν.

τῶν σπερμάτων τὴν ἐπικαρπίαν τὴν τοῦ καρποῦ συναγωγὴν, καὶ τὸ κέρδος, καὶ τὴν ἀμοιβὴν τῶν πόνων. οὐχ ἅμα τῷ καταβαλεῖν ἀντὶ τοῦ σπείρειν. καὶ Μένανδρος «Τἄλλα δʼ ἄν τις καταβάλῃ.»

παλαιαῖς ὁμολογίαις διδαχαῖς. ὡς ἐπὶ συνθηκῶν εἶπεν ὁμολογίας, καὶ μελέτης τινός. ὁμολογίας δὲ λέγει, ταῖς διδαχαῖς. οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα ἀντὶ τοῦ οὐκ ἐν αὐτῷ τῷ καιρῷ τοῦ πολέμου. ὅρα δὲ πῶς πολλαχῶς τὸ ἀντιπῖπτον λύει τῷ μὴ δοκεῖν ἐκ τῆς τύχης εἶναι τὸ κατόρθωμα.

τὰ μαθήματα ἡ λέξις Θουκυδιδεία. κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ «Καὶ οὐκ ἔστιν ὅπως ἀπείργομέν τινα μαθήματος, ἢ θεάματος.» ἀπὸ κοινοῦ δὲ τὸ πεπεικὼς ἦν Ἀθηναίους.

ἅπασα ἡ Ἑλλὰς κοινοῦ τοὺς καρποὺς ἐκομίζετο οἰκεία ἡ λέξις ὡς πρὸς τὴν παραβολὴν τῆς γεωργίας. λέγω δὲ τὸ ἐκομίζετο· ἐπειδήπερ ὑπὲρ ἁπάντων Ἑλλήνων ἠγωνίζετο.

ἐξαρκεῖν ἂν ἔμοιγε δοκεῖ τὸ ψήφισμα ἀντʼ εἰκόνος αὐτοῦ τῆς ψυχῆς ἅπασιν εἶναι τούτου μέμνηται Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἐπιόντων γὰρ τῶν Περσῶν ἔγραψε μὴ περιμεῖναι τοὺς Ἕλληνας, ἀλλὰ καταλεῖψαι τὴν πόλιν τῷ θεῷ, πρεσβύτας δὲ καὶ γυναῖκας φυλάττειν τὰ τείχη, τὴν δὲ νεότητα πᾶσαν ἐπὶ Μαραθῶνα δραμεῖν. εἰκόνα δὲ τῆς ψυχῆς λέγει τὸ ψήφισμα. εἰκότως· αἱ γὰρ πράξεις εἰκόνες καὶ σύμβολόν εἰσιν. ἔγραψε δὲ εἰς τὸ ψήφισμα, αὐθημερὸν ἐξελθεῖν.

τῶν μὲν ἡμετέρων λόγων καὶ συγγραμμάτων τὸ φρόνημα καὶ τὴν ῥώμην ἀξιώσομεν εὐδοκιμεῖν πλαγίως πλήττει τὸν Πλάτωνα, ὡς ἐν τοῖς συγγράμμασι καὶ τοῖς λόγοις μόνον φρόνημα σώζοντα. δεινῶς δὲ οὐκ ἐπὶ μόνου τοῦ Πλάτωνος, ἀλλὰ καθόλου τῶν φιλοσόφων.

τῶν ἐπιεικεστέρων τῶν φιλοσόφων. καὶ ἀρίστων ἀνδρῶν.

τὸ ψήφισμα, ὃ παρʼ αὐτοὺς τοὺς κινδύνους συνεγράψατο τὸ μικρὸν ἀνωτέρω εἰρημένον. πάλιν δὲ λεληθότως καθάπτεται Πλάτωνος, ὅτι ἀκινδύνως φιλοσοφεῖ. ὃ παρʼ αὐτοὺς τοὺς κινδύνους συνεγράψατο ὡς συγγραφὴν εἶπε τὸ ψήφισμα, δηλῶν τὸ ὠφέλιμον αὐτοῦ.

εἰ προγόνους ἄξιον τιμᾶν, πῶς οὐκ ἄξιον Μιλτιάδην, ὥσπερ πρόγονον κοινὸν τῶν μετʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων; προγόνους εἶπεν, ἐπειδὴ ὁ Πλάτων ἐν τῷ δʹ λέγει τῷ Εὐθύφρονι περὶ ὁσίου διαλαμβάνων, ὡς δὴ πλεῖστον ἔχειν σέβας περὶ τοὺς πατέρας. καὶ ἀλλαχοῦ δὲ, ὅτι δεῖ προγόνους τιμᾶν. τοῦτον δὲ κοινὸν πρόγονον εἶπεν, ἐπειδήπερ ἀπὸ μεγίστων κινδύνων αὐτοὺς ἐρρύσατο. καὶ δῆλον ὅτι ὅμοια τῶν προγόνων αὐτὸς ἐχαρίσατο αὐτοῖς. οἱ μὲν γὰρ προήγαγον εἰς φῶς, ὁ δὲ παρέσχεν ἀπολαῦσαι τοῦ φωτὸς ἐλευθέρως καὶ ἀδεῶς.

μετʼ ἐκείνους τοὺς χρόνους τοὺς ὅτε ἔσωσε τοὺς Ἕλληνας· ἐκ τῶν γὰρ ὑπʼ ἐκείνου σεσωσμένων οὗτοι γεγόνασιν.

οὗτός ἐστι φανερώτατα τῶν ἄνω πάντων δηλονότι πρόγονος. καλῶς δὲ τὸ τῶν ἄνω πάντων εἶπε, προδιορθούμενος ἑαυτὸν, ἐπειδὴ μέλλει ἐξαίρειν Θεμιστοκλέα καὶ λέγειν ὡς οὐδείς πω τοιοῦτος γέγονεν· ὅ φησιν ἐν τῷ Κίμωνι, οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενί πω πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ.

εἰ τοίνυν καὶ Σόλωνα καὶ Λυκοῦργον ἐπαινοῦμεν κατὰ τοὺς νόμους, οὓς ἔθηκαν φαίνεται πολλάκις ὁ Πλάτων ἐπαινέσας καὶ Σόλωνα καὶ Λυκοῦργον, ὡς νόμους πρὸς ἀνδρείαν νομοθετήσαντας. τοῦτο οὖν νῦν ἐπήγαγε, δεικνὺς τὸν Πλάτωνα ἑαυτῷ μαχόμενον.

πῶς οὐ δίκαιον Μιλτιάδην ἐπαινεῖν, ὃς ἔργῳ τοῦτον ἔθηκε τὸν νόμον μείζονα τὸν Μιλτιάδην καὶ τῶν νομοθετούντων ἀποφαίνει, ὅτι οἱ μὲν λόγῳ, οἱ δὲ δὲ ἔργῳ ἐνομοθέτησαν. χειρόνων δὲ, τῶν βαρβάρων, καθόλου τῶν φαύλων.

σκεψώμεθα γὰρ δὴ παρὰ τὸν Λυκοῦργον τὸν Μιλτιάδην ζητεῖται διὰ τί ἀνωτέρω Σόλωνος πρῶτον ἐμνήσθη, ἐνταῦθα δὲ τὸν Λυκοῦργον προτάττει, καίτοι Ἀθηναῖος ὁ Σόλων; φαμὲν οὖν ὅτι Λακεδαιμονίων ἐπαινέτης ὁ Πλάτων, καὶ διὰ τοῦτο πρὸς Λυκοῦργον αὐτὸν ἐξετάζει.

Λυκοῦργος μὲν τοίνυν μόνῳ Λυκούργῳ ἀντεξετάζει νῦν Μιλτιάδην, ἐπειδὴ οἶδε Πλάτωνα ἐπαινοῦντα τὸν Λυκοῦργον.

καθάπερ τις γυμναστὴς οἰκεῖον τὸ παράδειγμα· περὶ ἀνδρείας γὰρ διαλεγόμενος παρεισήγαγε γυμνασίαν.

Μιλτιάδης δὲ πρὸς τῷ τὰ βέλτιστα ἐθίσαι δείκνυσι καὶ τοῦ Λυκούργου τὸν Μιλτιάδην καλλίονα, σιωπῶν τότε βελτίονα αὐτὸν εἰπεῖν. λέγει γὰρ ὅτι ὁ μὲν ἀνδρείους αὐτοὺς ἐποίησεν, ὁ δὲ καὶ ποιήσας καὶ ὑπῆρχεν ἀνδρεῖος.

οὕτως οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύτερος ἡμῖν φαίνεται γεγονὼς τοῦτο ἠθικώτερον· διὰ γὰρ τῶν πραγμάτων βελτίω ἀποφαίνων αὐτὸν, φησὶ τὸν τούτων μὴ πολὺ δεύτερον. ἠθικὸν οὖν τὸ σχῆμα· δέον γὰρ εἰπεῖν οὐ χείρω κρείττων ἦν· εἶπε δὲ οὐ πολλῷ χείρων ἦν.

ἐπιτηδεύμασι καὶ τέχναις κυρίως ἐπιτήδευμά ἐστι τὸ ἀγοράζειν καὶ μεταπωλεῖν. τέχνη δὲ, οἷον χαλκευτικὴ, καὶ σκυτοτομικὴ, καὶ τὰ τοιαῦτα. οἱ μὲν ὡς ἄρξαντες ἐτιμήθησαν ἀντὶ τοῦ ἀρχὴν ὑποδείξαντες, ὥσπερ ὁ Κόραξ τὴν ῥητορικήν.

οἱ δὲ ὡς ὑπερβαλόμενοι τουτέστι τέλειοι γενόμενοι, τῷ μιμήσασθαι δηλονότι τοὺς εὑρόντας. Ὅμηρον δʼ ἐπαινοῦσιν, ὡς αὐτὸν ἀρξάμενόν τε καὶ ἀπεργασάμενον ὡς κάλλιστα ποίησιν ἀρχαιότατος δέ ἐστιν ὁ Ὅμηρος, ὡς ἴσμεν. εἰ δέ τις εἴποι· καὶ μὴν πρὸ αὐτοῦ γέγονεν Ὀρφεύς· λέγομεν ὅτι ὁ Ὀρφεὺς πρὸ αὐτοῦ γέγονε, τὰ δὲ δόγματα Ὀρφέως Ὀνομάκριτος μετέβαλε διʼ ἐπῶν, χρόνῳ ὕστερον Ὁμήρου γενόμενος. καὶ Αἰσχίνης δὲ ἐν τῷ κατὰ Τιμάρχου φησὶ «Λέξω περὶ Ὁμήρου, ὃν ἐν τοῖς πρεσβυτάτοις καὶ σοφωτάτοις τῶν ποιητῶν εἶναι τάττομεν.» τὸν Μιλτιάδην δὲ τῷ Ὁμήρῳ παραβάλλει, ἔνδοξον αὐτὸν ἀποδεικνὺς, καὶ ἔνδοξον παρατιθεὶς πρόσωπον, ἢ ὅτι κυρίως ποίησίς ἐστιν ἡ μετὰ μιμήσεώς τινος καὶ οἰκονομίας καὶ διασκευῆς καὶ μύθων ἐν ἔπεσι τάξις, ἅπερ ἐξαιρέτως Ὅμηρος ἐπετήδευσε, καὶ κατέδειξε πρῶτος. ὅσοι δὲ πραγματείας ἑτέρας ἔγραψαν, ἐποποιοὶ καλοῦνται· ἢ γὰρ περὶ ἀστρονομίας, ἢ φυσικάς τινας, ἢ ἱερὰς ἔγραψαν βίβλους. ὅτι δὲ καὶ ἀρχαιότερος μαρτυρεῖ καὶ Ἀνδροτίων καὶ Αἰσχίνης καὶ Ἡρόδοτος.

οὔκουν ὅσους γε ἀπὸ τῶν ἄλλων πόλεων ἔχομεν λέγειν θαυμασίως προσέθηκεν ἀπὸ τῶν ἄλλων πόλεων, ἵνα μὴ δείξῃ αὐτὸν καὶ Θεμιστοκλέους. ἀλλὰ πάλιν εἰς Λακεδαίμονα αἰνίττεται, εἰπὼν ἀπὸ τῶν ἄλλων πόλεων. Θεμιστοκλῆς γὰρ Ἀθηναῖος ὢν ὑπερεβάλλετο τοῦτον.

μὴ τῶν αὐτῶν ᾖ λείπει ἀνδρῶν. μήτε Ὅμηρον δέχεσθαι τῇ πόλει ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ λέγει ὅτι δεῖ, μυρίσαντας καὶ στέψαντας Ὅμηρον ἐκβαλεῖν τῆς πόλεως· μυρίσαι μὲν καὶ στέψαι, ὡς ποιητὴν, ἐκβαλεῖν δὲ, ὅτι ἔβλαπτε διὰ τῶν μύθων τοὺς νέους, λέγων «Οὐδέποτʼ ἠρασάμην Ἰξιόνης ἀλόχου» καὶ «Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε.» καὶ ἄλλως δὲ φιλοσωμάτους γὰρ τοὺς ἀνθρώπους ἐποίει λέγων· ὡς ἀπʼ Ἀχιλλέως ἥρωος τηλικούτου βουλοίμην καὶ ἐπʼ ἀρουρέων θητευέμεν ἄλλῳ ἀνδρὶ παρακλήρῳ· θέλει οὖν εἰπεῖν ὅτι οὐδὲν μέγα, εἰ σκώπτων Ὅμηρον διαβάλλει καὶ Μιλτιάδην.

εἶτα ἐρωτᾷ Πλάτων, τίνα βελτίω Μιλτιάδης ἐποίησεν τοῦτο οὐ περὶ μόνου Μιλτιάδου φησὶν, ἀλλὰ περὶ τῶν ἄλλων.

τίνα μὲν οὖν, ὦ Πλάτων, χείρω Μιλτιάδης ἐποίησεν ἐκ τοῦ ἀντικειμένου πρῶτον ἐρωτᾷ δεικνὺς ὅτι, εἰ καὶ μὴ βελτίους, ἀλλὰ χείρους μὴ ποιήσας, κακῶς ἀκούειν οὐκ ὤφειλεν. εἶτα ὅτι καὶ βελτίους ἐποίησεν ἀποδείκνυσι. σοφισμὸς δὲ ἡ ἀντερώτησις, καὶ ἐκ τῶν ἐναντίων ἡ λύσις. πρῶτον δὲ αὐτὴν λαμβάνει ἐξ ἀναιρέσεως τοῦ φαύλου, ὡς καὶ τοῦτο ἐπαινοῦντος τοῦ Πλάτωνος, τὸ μηδὲν βλάψαι.

καὶ δή σοι λαμπρῶς ἀποκρινοῦμαι τίνα βελτίω Μιλτιάδης ἐποίησε λαμπρῶς ἀντὶ τοῦ φανερῶς. καὶ Θουκυδίδης «Καὶ λελυμένων ἤδη λαμπρῶς τῶν σπονδῶν.» καὶ Δημοσθένης. ἐπειδὴ δὲ οὐκ ἦν ἐγκώμιον τέλειον τὸ μηδένα βλάψαι, ἀναγκαίως ἐπάγει καὶ τὸν ἔπαινον τοῦ Μιλτιάδου, καὶ τὴν ὠφέλειαν, ἣν ἐπαίδευσε τοὺς πολίτας. τοῦτο δὲ ἐπήγαγεν, ὡς ἐρωτήσας τὸν Πλάτωνα, τίνα ἔβλαψεν ὁ Μιλτιάδης, κἀκείνου μὴ δυναμένου ἀποδεῖξαι.

ὥσπερ οἱ περὶ μικρῶν ἔργων ἐρευνῶντες μικρὸν γὰρ δοκεῖ τὸ κατὰ μέρος ζητεῖν. εἴ μοι δίδως εἰπεῖν ὡς ὑποστελλόμενος λέγει ὁ Ἀριστείδης τὸν Πλάτωνα, ἢ ὡς προσλαμβάνων τὴν ὑπερβολὴν τῶν λεχθησομένων, ἢ τάχα τὸν φθόνον δηλοῖ πάλιν, ὡς διὰ τοῦτο μὴ βουλομένου τοῦ Πλάτωνος ὁμιλεῖν τὰς τοῦ ἀνδρὸς ἀρετάς.

ὡς πόλιν εἰπεῖν λέγω, καὶ ὡς δῆμον λέγω δεινῶς προσέθηκε τὸ ὡς· ἐπειδὴ γὰρ οὐ δυνατὸν ὠφελεῖν πόλιν ὅλην ἀκριβῶς ἐξ ἀρετῆς, διὰ τοῦτο εἶπε τὸ ὡς ἀπὸ τοῦ πλείονος ὁριζόμενος. ἀμέλει ἐπήγαγε πάλιν τὸ ὡς δῆμον· οὐ γὰρ δυνατὸς ὅλον δῆμον ὠφελεῖν.

ὡς τὸ κοινὸν εἰρῆσθαι ἀντὶ τοῦ ὡς λέγομεν τὸ κοινὸν ὠφέλησεν ἐν τῇ συνηθείᾳ. καίτοι ἀδύνατον τὸ κοινὸν καθολικῶς ὠφελεῖν. οὕτως οὖν, φησὶ, καὶ Μιλτιάδης τὸ κοινὸν ὠφέλησεν.

μηδὲ ὥσπερ τὰς τοῦ Γηρυόνου κεφαλὰς, ἴσους διʼ ἁπάντων οἴου δεῖν ἐφεξῆς εἶναι ὁ Ἡσίοδός φησι τὸν Γηρυόνα τρεῖς κεφαλὰς ἐσχηκέναι, λέγων τρικέφαλον Γηρυονῆα. ἀστείως δὲ ὁ Ἀριστείδης τῷ μύθῳ δείκνυσι τὸ παράδοξον, λέγων ὅτι οὐ δεῖ ἀπαιτεῖν Ἀθηναίους ἴσους πάντας εἶναι. διαβάλλει δὲ τὸ τοῦ Γηρυόνου ὡς ποιητικὸν καὶ οὐκ ἀληθές. ἀλλὰ καὶ χείρους τινὰς λίπε χείρους νῦν λέγει τοὺς ἐλάττονας, καὶ οὐ πάντας ἴσους, ἐπειδήπερ οὐδὲ πάντες ὅμοιοί εἰσι. τὴν δὲ φύσιν αἰτίαν δείκνυσι λεληθότως, μεταστατικῶς ἀπολογούμενος, διʼ ἣν οὐκ ἠδύνατο Μιλτιάδης πάντας ποιῆσαι ἀγαθοὺς Ἀθηναίους.

οὔκουν οὐδʼ ἐν πόλει πάντες—ἴσοι καὶ παραπλήσιοι τὸ ἄνισον κατασκευάζει τῆς γνώμης, ἀπὸ τοῦ ἀνίσου τῶν σωμάτων.

οἱ μὲν χείρους χείρους τοὺς ἐλάττονας λέγει, καὶ τοὺς φαύλους. οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο ἀντὶ τοῦ ἴσος καὶ ὅμοιος· ὡσανεὶ ἔλεγεν· οὐκ, ἐπειδὴ ἑνικὸν τοὔνομα ὁ δῆμος, ἤδη καὶ μίαν ἔχει τὴν γνώμην.

ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν πάλιν μεταστατικῶς ἀπολογεῖται ἐπὶ τοὺς μαθητὰς μεταφέρων τὴν αἰτίαν τοῦ μὴ πεῖσαι, ὡς αὐτῶν μὴ πεισθέντων διδαχθῆναι τὰ χρήσιμα. προεστῶσι δὲ λέγει, τοῖς στρατηγοῖς, τοῖς δημαγωγοῖς. τοῖς πρώτοις τοῖς προεστῶσιν.

οἴου τοίνυν καὶ Μιλτιάδου θαυμασίως τὴν μετάστασιν ἐπὶ τὸν ἀκροώμενον μετήνεγκε. παραλλὰξ δὲ τὸ χεῖρον καὶ ἧττον, καὶ τὸ διάφορον τοῦ μέσου, δεικνὺς ὅτι οὐδὲ τὸ μέσον δύναται διόλου.

οὔτοι πάντας οὐδʼ ὁ ἥλιος οἷός τʼ ἐστὶ θερμαίνειν ἀπὸ τοῦ μείζονος ἡ ἀπόδειξις. μεσημβρίας δὲ, ἀντὶ τοῦ ἐν τῷ μέσῳ τῆς ἡμέρας. ὑπερβολικὸν καὶ καταβολῆς τῆς ἐπισημασίας, καὶ τοῦ σπέρματος, καὶ τοῦ νοσήματος. καὶ Δημοσθένης· ὅτι ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. ὅταν γὰρ πλεονάζῃ τινὶ ψῦχος, κἂν ἐν ἡλίῳ καθίζοι, πλέον ῥιγοῖ.

τῆς καταβολῆς τοῦ πυρετοῦ.

οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαίνας δεινῶς ὁ ῥήτωρ καὶ ἀπὸ τῶν λόγων τὸν λόγον τὸν ἑαυτοῦ συνίστησι. τοῦτο δὲ ἀπὸ χρησμοῦ εἴληπται· ἵππον γὰρ Θεσσαλὸν, Λακεδαιμονίην τε γυναῖκα. σώζεται δὲ τοὔνομα ἀντὶ τοῦ ἡ δόξα τοῦ γένους, καὶ οὐ τὸ μέρος, εἰ τύχοι, φαῦλον ἀναιρεῖ τὸ ὅλον.

πῶς ἔπραττον κατʼ ἐκείνους τοὺς χρόνους κοινῇ ὡς ὕστερον ἴσως μεταβληθέντων μετὰ Μιλτιάδην· χρόνος γὰρ πολὺς μεταξὺ βέβηκεν.

ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι καλοὺς νόμους ἔχουσαν. καίτοι γʼ οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ πάλιν εἰς τὴν Πλάτωνος αἰνίττεται Πολιτείαν.

μηδʼ ἁμαρτάνει μηδεὶς ἐνταῦθα τὸ βούλεσθαι λέγειν, συλλογισμοὺς φιλοσόφους ἅμα καὶ σκώπτει. καὶ μὴν καθʼ ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν ὅρα πῶς φανερῶς εἰς τὸν Πλάτωνα ἀποτείνεται. βούλεται δὲ δεῖξαι σοφιζόμενος τοὺς φιλοσόφους καὶ οὐκ ἀληθεῖς αὐτῶν τοὺς συλλογισμοὺς ὄντας· ἐχόμενα γὰρ ἀλλήλων λέγουσι· καὶ αὐτὸς τοῦτο ἐπάγων εὐθέως. ἐντεῦθεν δεικνύει τοὺς φιλοσόφους σοφιζομένους καὶ οὐκ ἀληθεῖς τοὺς συλλογισμοὺς ποιουμένους.

ἀλλʼ οὔτε τοῦτο οἶμαι δυνατὸν δείκνυσι τὸν συλλογισμὸν λόγῳ μὲν δυνατὸν γενέσθαι, ἔργῳ δὲ οὐδὲ ὅλως ἐνδεχόμενον.

τὸ κοινὸν σχῆμα τῆς πολιτείας ἐξετάζων πάλιν ἀπὸ τοῦ πλείονος καὶ τὸ μερικὸν συλλογίζεται. λέγει δὲ κοινὸν σχῆμα τὸ εἶδος αὐτό.

πρὸς τὰς ἄλλας πόλεις τὴν πόλιν κρίνων πόλιν λέγει τὴν Πολιτείαν, ἣν συνέγραψε. κρίνων δὲ, ἀντὶ τοῦ συνέγραψε. τὰ μὲν τοῖς νόμοις οἶμαι καὶ τοῖς ἔθεσι λογίζῃ τὰ μὲν λέγει, τὰ καλῶς πραττόμενα. ἄλλοι δὲ, ἀντὶ τοῦ ἅπερ ἕκαστοι κατὰ τοὺς ἑαυτῶν νόμους πράττουσι, ταῦτα ἐπαινεῖς, ὦ Πλάτων· ὡς ἔστιν ἔθος παρὰ Πέρσαις τὰς ἀδελφὰς γαμεῖν.

τὰ δὲ ταῖς τῆς φύσεως ἀνάγκαις ἀποδίδως μεταστατικῶς πάλιν ἐπὶ τὴν φύσιν μεταφέρει τὴν αἰτίαν τῶν φαύλων.

καὶ μὴ καθʼ ἕκαστον, ὥσπερ τοὺς θεσμοθέτας, ἀνακρίνῃς τοῦτο εἶπεν, ὅτι τὸ λεχθὲν κοινῶς εἶπε περὶ πάντων τῶν Ἑλλήνων. πολλὴ δὲ δοκιμασία ἐγίνετο τῶν θεσμοθετῶν Ἀθήνησιν, ὡς καὶ Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην· διὸ δοκιμασθέντας ἄρχειν, καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δικαστηρίῳ· ἄλλοι δέ φασιν ὅτι ἓξ οἱ πάντες ὄντες θεσμοθέται καθʼ ἕνα ἐδοκιμάζοντο.

σκόπει δʼ ἐξ ὧν αὐτὸς ὡρίσω πάλιν αὐτὸς συλλογίζεται ἐκ τῶν αὐτοῦ λόγων.

εἰ μή τι ἀπὸ τῆς ἀνάγκης συμβαίνοι ἀνάγκην λέγει τὴν ἀπόδειξιν· ἔστι γὰρ ὑπὸ τῆς ἀνάγκης συντίθεσθαί τινα καὶ μὴ βουλόμενον· οὐδὲ γὰρ, ἐὰν εἴπῃ τις τὸν λίθον ἀναίσθητον, ἀντιλέγει τις πρὸς αὐτόν.

τῇ ῥητορικῇ χρηστέον πρὸς τὸ δίκαιον ἀεὶ ὥστε οὐχ ἡ ῥητορικὴ φαῦλον, ἀλλʼ ὁ κακῶς αὐτῇ χρώμενος.

οὐ δικαίως μὲν ἅπαντα πραττόμενα ἐπαινεῖς, ὡς ἑτέρως δὲ ψέγεις; ὥσπερ εὐτελίζων ἐστὶ τὴν τοῦ Πλάτωνος Πολιτείαν, ὡς περὶ μόνον καταγινομένην τὸ δίκαιον, καὶ μήτε τὸ συμφέρον, μήτε ἄλλο τι χαρακτηρίζουσαν.

ἔχε δὴ κάτεχε, φησὶ, τὰ σὰ ῥήματα. μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα ἐν τῷ Σικελικῷ πολέμῳ ἐβουλήθησαν προσελθεῖν τοῖς τείχεσι τῶν Συρακουσίων οἱ Ἀθηναῖοι· ὃ δὴ καὶ ἐποίησαν, προσελθόντες ἐν νυκτί· καὶ ἡγουμένου ἤρξαντο οἱ μὲν Δωριεῖς Μεσσηνίων οἱ ἐν Ναυπάκτῳ, ἢ καὶ Κερκυραῖοι, ἄλλην ἐν τῷ παιωνίζειν ἀφιέναι φωνὴν, ἑτέραν δὲ οἱ Ἀθηναῖοι. ταραχθέντες δὲ ἐπὶ τούτῳ μικροῦ δεῖν ἅπαντες ἀπώλοντο. λέγει οὖν ὁ Ἀριστείδης ὅτι, Πλάτων, βλέπε, μὴ, ὥσπερ οἱ Ἀθηναῖοι ἐπελθόντες τοῖς τείχεσι τῶν Συρακουσίων οὐδὲν ἔπραξαν διὰ τὴν ταραχὴν, πλὴν τοῦ διαφθεῖραι ἑαυτούς τε καὶ τοὺς φίλους, οὕτως καὶ σὺ κατηγορήσας τῶν τεσσάρων στρατηγῶν ἐξ ἀγνοίας ἅψῃ τῶν φίλων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· καὶ ἡμεῖς, φησὶ, φίλοι ἐσμέν σου, ὦ Πλάτων, καθὸ τοῦ δικαίου ἀμφότεροι μεταποιούμεθα, καὶ ὅτι αὐτὰ, σύ τε καὶ οἱ στρατηγοὶ πεπόνθατε. ὅρα οὖν μὴ ὥσπερ ἐν νυκτομαχίᾳ, τουτέστι μὴ ἀγνοοῦντες ὅτι τὰ αὐτὰ λέγομεν, καθʼ ἡμῶν αὐτῶν γενώμεθα.

τοὺς ἐπιόντας ἐχθρούς. τόν γε Ἕλληνα δήπουθεν ἀπὸ τοῦ προσώπου ἡ διαφορά· ὅτι δεῖ τὸν Ἕλληνα τοῦ Ἕλληνος πλείω ποιεῖσθαι λόγον· λείπει γὰρ τοῦτο, τοῦ Ἕλληνος ποιεῖσθαι λόγον. Μιλτιάδης τοίνυν ἄξιον ζητῆσαι διὰ τί οὐκ ὠνόμασε Περικλέα, ἢ Κίμωνα, ἢ Θεμιστοκλέα, ἀλλὰ Μιλτιάδην. καὶ λέγομεν· ἐπειδὴ τύραννος ἦν Χερρονήσου, τυράννου δὲ ἴδιον τὸ δεινὰ ποιεῖν, διὰ τοῦτο ὠνόμασε Μιλτιάδην.

οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιήσατο δεινῶς· ὡσανεὶ ἔλεγεν· ὅρα, Πλάτων, Μιλτιάδην τὰ σὰ διαπραττόμενον.

οὐδʼ ἀνεβάλλετο εἰς ἕτερον καιρὸν τὴν ἀρετὴν δεῖξαι τὴν ἑαυτοῦ οὐχ ὥσπερ σὺ, ὦ Πλάτων, εἰς τὴν ὑστεραίαν ἀνεβάλου δηλώσειν τὰ περὶ τῶν στρατηγῶν, οὕτω καὶ Μιλτιάδης μετὰ χρόνον τὴν αὐτοῦ ἀρετὴν ἔδειξεν, ἀλλὰ παραχρῆμα. καίτοι παρῆν αὐτῷ, μὴ πρὸς τὸ βέλτιστον ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ τις· ἀλλʼ οὐκ ἠδύνατο. λύσις ἀντιπίπτοντος, ἵνα μὴ εἴπῃ τις· ἀλλʼ οὐκ ἐδύνατο.

ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι Δόλογγοι καὶ Ἀψίνθιοι ἔθνη ὅμορα περὶ τὸν Ἑλλήσποντον. οἱ δὲ Δόλογγοι κατεπολέμουν τοὺς Ἀψινθίους. ἐρωτῶσιν οὖν τοῖς Ἀψινθίοις τὸν θεὸν, πῶς ἂν ἀπαλλαγῶσι τῶν κακῶν, ἔχρησεν αὐτοῖς ὅτι τὸν πρῶτον ὑποδεχόμενον ὑμᾶς Ἀθήνησιν αὐτὸν ἐκεῖνον στήσατε τύραννον. ἀκούσαντες τοῦτο οἱ Ἀψίνθιοι ἤρξαντο περινοστεῖν τὰς πόλεις· καὶ τέλος ἐλθόντας αὐτοὺς εἰς Ἀθήνας ὑπεδέξατο ὁ Μιλτιάδης· ἐκ τούτου οὖν ἔγνωσαν ὅτι ὁ χρησμὸς τοῦτον δηλοῖ. εἶτα διελέχθησαν αὐτῷ περὶ τούτου. ὁ δʼ οὐκ ἠβουλήθη, ἀλλὰ λέγει Ἀψινθίους, ὅτι πέμψαντες εἰς Πυθίαν μάθετε ἀκριβέστερον εἰ περὶ ἐμοῦ λέγει ὁ χρησμός. πέμψαντες οὖν αὐτὸν εἶπεν ὅτι καὶ περὶ αὐτοῦ λέγει. ἀκούσας τοῦ χρησμοῦ πάλιν Ἀψινθίοις λέγει ὁ Μιλτιάδης ὅτι, ἐὰν κελεύσῃ πόλις, γίνομαι. κελευσάσης οὖν τῆς πόλεως, ἐγένετο τύραννος, καὶ ποταμοῦ ὄντος τοῦ διορίζοντος τοὺς Δολόγκους καὶ τοὺς Ἀψινθίους, ἐτείχισεν αὐτὸν, ὅπως ἂν μὴ βλάπτοιντο οἱ Ἀψίνθιοι ὑπὸ τῶν Δολόγκων. εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατιδῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα ὁ Θουκυδίδης φησὶν ὅτι ἐκπεσὼν τῆς τυραννίδος ὁ Ἱππίας μνησικακῶν ἀνῆλθε πρὸς Δαρεῖον, ἔχων, εἰς τὸ προδοῦναι, καὶ ἔπεισεν αὐτὸν κατὰ τῆς Ἑλλάδος στρατεῦσαι. καὶ Ἡρόδοτος δὲ τὸ ὅμοιον λέγει. τύραννοι δὲ καὶ οἱ Πεισιστρατίδαι, ὡς ἴσμεν ἐκ τῶν Θουκυδίδου. ἐκβληθέντες δὲ παρὰ τῶν Ἀθηναίων ἐστράτευσαν κατʼ αὐτῶν. μετὰ Ἱππίου ἐκπεσὼν τῆς τυραννίδος ὁ Ἱππίας μνησικακῶν ἦλθε πρὸς Δαρεῖον, καὶ ἔπεισεν αὐτὸν κατὰ τῆς Ἑλλάδος στρατεῦσαι.

τῶν Πεισιστρατιδῶν τύραννοι καὶ οἱ Πεισιστρατίδαι· ἐκβληθέντες δὲ παρὰ τῶν Ἀθηναίων ἐστράτευσαν κατʼ αὐτῶν. εἰ δὲ ἐβούλετο μετʼ Ἀλευαδῶν ἐκ Θετταλίας ἀπὸ κοινοῦ τὸ συνεπιστρατεύειν.

οἶμαι δὲ οὐδʼ ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε εἰς Δημάρατον αἰνίττεται τὸν Λακεδαιμόνιον. δεινῶς δὲ καὶ καθαπτόμενος τοῦ Πλάτωνος ὠνόμασε Λακεδαιμονίων, ὧν ἦν ἐπαινέτης. εἰς Δημάρατον αἰνίττεται τὸν Λακεδαιμόνιον· οὗτος γὰρ τὰ τῶν τυράννων ἐφρόνει.

οὐ πρὸς αὑτοῦ ἀντὶ τοῦ οὐκ ἄξια ἑαυτοῦ, οὐδὲ πρέποντα ἑαυτῷ.

ἢ οὐδετέρου φήσομεν; λέγει γὰρ ὁ Πλάτων τινὰ μέσα εἶναι.

εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος πάλιν τῷ Πλάτωνι μάρτυρι χρῆται. δείνως δὲ εἶπε τὸ εἴπερ. ὡσανεὶ ἔλεγε· μετέρχεται ἐπὶ τὴν ἀνδρείαν.

τότε Πέρσαις ὑποπεπτώκεσαν ἀντὶ τοῦ καταπεφρόνηντο καὶ μάταιοι ὑπῆρχον. ἐξ ἐντολῆς ἐξ ἐπιστολῆς, ἐξ ἐπιταγμάτων. ἐξ ἐπιστολῆς, ἢ ἐξ ἐπιτάγματος.

ὅτι οὐκ ἐδυνήθησαν εὑρεῖν αὐτοὺς ἐπειδὴ πάντες ἐξ ἐντολῆς ὑπέκυπτον δυστυχίαν, ᾐτήσαντο τὴν ἐπὶ στρατείαν καὶ ἑτέραν δυστυχίαν· ὅτι ἐκείνους οὐχ εὗρον· ἁμαξόβιοι γὰρ ὄντες καὶ πόλεις οὐκ ἔχοντες μετήγοντο εὐκόλως. ἁμαξόβιοι γὰρ ὄντες καὶ πόλεις οὐκ ἔχοντες μετήγοντο εὐκόλως. συλλογίζεται δὲ λοιπὸν καὶ συνάγει τὸ προκείμενον. σοφωτάτους δὲ εἶπε τοὺς Αἰγυπτίους, ὅτι τὰ ἐν οὐρανοῖς εἴδεσαν, καὶ τελεστικοὶ ὑπῆρχον. ηὔξησε δὲ τὴν σοφίαν αὐτῶν, ἵνα ἐξάρῃ πλέον τὰ ἐγκώμια τῶν Ἀθηναίων. Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων σοφωτάτους λέγει τοὺς Αἰγυπτίους, ὅτι τὰ ἐν οὐρανῷ ᾔδεσαν, καὶ τελεστικοὶ ὑπῆρχον. λέγει δὲ καὶ ἡ παροιμία· δεινοὶ μηχανὰς πλέκειν Αἰγύπτιοι. ηὔξησε δὲ τὴν σοφίαν αὐτῶν, σοφωτάτους πάντων εἰπὼν, ἵνα ἐξάρῃ τοὺς Ἀθηναίους καταπολεμήσαντας Πέρσην, ὃν οὐδʼ οἱ σοφώτατοι πάντων ὑπέστησαν.

μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον διʼ ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι πρῶτον ἐπὶ Καμβύσου, καὶ ὕστερον ἐπὶ Δαρείου. Λιβύην δʼ οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε καθʼ ἑαυτὴν εἶπε τὴν Λιβύην, ἐπειδή τινες τὴν πᾶσαν οἰκουμένην εἰς τρία διαιροῦσιν, Εὐρώπην, Ἀσίαν, Λιβύην.

ἀλλʼ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι τὸ ὑπερβατὸν οὕτως· ἀλλʼ ἦν τὰ πάντα Πέρσαις ὡς μία ἤπειρος εἶναι· ἀντὶ τοῦ ἤγοντο οἱ Πέρσαι τὰ πάντα μίαν εἶναι ἤπειρον. παρέλκεται δὲ τὸ εἶναι. εἶναι παρέλκον.

οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες, οἱ μὲν τὸ σχῆμα μερισμὸς καὶ ἐπιμερισμός. οἱ μὲν ἐκ τριγονίας ἐδούλευον ἀντὶ τοῦ ἀπὸ τρίτης γενεᾶς, οἱονεὶ ἀπὸ προγόνων. βούλονται δέ τινες τὴν γενεὰν κεʹ ἐτῶν εἶναι. τὸν δὲ τρεῖς ἀριθμὸν ἐπὶ πλήθους ἐκδέχονται. σημαίνει οὖν ὅτι πρὸ πολλῶν ἐτῶν ἐδούλευον οἱ ἀπὸ Κύρου καὶ Καμβύσου.

Ἐρετριεῖς ἀντὶ τοῦ Εὐβοεῖς ὄντες· ἡ γὰρ Ἐρέτρεια πόλις ἐστὶ τῆς Εὐβοίας.

οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεισαν τὴν γῆν λέγει καὶ τὴν θάλατταν. δηλοῖ δὲ τεκμήρια δουλείας, ταῦτα διδόντων, διʼ ὧν ἐτρέφοντο.

τοσοῦτον αὐτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι οὗτοι γὰρ ἤδη ἦσαν δεδουλωμένοι.

ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι τουτέστι κέρδος ἡγούμενοι τὸ τελευταῖον παθεῖν. Λακεδαιμόνιοι δὲ, εἴτε ὑπὸ τοῦ πρὸς τοὺς Μεσσηνίους πολέμου ἔθος ἦν Λακεδαιμονίοις κατʼ ἔτος κόρας τινὰς πέμπειν ἐν τῷ Ἀπόλλωνος ἱερῷ, ἵνα ὕμνον ᾄσωσι τῷ θεῷ. ταύταις περιτυχόντες ἐβιάσαντο Μεσσήνιοι. μαθόντες τοῦτο Λακεδαιμόνιοι πέμπουσι πρὸς αὐτοὺς, δίκας βουλόμενοι λαβεῖν παρὰ τῶν δεδρακότων. ὡς δʼ οὐκ ἐπείθοντο, ἐπιστρατεύουσι Λακεδαιμόνιοι κατʼ αὐτῶν. τοῦτο δὲ γέγονεν ἐν τῷ Μηδικῷ πολέμῳ. μένοντες δὲ εἶπε τὴν πανσέληνον· ἐν γὰρ τῇ πανσελήνῳ στρατεύουσιν, ὡς πολλάκις ἔγνωμεν.

κατῃρκὼς ἐξ Ἐρετρίας, ὡς ἐπὶ τοῖς ἴσοις τῇ Ἐρετρίᾳ δῆλον· τουτέστιν ἐλπίζων τούτους λαβεῖν, ὡς τοὺς Ἐρετριέας.

ὅπως ἀσφαλῶς βιώσονται οἱονεὶ δουλεύσουσιν ἀσφαλῶς. ἔστι δὲ Δημοσθενικὸν τὸ ἐνθύμημα· λέγει γὰρ ἐκεῖνος «Ἀσφαλῶς δουλεύσειν.»

τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα πάλιν τὸ Δημοσθενικὸν «Ἀλλὰ συλλελογισμένον ὀρθῶς.» δηλοῖ δὲ τὸ συνετόν. ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι οὐχ ἁπλῶς τὸ δεῖ, ἀλλʼ ἀντὶ τοῦ ἐνδόξως.

τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων καλῶς τὸ προστάντων, ἀντὶ τοῦ οὐ δουλευόντων.

ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν τὸ βραχὺ δηλοῖ τοῦ διαστήματος. ὃν σὺ λέγεις τὸν κυβερνήτην ὁ Πλάτων διαβάλλων τὸν Μιλτιάδην κυβερνήτῃ αὐτὸν παραβάλλει, λέγων ὅτι οὕτως τοὺς Ἕλληνας ἔσωζεν, ὡς ἔτυχεν, ὥσπερ κυβερνῆται. ἔστι δὲ τὰ κῶλα ταῦτα· ταὐτὰ γὰρ ἡ κυβερνητικὴ διαπραξαμένη τῇ ῥητορικῇ· ἀντὶ τοῦ ὥσπερ ὁ κυβερνήτης κινδυνεύων ὀδύρεται, καὶ παρακαλεῖ τοὺς συμπλέοντας συνάρασθαι αὐτῷ τοῦ κινδύνου, ἵνα, ὡς ἔτυχε, σώσῃ, οὕτω καὶ Μιλτιάδης παρεκάλει τὸν δῆμον, ἵνα, ὅπως ἔτυχε, σώσῃ αὐτόν.

εἰ μὲν γὰρ ἢ τὰ ὅπλα παραδόντας εἰς Λακεδαιμονίους αἰνίττεται τοὺς ἐν τῇ Σφακτηρίᾳ τὰ ὅπλα παραδόντας. τοῦτο δὲ καὶ ὄπισθεν εἶπεν «Οὐ γὰρ ἐνῆν αὐθημερὸν ἄνδρας ἀγαθοὺς γενέσθαι.» ἔμφασιν δὲ ἔχει τὸν Περσῶν βασιλέα, ἀντὶ τοῦ τὸν μέγαν.

οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν τοῦτο πάλιν πρὸς Πλάτωνα· ἔλεγε γὰρ ὅτι, ὅπερ ἤθελε τὸ πλῆθος, τοῦτο ἐποίουν.

τοῦ πρὸς ἡμέραν ὑπηρέτας μισθωτούς. ὥσπερ τοὺς πορθμέας ἀπὸ τοῦ ἥττονος. ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας πορθμεὺς καλεῖται ὁ μικροὺς τόπους παραπλέων, ἤτοι κόλπους. τοῦ δὲ Πλάτωνος εἰπόντος, ἐὰν κυβερνήτης ἐξ Αἰγίνης σώσῃ τινὰ, δύο, οἶμαι, ὀβολοὺς ἐπράξαντο, ὁ Ἀριστείδης λέγει ὅτι, εἰ βούλει, πορθμέας ἀντὶ τοῦ κυβερνητῶν εἰπεῖν, τὸ εὐτελὲς σημαίνων· τῶν γὰρ πορθμέων εὐτελής ἐστιν ἡ τέχνη ὡς μηδὲ δεῖσθαι κυβερνητῶν· ἐν γὰρ τοῖς βραχέσι κόλποις ἢ τόποις ἄνευ πηδαλίων ναυτίλλονται. τὸ ἐπιχείρημα δὲ ἀπὸ τοῦ ἥττονος· ἥττων γὰρ ὁ πορθμεὺς τοῦ κυβερνήτου.

ἀπʼ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι τῶν τοῦ βασιλέως. τῆς ἀποκρίσεως τὸν φόνον λέγει. ἐφόνευσε γὰρ τοὺς κήρυκας, ὡς καὶ ἐν τῷ Παναθηναϊκῷ εἶπε. καινοπρεπῶς δὲ ἐνταῦθα ἀπόκρισιν εἶπε τὸν φόνον αὐτῶν.

μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν τροπική ἐστιν ἡ λέξις· ὡς γὰρ ἐπὶ πολέμου εἶπε τὴν τάξιν μὴ λιπεῖν αὐτούς.

καὶ οὐ τὰ ὅπλα ῥίψαντας ἀπὸ κοινοῦ προηγόρευον. οὐ τὰ ὅπλα ῥίψαντας, οὐδὲ τοῖς φόβοις εἴξαντας τουτέστι τοὺς γινομένους λειποτάκτας.

τοῖς χείροσι τοῖς βαρβάροις. λέγει δὲ αὐτοὺς χείρους διὰ τὴν δυσγένειαν τοῦ γένους αὐτῶν. εἰ ταῦτα λέγοντας ἐπανάληψις. τὸ σχῆμα ἐπανάληψις· ἐπανέλαβε δὲ διὰ τὸ διὰ μακροῦ εἶναι τὴν ἀπόδοσιν. ἐπὶ τὴν κρίσιν δὲ, ἀντὶ τοῦ ἐπὶ τὸν πόλεμον· πάλιν γὰρ ὡς ἐπὶ ἀγῶνος εἶπε τὴν κρίσιν.

δέχεσθαι τὸ ἐκβησόμενον, ὡς ἐπʼ ἀμφότερα ὁμοίως κερδανοῦντας ἡ λέξις Θουκυδιδεία. λέγει δὲ, ἢ νικῆσαι λαμπρῶς, ἢ πεσεῖν εὐκλεῶς· ἀμφοτέροις γὰρ ἕπεται τὸ καλόν.

οὐχ ὁρῶ, τίνα ταῦτʼ ἔχει διακονίαν ἀγεννῆ οὐχ ἁπλῶς ἡ προσθήκη τοῦ ἀγεννῆ· ἔστι γὰρ καὶ διακονία καλὴ, ὡς λέγει ὕστερον, τὸ διακονῆσαι τοῖς θεοῖς καὶ τοῖς κρείττοσιν, ἀγαθόν.

ἀλλʼ εἰ μὲν τοῦτο λέγεις δείκνυσι τὸ παράδειγμα τοῦ κυβερνήτου ὃ ἔθηκεν ὁ Πλάτων, οὐ πρὸς πάντα ὅμοιον ὂν, ἀλλὰ πρὸς ἕν τι, οἷον πρὸς τὸ σώζειν μόνον, κἂν ἀπῇ τὸ καλὸν καὶ τὸ ἔνδοξον.

καὶ πρὸς τοῦτον ἅπαντα ἔχει τέλος. λείπει τὸ ἔχει τέλος, ἵνα ᾖ οὕτως· καὶ πρὸς τοῦτον ἅπαντα ἔχει τέλος καὶ ἔκβασιν. πανταχόθεν δὲ αὔξει τὸν κυβερνήτην, ἵνα πλέον αὐξήσῃ τὸν Μιλτιάδην, ὅτι ὁ μὲν κυβερνήτης ὁπωσοῦν σώζει, ὁ δὲ Μιλτιάδης μετὰ καὶ τοῦ καλοῦ καὶ τοῦ ἐνδόξου.

τὰ τῶν Ἑλλήνων πράγματα καλῶς προσέθηκε τὸ πράγματα, αἰνιττόμενος ὅτι οὐ μόνους ἔσωζεν.

ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις, καὶ πολλοῖς τοῖς ἄλλοις πάλιν ἐκ τοῦ ἐνδόξου. ἔνδοξον πάλιν εἰσάγει πρόσωπον. οὐδὲ γὰρ, φησὶν, εἰ ἐκάλεσεν Ἀχιλλέα θυμολέοντα, ἤδη λέων ἦν Ἀχιλλεὺς, οὐδʼ εἶπε περὶ τοῦ Αἴαντος πάλιν, ὡς δʼ ὅ τις ὄνος, ἤδη καὶ ὄνος καθάπαξ ὁ Αἴας.

ὥσπερ Ὅμηρος τοῖς λέουσι—ἀλλʼ εἰς ὅσον προσήκει τῷ λόγῳ πρὸς τὴν χρείαν, λέγει, δεχόμενος καὶ πρὸς μέρος λέοντι καὶ κάπροις καὶ ὄνοις ἀπεικάζειν τὸ πρόσωπον οὐ καθάπαξ. ἐπʼ ἀμφοτέροις δὲ λέγει, τοῦ Μιλτιάδου καὶ τοῦ κυβερνήτου.

οὐδὲ αὐτὸς σὺ σαυτοῦ ἀποδέξῃ. δύο, φῂς, ὀβολοὺς λαβὼν, ἢ δραχμὰς, ὁ κυβερνήτης ἀπήλλακται ἔνα πλοῦν ἐπλήρωσε καὶ ἀνεχώρει. εὐτελίζων δὲ ὁ Πλάτων τὸν κυβερνήτην καὶ ἀπὸ τοῦ μισθοῦ διαβάλλει αὐτόν.

οἶμαι δὲ οὐκ ἀμφιβάλλων εἶπε τὸ οἶμαι, ἀλλὰ σύνηθες τοῖς ῥήτορσι τοῦτο τὸ ῥῆμα λέγειν, ἢ κατὰ παρολκὴν, ἢ κατὰ ἦθος.

εἰ χρὴ τἀληθὲς εἰπεῖν θεραπεύει πάλιν τὴν ὑπερβολὴν εἰπὼν εἰ χρή.

εἰς τὸ μέσον εἰς τὸ κοινόν. ἀντὶ τοῦ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων. τοῦτο δὲ ἄνω εἶπε «Καὶ τὸ πάντας εὖ ποιεῖν ἐκ μέσου.» ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις ἦθος ἔχει ὁ λόγος· ἐδόκει γὰρ καὶ Σωκράτης μισθὸν δέχεσθαι, εἰ καὶ μὴ χρυσόν. ἔχειν γὰρ αὐτὸν ἔλεγον δύο πίθους, τὸν μὲν σίτου, τὸν δὲ οἴνου· καὶ τοῖς μαθηταῖς ἐκέλευεν ἐπιβάλλειν ἀεὶ τούτοις, ὅπως μὴ λείψωσιν.

ὑπερεῦγε, ὦ Πλάτων ὡσανεὶ ἔλεγε· μέχρι τούτου συγχωρῶ καλῶς εἰρῆσθαι τὰ λεχθέντα.

ἀλλʼ ἐῶ τοῦτο ἐπειδὴ ᾔσθετο ὁ Ἀριστείδης ὅτι σοφίζεται τὸν Πλάτωνα, σιωπᾷ τὸ σόφισμα λοιπόν. τεχνικῶς δὲ εἶπε τὸν κυβερνήτην πλείω ποιεῖν· τὸ γὰρ βελτίους κοινόν ἐστιν· ὁ δὲ Πλάτων βελτίους εἰς ἀρετὴν εἶπε. πρὸς τὸ χρήσιμον οὖν ὁ Ἀριστείδης ἔλαβεν, ὅτι καὶ ὁ κυβερνήτης βελτίω ποιεῖ τὰ ναυτικά.

Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαίνειν, ἅπαντας ἤσκει πρὸς τὸ βέλτιστον καλῶς προσέθηκε τοῦτο, ἵνα μὴ δόξῃ τύχης εἶναι τὸ κατὰ Μαραθῶνα κατόρθωμα.

ἰδιώτας ἐξαγαγὼν, ὡς εἰπεῖν, ἐπανήγαγε νικηφόρους δοκεῖ τοῦτο ἐναντίον εἶναι· εἰ γὰρ ἤσκει πρὸς τὸ βέλτιον, καὶ ὡς εἰπεῖν ὄπισθεν, ὅτι οὐκ αὐθημερὸν εὑρέθησαν ἀνδρεῖοι πρὸς τοὺς Πέρσας, ἀλλὰ προμεμελετήκεσαν, πῶς νῦν λέγει ἰδιώτας; λέγομεν ὅτι ἰδιώτας ἐνταῦθα λέγει οὐ τῶν πολεμικῶν, ἀλλὰ νίκης· ἀμέλει καὶ τὸ ὡς εἰπεῖν προσέθηκε, κολάζων αὐτὸ τὸ ὑβριστικόν. ἢ ἰδιώτας λέγει οὐ μάχης ἀπείρους, ἀλλὰ τοιαύτης Μηδικῆς νίκης. καὶ Ἡρόδοτος ἐν τῇ ἕκτῃ λέγει ὅτι τότε πρῶτον Ἕλληνες ὑπέστησαν σχῆμα θεάσασθαι Μηδικόν.

ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλητὴν πάλαι εἶπεν, ὅτι καὶ ὄπισθεν εἶπεν, ἤσκει πρὸς τοὺς κινδύνους. ἐκεῖσε δὲ εἰς τὴν Ὀλυμπίαν δηλονότι. λέγει δὴ ἔχοντα ἐκεῖ τὴν διάνοιαν. εἶτα ἐξαγαγὼν λείπει τοὺς ἀγωνιστάς· τοῦτο γὰρ δεῖ ὑπακοῦσαι.

ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος τῆς ἐν τῷ Μαραθῶνι δηλονότι. καλῶς τὸ ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος, ἵνα μὴ δόξῃ ἐν ἄλλῳ πολέμῳ λέγειν αὐτὸν κεκρατηκέναι μικροτέρων. Ἡράκλεις τὸν Ἡρακλέα ὠνόμασε· καὶ γὰρ τῶν ἀγώνων ἔφορος Ἡρακλῆς.

οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμπλεόντων μάχεται πάλιν τῷ παραδείγματι.

οὐδʼ ὅτι ἐξεπίτηδες αὐτὸν εἰς τὴν θάλατταν ῥῖψαι καλῶς τὸ ἐξεπίτηδες· ἐν γὰρ ταῖς ἀνάγκαις καὶ τοῦτο συμβαίνει. αὐτὸν δὲ λέγει τινὰ τῶν ἐμπλεόντων. ἀλλʼ ὅσον τῶν σκευῶν ἐκβαλεῖν τὸ ὅσον μικρόν τι δηλοῖ· τὰ δὲ σκεύη ἀποβάλλειν ἐν τῷ χειμῶνι συμβαίνει.

ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος ἄχρι, φησὶ, τοῦ ἐκρῖψαι τὰ σκεύη κύριός ἐστιν, οὐ μὴν καὶ τῆς σωτηρίας παραινεῖ καταφρονεῖν. ἴδιον δὲ τοῖς κυβερνήταις καὶ τὸ σώζειν.

τὸ δὲ σύμπαν σώζειν ἀντὶ τοῦ μηδὲν πλέον τοῦ σώζειν, μηδὲ ἐρωτᾶν, εἰ δικαίως, ἢ ἀδίκως, καὶ τὰ τοιαῦτα.

εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρίδος, καὶ ἱερῶν, καὶ τάφων, καὶ πολιτείας εὔλογον αἰτίαν εἰσάγει τῆς τελευτῆς· πολλὰ γὰρ ἐπήγαγεν, ὧν ὁ στερόμενος θάνατον ἀγαπᾷ.

καὶ γάρ τοι ὅσοι μὲν τοῦτʼ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται τινὲς λέγουσιν ὅτι κακῶς εἶπε τὸ ὅσοι αὐτῷ ἐπείσθησαν. διαβάλλει γὰρ τοὺς Ἀθηναίους, φησὶ, τοὺς καὶ μαθητὰς αὐτοῦ γενομένους, καὶ αὐτὸν δὲ, ὡς τοιούτους ἔχοντα μαθητάς. λέγομεν οὖν ὅτι εἰς Λακεδαιμονίους πάλιν ἀποτείνεται, ἐπειδήπερ εἰς μάχην οὐκ ἀπήντησαν, οὐδὲ ὑπήκουσαν συναχθῆναι μετὰ Ἀθηναίων, τὴν πανσέληνον ἀναμένοντες, ὅσοι δὲ ἐπείσθησαν αὐτῷ τῷ Μιλτιάδῃ, φησί. λέγει δὲ τὸ καλῶς ἀποθανεῖν.

κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι εἰς τοὺς Λακεδαιμονίους αἰνίττεται. Θουκυδιδείως δὲ εἶπεν, οὐ σώματος μνημεῖον, ἀλλʼ ἀρετῆς.

ὑπὸ γῆς ὄντες, τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλʼ οὐχ ὑπʼ αὐτῆς ἐχόμενοι ὡς ἐπὶ θεῶν εἶπε τινῶν· οἱ γὰρ ἀγαθοὶ θεοὶ τῶν ἀνθρώπων κείμενοι ἐν γῇ, οὐχ ὑπʼ αὐτῆς φυλάττονται, ἀλλʼ αὐτοὶ μᾶλλον φυλάττουσιν αὐτὴν, ὥσπερ θεοί. ἐπιφέρει γοῦν τὴν Ἡσιόδου δόξαν· καὶ οὗτοι, φησὶ, φυλάττουσι τὴν γῆν, τῷ φόβῳ τῆς ἀρετῆς αὐτῶν τοὺς πολεμίους ἀπελαύνοντες.

τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν λείπει ἡ εἰς πρόθεσις, ἵνʼ ᾖ ἡ σύνταξις οὕτως· τῆς Ἡσιόδου προρρήσεως πλησίον ἐλθόντες εἰς τὸ μετέχειν αὐτῆς.

πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν ἀσφαλῶς ὁ ῥήτωρ προσέθηκε τὸ πλὴν, ἐπειδὴ οἶδε διαφορὰν δαίμονος καὶ δαιμονίου· δαίμων γὰρ οὗτος ὁ δαίμων, ἀπὸ τοῦ δαΐζειν τῆς προσηγορίας λαχών· δαιμόνιος δὲ ὁ μετέχων τινὸς δυνάμεως, οἱονεὶ δαίμων τις ὤν. ὁ μὲν οὖν Ἡσίοδος, ὡς ποιητὴς, εἶπε δαίμονας ἁγνοὺς, ὁ δὲ, ὡς ῥήτωρ, ἀσφαλῶς ἐκόλασε τὸ λεχθέν.

τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν λέγεται Οἰδίπους μετὰ τὰς συμφορὰς ἐλθεῖν εἰς Ἀθήνας· οἱ δὲ θεοὶ ἐλεήσαντες αὐτὸν δεδώκασιν αὐτῷ δόκησιν τοῦ σώζειν τὴν Ἀττικήν. ἄλλοι δέ φασιν ὅτι πολλῶν κακῶν αἴτιος γεγονὼς τοῖς Θηβαίοις, διά τε τὸν φόνον τῶν παίδων ἐναγὴς ὑπάρχων ἐκβάλλεται τῆς πόλεως καὶ ἐλθὼν τὸν Κολωνὸν, καὶ τελευτήσας ἐκεῖ θάπτεται. ἐλθόντων δέ ποτε Θηβαίων φαίνεται Ἀθηναίοις κελεύων ἀντιπαρατάξασθαι, καὶ συμβαλόντες ἐνίκησαν. στρατευσάντων δέ ποτε Θηβαίων κατὰ Ἀθηναίων, ἐπιφαίνεται Οἰδίπους Ἀθηναίοις, κελεύων αὐτοὺς ἀντιπαρατάξασθαι Θηβαίοις θαρρούντως· καὶ συμβαλόντες ἐνίκησαν αὐτούς. θαυμασίως ἐπήγαγε τὸν Οἰδίπουν· ἐπειδὴ γὰρ εἶπεν ὅτι νεκροὶ ὄντες τὴν γῆν φυλάττουσιν, εἰκότως ἐχρήσατο τούτῳ τῷ παραδείγματι, ὅτι καὶ Οἰδίπους καὶ νεκρὸς ὢν σώζει τὴν Ἀττικήν. τὸν δὲ Κολωνὸν λέγουσιν οἱ μὲν τόπον εἶναι τῆς Ἀττικῆς, οἱ δὲ Δῆλον. λέγεται δὲ Οἰδίπους μετὰ τὰς—ἐνίκησαν. ἢ εἴ τις ἄλλοθί που τῆς χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται εἰ μὲν μετὰ τοῦ ἄρθρου λέγομεν, τουτέστι τῆς χώρας, δηλοῦμεν τὸν Θησέα· ἔν τινι γὰρ καιρῷ ἐξεβλήθη παρὰ τῶν Ἀθηναίων Θησεύς· καὶ ἐκβληθεὶς ἀνῆλθε πρὸς τὸν Λυκομήδην ἐν τῇ Σκύρῳ ὡς πρὸς φίλον. ὁ δὲ Λυκομήδης φοβούμενος μὴ ὁ Θησεὺς ἐκβάλῃ αὐτὸν τῆς βασιλείας, φονεύσας ἐκεῖσε ἔθαψε· μετὰ τοῦτο ἔλαβον οἱ Ἀθηναῖοι χρησμὸν, μετενέγκαι τὰ ὀστᾶ τοῦ Θησέως. ἀκούσαντες τὸν χρησμὸν ἀγνοεῖν ποῦ εἴη τὰ ὀστᾶ τοῦ Θησέως ἔφασαν. ὁ δὲ θεὸς εἶπεν ὅτι ἐγὼ ὑμῖν ἡγεμόνα πέμπω. εἶτα ἐξελθόντες καὶ φθάσαντες περὶ τὴν Σκύρον ἐθεάσαντο ἀετὸν καταπτάντα καὶ ὀρύσσοντα τὴν γῆν. οἱ δὲ ἐνόησαν ὅτι ἐκεῖ εἰσι τὰ ὀστᾶ τοῦ Θησέως, καὶ λαβόντες ἔθαψαν ἐν τῇ Ἀττικῇ. ἐὰν δὲ ἐκτὸς τοῦ ἄρθρου λέγωμεν, ἄλλοθί που χώρας, δηλοῖ τὸν Ὀρέστην· ποτὲ γὰρ Λακεδαιμόνιοι καὶ Τεγεάται ἐπολέμουν πρὸς ἀλλήλους, καὶ ἤροντο τὸν θεὸν Λακεδαιμόνιοι πῶς ἂν περιγένωνται. ὁ δὲ ἔχρησεν οὕτως· Ἀρκαδίην μʼ αἰτεῖς, μέγα μʼ αἰτεῖς, οὔτοι δώσω· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ γε ἀποκωλύσουσιν· ἐγὼ δὲ οὔ τοι μεγαίρω. δώσω δέ τοι Τεγαίην ποσσίκροτον ὀρχήσασθαι, καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. ἀκούσαντες τὸν χρησμὸν Λακεδαιμόνιοι συνέβαλον, καὶ ἡττηθέντες ἐλήφθησαν παρὰ τῶν Τεγεατῶν, οἳ καὶ πέδας αὐτοῖς βαλόντες ἐποίησαν τὴν γῆν γεωργεῖν. ἡττηθέντες οὖν οἱ Λακεδαιμόνιοι πάλιν ᾔτησαν δεύτερον χρησμόν. ἔστι δὲ οὗτος, Ἔστι τις Ἀρκαδίης γαίης λευρῷ ἐνὶ χώρῳ, ἔνθεν ἄνεμοι πνείουσι δύο κρατήρων ὑπʼ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμʼ ἐνὶ πήματι κεῖται· ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζωος αἶα, τὸν σὺ κομισάμενος γαίης ἐπὶ τάρροθος ἔσῃ. ἀκούσαντες τὸν χρησμὸν τοῦτον οἱ Λακεδαιμόνιοι ἐσπείσαντο πρὸς τοὺς Τεγεάτας. εἶτα ἐν τῇ εἰρήνῃ ἔτυχε Λίχαν τινὰ ἀγαθοεργὸν Λακεδαιμόνιον — ἀγαθοεργοὶ δὲ καλοῦνται παρὰ Λακεδαιμονίοις πέντε τῶν ἱππέων, οἵτινες ἐξήρχοντο τοῦ βαθμοῦ, καὶ ἐσχόλαζον ἐπὶ γνώσει τῶν παρʼ ἑτέροις νομίμων ἀγαθῶν — καθέζεσθαι ἐν χαλκείῳ τῆς Τεγαίας, εἶτα θαυμάζειν πῶς ἀνέρχεται τὸ πῦρ. τὸν δὲ χαλκέα ἐρωτῆσαι τί καθέζεται ἐκπληττόμενος. τὸν δὲ εἰπεῖν ὅτι θαυμάζω διὰ τὸ οὕτως ἀνέρχεσθαι τὸ πῦρ. τὸν δὲ χαλκέα τοῦτο ἀκούσαντα, ὅτι ἐὰν ἀκούσῃς ὃ βούλομαι λέγειν, θαυμάσαι ἔχεις. εἶδον γὰρ, φησὶν, ἐν τῷ οἴκῳ τούτῳ σορόν τινα ἐννέα ὀργυιῶν, καὶ ἀπιστῶν εἰ τοιοῦτός ἐστιν ὁ κείμενος ἐν τῇ σορῷ, εἶτα ἀποκαλύψας καὶ εὑρὼν ὅτι καὶ τὸ σῶμα ἐννέα ὀργυιῶν ἐστιν, ἑωρακὼς ὁ Λίχας ἤρξατο συλλαμβάνειν τὸν χρησμὸν τὸν λέγοντα, Ἔστι τις Ἀρκαδίης, καὶ τὰ ἑξῆς· καὶ ἀναμνησθεὶς ᾔσθετο ὅτι τὸ χαλκεῖον σημαίνει ὁ χρησμός· εἶτα εἶπε τῷ χαλκεῖ· μίσθωσόν μοι τὸν οἶκον ἐπʼ ὀλίγου χρόνου. μισθωσαμένου οὖν τὸν οἶκον, καὶ λαβόντος τὰ ὀστᾶ Ὀρέστου, ἐλήφθησαν οἱ Τεγεάται.

διετήρησαν ἅπασαν τὴν Ἀττικὴν πῶς φυλάττουσιν, εἰρήκαμεν, τῷ φόβῳ τῆς ἀρετῆς τοὺς βαρβάρους ἀπείργοντες. τὸ δὲ οἷς αὐτοὶ παρέσχοντο, ἀντὶ τοῦ οἷς ἐπεδείξαντο.

οἷς αὐτοὶ παρέσχοντο οἷς ἐπεδείξαντο.

ὁποίους τινὰς εἶναι δεῖ, καιρῶν ὁμοίων ἐπιστάντων πῶς δεῖ καταφρονεῖν βαρβάρων. καιρῶν δὲ ὁμοίων ἀντὶ τοῦ κινδύνων βαρβαρικῶν καὶ Ἑλληνικῶν.

ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χαμάζε ἔπεσε τὸ κέρδος τοῦτο ἐπήγαγεν, ὡς δείξας αὐτοὺς φύλακας τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος. τὸ δὲ χαμάζε Ὁμηρικόν ἐστιν· καὶ γὰρ Ὅμηρος, ὅτε βούλεται δεῖξαι, δόρυ, ἢ βέλος, ὅτι ἄπρακτον ἐρρίφη, λέγει ὅτι χαμάζε ἔπεσεν.

ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυτῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων ἡ γὰρ διάνοια αὐτῶν ἦν σῶσαι τὴν πόλιν. σωθείσης οὖν αὐτῆς καὶ αὐτοὶ τῆς ἑαυτῶν διανοίας ἀπέλαυσαν καὶ οἱ ἄλλοι τῆς αὐτῶν.

καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα ὅπλα γὰρ ἦν ἀνακείμενα ἐν τοῖς Ἡρακλείοις, ἅπερ εὑρέθη ἐξαίφνης ἔξω θυρῶν κείμενα. δεινῶς δὲ ὁ Ἀριστείδης τὴν βοήθειαν τῶν θεῶν μαρτυρίαν ποιεῖται τῆς Μιλτιάδου ἀρετῆς. τὸ δὲ κατὰ τὸν Πᾶνα ἔστι τοῦτο· ἀπεστάλη Φιλιππίδης τις ὑπὸ Ἀθηναίων, ἡμεροδρόμος ὢν, ἐν τοῖς Περσικοῖς, συμμαχίαν αἰτῆσαι παρὰ Λακεδαιμονίοις. ἀπιὼν δὲ ἄπρακτος ἐκ τῆς Λακεδαιμονίων ἤκουε φωνῆς τινος ἐπιβοῶντος αὐτῷ. ὡς δὲ πλησίον ἐγένετο, ἀκούει λέγοντος τοῦ Πανὸς, εἰπεῖν Ἀθηναίοις ὡς ὀλιγωροῦσιν αὐτοῦ, καὶ ταῦτα φροντίζοντος. ἡνίκα δὲ ἐστράτευον, εἶδον αὐτὸν ἡγούμενον, καὶ βωμὸν ἱδρύσαντο καὶ θυσίας ἐπετέλεσαν. τὸν Πᾶνα Φιλιππίδης τις ἀπεστάλη ὑπὸ Ἀθηναίων ἡμεροδρόμος εἰς Λακεδαίμονα, συμμαχίαν αἰτήσων παρὰ Λακεδαιμονίων. ὑποστρέφων δὲ ἄπρακτος ἤκουε φωνῆς τινος, ὡς δὲ πλησίον ἐγένετο, ἀκούει λέγοντος τοῦ Πανὸς, εἰπεῖν Ἀθηναίοις ὅτι ὀλιγωροῦσιν αὐτοῦ, καὶ ταῦτα φροντίζοντος περὶ αὐτῶν ἡνίκα ἐστράτευον· εἶδον γὰρ αὐτὸν ἡγούμενον. διὰ τοῦτο Ἀθηναῖοι καὶ βωμὸν αὐτοῦ ἱδρύσαντο καὶ θυσίας ἐτέλεσαν.

ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ἀσμάτων αὐτῷ λέγεται ὅτι μέλη ποιοῦντος τοῦ Πινδάρου ποτὲ ἐν Θήβαις τερφθεὶς ὁ Πὰν ὠρχήσατο αὐτῷ. ἄλλοι δὲ, ὅτι ᾆσμα σκεψάμενος Πίνδαρος ἔμελλεν ἐπιδείκνυσθαι· καὶ εἶδεν ὄναρ τὸν Πᾶνα λέγοντα αὐτῷ τὸ ᾆσμα, καὶ λαβὼν εὐθὺς ἀνέθηκε τῷ θεῷ. οἱ δὲ ὑπομνηματισταὶ λέγουσιν ὅτι ἐν τῇ κρεουργίᾳ τοῦ Πέλοπος ὠρχήσατο ὁ Πάν. ἔχομεν δὲ τοῦτο ἐν τῇ πρώτῃ νίκῃ. λέγεται ὅτι Πινδάρου μέλη ποιοῦντός ποτε ἐν Θήβαις τερφθεὶς ὁ Πὰν ὠρχήσατο αὐτῷ. ἄλλοι δὲ λέγουσιν ὅτι ᾆσμα σκεψάμενος ὁ Πίνδαρος Πανὸς ἔμελλεν εἰπεῖν καὶ ἐπιδεῖξαι, καὶ εἶδε κατʼ ὄναρ τὸν Πᾶνα ἐπιστάντα λέγειν τὸ ᾆσμα· ὃ λαβὼν εὐθὺς ἀνῆκε τῷ θεῷ.

φησὶν ὁ Πλάτων.

ἀλλαχοῦ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου δὲ ἀδελφὸν ζητεῖται πῶς λέγει τὸν Πᾶνα λόγον, ἢ λόγου ἀδελφόν. λέγομεν ὅτι τὰ πάντα διὰ λόγου συνέστη. τὰ δὲ πάντα ἐστὶν ὁ Πάν· ἀδελφὸς ἄρα ὁ Πὰν τοῦ λόγου· μᾶλλον δὲ ὁ Πὰν λόγος. διὸ καὶ Ἑρμοῦ υἱὸς ὁ λόγος ὁ ἔντεχνος καὶ παρὰ τοῦ θεοῦ διδόμενος εἰς παίδευσιν. ζητεῖται πῶς λέγει τὸν Πᾶνα λόγον, ἢ λόγου ἀδελφόν. λέγομεν οὖν ὅτι πάντα κατὰ λόγον συνέστη· τὰ δὲ πάντα ἐστὶν ὁ Πάν· ἀδελφὸς ἄρα ὁ Πὰν τοῦ λόγου. πάλιν δὲ ὁ Πὰν λόγος, ἐπειδὴ Ἑρμοῦ ἐστιν, ὥς φασιν, υἱὸς πᾶς λόγος ἔντεχνος· ἤδε ὅτι ὁ Πὰν μουσικὸς, πᾶς δὲ λόγος εὔμουσος καὶ ἐμμελῶς σύγκειται.

φαίνεται τοίνυν οὗτος οὕτως—φαῦλον περὶ τοὺς λόγους ὄντα ῥητορικῶς κατασκευάζει ὁ Ἀριστείδης ὅτι οὐκ ἂν ὁ Πὰν, λόγος ὢν, συμπαρῆν τῷ Μιλτιάδῃ, εἰ μὴ ᾔδει καὶ αὐτὸν ῥητορικὸν ὄντα· θεὸς γὰρ οὐ χαίρει φαύλῳ.

ἄτεχνον τριβὴν ὥσπερ ἂν εἰ ἐμπειρίαν τινὰ καὶ γυμνασίαν· λέγει δὲ τοῦτο, ὅτι οὐ μόνον ῥήτορα αὐτὸν οἶδεν, ἀλλὰ καὶ στρατηγόν.

τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην, καὶ τὴν ἀνδρίαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον ἆρά γε στρατηγήσαντες, φησὶν, οἱ δύο θεοὶ τῷ Μιλτιάδῃ, ὅ τε Ἡρακλῆς καὶ ὁ Πὰν, ἔδειξαν αὐτὸν καὶ τοῖς λόγοις σοφὸν καὶ τῇ δυνάμει ἀνδρεῖον· ὁ γὰρ λόγος, φησὶν, ἐστὶν ὁ Πὰν, ἡ δὲ ἀνδρεία ὁ Ἡρακλῆς.

ἆρά γε ἢ πρὸς ἀνθρώπων ἣ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν ὁ λόγος σχετλιαστικός. πρὸς θεῶν δὲ εἶπε διὰ τὸν Πᾶνα καὶ τὸν Ἡρακλέα.

Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύσασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας φασὶν ὅτι πρὸ τοῦ Μαραθῶνος οὐκ ᾔδεσαν Ἀθηναῖοι τὸν Πᾶνα θεὸν, ἀλλʼ ἐκ τῆς συμμαχίας θεὸν νενομίκασι. συννοήσαντας δὲ ἀντὶ τοῦ οὐ πρότερον ἐν νῷ λαβόντας ἱδρύσασθαι βωμόν.

ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθʼ αὑτὸν ἀποστερεῖν ὡς εἰ ἔλεγεν· εἰ καὶ αὐτὸς Πλάτων ἀποστερεῖ· ἀλλʼ οὖν τὴν προκαταλαβοῦσαν περὶ αὐτοῦ δόξαν οὐ δυνήσεται ἀνελεῖν.

καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου παρόντος ἀντιπῖπτον λύει, ἵνα μὴ εἴποι τις· ἀλλʼ οἱ μετʼ αὐτοῦ φαῦλοί τινες ἦσαν. Ἀριστείδην δὲ λέγει τὸν δίκαιον.

ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν τοὺς γὰρ ἄλλους κόλακας καλῶν τοῦτον οὐκ ὠνόμασεν. ἠξίωσεν ἀντὶ τοῦ ἄξιον ἐνόμισεν.

ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν, — ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ ἐκφανὴς ἀντὶ τοῦ ἐπίσημος. ἐν τῇ Πλαταίᾳ δὲ ἐστρατήγει μετὰ Παυσανίου ὁ Ἀριστείδης καὶ λαμπρότερος ἦν τοῦ Παυσανίου ὁ Ἀριστείδης τότε· ἐν δὲ τῷ Μαραθῶνι ὁ αὐτὸς Ἀριστείδης ἐστρατήγει μετὰ Μιλτιάδου καὶ ἐκαλύπτετο ὑπὸ Μιλτιάδου.

δίκαιος ὢν, ὡς σὺ φῂς οὐκ ἔστι τοῦτο διαβολὴ, ἀλλὰ συντρέχει τῷ ἐπαίνῳ τοῦ Ἀριστείδου, ἵνα μᾶλλον σεμνύνῃ τὸν Μιλτιάδην.

οὐ περιιδὼν οὐκ ἀναμείνας. ἀντὶ τοῦ οὐκ ἀναμείνας εἰς συμμαχίαν τοὺς Ἕλληνας.

ἐν τῇ τριβῇ βραδυτῆτι· ἐβράδυναν γὰρ Λακεδαιμόνιοι συλλεγόμενοι. τὸ δὲ χρησμῳδεῖς δεινῶς εἶπεν, ὡς ἐπὶ μαντείας τοῦ Ἀπόλλωνος.

ἀλλʼ αὐτὸν ἐν αὐτῷ ἔχειν τὰς ἐλπίδας. κατὰ κοινοῦ ἔχειν τὰς ἐλπίδας.

Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος οὐδεὶς ἐνταῦθα ἡ ἀπόδοσις τοῦ καὶ γὰρ ὁ τὴν μάχην σπεύσας γενέσθαι, καὶ ὁ τόδε καὶ τόδε ποιήσας, Μιλτιάδης, εἷς ἀνήρ ἐστιν. ἐπειδὴ δὲ καὶ ἄλλα. ἦσαν κοινωνοῦντες αὐτῷ κατὰ τὴν μάχην, διὰ τοῦτο μόνῳ Μιλτιάδῃ ἀνατίθησι τὸ κατόρθωμα.

προυκρίθη μόνος ἐξ ἁπάντων—τοῖς στρατιώταις παρακελευόμενος ἐπειδὴ εἶπεν εἷς ἀνὴρ, καὶ τὴν ἀπόδειξιν τούτου ἐπήγαγε, τὸ ὅτι καὶ μόνος ἐγράφη· ἦν γὰρ ἐν τῇ Ποικίλῃ στοᾷ γεγραμμένος ὁ Μιλτιάδης, ἐκτείνων τὴν χεῖρα καὶ ὑποδεικνὺς τοῖς Ἕλλησι τοὺς βαρβάρους, λέγων ὁρμᾶν κατʼ αὐτῶν. ὄνομα δὲ ἐκκλησίας ἡ Πνὺξ, ὡς καὶ Αἰσχίνης μέμνηται.

οὕτως ἐκεῖνός γε οὐ μόνον ἐν Πνυκὶ δείκνυσιν οὖν ὅτι οὐ μόνον στρατηγὸς ἦν, ἀλλὰ καὶ ῥήτωρ.

ἔπειτʼ Ἀθηναῖοι μὲν καὶ τοὺς πεσόντας τοθʼ ἑαυτῶν τὸ σχῆμα κατʼ ἐπιτίμησιν· καὶ ἀπὸ τοῦ ἐλάττονος γὰρ τὸ τῶν τελευτησάντων ζώντων ἐστίν. καὶ ἀπὸ τοῦ τάφου τὸν ἔπαινον ἔλαβε. κατὰ τοὺς ἄλλους δὲ, τοὺς ἐν ἄλλοις πολέμοις τελευτήσαντας.

ἰδίας καὶ τῆς τιμῆς ἠξίωσαν ἰδίας εἶπεν, εἰς τὴν Πλάτωνος ἀποτεινόμενος Πολιτείαν, ἐπειδήπερ ἐκεῖνος ἰδίας τιμὰς ἀπονέμει τοῖς φύλαξιν.

ἐλευθερίας, εὐκλείας εὐκλείας προσέθηκεν, ἐπειδὴ ὁ Πλάτων οὐ τὴν αὐτὸς ἐλευθερίαν ζητεῖ.

διακονῶν Ἀθηναίοις διεγένετο, διʼ ὃν οὐ διηκόνησαν Ἀθηναῖοι Πέρσαις τὰ αἴσχιστα καλῶς εἶπε τὰ αἴσχιστα· ἔστι γὰρ καὶ ἐπὶ καλοῖς διακονία. ὑπερβολικῶς δὲ εἶπεν ὅτι καὶ τὸν πολέμιον ἐκώλυσε γενέσθαι διάκονον. περὶ δὲ τούτου ἤδη εἶπε, λέγων «Καίτοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στερήσεσθαι τῆς κεφαλῆς, εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἄγῃ.»

τῆς περὶ τὸν κομμώτην συμμορίας ἤδη μὲν ἔγνωμεν ἐκ τῶν Δημοσθενικῶν τί ἐστι συμμορία· ὅτι σύνταγμά ἐστι φανερῶν ἀνδρῶν ὡρισμένων εἰς λειτουργίαν. ἔνθα λέγει «Πρότερον μὲν εἰσφέρεται κατὰ συμμορίας.» νῦν δὲ συμμορίας λέγει, ὅτι Πλάτων, ὡς εἴπομεν, τὰς ἀρετὰς διαιρῶν τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος εἶπε ταύταις ταῖς ἀρεταῖς ὑπεισέρχεσθαι κακίας ἑτέρας. κομμωτικὴν δὲ λέγει κουρικὴν, τὴν ἡδύ τι καὶ εὔμορφον ἐπάγουσαν. ταύτῃ δὲ ὁμοίαν τὴν ῥητορικήν· καὶ γὰρ τῷ δήμῳ τὸ ἡδὺ, φησὶ, παραινοῦσιν οἱ ῥήτορες.

οὕτως αὐχμῶντα ἁρμόζει τοῦτο τῇ ῥητορικῇ· τὸ γὰρ αὐχμηρὸν οἰκεῖον τῆς κόμης. κεκονιμένον τοῦτο τῆς μαγειρικῆς ἐναντίον· ὁ γὰρ μάγειρος τὸ ἡδὺ καὶ εὐηδὲς ζητεῖ· τὸ δὲ κεκονιμένον ἀηδές πως δοκεῖ τῇ θεᾷ.

πολλὴν μέν τʼ ἂν ὄφλοιμεν τὴν ἀλογίαν τῷ λέγειν ὄφλοιμεν συστέλλει τὴν ὕβριν τὴν πρὸς Πλάτωνα. ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον ὅτι νικήσας οὐκ ἐπῄρθη τῷ φρονήματι.

εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν ἀντιφιλοτιμεῖται τοῖς παραδείγμασι τοῦ Πλάτωνος· ὁ γὰρ Πλάτων τοὺς ἀγαθοὺς χρυσᾶς ἔχειν λέγει τὰς ψυχάς. οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν εἰπὼν χρυσὸν ἁρμόδιον αὐτῷ ἐπήγαγε τὴν βάσανον. ἔστι δὲ λίθος, διʼ ἧς ὁ χρυσὸς δοκιμάζεται.

ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος δείκνυσι τὸν Μιλτιάδην ὑπὲρ τὸ παράδειγμα Πλάτωνος γενόμενον τοῦ χρυσῆν ἔχειν τὴν ψυχήν. εἶτα συγκρίνων αὐτὸν τῷ Παυσανίᾳ κρείττονα καὶ αὐτοῦ δείκνυσι· Παυσανίας γὰρ κρατήσας ἐν Πλαταιαῖς τῶν Μήδων ἠβουλήθη ὕστερον προδοῦναι, ὥς φησι καὶ ὁ συγγραφεὺς ἐν τῇ πρώτῃ.

οὐδʼ ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μάχης ἀντὶ τοῦ οὐκ ἠλαζονεύσατο· ὥσπερ, φησὶν, ἦν πρὸ τοῦ κατορθώματος, οὕτως ἔμεινε καὶ μετὰ τὴν νίκην, ἐπιεικὲς ἔχων τὸ φρόνημα.

καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δήπου τοὺς βαρβάρους ἐνενικήκει ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι, ἀλλʼ εἰκότως μέγα ἐφρόνησεν, ἐπειδὴ καὶ πρῶτος ἐνίκησε τοὺς βαρβάρους. εἰς παράδειγμα δὲ βλέπων, ἀντὶ τοῦ μιμητὴς ἐγένετο.

εἰς παράδειγμα βλέπων μιμητὴς γενόμενος. οὔτε μόνους Λακεδαιμονίους ἔχων ταπεινοῖ τὸ κατόρθωμα τοῦ Παυσανίου τῷ κοινὸν αὐτὸ ποιεῖν.

σχεδὸν τῶν γε Ἀθηναίων κἀκεῖ τὰ πλεῖστα συνεπεξεργασαμένων τὸ σχεδὸν εἶπεν, ἐπειδὴ τῷ ὄντι Λακεδαιμόνιοι ἐνίκησαν. καλῶς εἶπε τὸ σχεδὸν, ἵνα μὴ δόξῃ ψεύδεσθαι· ὡμολόγητο γὰρ ὅτι τοῦ Παυσανίου ἦν τὰ κατὰ Πλάταιαν. τῶν ἀντιτεταγμένων δὲ λέγει, τῶν μηδισάντων· λέγει δὲ Θηβαίων.

τῶν Ἑλλήνων τῶν ἀντιτεταγμένων τῶν τὰ Μήδων φρονησάντων· λέγει δὲ διὰ τοὺς Θηβαίους. τά γε τῆς τειχομαχίας ἐπʼ ἐκείνους παντελῶς ἐλθεῖν τοῦτο οὐκ ἔτι ἐν τῇ Πλαταιᾷ ἐγένετο, ἀλλʼ ἐν Θήβαις· τῶν γὰρ βαρβάρων μετὰ τὴν τροπὴν καταφυγόντων εἰς τὸ τεῖχος, καὶ οὐκ ἐπεξιόντων εἰς μάχην, Ἀθηναῖοι τειχομαχήσαντες εἰς τέλος ἐνίκησαν.

ἀλλʼ ὁ Μιλτιάδης οὐκ ἀνέμεινε τοὺς Λακεδαιμονίους τότε ὀνειδίζει πάλιν αὐτοῖς τὴν πανσέληνον. τὸ δὲ οὐκ ἐκοίνωσε τὸ ἔργον ἀντὶ τοῦ οὐκ ἐποίησε κοινωνὸν, ὥσπερ Παυσανίας.

ὅτι μὴ Πλαταιέων φασί τινας προσδραμεῖν ὅρα πῶς οὐ σιωπᾷ τὴν ἀλήθειαν, ἵνα μὴ ἁλῷ ψευδόμενος. καὶ αὐτὴν δὲ τὴν κοινωνίαν ἐσμίκρυνε, τῷ εἰπεῖν προσδραμεῖν, ἀλλὰ μὴ πολεμεῖν.

πρῶτος καὶ μόνος τῶν Ἑλλήνων προσαναφωνεῖ τὰ τοῦ Θεμιστοκλέους πρῶτος εἰπών.

ὥστʼ ἐκεῖνον προσῆκεν ἐπιγράφειν, ὅτι στρατὸν ὤλεσε Μήδων τὸ ἐπίγραμμα μεταφέρει εἰς τὸν Μιλτιάδην, ὃ ἔγραψεν ἐν τῷ τρίποδι ὁ Παυσανίας, ὅπερ ὕστερον ἐξεκολάφθη.

ἀκριβῶς ἥρμοττεν αὐτῷ ἀπὸ κοινοῦ ἐπιγράφειν.

ἀλλʼ ὅμως καὶ ταῦτα πράξας ἠπίστατο σωφρονεῖν πάλιν τὸ ἐπιεικὲς ἐμφαίνει τοῦ Μιλτιάδου.

οἷα Παυσανίας πολλὰ κατηγορήθη ταῦτα προσλαβὼν εἶπεν ὁ συγγραφεύς· διὸ σιωπᾷ ὁ ῥήτωρ καὶ οὐ λέγει, τὰ ἐγνωσμένα παρὰ πᾶσιν.

ὥσπερ Λύσανδρον τὸν ἐν Αἰγὸς ποταμοῖς Λύσανδρος, ναύαρχος ὢν Λακεδαιμονίων, ἐν Αἰγὸς ποταμοῖς — τοῦτο δὲ τὸ χωρίον ἐν τῷ Ἑλλησπόντῳ τῆς Θρᾴκης — νικήσας τοὺς Ἀθηναίους, ὡς λέγει Ξενοφῶν, δεκαδαρχίας καθίστη ἐν ταῖς πόλεσι, θέλων ὀλιγαρχίαν ποιῆσαι· καὶ ἐντεῦθεν στάσεις καὶ θόρυβοι ἐγένοντο ἐν ταῖς πόλεσι. πάλιν δὲ τὸν Μιλτιάδην συγκρίνει πρὸς τοῦτον, καὶ αὐτὸν μέγα φρονήσαντα μετὰ τὴν νίκην.

πολλῶν καὶ μεγάλων κακῶν αὐτὸν τοῖς Ἕλλησιν ἄρξαντα διὰ τὰς μεταβολὰς τῶν πολιτειῶν αἰνίττεται ὅτι δεκαδαρχίας καταστήσας ἐζήτει μεταβαλεῖν τὰς πολιτείας. διὸ μὴ ἀνεχομένων στάσεις ἐγίνοντο. ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα ἀλλʼ ἐρεῖς, φησὶν, ὅτι περὶ τοιούτων οὐδεὶς κατηγορεῖ Μιλτιάδου, περὶ δὲ τῶν λοιπῶν αὐτὸς ἐπάγει. φιλοτιμίας δὲ, φιλοδοξίας καὶ ἀλαζονείας.

καὶ σκόπει, παρʼ οὕστινας αὐτὸν ἐξετάζω, Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον φανερῶς νῦν τὴν παράθεσιν ἐγύμνωσεν, ὅτι πρὸς τοὺς φίλους Πλάτωνος τὸν Μιλτιάδην συγκρίνει.

ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο τοῦτον λέγουσι στρατηγὸν γενέσθαι Λακεδαιμονίων, τὸν Θίβρωνα, μέθυσον καὶ ἀκόλαστον.

ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι τοῦτο προσέθηκεν, ἵνα μή τις εἴπῃ· ἀλλὰ ταῦτα μὲν οὐχ ἡμάρτανεν ὁ Μιλτιάδης τὰ Λακωνικὰ, — Ἀθηναῖος γὰρ ἦν — ἀλλὰ τὰ Ἀττικά. φαίνειν δέ ἐστι τὸ κακῶς ἐπιτροπεύειν· φάσις γάρ ἐστιν ὄνομα δίκης κατὰ τῶν κακῶς ἐπιτροπευόντων. ἔνδειξις δὲ ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ. ἄλλοι δὲ τὸ φαίνειν ὄνομα δίκης λέγουσι κατὰ τῶν Ἀθηναίων ἐμπόρων, τῶν μὴ ἐν τῇ Ἀττικῇ, ἀλλʼ ἀλλαχόσε σιτηγούντων. φαίνειν κακῶς ἐπιτροπεύειν.

δημεύειν κρίνειν. εἴπῃ τις ὅτι κακῶς εἶπε τὸ δημεύειν ἐπὶ τοῦ ῥήτορος· οἱ γὰρ δικασταὶ τούτου κύριοι. λέγομεν οὖν ὅτι καὶ παρὰ Δημοσθένει ἔχομεν τὴν λέξιν ἐν Φιλιππικοῖς. ἔνθα λέγουσι τὸ κρίνειν δημεύειν δηλοῖ, ὅτι τῶν ῥητόρων τινὲς χαριζόμενοι τῷ δήμῳ ἔγραφον κατά τινων πλουσίων δήμευσιν. τὸ δημεύειν δηλοῖ, ὅτι τῶν—δήμευσιν. οὐ ῥήτορας οὐδαμῶς δεινῶς ὁ Ἀριστείδης τούτους διαβάλλει, μὴ ὄντας ἀληθείᾳ ῥήτορας, ἵνα διʼ ὧν τούτων κατηγορῇ, βεβαιώσῃ τῶν ἀνδρῶν τὸν ἔπαινον. τούτους δὲ καὶ ὁ Ἀριστοφάνης κωμῳδεῖ.

εἴπερ γε ἦσαν τοιοῦτοι ῥήτορες.

εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν τοῦτο προσέθηκεν, ὅτι ἐν τῇ κοινῇ ἀπολογίᾳ λέγει, μὴ πάντας ὠφελῆσθαι παρʼ αὐτῶν.

εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα, ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε εἴπῃ τις ἀκαίρως εἰρῆσθαι τὸν λόγον· οὐδὲ γὰρ Πλάτων ἐξῄτει δεῖξαι αὐτοὺς μὴ ὄντας ἐπιστήμονας τῶν μετεώρων. λέγομεν οὖν ὅτι τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν Μιλτιάδην τῷ Σωκράτει ὅμοιον· λέγουσι γὰρ καὶ αὐτὸν Σωκράτην ἄπειρον τὰ μετέωρα. εἶτα καὶ μείζονα δείκνυσι τῷ λέγειν αὐτὸν μὴ ἀκροᾶσθαι Ἀναξαγόρου.

καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ τῷ Ἀναξαγόρᾳ, καλῶς δὲ ἀντέθηκε, δεικνὺς μὴ ὄντα Μιλτιάδην Σωκράτους φαυλότερον.

οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ, τὰς ἡμισείας μεταλαβόντα δώδεκα γὰρ θεῶν δικασάντων Ὀρέστῃ καὶ ταῖς Ἐριννύσιν, ἓξ προσετέθησαν τῷ Ὀρέστῃ, μεθʼ ὧν ἦν ἡ Ἀθηνᾶ, καὶ νενίκηκεν, ἐπειδήπερ θνητὸς ὢν τὰ ἴσα θεοῖς ἔσχε. τὰς ἡμισείας ψήφους. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως τῷ εἰπεῖν εἰκότως τὴν σύγκρισιν ἐθεράπευσεν, ἐπειδήπερ πρὸς μητροκτόνον αὐτὸν παρέβαλεν, ὅπερ ἐστὶν ἄτοπον· καὶ γὰρ δίκαιος ἦν ὁ φόνος, ἀλλʼ εἰς μητέρα ἐτολμήθη.

τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν, οὐ μόνον τῇ πατρίδι κυρίως γὰρ τροφεῖα ἐπὶ πατρίδος λεκτέον.

κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο πάλιν συγκρίνει αὐτὸν πρὸς τοὺς ἀρχηγέτας τοῦ γένους τῶν Ἑλλήνων, ὅπερ ἐστὶ μέγιστον. ἀρχηγέτας δὲ, ὡς ἐλευθερωτὰς τοῦ γένους ὄντας.

νομίζω δʼ ἔγωγε καὶ τὴν αἰτίαν λύσις ἀντιθέσεως. ἀντίθεσιν ἐνταῦθα λύει· προσκαταλαμβάνει γὰρ τοὺς ἀγῶνας, ἐν οἷς λύει τὰ δοκοῦντα ἐγκλήματα· ὅπερ ἐποίησε καὶ ἐπὶ τοῦ υἱοῦ αὐτοῦ Κίμωνος. ἔστι δὲ ἡ ἀντίθεσις αὕτη· ἀλλʼ ἐν δεσμωτηρίῳ ἐφρουρήθη. ἡ δὲ ἱστορία αὕτη· μετὰ τὰ κατὰ Μαραθῶνα ἐπεστράτευσεν ἐπὶ τοὺς Παρίους ὁ Μιλτιάδης, ἢ ὅτι συνέπραξαν τῷ Πέρσῃ, ἢ ὅτι ἀπέστησαν τῶν Ἀθηναίων. ἔστι δὲ αὕτη ἡ νῆσος εὐτελής. ταύτην πολιορκοῦντος αὐτοῦ ἐπέμφθη βέλος ἐξ ἀφανοῦς, καὶ ἔτρωσεν αὐτοῦ τὸν μηρόν. ὁ δὲ νομίσας τῆς Δήμητρος εἶναι τὸ βέλος, — ἦν γὰρ πλησίον τοῦ τείχους βωμὸς αὐτῆς — καὶ τὸ ἱερὸν φοβηθεὶς ἀνεχώρησε. καὶ προδοσίας αὐτοῦ κατηγόρησαν οἱ Ἀθηναῖοι, καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, μέχρι τῆς ἐκτίσεως φρουροῦντες αὐτὸν τοῦ τιμήματος· κατεψηφίσαντο γὰρ αὐτοῦ πεντήκοντα τάλαντα. μετὰ τὰ κατὰ Μαραθῶνα—τάλαντα. δεινῶς δὲ εἰς ἐγκώμιον αὐτοῦ τὴν αἰτίαν περιτρέπει, δεικνὺς ὅτι διὰ τοῦτο ἐζημίωσαν αὐτὸν Ἀθηναῖοι, διότι νομίζοντες αὐτὸν ὑπὲρ ἄνθρωπον, καὶ τοῖς πᾶσιν ἀήττητον, εἶδον ἀναχωρήσαντα αὐτὸν ἐκ Πάρου ἄπρακτον. εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν καλῶς τὸ εἰ δεῖ. περιττὸν θέλει δεῖξαι τὴν ὑπὲρ τούτου ἀπολογίαν. ἄλλοι δὲ εἶπον τὸ εἰ δεῖ, ἐπειδήπερ ὁ Πλάτων οὐχ ὑπὲρ αὐτῆς αὐτοῦ κατηγόρησε.

ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου ἐνθύμημα. τὸ δοκοῦν ἔγκλημα τοῦ Μιλτιάδου δεινῶς εἰς ἐγκώμιον ἔτρεψεν, ὅ ἐστι μέγιστον χρῶμα. λέγει γὰρ ὅτι φησὶν, εἰ μὴ ἐνίκησε, τοῦτο ἔγκλημα ἐποιήσαντο.

τὸν διὰ βίου μελετήσαντα ἀρετὴν ὡσανεὶ ἔλεγεν, οὐχ ἑνὶ τροπαίῳ, ἀλλὰ πλείστοις. μόριον δὲ εἶπε τὴν κολακείαν, ἐπειδήπερ τέταρτον μέρος εἶπεν αὐτὸ ὁ Πλάτων τῆς κακίας.

τὸν οὐδʼ ὅτʼ ἐκρίνετο, οὐδὲν πλέον ἐπήγαγε πρὸς τὰ ἀποβάντα ἔργα τοῦ Μιλτιάδου, ἐπειδὴ τούτων οὐδὲν ἐποίησεν, ὥσπερ καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου εἶπε φρόνιμον τὴν μητέρα αὐτοῦ, ὅτι ἀπέδοτο αὐτὸν κακὸν, ὡς ἐδείχθη ὕστερον. τὸν οὐδʼ ὅτʼ ἐκρίνετο, οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος εἰς ἀπολογίαν, φησὶ, τῆς νομισθείσης προδοσίας κατʼ αὐτοῦ μόνον τὸν πληγέντα μηρὸν ἐδείκνυε. τοῦτο γοῦν καὶ λέγεται περὶ αὐτοῦ. τὸ φρόνημα δὲ αὐτοῦ διὰ τούτου δείκνυσιν.

οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος ἐπειδὴ γὰρ τοὺς φαύλους παῖδας οὐκ εἰώθασιν ἐλεεῖν οἱ κρίνοντες, διὰ τοῦτο τὸν Κίμωνα προύθηκε, δεικνὺς τὸ ἄξιον τῆς αἰδοῦς πρόσωπον.

μεγαλοπρεπῶς παρρησιαστικῶς καὶ μετʼ ἀδείας.

ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα ἐκείνου λέγει, τοῦ Πλάτωνος. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐγὼ, φησὶ, δόξω ψευδὴς εἶναι, εἰ χαριζόμενος Πλάτωνι τὰ τῆς ἀληθείας καλύψω σιγῇ.

ἄλλην τίνʼ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ αὐτῷ τῷ Μιλτιάδῃ λέγει. ἄλλοι δὲ τῷ Πλάτωνι, καὶ ποιοῦσι τὸν νοῦν τοῦτον· εἰ πεισθείημεν Πλάτωνι, κατὰ Μιλτιάδου ταῦτα λέγοντι, οὗ χάριν ἀποδώσομεν αὐτῷ Πλάτωνι. τὸ γὰρ τίνα, ἐρωτηματικὸν ὂν, ἀναίρεσιν ἔχει τοῦ λεγομένου· οἷον εἰ φαῦλον δώσομεν χάριν, οὐκ ἄλλην· οὔκουν ἄρα οὐ δώσομεν. αὐτῷ ἤτοι τῷ Μιλτιάδῃ, ἢ τῷ Πλάτωνι.

ΘΕΜΙΣΤΟΚΛΗΣ.Λοιπὸς τοίνυν Θεμιστοκλῆς ὁ κορυφαιότατος. ῥητορικῶς Ἀριστείδης ἐξ ἀμφοτέρων τῶν ἄκρων τὴν τάξιν τῶν μεγίστων προσώπων εἰργάσατο, προτάξας μὲν τὸν Περικλέα, τελευταῖον δὲ τηρήσας τὸν Θεμιστοκλέα. οὐχ ἁπλῶς δὲ εἶπε τὸ λοιπὸς Θεμιστοκλῆς, ἀλλʼ ἀντὶ τοῦ ὁ κορυφαιότατος καὶ ἀκρότατος. δεῖ δὲ γνῶναι ὅτι τὸν περὶ τοῦ στεφάνου Δημοσθένους ἐν τούτῳ μεμίμηται τῷ λόγῳ. ῥητορικῶς— τὸν Θεμιστοκλέα. ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν ἕκαστος γὰρ ἑαυτὸν ἄριστον εἶχε, καὶ γενναῖον φάσκων δεύτερον ἐψήφιζε τὸν Θεμιστοκλέα. τὸ δὲ περὶ Θεμιστοκλέους τοιοῦτόν ἐστι· μετὰ τὸ νικηθῆναι τὸν βάρβαρον συνῆλθον εἰς τὸν Ἰσθμὸν πάντες οἱ Ἕλληνες τὸν τῆς Κορίνθου πρὸς τοῖς λαφύροις πρὸς ἀξίαν τιμῆσαι τοὺς ἀριστεύσαντας. ἔνθα πάντες ἐρωτώμενοι τίς ἐνίκησεν, ἕκαστος ἔλεγεν, ἐγὼ πρῶτος, καὶ μετʼ ἐμὲ Θεμιστοκλῆς. τὸ μὲν οὖν ἐγὼ πρῶτον ἔλεγον, ὡς μὴ ἀνεχόμενοι ἑαυτοῖς ὑβρίσαι διὰ τὸ ὡς πᾶς τις αὐτὸν τοῦ πέλας φιλεῖν, τὸ δὲ μετʼ ἐμὲ Θεμιστοκλῆς, διὰ τὴν ἀλήθειαν, ἣν οὐκ ἠνείχοντο κρύψαι. μετὰ τὸ κινηθῆναι τὸν βάρβαρον συνῆλθον πάντες οἱ Ἕλληνες εἰς τὸν Ἰσθμὸν τῆς Κορίνθου, ὥστε τιμῆσαι κατʼ ἀξίαν τοῖς λαφύροις τοὺς ἀριστεύσαντας. ἔνθα πάντες ἐρωτώμενοι τίς ἐνίκησεν, ἕκαστος ἔλεγεν, ἐγὼ πρῶτος, καὶ μετʼ ἐμὲ Θεμιστοκλῆς. τὸ μὲν οὖν ἐγὼ πρῶτος ἔλεγεν, ἑαυτοὺς προάγειν τῶν ἄλλων βουλόμενοι, τὸ δὲ μετʼ ἐμὲ Θεμιστοκλῆς, διὰ τὸ μὴ δύνασθαι κρύψαι τὴν ἀλήθειαν.

εἰ τὰ μάλιστα καὶ τοῦτο αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται ὡς θαυμάσιον εἴρηται· οὐδεὶς γὰρ βούλεται πρῶτον ἑαυτοῦ ἔχειν τινὰ, ἀλλὰ μᾶλλον ἑαυτὸν ἄριστον εἶναι. εἶτα, ὡς μὴ ἔχων ἄλλον τινὰ, πρὸς ὃν συγκρίναι τὸν ἄνδρα, πρὸς ἄλλον Ἀθηναῖον αὐτὸν παραβάλλει.

τὸν ὡς βούλει λέγε ῥητορικῶς ὁ Ἀριστείδης διὰ τῶν λέξεων, διʼ ὧν ὁ Πλάτων ἀνεδείκνυε φαῦλον τὸν Θεμιστοκλέα, διὰ τούτων θαυμαστὸν αὐτὸν κηρύττει. λέγει οὖν ὅτι ὡς βούλει κάλει τὸν Θεμιστοκλέα. οὐδὲν γὰρ βλάπτεις αὐτὸν, ὡς βούλει καλῶν. πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι ἀντὶ τοῦ καταλαβοῦσιν αὐτόν.

ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλλόμενος ἐκ τῆς τῶν πολεμίων παρασκευῆς ποιεῖται τὴν σύγκρισιν, ἐπειδήπερ εἷς ὢν ὁ Μηδικὸς πόλεμος πρὸς ἀμφοτέρους ἐγένετο αὐτός. ὡσαύτως δὲ ἐκ τῶν ἡττηθέντων προσώπων συγκρίνων ἐπαίρει τὸν Θεμιστοκλέα. ὥσπερ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· βουλόμενος γὰρ αὐξῆσαι τὸ δεινὸν, ὃ πέπονθεν, εἰσάγει τὸν Μειδίαν λέγοντα ὅτι καὶ ἄλλοι τινὲς ἐτυπτήθησαν, ὥσπερ ὁ πρόεδρος καὶ ὁ θεσμοθέτης. εἶτα αὔξει καὶ ἐκ τῶν ποιησάντων, ὅτι οἱ τύψαντες ἐμέθυον, καὶ ἠγνόουν· καὶ ἐκ τῶν παθόντων, ὅτι οἱ τυπτηθέντες ἀργύριόν τι δεξάμενοι τοὺς νόμους προδεδώκασιν· οὔτε δὲ ὁ Μειδίας ἠγνόει οὔτε ἐγὼ τοὺς νόμους προδέδωκα. οὐχ οὗτος δὲ ἦν βασιλεύς· πρῶτος γὰρ ἦν Δαρεῖος, δεύτερος δὲ Ξέρξης· ἀλλʼ ὡς πρωτόγονον ἀποδέδωκεν. ὑπάρχους δὲ εἶπε διὰ τὸν Δάτιν καὶ Ἰνταφέρνην.

ὁ δʼ αὐτὸν ἐνίκα βασιλέα ὁ Θεμιστοκλῆς δηλονότι. βασιλέα δὲ λέγει τὸν Ξέρξην.

οὔτʼ ἄλλον ἔπεμψε τοῦ λοιποῦ ὡς μετὰ πάντων ἡττηθείς.

ὃν κατέλιπε Μαρδόνιον, θανατῶντα, ὡς εἰπεῖν, κατέλιπε Μαρδόνιος εἰδὼς ἑαυτὸν αἴτιον εἶναι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας ὡς ἡττηθεὶς ἔφυγεν ὁ βασιλεὺς, δεηθεὶς αὐτοῦ πρότερον ἔμεινεν ἐν τῇ Ἑλλάδι, ἐπὶ τῷ πολεμῆσαι τοῖς Ἕλλησι, διπλῆν ἔχων τὴν ἔννοιαν· ἐλογίζετο γὰρ, εἰ ἡττηθεὶς ἀποθάνοι, οὐ κριθήσεται παρὰ τοῦ βασιλέως αἴτιος τῆς στρατείας, εἰ δὲ νικήσῃ, τιμηθήσεται παρʼ αὐτοῦ. πεντήκοντα δὲ εἶχε μυριάδας μεθʼ ἑαυτοῦ Μαρδόνιος, ἀναχωροῦντος τοῦ Ξέρξου.

ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες ἀντιπῖπτον λύει· καὶ ἡττήθη, πῶς κατελίμπανε Μαρδόνιον; λέγει οὖν ὅτι, οὐχ ἵνα νικήσῃ, καταλιμπάνει Μαρδόνιον, ἀλλʼ ἵνα φυγῆς τύχῃ πρὸς αὐτὸν ἀσχολουμένων τῶν Ἑλλήνων.

Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον— παρὰ πᾶσαν τὴν πολιτείαν ἓν, φησὶν, ἔργον ἔδειξεν αὐτοῦ τὴν ἀνδρείαν. εἶτα ἐπειδὴ διαβολὴ ἦν τὸ εἰπεῖν ἓν ἔργον γενναίου ἀνδρὸς, ἐπήγαγε, λέγων ὅτι, εἰ καὶ ἀεὶ ἦν καὶ πρὸς ἅπαν ἀνδρεῖος, ἀλλʼ οὖν τότε μιᾶς πράξεως αὐτῷ ἐδέησε.

Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο μετὰ γὰρ τὰ ἐπʼ Ἀρτεμισίῳ τὰ ἐν Σαλαμῖνι συνέβη. ἐξεδέχετο ἀντὶ τοῦ διεδέχετο.

τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν παροιμία. τοῦτο ἐξηγήσατο, πῶς τὰ δεύτερα τῶν προτέρων μείζονα ἔτι, μετὰ τὰ ἐπʼ Ἀρτεμισίῳ τὰ ἐν Σαλαμῖνι συνέβη. εἶτα ἐπειδὴ τὸ ἐγκατελάμβανε τροπικόν ἐστιν, — ὡς ἐπὶ κυμάτων γὰρ εἶπε θαλάττης — ἐπήγαγεν ὁμοίαν λέξιν, διὰ τῶν τρικυμιῶν, ἐμμένων τῇ τροπῇ.

Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρίας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα σοφίας ἀντὶ τοῦ τέχνης· εὐφήμως γὰρ εἶπεν. ἐχρῆν δὲ εἰπεῖν πανουργίας· ὁ δὲ εἶπε σοφίας· δείκνυσι δὲ ὅτι καὶ σοφὸς μὲν ἦν, οὐ μὴν ἐν ἐκείνῳ τῷ καιρῷ ἐδεήθη σοφίας.

ὑπεύθυνος ἦν καινοπρεπῶς εἶπε νῦν τὴν λέξιν· οὐ γὰρ ἐπὶ ἐγκλήματι ὑπεύθυνος ἦν, ἀλλὰ λέγει ὅτι ἐν οἷς ἦν ἐνεχόμενος. τάχα δὲ τοῦτο εἶπε, δεικνὺς αὐτὸν ὥσπερ φοβούμενον τὰς μελλούσας εὐθύνας, ἃς εἶχε παρασχεῖν, ὑπὲρ ὧν ἐπολέμησαν. καινοπρεπῶς νῦν τὴν λέξιν. οὐ γὰρ ἐπὶ ἐγκλήματι ὑπεύθυνος ἦν. ἐκ τῶν περιεστηκότων ἀντὶ τοῦ ἐκ τῶν περιστοιχιζόντων αὐτόν. λέγει δὲ ὅτι καὶ ἀνθρωπίνης ἐδεῖτο βουλῆς, τῷ λέγειν συνέσεως καὶ θείας βουλῆς. μαντικῆς μὲν οὖν, ὡς εἰπεῖν διὰ τὸν χρησμόν. μαντικῆς γὰρ ἦν τῷ νοῆσαι τὸν χρησμὸν σημαίνοντα, ὡς ἐν τῇ Σαλαμῖνι δεῖ ναυμαχῆσαι. μαντικῆς μὲν οὖν, ὡς εἰπεῖν, —δεινότητος, πρᾳότητος, καρτερίας, εὐαρμοστίας μαντικῆς, διὰ τὸ νοῆσαι τὸν χρησμόν· δεινότητος, διὰ τὸ δύνασθαι πεῖσαι λόγοις· πρᾳότητος, ὅτι καὶ τυπτόμενος παρὰ Εὐρυβιάδου ἔφερε· καρτερίας δὲ, ὅτι ἠνέσχετο τὴν πόλιν καταλιπεῖν· εὐαρμοστίας, ὥστε ἁρμόσασθαι τῇ χρείᾳ.

δεινότητος, πρᾳότητος, καρτερίας δεινότητος μὲν, διὰ τὸ δύνασθαι πεῖσαι λόγοις, πρᾳότητος δὲ, ὅτι καὶ τυπτόμενος παρʼ Εὐρυβιάδου ἔφερε, καρτερίας δὲ, ὅτι ἠνέσχετο τὴν πόλιν καταλιπεῖν, καὶ ὥσπερ καταφρονῆσαι τῶν οἰκείων. εὐαρμοστίας ὥστε ἁρμόσασθαι τῇ χρείᾳ· ἡ δὲ λέξις παρατηρητέα.

πρὸς τοὺς ἄνδρας, τοὺς ἀπὸ τῆς πόλεως τοὺς Ἀθηναίους, ἵνα πείσῃ αὐτούς. τοὺς ἀπὸ τῆς Ἑλλάδος δὲ, τοὺς Ἕλληνας, πῶς συναγάγοι καὶ θαρσύνοι. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου τοῦτο, φησὶν, ἑνὸς πράγματος δηλοῖ ἐγκώμιον· τὸ δὲ τοῦ Θεμιστοκλέους πολλῶν πραγμάτων ἀριστείαν δηλοῖ· ἡ γὰρ πολιτεία πολλῶν ἐστι περιεκτική.

ἀκριβῶς πολιτεία ἡ γὰρ πολιτεία πολλῶν ἔργων ἐστὶ περιεκτική.

τοσαῦτʼ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα ὅτι τὰ ἐν εἰρήνῃ δημιουργούμενα δοκεῖ πως ἀκίνδυνα εἶναι. ἀπὸ τοῦ καιροῦ οὖν αὔξει τὰ τῆς δημηγορίας αὐτοῦ.

οὐχ ἧττον καλέσαι τὰς Μούσας ἕσπετε νῦν μοι, Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι, ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν, ἢ αὐτῶν Τρώων, ἠὲ κλειτῶν ἐπικούρων.

μικροῦ καὶ τῆς Εὐρώπης θαυμαστικῶς τοῦτο πάνυ προστέθεικε· σχεδὸν γὰρ καὶ τῆς Εὐρώπης ἦν βασιλεὺς, διὰ τὸ ἤδη τινὰς τῶν Ἑλλήνων ἔχειν ὑπηκόους. ἀπὸ ποίων δέ τινων ἔργων τὸ σχῆμα θαυμαστικὸν, τῶν φανερῶν ἔργων.

πῶς εἶχε τότε τἀνθρώπεια εὐφήμως εἶπεν ἀντὶ τοῦ φαύλως· ἀσθενῶς γὰρ εἶχον τότε πρὸς τὴν μάχην οἱ Ἕλληνες. τοῦτʼ ἔμοιγʼ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι αὔξει τὰ Μηδικά· ἀλλʼ ἵνα πλέον αὐξήσῃ τοῦ Θεμιστοκλέους τὰ κατορθώματα· ὡς γὰρ αὐτὸς, εἰ μὴ ἐξαρκῶν εἰπεῖν, Ὅμηρος, ἐπικαλεῖται σύμμαχον.

τί οὖν κωλύει ἀντὶ τοῦ οὐδὲν κωλύει. δηλοῖ δὲ οὐ μικρὰ ὄντα τὰ τῆς ὑποθέσεως· εἰ γὰρ ἦν, φησὶν, εὐτελῆ, ἐκ τῶν Μουσῶν σημεῖον γενέσθαι.

τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐξητάσαμεν ἀντὶ τοῦ πρὸ μικροῦ, πρὸ ὀλίγου· οἱονεὶ τὰ ἐπὶ Δαρείου γενόμενα τῷ Μιλτιάδῃ· οἱ μὲν γὰρ ἐκ τριγονίας ἐδούλευον, οἱ δὲ ἐκ πλείονος.

καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. —ἐκεῖνον θεωρήσειε τὸ μαθεῖν, φησὶν, οὐδὲν ὄφελός ἐστιν, ἐπειδήπερ οὐ δυνάμεθα παραστῆσαι τῷ λόγῳ τὰς ἐκείνου πράξεις. οὐδὲν ἴσως προὔργου τουτέστιν, οὐκ ἔστι μοι ἀναγκαῖον, εἰ καὶ μὴ δυνηθῶ αὐτὸν ἐπαινέσαι· ἐκ γὰρ τούτου αὐτοῦ ἔπαινος αὐτῷ γράφεται, ὅτι τοιαῦτα κατώρθωσεν, ὥστε μὴ λόγῳ αὐτὰ δύνασθαι ὑποβληθῆναι. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ τὰ ἐπὶ Ξέρξου γενόμενα. ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι πῶς δυνάμεθα πράξεις Θεμιστοκλέους κατορθεῖν μὴ εἰρηκότες αὐτάς.

πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, — μετεχείρισεν, ὡς ἠβούλετο θεωρῶν δηλονότι, οὔτε πῶς δύναταί τις αὐτὸν θεωρῆσαι, μὴ δυναμένου τοῦ λόγου τὰς πράξεις αὐτοῦ δηλῶσαι, εἰ μή τοί γε οὕτως αὐτὸν θεωρήσει, ἐνθυμηθεὶς ὅτι, ἃ λόγος οὐ παρίστησιν, ἐκεῖνος εἰργάσατο. πλὴν ὅτι τοῦτο δεῖ ἡμᾶς ἀντὶ ἐγκωμίου παραλαβεῖν, τὸ ἐκεῖνον μὲν εὐχερῶς αὐτὰς διελθεῖν.

δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπειρος τὴν ὁρμὴν ἐν τῇ ψυχῇ ὡς ἔμβρυον ἐταμίευσε· τὸ γὰρ εἰπεῖν ὤδινεν τὸ μέγεθος δηλοῖ τῆς ὀργῆς. τὸ δὲ σχῆμα καλεῖται πρὸς τὸ σημαινόμενον· ἀπὸ γὰρ ἑνικῆς θηλυκῶν μετέβη εἰς πληθυντικὴν ἀρσενικῶν πτῶσιν. δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν τὸ δίκην εἶπεν ὡς ἐπὶ ἁμαρτήματος· ἡγοῦντο γὰρ οἱ Ἀθηναῖοι ἡμαρτηκέναι τοὺς Πέρσας, οἷς ἐτόλμησαν κατὰ τῆς Ἑλλάδος ἐλθεῖν.

ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα ἡτοιμάζοντο, φησὶ, τὰ πάντα, οὐ κατὰ μέρος ἑκάστου συνεισφέροντός τι, ἀλλὰ πάντων τὰ πάντα ἐκ πάντων συναγαγόντων. Αἰγύπτου δὲ ἀποστάσης—οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο μετὰ γὰρ τὰ ἐν Μαραθῶνι καταφρονήσαντες Μήδων Αἰγύπτιοι ἀπέστησαν· καὶ ῥᾳδίως αὐτοὺς ἐχειρώσατο Ξέρξης. δεύτερον δὲ ἀπέστη ἡ Αἴγυπτος, πρῶτον ἐπὶ Καμβύσου καὶ δεύτερον ἐπὶ Δαρείου, ἡνίκα ῥᾳδίως αὐτοὺς παρεστήσατο.

δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη πάντα ἀπὸ γὰρ τῶν ἐν Μαραθῶνι ἕως τῶν ἐν Σαλαμῖνι δέκα ἔτη τὰ ἐν μέσῳ ἐγένοντο.

βασιλεὺς ἀπῄει, δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς οὐκ ἐδεδοίκει, φησὶ, μὴ ἡττηθῇ, ἀλλὰ μή πως οὐκ εὐπορήσῃ τόπον ὁ στρατός.

ὥσπερ ἀρχὴ γῆς πάσης τοῦ στρατοπέδου γιγνόμενος καθʼ ὃ βούλοιτʼ ἀεὶ γράφεται καὶ ὥσπερ ἀρχῆς ὅλης τοῦ στρατοπέδου γινομένης· δύο γὰρ γραφαί εἰσιν, ἀρχὴ καὶ ἀρχῆς. εἰ μὲν οὖν λάβωμεν ἄνευ τοῦ σ, οὕτως συντάττομεν· ὥσπερ ἐν ἀρχῇ τοῦ στρατοπέδου γινόμενος. εἰ δὲ μετὰ τοῦ σ, οὕτως· ὥσπερ καταρχῆς τοῦ στρατοπέδου γινόμενος. ἀρχὴν δὲ λέγει, οὐχ ὅτι προηγεῖτο τοῦ στρατοῦ. ἦσαν γὰρ καὶ πρὸ αὐτοῦ ἑκατὸν μυριάδες, καὶ μετʼ αὐτοῦ ἑκατὸν, καὶ πάλιν ἑπόμεναι μᾶλλον· ἐπειδὴ εἶπεν ὅλον· τὸ γὰρ αὐτοῦ στρατόπεδον, οὗ ἐὰν διὰ τὸ πολλὰ ἔθνη ἕπεσθαι μετὰ αὐτὸν, ἀρχὴ, φησὶ, πάσης τῆς γῆς ἐγένετο, καθʼ ὃ μέρος ἐβούλετο παραγενέσθαι, ἐπὶ τῆς ἀρχῆς ὅλης τοῦ ἔθνους ἐγένετο. οἷον εἰ ἐβούλετο ἐν Θετταλίᾳ παρεῖναι, διὰ τὸ μετʼ αὐτοῦ εἶναι Θετταλοὺς, ἐδόκει ἐν τῇ Θετταλίᾳ τυγχάνειν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τοσοῦτον ἦν τὸ στράτευμα, ὥστε, εἰ ὁ βασιλεὺς ἦν ἐν τῷ μέσῳ, ἢ ἐν τῷ τέλει, ἢ ἐν τῇ ἀρχῇ τοῦ στρατεύματος, τὸ ἑπόμενον ἀρχῆς ἦν ὅλης στράτευμα. ἐπειδὴ πάσῃ τῇ οἰκουμένῃ παρείκασε τὸν αὐτοῦ στρατὸν, λέγει ὡς ἔνθα ἐχώρει, ὥσπερ ἄρχων πάσης τῆς οἰκουμένης ἐδόκει· ἔστι δὲ τὸ στρατοπέδου ἑρμηνεία τοῦ πάσης γῆς.

χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο τὸ πλῆθος, φησὶ, τοῦ χρυσοῦ ἐποίει αὐτὸν ἐν μιᾷ τιμῇ ἔχειν τὰ πάντα, καὶ πᾶσαν ὡς μίαν ἡγεῖτο. εἰ γὰρ ὁ χαλκὸς, φησὶ, καὶ ὁ σίδηρος ὀλίγης μὲν τιμῆς εἰσιν, ὁ δὲ χρυσὸς μείζονος, ἀλλʼ ὅμως ἐν τῷ πλήθει καὶ ἐν τῶ κάλλει ὁμότιμος ἦν ὁ σίδηρος τῷ χρυσῷ.

οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν τὸ χωρίον θαυμαστικῶς, ὡσανεὶ ἔλεγεν· ἠγνοεῖτο, φησὶ, τῶν στοιχείων ἡ φύσις.

ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις οὐχ ἡ ἐξ ἔθους, φησὶ, γινομένη ἔκλειψις τοῦ ἡλίου καὶ τότε συνέβη, ἀλλὰ ξένη καὶ παράλογος ὑπὸ τοῦ πλήθους τῶν τοξευμάτων τοῦ Περσικοῦ. ἐρχομένου γὰρ τοῦ βασιλέως ἐπὶ τῆς Ἑλλάδος, καὶ γενομένου παρὰ τὸν Ἑλλήσποντον, ἔκλειψις ἐγένετο ἡλίου ἀπὸ ἀνατολῶν. εἶτα ὡς ἠρώτησεν ὁ βασιλεὺς τοὺς μάντεις τὸ σημεῖον τοῦτο, ἀπώλειαν εἰπεῖν γενέσθαι τῶν Ἑλληνικῶν πόλεων. τοὐναντίον δὲ ἦν. ἐσήμαινε γὰρ αὐτῷ τὴν ἧτταν, διότι ἀπὸ ἀνατολῶν ἐξέλιπεν ὁ ἥλιος, εἴ γε καὶ ἀπὸ ἀνατολῶν ἤρχετο ὁ Πέρσης. ἐρχομένου τοῦ βασιλέως ἐπὶ τὴν Ἑλλάδα, περὶ τὸν Ἑλλήσποντον ἔκλειψις ἡλίου ἐγένετο, ὅπερ τοὺς μάντεις αὐτοῦ ἐρωτήσαντος, τὰς τῶν Ἑλλήνων πόλεις ἔφασαν ἀφανισθῆναι. τοὐναντίον δὲ συνέβη, ἐπεὶ καὶ ἡ ἔκλειψις ἐκ τῆς ἀνατολῆς.

ὅσον ἡ τῆς γῆς καὶ θαλάσσης ἔκλειψις γινομένη γῆς μὲν, διὰ τὸν Ἄθω, θαλάττης δὲ, διὰ τὸν Ἑλλήσποντον. πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν εἶπεν, ὅτι ἠδύνατο ταῖς τριήρεσι τὸν Ἄθω περιπλεῦσαι, καὶ οὕτως ἐλθεῖν. νῦν δὲ ὤρυξε τὸν Ἄθω περιπλεῦσαι καὶ οὕτως ἐλθεῖν. νῦν δὲ ὤρυξε τὸν Ἄθω, καθάπερ ἐπιθυμίαν πληρῶν. τούτου δὲ παρὰ Ἡροδότου ὠφέληται. λέγει γὰρ ὅτι διὰ μεγαλοφροσύνην τοῦτο ὁ Ξέρξης ἐποίησεν, οὐ διὰ χρείαν. οὐ γὰρ τοσοῦτον ὁ Ξέρξης πρὸς τὸ συμφέρειν ἑαυτῷ τὸν μὲν Ἑλλήσποντον γῆν ἐποίησε, τὸν δὲ Ἄθω θάλατταν, ὅσον διὰ φιλοτιμίαν καὶ τὸ φοβῆσαι τοὺς Ἕλληνας.

καὶ ποιεῖν καὶ διαφθείρειν ποιεῖν μὲν, ὅτι τῇ σχεδίᾳ τὸν Ἑλλήσποντον ἔζευξε, διαφθείρειν δὲ, ὅτι τὸν Ἄθω ὄρος ὄντα διέσχισε. ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο ὡσανεὶ ἔλεγεν· ἡ μὲν γῆ τὸ ναυτικὸν, ἡ δὲ θάλαττα τὸ πεζὸν ἐδέχετο.

τείχη μὲν ᾠκοδομεῖτο, ὅπως ἀριθμοίη κατὰ μυρίους καινότερον, φησὶν, ἐξεῦρεν ἀριθμὸν, κατὰ μυρίους, οὐ καθʼ ἕνα μετρῶν. λέγει δὲ διὰ τὸ μυρίανδρον τεῖχος, οὗπερ ἐμνήσθη καὶ ἐν τῷ Παναθηναϊκῷ.

παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστʼ ἔχεσθαι πάντας τουτέστι καὶ παρόντος τοῦ βασιλέως καὶ μέλλοντος παραγίνεσθαι, εὐθέως οἱαδήποτε πόλις ἡλίσκετο. παρόντος καὶ μέλλοντος τοῦ βασιλέως, πᾶσαι πόλεις ἡλίσκοντο. πάντα δʼ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο ἐπειδὴ ἐνοσίγαιος ὁ Ποσειδῶν, τούτῳ παραβάλλει τὸν Ξέρξην. ὡς Ὅμηρος· τρέμε δʼ οὔρεα.

πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ διδόντων δηλονότι χρήματα πολλά· τροφαὶ μὲν γὰρ ἦσαν προηυτρεπισμέναι τῷ βασιλεῖ, ὅπως ἔμελλε καταλύειν· δεῖπνον δὲ εἶχε τὸ στρατόπεδον ἀπὸ τῶν χρημάτων τῶν πόλεων, ἐν αἷς ἔμελλον καταλύειν.

αἰτούντων γῆν καὶ ὕδωρ τὸ γὰρ τῷ δυνατώτερον ταῦτα διδόναι οὐδὲν ἄλλο ἐστὶν ἢ ὑπακούειν.

τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν τοῦ Ἀπόλλωνος δηλονότι· ἔλεγε γὰρ ὅτι οὐ μόνον Ἀθῆναι, ἀλλὰ καὶ ἄλλαι κατασκαφήσονται πόλεις. ὡσανεὶ ἔλεγεν· ἐφόβει τοὺς Ἕλληνας τῶν βαρβάρων ὁ Πύθιος.

ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι τουτέστι τὸν ἦχον τῶν κωπηλατούντων οὐκ ἔφερον.

εἶχον δὲ οὔτε ἱεροῖς—θαρρεῖν τουτέστιν ἐν ταῖς εὐχαῖς. τοῦτο δὲ εἶπεν ὅτι ἡ μαντεία προεδήλου τῇ Ἑλλάδι συμφορὰς, ὡς εἶπεν ὄπισθεν. οὐδʼ εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται βοηθοί. ὡσανεὶ ἔλεγεν· ἑτέραν φύσιν λοιπὸν ἐζήτουν κτήσασθαι καὶ τὴν ἀνθρωπείαν ἀποβαλέσθαι.

Γέλων μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀργεῖοι δʼ ἐκποδὼν ἦσαν Γέλων τύραννος ἦν Σικελίας. οὗτος καλούμενος εἰς συμμαχίαν παρὰ τῶν Ἑλλήνων εἶπε συμπράττειν αὐτοῖς, εἰ παράσχοιεν αὐτῷ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν. τοῦτο δὲ φοβούμενος τὸν Πέρσην εἶπεν, ἐπιστάμενος ὅτι οὐ παράσχοιεν αὐτῷ· διὰ γὰρ αὐτὴν ἐπολέμουν. οἱ δὲ Ἀργεῖοι οὐκ ἠβουλήθησαν συμμαχῆσαι αὐτοῖς, ἢ ὅτι ἡσύχιοι ἀεὶ ἦσαν, ἢ ὅτι ὁ Περσεὺς, ἀφʼ οὗ οἱ Πέρσαι, Ἀργεῖος ἦν, καὶ οὐκ ἠβούλοντο τούτοις ἀντιτάττεσθαι. οὔτε γὰρ Ἕλλησιν, ὡς ὁμοφύλοις, οὔτε Πέρσαις, ὡς συγγενέσιν, ἐμάχοντο. Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο σοφώτερα, ἀντὶ τοῦ πανουργότερα. ἔπεμψαν γὰρ τριήρεις, εἰρηκότες τοῖς κομίζουσιν ἐν τῇ Μαλέᾳ διασῦραι, — ἀκρωτήριον δὲ τοῦτο τῆς Λακωνικῆς, ὡς ἔγνωμεν πολλάκις — μέχρι τροπῆς ἑνὸς τῶν στρατευμάτων· μετὰ δὲ ταῦτα παραγενέσθαι, καὶ τοῖς νικῶσιν εἰπεῖν ὅτι πρὸς ὑμετέραν συμμαχίαν ἥκομεν.

Θετταλοὶ δὲ ὑπʼ ἀνάγκης μὲν, ὅμως δὲ ἐμήδιζον ὑπʼ ἀνάγκης μὲν, ὅτι ἔλεγεν ἀφεῖναι αὐτοῖς τὸν Πηνειὸν ποταμόν. ἔστι δὲ οὕτως· ἡ Θετταλία ὑπὸ πολλῶν ἔχεται ὀρῶν λέγει δὲ ταῦτα τέμπη, ἐξ ἑνὸς δὲ ὄρους, τοῦ Πηλίου, καὶ ποταμὸς κατήγετο, ὃς ἀοίκητον ἐποίει τὴν χώραν· πεδιὰς γὰρ οὖσα, πληρουμένη τε ὑπὸ τοῦ ποταμοῦ, ἀοίκητος ἐγένετο. σεισμοῦ δὲ συμβάντος ἐσχίσθη τὸ ὄρος, καὶ εἰς τοὺς κοίλους ἑαυτοῦ ἐδέχετο τὸν ποταμόν. ἐντεῦθεν ἡ μὲν πεδιὰς ἐξηραίνετο, ἑτέρωσε δὲ ὁ ποταμὸς προεχώρει, καὶ παρεῖχεν οἰκεῖσθαι τὴν γῆν. τοῦτο οὖν τὸ ὄρος, ὅπερ ὁ σεισμὸς ἔρρηξεν, ἠπείλησε φράττειν, καὶ διὰ τοῦ ποταμοῦ εἰς τὸ πρότερον σχῆμα ἀγαγεῖν τὸν τόπον, εἰ μὴ συμπράξαι ἐν αὐτῷ, καὶ τὴν πόλιν ἀοίκητον ἔσεσθαι.

Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται ἠπόρουν οἱ Δελφοὶ τί ποιήσουσιν, ὅτι ἐρωτῶσιν αὐτοῖς τί δεῖ ποιῆσαι ὁ θεὸς ἔφη· ἐμοὶ μελήσει· ἢ ὅτι εἶπεν αὐτοῖς θύειν. Δελφοὶ δὲ καλοῦνται οἱ ἄνδρες καὶ ὁ τόπος· νῦν δὲ περὶ τῶν ἀνδρῶν λέγει. τὸ ὑγιαῖνον δὲ τῆς Ἑλλάδος Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι.

τοιαύτῃ πραγμάτων ἀωρίᾳ ἀντὶ τοῦ ἀκαιρίᾳ. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ὥρας. ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν ὅτε ηὔξησε τὰ Περσικὰ, τότε τὸν Θεμιστοκλέα ἐπάγει· τῇ γὰρ αὐξήσει τῶν δεινῶν αὔξει τὰ ἐγκώμια.

οὐδʼ ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν ὅπερ ἐν τοῖς μεγίστοις κινδύνοις συμβαίνει. καὶ Ὅμηρος «Τότε μοι χάνοι εὑρεῖα χθών.»

οὐδʼ εὐδαιμόνισε τοὺς πάλαι κειμένους παρὰ τὸ Ὁμηρικὸν «Τρισμάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ.»

κατέστη τοῖς Ἕλλησιν ἀντʼ ἀγαθοῦ τοῦ δαίμονος δαίμονι αὐτὸν παραβάλλει, δεικνὺς αὐτὸν ὑπὲρ ἄνθρωπον. τὸ δὲ ὑποθεὶς, ὥσπερ θεμέλιον εἶπε. καὶ ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου Δημοσθένης.

μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι, καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι προσλαμβάνει παραβολήν· ἐπάγει γὰρ τὸ ὥσπερ τὸν ἥλιον ὁ δὲ ὀφθαλμὸς πέφυκεν ὁρᾶν, πρὸς δὲ τὴν ἀκτῖνα οὐ δύναται ἀντισχεῖν, ὑπερβαίνει γὰρ ἡ αὐγὴ τὴν ὄψιν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον τοῦ γεύεσθαι, ἐὰν πάνυ πικρὸν ἦν, καὶ ἐπὶ τοῦ ἀκούειν, ὡς ἐπὶ τῶν χαλκείων· τὰ μέτρια γὰρ οἰκεῖα ἐπὶ τῇ φύσει.

οὐκ ἀποστραφεὶς, ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες διὰ τὸ τῆς ἀκτῖνος λαμπρόν.

ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε αὐτὸς ἐκόλασε τῇ προσθήκῃ τοῦ εἰπεῖν μικροῦ δεῖν· εἰ γὰρ πᾶσι συνέβη, πῶς ἐτόλμησαν Ἀθηναῖοι; οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας ἀντὶ τοῦ ψευσθῆναι ἐποίησεν. ἐλπίδα δὲ λέγει ἐνταῦθα τὴν φυγήν· ἤλπιζον γὰρ κακῶς πάσχειν, οὐδὲ ἐποίησεν αὐτοὺς ψευσθῆναι τῆς ἐλπίδος, ἐπὶ τὸ βέλτιον ἀγαγὼν τὰ πράγματα· αὐτὸς δὲ ἑρμνηνεύει ποίαν εἶχον ἐλπίδα οἱ Ἕλληνες, ἧς ἐψεύσθησαν διὰ τὸν Θεμιστοκλέα.

τοσοῦτον μετέστησε τὰ πράγματα πράγματα καλεῖ νῦν τὰ δεινά.

τὰς πράξεις λέγει τὰ κατορθώματα· σύγκρισιν δὲ ποιεῖται τῶν κινδύνων καὶ τῶν κατορθωμάτων. καὶ δείκνυσιν αἱρετώτερα τὰ δεινὰ τῶν κατορθωμάτων. καὶ θάνατον γὰρ ἡγεῖται τούτων ἀντίρροπον.

οὕτως οὐ μόνον τὰς ἐλπίδας, ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλλετο τὸ μέγιστον ἦν τοῖς Ἕλλησιν, εἰ σωθῶσιν. εὐχὴ δὲ ἦν αὐτοῖς τὸ καὶ νικῆσαι. ὁ γοῦν Θεμιστοκλῆς τὰς ἐλπίδας τοῦ σωθῆναι τοὺς Ἕλληνας, καὶ τὰς τῆς νίκης εὐχὰς ὑπερέβαλλε τῷ νικῆσαι. τὰς ἐλπίδας νῦν τὴν ἐλπίδα ἐπὶ καλοῦ ἐδέξατο.

τὰ μήκιστα μακρότατα. ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα ὥσπερ ἀχθόμενός ἐστιν, ὅτι μὴ ἔχει πρὸς ὄψιν. ἐρωτᾷ οὖν τὸν Πλάτωνα. ἔστι δὲ ἡ ἐρώτησις θαρροῦντος, καὶ μᾶλλον ἐλεγκτική.

ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν εἰς τὸ ψήφισμα αἰνίττεται, ὃ ἔγραψε Θεμιστοκλῆς, παραδοῦναι τὴν πόλιν Ἀθηναίους Ἀθηναίων Μηδούσῃ, καὶ εἰς τὰς τριήρεις ἐμβῆναι.

ἄλλος τις κληρονομείτω τοῦ λόγου ἐπειδὴ μὴ εἶχεν ἀποκρίνασθαι ὁ Πλάτων, ὡς τεθνεὼς, ὡς ἀποροῦντα αὐτὸν ποιεῖ πρὸς τὴν ἐρώτησιν, καὶ προσκαλεῖται τῶν αὐτοῦ μαθητῶν τινα ἀποκρίνασθαι ὑπὲρ αὐτοῦ.

εἰς τὴν Πνύκα συλλέξαντα Ἀθηναίους ἡ Πνὺξ ὄνομά ἐστιν ἐκκλησίας παρʼ Ἀθηναίοις. ἡ Πνὺξ ὄνομά ἐστιν ἐκκλησίας Παναθηναίοις. εἰρωνεύεται δὲ ἐνταῦθα ὁ Ἀριστείδης λέγων, ἔδει ἐπὶ Ξέρξου τοιαῦτα φιλοσοφεῖν.

περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι ἤδη δὲ περὶ τῶν ἰδεῶν ἔγνωμεν καὶ ἐν τῷ Περικλεῖ. ἠθικεύεται δὲ ἐνταῦθα ὁ Ἀριστείδης λέγων, ἔδει, φησὶν, ἐπὶ Ξέρξου τοιαῦτα φιλοσοφεῖν, δεικνὺς τὴν σοφίαν ἐν λόγοις οὖσαν μόνοις καὶ οὐκ ἐν ἔργοις. τί αὐτοδίκαιον οὐ τὸ πᾶσι δοκοῦν οὕτως ἁπλῶς, ἀλλὰ τὸ κατὰ φύσιν ὂν δίκαιον.

τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον τοῦτο ὁ Πλάτων ἐν τῷ Τιμαίῳ λέγει. λέγει δὲ περὶ τοῦ θείου· τοῦτο γὰρ γένεσιν οὐκ ἔχει. ταχέως μέν τʼ ἂν αὐτοὺς καὶ γένεσις, καὶ τὸ εἴναι, καὶ πάντα ἐπέλιπεν τὸ ἄχρηστον τῆς φιλοσοφίας δείκνυσιν ὁ ῥήτωρ.

ἀλλʼ ὅθεν ἀνδρία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν τὸ πρῶτον εἶπε πάλιν, ὡς πρὸς τὰς ἰδέας. ὅτι ἐκεῖθεν ἡ παρʼ ἡμῖν ἀνδρεία κατάγεται. ἔστι δὲ αὐτῷ Κρατύλος διάλογος, ἔνθα περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλέγεται καὶ ἐτυμολογεῖ, φιλοσόφως διδάσκων. ἑτέρα δὲ ἡ τοῦ φιλοσόφου ἀνδρεία καὶ ἑτέρα ἡ τοῦ στρατιώτου.

ἔγνωσαν μέν τʼ ἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς λέγει γὰρ ὁ Πλάτων ὅτι τὰ πάντα ἐν γενέσει ὄντα διαφθείρεται καὶ διαρρεῖ. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν, ἢ τί ποιεῖν; τὸ σχῆμα Δημοσθενικὸν, διὰ τὸ ὅμοιον ἐν τῷ περὶ στεφάνου.

τρίτον γὰρ ἤδη τὸ ἐρώτημα, ὥσπερ σύνθημα περιήκει σύνθημα κυρίως τὸ ἐπὶ στρατευμάτων γνώρισμα. ὥσπερ σύνθημα ἐπέρχεται ἐν ταῖς παρατάξεσι. ῥῆμά τι ἔλεγον οἱ στρατηγοὶ, ἵνα ἐὰν συμβῇ αὐτοὺς τοῖς ἐναντίοις ἀναμιχθῆναι, διὰ τὸ λέγειν τὸ ῥῆμα γνωρίσωσι τοὺς ἑαυτῶν φίλους ἐν ταραχαῖς. καὶ τοῦτο ἔλεγε τὸ σύνθημα. ἐπειδὴ δὲ πολλάκις συνέβαινε καὶ τοὺς ἐναντίους μανθάνειν αὐτὸ, ἤλλασσον αὐτὸ, εἴ που μάχη χρονία ἐγένετο, ἵνα μὴ γνόντες οἱ ἐναντίοι τὸ σύνθημα εὐχερῶς χλευάζειν δυνήσωνται, ἢ λάθωσι τοὺς πολεμίους ἐν ταραχαῖς, καὶ ποιήσωσιν ὅ τι βούλονται. μέμνηται καὶ Ξενοφῶν καὶ Θουκυδίδης. ἄλλοι δὲ λέγουσιν ὅτι ἐν τῇ μάχῃ ὁ στρατηγὸς τρίτον βοᾷ τοῖς στρατιώταις, μηνύων τὸν καιρὸν τοῦ συμβαλεῖν, καὶ τοῦτο καλεῖται σύνθημα. λέγει οὖν ὁ Ἀριστείδης ὅτι ἐρωτῶ σε πολλάκις, ὥσπερ πολλάκις τὸ σύνθημα γίνεται. ῥῆμά τι ἔλεγον οἱ στρατηγοὶ, ᾧπερ εἰ συμβαίη τοῖς ἐναντίοις ἀναμιχθῆναι, τοὺς ἑαυτῶν φίλους γνωρίζουσι, καὶ τοῦτο ἔλεγε τὸ σύνθημα. ἐπειδὴ δὲ πολλάκις συνέβαινε καὶ τοὺς ἐναντίους μανθάνειν αὐτῷ, ἤλλασσον αὐτῷ ὅπου μάχη χρονία ἐγένετο, ἵνα μὴ γνόντες οἱ ἐναντίοι χλευάζειν δυνήσονται. ἄλλοι δὲ λέγουσιν ὅτι ἐν τῇ μάχῃ ὁ στρατηγὸς τρίτον βοᾷ τοῖς στρατιώταις, μηνύων τὸν καιρὸν τοῦ συμβαίνειν, καὶ τοῦτο καλεῖται σύνθημα.

τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν ἣν μετὰ τὰ πράγματα εὑρίσκει τις, λέγων ὡς τοῦτο καὶ οὐκ ἐκεῖνο ποιεῖν ἔδει. τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους σοφίαν λέγει τὴν σύνεσιν καὶ τὴν εὕρεσιν τοῦ συμφέροντος. ἡ δὲ διοίκησις πανταχοῦ Δημοσθενικὴ τοῦ περὶ τοῦ στεφάνου «Ἐμβρόντητε, καὶ τανῦν λέγεις.» ἀδείας δὲ ἀντὶ τοῦ ἀσφαλείας καὶ ἡσυχίας· ἀλλαχοῦ δὲ ἡ ἄδεια ἐπʼ ἐξουσίας κεῖται.

οὐδὲ ὑπερήφανον τὸ ὑπερήφανον νῦν ἐπὶ τοῦ καλοῦ κεῖται· ἀντὶ τοῦ μέγα ἢ θαυμαστόν.

ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν ἔστι τότε ἵνα λέγῃ περὶ τὸν κίνδυνον τότε, καὶ παρὰ τὰ δεινά. δηλοῖ γὰρ τὸν φόβον· ὁ γὰρ φόβος οὐκ ἐᾷ τὸ συμφέρον ὁρᾶν.

ὡς οὐκ ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐτοῖς συνηδώμεθα ἐγὼ καὶ σὺ, ὦ Πλάτων.

ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπʼ αὐτὰ τὰ πράγματα ἀντὶ τοῦ καθάπερ ὁρῶντες τὰ Μηδικά.

ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς ἡ μεταχείρησις Δημοσθενική· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ τοῦ στεφάνου εἰς τρία μερίζει τοὺς Ἕλληνας, εἰς συμπράξαντας τῷ Φιλίππῳ, εἰς μὴ ἐναντιωθέντας καὶ εἰς ἀντιστάντας. ὥσπερ Ἀργεῖοι οὗτοι γὰρ οὔτε τοῖς Ἕλλησιν οὔτε τῷ Πέρσῃ συνεμάχουν, ὡς ἔγνωμεν. Κρῆτες δὲ μίαν ἀπέστειλαν ναῦν. οἱ δὲ Θετταλοὶ γένος ἄπιστον, ὡς ἔγνωμεν πολλάκις.

πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων ἐπειδὴ εἶπε πάντας, τούτους ὑπεξεῖλεν, ἵνα μὴ καὶ αὐτοὺς διαβάλῃ. εἶτα ἵνα μὴ νομισθεῖεν πολλοὶ, εἶπεν ὁπόσων, ἀντὶ τοῦ μικρῶν τινων. ἐδόκει δὲ διαβάλλειν τὸ τῶν Ἀθηναίων κατόρθωμα, κοινωνοὺς αὐτοὺς τῆς πράξεως δεδωκώς.

καὶ ὅσοι παρὰ τούτους κατέφυγον αὐτοὶ γὰρ ἐπὶ τὴν μάχην τοὺς λοιποὺς προετρέψαντο.

ἐπὶ τοὺς ἀντιτείνοντας ἀντὶ τοῦ κατὰ τῶν ἐναντιουμένων. ἢ τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι—κέρδος ἡγεῖσθαι ὡσανεὶ ἔλεγεν· ἱκετεύσαντας τὸν βάρβαρον, βουλομένους μόνον τῆς αὐτῶν σωτηρίας πρόνοιαν ἔχειν, τῶν ἄλλων οὐ φροντίζοντας.

τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν δίκαιον λέγει τὸ βοηθεῖν τῷ γένει τῶν Ἑλλήνων, ὅπερ ἐπαινεῖ ὁ Πλάτων.

καὶ μήτʼ ἀκούοντας ἀκούειν τὰ δεινὰ παροιμία ἐστὶν ἐπὶ τῶν προσποιουμένων. ἀκούοντας δὲ λέγειν τὰ παρὰ τοῦ βασιλέως ἐπαγγελλόμενα. παροιμία ἐστὶν ἐπὶ τῶν προσποιουμένων ἀκούοντας. ἢ λέγει τὰ πρὸς τὸν βασιλέα ἐπαγγελλόμενα.

παρʼ αὐτὸν τὸν θάνατον ἐσκηνῆσθαι ἀντὶ τοῦ σκηνὴν θανάτου πήξασθαι. οὗτος εἶπεν ὡς ὁμολογούμενον ὅτι τότε πλησίον ἦν ὁ θάνατος. ἔσχατα τοῦ βίου ταῦτʼ εἶναι προκρίναντας ἑαυτοῖς μᾶλλον ἢ παρʼ ἀξίαν τι συγχωρῆσαι τὸ ἔσχατον νῦν ἐπὶ καλοῦ κεῖται καὶ μεγάλου· ἀντὶ τοῦ καλὰ καὶ μεγάλα ὑμνήσαντας.

ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματα οὐ μόνον τὸν Θεμιστοκλέα ἐπαινεῖ, ἀλλὰ καὶ τοὺς Ἀθηναίους, ὡς φύσει ἀγαθούς.

οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλʼ ἐπʼ αὐτοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος, εἶναι τὴν Ἑλλάδα, ἢ μὴ πάλιν καὶ τοῦτο πρὸς τὸν Πλάτωνα ἀποτείνεται· διαβάλλει γὰρ καὶ τὸν λόχον· κεκρυμμένου γὰρ οὕτως ὁ πόλεμος. ἓν δὲ ἔπος ἀφελὼν ἓν προέθηκεν· ὤφειλε γάρ· ἔνθα ἀρετὴ διαείδεται ἀνδρῶν· προσέθηκε δὲ τὸ ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. ὅ ἐστι σωθῆναι ἢ ἀπολέσθαι.

ἀπὸ γραμμῆς ἀρξάμενος ἀντὶ τοῦ ἀπὸ στιγμῆς καὶ ἀρχῆς. γραμμὰς λέγουσι τὰς εὐθείας κεραίας, ἢ τὰς ἄλλας, ἀφʼ ἧς ἀρξάμενοι διαπαντὸς ἕλκουσιν, ὃ βούλονται ποιοῦντες σχῆμα. ἵνα λέγῃ τῆς ἐξ ἀρχῆς ἀρξάμενος. ἢ γραμμῆς τῆς καλουμένης λευκῆς· ὅπερ ἄμεινον· ἐπειδὴ τῶν σχημάτων ἀρχή ἐστιν ἡ εὐθεῖα. τὸ ἀπὸ γραμμῆς παροιμία, ἀντὶ τοῦ ἀπαρχῆς, ἐπειδὴ πρώτη ἡ γραμμὴ πάντων σχημάτων. γραμμὰς δὲ λέγουσι τὰς εὐθείας κεραίας ἢ τὰς ἄλλας, ἀφʼ ἧς ἀρξάμενοι διαπαντὸς ἕλκουσι σχῆμα, ὃ βούλονται ποιοῦντες. καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει λεληθότως χρυσὸν καλεῖ τὴν Θεμιστοκλέους ψυχήν. ἐπειδὴ δὲ εἶπε τὸν χρυσὸν, οἰκείαν λέξιν ἐπήγαγε τὴν βάσανον. ἔστι δὲ ὄνομα λίθου δοκιμαζούσης τὸν χρυσόν. ὁ Πλάτων δὲ ἐν τῷ Γοργίᾳ φησὶν ὅτι δεῖ τὴν βάσανον καὶ τὴν δοκιμασίαν ἀεὶ τοῦ χρυσοῦ σκοπεῖν, εἰ ἔστι καθαρὸς, καὶ μὴ αὐτὸν τὸν χρυσόν. τουτέστι οὐ δεῖ μόνον σκοπεῖν τὴν φήμην τὴν παρὰ Θεμιστοκλέους, ἀλλὰ τὰς πράξεις αὐτοῦ, εἰ ἀληθεῖς εἰσι. ταῦτα οὖν λέγει ὁ Ἀριστείδης· οὕτως σκόπησον τὰς πράξεις Θεμιστοκλέους, ὥσπερ εἴρηκας ἐν τῷ σῷ λόγῳ. λέγει ὡς οὐ δεῖ μόνον σκοπεῖν τὴν φήμην τὴν ὑπὸ Θεμιστοκλέους, ἀλλὰ τὰς πράξεις αὐτοῦ, εἰ ἀληθεῖς εἰσιν.

τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ τῆς εἰκόνος λέγει τῆς σαυτοῦ, ἀντὶ τοῦ ὧν εἶπες ῥημάτων. λέγει γὰρ ἐν τῷ Γορίᾳ· εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχὴν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἄσμενον τούτων τινὰ τῶν λίθων εὑρεῖν, ᾗ βασανίζουσι τὸν χρυσὸν τὸν ἄριστον;

ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν ἀντὶ τοῦ ἡσυχάζειν, ἢ μετὰ τοῦ βαρβάρου στρατεύειν. ἔδει τῶν ἀγωνιζωμένων εἶναι ἐπειδὴ ἔνδοξος ἡ ἐρώτησις, αὐτὸς καὶ ἐρωτᾷ καὶ ἀποκρίνεται.

ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων ὡς πρὸς φιλόσοφον διαλεγόμενος ἐχρήσατο τῇ λέξει δεικνὺς αὐτοῦ τὰ δόγματα οὐκ ἐν λόγοις, ὥσπερ τοῦ Πλάτωνος, ἀλλʼ ἐν ἔργοις.

ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς Δημοσθενικὴ ἡ μεταχείρησις· προτάττει μὲν γὰρ Ἀθηναίους, δευτέραν δὲ ἐπάγει τὴν συμβουλὴν Θεμιστοκλέους, ὥσπερ ὁ Δημοσθένης τὰς πράξεις τῶν Ἀθηναίων προέταξε, καὶ τότε τὴν ἑαυτοῦ παραίνεσιν δευτέραν.

οὐμενοῦν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο, οὐκ ἂν ἔχειν μοι δοκεῖ οὐ μόνον, φησὶν, οὐκ ὀφείλει αἰτιάσασθαι, ἀλλʼ εἰ καὶ μὴ λαμπρῶς αὐτὸν ἐπαινέσει, αἰσχύνης ἄξιός ἐστιν ὁ Πλάτων.

ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσοι μετέσχον τῶν πραγμάτων εἰς τοὺς μηδίσαντας ἀποτείνεται· οὐδὲ γὰρ οὗτοι μετέσχον τῆς μάχης. μάλιστα ἐπιρρώσας καὶ παροξύνας ἀντὶ προθυμῆσαι ποιήσας. πάλιν δὲ αἰνίττεται ὅτι βουλομένους φεύγειν αὐτὸς ἐκώλυσε, καὶ τὸν βάρβαρον τέχνῃ αὐτοῖς ἐπήγαγε σχῆμα τῆς προδοσίας λέγων· κύκλωσον τοὺς Ἕλληνας· μέλλουσι γὰρ φυγεῖν. πάλιν αἰνίττεται ὅτι βουλευομένους φεύγειν Λακεδαιμονίους ἐκώλυσε, τὸν βάρβαρον σχήματι προδοσίας αὐτοῖς ἐπαγαγών. ἐπιρρώσας ἰσχυροὺς ποιήσας.

ὅς γε καὶ τοῖς κήρυξι—τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις τὴν σφαγὴν σημαίνει τῶν κηρύκων. τὴν εἰς τὸ φρέαρ κατάσχεσιν τῶν κηρύκων σημαίνει.

ὥσθʼ ἅπασι τοῖς Ἕλλησιν—τοῖς ἐπὶ ταῦθʼ ἥκουσι τῶν βαρβάρων εἰς Λακεδαιμονίους ἀποτείνεται. δείκνυσι δὲ ὅτι Ἀθηναίους μιμησάμενοι καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀπέκτειναν.

ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε τὸν Ἴωνα· ἐκαλεῖτο δὲ Λυκίδας. κατηγορῶν δὲ λέγει ἀντὶ τοῦ κατηγόρημα καὶ ἔγκλημα ποιούμενος. τὸν ἑρμηνεύσαντα εἰς Λακεδαιμονίους ἀποτείνεται, ὅτι Ἀθηναίους μιμησάμενοι καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀπέκτειναν. ἄλλως. τὸν Ἴωνα· ἐκαλεῖτο δὲ Λυκίδας. ἦν δὲ τὰ γράμματα, ἃ ἡρμήνευσεν, Ἀσσυρίων φωνῇ γεγραμμένα.

ὥσπερ ἄλλο τι ὥσπερ χεῖρας καὶ πόδας. ἔχρησε ἐδάνεισε.

καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν, ὅ τι ἐστὶ τὰ λεγόμενα ἐπειδὴ οὐδὲ ἀναγνῶναι ἠβουλήθησαν τὰ γράμματα τὰ πεμφθέντα, — ἦσαν γὰρ Ἀσσύρια καὶ βάρβαρα — λέγει ὅτι τὸ ὅλως ἀναγνῶναι τί ἦν δεινὸν καὶ νοῆσαι τὰ γεγραμμένα. οὐ γὰρ αὐτός γʼ εἰσηγεῖτο οὐκ ἦν, φησὶ, συμβολὴ, ἀλλὰ ψιλὴ ἑρμηνεία.

οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ Μέλης κιθαρῳδὸς ἦν, καὶ ἐλέγετο τὰ πρὸς ἡδονὴν ᾄδειν, ὃν διαβάλλει ὁ Πλάτων, καὶ ᾧ τὸν Θεμιστοκλέα παραβάλλει.

οὐδʼ οἷς ἐκεῖνον ᾄδειν φησὶ Πλάτων τὸ ἡδὺ δηλονότι. ὁ Πλάτων δὲ ἐν τῷ Γοργίᾳ φησὶν ὅτι ὁ Μέλης ἡδὺς μέν ἐστιν, οὐκ ὠφέλιμος δέ. τοῦτο δὲ λέγει διὰ τοὺς τέσσαρας ῥήτορας, δεικνύων ὅτι ἡδέα μὲν λέγουσιν, οὐκ ὠφέλιμα δέ. ἀλλʼ ἐπεναντίον μᾶλλον τὸ γὰρ ἀγαθὸν, φησὶ, προσῆν τῇ πολιτείᾳ τοῦ Θεμιστοκλέους. καὶ τὸ καλὸν γὰρ, φησὶν, ἔχει, καὶ τὴν ἀπʼ αὐτοῦ τοῦ καλοῦ ἡδονὴν, οὐχ ἣν οἱ κακοὶ ἄνδρες ὁρίζονται ἡδονὴν, ἀλλʼ ἣν οἱ ἀγαθοὶ, τουτέστιν οὐ τὴν ἀσελγῆ, ἀλλὰ τὴν σώφρονα.

καὶ τὸ ἥδιστον πρόσεστιν ἀκοῦσαι δημηγοροῦντος Θεμιστοκλέους. πρόσεστιν ἅμα ἦν.

ὥστʼ ἔμοιγε δοκεῖ τῆς Τερπάνδρου μᾶλλον ἂν κιθαρῳδὸς ὁ Τέρπανδρος τῷ γένει Μηθυμναῖος. οἱ δʼ ἀκριβέστεροί φασι τῷ γένει Ἀντισσαῖον. στασιασάντων δέ ποτε τῶν Λακεδαιμονίων χρησμὸς αὐτοῖς ἐξέπεσε πάλιν φιλιωθῆναι, ἂν ἐκ Μηθύμνης Τέρπανδρος ἐκείνοις κιθαρίσῃ. καὶ δή τι μέλος Τέρπανδρος ἐντέχνως κιθαρίσας αὐτοὺς πάλιν συνήρμοσε, Διόδωρος ὡς γράφει, τῆς ἁρμονίας τῇ ᾠδῇ· καὶ γὰρ μετατραπέντες ἀλλήλους περιέβαλλον, ἠσπάζοντο δακρύοις. Τέρπανδρος ἐγένετο Δωριεὺς μὲν τὸ γένος, ἄριστος δὲ τὴν λυρικὴν τέχνην. τοῦτον δὲ μετεκαλέσαντο Λακεδαιμόνιοι στασιάζοντες, καὶ ᾄδοντος αὐτοῦ συνέβησαν. οὗτοι δὲ ἑτέροις στασιαζόντων Λακεδαιμονίων, καὶ ὁσημέραι διαχρωμένων ἀλλήλους, ἀνεῖλεν ὁ θεὸς μεταπέμψασθαι τὸν Τέρπανδρον ἐκ τῆς Μηθύμνης· πόλις δὲ αὕτη τῆς Λέσβου, ὡς ἔγνωμεν ἐν τῇ τρίτῃ τοῦ Θουκυδίδου. ἐλθὼν οὖν ὁ Τέρπανδρος, μουσικὸς ὢν, καὶ τὴν παλαιὰν ἁρμονίαν εἰδὼς, ᾆσμά τι εἰπὼν ἔπαυσε τὴν στάσιν· φασὶ γὰρ ὅτι ἀκούοντες ἐδάκρυον καὶ ἀλλήλους παρεπτύσσοντο. τούτῳ οὖν συγκρίνων τὸν Θεμιστοκλέα, καὶ μείζονα τούτου δείκνυσιν αὐτόν. οὗτος ἄριστος ἦν τὴν μουσικὴν τέχνην, ὃν, στασιαζόντων τῶν Λακεδαιμονίων, καὶ ὁσημέραι διαχρωμένων ἀλλήλους, ἀνεῖλεν ὁ θεὸς μεταπέμψασθαι ἐκ τῆς Μηθύμνης· πόλις δὲ αὕτη τῆς Λέσβου. ἐλθὼν οὖν καὶ αὐτίκα ᾆσμά τι εἰπὼν ἔπαυσε τὴν στάσιν· φασὶ γὰρ ὅτι ἀκούοντες ἐδάκρυον καὶ ἀλλήλους περιεπτύσσοντο. τούτῳ οὖν συγκρίνων τὸν Θεμιστοκλέα καὶ μείζονα δείκνυσιν. ὁ μέν γε μίαν πόλιν ἡ σύγκρισις ἀπὸ τοῦ μείζονος.

εἰς ταὐτὸν εἰς ὁμόνοιαν.

ὅσοι τῶν πολιτῶν μεθειστήκεσαν ἀντὶ τοῦ φυγάδες ἐγένοντο. μετριάζει δὲ τῇ λέξει. ἢ τοὺς ἐξοστρακισθέντας λέγει. τοῦτο δὲ ἐποίησεν, ἵνα μὴ ὡς ἐπιστάμενοι τὰ σαθρὰ τῆς πόλεως προδόται γένωνται. ἐν οἷς καὶ τῶν διαφόρων τινὲς ἦσαν αὐτῷ Ἀριστείδην λέγει τὸν δίκαιον· ἀνεπολιτεύετο γὰρ αὐτῶν.

τὴν αὐτὴν γνώμην ἔν τε τοῖς Ἑλληνικοῖς καὶ τοῖς κατὰ τὴν πόλιν σώζων τουτέστι μίαν ἔχων εὔνοιαν καὶ παρὰ τὴν πόλιν καὶ παρὰ τὴν Ἑλλάδα.

ἅπασαν μικροψυχίαν ἀνελόντας τῇ λέξει ηὐτέλισε τὴν ἔχθραν, μικροψυχίαν αὐτὴν εἰρηκώς. παραλαβὼν τοίνυν τὰ πράγματα ἀντὶ τοῦ δεξάμενος· ὡς ἐπὶ κληρονομίας εἶπε τὴν λέξιν.

καὶ συνεῖναι τὰ δέοντα καὶ πρᾶξαι διὰ τέλους ὁμοῦ καὶ συνετὸν καὶ ἀνδρεῖον αὐτὸν κατασκευάζει.

μὴ λελοιπέναι ζήτησιν τουτέστι μὴ ἐᾶσαι ἀμφιβάλλειν.

θεοὶ μὲν πρῶτον Δημοσθενικὴ ἡ μέθοδος· πρῶτον μὲν θεῶν τινος εὐνοίᾳ.

γνώμη δʼ ἑνὸς ἀνδρὸς, ἡ Θεμιστοκλέους τὴν σοφίαν τοῦ Θεμιστοκλέους δηλοῖ.

προσβαλλόντων ἐν μέρει πᾶσι ἀντὶ τοῦ κατὰ μικρὸν πᾶσι τοῖς Ἕλλησιν.

κἀκεῖνο εἰδὼς, ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας τὴν πεζομαχίαν σημαίνει. ἐπειδὴ δὲ διαβάλλει, ὡς εἴπομεν, τὴν ναυμαχίαν ὁ Πλάτων, λεληθότως ἀπολύεται· τῇ γῇ πολὺ πλείους εἶχε τὰς ἀπορίας συγκριτικῶς· οὐ γὰρ ἀναιρεῖ τῆς θαλάσσης τὸν κίνδυνον, ἀλλά φησιν ὅτι ἡ γῆ μείζονα εἶχε τὸν κίνδυνον. εἰ δέ τις εἴποι· οὐκ ἂν ἐναντιοῦται ὁ ῥήτωρ τῷ Θουκυδίδῃ· ὁ γὰρ Φορμίων δημηγορῶν ἐν τῇ δευτέρᾳ λέγει τοὺς τῆς θαλάσσης πλείους κινδύνους τῶν κατὰ γῆν. λέγομεν οὖν ὅτι ὁ Ἀριστείδης ὡς πρὸς τὸν καταλαβόντα τότε κίνδυνον εἶπεν ὅτι μείζων ἦν ὁ κατὰ γῆν, οὐ μὴν καθολικῶς ἀποφαινόμενος.

ἀπορωτέροις προσφέρεσθαι ἀντὶ τοῦ ἀπορίας ποιοῦσι πρὸς τοῖς φερομένοις αὐτοῖς.

εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος ἵνα μή τις εἴπῃ, οὐκοῦν ὡς δειλὸς ὁ Θεμιστοκλῆς ἐπελέξατο τὴν ἐλάττονα μάχην τῆς μείζονος, διὰ τοῦτο τῇ προσθήκῃ τῆς λέξεως μείζονα ἔδειξε τὸν Θεμιστοκλέα· εἰρηκὼς γὰρ ἐλάττονα προσέθηκε καὶ ὑπερβολήν. ὅρα οὖν πῶς οὐκ ἠλάττωσε τὴν ναυμαχίαν· ἑκατέραν γὰρ ὑπερβολὴν εἶπε, μείζονα δὲ τὴν κατὰ γῆν

καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς ἀντὶ τοῦ ἐβεβαίωσεν, ἢ συνέθετο καὶ συνῄνεσε. θέλων γὰρ δεῖξαι ὁ Ἀριστείδης τὸν Θεμιστοκλέα σοφὸν, καὶ ὡσπερεὶ μάντιν, λέγει ὅτι καὶ τοῦτο ἐπεψήφιζεν Ἀπόλλων, τουτέστι τὸ ναυμαχῆσαι Ἀθηναῖοι ἐν Σαλαμῖνι, ὡς ἅτε δὴ τοῦ Θεμιστοκλέους καὶ πρὸ τοῦ μαντεύσασθαι τὸν Ἀπόλλωνα λέγοντος ὅτι δεῖ ἡμᾶς ἐν Σαλαμῖνι ναυμαχεῖν. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς ἀντέπιπτεν αὐτῷ· ἰδοὺ οὖν τοῦ θεοῦ ἐστι τὸ κατόρθωμα, καὶ οὐ Θεμιστοκλέους. ὁ δὲ λέγει ὅτι διʼ ὧν αὐτὸς ἐνόησε τὴν τοῦ θεοῦ μαντείαν, τούτου ἦν ἀρετή.

ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν καὶ τῶν πρεσβυτῶν δείκνυσιν αὐτὸν ἐμφρονέστερον. πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον ἀντὶ τοῦ τετειχίσθαι. ῥάχος δέ ἐστιν εἶδος ξύλου.

ῥάχῳ ῥάχος, ὁ σκόλοψ ὁ ἀκανθώδης· καὶ ἐπὶ τῶν ἀμπέλων· ἐπεὶ ἀποξὺ ἐν τῷ τέμνεσθαι. καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν ὁ χρησμός «Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ὦ θεία Σάλαμις, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἢ μὲν δυσομένου Ὑπερίονος, ἢ δʼ ἀνιόντος.»

χρησμολόγοι δὲ οἱ τῶν μαντευμάτων ἑρμηνευταί. ὅρα δὲ πῶς καὶ τῶν μάντεων αὐτὸν ἀποφαίνει μαντικώτερον. ἐντεῦθεν τὸν Θεμιστοκλέα καὶ τῶν μάντεων αὐτῶν ἀποφαίνει σοφώτερον.

ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σαλαμῖνα παντὸς μᾶλλον τὴν ὑπερβολὴν τῆς ἀνοίας δηλοῖ, ὅτι καὶ φεύγειν τὴν ναυμαχίαν συνεβούλευον, ὅπου ἔδει αὐτοὺς πάντας νικῆσαι. δεδιότες γὰρ οἱ μάντεις, διὰ τὸ λέγειν τὸν χρησμὸν, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἀπηγόρευον ναυμαχεῖν. ὁ γοῦν Θεμιστοκλῆς ἔλεγεν ὡς, εἰ τὴν ἀπώλειαν τῶν Ἑλλήνων ᾐνίττετο, οὐκ ἂν τὴν Σαλαμῖνα θείαν, ἀλλὰ σχετλίαν προσηγόρευσεν ὁ χρησμός.

οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον πρόδηλος ἡ ἱστορία παρὰ τοῦ Θουκυδίδου, ὅτι σφόδρα ἐδυστύχησαν οἱ Ἀθηναῖοι ἐν τῇ Σικελίᾳ. εἶτα ἐπειδὴ ἀντέπιπτεν, πῶς οἱ αὐτοὶ μάντεις ἦσαν, — πολὺς γὰρ χρόνος ἀπὸ τῶν Μηδικῶν ἕως τῶν Σικελικῶν παρῆλθεν — εὐθέως ἔλυσεν εἰπών· τοὺς γὰρ αὐτοὺς τὸ αὐτὸ ἔθνος λέγω· διότι καὶ οἱ ὑπὸ Θεμιστοκλέους καὶ οἱ ἐπὶ Ἀλκιβιάδου τὰ σύμφορα τῇ πόλει συνεβούλευον.

οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ ἑτέρα σύγκρισις, ὅτι αὐτὸς καὶ τοὺς μάντεις ἐναντίους εἶχεν.

ἄλλην χώραν οἰκίζειν τὴν Σικελίαν· τοῦτο γὰρ ἔλεγον οἱ μάντεις.

διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι συνίστησιν αὐτοῦ διὰ τούτου τὴν γνώμην.

ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι ὥσπερ ἀντιπῖπτον ἔλυσε. καὶ πῶς, φησὶν, ἀπολεῖσθαι εἶπεν; ὁ δὲ ἔλυσεν, εἰπὼν εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὴν ἀπώλειαν.

οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην θαυμασίως πάλιν ἐπεχείρησεν, ἵνα μὴ δόξῃ τῆς μαντείας τοῦ θεοῦ τὸ ἔργον εἶναι, ὥσπερ ἐπαγωνίζεται, δεικνὺς καὶ πρὸ τῶν λόγων τοῦ θεοῦ τὸ ναυτικὸν αὐτὸν ἐπιστάμενον. οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην τοῦτο εἶπεν, ἵνα μὴ δόξῃ τύχης τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνου συνέσεως.

οὐδʼ αὐτοσχεδιάζων τουτέστιν οὐχ ἅμα τῷ ἐλθεῖν τοὺς χρησμοὺς καὶ αὐτὸς ἔλεγε ναυμαχῆσαι Ἀθηναίους ἐν Σαλαμῖνι, ἀλλὰ καὶ πρὸ τοῦ ἐλθεῖν τοὺς χρησμοὺς ᾔδει ὅτι ἐπερχομένου αὐτοῦ βάρβαροι μέλλουσι πολεμεῖν ἐν Σαλαμῖνι. οὐδʼ ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν— γενόμενος σοφίαν λέγει, τὴν σύνεσιν δηλῶν. ἔοικε δὲ εἰς τοὺς φιλοσόφους ἀποτείνεσθαι· διὰ γὰρ τοῦ εἰπεῖν ταύτην τὸ διάφορον τῆς σοφίας δηλοῖ καὶ τῆς ῥητορικῆς. ὥσπερ οἱ θεομάντεις ἀεὶ γὰρ οἱ μάντεις τῶν ἐρωτώντων τι αὐτοὺς αὐτοσχεδιάζουσι τὰς μαντείας καὶ οὐχὶ πρὸς πολλοῦ σκέπτονται.

περιγενομένων γὰρ τῇ πόλει χρημάτων συχνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων δείκνυσιν ὅτι ἀπὸ εἰσφορῶν ταῦτα συνήγαγεν, οὐ βλάψας τὸν δῆμον.

ταῦτα μελλόντων εἰκῆ νέμεσθαι ἦσαν γὰρ οἱ Ἀθηναῖοι ψηφισάμενοι τούτων τὸ ἀργύριον ὀρχηδὸν μερίσασθαι· τουτέστιν ἄνδρας καὶ παῖδας, γυναῖκος δὲ οὔ. ἔμφασιν δὲ ἔχει ἡ νέμεσθαι λέξις· ἐδόκει γὰρ καὶ οὕτω λυπεῖν κωλύων αὐτοὺς νέμεσθαι. οὐ διακόνου πρᾶγμα πράττων ταῦτα ὡς πρὸς διαβολὴν τοῦ Πλάτωνος.

ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμβούλου καὶ διδασκάλου κατὰ κοινοῦ τὸ πρᾶγμα πράττειν.

τὸ δὲ βέλτιστον προορωμένου καὶ πράττοντος καλῶς ἡ προσθήκη, οὐ μόνον προορωμένου, ἀλλὰ καὶ πράττοντος. καὶ τὸν ἰατρὸν, ἀλλʼ οὐ τὸν ὀψοποιὸν μιμουμένου, μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης ἔργον ἐστὶν ἰατροῦ τὸ κελεύειν καὶ προστάσσειν τοῖς νοσοῦσι τόδε τι φαγεῖν, ὀψοποιοῦ δὲ ἔργον τὸ κελεύεσθαι περὶ τῶν δεσποτῶν τόδε ποιῆσαι τὸ ὄψον. λέγει δὲ ὁ Ἀριστείδης ὅτι ὁ Θεμιστοκλῆς ἰατροῦ ἔργον ἐποίει, καὶ οὐκ ὀψοποιοῦ· τουτέστιν ἐκέλευε μὲν αὐτὸς τοῖς Ἀθηναίοις τόδε ποιεῖν, αὐτὸς δὲ οὐκ ἐκελεύετο παρὰ τῶν Ἀθηναίων τάδε πράττειν. εἶτα πάλιν φησὶν ὅτι πάλιν γυμναστικὴν ἐμιμεῖτο ὁ Θεμιστοκλῆς· τουτέστι πρὸ τῶν συμφορῶν διωρθοῦτο τοὺς Ἀθηναίους. καὶ γὰρ ἡ γυμναστικὴ ἐν τούτῳ διαφέρει τῆς ἰατρικῆς, ὅτι ἡ γυμναστικὴ τὰ σώματα οὐκ ἐᾷ πάσχειν τι, καὶ ὥσπερ διορθοῦται αὐτὰ, ἡ δὲ ἰατρικὴ μετὰ τὸ γενέσθαι τὸ πάθος, τότε, φησὶ, διορθοῦται. μέμνηται δὲ ἐνταῦθα καὶ ὁ Ἀριστείδης τούτων, βουλόμενος σκῶψαι τὸν Πλάτωνα· ἔλεγε γὰρ ὁ Πλάτων ὅτι ἡ ῥητορικὴ τῇ ὀψοποιητικῇ ἔοικε· καὶ γὰρ ἐκείνη ὥσπερ τέρπει τὰ σώματα διὰ τῶν ἡδυσμάτων καὶ τῶν καρυκειῶν, οὕτω καὶ ἡ ῥητορικὴ διὰ τῶν λόγων, ἢ τοῦ χαρίζεσθαι καὶ πρὸς ἡδονὴν λέγειν, τέρπει τοὺς ἀκροατάς.

ὡς ἂν σὺ φαίης θαυμασίως εἶπε τοῦτο· τῆς γὰρ ἰατρικῆς ἐπαινέτης ὁ Πλάτων ἀεί. ἐπάγει γὰρ καὶ τὸν γυμναστὴν, ἐπειδήπερ τὸν γυμναστὴν τοῦ ἰατροῦ ὁ Πλάτων τιμιώτερον ὁρίζεται· λέγεται γὰρ αὐτὸν πρὸ τοῦ ἀγῶνος τοὺς ἀθλητὰς ἀσκεῖν.

ἐκέλευε τοίνυν Ἀθηναίους τῶν μέσων ἐστὶν ἡ λέξις· δηλοῖ γὰρ καὶ τὸν σύμβουλον, καὶ τὸν ἄρχοντα, καὶ κρατοῦντα τῶν Ἀθηναίων, οὐ μὴν δουλεύοντα αὐτοῖς.

πρόφασιν μὲν, ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας Ἐπιδαύριοι λοιμῷ διεφθείροντο· ἔχρησεν αὐτοῖς ἡ Πυθία, ἐκ τῶν ἐλαιῶν τῆς Ἀθηνᾶς τῶν ἱερῶν ἀπὸ τῆς ἀκροπόλεως ἀγάλματα ἱδρύσασθαι Δήμητρος καὶ Κόρης, Ταμίας καὶ Αὐξήσιος. Ἐπιδαύριοι πρὸς Ἀθηναίους ἦλθον, ἱκετηρίαν φέροντες, ἐπιδεικνύντες καὶ τὸν χρησμόν. οἱ δὲ δισσῇ γνώμῃ συνείχοντο, ἀτοπίαν ἐχούσῃ, πῇ μὲν ἐκτεμεῖν τὰ ἀνιερωμένα τῇ θεᾷ δένδρα, πῇ δὲ παριδεῖν ἀπολλυμένους Ἐπιδαυρίους. τέλος ἐνίκησε παρασχεῖν, διὰ τὸ σωθῆναι πάντας. ἐπέταξεν οὖν κατʼ ἐνιαυτὸν φέρειν τῇ θεῷ θυσίαν ὡσανεὶ τέλος. καὶ τοῦτο ἐποίουν. τελευταῖον Αἰγινῆται πρὸς Ἐπιδαυρίους ἐπολέμησαν, καὶ ἐκράτησαν αὐτῶν. ἔλαβον δὲ μετὰ τῶν ἄλλων λαφύρων καὶ τὰ ἱερὰ ἀφιδρύματα, ἃ ἦσαν ἐκ τῆς ἀκροπόλεως λαβόντες. καὶ οὐκέτι παρέσχον τὰ τέλη τῶν θυσιῶν Ἐπιδαύριοι, λέγοντες παρὰ τοῖς Αἰγινήταις εἶναι, οὓς δέον καὶ ἀπαιτεῖν τὰς θυσίας, μὴ βουληθέντων δὲ Αἰγινητῶν παρασχεῖν, αἰτούντων Ἀθηναίων, πόλεμος ἐκ τούτου συνέστη. γενομένου τοῦ πολέμου, ἐπλεόνασε τότε τοῖς Ἀθηναίοις τὰ μέταλλα τοῦ ἀργυρίου. ταῦτα ἐψηφίσαντο Ἀθηναῖοι ὀρχηδὸν μερίσασθαι, τουτέστι τοὺς ἄνδρας μόνον καὶ τοὺς παῖδας. διεκώλυσε τοῦτο γενέσθαι Θεμιστοκλῆς, λέγων ὡς δεῖ τὰ χρήματα εἰς ναῦς ἀναλῶσαι, διὰ τὸν τῶν Αἰγινητῶν πόλεμον, τὸ δὲ ἀληθέστερον ἤδη προσκοπῶν, μέλλειν ἐπέρχεσθαι τὸν βάρβαρον· καὶ εἰπὼν ἔπεισεν.

νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις δηλονότι τῶν γενομένων.

ἑτέρων ἀγώνων μειζόνων πάλιν αὔξει τὸ κατόρθωμα τοῦ Θεμιστοκλέους, μείζονα λέγων τὸν δεύτερον πόλεμον, τὸν καὶ ἐπὶ αὐτοῦ γενόμενον.

καὶ τότε ἔπεισεν καλῶς εἶπε τότε· τουτέστιν ἐν αὐτῇ τῇ χρείᾳ· ἵνα μή τις εἴπῃ ὅτι πρὸ μὲν τῆς χρείας ἔπειθε, παρὰ δὲ τὸν καιρὸν οὐχ εὗρεν αὐτοὺς ὑπακούοντας. ὁρμητήριον δὲ καινοπρεπῶς λέγει τὴν θάλασσαν.

πρῶτον μὲν ἐπʼ Ἀρτεμίσιον πλεύσας καλῶς εἶπε τὸ πρῶτον, ἵνα σημάνῃ τῶν ἐφεξῆς ἀγώνων τὸ πλῆθος. Ἀρτεμίσιον δέ ἐστι λιμὴν τῆς Εὐβοίας, ἔνθα πρῶτον ἐναυμάχησε πρὸς τὰς πρόπλους τριήρεις τῶν βαρβάρων· οὐ γὰρ ἅμα πᾶσαι ἦλθον αἱ χίλιαι διακόσιαι νῆες αὐτῶν.

οὔτε λόγους ἀσχήμονας εἰπὼν καλῶς πάλιν ἡ λέξις· πανταχοῦ γὰρ μάχεται πρὸς τὸ ἔγκλημα τῆς κολακείας, καὶ ὅτι οὐ κόλακες ἦσαν οἱ ἄνδρες. πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων, ἢ τῶν Ἑλλήνων δίκαιον γὰρ ἦν Ἀθηναίους ἢ Λακεδαιμονίους ἔχειν τὴν ἡγεμονίαν.

οὔτε ἔργα φαῦλα ἀποδειξάμενος τουτέστιν οὐκ ἔδειξεν ἔργα τῶν λόγων εὐτελέστερα. ἀλλʼ, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλλόμενος δείκνυσι καὶ Πίνδαρον ἐπαινέτην ὄντα Θεμιστοκλέους. κρηπὶς δέ ἐστιν ἡ ῥίζα, καὶ ἀρχὴ, καὶ θεμέλιος. ὁ δὲ Πίνδαρος εἶπε τὰς Ἀθήνας ἔρεισμα τῆς Ἑλλάδος.

ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, —οὐδείς πω μέμνηται γραφὲν τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηναίων Ἀθηνᾷ μεδεούσῃ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα, αὐτοὺς δὲ ἐξελθεῖν εἰς Σαλαμῖνα.

ἐλευθεριώτερον ἀντὶ τοῦ μεγαλοψυχότερον. ἔοικα δʼ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ ὥσπερ ἐπιλαμβάνεται ἑαυτοῦ. τὸ δὲ σχῆμα αὔξησις.

οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ ἐνταῦθα λοιπὸν περὶ τῆς παραχωρήσεως τῆς ἡγεμονίας διαλέγεται, λέγων ὅτι διʼ ἐπιείκειαν παρεχώρησαν αὐτὴν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις· ἐδόκουν γὰρ διʼ ἀσθένειαν παρακεχωρηκέναι. θείᾳ τινὶ μοίρᾳ ῥητορικῶς εἰσάγει τὸν Θεμιστοκλέα παρὰ θεοῦ τινος δωρεὰν δοθέντα τῇ πόλει καὶ τῇ Ἑλλάδι.

ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας ἀγνωμοσύνην κατηγορεῖ τῶν Ἑλλήνων, ὅτι τοῖς Λακεδαιμονίοις ἔδωκαν τὴν ἡγεμονίαν τοῖς μὴ ἔχουσι πολὺ ναυτικόν.

σχεδὸν πάντας τὸ σχεδὸν παρέλκεται· κατὰ γὰρ ἀλήθειαν πλείους ἦσαν αἱ τῶν Ἀθηναίων νῆες.

συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος πάλιν εἰς σοφίαν ἀναφέρει τὴν παραχώρησιν τῆς ἡγεμονίας.

ὑφίεσθαι σώζειν. ἀντὶ τοῦ σώζειν. καλῶς δὲ ἐν τῷ τότε, ἀντὶ τοῦ τὸν παρόντα κίνδυνον, διὰ τὸ μὴ γίνεσθαι στάσιν.

σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλʼ οὐκ αὐτὴν ἔπεισε παρεῖναι λόγῳ μὲν γὰρ καὶ σχήματι μόνον εἶχον τὴν ἀρχὴν οἱ Λακεδαιμόνιοι, οἱ δὲ Ἀθηναῖοι ἔργον· ὃ γὰρ ἦν ἔργον ἡγεμόνων ποιεῖν, οἱ Ἀθηναῖοι ἐποίουν ἐν τῷ πρὸς βάρβαρον πολέμῳ.

παρεῖναι ἀφεῖναι τοῖς Λακεδαιμονίοις. αὐτοῖς μὲν τὴν ἡγεμονίαν τοῖς Ἀθηναίοις. λέγει δὲ τῷ ἔργῳ ἡγεμονίαν.

περιεγένετο αὐτοῖς ἀντὶ τοῦ κέρδος συνέβη.

τῶν δὲ συμμάχων πρᾳότητι διὰ γὰρ πρᾳότητα παρεχώρησε τῆς ἡγεμονίας.

καὶ εἰ φὴς, ὦ Πλάτων, ὅτι οὐ τριήρων πάλιν λεληθότως προλύει τὴν ἀντίθεσιν τὴν περὶ τῆς διαβολῆς τῆς ναυμαχίας, ἀμφότερα μαρτυρῶν τῷ Θεμιστοκλεῖ, τήν τε ἐμπειρίαν τοῦ ναυτικοῦ καὶ τὴν παρὰ τὰ ἄλλα εὐβουλίαν.

ὑπὲρ τῶν κοινῶν δικαίων τῆς ἐλευθερίας. κοινὸν δίκαιον λέγει τὴν ἐλευθερίαν τῆς πατρίδος. τῷ δὲ εἰπεῖν καὶ κατέπραξε καὶ τοῦτο μέγα τι λέγει κατόρθωμα.

μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι ἐνδέχεται γὰρ παρεῖναι μὲν ναῦς, μὴ μέντοι κεχρῆσθαι αὐταῖς. διὰ τοῦτό φησι· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν ἐποίησε χρήσασθαι.

ἐνταῦθα καλῶς ἀναφαίνεται ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἀνὴρ τὴν μουσικὴν θαυμασίως ὁ ῥήτωρ καὶ μουσικὴν καλεῖ τῷ Θεμιστοκλεῖ· οὐ γὰρ εἶπεν ἐκείνου τῆς μουσικῆς, ὡς καὶ αὐτοῦ μουσικὴν ἔχοντος, τὴν δὲ σοφίαν αὐτοῦ λύραν ὀνομάζοντος.

ἐφʼ ἑαυτῶν ὅ ἐστι μόνους ἑαυτοὺς πρὸς ἑαυτούς. ὁ δʼ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταὐτὸν ἔπεισε φρονῆσαι ὑπὸ γὰρ σοφίας ἔπεισεν Ἀθηναίους παραχωρῆσαι τῆς ἡγεμονίας, ἐπαγγειλάμενος αὐτοῖς παρʼ ἑκόντων τῶν Ἑλλήνων αὐτὴν λαβεῖν.

τὴν Ἑλλάδα ἡρμόσατο πάλιν ὡς ἐπὶ λύρας εἶπε τὸ ἡρμόσατο. καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας τῷ Εὐρυβιάδῃ παραχωρήσας δηλονότι.

τίς—τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων ἀπὸ τῶν φιλοσόφων. τῶν ἐν φιλοσόφοις λέγει, εἰς Πλάτωνα αἰνιττόμενος.

οὔτε πόλει τῇ τῶν Λακεδαιμονίων. οὔτʼ ἀνθρώπων οὐδενὶ τῷ Εὐρυβιάδῃ.

ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν ἀντὶ τοῦ κοινωνὸν οὐκ ἀνεχόμενος ἔχειν.

ὥσπερ παῖδα παῖδα καλέσας ἔδειξε τὴν ἀπειρίαν αὐτοῦ· ἄπειρα γάρ ἐστι τὰ παιδία. τοὺς νεῖν ἀδυνάτους ἀντὶ τοῦ τοὺς μὴ δυναμένους διανήχεσθαι. οἰκεία δὲ ἡ παραβολὴ τοῖς παισί· καὶ γὰρ ἄνω ὥσπερ παῖδα εἶπεν αὐτόν.

οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι πάλιν ὡς ἐπὶ παιδὸς ἐνέμεινε ταῖς λέξεσιν.

στρέφειν ὅποι βούλοιτο κατὰ κοινοῦ τὸ κύριος ἦν. ἀρχὴν δὲ ἀντὶ τοῦ ναυαρχίαν.

καταντικρὺ ἀντὶ τοῦ κατὰ πρόσωπον. τὸ δὲ περιπλεῖν ἀντὶ τοῦ κατὰ νῶτον καὶ ὄπισθεν φερομένας.

διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπʼ ἐλπίδι βελτίονι εὐφήμως εἶπε τὴν λέξιν, ἀντὶ τοῦ οὐ καὶ ἐπὶ τῷ νικῆσαι, ὥσπερ ὁ Θεμιστοκλῆς τὴν πόλιν κατέλειψε.

τοιοῦτο πάθος παθόντος τοιαύτην συμφορὰν ἔχοντος. λελυμένον δέ ἐστιν.

αὐτὸς, ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς, χεῖρα ὑπερέσχε τοῦτο εἶπεν, ἵνα σημάνῃ τὸ ἐξαίφνης καὶ ἀπροσδόκητον. ὅρα δὲ πάλιν τὴν ὑπερβολὴν, πῶς θεόν τινα ποιεῖ ἐπιφανέντα σωτήριον. ἀπὸ μηχανῆς δὲ εἶπεν, ὅτι ἔχομεν ἐν τοῖς δράμασι τοῖς κωμικοῖς ἀπὸ μηχανῆς ἄνωθεν χεῖρα θεοῦ πολλάκις ἐπιφερομένην. θεοὺς ἐπιφαινομένους πολλάκις, ὥσπερ Εὐριπίδης ἐποίησεν ἐν Ἠλέκτρᾳ εἰσάγων τὸν Ἀπόλλωνα εἰς διαλλαγὴν Ὀρέστου καὶ Μενελάου.

ἀπʼ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀντὶ τοῦ ἀπὸ φυγῆς.

τὸν Εὐρυβιάδην, ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο Θεμιστοκλεῖ οἷον Εὐβοεῖς τέσσαρα δεδώκασι τάλαντα ἐπὶ τῷ καταμεῖναι τὸν τῆς μετακομιδῆς τῶν ἐπίπλων καιρὸν, ἐξ ὧν παρέσχεν Εὐρυβιάδῃ. δέδωκε γὰρ αὐτῷ χρήματα πρὸς τὸ μεῖναι καὶ μὴ φεύγειν. εἰ δέ τις εἴποι· καὶ πολεμῶν χρήματα πόθεν εἶχε; λέγομεν ὅτι ἐπίτηδες εἶχε μεθʼ ἑαυτοῦ ἐννοῶν ὅτι ἀνέκυπτέ τις χρεία. ἢ ἐπρίατο τοῖς ἐπαίνοις αὐτόν· εἶπε γὰρ ὅτι ὑπεκορίζετο αὐτόν. ἄλλοι δὲ λέγουσιν ὅτι οἱ Εὐβοεῖς φοβούμενοι μή πως φύγωσιν οἱ Ἀθηναῖοι, ἀπέστειλαν αὐτοῖς τριάκοντα τάλαντα, ἵνα περιμείνωσιν, ὅπως ἐκθῶνται τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐν ἀσφαλείᾳ. ἀπὸ τούτων οὖν τριάκοντα δέδωκεν αὐτῷ πέντε ὡς ἴδια ὁ Θεμιστοκλῆς. οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινος εἶναι τὸ γὰρ πρίασθαι οὐκ ἔστι διακόνου. ἐπειδὴ δὲ εἶπεν ἄνω ὑποκοριζόμενος, ὅ ἐστι κολακείας, τοῦτο ἐπήγαγεν, ὥσπερ ἐκεῖνο ἀπολυόμενος.

καὶ τήν τε Εὔβοιαν περιεποίησε ἔνθα καὶ ἡ πρώτη γέγονε ναυμαχία, ἡ ἐπʼ Ἀρτεμισίῳ.

τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε ἐπηνώρθωσε. παντελῶς ἄπορα ἢ ἀπορίαν ἔχοντα, ἢ ἀδύνατα.

τοῦ περὶ τὰς Πύλας πάθους πάθος ἐκάλεσε τὸν θάνατον τῶν τριακοσίων. οὐχ ἧτταν δὲ ὠνόμασεν, ὥσπερ ὀδυρόμενος μᾶλλον ἢ μεμφόμενος· ἴσμεν γὰρ ὅτι οὐχ ἡττήθησαν, ἀλλὰ προυδόθησαν διὰ τοῦ ὄρους τῆς Θετταλίας. τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας ἐκόλασε τῇ προσθήκῃ τὸ βλάσφημον· κοινὸν γὰρ εἶπε τοῦ θεοῦ καὶ Θεμιστοκλέους τὴν μαντείαν. λέγει δὲ τὸ ξύλινον τεῖχος καὶ τὸ ναυτικόν. ταῦτα δὲ ὥσπερ λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος, ὃ ἀντετίθη Πλάτων, λέγων ὅτι ὡς δειλοὶ κατέφυγον εἰς τὸ ναυμαχεῖν. ἐκόλασε τῇ προσθήκῃ τὴν βλασφημίαν. μαντείαν δὲ λέγει τὸ ξύλινον τεῖχος, ἢ τὰς ναῦς. ταῦτα δὲ ὥσπερ λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος· ἀντετίθει γὰρ Πλάτων, λέγων ὅτι ὡς δηλοῖ κατέφυγεν εἰς τὰς ναῦς.

προδοθέντες ὑφʼ ὅτων δή ποτε σιωπᾷ τοὺς προδότας, ἢ διὰ τὸ ἀδήλους εἶναι, ἢ ἵνα μὴ διαβάλῃ αὐτοὺς, ὅτι Ἕλληνες ἦσαν. λέγει δὲ Ἐφιάλτην τινὰ, στρατηγὸν Θετταλῶν. ἦσαν δὲ οἱ πεμφθέντες εἰς τὴν φυλακὴν τῶν Τεμπῶν Λακεδαιμόνιοι.

κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων οὐκ εἶπεν ἀπέθανον, ἀλλὰ κατεχώσθησαν, τουτέστι καταπατηθέντες ἐτάφησαν. τουτέστι καταπατηθέντες ἐτάφησαν. αἰνίττεται δὲ διὰ τὸ πλῆθος τῶν βαρβάρων.

ἀλλʼ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι— ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες ὥσπερ εἰδότας αὐτοὺς εἰσάγει τὸν θάνατον τῶν τριακοσίων. ἔοικε δὲ ἴσως εἰς τὸν μάντιν αἰνίττεσθαι τὸν Μεγιστίαν. λέγεται γὰρ καὶ οὗτος προειρηκέναι τοὺς ἐξιόντας εἰς Πύλας πάντως ἀπολεῖσθαι. διὰ τοῦτο οὖν ἴσως καὶ ὀλίγους φησὶ πεπομφέναι Λακεδαιμονίους, ὧν ἠδύναντο ὡς ὀλίγην ἐνεγκεῖν τὴν στέρησιν.

ὥσπερ ἀφοσιούμενοι ἀπολογούμενοι καὶ πληροῦντες τὸ δίκαιον. τουτέστιν ἀπολογούμενοι. ἀπὸ τοῦ ὅσιον πληροῦν καὶ τὸ δίκαιον.

οὕτω δὴ τούτων κεχωρηκότων νῦν λοιπὸν οὐ μόνον τῶν Λακεδαιμονίων κατηγορεῖ, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων. τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος μετὰ γὰρ τὸ νικῆσαι τοὺς Ἕλληνας τὸν βάρβαρον ἐπʼ Ἀρτεμισίῳ ἠβουλήθησαν Πελοποννήσιοι τειχίσαι τὸν Ἰσθμὸν, ἀκούσαντες ὅτι ἄλλαι βαρβαρικαὶ τριήρεις παραπλέουσι. τοῦτο δὲ σφόδρα εὔηθες ἦν· ἔχων γὰρ ναυτικὸν ἠδύνατο παραπλέων τὴν Πελοπόννησον κατὰ πόλιν ἑλεῖν.

καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα ποιουμένων διὰ τούτου ἡρμήνευσε τί ἐστι τὸ εἴσω τῆς Ἑλλάδος· λέγει γὰρ τὴν Πελοπόννησον. τὰ δʼ ἄλλα παρεικότων τῆς γὰρ Ἑλλάδος πάσης ἠμέλουν, Πελοποννήσου δὲ ἀντεποιοῦντο, καὶ ταύτην ἐτείχιζον, ἣ μέρος ἐστὶ τῆς Ἑλλάδος, νομίζοντες τὴν Πελοπόννησον καὶ τὴν Ἑλλάδα ταὐτὸν εἶναι.

ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθηναίων ἐν ταῖς φυγαῖς τὸ τελευταῖον ἀναχωρεῖν ἔπαινον ἔχειν δοκεῖ. λεληθότως δὲ ἀποτείνεται πρὸς τὸν Πλάτωνα, ἐπειδήπερ κἀκεῖνος ἐπαινεῖ τὴν ἀπὸ τοῦ Δηλίου Σωκράτους φυγὴν, ἥντινα εἴπομεν ἐν τῇ τετάρτῃ Θουκυδίδου. οὐκ εἶπε δὲ ἔσχατος ἔφυγεν, ἀλλʼ ἔσχατος ἀνεχώρησε, καὶ τὴν φυγὴν δεικνὺς ἐγκώμιον.

τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας ἐπολιτεύσατο ἀντὶ τοῦ τῆς φυγῆς. λέγει δὲ, περὶ οὗ ἐνέγραψεν ἐν ταῖς ναυλόχοις πέτραις· μνήσθητε, Ἴωνες, πατρῴου φρονήματος. καὶ προσεποιήσατο φεύγειν, ἵνα ἐλθόντες ἀναγνοῖεν αὐτὸ οἱ Ἴωνες. οὐκ ἀπὸ τοῦ βήματος, οὐδʼ ὁρώμενος αὐτοῖς, ἀλλʼ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων θαυμασίως τοῦτο προσέθηκεν. ὁ γὰρ ῥήτωρ μᾶλλον ὁρώμενος πείθει ἤπερ διὰ γραμμάτων· δυσωπεῖ γὰρ μᾶλλον φαινόμενος. καινὸν δὲ βῆμα δείκνυσι τὸν Θεμιστοκλέα κτησάμενον, τὰς ναυλόχους πέτρας.

ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτʼ ἂν, ἢ τίς Αἰακὸς μεγίστην ἐνταῦθα ποιεῖται σύγκρισιν, ἐναντιούμενος περὶ τῶν ἀνδρῶν τῷ Πλάτωνι, ποιῶν τὸν Μίνωα καὶ τὸν Ῥαθάμανθυν, οἵτινες ἐπὶ τῇ δικαιοσύνῃ βοῶνται. πάλιν δὲ ἡ μεταχείρησις Δημοσθενική. εἰ γὰρ ὁ Αἰακὸς ἢ Ῥαθάμανθυς ἦν ὁ κατηγορῶν. ὡς δικαιότατον τὸν Μίνω παρέλαβεν, ἐπειδὴ καὶ ὃ πρὸς τοὺς Ἴωνας ἔγραψε Θεμιστοκλῆς, δίκαιον ἦν· τὸν δὲ Αἰακὸν, ὡς ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενον· αὐχμοῦ γὰρ πολλοῦ γενομένου τοῖς Ἕλλησιν, Αἰακὸς εὐξάμενος τῷ Διὶ τοῦτον κατέπαυσεν.

ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο πρώτη πεῖρα ἡ τῶν πρόπλων τῶν βαρβάρου καθαίρεσις, δευτέρα δὲ ἡ ἐκ τῆς τῶν εἰς Πύλας ἀπαντησάντων ἀπωλείας ἀπόδειξις, ὅτι δεῖ θαλάσσῃ κεχρῆσθαι.

ἀναχωρησάντων γὰρ ἀπʼ Ἀρτεμισίου ἐπειδὴ τῆς πεζομαχίας ἐπαινέτης ἐστὶν ὁ Πλάτων, δείκνυσιν ὡς ἐβούλοντο μὲν πεζομαχεῖν Ἀθηναῖοι, οὐδεὶς δὲ αὐτοῖς ἠκολούθει. λέγει οὖν ὅτι καὶ τὴν ναυμαχίαν ἀνάγκῃ ᾑρήσαντο.

τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιωτίαν, καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος ἐπειδὴ τὴν Βοιωτίαν καταλαβόντες εἶχον οἱ Πέρσαι, διὰ τοῦτο τοὺς λοιποὺς λοιπὴν Ἑλλάδα ἐκάλεσεν ὁ Ἀριστείδης.

ἐκ θαλάττης εἰς θάλατταν ἀντὶ τοῦ ἀπὸ μετώπου εἰς μέτωπον, καὶ ἀπὸ ἄκρου εἰς ἄκρον. συγκαλυψάμενοι ἀντὶ τοῦ συσκεπάσαντες ἑαυτοὺς, ἵνα μὴ ὁρῷεν ἃ πάσχουσι.

ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύσασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς ὡς γὰρ νῆσός ἐστιν ἡ Πελοπόννησος, καὶ ἠδύναντο οἱ βάρβαροι παραπλεῦσαι αὐτήν.

τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη τὰ τείχη Βαβυλῶνος ἐκάλεσεν. ἅπαξ δὲ τὴν αὐτὴν ἔχει δύναμιν· εἶπε γὰρ Βαβυλώνιον. λέγει δὲ τοῦτο ἰσχυρότατον καὶ Θεόκριτος «Ἔνθα σε τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασιλεύει.» ἔστι δὲ τῶν ἑπτὰ θεαμάτων. τοῦτο ἰσχυρότατόν φησι καὶ Θεόκριτος «Ἔνθα δὲ τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασιλεύει.» ἔστι δὲ τῶν θεαμάτων.

ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε πόρρωθεν προορώμενος ἀντὶ τοῦ καὶ πρὸ τῆς στρατείας τοῦ Πέρσου μαντευόμενος. διὰ τοῦτο εἶπεν οὐκ ἐξεπλάγη τότε· τὸ γὰρ ἐξαίφνης γινόμενον φόβον ποιεῖ.

εἰσχεομένων ἀμφοτέρωθεν τουτέστιν ἐκ γῆς καὶ θαλάττης. κοινῷ δὲ στόλῳ ἀντὶ τοῦ ἀθρόῳ, καὶ οὐ κατὰ μίαν.

κοινῷ στόλῳ ἀθρόῳ.

δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα φρυκτοὶ λαμπάδες εἰσὶ, σημαίνουσαι πολεμίων ἔφοδον. κοινὰς οὖν φρυκτωρίας ἐνταῦθα εἶπε τὸν ἐμπρησμὸν τῶν πόλεων τῶν Ἑλληνικῶν. αὗται γὰρ, φησὶν, ἐμπιπράμεναι ἐδήλουν τὴν παρουσίαν τοῦ Πέρσου. τῶν δὲ φρυκτῶν οἱ μέν εἰσιν εἰρηνικοὶ, οἱ δὲ πολεμικοί. τοῦτο δὲ γράφοντες κακῶς ἐξηγοῦνται, λέγοντες οὕτως, ὅτι, ἡνίκα μὲν ἐδήλουν πόρρωθεν τοῖς συμμάχοις εἰρηνικῶς, ἁπλῆν ἐποίουν τὴν λαμπάδα, ὅτε δὲ πολέμου, διπλῆν. τοῦτο δὲ εὔηθες· καὶ γὰρ εἰ ἐποίουν αὐτὴν διπλῆν, ὅμως πόρρωθεν ὡς ἁπλῆ ἐφαίνετο. ἡμεῖς δὲ φαμὲν ὅτι, ὅτε μὲν ἐσήμαινον τοῖς συμμάχοις πολεμίων ἔφοδον, ἔστρεφον ἀεὶ τὴν λαμπάδα, ὅτε δὲ εἰρήνην, ὀρθὴν ἐκράτουν. οἱ οὖν βάρβαροι οὐ διὰ φρυκτῶν ἐσήμαινον τὸν πόλεμον τοῖς Ἕλλησιν, ἀλλὰ σὺν αὐτοῖς φέροντες τὸν βασιλέα τὴν μάχην ἐσήμαινον. γράφει τὸ ψήφισμα τοῦτο τοῦτο ἔμφασιν δηλοῖ, ἀντὶ τοῦ τολμηρὸν καὶ φοβερόν.

παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι τὴν Τροιζῆνα νῆσον λέγει Ἰσοκράτης, γείτονα μὲν τῶν Ἀθηναίων, μικρὸν δὲ πόρρωθεν οὖσαν, ἵνα, εἰ καὶ συμβῇ ἀπολέσθαι τοὺς Ἕλληνας, τελευταῖον ἀπολεῖται τὰ γένη ἐκεῖ ὄντα.

ὦ μεγάλης μὲν τῆς ἐπινοίας ἀνακλητικὸν τὸ σχῆμα. τὸ σχῆμα ἀνακαλεῖται ἀνακλητικὸν, αὔξησιν δὲ ἔχει ἐν ἑαυτῷ.

θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας πανταχοῦ συνάπτει τῷ Θεμιστοκλεῖ τοὺς Ἀθηναίους, κοινὸν δεικνὺς τὸ κατόρθωμα· ὥσπερ Δημοσθένης λέγει «Ἐποιεῖτε μὲν ὑμεῖς, ἔγραφον δὲ ἐγώ.»

ἣν ἐπεπαίδευντο ὑπʼ ἐκείνῳ πάντα ἀνέχεσθαι καὶ καρτερεῖν ἵνα μὴ σχεδιασθεῖσαν εἴπῃ τὴν ἀρετὴν, ἀνατροφὴν εἶπεν αὐτῶν.

ὅσʼ ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς ἀνθιστάμενον δείκνυσι τῇ τύχῃ τὸν Θεμιστοκλέα· ἔστι δὲ πάλιν Δημοσθενικόν· παρὰ τὸ φέρειν, ὡς ἂν δίδωσιν ὁ δαίμων γενναίως. ὡς ἀρκούσης τῆς τούτου συμβουλῆς τὰ λυπηρὰ διαλύειν τοῦ δαίμονος. τοῦτο τὸ ψήφισμα τῶν ὑφʼ ἡλίῳ ἐνταῦθα φανερῶς συγκρίνει τὸ ψήφισμα Θεμιστοκλέους πρὸς τὰ Πλάτωνος συγγράμματα καὶ τοὺς νόμους, ἐπειδὴ καὶ αὐτὸς ἔγραφε πολιτείας καὶ νόμους.

τοῦ φρονεῖν ἐφʼ ἑαυτοῖς τοῦ μὴ εἰς ἄλλους τὰς ἐλπίδας ἔχειν.

πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν σημαίνει τῆς δουλείας. καλῶς δὲ τὸ τινὸς ἀντὶ τοῦ μικροῦ καὶ εὐτελοῦς. τὰ δόξαντα ἐξ ἀρχῆς τὸ ναυμαχῆσαι δηλοῖ· τοῦτο γὰρ ἦν δόξαν αὐτοῖς.

τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις τοῖς Λακεδαιμονίοις· ὁμοίως γὰρ τοῖς Ἀθηναίοις ἦσαν Ἕλληνες. ἀνομοίων δὲ λέγει, τουτέστι κἂν φύγωσι καὶ μὴ στῶσιν εἰς τὴν μάχην. ἢ ἀνόμοια λέγει, ὅτι μὴ βουλομένου τοῦ Θεμιστοκλέους τὸν Ἰσθμὸν τειχίζειν ἠβούλοντο. ὁμοίως λέγει τοὺς Ἕλληνας· ὁμοίως γὰρ πάντες ἦσαν Ἕλληνες. ἀνομοίων δὲ ἔργα λέγει, τουτέστι κἂν φύγωσι. καὶ μὴ πτωεῖν εἰς τὴν μάχην ἀνόμοια λέγει· ὅτι μὴ βουλομένου τοῦ Θεμιστοκλέους τὸν Ἰσθμὸν τειχίζειν ἐβούλοντο.

οὐ κόλαξ, ἐμοὶ δοκεῖν, ἄνθρωπος ἐμφαντικὸν τὸ ἐμοὶ, ἀντὶ τοῦ οὐ σοὶ τῷ διαβάλλοντι. οὐδὲ κάτω βλέπων κάτω βλέπων ἐστὶν ὁ ταπεινὸς καὶ δειλὸς καὶ εὐτελής.

ἦ που σοὶ Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς σκωπτικὸν τὸ σχῆμα. μάγειρος δέ ἐστιν οὗτος, καὶ ὁ Πλάτων δὲ μαγειρικὴν λέγει τὴν ῥητορικήν. ἦ που σοὶ Μίθαικος—ἢ Σάραμβος Μίθαικος συγγραφεύς· Σάραμβος κάπηλος.

νῦν γὰρ ἀνεμνήσθην τοὔνομα τὸ νῦν προσέθηκεν, ἐπειδήπερ ἐν τῷ τέλει τοῦ Περικλέους εἶπε, καὶ οὐκ οἶδʼ ὅτῳ τρίτῳ. τὸ νῦν γὰρ εἶπε, ἐπειδὴ ἐν τῷ τέλει τοῦ Περικλέους ὥσπερ ἐπελάθετο, λέγων, καὶ οὐκ οἶδʼ ὅτῳ τὸ τρίτον.

φέρε μοι δὴ παρὰ τοῦτο τὸ ψήφισμα τὰ τῶν σοφιστῶν, εἰ βούλει, συγγράμματα καὶ τοὺς νόμους ἐνταῦθα φανερῶς συγκρίνει τὸ ψήφισμα Θεμιστοκλέους πρὸς τὰ Πλάτωνος συγγράμματα.

τοὺς νόμους ἔγραφε γὰρ ὁ Πλάτων καὶ νόμους, πρὸς οὓς συγκρίνει τὸ ψήφισμα τοῦ Θεμιστοκλέους. ὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν ἐπειδὴ ὁ Πλάτων φαίνεται αὐτοῖς τοῖς ὀνόμασι χρησάμενος ἐπὶ διαβολῇ, ἵνα μὴ δείξῃ ἑαυτὸν ὅμοιον ἐκείνῳ, εἶπεν ὅτι οὐδὲν δέομαι ὀνόματος. ὡς φανεροῦ, φησὶν, ὄντος τοῦ Πλάτωνος ὀνόματος· οὐ δέομαι οὖν ὀνομάσας αὐτόν. ἔχει δὲ τὸ λέγειν ἐν ἑαυτῷ ὁμοῦ σιωπὴν καὶ διαβολήν. οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι κατὰ εἰρωνείαν εἶπεν ἀντὶ τοῦ πολὺ κρεῖττόν ἐστιν. εἰκὸς δὲ εἶπεν, ἵνα μὴ φανερῶς ὑβρίσῃ αὐτόν.

ἢ μικρὸν γοῦν τι παραλλάξαι τῆς ἐπιθυμίας καλῶς προσέθηκε τὸ μικρόν. οὐδὲ γὰρ πάντως οἱ στοχαζόμενοι τῆς ἐπιθυμίας τοῦ δήμου, ὅλον ἐξ ὅλου, ὃ βούλεται ὁ δῆμος, ἐννοοῦσι.

ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας ἄτρεπτον αὐτὸν δείκνυσι καὶ μηδαμῶς πρὸς τὰ πάθη καμπτόμενον.

ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων ποτνιᾶσθαι κυρίως ἐστὶ τὸ μετὰ δακρύων εὔχεσθαι, καὶ ἐπικαλεῖσθαι τὴν Ἀθηνᾶν· παρὰ τὸ Ὁμηρικὸν «Πότνιʼ Ἀθηναίη ἐρυσίπτολι, δῖα θεάων.» λέγει δὲ αὐτὰς ποτνιᾶσθαι, ὅτʼ ἔμελλον ναυμαχεῖν οἱ Ἀθηναῖοι, καὶ αὐτὴν τὴν πόλιν καταλιπεῖν. ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως τοὺς νοσοῦντας λέγει καὶ τοὺς γεγηρακότας, ἐξ ἀνάγκης μένοντας. παραπλησίου δὲ μάλιστά πως ὄντος καλῶς εἶπε παραπλησίου· οὐδὲ γὰρ ὑπὸ πολεμίων ἡλώκει, ἀλλʼ ἑκούσιος ἦν ἡ μετάστασις.

τὸ μὲν γὰρ μέλλον ἅπασιν ἦν ἐν ἀφανεῖ τὸ μέλλον λέγει, εἰ αὖθις τὴν πόλιν ἀναλήψονται. τουτέστιν εἰ αὖθις ἀναλήψονται τὴν πόλιν.

ἀλλʼ ἀπεζεῦχθαι γονέας καὶ παῖδας κυρίως εἶπε τὸ ἀπεζεῦχθαι. λέγεται δὲ καὶ ἐπὶ ἑνὸς σώματος ἡ λέξις, ὥσπερ καὶ νῦν εἶπε. παθητικὸς δέ ἐστιν ὁ λόγος καὶ ἐλεεινός.

οὗ γε καὶ τῶν κυνῶν φασὶ τῶν χειροήθων ὠρυομένων πρὸς τὴν ἀπόλειψιν ἐμιμήσατο τὸν θρῆνον καὶ τὴν φωνὴν τῶν κυνῶν. ὅρα δὲ πῶς καὶ ἐκ τῶν ἀψύχων καὶ ἐκ τῶν ἀλόγων αὔξει τὸ δεινόν. τὸ ὠρύεσθαι δὲ λέγεται καὶ ἐπὶ τῶν λύκων, τὸ δὲ ὑλακτεῖν καὶ ἐπὶ τῶν κυνῶν. ἀλλʼ ἔστιν ὅτε μιμοῦνται οἱ κύνες τὴν τῶν λύκων φωνὴν, ὅτι αἰσθάνονται λυπηρόν τι συμβαίνειν τοῖς δεσπόταις. τὸ ὠρύεσθαι ἐπὶ λύκων, τὸ ὑλακτεῖν ἐπὶ κυνῶν. ὅρα δὲ πῶς ἐκ τούτου αὔξει τὸ πάθος. ἔστι δὲ ὅτε καὶ οἱ κύνες μιμοῦνται τὴν τῶν λύκων φωνὴν, ὅταν αἰσθάνωνται λυπηρόν τι συμβαίνειν τοῖς δεσπόταις. δεινῶς δὲ εἶπε τὸ ἀκούων, ὡς τότε ἀκοῆς δεινοτέρας οὔσης τῆς θέας. παῖδας δὲ οὐ διὰ τὴν ἡλικίαν λέγει, ἀλλʼ ὅτι ἐπείθοντο ἐκείνῳ ὡς πατέρι. τῶν χειροήθων καλὸν τὸ χειροήθων· ἡ γὰρ συνήθεια τὴν λύπην αὐτοῖς ἐποίει.

ταῦτα πάντα ὁρῶν καὶ ἀκούων δεινῶς εἶπε τὸ ἀκούων, ὡς τότε ἀκοῆς δεινοτέρας οὔσης τῆς θέας. ἐπειδὴ δὲ τὸν Ὀδυσσέα πολύτλαν λέγει ὁ ποιητὴς, ὡς πολλὰ δυνηθέντα ὑπενεγκεῖν, τούτῳ παραβάλλει τὸν Θεμιστοκλέα καὶ μείζονα δείκνυσιν.

παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας ἐξῆγεν παῖδας οὐ διὰ τὴν ἡλικίαν λέγει, ἀλλʼ ὅτι ἐπείθοντο ὡς πατρί. τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς καὶ ἀλλαχοῦ εἶπεν, ὥσπερ ὡς πρὸς τὸν ἥλιον βλέποντες. πομπῇ δὲ παραβάλλει τὸν κίνδυνον, τὴν ἡδονὴν ἣν εἶχον ἐμφαίνων. ἔγνως δὲ παρὰ τῷ ῥήτορι τί ἐστιν ὁ κληροῦχος, ὅτι στρατιώτης ὁ φυλάσσων τὴν γῆν καὶ ἐργαζόμενος αὐτὴν ἐστί. δηλοῖ δὲ καὶ τοῦτο τὸ ἀκίνδυνον καὶ τὸ ἡδὺ αὐτῶν.

ὥσπερ εἰς πομπήν πομπῇ παραβάλλει τὸν κίνδυνον, τὴν ἡδονὴν ἣν εἶχον ἐμφαίνων. ἢ κληρούχους ὃ καὶ ὕστερον ἐποίουν οἱ Ἀθηναῖοι· ἔπεμπον γὰρ εἰς τὰς χώρας, ἃς εἶχον ἐπὶ γεωργίᾳ καὶ φυλακῇ. κληροῦχος λέγεται ὁ γεωργὸς, ἐπειδὴ οἱ παλαιοὶ τὴν γῆν κατὰ κλήρους ἐμέριζον. δηλοῖ δὲ καὶ τοῦτο τὸ ἀκίνδυνον καὶ ἡδὺ αὐτοῦ· τοῦτο δέ φησιν, ὅτι, ὥσπερ καὶ πρότερον ἐποίουν Ἀθηναῖοι πέμποντες κατὰ χώρας ἀποίκους αὐτῶν εἰς κληρουχίαν, οἱονεὶ τὸν αὐτὸν τρόπον καὶ οὗτος ἐδόκει ποιεῖν ἀρτίως, οὐχ ὑποπίπτων τοῖς δυσχερέσιν.

οἱ δʼ ἐπείθοντο καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα ἅπερ ἐποίουν αὐτοὶ διʼ ἀνάγκην, ταῦτα λέγει αὐτοὺς διὰ τὸν Θεμιστοκλέα πεποιηκότας. παῖδας δὲ λέγει καὶ γυναῖκας τὰ ἀναγκαῖα τῆς φύσεως.

ὥσπερ ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι ἀπὸ παροιμίας εἴρηται ἡ ἱερὰ ἄγκυρα· σημαίνει δὲ τὴν καταφυγὴν τὴν γινομένην εἰς τὰ ἱερὰ, ἥτις ἦν ἀσφάλεια καὶ ἀσυλία τὴν αὐτὰ καταφεύγουσιν. ἢ ἱερὰν λέγει, ἣν ἔσχον οἱ Ἀργοναῦται παρὰ τῆς Ἀθηνᾶς· φησὶ γὰρ ὅτι αὕτη δέδωκεν αὐτὴν ἄγκυραν, διʼ ἧς ἐσώζοντο. ἢ ἱερὰν λέγει τὴν μεγάλην ἄγκυραν τῶν πλοίων, ἧς ῥιπτουμένης εἰς θάλασσαν, καὶ μὴ κατεχούσης τὸ πλοῖον, οὐδεμία σωτηρία λοιπὸν προσδόκιμος.

ἐχόμενοι κρεμάμενοι. οὐκ ἂν τότε γʼ αὐτοὺς οὐδʼ Ὀρφεὺς εἰς ἑαυτὸν μετέστησεν ἐπειδὴ εἶπε τῆς ἐκείνου φωνῆς, ἀκόλουθον τῇ φωνῇ ἐπήγαγε καὶ τὸ τοῦ Ὀρφέως παράδειγμα· ὡσανεὶ ἔλεγεν· ὥσπερ λύρας ἀντείχοντο τῆς ἐκείνου φωνῆς.

ἀλλὰ μὴν ἅ γʼ ἐν τῇ Σαλαμῖνι ἡ σύνταξις πρὸς τὸ ἀπέραντον, ἀλλὰ μὴν ἃ ἐποίησεν, ἀπέραντον ἂν εἴη λέγειν.

τὴν συνουσίαν, ἣν συνεγένετο Ἀριστείδῃ ἐννοήσας ὁ Θεμιστοκλῆς ὀλιγώρως ἔχοντας πρὸς τὴν μάχην τοὺς Ἀθηναίους, ἐδήλωσε τῷ βασιλεῖ ὡς δῆθεν εὔνους, κυκλῶσαι τοὺς Ἕλληνας διὰ Σικίννου τοῦ παιδαγωγοῦ τῶν παίδων αὐτοῦ. ὁ δὲ πεισθεὶς ἐκύκλωσεν. ὁ Ἀριστείδης ἔτυχε πλέων Ἀθήναζε ἀπὸ Αἰγίνης, καὶ εὑρὼν αὐτὸν κυκλώσαντα τοὺς Ἕλληνας, μόλις ἀποφυγὼν ἀπήγγειλε Θεμιστοκλεῖ. ὁ δὲ Θεμιστοκλῆς γνοὺς ὅτι αὐτῷ λέγοντι οὐ πιστεύουσιν Ἀθηναῖοι πεποίηκε τὸν Ἀριστείδην τὸ πᾶν αὐτῷ τοῦ πράγματος ὑποθέσθαι.

τὸ πάταξον μὲν, ἄκουσον δὲ, ὑπὲρ πάντα Σωκράτην εἰρημένον πρὸς Εὐρυβιάδην ἐπιόντος τοῦ βαρβάρου τῇ Σαλαμῖνι Εὐρυβιάδης φεύγειν ἠβούλετο. παρακαλοῦντος οὖν αὐτὸν μένειν τοῦ Θεμιστοκλέους, ἐθρασύνθη, καὶ ἔτυψεν αὐτὸν ὁ Εὐρυβιάδης. ὁ δὲ πρὸς τῇ πληγῇ ἀπεκρίνατο πάταξόν με, ἄκουσον δέ. φησὶν οὖν ὁ Ἀριστείδης ὅτι τὸ πάταξόν με, ἄκουσον δὲ, ὑπὲρ πάντα Σωκράτην εἰρημένον ἐστὶ, τουτέστιν ὑπὲρ πάντα φιλόσοφον. ὅρα δὲ πῶς τοῦ Ἀριστείδου δικαιότερον αὐτὸν ἔδειξε, τοῦ δὲ Σωκράτους καρτερικώτερον. λέγει δὲ ὅτι οὐδὲ Σωκράτης τυπτόμενος ἤνεγκεν. ὑπὲρ πάντα Σωκράτην φιλόσοφον.

ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι οὐ δειλίαν αὐτοῦ κατηγορεῖ, ἀλλὰ φόβον. πανταχοῦ δὲ αὔξει τὰ δεινὰ, ἵνα μᾶλλον αὐξήσῃ τὸν Θεμιστοκλέα. φόβον αὐτῶν κατηγορεῖ, πανταχοῦ δὲ αὔξει τὰ δεινὰ, ἵνα μᾶλλον θαυμαστὸν ἀποδείξῃ Θεμιστοκλέα.

καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι κακοὺς δούλους εἶπεν, ὡς ὄντων κακῶν, ἐμφαίνων ὅτι κάλλιον ἦν μαχομένους καὶ ἡττωμένους δουλεῦσαι ἢ πρὸ τῆς μάχης δουλεῦσαι. αὕτη γάρ ἐστιν ἡ κακὴ δουλεία. τούτοις ἐμφαίνει ὅτι κάλλιον μαχομένους καὶ ἡττωμένους δουλεῦσαι ἢ δραπετεύοντας δουλεῦσαι· αὕτη γὰρ ἡ κακὴ δουλεία.

ὑπὲρ πάντας ἰατροὺς πάλιν πρὸς ἰατροὺς ἡ παράθεσις· τῆς γὰρ ἰατρικῆς ἐπαινέτης ὁ Πλάτων. πρὸς ἀνάγκην εἶπεν, ἐπειδὴ μέλλοντας φεύγειν ἐπέσχεν αὐτούς.

ὥσθʼ ὅ γʼ Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ καλῶς τὸ ὡς, ἵνα δείξῃ αὐτὸν ἐπιστάμενον εἰ δὲ μὴ, ἀνῄρει τὴν ἀρετὴν τοῦ Θεμιστοκλέους. τὸ δὲ χρηστὸς εἶπεν, ἵνα μὴ νομισθῇ τὸ γενόμενον προδοσία. ἀναγκαίως δὲ καὶ τὸ ὄνομα τέθεικε, δηλῶν ὅτι εἰ ἦν κακὸν τὸ γενόμενον, οὐκ ἂν διηκόνησεν Ἀριστείδης. οὗτος δὲ Ἀριστείδης ὁ δίκαιος περιστοιχίσαντος τοῦ βαρβάρου τοὺς Ἕλληνας, ἀπήγγειλε τοῦτο αὐτὸς Θεμιστοκλεῖ. ὁ δὲ αὐτὸν ἐκέλευε μηνύειν, φάσκων ἑαυτὸν ἀπιστεῖσθαι. τὸ δὲ χρηστὸς εἶπεν ὡς πρὸς μὴ εἰδότα φησὶ τὸν Θεμιστοκλέα, ὅτι περιεστοιχίσθημεν ὑπὸ τοῦ βαρβάρου. περιστοιχίσαντος τοῦ βαρβάρου τοὺς Ἕλληνας, ἀπήγγειλε τοῦτο Ἀριστείδης Θεμιστοκλεῖ. ὁ δὲ αὐτὸν ἐκέλευσε μηνύειν, φάσκων ἑαυτὸν ἀπιστεῖσθαι. τὸ δὲ χρηστὸς εἶπεν, ἵνα δείξῃ ὅτι, εἰ ἦν κακὸν τὸ γιγνόμενον, οὐκ ἂν διηκόνησεν Ἀριστειδης, καὶ ὅτι οὐκ ἦν τὸ γιγνόμενον προδοσία.

καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων οἶμαι πτωμάτων καὶ τελεώτατον ἄνω εἰπὼν τὸ καταβαλὼν τροπικῶς — ἡ γὰρ λέξις ὡς ἐπὶ ἀθλητῇ λέγεται — ἐνέμεινε τῇ τροπῇ, καὶ εἶπε πτῶμα εἰς Πλάτωνα δὲ ἀποτείνεται· καὶ γὰρ ὁ Πλάτων πρώην ἀθλητὴς ἦν. τρίτον δὲ εἶπεν, ὅτι δύο μὲν τρόπαια ἐν Εὐβοίᾳ ἔστησε, τρίτον δὲ ἐν Σαλαμῖνι. καὶ τὸ τρίτον εἶπεν ὡς πρὸς τὰ ἐν Εὐβοίᾳ δύο τρόπαια, καὶ τρίτον τοῦτο ἐν Σαλαμῖνι.

διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε, καὶ φεύγειν προστάττοντος ἐπείθετο ὅρα πῶς τὰς λέξεις ἐπὶ δεσπότου εἶπεν· ἐνέμεινε γὰρ προειπὼν ἄνω δεσπότῃ διακονῶν. ἔγνωμεν δὲ ὅτι, ὅτε ἐξέφυγεν ὁ Ξέρξης, δεδιὼς ὁ Θεμιστοκλῆς, μὴ ἐπίθηται πόλεσιν Ἑλληνικαῖς κατὰ τὴν πάροδον, δηλοῖ αὐτῷ φεύγειν· καὶ γὰρ βουληθέντας, φησὶ, τοὺς Ἕλληνας διῶξαι ἀπέσχον, ἅμα τε σώζων τὰς πόλεις, καὶ χρεῴστην ἑαυτῷ τὸν βασιλέα καθιστάς. ἱστόρηται ὡς, ὅτε ἐξέφυγεν ὁ Ξέρξης, δεδιὼς ὁ Θεμιστοκλῆς μὴ ἐπίθηται πόλεσιν Ἑλληνικαῖς κατὰ πάροδον, δηλοῖ αὐτῷ φεύγειν· καὶ γὰρ βουληθέντας φησὶ τοὺς Ἕλληνας διώκειν, ἐπέσχον, ἐντεῦθεν καὶ τὰς πόλεις σώζων καὶ τὸν βασιλέα χρεῴστην ὡς δῆθεν αὐτῷ καθιστάς.

καὶ προσῄδει χάριν ὅρα τὸ παράδοξον, πῶς λέγει τὸν Ξέρξην χάριν ὁμολογεῖν ἀπαντῶντι Θεμιστοκλεῖ. καλῶς δὲ τὸ ἠναγκάζετο, ἐπειδήπερ ἠγαπᾶτο.

τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου ἐπειδήπερ ὁ Ἕλλην ἠδύνατο καὶ φίλος αὐτοῦ εἶναι, προσέθηκε τὸ ἐχθίστου τοῖς βαρβάροις.

οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας ἐντεῦθεν λοιπὸν συνάγει τὰς ἀρετὰς τοῦ ἀνδρὸς, ὥσπερ ἐπὶ Περικλέους ἐποίησε.

πολεμεῖν ᾑρεῖτο τοῦτο εἶπε, δηλῶν ὅτι, εἰ ἠβουλήθη προδοῦναι, ἠδύνατο. οὐκοῦν ἐν μὲν οἷς ἐντεῦθεν λοιπὸν συνάγει τὰς τοῦ ἀνδρὸς ἀρετὰς, ὥσπερ ἐπὶ Περικλέους ἐποίησε. τὸ δὲ πολεμεῖν ᾑρεῖτο φησὶ, δηλῶν ὅτι, εἰ προδοῦναι ἠβουλήθη, ἠδύνατο.

ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν τοῦτο εἶπε διὰ τὸ ξύλινον τεῖχος. διὰ τὸ ξύλινον τεῖχος λέγει.

τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν οὐ τοῦ σώματος λέγει τοῦ ἑαυτοῦ, ἀλλὰ τοῦ καθολικοῦ· πέφυκε γὰρ τὸ ἀνθρώπινον σῶμα ῥέπειν πρὸς ἡδονάς. τοῦτο εἶπε δηλῶν ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων τὰ κρείττω καὶ ὅσα πρὸς ἀρετὴν παρατρέχουσι, νικώμενοι μάλιστα τοῖς σωματικοῖς.

ἆρά τις ὑμῶν τῶν ἀκινδύνως φιλοσοφούντων εἰς Πλάτωνα ἀποτείνεται.

ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρʼ ἀμφοτέρους ἂν εἶναι Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα νομίζω δὲ ὅτι δεῖ αὐτὸν πρὸς ἀμφοτέρους κρίνεσθαι, καὶ ὑπὲρ τοὺς δύο εἶναι κατʼ ἀρετὴν τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα. καὶ ἴσος οὖν ἐστιν ἀμφοτέροις, καὶ κρείττων αὐτῶν. τὴν γὰρ πρὸς ἀμφοτέρους αὐτῶν ἰσότητα δηλοῖ, τὸ δὲ παρʼ ἀμφοτέρους τὸ μεῖζον. καὶ Ὅμηρος· παρὰ δύναμιν δʼ οὐκ ἔστι. καὶ Θουκυδίδης «Παρὰ δύναμιν τετόλμηται.»

πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρβάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατʼ ἤπειρον ἐνταῦθα τὸ ἴσον δηλοῖ· ὥσπερ γὰρ πρῶτος οὗτος κατὰ γῆν ἐνίκησεν, οὕτω καὶ Θεμιστοκλῆς πρῶτος ἐνίκησε κατὰ θάλασσαν. ἐνταῦθα τὸ ἴσον δηλοῖ· Μιλτιάδης γὰρ κατὰ γῆν, καὶ οὗτος κατὰ θάλατταν.

ταύτῃ κατὰ τοῦτο τὸ μέρος.

τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε πεζομαχίαν λέγει τὴν ἐν Πλαταιαῖς· κἀκεῖ γὰρ παρῆν ὁ Θεμιστοκλῆς, ἀλλʼ οὐκ ἦν φανερῶς, ἐπειδὴ Παυσανίας ἐκεῖ ἠρίστευσε. τὰς ναυμαχίας δὲ λέγει τὴν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι. δέον δὲ εἰπεῖν ταῖς γὰρ ναυμαχίαις τὴν πεζομαχίαν προσέθηκεν· ὑστέρα γὰρ τούτων ἦν· ὁ δὲ τῇ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκεν, εἶπεν, ἁπλῶς οὕτως ἀριθμὸν, οὐ τάξιν, τηρῶν.

τρία ἀνθʼ ἑνὸς ἔστησε τρόπαια ἀντὶ τοῦ πλεῖστα· ἐπὶ γὰρ πλήθους λέγεται ὁ τρὶς ἀριθμός· τοῦτο δὲ τὸ πλεῖον δηλοῖ. ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα καὶ γὰρ καὶ ὁ Κίμων νικήσας τὴν ναυμαχίαν, ἀποβὰς ἐν τῇ γῇ καὶ πεζομαχήσας ἐνίκησε τοὺς βαρβάρους.

οὔτʼ ἐπὶ τῆς αὐτῆς ἀδείας ἀσφαλείας.

ἀλλʼ ἔσχατα ἐσχάτων πράττοντας ἢ τὰ ἄκρα καὶ μεγάλα, ἢ τὰ τελευταῖα.

καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντες εἰ γὰρ ἡττήθησαν τότε, οὐκ ἔτι ἦν ἐλπὶς σωτηρίας αὐτοῖς.

οὐχ ὥσπερ τοὺς ὑπάρχους Δάτιν καὶ Ἰνταφέρνην.

μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαραθῶνα καθεῖλε τὸ κατόρθωμα τοῦ ἀνδρὸς τῷ λέγειν αὐτὸν ἀφορᾶν πρὸς παράδειγμα.

καὶ τῷ χρόνῳ πρεσβεύοι ἀντὶ τοῦ οὐκ ἂν ᾖ τῷ χρόνῳ πρώτη, ἀλλʼ οὖν ἔσχεν ὁμοίαν. αὐτὰς ἐφʼ ἑαυτῶν ὅ ἐστιν ἰδίας καὶ ἐχούσας παράδειγμα. τουτέστιν ἰδίας καὶ οὐκ ἐχούσας παράδειγμα.

ὡς τοῖς μὲν χρόνοις—συνέσεως καὶ πολιτείας τῷ μὲν χρόνῳ, φησὶν, ὕστερον ἐγίνοντο, τῇ δὲ ἀρετῇ οἰκεῖαι καὶ γνήσιαι.

ἀλλʼ οὐδὲ ἤλπιστο εἴποι τις ὅτι κακῶς εἶπε τὸ ἤλπιστο· αὐτὸς γὰρ ὄπισθεν εἶπεν ὅτι ὥσπερ μάντις προῄδει τὸ μέλλον. λέγομεν οὖν ὅτι οὐκ αὐτῷ λέγει εἶναι ἀνέλπιστον, ἀλλὰ τοῖς πᾶσιν Ἕλλησιν· ὁ γὰρ Θεμιστοκλῆς προειδὼς τὸ ναυτικὸν ηὐτρέπισε. τὸ δὲ τριῶν ἀντάξιος παρὰ τὸ Ὁμηρικὸν «Ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων.»

ἀρτοποιοῦ λέγεται δὲ καὶ ἀρτοποιὸς, ἀπὸ τοῦ πέττειν καὶ ἀρτοκόπος, ἀπὸ τοῦ κόπτειν. ἀρχαιότερον δὲ διὰ τοῦ π.

μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται ὀρθῷ ἀντὶ τοῦ δικαίῳ· οἶδε γὰρ ὅτι βιάζεται βουλόμενος καὶ τοῦ Παυσανίου τρόπαιον οἰκεῖον ποιῆσαι τοῦ Θεμιστοκλέους. οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο τὸ αἱ νῆες ἐμφαντικόν ἐστιν ἀντὶ τοῦ ἐν αἷς εἶχε ταῖς ἐλπίδας ὁ Πέρσης. τὸ δὲ πλείστοις ἀντὶ τοῦ μετὰ τῶν πλείστων· λέγεται γὰρ ὅτι βαπτίσας τὸν στόλον ἐφυγάδευσε τὸ πεζόν. λέγει γὰρ ὅτι βαπτίσας τὸν στόλον ἐφυγάδευσε τὸν στρατὸν πεζῇ.

ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς— καὶ πρόνοιαν κοσμεῖ οἶδε τοὺς Λακεδαιμονίους αὐχοῦντας ἐπὶ τοῖς γενομένοις ἐν Πλαταιᾷ. διὸ ταπεινοῖ αὐτὰ, λέγων ὅτι ὁ ἐπαινῶν τὰ κατὰ Πλαταιὰν μᾶλλον ἐπαινεῖ τὸν Θεμιστοκλέα.

τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσιν καὶ πρόνοιαν ἢ τὸ αὐτὸ παρὰ τοῦ αὐτοῦ εἶπεν, ἢ πρόνοιαν λέγει τὴν μαντείαν· καὶ ὁ Θουκυδίδης πρόνοιαν λέγει τὴν πρόγνωσιν.

πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν οὐ μόνον μόριον εἶπεν, ἀλλὰ πολλοστὸν, ἵνα παντελῶς καθέλῃ, καὶ δείξῃ αὐτὸ τὸ τυχόν. τριακοσίων γὰρ μυριάδων οὐσῶν τοῦ παντὸς πλήθους, διακοσίας ἑβδομήκοντα ἔλαβε μεθʼ ἑαυτοῦ φεύγων, καὶ τὰς τριάκοντα ἀφῆκε μετὰ Μαρδονίου.

ὑπάρχου βασιλέως τὴν Μαρδονίου λέγει· οὗτος γὰρ ἦν ὁ στρατηγὸς τοῦ Πέρσου. φοβερώτερος δὲ ὁ βασιλεὺς καὶ παρὼν καὶ διʼ ἑαυτοῦ μαχόμενος.

ἦ που τὸν πυρφόρον οὐδʼ ἂν εἷς ἔγνω ἔθος εἶχον ἐν ταῖς μάχαις οἱ Ἕλληνες ἱερέα τινὰ ἔχειν, ὃς προηγεῖτο τοῦ στρατοῦ, τελῶν τὰ μυστήρια. εἰ δὲ παντελῶς ἡττηθῆναι συνέβη τῶν στρατευμάτων, ἐν τούτῳ τὸν ἱερέα, τὸν καλούμενον πυρφόρον, οὐκ ἀνῄρουν. λέγεται δὲ αὕτη ἡ παροιμία ἐπὶ τῶν κατὰ κράτος ἀπολλυμένων· οὐδὲ πυρφόρος ἐσώθη. οἱ δὲ λέγουσιν ὅτι τοῦτον τὸν πυρφόρον ἔπεμπον οἱ ἀποικίζοντες πόλιν μετὰ τῶν ἀποικιζομένων πῦρ ἄγοντα. καὶ εἰ συνέβη τινὰ ἀντιστῆναι τοῖς ἀποικιζομένοις καὶ ἀνελεῖν αὐτοὺς, τοῦτον οὐκ ἐφόνευον. ἔθος εἶχον οἱ Ἕλληνες ἱερέα τινὰ ἔχειν προηγούμενον τοῦ στρατοῦ ἐν ταῖς μάχαις, τελοῦντα τὰ μυστήρια, πυρφόρον Διὶ ὄντα, ὃν, εἰ καὶ τὸ στράτευμα ἡττηθῆναι συνέβη, οὐκ ἀνῄρουν οἱ ἐναντίοι. λέγεται δὲ παροιμία ἐπὶ τῶν κατὰ κράτος—τινὰ ἀποστῆναι—ἐφόνευον. τὸν πυρφόρον τὸν Θεμιστοκλέα.

ἀλλʼ οὐ μέρος πάλιν τὸ μέρος εἶπεν, ἵνα καθέλῃ τὸν Παυσανίαν, ὅτι πρὸς μέρος ἠγωνίσατο οὗτος.

μετʼ ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ οἱ γὰρ Πέρσαι νικήσαντες ἐν Πύλαις τοὺς ἀντιστάντας Λακεδαιμονίων ὥσπερ ἐλπίδας εἶχον τοῦ νικῆσαι τοὺς Ἕλληνας. καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπῃρμένου λεληθότως καθάπτεται τῶν Λακεδαιμονίων διὰ τῶν τριακοσίων, καὶ δοκῶν ἐπαινεῖν διαβάλλει αὐτοὺς, λέγων αὐτῶν ἐπῇρθαι τὸ φρόνημα ἐξ ἐκείνου τοῦ κατορθώματος. κατὰ κοινοῦ δὲ τὸ ἦ πού γε τὸν πυρφόρον οὐδʼ ἂν εἷς ἔγνω.

ἡ Θεμιστοκλέους, ὥς φησι Πλάτων, — σοφία καὶ πρόνοια δείκνυσι τὸν φθόνον τοῦ Πλάτωνος, τὴν κοινὴν δόξαν ἀντιτιθεὶς τῇ ἰδίᾳ τοῦ Πλάτωνος.

μηδὲ ῥήματος τῶν ἐπιεικῶν ὡς τοῦ Πλάτωνος ῥήματα μόνον ἔχοντος.

καίτοι σύ γʼ ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου—εὖ καὶ καλῶς ἀμυνεῖται Δήλιον τῆς Βοιωτίας. ἔνθα ἡττήθησαν Ἀθηναῖοι τελέως ὑπὸ Θηβαίων· καὶ ἐν Ἀμφιπόλει δὲ ὁμοίως. ἐν ἀμφοτέροις δὲ τοῖς τόποις ἐστρατεύετο Σωκράτης καὶ Λάχης, καὶ ἔφευγον ἀμφότεροι. ὁ οὖν Πλάτων λέγει ἐν τῷ Λάχητι ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ Θαρρούντως ἀπῄει καὶ καταφανὴς ὢν ὁ Σωκράτης, ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται.

καὶ λόγων καὶ ἔργων ἡγεμόνες ἐπειδὴ καὶ ῥήτωρ καὶ στρατηγὸς ὁ Θεμιστοκλῆς, διὰ τοῦτο εἶπε λόγων καὶ ἔργων.

κάλλιον Λάχητος τούτου ἐμνήσθη καὶ ἐν τῷ Περικλεῖ. γενναῖος δὲ ὁ στρατηγὸς οὗτος ἦν, ὥσπερ καὶ ἡγεῖτο ἐν τῷ Δηλίῳ.

ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρίας ἔστʼ ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν διάκονον γὰρ καὶ κόλακα εἶπεν αὐτόν.

ὃς καὶ ὅτʼ ἀπʼ Εὐβοίας ἀνεχώρει νενικηκὼς ἤδη μὲν τοῦτο εἶπε καὶ ἐν τοῖς ἄλλοις ῥήτορσιν, ἀλλʼ ἐπειδὴ εἶπε τὸν Σωκράτην μετὰ φυγῆς ἀναχωροῦντα, ἠναγκάσθη εἰπεῖν τὸν Θεμιστοκλέα μετὰ νίκης ἀναχωροῦντα.

τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν ἤδη εἴπομεν ἐν τῷ Μιλτιάδῃ ὅτι Πλάτων οὐ τὴν ὁπωσοῦν σωτηρίαν ἐπαινεῖ, ἀλλὰ τὴν μετʼ ἀρετῆς. καὶ ἀνεῖλεν ἐκεῖ ὁ ῥήτωρ τὸ παράδειγμα τὸ τοῦ κυβερνήτου· καὶ νῦν δείκνυσιν ὅτι καὶ τὸ ὁπωσοῦν σώζειν τὸν χρήσιμον. διεπράττετο δὲ εἶπεν, ὅτι ἔγραψεν ἐν ταῖς πέτραις μνήσθητε, Ἴωνες, πατρῴου φρονήματος.

ἐπελθεῖν ποιῆσαι. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον ἡ σωτηρία λέγουσιν οἱ φιλόσοφοι ὅτι καὶ ἐπὶ κακῷ ἐστι σωτηρία, ἐὰν τὸν ἁμαρτήσαντά τι ῥύσωμαι, καὶ σωθεὶς ἐκεῖνος συλήσῃ τἀμά.

ἀλλʼ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον τὸ σχῆμα κατὰ σιωπήν.

ἐγὼ δʼ ἐκεῖνον ἂν ᾤμην ἀμείνω ἀντιφιλοσοφεῖ τῷ Πλάτωνι, λέγων ἐκεῖνον καὶ ᾤμην· χαίρει γὰρ ὁ Πλάτων ταῖς λέξεσι ταύταις.

ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες ἐπειδὴ μέλλει καὶ τοὺς ἄνδρας σωτῆρας καλεῖν, διὰ τὸ βλάσφημον τῷ ὄντι λέγει τοὺς θεοὺς σωτῆρας, τὸ φορτικὸν παραιτούμενος. ἐπειδὴ καὶ τοὺς ἄνδρας σωτῆρας ἔμελλεν εἰπεῖν, διὰ τοῦτο τὸ φορτικὸν παραιτούμενος τὸ τῷ ὄντι προσέθηκεν. διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς οἵαν δεινότητα λέγει τοῦ ῥήτορος· ὅπου γὰρ ἔπαινον ἔχει ἡ διακονία, τότε ὁμολογεῖ, διακόνους εἶναι τοὺς ἄνδρας, δηλῶν ὅτι ἐστὶ καλὴ διακονία. ᾗπερ ὥσπερ.

τοῖς κρείττοσι τοῖς θεοῖς.

κἀγὼ φαίην ἂν ἐκείνους γενέσθαι τοὺς ἄνδρας ὑπηρέτας καὶ διακόνους τὸ σχῆμα διδακτικόν· λέγει γὰρ ὅτι ἔδεισε τοὺς ἄνδρας ὑπηρέτας λέγειν. συντρέχει μὲν οὖν τῷ λόγῳ τῆς διαβολῆς τὸ τῆς διακονίας. λύει δὲ τὸ φαῦλον τῇ διαφορᾷ τοῦ τρόπου. συντρέχει τῷ τῆς διακονίας ζητήματι, ᾧπερ ἐκεῖνος ἐχρήσατο ἐπὶ διαβολῇ καὶ ὕβρει, οὗτος ἐπʼ ἀγαθῷ, λύει τὸ φαῦλον τῇ διαφορᾷ τοῦ τρόπου.

ἔτι τοίνυν οὐδὲ τοῖς γονεῦσι χάριν ἄν τις ἔχειν ἐῴη τοῖς λόγοις τούτοις τοὺς γονεῖς ὥσπερ τῶν ἀνθρώπων δευτέρους ὀνομάζει θεούς. τοῖς λόγοις τούτοις τοῦτο ἄριστον εἶπεν, ἵνα μὴ φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα, βλάσφημον αὐτὸν ἀποκαλῶν.

εἰ δὲ δὴ καὶ τὸν Εὐριπίδην μάρτυρα τοῦτο βαρέως ἐπήγαγεν, ὥσπερ τραγῳδοῦντος τὴν φύσιν τοῦ Πλάτωνος πάντων τῶν ἀνθρώπων, καὶ τοὺς λόγους αὐτοὺς παραβάλλει τῷ Εὐριπίδῃ, ὅτι κακὸν ἡ σωτηρία, ὅ ἐστι τὸ ζῆν· τοῦτο γὰρ Εὐριπίδης λέγει.

ἦ που σφόδρα ἄν τι δόξειε λέγειν εἰρωνικὸν τὸ σχῆμα. ἀντὶ τοῦ πολλῷ πλέον τοῦτο δοκεῖ λέγειν τι. ἔστι δὲ κατὰ εἰρωνείαν τὸ σχῆμα. ἀλλʼ οἶμαι τῶν μὲν πραγμάτων, οἷς ἐντυγχάνομεν λύσις τοῦ ἀντιπίπτοντος. ἀντιπῖπτον λύει· ἀλλὰ κακῶν αἴτιον τὸ ζῆν. δείκνυσι δὲ οὐ μόνον κακῶν αἴτιον ὂν, ἀλλὰ καὶ καλῶν, μεταστατικῶς ἀπολογούμενος, ὅτι ἡ τύχη ἀμφοτέρων ἐστὶν αἰτία.

καὶ νὴ Δίʼ εἰ βούλει, προστίθει τὸ καὶ ἡμᾶς αὐτοὺς δεῖν παρὰ τὸ Ὁμηρικὸν «Ὡς δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλλοι ἔχουσι.» τουτέστιν ὅτι ἡμεῖς πολλάκις αἴτιοι κακῶν ἑαυτοῖς γινόμεθα.

διʼ ὧν πρῶτον ἤλθομεν εἰς φῶς ἢ τοῖς θεοῖς λέγει, ἢ τοῖς γονεῦσιν, ὅπερ ἄμεινον. αὐξητικῶς δὲ εἶπε τὸ φῶς, ὡς ἐν σκότῳ ὄντες πρότερον. μετὰ τοὺς ἔτι τούτων προτέρους θεοὺς διὰ τούτου δεῖ νοεῖν τὸ ἄνω ὑπηρέτας τοὺς γονεῖς.

εἰ τοίνυν τοῖς γονεῦσι διʼ αὐτὸ τὸ εἶναι μόνον λύσις ἀντιθέσεως κατʼ ἔνστασιν. ἐνταῦθα λύει τὴν ἀντίθεσιν κατʼ ἔνστασιν, ὅτι οὐ μόνον σωτηρίας αἴτιοι ἐγένοντο, ἀλλὰ καὶ ἀρετῆς. καὶ τῶν γονέων κρείττους δείκνυσιν αὐτοὺς, ὅτι οὐ μόνον σωτῆρες, ἀλλὰ καὶ ἀρετῆς διδάσκαλοι.

χρέα πάντων χρεῶν πρεσβύτατα ἀντὶ τοῦ πρεσβύτερα καὶ μείζονα. τῶν δὲ πατέρων τιμιωτέρους ἀποδείκνυσιν αὐτοὺς, ὅτι οὐ σωτῆρες μόνον εἰσὶν, ἀλλὰ καὶ ἐν ἀρετῇ διαγενόμενοι.

ἄτοπον δέ μοι φαίνεται, εἰ μὲν συμμάχους τινὲς, ἢ φρούριον, προύδοσαν, ἢ ναῦν μίαν ἢ δύο ἀντὶ τοῦ εὐτελεῖς τινας. ἐκ τοῦ ἐναντίου δὲ ὁ συλλογισμός. τοῦτο καὶ ἡ τέχνη διδάσκει ἡμᾶς, ὅτι, εἰ ὁ ἀδικῶν τιμωρίας ἄξιος, τοὐναντίον ὁ μὴ ἀδικῶν στεφάνων. τοῦτο καὶ ὁ Δημοσθένης ἐχρήσατο ἐν τῷ πρὸς Λεπτίνην περὶ τοῦ Χαβρίου. τὸ σχῆμα κατὰ ζῆλον Δημοσθενικὸν, ᾧπερ ἐκεῖνος ἐν τῷ πρὸς Λεπτίνην ἐχρήσατο περὶ τοῦ Χαβρίου, ἐν ᾧ περὶ ἀτελείας ἀγωνίζεται· καλεῖται δὲ ἐκ τοῦ ἐναντίου.

ἀποκτείναντα οὓς οὐ προσῆκεν τὸν γὰρ δεσπότην ἀνελὼν ἐβασίλευσεν.

καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν προκινδυνεύοντες τουτέστι καὶ πεζομαχήσαντες καὶ ναυμαχήσαντες.

καὶ τὴν ἐπωνυμίαν αὐτὴν τοῦ γένους τὸ ὄνομά φασι τοῦ Ἕλληνος, ὡς καὶ αὐτοῦ τοῦ ὀνόματος κινδυνεύοντος. ἐκ τοῦ περὶ ἀτελείας περὶ Χαβρίου ὑπὸ τοῦ ῥήτορος λεγόμενον μετακεκόμισται. ὡς καὶ αὐτοῦ τοῦ τῶν Ἑλλήνων ὀνόματος κινδυνεύοντος παραπολέσθαι τῇ ἁλώσει τῶν βαρβάρων.

τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι ἐνταῦθά ἐστιν ἡ ἀπόδοσις τοῦ ἐπεὶ δʼ ἅπαντας μὲν ἠλευθέρωσαν, καὶ τόδε καὶ τόδε ἐποίησαν, τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι. ὅρα δὲ πῶς τὰ τῶν μαγείρων ὀνόματα εἰπὼν γέλωτα τὴν κατηγορίαν ἐποίησε.

οὐκ ἂν ταῦτα συγχωρήσειε Πλάτων αὐτὸς αὑτῷ ἀπόλυτόν ἐστι. δεινῶς δὲ εἶπεν ὅτι οὐδὲ ὁ κατήγορος ταῦτα ἀπεδέχετο, ἀλλʼ αὐτὸς ἑαυτῷ μέμφεται.

ὑπὲρ Σικελιωτῶν ἀνδρῶν καλῶς τὸ Σικελιωτῶν ἀντὶ τοῦ ξένων, ὡσανεὶ ἔλεγε, προτιμοτέρους τοὺς ξένους τῶν πολιτῶν ἡγήσατο. ἀρχήν τινα πράττων αὐτοῖς βασιλικὴν, ὡς ἂν δὴ Δίων αὐτὸς ὢν Δίων συγγενὴς μὲν ἦν Διονυσίου τοῦ τυράννου, μαθητὴς δὲ Πλάτωνος. οὗτος ἠδίκητο ὑπὸ Διονυσίου. τέλος λέγει αὐτῷ Διονύσιος ὅτι, εἰ βούλει τοῦ πάσχειν κακῶς ἀπαλλαγῆναι, μετάπεμψαι Πλάτωνα. ὁ Δίων πέμπει εὐθὺς πρὸς αὐτόν. ἐλθὼν ὁ Πλάτων εἰς Σικελίαν καὶ κακὰ παθὼν παρὰ Διονυσίου ἄπρακτος ὑποστρέφει. αὖθις αὐτὸν ὁ Δίων μεταπέμπεται γνώμῃ Διονυσίου. ἦλθεν οὖν τὸ δεύτερον Πλάτων, ὅτε καὶ ἐπράθη. λέγουσι δὲ τοιαύτην αἰτίαν τοῦ πεπρᾶσθαι αὐτόν· ἐρωτῶντος Διονυσίου τὸν Πλάτωνα ποῖος εἴη βελτίων πάντων τῶν χαλκῶν, ἀπεκρίνατο ὅτι ὁ ποιήσας τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας τῶν τυραννοκτόνων. ἀγανακτήσας ἐπὶ τῷ εἰρημένῳ ἐκέλευσεν αὐτὸν πραθῆναι. μετὰ τὴν τελευτὴν οὖν Διονυσίου καὶ Δίωνος οἱ παῖδες τούτων ἐφιλονείκουν περὶ τῆς βασιλείας. ὁ Πλάτων ἀκούσας τοῦτο γράφει ἐπιστολὴν Σικελιώταις, τὸ πρόσωπον τοῦ Δίωνος ἀναλαβὼν, ὅτι τοὺς ἐκγόνους τῶν διωξάντων τοὺς Καρχηδονίους τῆς Σικελίας, ἡνίκα αὐτῇ ἐπῄεσαν, δεῖ ἐκείνους μερίσασθαι τὴν ἀρχήν. λέγει οὖν ὁ Ἀριστείδης ὅτι ἄτοπόν ἐστιν, εἰ ἐκείνους τοὺς ἐκγόνους τῶν σωσάντων τὴν Σικελίαν δεῖ λαμβάνειν τὴν Σικελίαν, τοὺς δὲ σώσαντας πᾶσαν τὴν Ἑλλάδα μήτε πρέποντος τυγχάνειν, ἀλλὰ μαγείρων καὶ καπήλων. Διονύσιος, πιστευθεὶς ὑπὸ Συρακουσίων στρατηγίαν ἐπὶ Καρχηδονίους, ἔλυσε τὴν δημοκρατίαν, καὶ λοιπὸν ἐτυράννησεν οὗτος ἀδελφιδοῦν εἶχε Δίωνα. τοῦτον ἀγαπῶν τὴν ἑαυτοῦ ἀδελφὴν δέδωκεν αὐτῷ πρὸς γάμον. οὗτος δὲ ὁ Δίων ἀγαθὸς ὢν, καὶ ὁρῶν ἀδικοῦντα Διονύσιον, ἠγανάκτει. μετεπέμψατο οὖν Πλάτωνα αἰσθόμενον Διονύσιον ἐπὶ τὸ πεῖσαι ἀπέχεσθαι τῆς πλεονεξίας. ἐλθὼν οὖν ὁ Πλάτων οὐκ ἔπεισεν, ἀλλὰ καὶ κακῶς ἀπεπέμφθη. τελευταῖον Διονύσιος παῖδα καταλιπὼν Διονύσιον, ὃς μετὰ θάνατον τοῦ πατρὸς μεταπέμπεται Πλάτωνα, ὡς ἀπολογησόμενος αὐτῷ ὑπὲρ τῆς ὕβρεως τοῦ πατρός. ἐλθόντος δὲ ῥᾳθύμως ἐδέξατο. ἐπανελθὼν δὲ ὁ Πλάτων ἐν ταῖς Ἀθήναις, ἢ ἀπὸ χρησμοῦ τινος, ἢ ἄλλοθέν ποθεν γνοὺς, συμβουλεύει Δίωνι μιᾷ νηὶ πλεῦσαι ἐπὶ Διονυσίου. ὁ δὲ πεισθεὶς λαβὼν μίαν ναῦν — ὡς καὶ Δημοσθένης λέγει — ἔρχεται εἰς Σικελίαν, καὶ ἐκβάλλει Διονύσιον. οἱ δὲ Συρακούσιοι τυχόντες ἀδείας ἐφοβήθησαν μὴ Δίων αὐτῶν ἀντὶ Διονυσίου τυραννήσῃ, καὶ ἐκβάλλουσιν αὐτόν. ἐξελθόντος δὲ Δίωνος, πάλιν ἐπιτίθεται τῇ τυραννίδι Διονύσιος. ὁ οὖν Πλάτων ὡς ἀπὸ Δίωνος αὐτοῦ αἰτήσαντος γράφει Σικελιώταις τοὺς παῖδας Διονυσίου καὶ Δίωνος προστήσασθαι ἄρχοντας. εἶχε γὰρ παῖδας ὁ Δίων ἐκ τῆς ἀδελφῆς τοῦ μεγάλου Διονυσίου. ἰστέον δὲ ὅτι ὁ Τιμολέων μετὰ ταῦτα πεμφθεὶς ὑπὸ Κορινθίων ἐξέβαλεν αὐτόν. δεῖ δὲ γνῶναι ὅτι οὐ πᾶσά ἐστιν ἡ ἐπιστολὴ, ἀλλὰ τὰ ἀναγκαῖα. μετὰ Διονύσιον ὁ υἱὸς αὐτοῦ Διονύσιος ἦρξεν, ὃς μεταπέμπεται Πλάτωνα, ὡς ἀπολογησόμενος ὑπὲρ τῆς τοῦ πατέρος ὕβρεως. ἐλθόντι δὲ ὅμως ῥᾳθύμως ἐδέξατο. ἐπανελθὼν δὲ Πλάτων ἐν ταῖς Ἀθήναις, ἢ ἀπὸ χρησμοῦ τινος, ἢ ἄλλοθεν γνοὺς, συμβουλεύει Δίωνι μιᾷ νηὶ πλεῦσαι ἐπὶ Διονύσιον. ὁ δὲ ἔρχεται πεισθεὶς, καὶ ἐκβάλλει Διονύσιον. οἱ δὲ Συρακούσιοι τυχόντες ἀδείας δείσαντες μὴ καὶ Δίων τυραννήσῃ, ἐκβάλλουσιν αὐτόν. πάλιν δὲ ἐπιτίθεται τυραννίδι Διονύσιος. Πλάτων δὲ ὡς ἀπὸ Δίωνος αἰτήσαντος γράφει Σικελιώταις. ὁ Δίων οὗτος ἀδελφιδοῦς Διονυσίου, ἀλλὰ καὶ γαμβρὸς ἐπʼ ἀδελφῇ. ὁ δὲ Διονύσιος ἀρχὴν πιστευθεὶς Συρακουσίων, ἐπὶ Καρχηδονίους ἐτυράννησε, καὶ πολλὰ δεινὰ αὐτούς τε Σικελιώτας καὶ Δίωνα ἔδρασε, διʼ ἃ καὶ Πλάτων ὡς πείσων μετεπέμφθη, σημαίνων ὅτι τὸν Διονύσιον, τὸν υἱὸν τοῦ πρώτου Διονυσίου, Τιμολέων πεμφθεὶς ὕστερον ὑπὸ Κορινθίων ἐξέβαλλε τυραννήσαντα. ὡς ἂν δὴ Δίων αὐτὸς ὢν τοῦτο εἶπεν, ἐπειδὴ ἀπὸ προσώπου τοῦ Δίωνός ἐστιν ὁ λόγος· Πλάτωνος δὲ ἦν τὸ σκέμμα. ἔχει δὲ ἔμφασιν ὁ λόγος, ὅτι καὶ Δίων ὁ Πλάτων ἐγένετο Δίωνος χάριν.

οἵας οὐδʼ ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε τίς γὰρ αἰτεῖ βασιλείαν, ἣν ᾔτει ὁ Δίων, ὅ ἐστι δουλείαν τῶν Σικελιωτῶν. δυνατῶς δὲ λέγει ὅτι εὐεργέτης ὁ Δίων τίς γὰρ αἰτεῖ βασιλείαν, οἵαν ὁ Δίων, δουλείαν Σικελιωτῶν.

οὐκοῦν ἢ ʼκεῖνʼ ἀπαλείφειν προσῆκεν δεῖ οὖν ἐκεῖνα ἀπαλείφειν, ὡς κακῶς εἰρημένα, ἢ καὶ τούτους τιμᾶν. εἰς δὲ τὸ ἐξελήλεγκται, τὸ φαῦλα ὄντα.

τῆς γʼ αὐτῆς ὁδοῦ τῆς πολιτείας τουτέστι τῷ αὐτῷ τρόπῳ τῆς πολιτείας. οὕτω λέγε καὶ σεσωκόσι καὶ Σικελίαν καὶ Ἰταλίαν αὐτῆς τῆσδε τῆς ὁδοῦ τῆς πολιτείας· τουτέστιν, ὅσοι Σικελιῶται καὶ Ἰταλοὶ τὴν αὐτὴν τοῖς Ἕλλησι πολιτείαν μετέρχονται, ἢ Ἕλληνές εἰσιν, ἀλλʼ ἔστιν ἐν αὐταῖς καὶ ἄλλα τινὰ ἔθνη.

καὶ μὴν αὐτός γε σὺ φὴς οὐ τῶν ἐν Κυρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι ἡ Κυρήνη πόλις ἐστὶ Λιβύης. ἦσαν δὲ δηλονότι καὶ Λίβυες ἐν Ἀθήναις παιδευόμενοι. εἰσάγει δὲ ὁ Σωκράτης ἐρωτῶντά τινα, τίνες ἐπιδέξιοι πρὸς γεωμετρίαν εἰσὶν, Ἀθηναῖοι, ἢ Κυρηναῖοι; μᾶλλον γάρ μοι τῶν Ἀθηναίων μέλει. κἀκεῖνος μὲν ἐπὶ τῶν φιλοσόφων εἶπεν, οὗτος δὲ ἐπὶ πάντων τῶν Ἑλλήνων ὀφείλοντος τούτου σώζεσθαι, ἔλαβεν αὐτό. φασὶ δὲ ὅτι συνεχῶς ἀπῄει ὁ Πλάτων εἰς Κυρήνην, διὰ τὸ εἶναι ἐκεῖ φιλόσοφόν τινα Θεόδωρον, φίλον αὐτοῦ.

τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δωρεῶν αὐτῶν λέγει τῶν Ἀθηναίων. ἐκγόνους δὲ λέγει τῶν Ἀθηναίων τοὺς Σικελιώτας, ἐπειδήπερ ἄποικοι ἦσαν. τὸ δὲ ἐφεὶς νῦν ἀντὶ τοῦ ἐπιτρέπεις.

καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις τὸ ἐπιχείρημά ἐστι τοῦ ἐναντίου, ὅ ἐστι κεφάλαιον τῆς ἀντιρρήσεως. λέγει δὲ περὶ τοῦ Ἀρχελάου.

κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου κολοφῶνα λέγει τὸ ἄκρον. Κολοφὼν δέ ἐστιν ὄρος ὑψηλὸν τῆς Ἀσίας καὶ πόλις. παροιμία δὲ λέγεται ἐπὶ τῶν βουλομένων μέγα τι δηλῶσαι. Κολοφὼν ὄρος λέγεται ὑψηλὸν τῆς Ἀσίας καὶ πόλις, ἧς ψῆφοι προεῖχον τῶν παρὰ τοῖς ἄλλοις Ἕλλησι. λέγεται δὲ τοῦτο παροιμία ἐπὶ τῶν μεγάλων

ἆρʼ οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι ἀπὸ τοῦ καιροῦ τὸ ἄτοπον δείκνυσιν. εἶτα ἀπὸ τῶν πράξεων ἀπόδειξις

καὶ μὴν οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν ἀπὸ τῶν κατορθωμάτων ἡ ἀπόδειξις. νικήσας γὰρ αὐτοὺς ἐν τῇ Ἑλλάδι καὶ Σικελίᾳ καὶ Ἰταλίᾳ, καὶ τοῖς ἁπανταχοῦ γῆς Ἕλλησιν, εἷρξεν αὐτῶν ἐπιθέσθαι.

ἔτι δʼ οὐ Διοσκούροις δείκνυσιν ὅτι τοῖς τοιούτοις δουλεύειν καλόν.

τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμιθέων τοὺς περὶ Αἰακὸν λέγει καὶ Μίνωα. Ἡρακλείδας δὲ εἰπὼν οὐχ ἁπλῶς νῦν τοὺς Ἡρακλείδας λέγει, ἀλλʼ ἵνα δηλώσῃ τοὺς προγόνους τῶν Λακεδαιμονίων.

ἀφαιρούμενοι ἀποσπάσαντες.

αὐτοὶ οἱ Ἀθηναῖοι. οἱ ἐπιόντες οἱ βάρβαροι. οἱ Πέρσαι. ἐκείνων τῶν Ἀθηναίων.

πῶς οὐκ ἐνταῦθα, εἴπερ που, καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους λοιπὸν ἀνακεφαλαιοῦται πᾶν τὸ νόημα καί φησιν οὕτως· ἀλλὰ μὴν, εἰ μήτʼ Ἀθηναῖοι ἄξιοι ἦσαν δουλεῦσαι μήθʼ οἱ Πέρσαι ἄξιοι τοῦ κρατεῖν τῶν Ἀθηναίων, ὅτε κίνδυνος περὶ ἐσχάτων ἦν, πῶς οὐκ ἔδει μᾶλλον κατʼ ἐκεῖνον τὸν καιρὸν δεῖξαι ὅτι τὴν δουλείαν πλέον τοῦ θανάτου φοβοῦνται.

ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα ἀντὶ τοῦ προσθήσω· ὁ γὰρ Πλάτων εἶπε δεῖν αἱρεῖσθαι θάνατον ὑπὲρ δουλείαν. ὁ γὰρ Πλάτων εἶπεν αἱρεῖσθαι θάνατον παρὰ δουλείαν.

τῆς πολιτικῆς ἀρετῆς τοῦ δικαίου. πολιτικὴν ἀρετὴν λέγει τὴν δικαιοσύνην, ἴσως δὲ καὶ ὅνπερ λέγει ὁ Πλάτων πολιτικὸν τοῦτο αἰνίττεται, δεικνὺς ὅτι ἃ προείλοντο πολιτικοῦ ἦσαν ἀνδρὸς πράξεις.

βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν ὁμοῦ τὰ τῶν δύο ἀντιθέσεων ὀνόματα συνέλαβε, τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν.

καὶ μὴν οὐδʼ ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς ἀνειμένην ἀντὶ τοῦ ἔκλυτον καὶ ἀγεννῆ· ἔστι γὰρ καὶ ἐλευθερία κακὴ, ἡ τρυφητικὴ καὶ ἡ ἐν ἀτάκτοις ἡδοναῖς οὖσα, ἥτις πάλιν ἔοικε δουλείᾳ· δουλεύουσι γὰρ ταῖς ἡδοναῖς. συστέλλων δὲ τὸ ἄτοπον τῆς δουλείας φιλανθρώποις εἶπεν· ἐδόκουν γὰρ αὐτοὶ δεδουλευμένοι τῷ ὑπείκειν· διὸ καὶ τὴν λέξιν ἐπήγαγε τῷ εἰπεῖν εἶξαν.

πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως συστέλλων τὸ ἄτοπον τῆς δουλείας φιλανθρωπίαν αὐτὴν εἶπεν· ἐδόκουν γὰρ αὐτοὶ δεδουλευκέναι τῷ ὑπείκειν· ἀμέλει καὶ τὴν λέξιν ἐπήγαγε τῷ εἰπεῖν εἶξαν. ὥστʼ εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις καλῶς τὸ ἑκόντες, ἵνα μὴ νομισθῇ ἐν φόβῳ.

καὶ γάρ τοι παρʼ ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο διὰ τούτου ἐδήλωσεν ὅτι διὰ χρείαν παρεχώρησαν τὴν ἡγεμονίαν καὶ διὰ φιλανθρωπίαν. διὰ τούτων ἐδήλωσεν ὅτι οὐ διʼ ἀχρείαν παρεχώρησαν τῆς ἡγεμονίας, ἀλλὰ διὰ φιλανθρωπίαν.

οὐκ ἄνευ δικαιοσύνης, οὐδὲ σωφροσύνης οὐκ ἀκαίρως τοῦτο εἶπεν, ἀλλὰ δηλῶσαι βουλόμενος ὡς οὐκ ἂν οἱ Ἕλληνες κατέφυγον, εἰ ἀδίκους ὄντας ἑώρων, ἀλλὰ μᾶλλον θαυμάσαντες αὐτῶν τὴν φιλανθρωπίαν.

ὡς σὺ φὴς ἵνα μὴ αὐτὸς δοκῇ ὑβρίζειν, ἐκείνῳ προστίθησι τὴν λέξιν.

μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες τοὺς πολίτας ἐνταῦθα ἑρμηνεύει ὃ εἶπεν ἄνω, οὐκ ἀνειμένην τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς. οὐ τὴν ἀναιδῆ ἀναιδῆ λέγει τὴν ἄνευ αἰδοῦς καὶ ἀναισχυντίας. καὶ ὁ Δημοσθένης· τῆς δὲ πομπείας ταύτης τῆς ἀναιδοῦς γεγενημένης.

ἐλευθερίαν εἰσάγοντες κατὰ κοινοῦ ἐνέπλησαν τὴν πόλιν συμμάχων.

αὐτὸς Πλάτων τὰ Πλάτωνος. πάλιν ἀπὸ τοῦ προσώπου τοῦ κατηγόρου ποιεῖ τὴν ἀπόδειξιν. αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς ὡς γὰρ ἐκ τοῦ προσώπου τοῦ Δίωνος ὁ Πλάτων ἐπέστελλεν.

ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν ὅτε γὰρ ἐπήρχοντο οἱ Καρχηδόνιοι τοῖς Σικελιώταις, ὁ μὲν Διονύσιος ὁ τύραννος ἐστρατήγει, ὁ δὲ Ἱππαρῖνος, ὁ πατὴρ Δίωνος, συνεβούλευε πῶς δεῖ πολεμεῖν. ὁ δὲ υἱὸς Δίωνος Ἵππαρις ἐκαλεῖτο.

ὅτι τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι δοκεῖ μὲν ἐπὶ καλοῦ τὸ ὄνομα νῦν τῆς βασιλείας κεῖσθαι, ὡς πρὸς τὸν τύραννον. ἔχει δὲ καὶ δεσπότου προσηγορίαν. καὶ ὁ ῥήτωρ «Βασιλεὺς γὰρ ἅπας καὶ τύραννος ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος.» καὶ ταῦτά γε τοῖς ἐκγόνοις δεινῶς εἶπεν ἐκγόνοις, ἀντὶ τοῦ τοῖς μηδὲν εὐεργετήσασι. δεινῶς εἶπε τὸ ἐκγόνοις, ὡς ἂν εἰ ἔλεγε τοῖς μηδὲν εὐεργετήσασιν. καὶ μικροῦ τῆς ἐλευθερίας αὐτῆς παραχωρῆσαι τὸ μικρὸν προσέθηκεν, ἐπειδὴ γὰρ ἄνω βασιλείαν εἶπεν, ἵνα τὸ ἀνεπαχθέστερον δηλώσῃ. ἡ γὰρ βασιλεία φιλανθρωποτέρα ἐστί. ἐπειδὴ ἄνω βασιλείαν εἶπεν, ἵνα τὸ ἐπαχθέστερον δηλώσῃ, τὸ μικροῦ προσέθηκεν, μέλλων ἐρεῖν ἐλευθερίαν.

βελτίους τὰ πολιτικὰ ἀντὶ τοῦ κατὰ τὴν πολιτικὴν ἀρετήν.

εἴ γε οἱ μὲν ἀντʼ ἐκείνων τῶν ἔργων, — εὖ πεποιηκέναι τοὺς Ἕλληνας τὸ πολιτικὸν πάλιν ὑποφαίνει, τὸ προῖκα ἐλευθεροῦν τοὺς Ἕλληνας, ὅπερ Πλάτων ἐπαινεῖ. ἀντʼ ἐκείνων τῶν ἔργων ἐμφαντικόν ἐστι τὸ ἐκείνων, ὅ ἐστι τῶν μεγάλων καὶ θαυμαστῶν.

ἐν οἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους ἀντὶ τοῦ ἄρχεσθαι ὑπὸ τῶν παίδων ἐκείνου.

μὴ ἐφʼ ἑκάστου τῶν καιρῶν ἀντὶ τοῦ μὴ καθʼ ἕκαστον καιρόν. ἔστι δὲ ἀντὶ τοῦ μὴ διαπαντός.

εἰσάπαξ ἀντὶ τοῦ καθόλου καὶ ἁπλῶς, ὅπερ ἐστὶν ἀκρίτως. κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν δεινῶς εἶπε τοῦτο, δηλῶν ὅτι δεῖ τὸν βασιλέα βελτίονα εἶναι τῶν ἄλλων.

ἆρʼ οὐ πανταχόθεν σεαυτὸν ᾕρηκας; ὡς ἐπὶ πολεμίων εἶπε τὴν λέξιν. ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ γεωμετρίας Πλάτων γὰρ ἔλεγε· καλὸν ἡ γεωμετρία, ὅτι ἔχει τὸ ἴσον ἐν ἑαυτῇ.

καὶ ταῦτα ὁμιλήσαντες τῷ δεινοτάτῳ γεωμετρίαν Πλάτωνι ὅσον ἐπαινεῖ, πλέον καθάπτεται, λεληθότως διαβάλλων αὐτὸν, ὡς ἀδύνατον γενόμενον διδάξαι.

τρίτον δέ φησιν ἡ ἐπιστολὴ τὸ τρίτον μέρος ἐστὶ τοῦτο τῆς ἐπιστολῆς. προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσίων λείπει τὸ ἐὰν δὲ τοὺς παῖδας τοὺς ἐμοὺς μὴ ἐθέλετε βασιλέας. ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι ἀντὶ τοῦ ἀπαλλάττεσθαι τῆς τυραννίδος καὶ ἔχειν βασιλείαν.

ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῶν λέγει, ὅτι κακῶς ἔπασχεν ὑπʼ αὐτοῦ· τότε γὰρ οὐδὲν τὰ ἱερὰ ἐθεραπεύοντο, ὡς ἠσχολημένων τῶν Σικελιωτῶν εἰς τὸν πόλεμον. ἢ ὅτι αὐτὸς ὁ τύραννος ἐθεράπευσε διὰ τὴν φιλονεικίαν τὴν πρὸς τὴν πόλιν, ἵνα ἐντεῦθεν αὐτῷ προστεθῶσιν οἱ βάρβαροι καὶ συμπράξωσιν αὐτῷ ἐπὶ τὴν τυραννίδα.

βαρβάροις ἐπίχαρτος γενόμενος ἐπίχαρτος καλεῖται ὁ πρός τινας χαίρων καὶ ἡδόμενος αὐτοῖς. τοῦτο δὲ εἶπεν, ὡς τῶν Συρακουσίων στασιαζόντων πρὸς αὐτὸν, κἀκείνου ἔχοντος ἔνδον στράτευμα βαρβαρικὸν, ὃ ἔμελλε πολεμῆσαι αὐτούς. τῷ τοῦ τυράννου παιδὶ καὶ γὰρ ὁ πατὴρ Διονυσίου, Διονύσιος, τύραννος ἦν. τὸ δὲ καιρόν ἐστιν ἔχον ἀντὶ τοῦ συμφέρον ἦν. τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρχοντι στρατοπέδου τὸν αὐτὸν καὶ τυράννου παῖδα καὶ πολεμίων ἄρχοντα λέγει.

ἦ που τοῖς γε ἀντὶ τοῦ πολλῷ πλέον. τὸ δὲ ἦ που πρὸς τὸ εἰκὸς ἦν.

εἰκὸς ἦν σπείσασθαι δηλονότι τὸν Πλάτωνα. ὡς ἐπὶ πολεμίου δέ ἐστιν ἡ λέξις, ἵνα δείξῃ πολεμοῦντα τοῖς ἀνδράσι τὸν Πλάτωνα. τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι ἀντὶ τοῦ ἀφεῖναι αὐτοὺς τῆς ὕβρεως, καὶ ὥσπερ αὐτοῖς δωρεὰν δοῦναι τὴν σιωπὴν ἑαυτοῦ.

φέρε γὰρ πρὸς θεῶν, εἰ, ὅτʼ ἦν ἐκεῖνα τὰ πράγματα τὸ σχῆμα Δημοσθενικόν. ἔστι δὲ ὡς καθʼ ὑπόθεσιν. ἐκεῖνα δὲ λέγει τὰ ἐπὶ Μηδικοῦ πολέμου.

βοηθεῖν ὅ τι ἔχοι κελευόντων ἀντὶ τοῦ ὅπερ ἠδύνατο, καὶ ἁπάσῃ δυνάμει, οἱονεὶ τῇ σοφίᾳ καὶ τῇ συνέσει, ἢ ἀντὶ τοῦ κἄν τι μικρόν· ἐν γὰρ τοῖς μεγάλοις κινδύνοις καὶ τὸ μικρὸν εὐεργέτημα μεῖζόν ἐστι.

μήτʼ ἔννομον βασιλείαν δεινῶς εἶπεν· ἐμφαίνει γὰρ αὐτὸν ἄξιον βασιλείας, καταφρονήσαντα δὲ καὶ αὐτῆς καὶ χάριν αἰτοῦντα εὐτελῆ.

ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς ὡς ἐπὶ χειμῶνος εἶπε τὴν λέξιν, τὸ μέγεθος τοῦ κινδύνου δηλῶν καὶ τὴν ἐν αὐτῷ μάχην.

ὁ τοῖς Συρακουσίοις ταῦτα συμβουλεύων τὴν εὐτέλειαν ἐμφαίνει τῶν προσώπων· ταῦτα δὲ λέγει τὴν βασιλείαν.

ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος ὁ μὲν οὐ μόνον, φησὶν, ἐδίδου, ἀλλὰ καὶ ἐνεγγυᾶτο ὑπὲρ τῶν Ἑλλήνων.

οὐκοῦν ἄτοπον; μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων λοιπὸν συνάγει τὸ νόημα, καί φησιν οὕτως· πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸν Πλάτωνα ἐπιχειρεῖν ὑβρίζειν τὸν Θεμιστοκλέα, τὸν καὶ τελειώσαντα τὰ πράγματα τῆς πόλεως καὶ διάδηλον ἔχοντα τὴν ἀρετὴν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις. τὸ δὲ σχῆμα σχετλιαστικόν. ὑπογράφει δὲ ἡμῖν τὴν τῶν ἀνθρώπων φύσιν, ὅτι πρὸ μὲν τοῦ τυχεῖν τινος δοκοῦσιν εὐγνώμονες, μετὰ δὲ τὸ τυχεῖν μεταβάλλονται. τὸ δὲ ὅμοιον εἶπεν ἐν τῷ πρὸς Λεπτίνην Δημοσθένης· οὐκοῦν ἄτοπον, εἰ μέλλοντες μὲν εὖ πάσχειν ἀποδεχόμεθα τὰς τιμὰς, μετὰ δὲ τὰς χάριτας ἀχάριστοι φανῶμεν.

τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας τοῦτο δηλοῖ, ὅτι τὰ ἄδηλα οἱ ἄνθρωποι προτιμότερα ποιοῦνται ὡς ἐπὶ τὸ πλεῖστον τῶν φανερῶν.

μήτε ἱερὰ μήτε τάφους αἰσχύνεσθαι ἀσέβειαν λεληθότως ἐπιφέρει τῷ Πλάτωνι.

μήτʼ ἐπιγράμματα δοκεῖ γὰρ καὶ τὰ ἐπιγράμματα πολλὴν ἔχειν τιμὴν ἐν τῇ πόλει. ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν πολλὴν ἐπίτασιν ἔχει τοῦτο τῶν κατορθωμάτων αὐτοῦ τὸ μὴ ἀρκεῖν εἰς τὸν ἔπαινον τοῦτον Πλάτωνα.

καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάσσῃ θέλει σημᾶναι ὅτι Θεμιστοκλῆς μὲν ἐν τοῖς κινδύνοις συνεβούλευσε, σὺ δὲ ἐν τῇ διατριβῇ φιλοσοφεῖς, ὦ Πλάτων. ἐπειδὴ Πλάτων τὴν ναυμαχίαν διέβαλε, δείκνυσιν ὁ ῥήτωρ τὸ ναυμαχεῖν μεῖζον τοῦ ἀπὸ τῶν τειχῶν μάχεσθαι. τὸ μὲν γὰρ ἀσφαλὲς, ἡ δὲ κατὰ θάλασσαν μάχη εἰς ἔσχατα φέρει κινδύνου.

ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει πάλιν τὴν βασκανίαν δηλοῖ τοῦ Πλάτωνος καὶ οὐκ ἄγνοιαν.

ἑτέρωθι δὲ ἀντὶ τοῦ οὐκ ἐν τῷ Γοργίᾳ, ἀλλʼ ἐν τῷ ἑτέρῳ διαλόγῳ. φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου φησὶ γὰρ ὁ Πλάτων ἐν τῷ τετάρτῳ τῶν νόμων ὅτι Θεμιστοκλῆς ἐμβιβάσας Ἀθηναίους εἰς τὰς ναῦς εἴθισε φεύγειν.

ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα κατὰ ἦθός ἐστιν ὁ λόγος. ὅμοιος δέ ἐστι τῷ ἐν τῷ παραπρεσβείας «Αὐτὸς ὢν θαυμάσιος στρατιώτης, ὦ Ζεύς.» ἔθος τοῖς ῥήτορσι τοῦτο, τὸ συνδιαβάλλειν ἑαυτοὺς τοῖς σκωπτομένοις.

εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σωθῆναι τὸ πρῶτον πολλάκις γὰρ οἱ κινδυνεύοντες πρὸ νίκης σωτηρίαν αἰτοῦσι.

τίς ἡ θαυμαστὴ φιλοσοφία, τεθνάναι μάτην οἱ γὰρ φιλόσοφοι λέγουσιν ὅτι οὐκ ἔστι κακὸν ὁ θάνατος, ἀλλὰ καὶ καλός.

ἀρχὴν δʼ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δʼ αἰσχρὸν ἀντὶ τοῦ οὐχ εὗρόν ποτε τοῦτο κείμενον ἐν τοῖς ἀρχαίοις, ὅτι καλὸν μέν ἐστιν ἐν τῇ γῇ νικᾶν, ἐν δὲ τῇ θαλάττῃ αἰσχρόν.

τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι κρανίαν λέγει τὴν περικεφαλαίαν, παρὰ τὸ κράνος· βύρσαν δὲ τὸ ὅπλον, παρὰ τὸ ἔχειν βύρσαν περὶ αὐτό. τὸ δὲ σχῆμα διασυρμός. λέγει δὲ ὅτι οὐ δεῖ ὅπλα ζητεῖν, ἀλλʼ ἀνδρείαν διώκειν. τὰ δὲ νήια σχοινία. τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενὸς νήια ἀντὶ τοῦ σχοινία. λείπει δὲ τὸ δεῖ νομίζειν. κωπέας δὲ λέγει τὰ ξύλα τὰ πρὸς τοὺς κώπας ἐπιτήδεια. τοὺς κωπέας ξύλα.

διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος τοῦτο εἶπε παρʼ Ὁμήρου λαβών· λέγει γὰρ ὁ Ποσειδῶν παρὰ τῷ Ὁμήρῳ πρὸς τὴν Ἔριν «Τρεῖς γάρ τοι ἐκ Κρόνου ἦμεν ἀδελφοὶ, οὓς τέκετο Ῥέα, Ζεὺς καὶ ἐγὼ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται.»

τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγορήσομεν αὐτῶν πάλιν τὴν αἰτίαν ἀνάγκην ἀποφαίνει. ὁμοῦ δὲ καὶ τὸ τῆς θαλάττης λέγει χρήσιμον. ἴσμεν δὲ ὅτι λεπτόγεώς ἐστιν ἡ Ἀττική.

τοῦ καλοῦ τῆς σωτηρίας.

τῇ χρείᾳ τῇ σιτοπομπείᾳ. καλῶς προσέθηκε τῇ χρείᾳ, ἵνα μὴ εἴπῃ, ἀλλʼ οὐκ ἀπῄτει ἀνάγκη τις ἐν θαλάττῃ μάχεσθαι.

οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπίστασθαι βεβαιωτικὸν τὸ σχῆμα. οὐχ ἁπλῶς δὲ πλοῖα λέγει τὰ σιτηρὰ, ἀλλὰ τριήρεις, διʼ ὧν ἀνδρεία δείκνυται.

ἵνα καὶ τοῦτο προσθῶμεν ἀντὶ τοῦ περιττόν τι εἴποιμεν, εἰ καὶ μάταιον ἐν τῷ χρῆσθαι ναυσίν. οὐχ ὡς περιττὸν δὲ τοῦτο προστίθησιν, ἀλλʼ ὡς ἄλλην ὑπερβολὴν ἔχων ἀπολογίας.

ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν δείκνυσι τὴν θάλατταν καὶ οἰκείαν οὖσαν τῇ Ἀττικῇ καὶ ἀναγκαίαν.

τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν εἰ ἐπῄνεσε, φησὶν, ὁ Ἀπόλλων τὴν ναυμαχίαν.

ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν Ἀλκμὰν ὁ λυρικὸς τοῦτο εἶπεν· ἁλμυρὸν τὸ γειτόνημα· ἀντὶ τοῦ τί κακόν ἐστι γείτονα ἔχειν τὴν θάλασσαν. ἢ ὅτι ἡ λέξις Πλατωνική ἐστι. λέγει οὖν ὁ ῥήτωρ· συγχωρῶμεν, φησὶ, ταῖς Ἀθήναις τὴν θάλατταν προσοικεῖν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο ἀντὶ τοῦ εἰ δυνάμενος κατὰ γῆν νικῆσαι κατὰ θάλατταν εἵλετο.

ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν ἀντὶ τοῦ πεζομαχίᾳ. πάλιν ἀπὸ τῶν ὀργάνων ἡ σύγκρισις. ταῦτα δὲ καθʼ αὑτὰ ἄνευ τῶν μαχομένων ἔργα ἐστί. καί τοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δήπου τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο ἀποδείκνυσι λοιπὸν ὅτι ἡ ναυμαχία καὶ πεζομαχίαν ἔχει ἐν ἑαυτῇ. τοῦτο δὲ καὶ ὁ Θουκυδίδης εἶπε πολλάκις.

εἰ δὲ διπλοῦν ἀνθʼ ἁπλοῦ τότε κίνδυνον θαυμασίως ἀποδείκνυσι τοὺς αὐτοὺς καὶ ναυμάχους καὶ πεζομάχους, πρὸς τὴν χρείαν μεταβαλλομένους.

οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι ἀλλὰ μείζων, φησὶν, ὁ κατὰ θάλατταν κίνδυνος τῷ διπλοῦν εἶναι.

ἀλλʼ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας τὸ λέγειν ὅτι διπλοῦν κίνδυνον εἵλοντο ἀνθʼ ἁπλοῦ.

εἰ δʼ ἅπασα μὲν ἡ γῆ κατείληπτο θαρροῦντος ὁ λόγος ἀποδείξεσι καὶ συγχωροῦντος, οὐχ ὅτι τῇ ἀληθείᾳ συντίθεται, κακὴν οὖσαν τὴν ναυμαχίαν. ἐπέρρει δὲ, ὥσπερ θαλάττης ἐπίκλυσις, ἡ στρατιὰ ὀαριστικῶς λοιπὸν ἅπαντα, ὡς οὐ τὸ πρᾶγμα μεμψαμένου τοῦ Πλάτωνος, ἀλλὰ τὸν τρόπον τῆς νίκης. οἰκείως δὲ τῷ ἐπέρρει ἐπήγαγε τὴν ἐπίκλυσιν.

οἱ δʼ ἄκοντες ἤγοντο ἦσαν γάρ τινα ἔθνη φόβῳ ἥκοντα. λέγει δὲ καὶ Πελοποννησίους, διὰ τὸ τειχίσαι τὸν Ἰσθμόν. οἱ δʼ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ οἱ Θηβαῖοι καὶ Θετταλοί.

τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ ἀντὶ τοῦ τοὺς δυναμένους συμμαχῆσαι τοῖς πράγμασι. κἀνταῦθα τῶν πραγμάτων ὄντων ἀντὶ τοῦ μὴ δυναμένων ἀλλαχοῦ γενέσθαι καὶ συμβῆναι, εἰ μὴ ἐν τῇ θαλάττῃ.

τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν τοῦτο εἶπεν, ὅτι πεποίηκεν Ὅμηρος τὴν Ἑλένην καὶ τὸν Πρίαμον ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας, καὶ διαλεγομένους περὶ αὐτῶν. ἡ γοῦν παροιμία ἐστὶν ἐπὶ τῶν ἄλλα ἀντὶ ἄλλων ποιούντων. ἔοικε δὲ βαθέως εἰς τὸν Πλάτωνα αἰνίττεσθαι, ὅτι ὑπὸ τειχίῳ καθήμενος κρίνει τὸν Θεμιστοκλέα, τουτέστιν ἐν τῇ διατριβῇ. ἡ δὲ σύνταξις αὕτη· εἰ δὲ ἅπασα μὲν ἡ γῆ κατείληπτο, καὶ τὰ ἐφεξῆς, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ πύργου κρίνομεν; πεποίηκεν Ὅμηρος τὴν Ἑλένην καὶ τὸν Πρίαμον ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας καὶ διαλεγομένους περὶ αὐτῶν.

ὥσθʼ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι ἐν τῇ πεζομαχίᾳ δηλονότι. ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας ἀντὶ τοῦ ὑπὲρ τοῦ βίου καὶ ὑπὲρ τῆς σωτηρίας.

τῇ τότε ἡμέρᾳ ὡς παράδοξόν τι εἶπε καὶ θαυμαστὸν τὴν τότε ἡμέραν.

εἰ γὰρ ἓν ἐξ ἁπάντων—ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως εἰ γὰρ δεῖ μεμνῆσθαι μεγάλων ἔργων, δεῖ μάλιστα τῶν Θεμιστοκλέους ἔργων μεμνῆσθαι.

μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων λύσις τῆς ἀντιθέσεως. ἀντίθεσιν ἐνταῦθα ἑτέραν προλύει· ἀλλὰ καὶ προδέδωκε, φησὶ, τὴν πόλιν Θεμιστοκλῆς, καὶ ἔρημον τὴν πατρίδα κατέλιπεν. ὀλίγοις δὲ προσέθηκε διὰ τὸ ἐπαχθὲς, ἵνα μὴ εἴπῃ τις ὅτι μόνος Θεμιστοκλῆς ἔδειξε, καὶ ὥσπερ ψευδόμενος φανείη. εἶτα ἐπάγει τὸ ποῖον λόγον.

ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο εἰς Πλάτωνα αἰνίττεται, ὅτι κλέψας τὸν λόγον ὡς ἴδιον αὐτοῦ ἔθηκε.

ὅπου πότʼ ἂν ὦσιν ἄνδρες αὐτοὺς σώζειν εἰδότες ἐνταῦθα καὶ τείχη καὶ πόλεις πόλεις καλεῖ τοὺς ἄνδρας καὶ ὁ ῥήτωρ «Τὸ δὲ ὑμᾶς ὅταν λέγω, τὴν πόλιν λέγω.»

οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο ἐνταῦθα φανερὰν ἔδειξε τὴν ἀντίθεσιν, ὅτι ἐχρῆν μὴ φυγεῖν τὴν πόλιν, ἀλλʼ ἐν αὐτῇ πολεμῆσαι.

ἀλλὰ μετασκευάζειν, ὥσπερ ἐν σκηνῇ, πρὸς τὸ παρεστὸς ἀντὶ τοῦ εἰς ἕτερον σχῆμα διέταττε τιθέναι. λέγει δὲ θαλαττίους ἀντὶ τοῦ ἠπειρώτας ποιεῖν.

τῶν ἀγωνιστῶν ἀγωνιστὰς λέγει τοὺς τραγικοὺς, ἢ τοὺς κωμικούς. ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν ἡγεῖτο. τὴν ἑαυτοῦ φύσιν ἀντὶ τοῦ τὸ φρόνημα τὸ πρέπον αὐτοῖς. μεταμπίσχηται μετενδυθῇ.

καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλαττίων σχῆμα προσθέσθαι κατὰ κοινοῦ τὸ ἡγεῖτο· ἐπιβάλλειν δὲ λέγει ἀντὶ τοῦ ὀφείλεσθαι· οἷον ἡγεῖτο ὀφείλεσθαι αὐτοῖς τότε σχῆμα λαβεῖν ναυμάχων, οὐ μὴν διὰ τοῦτο τὴν φύσιν ἀμείβειν. τὸ δὲ μεταμπίσχηται ὡς ἐπὶ ἐσθῆτος εἶπεν, ἀντὶ τοῦ μετενδύσηται καὶ ἕτερον σχῆμα λάβῃ.

τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο ὅρα πῶς πανταχοῦ χώραν καὶ οὐκ ἄνδρας λέγει.

τείχη καὶ ἑστίας καὶ νεὼς τὰ ἄψυχα ὀνομάζει, ἐπειδὴ καὶ ἡ πόλις ἄψυχός ἐστιν. τὴν τοῦ φρονήματος τάξιν τοῦ πρέποντος τοῖς Ἀθηναίοις.

ἃ πεπεικὼς αὑτὸν ἦν τουτέστιν ἃ ἠπίστατο καὶ ἔκρινε. λέγει δὲ τὸ ναυμαχῆσαι.

περὶ αὐτὰ φιλοψυχοίη φιλοψύχους ἐκάλουν τοὺς μικρῶν ἐρῶντας, οἷον τοὺς φιλοῦντας τὸ ὁπωσοῦν ζῆν. τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ ὅρα πάλιν πῶς διέστειλεν ἀπὸ τῶν ἐμψύχων τὰ ἄψυχα.

εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν ἢ ὡς ἐπὶ προβολῇ εἶπε καὶ τείχους, ἢ ὡς ἐπὶ ὅπλων καὶ ἀσπίδος.

αὐτῆς τῆς κρίσεως ἀντὶ τοῦ τῆς δοκιμασίας. ὡς ἐπὶ ἀγῶνος δὲ εἴρηται ἡ λέξις. διὸ ἐπήγαγε τὸν ἀγωνιστήν.

καὶ οὐδὲν χείροσι χρήσεσθαι ἢ τῇ πόλει, ἢ τοῖς ἀνδράσι.

ἐκ πολλοῦ λείπει διαστήματος.

προλαβεῖν ἐάσας ὡς ἐπὶ δρομέως εἶπε. τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει ἀντὶ τοῦ μέρος ὀλίγον τῆς θαλάττης.

οὐ ναύτας ἀνθʼ ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι τοῦτο τὸ ῥητὸν Πλάτωνός ἐστιν.

οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν τοῦτο γὰρ ἐνεκάλει ὁ Πλάτων λέγων ὅτι φυγῆς ἀφορμὴν εὗρεν αὐτοῖς ὁ Θεμιστοκλῆς τὸ ναυμαχεῖν. φυγῆς ἐφόδιον ἀφορμήν.

ὥσπερ τὸν Γλαῦκον φασὶ τὸν Ἀνδηθόνιον Ἀνδηθὼν πόλις Βοιωτίας. ἐκ ταύτης ἦν ὁ Γλαῦκος. οὗτος ἀγρεύσας ἰχθὺν μέγαν — ἦν γὰρ ἁλιεὺς — εἰς ἔδαφος ἔρριψεν, ἵνα ἀποθάνῃ. ὁ δὲ βοτάνῃ τινὶ, ἀειζώῳ λεγομένῃ, πλησιάζων ἤσπαιρε καὶ οὐκ ἐτελεύτα. γνοὺς οὖν ὁ Γλαῦκος ἔφαγεν ἐκ τῆς βοτάνης, καὶ ἀθάνατος ἐκεῖ διετέλει, ὅντινα δαίμονα λέγουσι θαλάττιον. τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους κατὰ κοινοῦ τὸ δαίμονά φησι γίνεσθαι ναυτικώτατον. ἐκ τούτου ἐκλήθη τὸ Σαρωνικὸν πέλαγος. ἔστι δὲ τῆς Παλαιστίνης, ᾧ πρόσκεινται πόλεις ἄλλαι πολλαὶ, καὶ Ἰώππη καὶ Λύδδα.

μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρηκότας ὅτι πάντες ἦσαν δουλεύοντες. διὰ δὲ τοῦ πάντʼ ἄνω καὶ κάτω τὴν μεταβολὴν ἐμφαίνει τῶν στοιχείων.

πᾶσι πόλεως πληρώμασιν πλήθεσιν. πληρώμασι λέγει ἀντὶ τοῦ τοῖς πλήθεσιν. ὅρα δὲ πῶς τὸ καθόλου περιλαμβάνει, ἵνα μὴ δοκῇ περὶ μόνων λέγειν τῶν ὁπλιτῶν.

τοὺς περὶ τῶν δικαίων λογισμοὺς δικαίους λέγει λογισμοὺς τοὺς τῆς πατρίδος καὶ τῆς σωτηρίας.

οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν ὡς παρὰ Θεμιστοκλέους ὁ λόγος, λύοντος τὴν ἀντίθεσιν, ὅτι οὐ δεῖ φεύγειν, οὐδὲ τὰ νῶτα διδόναι. Ἰταλίαν δὲ εἶπεν αἰνιττόμενος, ὑπὲρ οὗ ἐκεῖ ἀπῆλθεν ὁ Πλάτων. φησὶ ὁ Θεμιστοκλῆς. οὐδʼ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν πόλιν οἰκίζειν λέγει, ὅτι ἔλεγεν ὁ Πλάτων ἐν τῇ ἐπιστολῇ τοῖς Σικελιώταις προβαλέσθαι τὸν Διονύσιον ἑαυτῶν βασιλέα, ἵνα ἡ πόλις ἀκέραιος μένῃ ἡ ἑαυτῶν, μὴ διὰ φιλονεικίαν ἐκεῖνος, φησὶ, πάντας ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.

καί τοι τῶν μάντεων κελευόντων τοῦτο δείκνυσιν αὐτὸν τῶν μάντεων σοφώτερον· καὶ γὰρ ἐν τοῖς Περσικοῖς παρῄνουν οἱ μάντεις εἰς Σικελίαν ἀπελθεῖν.

τοῦτον τὸν χρόνον θαυμασίως εἶπε τὸν χρόνον, ἵνα δείξῃ τὴν ἀνάγκην.

εἰ δʼ οἷόν τε, καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε τουτέστι καὶ ἐπὶ τῶν κυμάτων ἱστάμενος. φέρε δὲ λέγει τὴν ἀσπίδα.

τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν μεταστῆσαι λέγει, ὃ εἶπεν ὄπισθεν μετασκευάσαι.

μεγαλοψυχίαν μεγαλοψυχίαν νῦν καταφρόνησιν λέγει, ὅτι κατεφρόνησαν τῆς πόλεως· οὐδὲ γὰρ περὶ χρημάτων πρόσκειται ὁ λόγος.

στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος οὐκ εἶπε πόλει, ἀλλὰ στρατοπέδῳ, τουτέστι σκηνῇ, ὅπου καὶ παρεσκευάζοντο πρὸς τὴν χρείαν.

τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ πρότερον τῷ Μαραθῶνι τὸν Μαραθῶνα τῇ Σαλαμῖνι παρατίθησι, δεικνὺς ὅτι καὶ τότε τὴν πόλιν ἐξέλιπον, ἀλλὰ σοφίζεται· τότε γὰρ στράτευμα μόνον ἐξῆλθεν.

εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω ἄνω εἶπεν, ὅτι κάτω δοκεῖ ἡ θάλαττα, εὐθὺς δὲ τὸν ἔρωτα δηλῶν, ὃν εἶχε περὶ τὴν πόλιν ὁ Θεμιστοκλῆς.

ὥς φασιν οἱ ἐξηγηταὶ εἰς τὸν Θουκυδίδην αἰνίττεται· ταῦτα γὰρ ἐν τῇ πεντηκονταετίᾳ φησίν. εἰπὼν δὲ τὸ μόνος ἐξ ἁπάντων εἰς τὴν ἀπάτην αἰνίττεται τοῦ Θεμιστοκλέους.

κατὰ ποίαν τύχην ἀντὶ τοῦ κατὰ ποίαν συμφοράν. ἐν γὰρ ταῖς συμφοραῖς αἱ φυγαὶ γίνονται

παρὸν ἥντινα βούλωνται χώραν καὶ πόλιν λαβεῖν αὐτοὺς εἰς τἀρχαῖα ἐπανῆγε καὶ τοῦτο γάρ ἐστιν ἀρετὴ, τὸ μετὰ νίκην μὴ ὀρέγεσθαι τῶν μειζόνων.

πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις ἐκ τῶν ἐναντίων λαμβάνει τὴν ἀπόδειξιν, ὅπερ ἐστὶ ῥητορικώτατον.

ὅσα δὴ διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν χάριεν τὸ ὁλκάσιν, ἵνα δείξῃ ὅτι οὐχ ἵνα ναυμαχήσῃ, ἀλλʼ ἵνα ψιλῶς πλεύσῃ. περὶ τὴν Χάρυβδιν δεινῶς εἶπε τὴν Χάρυβδιν, τὸ μέγεθος τοῦ κινδύνου δηλῶν. ταύτην καὶ ὁ ποιητὴς λέγει, καὶ ὁ Θουκυδίδης ἐν τῇ τετάρτῃ, μεταξὺ τῆς Σικελίας καὶ Ἰταλίας.

δυσχεραίνων μισῶν. δυσχεραίνων τὰ ναυτικὰ τουτέστι μισῶν τὰ ναυτικά. τοῖς ὁπλίταις Λακεδαιμονίοις.

ἅτε ὢν μουσικὸς ἐπειδὴ τὸ ὦ μοχθηρὲ χαμαιζηλῶν ἀνθρώπων ἐστὶ καὶ οὐ προσῆκον παρʼ ἀνδρῶν φιλοσόφων λέγεσθαι, τὸ δὲ δαιμόνιε θεῖον καὶ φιλοσόφοις ἁρμόζον, ἔθος δὲ καὶ τῷ Πλάτωνι ἐν τοῖς διαλόγοις τούτῳ τῷ ῥήματι χρῆσθαι, διὰ τοῦτο λέγει τὸ ἅτε ὢν μουσικὸς, τουτέστιν ὑπερηρμένος καὶ θεῖος καὶ οὐ φρονῶν ἀνθρώπινα· τοιοῦτον γὰρ τὸ τῆς μουσικῆς χρῆμα, ἐπειδὴ καὶ τὸ πᾶν τοῦτο ἐμμελῶς καὶ ἡρμοσμένως τέτακται.

ὦ μοχθηρὲ μελαγχολᾷς τὸ μελαγχολᾷς εἴωθε λέγειν ὁ Πλάτων πρὸς τοὺς ἀντιλέγοντας αὐτῷ. ὥσπερ δὲ ἐπιπλήττει αὐτῷ, ὅτι ὀργίλος ἐστὶ, φιλόσοφος ὢν, πρὸς τοὺς διαλεγομένους αὐτῷ. εἶπες δʼ ἂν οὑτωσί πως ἠθικῶς ὁ ῥήτωρ διδάσκει αὐτὸν πῶς ἐχρῆν ἀποκρίνεσθαι.

οὐδʼ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων καθάπτεται αὐτοῦ ὅτι καὶ τοῦ γήρως κατεφρόνησε. τὸ δὲ μετὰ ἀντὶ τοῦ μετὰ τὴν ἡλικίαν. ὅρα πῶς τὴν ἀνάγκην τῆς ναυμαχίας προσβάλλεται.

καὶ μὴν οὐδʼ ἐκεῖνό τις ἂν φήσειεν, ὡς ὑπὲρ μὲν λύσις τοῦ ἀντιπίπτοντος. τοῦ ἀντιπίπτοντος λύσις· ἀλλʼ ὑπὲρ φίλου ἔπλεον.

μήτε τὸ πολλάκις ἐξηπατῆσθαι ἀποτυχεῖν. τὴν ἀποτυχίαν ἀπάτην ἐκάλεσε τοῦ Πλάτωνος· οὐ γὰρ ἐβασίλευσεν ὁ Διονύσιος ὥσπερ ἐσπούδαζεν ὁ Πλάτων. πολλάκις γὰρ πλεύσας, ἐφʼ ᾧ καταστήσασθαι Δίωνι καὶ τῷ ἐκείνου παιδὶ τὰ πράγματα, ἄπρακτος ἀνεχώρησεν.

ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμάτων οὐκ ἆρʼ ἔδει ταῖς ναυσὶ χρήσασθαι θαυμασίως ἀντέθηκε Δίωνι τὴν Ἑλλάδα καὶ ταῖς ὁλκάσι τὸ ναυτικόν.

ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε λύσις ἀπὸ παραδείγματος. ἡ λύσις ἀπὸ παραδείγματος κατὰ μετάληψιν· μεταλαμβάνει γὰρ τὸν τρόπον τῆς μάχης, ὅτι οὐ φαύλως ἐγένετο. εἴληφε δὲ τὸ παράδειγμα συγκριτικῶς ἐξ ὑπερβολῆς, ὅτι καὶ ὁ Βελλεροφόντης οὐκ ἀπὸ γῆς ἐμάχετο, ἀλλʼ ἀπὸ τοῦ ἀέρος.

καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι οὐχ ὁ τρόπος, φησὶ, παρατάξεως δειλίαν αὐτοῦ κατηγόρηκε.

κἂν εἰ τὸν Δαίδαλον οἷός τʼ ἦν μιμήσασθαι θαυμασίως ὁ ῥήτωρ ἐξαλλάττει τὰ παραδείγματα.

ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε ἐρωτηματικὸν τὸ χωρίον· ἆρα, φησὶ, πεζομαχῶν ὁ Θεμιστοκλῆς, ὃ σὺ θαυμάζεις, ἐκ τῶν ὀρέων ἐμάχετο, τὸ ἰσχυρὸν δεχόμενος ἐξ αὐτῶν, δειλὸς ἦν διὰ τὸν τρόπον τῆς μάχης.

Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς λεληθότως Λακεδαιμονίων καθάπτεται, ὅτι πρὸς Πέρσας μαχόμενοι ἐνήλλαττον τὴν τάξιν· καὶ δοκεῖ μὲν παραδείγματι χρῆσθαι, δειλίαν δὲ κατηγορεῖ αὐτῶν. τούτου μέμνηται καὶ ἐν τῷ τέλει τοῦ δευτέρου μέρους τοῦ Παναθηναϊκοῦ.

ἀλλʼ ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέρον αὐτοῖς ἀντὶ τοῦ ὑπαναχωρεῖν· ἵνα μὴ καταντικρὺ τῶν Περσῶν ὦσι. λαθραίως φέρειν, οἳ ἂν κάλλιστα τὴν μάχην ἔμελλον ἐργάσασθαι.

ἐῶ γὰρ Σκύθας, ὅσα δὴ φεύγοντες νενικήκασιν παράδοξον εὗρε παράδειγμα, τὸ τῶν Σκυθῶν, ὅτι καὶ φεύγοντες νικῶσιν· ὅ ἐστι φυγὴ τρόπος νίκης. λέγεται δὲ περὶ τῶν Σκυθῶν ὅτι φεύγοντες ἐνίκων τοὺς πολεμίους. ἢ ὡς λέγει ἐν τῇ τετάρτῃ Ἡρόδοτος, ὅτι ἐνταῦθα ἑώρων ἐπικρατεστέρους τοὺς πολεμίους λαμβάνοντες ἐκ τῆς χώρας, ὅσων ἐδέοντο, τὰ δὲ λοιπὰ ἔκαιον, ἵνα ἄχρηστα γένωνται τοῖς ἐχθροῖς. ἐπολέμει δέ ποτε ὁ Δαρεῖος τοῖς Σκύθαις. ἁμαξόβιοι ὄντες οὗτοι καὶ καταδιωκόμενοι ὑπʼ αὐτοῦ εἰς τὰ ἐντὸς τῆς χώρας ἔφευγον. διώκων οὖν ἐπὶ πολὺ Δαρεῖος ὤκνησεν. ἦσαν δὲ οἱ Σκύθαι πέμποντες ὀπίσω αὐτοῦ, ἐπὶ τῷ κατακαίειν τὸν σῖτον καὶ τὰ δένδρα. τοῦτο ἐπὶ καλῷ καὶ κακῷ ἐγένετο Δαρείῳ· ἐπὶ καλῷ μὲν, ὅτι κεκαυμένων τῶν ἐν τῇ ὁδῷ, καὶ ἀκολουθῶν τούτοις εὗρε τὸν τόπον, ἔνθα αὐτοῦ ἦσαν αἱ τριήρεις· ἐπὶ κακῷ δὲ, ὅτι ἀναχωρῶν ἀπὸ τῆς διώξεως τῶν Σκυθῶν οὐκ εἶχε τὰ πρὸς τροφὴν ἐπιτήδεια, ἢ ποῦ δεῖ αὐτὸν καταλῦσαι, πάντα γὰρ ἦσαν ἐμπρήσαντες οἱ Σκύθαι. παραδόξως εὗρε παράδειγμα τὸ τῶν Σκυθῶν, ὅτι καὶ φεύγοντες νικῶσιν. ὁ γὰρ Δαρεῖος ἐπολέμησέ ποτε Σκύθαις. ἁμαξόβιοι δὲ ὄντες οὗτοι καὶ καταδιωκόμενοι ὑπʼ αὐτοῦ εἰς τὰ ἐντὸς τῆς χώρας ἔφευγον. διώκων οὖν ἐπιπολὺ Δαρεῖος ὤκνησεν· οἱ δὲ Σκύθαι πέμποντες ὀπίσω αὐτοῦ κατέκαιον τὸν σῖτον καὶ τὰ δένδρα. τοῦτο δὲ ἐπὶ καλῷ καὶ κακῷ τῷ Δαρείῳ· ἐπὶ καλῷ μὲν, ὅτι κεκαυμένων τῶν ἐν τῇ ὁδῷ, ἀκολουθῶν τούτοις εὗρε τὸν τόπον, ἔνθα ἦσαν αὐτοῦ αἱ νῆες· ἐπὶ κακῷ δὲ, ὅτι ἀναχωρῶν ἀπὸ τῆς διώξεως τῶν Σκυθῶν οὐχ εὕρισκε τὰ πρὸς τροφὴν ἐπιτήδεια.

εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐπὶ τὴν μείζονα ἦλθεν ἀπόδειξιν, τὴν μαντείαν τοῦ Ἀπόλλωνος, Δημοσθενικῶς τὰ ἰσχυρὰ τῶν πραγμάτων τελευταῖα τηρῶν.

ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δʼ ἄν τις συνίοι τὸ λοιπὸν ἀντὶ τοῦ καὶ αὐτοῦ τοῦ θεοῦ κατηγορεῖ αὐτός. ἐν ταὐτῷ δὲ καὶ τὸ βλάσφημον ἔδειξε Πλάτωνος, καὶ τὸ ἄτοπον ἐσιώπησεν.

ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν ἐπειδὴ μέγα ἐφρόνει ὁ Πλάτων ἐπὶ τῇ μαντείᾳ Σωκράτους, ἔνθα λέγει ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτερος, εἰκότως καὶ ἐπὶ Θεμιστοκλέους Ἀπόλλω ποιεῖ μάρτυρα.

εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς οὐχ ἁπλῶς ἡ προσθήκη τοῦ ἐν Δελφοῖς, ἀλλὰ ἐπειδήπερ δοκεῖ καὶ ἄλλα μαντεῖα εἶναι, τοῦτο δὲ ἀληθέστερον τὸ ἐν Δελφοῖς, τοῦτο ἴσως προσέθηκεν. ἔχομεν δὲ καὶ Ἡρόδοτον τούτῳ τῷ μαντείῳ μαρτυροῦντα ἀκρίβειαν.

τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους σημαίνει ὡς ἐκεῖνοι τὰ ἔπη ἔλεγον διὰ φιλίαν. ψευδὴς δὲ ἦν ὁ χρησμός. λεληθότως δὲ διαβάλλει τὸ χρησθὲν, ὅτι οὐ πολλοὶ ᾔδεσαν αὐτὸ, ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ καὶ οἷς ἔμελεν αὐτοῦ.

κοινότατα ἀντὶ τοῦ φανερώτατα καὶ πάσῃ τῇ Ἑλλάδι δηλωθέντα, οὐκ ἐν μέρει τισίν. οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε ἐκ τοῦ τέλους καὶ τῶν ἀποβάντων ἀπέδειξε τὸ συμφέρον τῆς ναυμαχίας.

ὅπου γὰρ ταυτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ ὥσπερ ἴσον καὶ τῷ Ἀπόλλωνι ἀποδείκνυσι τὸν Θεμιστοκλέα.

ὃ πάντες θρυλλοῦσι οὐχ ἁπλῶς ὃ λέγουσιν, ἀλλʼ ὃ θρυλλοῦσι, τουτέστιν ὃ θαυμάζουσι.

ἀλλʼ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ ἐπειδὴ ἀμφίβολον ἦν τὸ ξύλινον τεῖχος, καὶ οὔπω τοῦ Θεμιστοκλέους ἐγκώμιον, ἀδήλου τοῦ χρησμοῦ ὄντος, διὰ τοῦτο ἐπαγωνίζεται. γνώμην δὲ εἶπεν, ὥσπερ δεῖξαι βουλόμενος καὶ μάντιν τοῦ Θεμιστοκλέους ὄντα τὸν θεόν.

μοῦνον ἀπόρθητον τελέθειν τὸ ἀπόρθητον λύει τὴν πλάνην· μὴ τούτου γὰρ λεχθέντος οὐκ εἶχον συμβαλεῖν εἴτε κατὰ γῆν εἴτε κατὰ θάλατταν ἔδει μάχεσθαι· νῦν δὲ ἡ τούτου προσθήκη τὴν κατὰ θάλατταν νίκην αὐτοῖς ἐπηγγέλλετο· ᾔδεσαν γὰρ ἀκριβῶς ὡς πάντα τὰ ἐν τῇ γῇ καθάπαξ ἀφανισθήσεται. δέον δὲ εἰπεῖν λέγοντος, τοῦ χρησμοῦ δηλονότι, λεγόντων εἶπε πρὸς τὸ σημαινόμενον· τί γὰρ ἄλλο ὁ χρησμὸς ἢ λόγοι θεῖοι; ἄλλος θʼ ὅτε καὶ ἄνω εἶπε· τίνʼ οὖν ἦν τὰ χρησθέντα.

μηδὲ τρυφῶσιν καταφρονοῦσι. ἀντὶ τοῦ καταφρονῶσιν· οἱ γὰρ τρυφῶντες καταφρονοῦντες τοῦ σπουδάζειν τοῦτο ποιοῦσι.

ἅτʼ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δήπου οὐ μόνον μάντιν δείκνυσι τὸν θεὸν, ἀλλὰ καὶ ῥήτορα, μουσηγέτην εἰπὼν, τουτέστιν ἡγεμόνα Μουσῶν.

ἀλλὰ καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι ἐκ τοῦ ἀορίστου αὔξει τὸν ἔπαινον τοῦ Θεμιστοκλέους· σωθέντος γὰρ τοῦ Ἑλληνικοῦ ἀνάγκη καὶ τοὺς μέλλοντας ἔσεσθαι ἐξ αὐτῶν σώζεσθαι.

οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις οὐ μόνον εἰς τὸν θεὸν ἄγει τὸ ναυτικὸν, ἀλλὰ καὶ εἰς τὴν εἱμαρμένην. εἴ ποτε γὰρ εὖ πράττοιεν, κατὰ ταύτας εὖ πράττειν αὐτοῖς περιῆν ὅλως εἰ γάρ ποτε ηὐτύχουν, διὰ τῶν νεῶν καλῶς ἔπραττον.

καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς δημηγορίας οὐκ εἶπε τῆς μαντείας, ἀλλὰ τῆς δημηγορίας, ὡς φανερᾶς τοῖς Ἕλλησι γενομένης τῆς μαντείας, καὶ ὡς ῥήτορα δεικνὺς αὐτόν.

ἀλλʼ ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις χαριέντως δείκνυσι τὸν θεὸν προμαθόντα τὰς τοῦ Πλάτωνος διαβολάς. τὰς Πλάτωνος ἐπιτιμήσεις διαβολάς.

λέγων ἐκ τοῦ εὐθέος ἤδη τουτέστιν ἐκ τοῦ σαφοῦς καὶ μὴ πλαγίου καὶ ποικίλου, ἐπειδὴ δόξας ἐφθέγγετο ὁ θεός. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ—ἔτι τοί ποτε κἀντίος ἔσσῃ ἐπειδὴ ὁ Πλάτων ἔλεγεν ὅτι τὴν θάλασσαν τῆς γῆς προετίμησεν ὁ Θεμιστοκλῆς, φησὶν ὁ Ἀριστείδης ὅτι, ὥσπερ προειδὼς ὁ θεὸς τὰς μελλούσας παρὰ Πλάτωνος γίνεσθαι ἐπιτιμήσεις, διὰ τοῦτο εἶπεν ἐν τῷ χρησμῷ· μήτε σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ἀναχωρεῖν. εἶτα τέλος ἄλλου στίχου· ἔτι τοί ποτε κἀντίος ἔσσῃ. τὸ δὲ μένειν ἀντὶ τοῦ μὴ μένε ἀπαρέμφατον ἀντὶ προστακτικοῦ· Ἀττικὸν δὲ τὸ ἔθος.

καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς τὰς βαθείας ἐλεγκτικὸν τὸ σχῆμα. τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κωμικῶν ἐπειδὴ οἱ φιλόσοφοι κομῶντες τὸ γένειον ἀεὶ κατέχουσι καὶ ἕλκουσιν αὐτὸ, διαβάλλει αὐτοὺς Ἀριστοφάνης· τὸ δὲ σχῆμα ἐλεγκτικόν. τὰς βαθείας ὑπήνας ὑπήνη αἱ ὑποκάτω τοῦ γενείου τρίχες· ἀπὸ τοῦ ὑπεῖναι, ἤγουν ὑποκεῖσθαι τῷ γενείῳ· οἱ δὲ παρὰ τὸ ἴημι, οὗ ὁ μέλλων ἤσω, ἤνη, καὶ ὑπήνη, παρὰ τὴν ἔσιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ εὗρον ὅτι σημαίνει μύστακα, γένειον, πώγωνα καὶ τὴν ἄνω τοῦ χείλους τρίχωσιν.

μέχρι τούτου ἀντὶ τοῦ μέχρι τοῦ ἕλκειν τὰς ὑπήνας φιλοσοφούντων. μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας τοῦτο λέγει, ἢ ὅτι καὶ Πλάτων βαθὺν πώγωνα εἶχεν, ἢ ἐπειδὴ ὁ Πλάτων προστάτης ἦν τῆς φιλοσοφίας, ταύτην εἰς ὕψος ἄρας, διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν τὴν φιλοσοφίαν τὸν Πλάτωνα εἶπεν.

οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι βαρὺ τὸ ῥῆμα ὡς πρὸς Πλάτωνα λεγόμενον. πρὸς Πλάτωνα λεγόμενον.

δυοῖν γὰρ τῶν ἐσχάτων ἀπόδειξις ἦν γράφεται καὶ σύμβολον ἦν.

σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν ὡς ἄλλο, φησὶν, ἀνάθημα, καὶ τοῦτο σταθήτω. τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἀντὶ τοῦ ἀπὸ τῶν βαρβαρικῶν λαφύρων. ἢ ἐχέτωσαν τιμὰς τὰς αὐτὰς τῷ Ἀπόλλωνι, ἤγουν ἐκ τοῦ τοὺς βαρβάρους καταπολεμῆσαι καὶ τἀκείνων λαβεῖν.

ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μάχεσθαι αὐτὸς προλαμβάνει τὴν ἀπόκρισιν, ὡς ἀδύνατον τὸν Πλάτωνα πρὸς τὸν Ἀπόλλωνα μάχεσθαι. δεινῶς δὲ εἶπε τὸ τελευτώντων, δεικνὺς ὅτι Πλάτων τοὺς ἀποθανόντας προτιμοτέρους ποιεῖται τῶν ζώντων. φασὶ δὲ ὅτι, καὶ ὅτε ἐτελεύτα τις, ἐπυνθάνοντο τῆς Πυθίας οἵας ἦν ἄξιος τιμῆς ὁ ἀπελθών. ἀλλὰ καὶ ὁ Πλάτων ὑποτιθέμενος πόλιν φησὶν οὕτως, ἐάν τις ἀποθάνῃ, ἐρωτᾶν τὴν Πυθίαν δεῖ εἰ ἄξιός ἐστιν ὁ τελευτήσας τιμῶν.

ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας ἐνταῦθα δηλοῖ σαφῶς τὸ ἀντικείμενον· τοῖς γὰρ τελευτήσασιν ἀντέθηκε τοὺς ζῶντας.

τῷ πεισθέντι θαυμασίως τῷ πεισθέντι· πρώην γὰρ αὐτὸν σύμβουλον εἶπε τῶν Ἑλλήνων, νῦν δὲ πειθόμενον τῷ Ἀπόλλωνι μέσον αὐτὸν δείκνυσι τοῦ θεοῦ καὶ ἀνθρώπων.

σχεδὸν εἰς μόνον τὸν Θεμιστοκλέα τῇ προσθήκῃ τοῦ σχεδὸν ἐκόλασε τὸ παράδοξον τοῦ νοήματος.

τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν καὶ γὰρ τὸ πεῖσαι μὴ δειλιᾶν τοὺς φοβουμένους μέγα ἐστὶ κατόρθωμα.

εἴτε γὰρ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις ἕκαστον λοιπὸν τῶν τριῶν λέγει, πῶς χρήσιμον ἦν. ὥσπερ δὲ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ τις· ἀλλʼ ἦν ἄλλο ναυτικόν· ἑκατὸν γὰρ ἦσαν αἱ πᾶσαι νῆες τῆς Ἑλλάδος.

στήσασθαι συστήσασθαι καὶ πολεμῆσαι. συστήσεσθαι ἀντὶ τοῦ πολεμεῖν· σύστασις γάρ ἐστιν ὁ πόλεμος.

ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πόλεμον διαφέρειν ποῖον δὲ τούτου τὸ κατʼ ἤπειρον πολεμῆσαι.

ἥ γε φύσις τῆς θαλάττης τὰ στενὰ λέγει, ἔνθα ἐποίησεν ὁ Θεμιστοκλῆς τὴν ναυμαχίαν. ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε τὸ τρίτον γὰρ αὐτῶν τοῦ πλήθους ἀπώλετο.

στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος οὕτω, φησὶν, ἔστησαν τὰς ναῦς ὥστʼ ἔχειν τὸν βορέαν ὄπισθεν, ἵνα προσβαλὼν τοῖς Πέρσαις ὀξέως ἐπέλθοι. τοῦτο δέ φησιν ἀπὸ τοῦ μύθου, ὅτι ὁ Βορέας ἐραστὴς ὢν Ὠρειθυίας κόρης Ἀττικῆς συνέπραξε τοῖς Ἀθηναίοις. τούτου δὲ ὁ Ἡρόδοτος οὐ μέμνηται, βούλεται δὲ ῥητορικῶς βιαζόμενος καὶ τὴν νίκην Φορμίωνος ἀναγαγεῖν εἰς Θεμιστοκλέα.

τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεός; διὰ τοῦ εἰπεῖν ἐφθέγξατο τὸ σαφὲς δηλοῖ τῆς μαντείας.

ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, —ἢ κατὰ πάντα τἀνθρώπινα κατασκευάζει λοιπὸν ὅτι ἐκ τῶν μελλόντων ἔργων ἐν αὐτῇ γενέσθαι θείαν αὐτὴν εἶπεν, ἵνα μή τις εἴπῃ· ἀλλʼ ὡς θαυμαστὴν οὖσαν τὴν νῆσον θείαν ἐκάλεσεν. ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα τουτέστι μελλόντων τῶν Ἑλλήνων ἐκεῖ νικᾶν τὸν βάρβαρον.

τὸν ταῦτα κατειργασμένον ἐμφαντικόν ἐστι τὸ ταῦτα ἀντὶ τοῦ τὰ θεῖα προστάγματα. ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε τῶν δρωμένων ἐκ τοῦ ἱεροῦ ἐξῆλθε πρὸς τὸ μετασχεῖν τῆς ναυμαχίας. τοῦτον λέγουσιν υἱὸν Δήμητρος εἶναι, τὸν δὲ αὐτὸν καὶ Διόνυσον. τῇ δὲ συμμαχίᾳ τῶν θεῶν αὔξει τὸν ἔπαινον Θεμιστοκλέους· οὗτος γὰρ λέγεται παρεῖναι αὐτοῖς ἐν τῇ ναυμαχίᾳ. σεμνύνει δὲ καὶ τὴν ναυμαχίαν· εἰ μὴ γὰρ ἦν καλὸν, οὐκ ἂν ὁ θεὸς συνέπραττεν αὐτῇ· καλὴ δὲ ἡ προσθήκη τοῦ ἐξεφοίτησε· δείκνυσι γὰρ ὅτι καταλιπὼν τὸ τέμενος ἐπεθύμησε κοινωνῆσαι τῆς ναυμαχίας. τοῦτον λέγουσιν υἱὸν Δήμητρος εἶναι, τὸν δὲ αὐτὸν καὶ Διόνυσον· ἄλλοι δὲ παῖδα Διονύσου. ἡ δὲ ἱστορία τοιαύτη· λέγουσιν ὅτι καταλιπὼν τὸ τέμενος ἐπεθύμησε κοινωνῆσαι τῆς ναυμαχίας· ὅτε γὰρ ἔμελλεν ἡ ναυμαχία γίγνεσθαι, φωνή τις ἐδόθη ὑπὸ τοῦ Ἰάκχου, καὶ οἱ μὲν μεμυημένοι ἤκουσαν, οἱ δὲ ἀμύητοι ᾔσθοντο· τῷ δὲ καὶ ἀπὸ τῆς Ἐλευσῖνος ὥσπερ κονιορτὸν ἐλθεῖν ἐπὶ τὴν Σαλαμῖνα ἐνομίσθη, ὅτι ἡ Δημήτηρ καὶ ἡ κόρη ἦλθον συμμαχῆσαι τοῖς Ἕλλησιν.

νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε ὅτε ἤμελλεν ἡ ναυμαχία γίνεσθαι, φωνή τις ἐδόθη ὑπὸ τοῦ Ἰάκχου. καὶ οἱ μὲν μεμυημένοι ἤκουσαν, οἱ δὲ ἀμύητοι ᾔσθοντο. τὸ δὲ καὶ ἀπὸ τῆς Ἐλευσῖνος ὥσπερ κονιορτὸν ἐλθεῖν ἐπὶ τὴν Σαλαμῖνα ἐνομίσθη, ὅτι ἡ Δημήτηρ καὶ ἡ Κόρη ἦλθον συμμαχῆσαι τοῖς Ἕλλησιν. εἶπε δὲ νέφη εἰς τὴν ναυμαχίαν ἐγκατασκῆψαι· ἡ γὰρ Κόρη καὶ ἡ Δημήτηρ ἔπεμψαν τὰς νεφέλας ὕστερον, ἵνα καὶ διὰ τοῦ χειμῶνος φοβήσωσι τοὺς βαρβάρους. παρὰ ταῖν θεαῖν τῇ Ἀθηνᾷ καὶ Ἥρᾳ.

τιμῶντες ἔργῳ Θεμιστοκλέα τὴν φιλανθρωπίαν τῶν θεῶν τιμὴν Θεμιστοκλέους ἐκάλεσε. τὸ δὲ ὅμοιον πεποίηκεν ἐν τῷ Μιλτιάδῃ.

καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι διὰ γὰρ τὸ εὐτυχῆσαι τοὺς Ἕλληνας ἐκεῖ εἰκότως θεία ἡ Σαλαμὶς ὠνομάζετο.

ὁ θεὸς τὴν ναυμαχίαν θείαν διʼ ἐκείνης προσεῖπε θαυμασίως κατασκευάζει, ὅτι ἡ ναυμαχία θεία παρὰ τῷ Θουκυδίδῃ ἐκλήθη.

Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην ἀντὶ τοῦ ἀποστρέφεται. ὅρα δὲ πῶς οὐκ εἶπε τὴν ναυμαχίαν, ἀλλὰ τὴν νίκην ὠνόμασε παρὰ τοῖς πᾶσι ποθουμένην.

ταῦτα ἀντὶ τοῦ τὰ θεῖα προστάγματα.

τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς ἀντὶ τοῦ χρίσαντα. τοιαῦται γὰρ ἦσαν αἱ τοῦ Ὀδυσσέως, ὡς Ὅμηρος «Τῷ δʼ ἅμα νῆες ἕποντο δυοκαίδεκα μιλτοπάρῃοι.» ὅρα δὲ πῶς διέσυρε τὸ ἔργον τοῦ Ὀδυσσέως, σιωπήσας αὐτοῦ τὸ κατόρθωμα. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς εἶπε γὰρ ὁ χρησμὸς «Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.»

ὁ δʼ ἐξ ἀρχῆς πρὸς ταῦθʼ ἥρμοστο καλῶς εἶπε τὸ ἐξ ἀρχῆς, ἵνα μὴ δόξῃ τοῦ θεοῦ τὸ ἔργον. εἶτα ἐπήγαγεν ἥρμοστο, δεικνὺς ὅτι καὶ προῄδει, καὶ παρὰ τὴν χρείαν ὅμοιος ἦν τῷ θεῷ.

πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο; καὶ ἐπαινεῖ τὸν Πλάτωνα τῷ εἰπεῖν μεγαλοπρεπείᾳ, καὶ ψέγει τῷ λέγειν παρὰ καιρὸν αὐτὸν λέγειν ὃ βούλεται.

ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ καλῶς πάλιν τὸν Ἀπόλλω δέχεται δικαστὴν, τὸν καὶ μαντείας ὄντα κύριον.

ἀλλʼ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι πάλιν τὸν Ἀπόλλωνα δείκνυσιν αἴτιον, ἀλλʼ οὐ τὸν Θεμιστοκλέα· ὁ μὲν γὰρ προσέταξεν, ὁ δὲ ἐπείσθη τῷ θεῷ.

εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα εἰπὼν γὰρ ὅτι κατὰ κέλευσιν τοῦ Ἀπόλλωνος ἐφόνευσε τὴν μητέρα ἀπελύθη. ἦ που τόν γε παρʼ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα, ὑπὲρ ὧν μετʼ ἐκείνου κατέπραξεν, οὐδεὶς λόγος ἦν ἁλῶναι πολλάκις γὰρ κρινομένων τινῶν ἔπεμψεν ἡ Πυθία κελεύουσα αὐτοὺς ἀπολυθῆναι τῆς κρίσεως.

ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν; ἔθος τῷ Ἀριστείδῃ, ὥσπερ καὶ Δημοσθένει τοῦτο, ὅτε λάβῃ τὸ καθʼ ὑπόθεσιν καὶ δείξῃ αὐτὸ ἀληθὲς, λοιπὸν ἐπάγειν αὐτῷ συμπέρασμα· ὥσπερ καὶ ἐνταῦθα πεποίηκεν, εἰρηκὼς ὅτι, εἰ ἐκρίνετο Θεμιστοκλῆς παρὰ τῷ Ἀπόλλωνι, ὡς κακῶς πεποιηκὼς ἐν Σαλαμῖνι τὴν ναυμαχίαν, πῶς οἷόν τε ἦν τὸν Ἀπόλλωνα Θεμιστοκλέους καταψηφίζεσθαι, ὡς κακῶς ἐγχειρίσαντος, ὅστις καὶ αὐτὸς ἦν μαντευσάμενος ἐκεῖ πολεμῆσαι τοὺς Ἕλληνας. εἶτα ὡς ἀπέδειξεν ὅτι ἀληθές ἐστιν, ἐπήγαγε συμπέρασμα, πῶς οὐκ ἦν εἰκὸς παρὰ τῷ θεῷ κριτῇ ἡττηθῆναι τὸν Πλάτωνα τούτου κατηγοροῦντα;

ἐκείνοις τοῖς Ἀθηναίοις.

καθάπερ πρότερον φασὶ τὸ περὶ τῶν φυλῶν ὅτι Κλεισθένης ἔλαβε μαντείαν, πῶς δεῖ τάξαι τὰς φυλάς. λέγεται δὲ ὅτι γνώμῃ τοῦ Ἀπόλλωνος τὰς δέκα φυλὰς ἔταξεν. ὁ Κλεισθένης ἔλαβε τὰς μαντείας, πῶς δεῖ τάξαι τὰς φυλάς.

ἐπεὶ δʼ ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς ὁ θεὸς εἰ δὲ καὶ πρὸ τοῦ ἐνθυμηθῆναι τὸν Θεμιστοκλέα πολεμῆσαι τοὺς Ἕλληνας ἐκεῖ τῷ βαρβάρῳ ὁ θεὸς τοῦτο προειρήκει, καὶ οὐ μόνον οὐκ ἔλεγε πῶς δεῖ ναυμαχεῖν, ἦ που ἄξιός ἐστιν ὁ Θεμιστοκλῆς μέμψεως. ἡ ἀπόδοσις ἀπὸ κοινοῦ, ὅτι οὐ νῦν μᾶλλον τῆς αἰτίας δέον ἀφεῖσθαι. ἔθος δὲ τοῖς ῥήτορσιν, ὅταν θυμῷ κινούμενοι χρῶνται τοῖς λόγοις, ἐλλείπειν τὴν ἀπόδοσιν, ὥστε καὶ Δημοσθένης πολλαχοῦ τε ποιεῖ καὶ ὅτε πρὸς τὸν Αἰσχίνην καταφερόμενος αὐτοῦ ἀποτείνεται.

καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς τὸ συνεῖπε νῦν οὐκ ἔστιν ἐπὶ τοῦ συνηγόρησεν, — οὐ γὰρ κρίσις τὸ παρὸν — ἀλλὰ κεῖται ἀντὶ τοῦ ταῦτα εἶπεν.

ὅμως οὐκ ἀπέσχηται Πλάτων βαρέως τὸ Πλάτων εἴρηκεν, ἀντὶ τοῦ καὶ τοῦ Ἀπόλλωνος Πλάτων ἐστὶ δικαιότερος. ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε κυρίως ἐνταῦθα τῇ λέξει ἐχρήσατο πρὸς τὸ ἐπιτήδευμα Πλάτωνος· λέγει γὰρ ὅτι φιλόσοφος ὢν κατηγορεῖ τοῦ χρησμοῦ, ὡς κακῶς κελεύσαντος πολεμῆσαι ἐκεῖ τοὺς Ἕλληνας.

τί οὖν οὐχὶ καὶ τοὺς Ἡρακλείδας— πρὸς τὸ Ῥίον περαιωθέντες οἱ περὶ Ὕλλον Ἡρακλεῖδαι τὸν Ἀπόλλωνα ἤροντο πῶς ἂν κρατήσωσι τῆς Πελοποννήσου, καὶ ἔχρησεν αὐτοῖς διὰ τῶν στενῶν κατελθεῖν. μὴ συνιέντες δὲ τὸν χρησμὸν διὰ τοῦ Ἰσθμοῦ κατήρχοντο. ἀπαντησάντων αὐτοῖς τῶν Πελοποννησίων, ἔδοξε μονομαχῆσαι τοὺς ἡγεμόνας τῶν δύο στρατευμάτων. δόξαντος τούτου, ὁ μὲν Ὕλλος ὑπὸ τῶν Ἡρακλειδῶν, ὑπὸ δὲ τῶν Πελοποννησίων ὁ τῆς Ἀρκαδίας βασιλεύς. ἦν δὲ καὶ τοῦτο δόξαν, τοὺς ἡττηθέντας ἐπὶ ἑκατὸν ἔτη σχεῖν ἡσυχίαν. συμβαλόντων τῶν στρατηγῶν πίπτει ὁ Ὕλλος. πάλιν οἱ τῶν Ἡρακλειδῶν τούτων μετέκγονοι ἀπῆλθον ἐν Δελφοῖς περὶ τῆς καθόδου χρησόμενοι, καὶ ἀνήγγειλεν αὐτοῖς διὰ τῶν στενῶν κατελθεῖν. ἐκεῖνοι ἀντεῖπον ἀκούσαντες· ἀλλὰ καὶ οἱ πατέρες ἡμῶν σοὶ πεισθέντες ἀπώλοντο. ὁ δὲ εἶπεν αὐτοῖς ὅτι ἐκεῖνοι μὲν οὐκ ἠρώτησαν διὰ ποίων στενῶν, πότερον διὰ τοῦ Ἰσθμοῦ, ἢ διὰ τῶν δύο ῥίων, τοῦ Ἀχαϊκοῦ καὶ τοῦ Μολικρίκου· δεῖ οὖν ὑμᾶς διὰ θαλάσσης ἀπελθεῖν. ταύτῃ τραπομένων αὐτῶν, νομίσαντες αὐτοὺς διὰ τοῦ Ἰσθμοῦ πάλιν ἰέναι ἐχώρησαν ἐπʼ ἐκεῖνο τὸ μέρος Πελοποννήσιοι. καὶ ἀπόντων αὐτῶν Ἡρακλεῖδαι ἔρημον εὑρόντες κατέσχον τὴν Πελοπόννησον. δεινὸν δὲ τὸ παράδειγμα τῶν Ἡρακλειδῶν, τῶν προγόνων Λακεδαιμονίων, οὓς Πλάτων ἐπαινεῖ.

ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέντες Ῥίον τὸ ἀκρωτήριον, ἐπειδὴ περιρρεῖται ὕδατι. ἴσως δὲ ἐκ τοῦ ἀκρωτήριον γέγονε μείωσις, ἵνʼ αἱ πρῶται συλλαβαὶ ὦσιν ἀφῃρημέναι· ἢ ὅριον ἐστὶν, ἀφʼ οὗ ἐστὶν ὁρᾶν καὶ σκοπεύεσθαι.

οἱ δʼ ἀγνοήσαντες καὶ τὴν ἑτέραν σοφώτερον δείκνυσι τῶν Ἡρακλειδῶν τὸν Θεμιστοκλέα, εἴ γε οἱ μὲν οὐκ ἐνόησαν τὸ στενὸν, ὁ δὲ ἐνόησε τὸ ξύλινον τεῖχος.

τὴν ἑτέραν τραπόμενοι ἀντὶ τοῦ διὰ γῆς ἐρχόμενοι. λέγει δὲ διὰ τοῦ Ἰσθμοῦ. ὥσπερ δὲ καθάπτεται τῶν Λακεδαιμονίων, ὅτι ἡττήθησαν πεζομαχοῦντες.

στενὰ δʼ, ὡς ἔοικεν, ἀμφοτέρωθι τὸ ἀμφοτέρωθι, ἢ εἰς ἀμφότερα· τὸ δὲ ἀμφοτέρωθεν, καὶ ἐκ τῶν δύο μερῶν.

διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου καλῶς τὸ οἶμαι· οὐδὲ γὰρ πάντως ἀληθὲς ἦν. ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος ἐκεῖ γὰρ ἐν τῷ Ἰσθμῷ ἡττήθησαν οἱ Ἡρακλεῖδαι.

τὸ Δωρικὸν τοῦτο στρατόπεδον τὸ Δωρικὸν εἶπεν οὐ τοὺς Ἡρακλείδας μόνον, ἀλλὰ κοινὸν ὄνομα εἶπε κατʼ ἀμφοτέρων. καὶ Θουκυδίδης «Δωριεῖς δὲ σὺν Ἡρακλείδαις Πελοπόννησον ἔσχον.» τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι πάλιν ἀρχαίως ἔφρασεν, ἀντὶ τοῦ πάνυ εἰπὼν τὸ οὐχ ἧττον. ἐν καιρῷ δὲ λέγει ἀντὶ τοῦ εὐκαίρως καὶ ἐπιτηδείως. σοφίζεται δὲ ἐνταῦθα ὁ Ἀριστείδης· καὶ γὰρ καὶ ἐστράτευσαν μετὰ Ἀθηναίων καὶ τροπὴν ἐποίησαν τῶν βαρβάρων οἱ Λακεδαιμόνιοι. ἀλλὰ μετὰ τὸ γενέσθαι τροπὴν ἐν Μυκάλῃ τῶν Ἀθηναίων ἐπιδιωκόντων, καὶ ἔτι ἐν ταῖς Μυκάλαις ὤκνησαν οἱ Λακεδαιμόνιοι καὶ ἀνεχώρησαν ἀπὸ τῆς Πελοποννήσου, καὶ μόνοι κατελείφθησαν Ἀθηναῖοι. ἐκ τοῦ οὖν ἀναχωρῆσαι τοὺς Λακεδαιμονίους ἐκ τῆς Μυκάλης λέγει ὁ Ἀριστείδης ὅτι διὰ τοῦτο ἀνεχώρησαν, διὰ τὸ προέχειν ῥώμῃ τοὺς Ἀθηναίους. σοφίζεται ἐνταῦθα· καὶ γὰρ ἐστράτευσαν μετὰ Ἀθηναίων, καὶ τροπὴν τῶν βαρβάρων Λακεδαιμόνιοι. ἀλλὰ μετὰ τὸ γενέσθαι τροπὴν τῶν Ἀθηναίων ἐπιδιωκόντων καὶ ἔτι ἐν τῇ Μυκάλῃ ὄντων, ὀκνήσαντες οἱ Λακεδαιμόνιοι ἀνεχώρησαν ἀπʼ οἴκου; καὶ μόνοι κατελείφθησαν Ἀθηναῖοι. διὰ τοῦτο οὖν φησὶν οὕτως ἀναχωρῆσαι αὐτοὺς, διὰ τὸ προέχειν ῥώμῃ τοὺς Ἀθηναίους.

ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μόνους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον καλῶς εὐθέως ἐπήγαγε ταύτην τὴν πεζομαχίαν· ἅμα γὰρ τοῖς κατὰ Σαλαμῖνα ἐγένετο. μόνους δὲ εἶπεν ἀντὶ τοῦ ὁμοίους ἔσχον τοὺς Λακεδαιμονίους διὰ τὸ πιθανόν· οὐ γὰρ ἠδύνατο εἰπεῖν· οὐδένας ἔσχον ὁμοίους ἐνταῦθα.

ἡ ἐν Οἰνοφύτοις ταύτης μέμνηται ἐν τῇ πεντηκονταετίᾳ Θουκυδίδης.

εἰ δέ ποθʼ ὕστερον καὶ προσέπταισαν εἰς τὴν τύχην ἀνάγει τὴν ἧτταν· τὸ γὰρ πταῖσμα ἐπὶ τῆς τύχης λέγομεν. οὐδʼ ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ περὶ ὧν εἶπεν ὁ Θουκυδίδης τὸν ἐπιτάφιον. ἀντιπῖπτον δὲ ἔλυσεν· ἀλλὰ πεζομαχοῦντες ἡττήθησαν. ὁ δὲ λέγει, πρῶτον μὲν σπανίως, ἔπειτα δὲ οὐδʼ ἐν ταῖς ναυσὶν ἀεὶ ἐνίκων, ἠτύχησαν γὰρ καὶ ἐν Αἰγὸς ποταμοῖς καὶ ἐν Σικελίᾳ.

ἀλλʼ οὐ Θεμιστοκλῆς γε οὐδετέρου— τοσοῦτον ἴσχυον ἀμφότερα ἐπειδὴ ἀπολογούμενος ὑπὲρ τοῦ ἡττηθῆναι πεζῇ ἔδοξε διαβάλλειν τὸ ναυτικὸν, ταχέως ἀνεῖλε τὸ λυπηρὸν, λέγων μήτε ἐν πεζομαχίᾳ μήτε ἐν ναυμαχίᾳ αὐτὸν ἡττηθέντα, ἀλλὰ μᾶλλον μετὰ θάνατον νικῶντα, ὅτι τῇ αὐτῇ δόξῃ ἐνίκων οἱ Ἀθηναῖοι.

τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, — καὶ δικαιοσύνης ἁπάσης οὐ μόνον κατὰ ἀναίρεσιν τῆς κολακείας αὐτὸν ἐπαινεῖ, ὅτι οὐκ ἦν κόλαξ, ἀλλʼ ἐπαινεῖ αὐτὸν καὶ ἐκ τῶν μορίων τῆς ἀρετῆς ὧν ἔσχε. τὴν τόλμαν δὲ εἶπεν, ὡς θαυμαστοτέρων τῆς ἀνδρείας καὶ σοφίας.

Μαρδόνιος μὲν ὑπὲρ βασιλέως καὶ Μαρδόνιον λεληθότως ποιεῖται μάρτυρα τῆς ἀρετῆς τοῦ Θεμιστοκλέους· οὗτος καὶ ὁπλίτης ἦν φοβερός.

ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς κατεσκαμμένην γὰρ εὗρον αὐτὴν ὑπʼ αὐτῶν τῶν Περσῶν· ἐμπρησθεῖσα γὰρ ἦν. φιλανθρωπίας δὲ τὰς εὐπραγίας λέγει. κυρίως γὰρ ἡ φιλανθρωπία ἐστὶν ἡ ἐλεημοσύνη.

οὐδενὶ τούτων ἐπῄρθησαν τὸ μεγαλόψυχον αὐτῶν ἐμφαίνει, ὅτι καὶ χρημάτων κατεφρόνουν.

τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο μᾶλλον εἵλοντο τὸν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἤπερ τὰ βασιλέως δῶρα ἐπὶ τῷ προδοῦναι τοὺς Ἕλληνας.

προσέταξαν δʼ ἐκποδὼν εἶναι παραχρῆμα ὥσπερ τι μέρος τιμωρίας εἶπε τὸ ἐκποδὼν γενέσθαι.

τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν ἐπειδὴ ἐδόκει κοινῶς τοὺς Ἀθηναίους ἐπαινῶν, μεταφέρει ἐπὶ τὸν Θεμιστοκλέα τὸν ἔπαινον. κυρίως γὰρ εἶπε καὶ τὴν μεγαλοψυχίαν· ἐπὶ γὰρ καταφρονήσεως χρημάτων εἶπε.

ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος δεύτερον εἶπεν ἐμπρησθεῖσαν τὴν πόλιν, μίαν μὲν ἐπὶ Ξέρξου, καὶ μίαν ἐπὶ Μαρδονίου· μετὰ γὰρ τὸ ἀναχωρῆσαι τὸν βάρβαρον ὁ Μαρδόνιος ᾔτει τοὺς Ἀθηναίους προδοῦναι τοὺς Ἕλληνας, ὑπισχνούμενος τὴν πόλιν αὐτοῖς ἀνοικιεῖν. ὡς δʼ οὐχ εἵλοντο, τὰ ὑπὸ Ξέρξου καταλειφθέντα ἐνέπρησαν καὶ οὕτως ἐλθὼν εἰς Πλάταιαν καὶ συμβαλὼν ἡττήθη. ἢ ὅτι πρώτην ἅλωσιν λέγει τὴν κατάληψιν τῆς πόλεως, ὡς καὶ ὁ Θουκυδίδης δύο ἀποστάσεις λέγει τοὺς Μιτυληναίους ἀποστάντας, μίαν μὲν, ὅτι ὅλως ἐβουλεύσαντο, δευτέραν δὲ τὴν ἔργῳ γινομένην.

τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος βαρέως εἶπε τὸ Ἀθήνηθεν, ὅτι, φησὶν, οὐκ ἐπέκλασεν αὐτοὺς ἡ τῆς πόλεως ἅλωσις, οὐδὲ κτῆμα γενομένης τῶν βαρβάρων ἠχθέσθησαν. ἐπειδή τις εἶπεν ὁ Λυκομήδης. Κυρσῖλος κατὰ Δημοσθένην· ὁ γὰρ Ἡρόδοτος Λυκίδην αὐτὸν ἦν καλῶν.

ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρατεύεσθαι τὰ καὶ τὰ ποιούσας μετὰ δεινότητος εἶπε τὴν λέξιν· τῇ γὰρ ἀποσιωπήσει πολλὴν ἐμφαίνει διαβολήν. αἰνίττεται δὲ ἴσως τὸ κοινὰς εἶναι τὰς γυναῖκας· τοῦτο γὰρ, φησὶν, ἔλεγεν ὁ Πλάτων, ἵνα πάντες ἀλλήλων ὦσι συγγενεῖς.

ἢ ταῦτα παιδεύων τοὺς παρʼ αὐτὸν συλλεγομένους ὡς ἐπὶ μαθητῶν εἶπε τὴν λέξιν, ἀποτεινόμενος πρὸς Πλάτωνα, ὡς τοὺς νόμους διδάσκοντα. συλλεγομένους δὲ τοὺς βουλομένους παρὰ τοῦ διδάσκεσθαι τὰ περὶ τῆς πόλεως.

ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ καὶ ἐν τῷ Παναθηναϊκῷ ἐλέχθη τὸ ὅμοιον, ὅτι φοβούμενοι Λακεδαιμόνιοι μὴ πεισθῶσιν οἱ Ἀθηναῖοι τοῖς Πέρσαις, λιμῷ πιεζόμενοι διὰ τὸ ἄπορον καὶ λεπτόγεων τῆς χώρας, ἧκον ὡς αὐτοὺς ἱκετεύοντες καὶ ἐπαγγειλάμενοι τρέφειν αὐτοὺς μέχρι τέλους τοῦ πολέμου. λεληθότως δὲ εἰς δειλίαν αὐτοὺς ἀποσκώπτει, ὅτι αὐτοὶ μὲν τοῖς Ἕλλησι βοηθεῖν οὐκ ἠδύναντο, ἱκέτευον δὲ τοὺς Ἀθηναίους, ὡσανεὶ ἔλεγεν, οἱ πεζομάχοι τῶν ναυμάχων ἐδέοντο.

ὡς οὐκ εἰδότας παρʼ οὕστινας πρεσβεύονται ἀντὶ τοῦ παρὰ τοὺς τὰ χρήσιμα μισοῦντας.

ἡ στήλη, ἣν ὕστερον τούτων ἔστησαν καλῶς εἶπε τὸ ὕστερον· τοῦτο γὰρ οὐκ ἔτι ἐν τῷ καιρῷ τοῦ πολέμου γέγονε. δείκνυσι δὲ ἀεὶ ἑαυτῷ παραπλήσιον ὄντα καὶ συμμεταβαλλόμενον.

τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤγαγεν καλῶς τὸ ἐκ Μήδων, ἵνα δείξῃ ὅτι καὶ τὸν χρόνον πολέμιον αὐτῶν ἡγοῦντο.

ἐγὼ μὲν οὐκ οἶδʼ ὅ τι τούτου ψήφισμα Πλάτων ἂν ἔγραψε κάλλιον, ἢ σεμνότερον, περὶ τοῦ αὐτοῦ πράγματος ἐνταῦθα φανερῶς ὀνομάζει τὸν Πλάτωνα, ἐπειδὴ θαρρεῖ τῷ παραδείγματι. εἶτα καὶ ἀσφαλῶς εἶπε, τὸ ψήφισμα εἰπὼν, οὐ δόγμα, οὐδὲ διάλογον· καὶ πάλιν περὶ τοῦ αὐτοῦ πράγματος εἰπὼν, καὶ οὐ περὶ φιλοσοφίας· οἷον εἰ περὶ μεγαλοψυχίας χρήματα, ὅτι φιλοψυχίαν προήγαγεν ὁ Πλάτων τὸ διδάσκειν περὶ ψυχῆς καὶ τῶν ὁμοίων.

τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγματε ἐνταῦθα τὸ ψήφισμα Θεμιστοκλέους φιλοσοφίαν ἐκάλεσε.

ὁ μὲν γὰρ τοῖς φύλαξιν ἀπεῖπε μὴ κτᾶσθαι χρυσὸν ἐν τῇ Πολιτείᾳ· ἵνα μὴ ἔρωτι τοῦ χρυσοῦ προδοῖέν ποτε. ὁ δὲ τὸν κομίσαντα τὸ ἐκ Μήδων χρυσίον λοιπὸν ἐνταῦθα καὶ τῆς Πλάτωνος φιλοσοφίας βέλτιον δείκνυσι τὸ τοῦ Θεμιστοκλέους ψήφισμα καὶ τῆς αὐτοῦ πολιτείας.

παραστήσαντες τῷ ἀγάλματι τῷ Μαραθωνόθεν ἀντὶ τοῦ στήσαντες ἐγγύς. καὶ ὁ Δημοσθένης δὲ προλαβὼν ἐπῄνεσε τοῦτο, μίαν στάσιν εἰπὼν τοῦ ἀγάλματος καὶ τιμωρίας τῶν προδοτῶν. τοῦτο λέγει, ἢ ὅτι ἐν Μαραθῶνι ἱστάμενον ἄγαλμα Ἀθηνᾶς ἔφερον εἰς ἀκρόπολιν· ἢ τὸ Μαραθωνόθεν νόει τὸ ἐκ τῆς ἐν Μαραθῶνι νίκης παρʼ Ἀθηναίων ἀνεγερθὲν τῇ θεῷ.

τῶν ἄλλων ἀναθημάτων τρία ἦσαν ἀγάλματα τῆς Ἀθηνᾶς Ἀθήνησι, τὸ Ἀριστεῖον, ἡ Παρθένος, τὸ τῆς Πολιούχου.

ἀμφοτέροις δέ μοι δοκεῖ τοῖς ἔθνεσι προσήκειν ἅπασιν ὑπὲρ Θεμιστοκλέους ψῆφον φέρειν ἀγαθὴν ἔθνη καλεῖ τὰ συστήματα, ἐπειδὴ οἶδε τὴν φύσιν διάφορον τῶν ἀνθρώπων, καὶ τοὺς μὲν χαίροντας ἐμπειρίᾳ, τοὺς δὲ μεγαλοφροσύνῃ καὶ εὐδοξίᾳ, ἀμφοτέροις ἔδοξε χρήσιμον τὸ ψήφισμα τοῦ Θεμιστοκλέους. τοῖς ἔθνεσι τοῖς συστήμασι.

ὅσοι τε γὰρ τὴν σωτηρίαν οἰκειότατον— τῶν ἐκείνου καλλίω παραδείγματα τοῦτο θέλει εἰπεῖν ὁ Ἀριστείδης, ὅτι καὶ οἱ σώζεσθαι βουλόμενοι παράδειγμα ἔχουσι Θεμιστοκλέα, καὶ οἱ μετὰ δόξης βουλόμενοι ἀποθανεῖν ὁμοίως καὶ τοῦτο ὑπὸ Θεμιστοκλέους ἔχουσι τὸ παράδειγμα. εἰπὼν ἀμφοτέροις τοῖς ἔθνεσι νῦν μερίζει εἴς τε τοὺς νομίζοντας τὴν σωτηρίαν κάλλιστον πάντων, καὶ εἰς τοὺς κρίνοντας κινδυνεύειν ὑπὲρ πατρίδος κάλλιον ἢ ζῆν· οὐ γὰρ πάντες Ἕλληνες ταυτὰ περὶ τούτων νομίζουσιν, ἀλλʼ οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο. εἰ δέ τις εἴποι, πῶς πᾶσιν Ἕλλησιν εἶπε, φαμὲν ὅτι οὐ πᾶσιν ἁπαξαπλῶς Ἕλλησι λέγει, ἀλλʼ ἐκείνοις, ὅσοι τὴν σωτηρίαν οἰκειότατον καὶ πρῶτον ἁπάντων νομίζουσιν.

τὴν εὐδοξίαν καλὸν οἱ ἀρχαῖοι λέγουσι τὸ ἔνδοξον· διὸ καὶ ἐπήγαγε τὴν εὐδοξίαν.

ὥστʼ ἀμφοτέροις ἂν τοῖς κριταῖς νικῴη δικαίως καὶ τοῖς σωτηρίαν ἄγουσι καὶ τὴν εὐδοξίαν. εἰπὼν δὲ ὄπισθεν τοῖς κρίνουσιν, οἰκείως ἐπήνεγκε πάλιν τοῖς κριταῖς.

καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων ἔφθασε ταύτην τὴν ἱστορίαν εἰπὼν ἐν τῷ προοιμίῳ, καὶ προέλυσε τὸ ἀντιπῖπτον ὅτι δεύτερον πάντες ἐπῄνεσαν τὸν Θεμιστοκλέα.

φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος λεληθότως καὶ ἀσεβεῖς δείκνυσι τοὺς Ἕλληνας καὶ ἐπιόρκους. περὶ τῶν ἀριστείων ἀριστεῖα λέγει τὰ ἐξαίρετα τῶν λαφύρων. ἔξεστι μέν τι ἄγνωμον ἐνταῦθα—ὑπὲρ Θεμιστοκλέους κατηγορεῖ τῶν Ἑλλήνων ἐνταῦθα ῥητορικῶς, καὶ μέμφεται τοὺς Ἕλληνας, καὶ ἀπολογεῖται ὑπὲρ αὐτῶν· ἄγνωμον μὲν γὰρ λέγει τὸ ἄδικον, ὅτι προετίμησαν ἑαυτοὺς Θεμιστοκλέους, εὐγνωμοσύνην δὲ λέγει τὸ δίκαιον, ὅτι δεύτερον ὡμολόγησαν τὸν Θεμιστοκλέα.

δεύτερον συνεξέπιπτον ἅπαντες ἀντὶ τοῦ κοινῇ συνεφώνουν. εἴρηται δὲ ὡς ἀπὸ μεταφορᾶς τῶν κύβων· οἱονεὶ εἰς ἕνα κύβον καὶ μίαν ψῆφον συνέπιπτον.

τοῦτο δʼ ἔστι μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν διότι ἕκαστος ἑαυτὸν φιλεῖ. ὥστʼ οὔτʼ ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο οὔτε γὰρ οὐδὲν ὠφέλουν ἑαυτοὺς πρώτους λέγοντες ἠριστευκέναι οὔτε ἐκτὸς συγγνώμης ἦσαν λέγοντες πρώτους ἑαυτοὺς προκεκινδυνευκέναι τῆς μάχης.

ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας ταύτην εὐγνωμοσύνην προεῖπε. θέσθαι δὲ ἀντὶ τοῦ ψηφίσασθαι.

ὥστε εἰ προείρητο ἐξ ἀρχῆς πάλιν καθʼ ὑπόθεσιν.

τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρʼ αὐτοῦ λαβὼν εἶχε ἀλήθειαν εἶπε τὸ πάντας εἰπεῖν ἑαυτῶν δεύτερον τὸν Θεμιστοκλέα. τὸ δὲ παρʼ αὐτοῦ εἶπεν, ἐπειδὴ καὶ αὐτὸς ἑαυτὸν ἤνεγκεν. εἶτα ἐπήγαγε καὶ τὸ δικαίως, ἐπειδήπερ ἐπὶ τῶν ἄλλων εἰπὼν ὅτι οἱ Ἕλληνες ἑαυτοὺς τοὺς πρώτους ἕκαστος εἶπε, καὶ τούτου τὴν φύσιν αἰτίαν εἶπε τὴν ἀνθρωπείαν, οὐ τὴν ἀλήθειαν, καὶ ἵνα μὴ περιπέσῃ αὐτῷ ὁ ῥήτωρ λέγων ὅτι οὗτος ἑαυτὸν πρῶτον εἰπὼν δικαίως εἶπε.

τὸ γὰρ ἄλλο τοῖς ἄλλοις ἐποίησε, μόνος τῶν ἄλλων δικαίως ἐπειδὴ ἕκαστος ἑαυτὸν πρῶτον τοῦ Θεμιστοκλέους ἐκάλει. ἐκάλεσε δὲ καὶ ὁ Θεμιστοκλῆς ἑαυτὸν πρῶτον, ἀλλʼ οὗτος μὲν δικαίως, ἐκεῖνοι δὲ ἀδίκως.

ὡς εἶδον τὸ συμβαῖνον λέγει τὴν σύστασιν αὐτὴν καὶ τὴν φιλονεικίαν, ὅτι φιλονείκως πρώτους ἑαυτοὺς ἔλεγον.

οὐδʼ ἐκεῖνα ἐπὶ πᾶσι δικαίοις ἐψηφίσαντο ἐκεῖνα λέγει τὸ δεύτερον ψηφίσασθαι· οὐδεὶς γὰρ ἔχειν πρῶτον ἑαυτοῦ τινα βούλεται.

τοσοῦτον ἁπάντων κατεγέλασεν γέλως γὰρ ἦν ἡ κρίσις αὐτὴ, ἣν ἐκρίναντο πρώτους ἑαυτοὺς λέγουσιν.

ἦλθεν εἰς Λακεδαίμονα ὥσπερ ἐπίτηδες βουλόμενος αὐτοὺς δοκιμάσαι πῶς ἔχουσι περὶ αὐτοῦ.

οὐ κατέσχον πρὸς τὴν ἐπιδημίαν αὐτοῦ ἀντὶ τοῦ οὐκ ἐκώλυσαν αὐτόν. ὅρα δὲ πῶς εἶπε τὰς λέξεις ἐπὶ θείου τινός.

τῶν παρʼ αὐτοῖς βασιλέων τῶν Ἡρακλειδῶν· ἐξ αὐτῶν γὰρ ἦσαν οἱ βασιλεῖς ἐκεῖ.

τῶν ὁπλιτῶν ἕνεκα ἢ διότι οὐ κατʼ ἤπειρον ἔχων ὁπλίτας ἐμάχετο.

ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων, ἃ μηδένα τῶν πώποτε ἀντιπάλοις λέγει οὐ τῇ γνώμῃ· οὔπω γὰρ ἦσαν ἐχθροί· ἀλλὰ τῇ τέχνῃ ἀντίπαλοι. τὸ δὲ ἄκοντες εἶπεν, ἐπειδήπερ εἶπεν ἄνω ὅτι αἰσχυνόμενοι προέπεμπον αὐτόν. τὸ ἄκοντες εἶπεν—αὐτόν. ἀντιπάλους Θεμιστοκλέους, οἶμαι, λέγει τοὺς Λακεδαιμονίους κατὰ τὴν τοῦ Πλάτωνος δόξαν· ἐκεῖνος γὰρ τὴν ὁπλιτικὴν σεμνύνει, εἰς ἣν πάντων προέχειν Λακεδαιμονίους φησὶν, ὅθεν καὶ ψέγει Θεμιστοκλέα ὡς κατὰ θάλασσαν Πέρσῃ βουληθέντα μαχέσασθαι. τὸ δὲ ἄκοντες λέγει, ἐπειδὴ ᾐδοῦντο τὴν ἀρετὴν αὐτοῦ, ὅθεν καὶ παρὰ γνώμην ἐτίμων.

τριῶν τοίνυν ὄντων καιρῶν καιρῶν εἶπε καὶ οὐ χρόνων. καιρὸν δὲ λέγει τὸν πρὸ τῆς μάχης, καὶ αὐτὸν τὸν τῆς μάχης, καὶ τὸν μετὰ τὴν μάχην. καὶ αὐτὸς δὲ ἐπιφέρει ἀνὴρ ἄριστος. καλῶς εἶπεν ἄριστον ἀπὸ τῆς ἀρετῆς.

πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους οὗτος ὁ πρῶτός ἐστι καιρός.

τάς τε πόλεις διήλλαξε εἰρήνευσε. τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα κατήγαγε γὰρ ἀπὸ τῆς ἐξορίας τὸν δίκαιον Ἀριστείδην.

συμβάντων δὲ τῶν ἀγώνων οὗτός ἐστιν ὁ δεύτερος καιρός.

καταστάντων δὲ τῶν πραγμάτων οὗτός ἐστι τρίτος καιρός.

Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν ἀντὶ τοῦ ἐχθράς· ἔδοξε γὰρ τὰς πόλεις τὰς μηδισάσας δεκατεῦσαι ἀλλʼ οἱ Ἀθηναῖοι ἐπέσχον ὕστερον καὶ Θεμιστοκλῆς.

πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν αὔξει τὴν συμφορὰν, ἵνα πλέον αὐξήσῃ τοῦ Θεμιστοκλέους τὸ κατόρθωμα.

οὔκουν ἡγεῖτο προσήκειν πάλιν τῆς γνώμης τοῦ Θεμιστοκλέους δηλοῖ τὸν ἔπαινον, εἰπὼν προηγεῖτο.

πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο ἀντὶ τοῦ ποῖος φιλόσοφος.

ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν ὅπερ ἐποίησεν ἐπὶ Μιλτιάδου καὶ Κίμωνος, μετὰ τὰ ἐγκώμια συνάψας τὴν ἀντίθεσιν, τοῦτο καὶ νῦν ποιεῖ. ἀντέπιπτε γὰρ αὐτοῦ ὅτι μηδισμὸν αὐτοῦ κατέγνωσε. τεχνικῶς δὲ ποιεῖ· μετὰ γὰρ τὸ συστῆσαι τὰ πρόσωπα τῶν ἐγκωμίων, τότε ἐπάγει τὰς ἀντιθέσεις τῶν ἐγκλημάτων, σαθρώτερα ταῦτα ποιῶν τῷ καιρῷ τῆς παρατάξεως. τοῦτο δὲ ὠφελήθη παρὰ τοῦ Θουκυδίδου· κἀκεῖνος γὰρ εἰσφέρει τὸν Κορίνθιον δημηγοροῦντα παρὰ ταῖς Ἀθήναις, καὶ μετὰ τὸ καταλέξαι τὰς εὐεργεσίας τὰς πρὸς Ἀθηναίους, τότε τὰ δοκοῦντα ἐγκλήματα περὶ Κερκυραίων εἰσάγοντα. ὅρα δὲ πῶς συμφορὰν εἶπε τὸ σύμβολον, καὶ οὐκ ἀδίκημα, ἵνα δόξῃ τῆς τύχης εἶναι τὸ πταῖσμα καὶ οὐ τῆς γνώμης. συνεσκευάσθη δὲ καὶ λέγει ὅτι οἱ Λακεδαιμόνιοι αἰσχυνόμενοι μόνον νομισθῆναι προδόται διὰ τὸν Παυσανίαν καὶ τὸν Θεμιστοκλέα συναίτιον αὐτῷ ἔλεγον. ὅπερ ἐποίησεν ὁ ῥήτωρ ἐπὶ Μιλτιάδου καὶ Κίμωνος, μετὰ τὰ ἐγκώμια τὴν ἀτυχίαν αὐτῶν ἐπενεγκὼν, ἐπὶ μὲν Μιλτιάδου τὴν κάθειρξιν, ἐπὶ δὲ Κίμωνος τὴν φυγὴν, τοῦτο κἀνταῦθα ποιεῖ· ἀντέπιπτε γὰρ αὐτῷ ἡ πρὸς τὸν Πέρσην φυγή. τεχνικῶς δὲ τὰ τοιαῦτα τίθησιν ὕστερον, ἀσθενῆ τοῖς προτέροις ποιῶν. ἔχει δὲ τὴν μίμησιν παρὰ Θουκυδίδου· κἀκεῖνος γὰρ εἰσφέρει τὸν Κορίνθιον δημηγοροῦντα παρὰ ταῖς Ἀθήναις, καὶ μετὰ τὸ καταλέξαι τὰς γενομένας παρὰ Κορινθίων εἰς Ἀθηναίους εὐεργεσίας ἐπάγοντα καὶ τὰ δοκοῦντα κατὰ Κερκυραίων ἐγκλήματα. ὅρα δὲ πῶς εἶπε συμφορὰν τὴν φυγὴν, ἵνα δείξῃ τύχης καὶ οὐ γνώμης ὂν τοῦτο. συνεσκευάσθη δὲ λέγει, ὅτι οἱ Λακεδαιμόνιοι αἰσχυνόμενοι νομισθῆναι προδόται διὰ τὸν Παυσανίαν καὶ τὸν Θεμιστοκλέα συναίτιον αὐτῷ ἔλεγον.

ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον, ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν πῶς εἶπεν ἐν τούτῳ χρείας, καίτοι εἰς αὐτὰ ταῦτα ἀντιλέγει τῷ Πλάτωνι. λέγει οὖν ὅτι ἀκριβέστερον ἐν τοῖς ἀγῶσι ταῦτα τηρεῖ· νῦν γὰρ περὶ μόνα τὰ ἐγκώμια καταγίνεται.

ἐπεὶ δʼ ἅμα τʼ ἔξω τῆς ὑποθέσεώς ἐστι δεινῶς δείκνυσιν ὅτι οὐδὲ ὅλως προσῆκον ἀπολογεῖσθαι.

τοσοῦτον ἐπιφθεγξάμενος ἀντὶ τοῦ μικρόν· ὡς ἀρκοῦντος μικροῦ λόγου πρὸς ἀπολογίαν.

ὅτι, ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προύκρινε τελευτᾶν ὑποσχόμενος τῷ Πέρσῃ ἵνα μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος στρατεύσας παραδοίη ταύτην αὐτῷ, μνησθεὶς, ὥς φασι, τῶν προτέρων ὑπὲρ τῆς Ἑλλάδος αὐτοῦ πράξεων καὶ ὥσπερ ὑπὲρ αὐτῶν αἰσχυνθεὶς κωνίου πιὼν ἑκὼν ἐτελεύτησεν.

οὐ τὴν σωτηρίαν αὐτὴν τὸ τιμιώτερον ἐν ἑαυτοῖς τέταρτον ἔταξεν, ἵνα δείξῃ πλέον αὐτὸ σεμνότερον.

οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν παραδοξότερον εἰσήγαγε καὶ θαυμαστὸν τὸ τοῦ βασιλέως ὄνομα. ἀλλʼ ἀντὶ τούτου ταῦτʼ ἐβουλεύσατο τουτέστιν ἀντὶ τοῦ διακονεῖν εἵλετο θάνατον. ὅρα πῶς εἶπε καὶ τὸ ἐβουλεύσατο, βουλόμενος δεῖξαι καὶ τὸ ἑκούσιον τοῦ θανάτου.

ἐγὼ μὲν οὖν οἶμαι καὶ ἱερέας καὶ ἱερείας ὅρα τὴν αὔξησιν διὰ τοῦ ἐγκωμίου, πῶς καὶ τὰ ἱερὰ γένη συνάγει ὑπὲρ τῆς Θεμιστοκλέους φύσεως.

κατὰ γοῦν ἐκείνους τοὺς χρόνους τοῦτο εἶπε διὰ τὰ Ῥωμαϊκὰ, ἵνα μὴ δόξῃ ἐπανάστασιν αὐτοῖς παρέχειν κατὰ Ῥωμαίων.

καὶ ἕως ἐξῆν ἕως ἐξῆν εἶπεν, ἢ διὰ τῆς πολιτείας, ἢ ἕως ἡ φορὰ ἠδύνατο φέρειν τοιαύτην φύσιν. καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτʼ ἐνεγκεῖν τὴν γῆν τἀγαθὸν ἀντιτίθησι μόνην τὴν φύσιν Θεμιστοκλέους τῇ τῶν ἄλλων καρπῶν φορᾷ.

οὔκουν ἐλάττω γʼ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης νομίζω γὰρ ὅτι, εἰ ἐγένοντο Ἀθηναίοις ἄλλοι τοιοῦτοι ἄνθρωποι, οἷος ἦν ὁ Θεμιστοκλῆς, πλέον εἶχεν ὠφεληθῆναι ἡ πόλις ἤπερ εἰ πλείω αὐτοῖς ἡ γῆ καρπὸν ἤνεγκε.

ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἂν ἔγωγε διὰ τῶν λέξεων ἐμφαίνει τὸ ἀναγκαῖον τῆς μαρτυρίας· μέλλει γὰρ εἰσαγαγεῖν τὸν Πλάτωνα μαχόμενον Αἰσχίνῃ μὲν τῷ Σωκρατικῷ, ἑταίρῳ δὲ Πλάτωνος.

σκεψώμεθα δὴ ποῖʼ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης, ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητὴς ῥητορικῶς σφόδρα καὶ τὸν διδάσκαλον ἕνα ὁρίζεται, καὶ αὐτὸς μίαν ἔχοντας ποιότητα προσώπων· φιλόσοφοι γὰρ ἄμφω· ἔστι δὲ Ἀλκιβιάδου διάλογος τοῦ Αἰσχίνου, ἔνθα ἐπαινεῖ τὸν Θεμιστοκλέα.

βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις Εὐρυβιάδου ἀντειπόντος.

ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα ταῦτα Θουκυδίδης φησί.

τίς ἂν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ τὸ συμπέρασμα καὶ ἡ συναγωγὴ τοῦ ἐπαίνου τοῦ Θεμιστοκλέους.

καὶ μηδέν γέ μου, ἦν δʼ ἐγὼ, ὦ Ἀλκιβιάδη, καταγνῷς ἐπειδὴ ἐνομίζετο ὡς ἄθεος καινὰ δαιμόνια παρεισφέρων, ἐδόκει δὲ καὶ τοῦτο ἄθεον τὸ λέγειν ὅτι αὐτὸς ἀπὸ ἰδίας συνέσεως κατώρθωσε, καὶ οὐ συμπράττοντος αὐτῷ τοῦ δαίμονος, ταύτην λύει τὴν περὶ αὐτοῦ ὑποψίαν.

κἀκεῖ καὶ παρὰ σοὶ, ὦ Πλάτων.

προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμάτων ἁπάντων προεῖπε γὰρ προστίθημι ἐκείνῳ ἐπιστήμην.

ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο οὐ δέχομαι τουτέστιν οὐ λέγω κατὰ σύνεσιν καὶ ἐμπειρίαν νικῆσαι τὸν βάρβαρον. προσθήκην δὲ αὐτὸ ἐκάλεσεν ὡς μικρόν.

ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις, ἐλέγχω ὁμολογεῖ ἀντὶ τοῦ συμφωνεῖ. εὐφήμως δὲ εἶπε τὴν λέξιν, ἵνα μὴ εἴπῃ τις ὅτι ἐναντία αὐτῷ λέγει.

εἰ μὲν γὰρ ἅπαντα ταῦτʼ ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος ὥσπερ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ ὁ Πλάτων· ἄλλων λόγων ἐπίδειξίς ἐστι τὸ λεγόμενον. δεινῶς δὲ αἰνίττεται ὅτι λόγων ἐστὶν ἀγὼν τὰ κατὰ Πλάτωνα, καὶ οὐκ ἀληθείας ἀπόδειξις.

ὁμολογείσθω τοῦτο τὸ εἶναι μόνων λόγων ἐπίδειξιν καὶ οὐκ ἀληθείας.

πάντως καὶ οὕτως ἀναίτιον τό γʼ ἡμέτερον ἴδιον ἑαυτοῦ πεποίηται τὸ κατὰ Θεμιστοκλέους πρᾶγμα.

καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγʼ οὐδέποτʼ ἂν θείην Αἰσχίνην Πλάτωνι ὥσπερ κόλακός ἐστιν ὁ λόγος.

μή ποτε οὕτω φιλονεικήσαιμι αἰνίττεται ὅτι τινὲς τῶν φιλοσόφων τὴν Αἰσχίνου λέξιν καὶ φράσιν τῆς Πλάτωνος προετίμησαν.

τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς ἦν λέγειν ὅρα πῶς δείκνυσιν αὐτοὺς ἃ ἤκουσε περὶ Θεμιστοκλέους, ταῦτα εἰπόντος καὶ οὐχ ἃ εἶδον, τὸ ψεῦδος τῶν ἐλέγχων δηλῶν.

ὁ δὲ τῆς φύσεως, οἶμαι, κέχρηται τῇ περιουσίᾳ πλούτῳ παραβάλλει τὴν φύσιν τοῦ Πλάτωνος, τὸ πλῆθος τῶν λόγων αὐτοῦ δηλῶν.

περὶ ὧν ὡμολόγηται μηδὲν ἐκεῖνον πραγματεύεσθαι λέγεται μηδὲν αὐτὸν γεγραφέναι, ἀλλὰ διὰ τῆς συνουσίας τὴν διδασκαλίαν ποιεῖσθαι.

τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν τῷ περιτιθέναι αὐτῷ τοὺς ἑαυτοῦ λόγους.

ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν οἱ ἀγῶνες. πληρώσας τὰ ἐγκώμια ἄρχεται λοιπὸν ἅπερ δοκεῖ ἀπολογίαν ἔχειν τὰ ἐγκλήματα ὧν αὐτοῖς ἐπιφέρει ὁ Πλάτων. δείκνυσι δὲ Ἀριστείδης δεινῶς φύσει μὲν οὐκ ὄντα ἐγκλήματα, μᾶλλον δὲ οὐκ ὄντα κατηγορήματα, βουλόμενος δεῖξαι τὸν Πλάτωνα ἐγκαλοῦντα τὰς συμφοράς. θαυμασίως γοῦν ὁ ῥήτωρ ἀρχόμενος τῶν ἀγώνων ἐπισημαίνεται καὶ διορίζεται ἀπὸ τῶν ἀνδρῶν τὰ ἐγκλήματα· φησὶ γὰρ, ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν, ὡς τούτων μὲν διαφερόντων τοῖς ἀνδράσιν, ἐκείνων δὲ ὄντων ἀλλοτρίων ὧν μέλλει ἐπιφέρειν. τίθησι τοιγαροῦν πρώτην ἀντίθεσιν τοῦ Πλάτωνος ὅτι κακοὶ ὄντες προσπεπόνθασι παρὰ τοῦ δήμου κακῶς, μεταφέρων τὴν αἰτίαν ἐπὶ τοὺς Ἀθηναίους, ὅτι οὐ δίκαιον τὴν Ἀθηναίων ἀδικίαν μεταφέρειν ἐπὶ τοὺς ἄνδρας. τῷ μέτρῳ δὲ τὸν Πλάτωνα παρελθεῖν βουλόμενος Ἀριστείδης πρὸς τὴν κατηγορίαν τὴν Πλάτωνος, μίαν οὖσαν τὸν ἀριθμὸν, τριπλῆν αὐτὴν ἀπολογίαν πεποίηται, καὶ λέγει μὲν ὑπὲρ τῆς τέχνης λόγους δύο, λέγει δὲ μετʼ ἐκείνων λόγον ἕτερον ὑπὲρ τῶν τεσσάρων ῥητόρων. εἶτα τρίτην ἐπιφέρει τὴν κοινὴν ἀπολογίαν. καὶ τινὲς αὐτὴν κοινὴν ἀξιοῦσι καλεῖσθαι διὰ τὸ κοινῶς ὑπὲρ τῶν τεσσάρων ἀπολογεῖσθαι ῥητόρων· τὸ δʼ ἀληθὲς, ἐπειδὴ κοινῶς ὑπὲρ τῆς τέχνης καὶ τῶν προσώπων τὴν ἀπολογίαν ποιεῖται, τὴν προσηγορίαν οὕτως ἐδέξατο. οἱ πρὸ ταύτης τῆς κοινῆς ἀπολογίας τέσσαρες λόγοι ὥσπερ παροιμία ταύτης δοκοῦσι καὶ τῆς τῶν ἀνδρῶν ἀνατροφῆς καὶ διαίτης καὶ πολιτείας ἔπαινοι καὶ διηγήσεις. ἡ δὲ κοινὴ ἀπολογία τοῖς ἀγῶσιν ἔοικεν· ἀπολογίας γὰρ ὑπὲρ αὐτῶν ἔχει καὶ λύσεις τῶν ἐπενεχθεισῶν αὐτοῖς κατηγοριῶν· καὶ γὰρ οἱ τέσσαρες ἐκεῖνοι λόγοι καὶ αὕτη εἷς ἐστι λόγος· διὸ καὶ οὕτως ὀνομάζεται παρὰ τῶν παλαιῶν ὁ ὑπὲρ τῶν τεσσάρων. εἰ δέ τις εἴπῃ, πῶς καὶ ἐν ἐκείνοις τοῖς λόγοις ἀπολογεῖται ὑπὲρ αὐτῶν; φαμὲν ὡς εἰ καὶ ἀπολογεῖται, ἀλλʼ οὐκ εἰς πλάτος ὥσπερ ἐνταῦθα, βραχέως δὲ καὶ κατὰ ἀνάγκην τοῦτο συμβὰν ὑπὸ τῆς τοῦ λόγου ἀπολογίας.

ἀπειροκάλως φιλοδόξως. εἴρηται δὲ ἀπὸ τοῦ ἀπείρους εἶναι τοῦ καλοῦ, ἤτοι τῆς ταπεινώσεως. ἢ ἀπειρόκαλοι οἱ ἀμέτρως καλυνόμενοι. τοιοῦτοι δὲ οἱ τῆς νεανικῆς ἡλικίας.

ἰσχυρίζεται δὲ ὁ Πλάτων.

ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν οὐκ εἶπεν ἐγκαλεῖν, ἀλλʼ ὀνειδίζειν. ὄνειδος μὲν γὰρ γένοιτο τοῖς ἀπὸ τύχης συμβαίνουσιν, ὡς Ἰσοκράτης.

ἀλλὰ μεμνῆσθαι τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα πανταχοῦ ἐνταῦθα μεταστατικὴν ποιεῖται τὴν ἀπολογίαν· μεταφέρει γὰρ τὴν αἰτίαν ἐπʼ Ἀθηναίους καὶ περιτρέπει εἰς αὐτοὺς τὸ ἔγκλημα, ὅτι αὐτοὶ μᾶλλον ἠδίκησαν τοὺς ἄνδρας, ἀδίκως αὐτοὺς τιμωρησάμενοι. τοῦ τί δὲ χείρων ἐγὼ ἐν τῷ Γοργίᾳ.

τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν, ἀφʼ ὧν προείλοντο, δίκαιον σκοπεῖν αὐτοὶ μᾶλλον ἠδίκησαν τοὺς ἄνδρας· οὐδὲ δίκαιον τῇ ἀδικίᾳ τιθέναι τὴν κατὰ τούτων βλασφημίαν, καὶ ταῦτα Πλάτωνα τυγχάνοντα, εἰδότα τῶν ἀνθρώπων τὴν φύσιν.

ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἵνα μὴ φανερῶς ὑβρίσῃ τὸν Πλάτωνα, ἐπὶ τοῦ ἰδίου προσώπου τὸν λόγον πεποίηται· οὐ γὰρ εἶπε σοὶ, ἀλλʼ ἐμαυτῷ. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπʼ αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν ἀντίθεσις παρὰ τοῦ Πλάτωνος. ἀλλʼ οὐκ ἂν, φησὶν, ἐτιμωρήσαντο αὐτοὺς, εἰ ἦσαν παρʼ αὐτῶν παιδευθέντες.

φησὶ ἐν τῷ Γοργίᾳ. οὐδʼ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι οὐ λέγει ἐξ ὧν ἀνθρώπων, ἀλλʼ ἐξ ὧν πραγμάτων· οἷον ἔμαθέ τις καὶ ἐπαιδεύθη τὸ δίκαιον. οὐκοῦν οὐκέτι μανθάνει ἐξ αὐτοῦ τοῦ δικαίου τὸ ἀδίκως ψηφίζεσθαι· οὕτως καὶ οἱ Ἀθηναῖοι, εἰ ἦσαν ὠφεληθέντες τὴν δικαιοσύνην, οὐκ ἔτι ἀδίκως ἐψηφίζοντο.

αὐτοὺς τοὺς Ἀθηναίους.

ἀλλʼ ὅτι μὴ πάντʼ ἐκείνοις ἐδυνήθησαν ὅμοιοι γενέσθαι καλῶς τὸ ἐκείνοις. ἔμφασιν ἔχει· οὐ γὰρ ἀνάγκη τοὺς μαθητὰς πάντας ὁμοίους τοῖς διδασκάλοις γίνεσθαι.

οὔτε γὰρ μὴ πάντʼ ἀναμαρτήτους γενέσθαι Δημοσθενικὸν τὸ ἐνθύμημα· μετὰ γὰρ τὸ ἐνεγκεῖν εἰς ἔλαττον τὸ ἁμάρτημα σπεύδει κἀκεῖνο περιελεῖν. καὶ ταῦτα ὄντας δῆμον καλῶς τὸ τοῦ δήμου ὄνομα προσέθηκεν· οὐ γὰρ δυνατὸν ἐνοχλεῖν, καὶ δῆμον εὑρεῖν ἀναμάρτητον· ὅπερ καὶ ἐν τῷ Μιλτιάδῃ προείρηκε.

ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον ἀπὸ κοινοῦ τὸ συγγνώμην.

Πλάτων τοίνυν, ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν, οὐδὲν ἐᾷ σκοπεῖν τὸ κακοῦργον ἐμφαίνει τοῦ Πλάτωνος. ἔοικε δὲ τὸ νόημα εἶναι ἀντιστατικόν· ἀντιτίθησι γὰρ αὐτῶν τοῖς ἁμαρτήμασι τὰ κατορθώματα.

ἃ δʼ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα ταῦτα γὰρ προαιρέσεως ἐγκλήματα· καὶ ἀντιτίθησι τῇ τύχῃ τὴν γνώμην.

τοὺς γραμματιστὰς τὸ τοῦ γραμματιστοῦ κοινόν ἐστι· λέγεται γὰρ καὶ ἐπὶ τῶν χαμαὶ διδασκάλων ὡς ἐν τῷ παρόντι, καὶ ἐπὶ τῶν γραμματικῶν, ὡς Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι. τοῖς παισὶ ἔοικε δεινῶς εἰρηκέναι τοῖς παισί· παίδων γὰρ ἴδιον τὸ σφάλλεσθαι.

ἐκ τῶν δυνατῶν ἀντὶ τοῦ καθόσον ἠδύναντο. ὁ δὲ Πλάτων λέγει ὅτι τὰ ἁμαρτήματα ταῦτα τῶν παίδων ἐστὶ καὶ οὐ τῶν διδασκάλων. αὐτῷ οὖν κέχρηνται. εἴ τι μὴ καλῶς ὕστερον, μηδὲ ὡς χρὴ γράφοιεν ἐφʼ αὑτῶν δείκνυσιν ὅτι ὕστερον καθʼ ἑαυτοὺς γενόμενοι ἐξήμαρτον.

ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα ταῦτα ἴδια τῶν φοιτησάντων εἰσὶν ἐγκλήματα. εἴτʼ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴτε μὴ ἀκριβῶς μαθόντων, εἴτε μετὰ τὸ μαθεῖν καταφρονησάντων.

οὐδὲ τὴν παρʼ ἐκείνου γε συντέλειαν κατεχρήσατο τῇ λέξει· συντέλεια γὰρ καλεῖται ἡ ἐκ πολλῶν εἰσφερομένη λειτουργία· ἢ συντέλειά ἐστιν ἡ ἐκ πολλῶν ἀγαθῶν ἕν τι χρήσιμον ἀπεργαζομένη· ὡς καὶ Δημοσθένης· δεῖ γὰρ τούτων τὸν διδάσκαλον πολυμαθῆ καὶ ἄφθονον καὶ σπουδαῖον εἶναι περὶ τοὺς νέους. οὐ μᾶλλόν γʼ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν ὥσπερ οὐ διὰ τοὺς δόντας ἀποροῦσιν ὕστερον ἀποροῦντες τροφῶν.

εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προυδίδαξαν τουτέστι τὸ μὴ ἀδικεῖν οὐκ ἠδυνήθησαν μαθεῖν παρὰ τῶν ῥητόρων. εἶτά φησιν ὅτι πάντα ἔμαθον παρὰ τὸ ἀδικεῖν.

τί τό γʼ ἐκπεφευγὸς τὸ μὴ δυνηθῆναι μαθεῖν· τοῦτο γὰρ σημαίνει τὸ ἐκπεφευγός.

ἀπώναντο ὠφελήθησαν.

οὕτως, ἅ γʼ ἐπείθοντο, σαφῶς ἄρʼ οἱ πείθοντες ἔπειθον καλῶς σφόδρα ἐκπέφευγε τοῦτο ῥητορικὴν ἔννοιαν· ἀλλʼ ἵνα Πλάτωνος μιμήσηται χαρακτῆρα, οὕτως ἐχρήσατο. ὥσπερ γὰρ ἐκεῖνος πολλοὺς ἐπεξιὼν λόγους ὕστερόν φησιν, οὐκοῦν, ἐὰν τὸ καὶ τί ἐστιν ἀθάνατος ἡ ψυχὴ, οὕτως καὶ αὐτὸς ἔπλεξεν.

καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας ἵνα μή τις εἴπῃ ὅτι διὰ τὸ μέγεθος τῶν ἐπιστημῶν τούτων οὐχ οἷόν τε ἐστὶν ἀκριβῶς πάσας παραλαβεῖν, προσέθηκε καὶ τὰς πάνυ φαύλας.

μηδʼ ὅμοιος ᾖ τῷ διδάξαντι δηλονότι τὴν τέχνην, οὐ τὸν τρόπον.

ὡς ἑκόντος ὑποστειλαμένου κρύψαντος. ὑποκρύψαντος, ὅτι ἐστὶ φθονοῦντος· πολλάκις γὰρ ἃ οἶδέ τις οὐ διδάσκει.

κἀπὶ τῶν τοιούτων ἰσχύοντα τουτέστιν ἐπὶ τῶν διδασκάλων καὶ μαθητῶν.

τὴν δὲ πολιτικὴν πολιτικὴν ἀρετὴν καλεῖ τὴν δικαιοσύνην· ἄλλο γὰρ ἐπιστήμη πολιτικὴ, ὅπερ κατηγορεῖ τούτων, ὅ ἐστι γνῶσις καὶ οἴκησις πόλεως· ἄλλο δὲ νῦν πολιτικὴν ἀρετὴν εἶπε, τουτέστιν ἀναντίλεκτον καὶ ὁμολογούμενον ἔγκλημα.

κατὰ φυλὰς καὶ κατὰ ἄνδρα τουτέστι κατὰ σύνταγμα καὶ κατὰ ἕνα, ἐπειδὴ οἱ προεστῶτες τῆς τῶν Ἀθηναίων πολιτείας κατὰ φυλὰς διεδίδουν τὸ θεωρικόν. οἱ δὲ τῆς φυλῆς προεστῶτες κατʼ ἄνδρα διένεμον τὸ τριώβολον. ὥσπερ οὖν, φησὶν, οὐδεὶς ἐγκαλεῖ τοῖς διανέμουσιν, ὅτι οὐ τὰς φύσεις κρίνοντες παρεῖχον, ἀλλʼ ἁπλῶς διένεμον, οὕτως δίκαιον ἐγκαλεῖσθαι τοὺς ῥήτορας, οἳ αὐτοὶ πᾶσιν Ἀθηναίοις ὁμοίοις οὖσι τὰς φύσεις προσῄεσαν. ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες τοῦτο γὰρ ἐξ ἴσου πᾶσιν ἐδίδοτο. αἰνίττεται δὲ ὅτι καὶ περὶ τοῦ ἔθους τῶν θεωρικῶν διαβάλλει Περικλέα ὁ Πλάτων. οἰκείως δὲ τῇ λέξει ἐχρήσατο περὶ τοῦ θεωρικοῦ.

τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς, ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε χυτρέως, τοῦ κεραμέως. ἡ δὲ τέχνη εὐχερὴς πρὸς διδασκαλίαν. ἀπὸ τοῦ ἥττονος οὖν ἔλαβε. λέγει δὲ ὁ Πλάτων ὅτι οὐ δεῖ τοῦ κεραμέως κατηγορεῖν, εἰ μὴ πάντας ἐδίδαξεν.

καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου διάλογος αὐτὸς Πλάτωνος. ἔστι δὲ ὁ Πρωταγόρας εἷς τῶν σοφιστῶν, οὓς διαβάλλει ὁ Πλάτων.

ἀνεγκλήτως ἀκατηγορήτως.

ὁ δῆμος ἐμμένει τῷ τοῦ δήμου ὀνόματι. καὶ μὴν ὁρῶμέν γε καὶ τοὺς ἰατροὺς ἐπειδὴ τὴν ἰατρικὴν ἐπαινεῖ Πλάτων, ἐντεῦθεν αὐτῷ παράγει τὸν λόγον. οὐχ ἁπλῶς δὲ ἡ παραβολή· μίαν γὰρ ταύτην τῆς ἀρίστης παρασκευῆς τοῦ σώματος. φησὶν οὖν ὅτι καὶ ὁ πάνυ τεχνίτης ἰατρὸς οὐ καθάπαξ ἐξαιρεῖ τὸ νόσημα.

ταῖς παντελέσι θεραπείαις ὅτι ὅλως ἔπαυσαν αὐτοὺς νοσοῦντας. τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι ἀκολουθεῖ γὰρ ταύτῃ τὰ νοσήματα. κἀνταῦθα δὲ Δημοσθενικὸν τὸ ἐπιχείρημα· Δημοσθενικῶς γὰρ οἰκονομεῖ· τὰς γὰρ αἰτίας ἀναγαγὼν εἰς τὸν δῆμον ἐξαιρεῖ καὶ αὐτοὺς τῆς αἰτίας, φάσκων οὐκ αὐτῶν εἶναι τὰ ἁμαρτήματα, ἀλλὰ τῆς κοινῆς φύσεως.

τῶν δυσχερῶν τῶν ἀδίκων καὶ λυπηρῶν.

κατασχεῖν ἀντὶ τοῦ κωλῦσαι. μηδʼ ἀθάνατα ἰάσαντο ἀνέμεινε τῇ τροπῇ τῆς ἰατρικῆς. τοῦ δήμου δὲ φύσεως εἶπεν, οὐ φύσεως μόνης· διὸ καὶ ἐπήνεγκε τῆς κοινῆς.

οὐκ ἀφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος οὐ περιγινόμενοι τοῦ παντὸς σπέρματος τῶν λυμαινομένων, οἵων βοτανῶν ἀγρίων καὶ τῶν ἄλλων. ἀφικνούμενοι περιγενόμενοι καὶ νικῶντες.

σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης ἐνταῦθα σπέρμα τὸ φυσικὸν δηλοῖ ἁμάρτημα. καὶ οὐ πάνθʼ ὑπήκουσεν αὐτοῖς ἀντὶ τοῦ ἠκολούθησε καὶ ὑπηρέτησε.

ἔσθʼ ἃ καὶ καθʼ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο μόνος γενόμενος. τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι μεταστατικῶς ἀγωνίζεται.

τῆς ἑτέρας μερίδος δηλονότι.

καὶ δῆτʼ ἔγωγʼ ἐνεθυμήθην, ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ὅτι ἐγὼ ἀπολογούμενος ὑπὲρ τῶν ῥητόρων καὶ ὑπὲρ Πλάτωνος ἀπολογοῦμαι. λέγει γὰρ ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ κατηγορεῖσθαι· καὶ διὰ τούτου δεικνύω ὅτι ἀνάξιος ἦν ὁ Πλάτων παθεῖν τινὰ παρὰ Διονυσίου. προσποιεῖται διʼ ὧν αὐτῷ προφέρει τὰς συμφορὰς, καὶ διὰ τούτων ὑπὲρ αὐτοῦ μᾶλλον ἀπολογεῖσθαι· οὐ γὰρ αἱ συμφοραὶ προαιρέσεως ἔγκλημα. ἐντεῦθεν εἰσβάλλει εἰς τὴν ἠθοποιίαν τὴν θρυλλουμένην. ᾐτιάσαντο δέ τινες αὐτὸν ὡς Πλάτωνος κατηγοροῦντα, ἀγνοοῦντες ὅτι ἠθικῶς καὶ ἐσχηματισμένως, καὶ ὡς ὑπὲρ αὐτοῦ τὸν λόγον ποιησάμενος φαίνεται. καὶ αὐτῷ τῷ Πλάτωνι συμφερόντως ἀπολύεται τὰς αἰτίας ταύτας· καὶ ἅστινας σαφῶς κατηγορῶν δίδωσιν ἀφορμὰς κατʼ αὐτοῦ, εἰ θέλει τις μιμησάμενος διαβάλλειν αὐτόν. καθʼ ὑπόθεσιν τὸ ἐπιχείρημα, ἵνα μὴ διὰ τοῦ προσώπου δοκῇ διαβαλεῖν τοῖς ἀνδράσι τὸν λόγον, Δημοσθενικῶς ποιῶν. κατηγοροῦσι δὲ Ἀριστείδου, ὡς ὑβρίζοντος τὸν Πλάτωνα· ἀλλʼ ἀγνοοῦσιν ὡς ἐσχημάτισται αὐτῷ πανταχοῦ τὰ τῆς ἠθοποιίας, καὶ ἠθικῶς καὶ ἐσχηματισμένως φαίνεται μεταχειρισάμενος, καὶ οὐκ ἐκ τοῦ φανεροῦ ὑβρίζων τὸν φιλόσοφον. ἤδη οὖν προθεραπεύει τὴν διαβολὴν, λέγων ὅτι αὐτῷ τῷ Πλάτωνι λυσιτελούντως ἀπολύομαι τὰς αἰτίας· μέλλει γὰρ προφέρειν τὰς συμφορὰς καὶ τὰς ἀτιμίας, ἃς ὑπέστη παρὰ Διονυσίου, τοῦ Σικελίας τυράννου.

εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι ὥσπερ αὐτὸς κατηγόρησε τῶν ῥητόρων, καὶ ἡμεῖς αὐτοῦ κατηγορήσομεν.

καθάπερ τὸν Πρωτεσίλαον φασὶ, παραιτησάμενον τοὺς κάτω, γεγενῆσθαι μετὰ τῶν ζώντων ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγει δὲ ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ, ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων κατὰ τῆς Τροίας ἐλθεῖν, καὶ πρῶτος ἐπιβὰς τῆς Τροίας ἐτελεύτησε καὶ φασὶν ὅτι τοὺς κάτω δαίμονας ᾐτήσατο, καὶ ἀφείθη μίαν ἡμέραν, καὶ συνεγένετο τῇ γυναικὶ αὑτοῦ.

ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν Εὔπολις ἐποίησεν ἀναστάντα τὸν Μιλτιάδην καὶ Ἀριστείδην καὶ Γέλωνα καὶ Περικλέα. ἐν τούτοις οὖν ἔνεισι δύο, φησὶ, Περικλῆς καὶ Μιλτιάδης. λέγει δὲ Εὔπολις οὕτως «Καὶ μηκέτι ἄναξ Μιλτιάδῃ καὶ Περικλεῖ, ἐάσατʼ ἄρχειν μειράκια κινούμενα ἐν τοῖσι σφυροῖσιν ἕλκοντα τὴν στρατηγίαν.»ἐν οἷς δύο τούτων ἔνεισιν Θεμιστοκλῆς καὶ Περικλῆς.

ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι ὡς ῥητορικώτερον ὄντα τῶν ἄλλων. καὶ τοῦ Θεμιστοκλέους δὲ προσέθετο, ὡς καὶ αὐτὸν ὄντα ῥήτορα· Μιλτιάδης δὲ καὶ Κίμων στρατηγικοὶ μᾶλλον ἐτύγχανον.

ἐπανήσομεν ὑποχαλάσομεν.

τὸν ξύοντα δʼ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δήπου δίδωσι ἀντὶ τοῦ οὐδὲ ὄνος καρτερεῖ δακνόμενος· καὶ γὰρ ἐπὶ τῶν ὄνων ἡ παροιμία. τοῦτο δὲ εἶπε διὰ τὸ ἀντικνήθειν ἀλλήλους τοῖς ὀδοῦσι. βούλεται οὖν εἰπεῖν ὅτι, εἰ καὶ τοῖς ὄνοις δίδοται, πολλῷ πλέον τοῖς λέουσιν ἀπεικάσαι. τὸν ξύοντα ἀντιξύειν παροιμία ἐστὶν ἐπὶ τῶν ἀμυνομένων, ἢ ἀμειβομένων. εἴληπται δὲ ἐκ τῶν ὄνων, οἳ δακνόμενοι ὑφʼ ἑτέρων ὄνων αὐτοὶ τοὺς δάκνοντας ἀντιδάκνουσι, κνήθοντές τε καὶ κνηθόμενοι.

Περικλέα δὲ, κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι ἐν διανοίᾳ ποιεῖται τὸν Περικλέα λέοντα, ἢ διὰ τὴν ὄψιν τῆς μητρὸς αὐτοῦ, ἢ τοὺς τοιούτους εἰώθασιν ἀπεικάζειν λέουσιν. Ὅμηρος τοὺς θαυμαστοὺς τῶν ἡρώων λέγειν ἀπεικάζει, οἷον Ἀχιλλέα, ἢ Αἴαντα· εἰκότως δὲ τοῦτο περὶ Περικλέους εἶπεν· ἐγκυμονοῦσα γὰρ αὐτὸν ἡ μήτηρ λέοντα τεκεῖν ἔδοξε, καὶ ἐπὶ τῷ ὁράματι τούτῳ ἔτεκε Περικλέα, ὡς καὶ οὗτος ἐν τῷ ὑπὲρ αὐτοῦ τοῦ Περικλέους λόγῳ φησίν.

ὥστε τοσοῦτόν γʼ ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον—μὴ κεκωλύσθαι διδάσκειν ὥστʼ ἔξεστι τῷ Περικλεῖ ἀντιβλασφημεῖν πρὸς τὸν βλασφημήσαντα. ὅσῳ δὲ βελτίων τοῦ ὄνου ὁ λέων, Περικλῆς δὲ λέων, ἢ ὄνος. τοσοῦτον ἐξέσται μεταδοῦναι παρρησίας τῷ Περικλεῖ ὡς τὸ εἶναι αὐτὸ μὴ κεκωλύσθαι λέγειν ὑπὲρ αὐτοῦ, ὅσον εἰ μηδὲ ἀπὸ τοῦ Πλάτωνος ἐκ τοῦ αὐτῶν ἐνῆν κεκωλύσθαι διδάσκειν ὑπὲρ αὐτοῦ. ἢ οὖν τὸν Περικλέα λέγει, ἢ τὸν Πλάτωνα· ἔστι γὰρ ἐπʼ ἀμφοτέρων λαβεῖν· ἐπὶ μὲν τοῦ Περικλέους, ὅτι οὐδὲ τοῦτο δεῖ κωλύειν τὰς συμφορὰς καταλέγειν· τὸ γὰρ μὴ ἐπίρρημα πλεονάζει παρὰ τοῖς Ἀττικοῖς· ἐπὶ δὲ Πλάτωνος, ὅτι οὐδʼ αὐτὸς ὀφείλει συμφορὰς καταλέγειν. ἢ οὕτως· εἰ τῷ Πλάτωνι, φησὶν, οὐ γίνονται κωλύματα τῆς ἀπολογίας αἱ συμφοραὶ, ἃς ὑπέστη, οὐκοῦν οὐδὲ τῷ Περικλεῖ. συμφορὰν δὲ λέγει τὸν περὶ Σικελίαν πλοῦν.

ἐκεῖνον τὸν Πλάτωνα.

οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως συκοφαντεῖ βεβαιώσει εἰ γὰρ τὸ λέγειν συμφορὰς συκοφαντεία ἐστὶν, εἰ δὲ συκοφάντης ὁ Πλάτων, πολλὰς τῶν ἀνδρῶν συμφορὰς καταλέξας περιτρέπει εἰς ἑαυτὸν τὸ ἁμάρτημα.

δεξιόν τι νομίζειν κελεύσει κατὰ συνεκδοχὴν λάμβανε, εἰς τὸ πῶς εἰρηκέναι γʼ αὐτόν. δέον δὲ οὕτω τὸν λόγον ποιήσασθαι· φέρε γὰρ εἰ ἀνάστασιν εὕραντο, ἔπειτα προστησάμενοι τὸν Περικλέα εἰς λόγον πρὸς σὲ κατέστησαν, τοιαῦτʼ εἶπον ἄν· ἡμεῖς, ὦ Πλάτων, καὶ τὰ ἑξῆς· οὕτω δέον εἰπεῖν· ὁ δὲ πολλὰ θεὶς διὰ μέσου, ἐπανάληψιν ἐποιήσατο, καὶ φησίν· ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον εἶπον ἄν.

ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ ὁ μὲν σοφιστὴς Ἀφθόνιος εἰδωλοποιίαν αὐτὴν καλεῖ, ὅτι τετελευτηκότα, φησὶ, ποιεῖ διαλεγόμενον, οὐ καλῶς λέγων· εἰδωλοποιίαν μὲν γὰρ ἐποίησεν Ὅμηρος ἐν Ὀδυσσείᾳ. εἰδωλοποιία δέ ἐστι τοῦ ὥσπερ τὸ εἴδωλον, τουτέστι τὸ ἀφομοίωμα, διαλέγεσθαι. ὁ δὲ Θέων προσωποποιίαν τὴν αὐτὴν λέγει· ὅτι ἡ προσωποποιία ἐστὶ τὸ τὴν τοῖς ἀψύχοις περιθεῖναι φωνήν. ἄψυχοι δὲ οἱ τετελευτηκότες. προσωποποιία οὖν ἐστιν. ὁ δὲ Σώπατρος ἠθοποιίαν αὐτήν φησι λέγει, ὅτι οὐχ ὑπέθετο αὐτοὺς λαλοῦντας ἐκ τῶν κάτω, ἀλλʼ ὡς ὄντας αὐτοὺς, καὶ λέγοντας· βιοῦντας γὰρ αὐτοὺς ποιεῖ τὴν πρώτην ἡμέραν· εἰ δὲ τὴν τῶν ζώντων προσωποποιίαν ἐποίησε, λείπεται πᾶσαν ἠθοποιίαν προσωποποιίαν εἰπεῖν.

κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορὰ ἐπειδὴ διάφορα τὰ κέρδη, αὔξει τῇ ποιότητι τοῦ κέρδους τὸν ἔπαινον.

ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι ζῶντες φησί. καλῶς δὲ ἔχει ὁ καὶ σύνδεσμος· δηλοῖ γὰρ ὅτι οὐκ ἀποστερεῖ τὸν Πλάτωνα ἐπαίνων.

εἰκὸς μέν σέ γʼ ἄμεινον ἡμῶν ἐπίστασθαι τὸ σύγγραμμα. οὐ γὰρ ἡμεῖς γʼ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν καθάπτεται Πλάτωνος ἐνταῦθα βαθέως. εἶτα ὥσπερ τὸ πικρὸν θεραπεύει τῆς ὕβρεως· οὐ γὰρ ἡμεῖς, φησὶν, ἐπεδημήσαμεν τῇ Σικελίᾳ.

ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδὲν ἀκόλουθον ἦν εἰπεῖν, οὐκ ἔχομεν περὶ φιλοσοφίαν, ἀλλʼ ἐπὶ τοῦτο, ὅτι τοῦ βαρβάρου ἥκοντος παρῄνει Θεμιστοκλῆς, μὴ φεύγειν εἰς Σικελίαν, καὶ Περικλῆς, ἀρχὴν μὴ ἐπικτᾶσθαι.

εἰ καὶ μὴ ἑκόντα, ἀλλὰ καὶ ἄκοντα, — καὶ ἀκουσίων πεῖραν λαβεῖν ἐμφαίνει τὰς ἀπὸ Διονυσίου ὕβρεις εἰς αὐτὸν γενομένας.

ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους νομισθέντα λέγεται γὰρ εἶναι τοῦτο δεινόν. αἰνίττεται δὲ τὴν Χάρυβδιν.

φέρε δὴ πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης τοῦτο τὸ κῶλον τῆς ἠθοποιίας βαρύτατόν ἐστι· διαβάλλει γὰρ αὐτὸν ὡς τρυφητήν.

εἴτε Μίθαικος αὐτὴν, εἴτε καὶ ὁστισοῦν παρετίθει τὸ παρετίθει ἀντὶ τοῦ συνέγραφεν. ὡς ἐπὶ τραπέζης δὲ τοῦτο. τὸ δὲ ὁστισοῦν, ἐπειδὴ παραβάλλει αὐτοὺς καὶ Θεαρίωνι καὶ Σαράμβῳ· ἦν δὲ ὁ μὲν Θεαρίων ἀρτοποιὸς, ὁ δὲ Σάραμβος κάπηλος.

εἰ μὲν βούλει, τὸν Ἑρμοκράτους αὐτὸς γὰρ στρατηγὸς ᾑρέθη ὑπὸ τῶν πολιτῶν κατὰ Ἀθηναίων, καὶ μετὰ τὰς εὐεργεσίας καθεῖλον αὐτὸν, καὶ ἐξέβαλον τῆς πόλεως. μετὰ ταῦτα καὶ τὸν τούτου υἱὸν ἐχειροτόνησαν στρατηγὸν κατὰ Χαλκιδέων. οὗτος οὖν ὁρῶν τὰ δεινὰ τὰ κατὰ τοῦ πατρὸς τὴν πολιτείαν αὐτῶν εἰς τυραννίδα μετέστησεν. ὃν Θουκυδίδης δημηγοροῦντα συνετὸν ὑποτίθεται ἐν τῇ τετάρτῃ, ὁμοίως δὲ ἐν ἕκτῃ, ὡς Ἀθηναίους κατηγωνίσατο. τούτου ὁ υἱὸς ὁ πρῶτος Διονύσιος· ὁ γὰρ Ἑρμοκράτους Διονύσιος Διονύσιον ἄλλον τέτοκεν.

οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο δοκεῖ μὲν ἐκείνους μέμφεσθαι ὡς μὴ δυνηθέντας ὠφεληθῆναι, αὐτὸν μᾶλλον ὠφελῆσαι μὴ δυνάμενον. καίτοι διελέγου δήπου πρὸς αὐτοὺς ἠθικῶς εἶπεν.

τί τῶν θείων, ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο ὅτι οἱ τύραννοι καὶ εἰς θεοὺς ἀσεβεῖς καὶ εἰς ἀνθρώπους ἄδικοι.

ἔσχεν ἐγένετο.

εἰ δὲ μὴ τῶν Ἑλλήνων τισὶ, τῶν βαρβάρων τίνι τῶν ἐν Σικελίᾳ ὄντων Σικελιώτης μὲν γὰρ ὁ Ἕλλην, Σικελὸς δὲ ὁ βάρβαρος, ὡς δηλοῖ Θουκυδίδης.

ἡ σὴ πολιτεία ἡ μετὰ σοῦ διατριβή.

τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἔξω Ἰταλίας οὗτοι καὶ Σικελίας.

καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ εἰς ἀγαθοὺς συμβούλους· καὶ τὸ σχῆμα διλήμματον. διλήμματον τὸ σχῆμα. διαφέρει δὲ τοῦ ἀντικειμένου, ὅτι τὸ μὲν ἀντικείμενον δύο ἔχει τὰς προτάσεις, καὶ δύο τὰ συμπεράσματα. τὸ δὲ διλήμματον δύο μὲν τὰς προτάσεις ἔχει, ἓν δὲ τὸ συμπέρασμα, ὥστε κατὰ μὲν τὴν ἀρχὴν συγγενῆ τὰ δύο σχήματα, κατὰ τὸ τέλος δὲ ἀνόμοια.

τῶν ἐν ταῖς ἐξουσίαις ὄντων.

ἐν ἀμφοτέροις ἐν ἡμῖν καὶ ἐν σοί.

πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι ἐπειδὴ ἔδειξεν ἰσάζοντα τὰ πράγματα, συγκριτικῶς διαλέγεται καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῶν πραγμάτων.

ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν σύ.

πότεροι πλέον προυβιβάσαμεν; τοὺς ἀκούοντας. προυβιβάσαμεν ἐδιδάξαμεν.

καὶ μὴν ἐκείνοις μὲν, πλὴν ἴσως ὀλίγων, ἅπανθʼ ἡμάρτηται ὅτι οὐκ ἀνεῖλον αὐτόν. διὰ δὲ τὸ πωλῆσαι λέγει τὸν Πλάτωνα.

τοῖς δὲ μεθʼ ἡμῶν ἅπαντα κάλλιον, πλὴν ὀλίγων, ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται τὸ καλῶς χρῆσθαι τοῖς ῥητοῖς. τῷ καλῶς χρήσασθαι τοῖς ῥήτορσιν.

εἰ δʼ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν ἐπειδὴ ἀντέπιπτεν αὐτῷ· ἀλλʼ εὐφυέστεροι Ἀθηναῖοι.

ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότα ἐστὶ μᾶλλον ἢ δεδρακότα εἰσάγει Σοφοκλῆς ἔν τινι δράματι τινὰ λέγοντα ὅτι πέπονθα μᾶλλον ἤπερ ἔδρασα κακῶς· ἐν οἷς γὰρ ἡμάρτανον, ἔπασχον μᾶλλον ἤπερ ἔδρων.

πεπονθότα ἐστὶ μᾶλλον ἢ δεδρακότα ἐναλλαγὴ πτώσεώς ἐστι· συνεχῶς γὰρ τὴν αἰτιατικὴν ἀντὶ γενικῆς λαμβάνουσιν, ὥσπερ καὶ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ τῷ τὴν δικαίαν φιλανθρωπίαν ἐνοῦσαν, ἀντὶ τοῦ τῆς δικαίας φιλανθρωπίας οὔσης. καὶ ἐνταῦθα οὖν· ἀλλὰ ταῦτα μᾶλλον πεπονθότων ἐστὶν ἢ δεδρακότων.

μὴ ἄρʼ οὐ Πολυκράτης τὴν ἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα ἀντὶ τοῦ οὐ πάνυ εὐτυχής. ἡ δὲ ἱστορία παρʼ Ἡροδότῳ. οὗτος ὁ Πολυκράτης Σαμίων τύραννος ἦν, πάνυ εὐτυχής. ἡ δὲ ἱστορία παρʼ Ἡροδότῳ. ἔξωθεν δὲ τύχην λέγει, ἐπειδὴ ἡ μέν ἐστι περὶ τὰ ἔξω, ἡ τοῦ πλούτου, καὶ τῆς δόξης, καὶ τῶν τοιούτων· ἡ δὲ περὶ τὰ ἔνδον, τουτέστι τὴν ψυχὴν, οἷον αἱ ἀρεταί. θέλει δὲ εἰπεῖν ὡς οὐδὲ αὐτὸς οὕτως εὐτυχὴς, ὡς Πολυκράτης, ὑπῆρχες, ὡς μὴ περιπεσεῖν δυστυχίᾳ. τὴν ἔξωθεν τύχην τὴν ἔξωθεν τύχην λέγει, ἐπειδὴ ἡ μέν ἐστι περὶ τὰ ἔξω, ἡ δὲ περὶ τὰ ἔνδον· καὶ ἡ μὲν περὶ τὰ ἔξω ποιεῖ λαμπρὸν, πλούσιον, ἡ δὲ κατὰ ψυχὴν δίκαιον, σώφρονα, καὶ συνάπτει τῷ θεῷ.

εἰ μὴ σὲ ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο, τῶν Πυθαγορείων Ἀρχύταν λέγει. τὸ δὲ ἐξῃτήσατο, ἔσωσε τοῦ μὴ ἐμβληθῆναι εἰς τὰς λιθοτομίας· οὐδὲ γὰρ λέγει ὅτι ἔλαβε καὶ ὁ Ἀρχύτας παρὰ τοῦ Διονυσίου· ἐπάγει γὰρ μετʼ ὀλίγον· καὶ παραδίδωσι δή σε ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, κελεύων πωλῆσαι, δηλονότι Διονύσιος· οὐδὲ γὰρ ὁ Ἀρχύτας, ὁ σώσας αὐτὸν ἠνείχετο πωλῆσαι αὐτὸν ὕστερον. ἀνὴρ Ἰταλιώτης ὁ Ἀρχύτας. ὥσπερ σὺ φὴς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα, μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε ἕνα λέγει τὸν Μιλτιάδην· ὅτε γὰρ ἐκρίνετο ἐπὶ τῇ Πάρῳ, ἠθέλησαν αὐτὸν κατακρημνῆσαι. ὁ δὲ πρύτανις εἰσελθὼν ἐξῃτήσατο αὐτόν. ἡ δὲ αἰτία τῆς Πάρου αὕτη ἦν· καταδουλοῦσθαι τὰς νήσους τοῖς Ἀθηναίοις, καὶ ἐξελθὼν εἰς Πάρον πρώτην, καὶ παρελθὼν τὸ ἱερὸν μεμολυσμένος αἵματι τῶν πολεμίων· οἱ μέν φασιν ὡς βέλει ἐβλήθη, οἱ δʼ ὡς ἀπὸ τοῦ τείχους κατηνέχθη. κατεαγεὶς οὖν τὸν μηρὸν ὑπέστρεφεν ἄπρακτος· διὸ ἐκρίνετο. τὸν δὲ πρύτανιν καλεῖ Δημοσθένης καὶ ἐπιστάτην.

οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα, τοῦ πορθμοῦ τὴν Χάρυβδιν λέγει, ἣν παραβάλλει τῇ Στυγί.

προσηλῶσθαι ἐσταυρῶσθαι. μεγίστη δὲ ἦν τιμωρία τὸ προσηλῶσθαι.

ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ οὐχ ἁπλῶς, ἀλλʼ οὓς ἐπαινεῖ ὁ Πλάτων.

ὥσπερ ἀνδράποδον τῶν ἐπʼ ἐξαγωγῇ ἐπὶ τῶν φαύλων ἀνδραπόδων τοῦτο ἦν παρʼ Ἀθηναίοις.

καὶ τῶν τριήρων οὐσῶν ἃς διαβάλλει Πλάτων, ὡς κακοῦ ὄντος τοῦ ναυτικοῦ.

ἐν πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ δευτέραν τῶν πασῶν λέγει, ὅτι ἣν συνέγραψε πολιτείαν ὁ Πλάτων προκρίνει πασῶν, καὶ τῆς τῶν Λακεδαιμονίων. μετὰ δὲ τὴν ἑαυτοῦ ἀρίστην κρίνει τὴν Λακεδαιμονίων.

μᾶλλον δὲ τὰ πρῶτα τῶν οὐσῶν ἐπειδὴ ἡ κατὰ Πλάτωνα πολιτεία οὔπω ὑπέστη. λέγει οὖν ὁ Ἀριστείδης ὅτι τῶν οὐσῶν πασῶν προκρίνεις τὴν Λακεδαιμονίων. πρώτην δʼ ἐπαινεῖ Πλάτων τὴν ἀριστοκρατίαν, δευτέραν δὲ τὴν βασιλείαν, τρίτην τὴν ὀλιγαρχίαν, τετάρτην τὴν δημοκρατίαν, πέμπτην τίθησι τὴν τυραννίδα. δευτέραν οὖν εἶπεν οὐ πρὸς τὰς ἄλλας, ἀλλὰ πρὸς τὴν Πλάτωνος, ἣν συνέγραψε, πρώτην δὲ ὡς πρὸς τὰς οὔσας ἐν ἀνθρώποις.

ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος ὁ Πόλλις. οἱ ἀρχαῖοι τοὺς μὲν τῶν Λακεδαιμονίων ἄρχοντας ναυάρχους ἐκάλουν, τοὺς δʼ Ἀθηναίων ἄρχοντας στρατηγούς. δηλοῖ δὲ τοῦτο Θουκυδίδης ἐν τῇ τετάρτῃ. ὁ μέντοι Ἀριστείδης καὶ ἐπὶ Ἀθηναίων καὶ Λακεδαιμονίων χρῆται τῷ ὀνόματι, ὡς ἐν τῷ Παναθηναϊκῷ. ἐχειροτονεῖτο δὲ παρὰ Ἀθηναίων κατʼ ἐνιαυτὸν ὁ ναύαρχος, καὶ οὐκ ἐξὸν ἦν πρὸ τοῦ καιροῦ ἀλλαγῆναι.

κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο, εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη κατὰ τὸν Πελοποννησιακὸν τῶν Αἰγινητῶν ἐκπεσόντων ὑπὸ Ἀθηναίων καὶ αὐτῶν Ἀθηναίων ἀποίκους πεμψάντων, ὕστερον οἱ Λακεδαιμόνιοι περιγενόμενοι τοὺς ἐν Αἰγίνῃ Ἀθηναίους ἐξέβαλον καὶ Αἰγινήταις παραδεδώκασι. καὶ τότʼ Αἰγινῆται ψήφισμα ἔγραψαν τὸν ἁλόντα ἐν Αἰγίνῃ Ἀθηναῖον τεθνάναι. ὁ τοίνυν Πόλλις ἐλθὼν εἰς Αἴγιναν ἐβόα, λέγων Ἀθηναῖον πωλεῖν. συνελθόντες ἐκεῖνοι κατὰ τὸ ψήφισμα ἠβουλήθησαν αὐτὸν ἀποκτεῖναι. παρὼν δὲ ὁ Ἀννίκερος εἶπε· τὸ μὲν ψήφισμα περὶ ἀνθρώπου λέγει, Πλάτων δὲ μείζων ἢ κατὰ ἄνθρωπον. καὶ οὕτως ὠνήσατο. τοῦτο γὰρ ἔδοξε τοῖς Λακεδαιμονίοις ποιῆσαι, ἡνίκα ἠδυνήθησαν ἀποσπάσαι αὐτὴν τὴν Αἴγιναν ἀπὸ τῶν Ἀθηναίων, ἵνα, φησὶ, μὴ πάλιν ἀρχὴν λάβωσιν Ἀθηναῖοι τοῦ ἀποσπάσαι ἡμᾶς αὐτήν. κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰσιόντων τῶν Ἀθηναίων, Αἰγινῆται, σύμμαχοι ὄντες Λακεδαιμονίοις, πρὸς Ἀθηναίους ἐχώρησαν. Ἀθηναῖοι δὲ εἰς Αἴγιναν ἔπεμψαν ἐποίκους ἐξ αὐτῶν, ὥσπερ ὑποπτεύοντες Αἰγινήτας, μὴ πρὸς Λακεδαιμονίους πάλιν χωρήσωσιν. ἔπειτα περιγενόμενοι Ἀθηναίων Λακεδαιμόνιοι ἦλθον εἰς Αἴγιναν, καὶ πολιορκήσαντες εἷλον αὐτήν τε καὶ τοὺς Ἀθηναίους ἐποίκους, οὓς καὶ παρέδοσαν Αἰγινήταις ἀποκτενεῖν. ἐντεῦθεν αὐτοὺς μᾶλλον περιποιούμενοι, καὶ πρὸς τούτοις ἠνάγκασαν αὐτοὺς ψήφισμα γράψαι τὸν ἁλόντα ἐν Αἰγίνῃ Ἀθηναῖον τεθνάναι.

κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις νῦν παραβάλλει αὐτὸν πάλιν τῷ Θεμιστοκλεῖ, ὥσπερ καὶ τῷ Κίμωνι. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον, ἐχθρὸν ὄντα αὐτῷ, παραγίγνεται, καὶ διʼ ἐκείνου σώζεται Μολοττοὶ ἔθνος βάρβαρον. βασιλεὺς δὲ τούτων ὁ Ἄδμητος. τούτου δεηθέντος ποτὲ παρʼ Ἀθηναίων συμμαχίας τυχεῖν, Θεμιστοκλῆς παρὼν ἐκώλυσεν. εἶτα ποτὲ τελευταῖον ἐπὶ μηδισμῷ φεύγων ὑπὸ τῆς ἀνάγκης καταλύει πρῶτον Ἄδμητον· τούτου δὲ μὴ εὑρεθέντος εἰς τὸν οἶκον, ἡ γυνὴ αὐτοῦ δίδωσι τὸν παῖδα αὐτῆς τῷ Θεμιστοκλεῖ, ὅπως σὺν αὐτῷ παρὰ τὸν βωμὸν Ἑστίας καθίσας ἑτοιμότερον πρὸς τὸν ἔλεον παρασκευάσῃ τὸν Ἄδμητον. ὁ δὲ ἰδὼν ἠλέησεν. ἐπειδὴ τοίνυν καὶ ὁ Πλάτων παρὰ τοὺς ἐχθροὺς ἐκομίσθη, ἀτυχίαν ταύτην καλεῖ. εὐτυχίαν δὲ πάλιν αὐτὴν λέγει, διὰ τὸ ἐν καιρῷ συμφορᾶς εὑρεῖν ὅπως σωθείη. Μολοττοὶ ἔθνος βαρβάρων, ὧν ἦν βασιλεὺς Ἄδμητος. τούτου δεηθέντος ποτὲ παρʼ Ἀθηναίων συμμαχίαν τυχεῖν, Θεμιστοκλῆς παρὼν ἐκώλυσεν. ὡς δʼ ὕστερον διαβληθεὶς ὑπὸ Λακεδαιμονίων πρὸς Ἀθηναίους μετὰ Παυσανίου ἐπὶ τῷ μηδισμῷ πρὸς τὸν Πέρσην ἐχώρει, πρῶτον εἰς Ἄδμητον παραγίνεται, οὗ μὴ εὑρεθέντος τότε κατʼ οἶκον, τὸν παῖδα δίδωσιν αὐτῷ ἡ γυνὴ, ὅπως σὺν αὐτῷ παρὰ τὸν τῆς Ἑστίας βωμὸν καθίσας ἑτοιμότατον πρὸς ἔλεον παρασκευάσῃ τὸν Ἄδμητον· καὶ τοῦτο ποιήσας ἔτυχεν εὐμενοῦς τούτου, ὃς καὶ συνέπραξεν αὐτῷ πρὸς τὸν Πέρσην ἐλθεῖν. ἐπεὶ τοίνυν καὶ Πλάτων παρὰ τοὺς τῆς πατρίδος ἐχθροὺς ἐκομίσθη, ἀτυχίαν τοῦτο καλεῖ· εὐτυχίαν δὲ πάλιν, ὅτι παρʼ οὓς ἤλπιζον ἀπολέσθαι, τούτοις σέσωσται.

τοῦ τυράννου Διονυσίου. τοῦ διακόνου Πόλλιδος.

νῆσον ἀντὶ νήσου μεταλαβὼν ἀντὶ Σικελίας τὴν Αἴγιναν.

οὐδʼ ὣς ποιητικῶς τοῦτο ἀντὶ τοῦ οὐδὲ οὕτως.

Λίβυς δʼ ἄνθρωπος τὸ εὐτελὲς τοῦ προσώπου ἀπὸ τοῦ γένους ἐμφαίνει.

εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο πρόφασιν τῆς γνώμης εὑρὼν τὰς Πλάτωνος συμφοράς.

οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος τῶν μὲν γὰρ φιλανθρώπων, τῶν δὲ φαύλων ἐπειράθη.

ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης καὶ γὰρ καὶ οὗτος προσέκρουσε τῷ Διονυσίῳ βουλομένῳ καὶ αὐτῷ ἔχειν περὶ ἐποποιίαν. ὁ δὲ γνοὺς ὅτι ὑβρίζετο ἔφυγεν αὐτόν. Φιλόξενος γὰρ εἰς τὰς λιθοτομίας τῶν Συρακουσίων ἐνέπεσεν.

πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ ἢ ἴσως, ὅτι καὶ αὐτὸς ἐδιώχθη παρὰ αὐτοῦ, ἢ ἐναντία, ὅτι ὁ μὲν ἐφιλοσόφει, ὁ δὲ ἔτερπεν. ἀντίπαλα εἶπεν, ἐπειδὴ ὁ μὲν διθυραμβοποιὸς ὢν ἔθελγε τοὺς ἀκούοντας, καὶ πρὸς ἡδονὴν τοῖς πολλοῖς τῇ ποιήσει ἐχρῆτο, Πλάτων δὲ ἐφιλοσόφει, καὶ οὐ τῆς τῶν πολλῶν ἡδονῆς ἐφρόντιζεν.

ὅπερ λοιπὸν ἦν τὸ ἡσυχάσαι, μὴ ἀπελθεῖν πρὸς αὐτόν. ἡ μὲν παροιμία παροιμία· ἁλιεὺς πληγεὶς νοῦν οἴσει. ἡ μὲν παροιμία καὶ Ὅμηρος φησὶ, ῥεχθὲν δέ τε νήπιος ἔγνω ὡς ἔνδοξον ὀνομάζει τὴν παροιμίαν· οὕτως οὖν αὕτη συνάπτει τὸν Ὅμηρον, πρόσωπον ἔνδοξον ὑποθείς. τὸ ἁλιεὺς πληγεὶς νοῦν ἴσχει παροιμία. τὸ δὲ παθὼν δέ τε νήπιος ἔγνω Ὁμηρικόν. νόει οὖν τὸ ἡ μὲν παροιμία, διὰ τὸ ἁλιεὺς πληγεὶς νοῦν ἴσχει. εἰ δὲ τὸ μὴ παθὼν δέ τε νήπιος ἔγνω, καὶ ὡς παροιμίαν καὶ ὡς Ὁμηρικόν· Ὁμήρου γὰρ εἰπόντος τὴν ἀρχὴν, ὕστερον εἰς παροιμίαν ἐλήφθη, ὥσπερ καὶ τὸ φίλου κακῶς πράξαντος ἐκποδὼν φίλοι, Σοφοκλέους ὂν, παροιμιῶδες γέγονε, καὶ ἕτερα μυρία. σὺ δʼ, ὁ τῶν Ἑλλήνων σοφώτατος χαριεντισμὸς τὸ σχῆμα.

τὸ τρίτον πλεύσας τὸ τρίτον τῇ τάξει πρῶτόν ἐστι. λέγει οὖν καὶ τὸ ὅλως ἐξ ἀρχῆς ἀπιέναι καταδέξασθαι πρὸς τύραννον.

δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας πρὸς τὸν μικρὸν Διονύσιον. τρίτον δʼ ὅλως πρὸς τύραννον τὴν ἀρχὴν πρὸς τὸν μέγαν Διονύσιον.

ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν λείπει δὲ φράσει· εἶπεν ἂν ὁ Μενέλαος.

καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ διὰ τὰς Σειρῆνας λέγει καὶ τοὺς Λωτοφάγους.

μὴ διʼ ἀμφοῖν ὤθει παροιμία. ὃ εἶπεν Ἡρόδοτος, ὡς ἀπὸ τοῦ Δαρείου. Καμβύσης γὰρ, ὁ Κύρου παῖς, Μήδων ἐβασίλευσεν ἐν Ἐκβατάνοις. κατὰ δὲ τοῦ Πηλουσίου στρατεύσας καταλείπει τὴν βασιλείαν Σμέρδει, τῷ ἑαυτοῦ ἀδελφῷ· ὄντι καὶ αὐτῷ ἐν Αἰγύπτῳ παρέστη ὄναρ τοιόνδε· ἐδόκει αὐτῷ Σμέρδις, ὁ ἀδελφὸς αὐτοῦ, εἰς τὸν θρόνον αὐτοῦ καθέζεσθαι πτεροφόρος, καὶ ἀμφοτέραις ταῖς πτέρυξι καλύπτειν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην. ὁ δὲ συμβαλὼν τὸ ὄναρ πέμπει Πρήξασπιν τινὰ, δορυφόρον ἑαυτοῦ, κελεύσας ἀκρίτως κτεῖναι τὸν Σμέρδιν. ὁ δὲ ἀπελθὼν τὸ προσταχθὲν ἔδρασε. καὶ δεδοικὼς τοὺς Πέρσας, μὴ ἀμύνωνται ὑπὲρ Σμέρδεως, κρύπτει τὸ πάθος, φάσκων αὐτὸν περιεῖναι. ἕτερος δέ τις Σμέρδις μάγος, ἀποκοπεὶς τῶν ὤτων διὰ τὸ παραδικάσαι, οἰκείως ἔχων τῷ Σμέρδει τῷ τετελευτηκότι, καὶ συνεὶς τὸ γενόμενον, χρήματα δοὺς τοῖς δορυφόροις, πείθει αὐτοὺς καθίσαι αὐτὸν εἰς τὸν τοῦ Κύρου θρόνον. πεισθέντων δὲ αὐτῶν κρατεῖ τῆς βασιλείας, φάσκων αὐτὸς εἶναι Σμέρδις ὁ Κύρου, μηδενὶ φαινόμενος, καὶ ἐπιστέλλει Καμβύσῃ, λέγων ὅτι ἐγώ εἰμι Σμέρδις, ὁ ἀδελφός σου, κρατῶν τὴν βασιλείαν, καὶ μηκέτι Μήδων ἐπιβῇς. ὁ δὲ ἀκούσας καὶ καταπλαγεὶς ἠρώτα Πρηξάσπην, διὰ τί μὴ ἔδρασας τὸ πραχθέν; ὁ δὲ ἔφη τεθνηκέναι τὸν ἀδελφὸν αὐτοῦ. ἠρώτησε δὲ τὸν κήρυκα, εἰ τὸν γεγραφότα τεθέαται. ὁ δὲ εἶπεν, οὔ, καὶ γνοὺς Καμβύσης ὅτι τὸ ὄναρ ἕτερον ἐμήνυε Σμέρδιν, διαρρήξας τὴν ἐσθῆτα στρατεύειν ἐπειρᾶτο κατὰ Περσῶν. μέλλοντα οὖν αὐτὸν ἐπιβῆναι τοῦ ἵππου τὸ ἴδιον αὐτοῦ ξίφος περιτραπὲν πλήττει αὐτὸν κατὰ τοῦ μηροῦ. ὁ δὲ μέλλων τελευτᾶν ἀρᾶται Πέρσαις, εἰ ἀνεκδίκητον αὐτὸν καταλείψουσι, μὴ ἐνεγκεῖν αὐτοῖς μήτε γῆν καρπὸν μήτε γυναῖκα παιδίον· καὶ οὕτως τελευτᾷ ἐπὶ τούτοις.

οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι ἐπειδὴ καὶ αὐτὸς ῥητορικὸς ἦν.

φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον —ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ μετὰ γὰρ τὴν φυγὴν ἐπέστειλεν αὐτῷ Διονύσιος, προτρεπόμενος αὐτῷ καὶ ἐπαγγελλόμενος ὡς τεύξοιτό τινος τῶν φιλανθρώπων. ὁ δὲ ἀντεπέστειλεν αὐτῷ, γράψας ἐπιστολὴν οὕτως, ἄλλο μὲν ἔχουσαν οὐδὲν, οὐδὲ πολλὰ, τοῦτο δʼ ἐσήμανεν ἡ γραφὴ μόνον· οὐ μέλει μοι τῶν σῶν· οὐ φροντίζω· οὐ θέλω ἐλθεῖν παρὰ σέ. οἴμωζε, ὀλόλυζε, γόγγυζε. Φιλόξενος ὁ Κυθήριος διαφυγὼν τὰς λατομίας, εἰς ἃς αὐτὸν Διονύσιος ὁ τύραννος ἐνέβαλλεν οὐκ ἐπαινοῦντα τὰς τραγῳδίας αὐτοῦ, διέτριβεν ἐν Κρότωνι τῆς Ἰταλίας. πυθόμενος δὲ ὁ Διονύσιος ἠξίου αὐτὸν εἰς Συρακούσας παραγενέσθαι. ὁ δὲ πρὸς ταῦτα λαβὼν χάρτην, καὶ κατὰ μέσον γράψας μικρὸν οὔ, περὶ τοῦτο μεῖζον περιεχάραττεν, ὥστε τὸ σχῆμα τοιοῦτον γενέσθαι, καὶ πλήσας τούτων πάντα τὸν χάρτην ἔπεμψεν, ἐμφαίνων ὅτι πολλάκις καὶ μεγάλως ἀρνεῖται. ὅθεν ἐπὶ τῶν μεγάλως ἀρνουμένων παροιμία τὸ Φιλοξένου οὔ. τὴν οὖν τοιαύτην προσαγόρευσιν Ἀριστείδης ἐμφαίνων φησὶν, ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ· ἡ γὰρ τοιαύτη ἀπαγόρευσις ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ οἴμωζε πρὸς αὐτὸν ἔλεγεν.

ἐλευθέρως παρρησιαστικῶς.

ὑπὲρ τῆς ἑστίας ἑστίας νόει ἀντὶ συστάσεως καὶ συνοχῆς, ἐπειδὴ καὶ τὴν Ἑστίαν θεὰν διὰ τοῦτο ἐν τοῖς οἴκοις ἔγραφον, ἵνα συνιστῇ καὶ συνέχῃ αὐτοὺς, ἅτε καὶ πρώτη τοὺς οἴκους δείξασα· ἦν δὲ τοῦ Κρόνου θυγάτηρ.

αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπειδὴ ὑπὲρ τῆς πόλεως εἶπε, καὶ ὑπὲρ τῶν Ἑλλήνων, ἐπήγαγεν αἰσχυνθέντας μὲν τὰς Διὸς ἐπωνυμίας, καὶ τὰς τῶν ἄλλων θεῶν· καὶ γὰρ πολιούχους φαμὲν τοὺς θεοὺς, καὶ φιλίους, ἵνʼ ᾖ ἡ μὲν τοῦ πολιούχου ἐπωνυμία πρὸς τὸ ὑπὲρ τῶν Ἑλλήνων. ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας ἱκέσιος Ζὴν, ξένιος, πάτριος. λέγομεν δὲ ἐλευθερίου Διός.

αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν πρῶτα καὶ θεοὺς εἶπεν, εἶτα ἥρωας, εἶτα προγόνους. ταύτας δὲ ἔμελλον ἀφανίζειν κρατήσαντες οἱ βάρβαροι.

τί τὰ μὴ σὰ κατηγορεῖς; ἢ τὰ ἀνάξιά σου· φιλόσοφος γὰρ ὢν οὐκ ὀφείλεις κατηγορεῖν. ἢ ὅτι τὰ αὐτὰ ἡμῖν ἐδυστύχησας καὶ κατηγορῶν ἡμῶν καὶ σαυτοῦ λεληθότως κατηγορεῖς. ἢ τὰ ἀνάξιά σου· τὸ γὰρ κατηγορεῖν οὐ φιλοσόφων. ἢ τὰ μὴ σὰ λέγει ἀντὶ ἅπερ οὐχ ἁρμόζει σοι· ἃ γὰρ ἂν καθʼ ἡμᾶς εἴποις, καὶ κατὰ σοῦ λέξεις· ὥσπερ γὰρ αὐτὸς Διονυσίῳ, οὕτω καὶ ἡμεῖς τῷ δήμῳ προσεκρούσαμεν.

τὸ κρατῆσαι τῶν πραγμάτων ὠφελῆσαι τοὺς Ἀθηναίους.

τὸ μείζω ταῦτʼ εἶναι τῶν θʼ ὑπὸ σοῦ σπουδαζομένων ὧν τʼ αὐτοὶ προσεκρούσαμεν ὅτι μείζονα εἶναι ταῦτα κατορθωθέντα ὧν τʼ ἐπάθομεν κακῶν καὶ ὧν σὺ πράττειν ἐσπούδαζες.

σοὶ δʼ οὐχ ὅσον ἡμῖν ὑπάρχει τὸ νικῆσαι τοὺς Πέρσας, ἢ ὅτι ἡμεῖς μὲν δῆμον, σὺ δʼ ἕνα οὐκ ἔπεισας.

πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σὸν, Τεῦκρος ἔφη τινὶ αἰνίττεται εἰς τὸν Ἀγαμέμνονα· ὀνειδιζόμενος γὰρ παρʼ αὐτοῦ ὡς νόθος, εἰς τὸ γένος ἀντωνείδιζεν, ὡς καὶ αὐτοῦ τὸ γένος τὸ πατρῷον ἔχοντος μαλακὸν ἀπὸ Πλεισθένους. Τεῦκρος ἔφη τινὶ τῷ Ἀγαμέμνονι ἐν Αἴαντι τῷ Σοφοκλέους.

καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθʼ ἡμῶν ὄντος πλείω γὰρ ἐκ τύχης ἡμεῖς ηὐτυχήσαμεν.

οὐδὲ ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον Ἀθηναίων καὶ Λακεδαιμονίων πολεμούντων ἔχρησεν ὁ θεὸς τοὺς καταρχομένους τῆς μάχης ἡττᾶσθαι. προσποιησάμενος οὖν προσελθεῖν ὁ Κόδρος ἀπῆλθε πρὸς Λακεδαιμονίους, παροξύνων αὐτοὺς εἰς πόλεμον. εἶτα ἐκεῖνοι ἀγνοήσαντες ἀνεῖλον αὐτὸν, καὶ οὕτως ἡττήθησαν.

ἐπεὶ φέρε πρὸς φιλίου, πότερʼ ἂν μᾶλλον—ἐγὼ μὲν οἶμαι ταῦτα καὶ μὴν, ὦ Πλάτων, εἴ τις ἠρώτησεν, ὅτι, εἰ ἐβούλου ταῦτα κατορθωθῆναι, καὶ κακῶς ἀκοῦσαι παρὰ τοῦ δήμου, ἢ μήτε ταῦτα γενέσθαι μήτε λοιδορηθῆναι παρὰ τῶν Ἀθηναίων, εἶπες ἂν, ὡς οἶμαι, ὅτι καὶ ἐβουλόμην ταῦτα γενέσθαι καὶ κακῶς ἀκοῦσαι παρὰ τῆς πόλεως.

οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον τὸ ἕτεροι ἀντὶ τοῦ πολέμιοι νόει· μὴ γὰρ τῶν στρατηγῶν τούτων ἀντιστάντων τότε τῷ Πέρσῃ, ἀλλʼ ἡσυχίαν ἀγόντων, ἅπαντʼ ἂν εἴχοντο κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν. ἔθηκε δὲ τοῦτο διὰ μέσου, διότι ἀναγκαῖον ὂν λεχθῆναι· εἰ μὴ οὕτως ἐτίθετο, οὐκ ἂν ἀλλαχοῦ χώραν ἔσχεν.

ἢ μηδέτερα μήτε τὰς νίκας μήτε τὰς συμφοράς.

μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι ἐμφαίνει πάλιν ὡς μείζονα ἔχουσιν Ἀθηναῖοι τὰ κατορθώματα τῶν ἁμαρτημάτων.

ὅσον πανταχῇ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν ἐπειδὴ ὡς πλεονέκτας αὐτοὺς λοιδορεῖ, εὐκαίρως ἀπελύσατο τὴν αἰτίαν. ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας τὰς δηλούσας αὐτοῖς μὲν κατορθώσασθαί τι, Πλάτωνι δὲ οὐδέν.

πάντως δʼ οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς ἐπειδὴ ῥητόρων ἐστὶ τὸ γράφειν συνθήκας καὶ ψηφίσματα, καὶ τὰ τοιαῦτα, ῥήτορες δὲ οἱ περὶ Μιλτιάδην, διὰ τοῦτο εἶπεν οὐκ ἄπειροι συνθηκῶν.

ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς Ἀθηναίους λέγει καὶ τοὺς περὶ Διονύσιον.

παρὰ τοὺς πλείονας τοὺς νεκρούς· ἐπειδὴ τῶν ζώντων πλείους εἰσίν. εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν, ὥσπερ ἔγωγε οὐκ οἶμαι ἄλλον αὐτοῖς βουλεύεται τόπον ἀποδοῦναι, ἢ τὸ Ἠλύσιον, ἢ τὰς μακάρων νήσους.

ἐγὼ μὲν οὖν ἥδιστʼ ἂν ἀμφοτέρων ἀποψηφιζοίμην ὥσπερ δικαστὴς αὐτῶν γίνεται, Πλάτωνος καὶ τῶν ἀνδρῶν.

φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκεψώμεθα πρόκειται αὐτῷ ἀνασκευάσαι τὰ παραδείγματα, οἷς παραβάλλει τοὺς ἄνδρας. ἐντεῦθεν δὲ Πλάτωνος τὰ ῥητά.

οὐκοῦν οἵ γε ἀγαθοὶ, φησὶν, ἡνίοχοι—τότʼ ἐκπίπτουσι ἀντὶ τοῦ οὐκ ἐκπίπτουσιν· αἱ γὰρ δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν· ἀλλʼ ἐξ ἀρχῆς ἐκπίπτουσι, πρὶν παιδεύσουσιν.

καὶ ἔτι ἄνω που τὸ ἄνω εἶπεν, ἐπειδὴ πρώτου τοῦ Περικλέους κατηγορεῖν.

μηδὲ κυρίττοντας, μηδὲ δάκνοντας τὸ μὲν ἐπὶ τῶν βοῶν ἐστι, τὸ δὲ ἐπὶ τῶν ἵππων καὶ τῶν ὄνων.

ἀλλʼ ὄνους μὲν, ὦ τᾶν τῷ διαφόρῳ τοῦ χρόνου λύει τὸ παράδειγμα, ὅτι οὗτοι μὲν ἀεὶ οἱ αὐτοὶ, οἱ δʼ Ἀθηναῖοι τῷ χρόνῳ διάφοροι.

τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι ὅτι εἴωθεν ὁ χρόνος διαφόρους φέρειν τὰς φύσεις.

οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς παραβάλλει τοῖς καρποῖς καὶ τὸ γένος τὸ ἡμέτερον.

ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι δοκεῖ ἐμφαίνει τοὺς ἀέρας.

κατέχειν ὑπείκειν. οὐκ ἔξω τῆς ὅλης φύσεως ἀντὶ τοῦ οὐκ ἀλλότριον.

ἔτι τοίνυν οὐδʼ ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν προεῖπε τοῦτο τὸ νόημα, ὅτι οὐκ ἔστι τοῦτο ἔγκλημα τῶν διδασκάλων, ἂν μὴ δυνηθῶσι τοὺς πάντας παιδεύειν.

τοὺς Μολιονίδας τούτους ὁ ποιητὴς ἀρίστους ἡνιόχους λέγει· οὗτοι πρῶτοι μὴ λιπεῖν τὰς τάξεις ὀμνύειν τοὺς ταττομένους παρεσκεύασαν· ἔνθεν Λυκοῦργος τὰς ἐνωμοσίας παρὰ Λακεδαιμονίων κατέστησε. τούτους ἀρίστους ἡνιόχους ἡ ποίησις λέγει, ἤτοι πρῶτοι μὴ λιπεῖν τὰς τάξεις ὀμνύειν τοὺς παραταττομένους παρεσκεύασαν, ἔνθα Λυκοῦργος τὰς ἐν πολέμοις ἐνωμοσίας παρὰ Λακεδαιμονίοις κατέστησεν.

τῶν Διομήδους τοῦ Θρᾳκὸς ἀνθρωποφάγοι γὰρ ἐλέγοντο. ἵππων δηλονότι, οὓς Ἡρακλῆς παρʼ Εὐρυσθέως πεμφθεὶς ἔλαβε, Διομήδην ἀποκτείνας καὶ τοὺς σὺν αὐτῷ, καὶ τοῦτο ὄγδοον ἆθλον εἴργαστο.

καθʼ αὑτοὺς ἕκαστοι ἀντὶ τοῦ μόνοι, σημαίνων ὅτι οἱ περὶ Θεμιστοκλέα εἶχον καὶ ἀντιπολιτευομένους.

τοῦ τε πράττειν ἐναντίον ἐγχειρήσαντος ἀντιπολιτευομένου.

ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα εἰς τοὺς ἄνδρας λέγει, ὅτι αὐτοὶ μᾶλλον ἠδικοῦντο ὑπὸ τῶν πολιτευομένων, οὐ συγχωρούμενοι συμβουλεύειν.

ἀλλʼ ὑπεσκέλιζον ἐμπόδιζον, ἠπάτουν. ἀντὶ τοῦ ἐνεπόδιζον. καὶ Δημοσθένης κέχρηται τῇ λέξει τροπικῶς.

βασιλευόντων τῶν φιλοσόφων ἐπεὶ Πλάτων ἔφη, ὅταν βασιλεύσωσιν οἱ φιλόσοφοι, ἢ βασιλεῖς φιλοσοφήσωσιν, τότʼ εὐδαιμονήσειν τὰς πόλεις· ταὐτὸ δὲ τοῦτο συνέβη καὶ τῶν τεσσάρων τούτων τῆς τῶν Ἀθηναίων πολιτείας προεστηκότων. διὰ τοῦτο φησὶν ὁ ῥήτωρ, βασιλευόντων τῶν φιλοσόφων· ὃ γὰρ ἂν ὑπʼ ἐκείνων ὑπῆρξε τῇ πολιτείᾳ, τοῦτο καὶ οὗτοι τοῖς πράγμασιν ἐφεστηκότες εἰργάσαντο. φιλοσοφίαν δὲ νόει τὴν ἐκείνων μετʼ ἐπιστήμης πολιτείαν.

μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ ἐνέμεινε πάλιν τῷ ἐπαίνῳ, φιλοσοφίαν αὐτῶν ὀνομάζων τὴν πολιτείαν.

εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς κατεχρήσατο τῇ παραβολῇ ἐπὶ τῶν Ἀθηναίων.

κατὰ ταὐτὸν ἀντὶ τοῦ ὁμοίως. λέγει δὲ τοὺς ἀντιπολιτευομένους.

τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα ποτὲ φιλοσόφους αὐτοὺς καλεῖ, ἄλλοτε δὲ Λάκωνας. εἰκότως· ἐπειδὴ τούτων γέγονεν ἐπαινέτης ὁ Πλάτων. ἐπειδὴ τοὺς Λάκωνας ἐπαινεῖ ὁ Πλάτων, ὡς πολιτευομένους ἄριστα, ἦσαν δὲ καὶ οὗτοι οἱ τέσσαρες ὅμοιοι ἐκείνοις τὰ εἰς πολιτείαν, τούτου χάριν φησὶ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα, ἀντὶ τοῦ τὸ οὓς ἐπαινοῦμεν ψέγομεν. διὸ ἐπιφέρει, προσπαίζειν γὰρ ἔξεστι δήπου σέ γε· παίζοντος γάρ ἐστιν οὗτος ὁ λόγος πρὸς Πλάτωνα, τὸ λέγειν αὐτὸν τούτους ψέγειν, οὓς ἐπαινεῖ.

ἀπὸ Θησέως ἀρξάμενον ἔνδοξον τὸ πρόσωπον, μικροῦ τάχα καὶ τῶν ἀνδρῶν σεμνότερον.

καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς—πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν Θησεὺς ὑπὸ Λίνου Ἀθήνησιν εἰς τυραννίδα συκοφαντηθεὶς ἐξωστρακίσθη τῆς πόλεως, καὶ ἦλθεν εἰς Σκῦρον, ἧς Λυκομήδης ἦρχεν· ὃς Θησέα ζηλοτυπήσας, μὴ τῆς ἀρχῆς ὑπʼ αὐτοῦ ἐκπέσῃ, ἀναθεὶς ἐπὶ κρημνοῦ ὤσας ἀνεῖλεν, ὕστερον δὲ λιμοῦ κατασχόντος Ἀθήνας, ἔχρησεν ὁ Ἀπόλλων, οὐκ ἂν ἄλλως παύσασθαι τὸν λιμὸν, εἰ μὴ Ἀθήνησι μετενέγκειεν τὰ Θησέως ὀστᾶ· οὗ γενομένου ὁ λιμὸς ἔπαυσεν. ἐξ ἐκείνου δὲ Ἀθηναῖοι ἦγον μεγίστην καὶ δημοτελῆ ἑορτὴν, ἣν ἐκάλουν Θήσεια.

ἀλλʼ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν ἀντὶ τοῦ ὑφʼ ἑαυτῶν· καὶ Δημοσθένης· περὶ αὐτὰ καταρρεῖ. οἷς γὰρ ἁπάντων ταὐτὰ κατηγόρηκας ἓν ἔγκλημα καὶ τὸ αὐτὸ κατὰ πάντων ποιούμενος.

οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς σεμνὸν παρήγαγε τὸ πρόσωπον, δεικνὺς τὸ ἔθος.

τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τῶν δήμων τοῖς τῶν τυράννων εἶναι ἵνα μὴ ὑβρίσῃ τοὺς Ἀθηναίους παραβάλλων αὐτοὺς τῷ τυράννῳ Διονυσίῳ, τοῦτο θεραπεύει.

αὐτὸ δὲ τοῦτʼ ἐξεῖναι κοινὸν εἰπεῖν κοινὸν λαλεῖν ὑπὲρ ἀμφοτέρων, ἴσην τὴν ἀπολογίαν ποιούμενος. λέγειν ἀντὶ τοῦ συμβουλεύειν καὶ πολιτεύεσθαι.

οὐδὲ τὰ ὕστερον δήπου τοῖς ἐκείνου παραπλήσια ἀντιπῖπτον λύει· ἵνα μή τις εἴπῃ, ἀλλʼ ἐπὶ τῆς πολιτείας τῶν ἀνδρῶν γέγονε πλείω τὰ ἁμαρτήματα, εἶπεν, οὐδὲ τὰ ὕστερον ἴσα τῶν τυράννων.

περὶ τῶν συμβεβηκότων αὐτῶν ἡ λέξις πάλιν τὴν τύχην δηλοῖ· τὰ γὰρ συμβεβηκότα εἰς τὴν τύχην ἀναφέρεται. βούλεται δὲ δηλῶσαι ὅτι ὅσα πεπόνθασι τῆς τύχης εἰσὶν ἐγκλήματα.

οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο δεινῶς ἐνταῦθα ἀποκρούεται τὴν κατηγορίαν τοῦ Πλάτωνος· ἐπειδὴ γάρ φησιν ὅτι τὸν δῆμον ἐπαίδευσαν, δεινῶς καὶ θαυμασίως δείκνυσι τὸν δῆμον οὐδαμῶς αὐτῶν καταψηφισάμενον. καὶ κατὰ μικρὸν γυμνοῖ τὸ θεώρημα, καὶ δείκνυσι παρʼ αὐτῶν ὠφεληθέντα τὸν δῆμον.

ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν μόνων τῶν δύο τούτων ἔδοξεν ὁ δῆμος καταψηφίζεσθαι φυγήν. καλῶς δὲ καὶ τῷ ὀνόματι τοῦ ἐξοστρακισμοῦ τὴν δοκοῦσαν τιμωρίαν ἐλαττοῖ, καὶ δείκνυσιν ἀναγκαίως ὡς οὐκ ἦν τοῦτο ἔγκλημα τιμωρίας, ἀλλὰ φόβος τῶν Ἀθηναίων ἄδικος.

ἀλλʼ ἦν νόμος αὐτοῖς περὶ ταῦτα πάλιν μεταστατικῶς ἐπὶ τὸν νόμον φέρει τὴν αἰτίαν. διασύρει δὲ καὶ τὸν νόμον, οὐ φανερῶς σκώπτων, ἵνα μὴ δοκῇ νόμῳ μάχεσθαι.

ἐκόλουον ἁρμοδίως τῷ προκειμένῳ ἡ λέξις· οὐ γὰρ εἶπεν ἐκώλυον, ἀλλʼ ἐκόλουον, τουτέστι τὸ φρόνημα ἐπεῖχον.

ὀργὴ τιμωρία.

τοῦτο τὸ εἶδος τῆς φυγῆς πάλιν οὐκ εἶπε φυγὴν, ἀλλʼ εἶδος φυγῆς.

δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι ἐνταῦθα τὴν αἰτίαν ἐξηγεῖται τοῦ νόμου, ἥτις ἀπολογίαν ἔχει τῆς δοκούσης τιμωρίας.

ἐπὶ τῶν Πεισιστρατιδῶν οὗτος πρῶτος Ἀθηναίων τύραννος.

εἰς δύναμιν ἀντὶ τοῦ ὅσον δυνατόν· δεικνὺς ὡς οὐ παντελῶς κωλύειν νῦν δυνατόν. δίκαια ἄρα ἐποίουν ἢ ἐρωτηματικῶς, ἢ ἀντεγκληματικῶς.

οὐ λέγω ταῦτα. ἀλλʼ οὐδʼ ἀναίσχυντά γε παντελῶς οὐ λέγω τοῦτο, φησίν· ἀλλʼ οὐ παντελῶς ἄδικα· ταῦτα γὰρ ἀναίσχυντα καλεῖ.

παραίτησιν συγγνώμην. κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφορὰν ἀντὶ τοῦ οὐκ ἄδοξον. ἀλλὰ συμφορὰ μὲν, οὐκ ἄδοξος δέ· οὐ γὰρ ἔγκλημα προσῆν, ὡς προεῖπε, τῇ φυγῇ. εἰ δʼ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις ἵνα πάλιν μὴ ἀντιπέσῃ αὐτῷ· ἀλλʼ οὐχ ἱκανὴ ἀπολογία τοῖς Ἀθηναίοις ὁ φόβος, ἀλλὰ τοῖς ἀνδράσι τοῦτο ἀρκεῖ.

τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν οὐκ εἶπε τιμωρίαν, ἀλλʼ ὅμοιον πάλιν εἴρηκε τῇ συμφορᾷ.

Κίμωνα μὲν καὶ οὕτω μεταστήσαντες. Θεμιστοκλέα δὲ ἐκωλύθησαν, ἐμοὶ δοκεῖν, ὑπὸ Λακεδαιμονίων ἵνα μὴ εἴπῃ τις· πῶς οὐ κατήγαγον Θεμιστοκλέα.

συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν ὅτι, εἰ μὴ ἦν ὁ δῆμος παρʼ αὐτῶν ὠφεληθεὶς καὶ παιδευθεὶς, οὐκ ἂν μετεβάλλετο.

βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους ἀντὶ τοῦ κοινωνοὺς ἀποδεῖξαι τῆς ἀδοξίας καὶ καταγαγεῖν εἰς τὸ αὐτὸ ἁμάρτημα. ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν ἀντὶ τοῦ ἅμα πάντες οἱ Λακεδαιμόνιοι. ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι πολλὰ ἅμα συνάπτει τὰ χρώματα τῆς διαβολῆς τῶν Λακεδαιμονίων.

Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν δείκνυσιν αὐτὸν ἀναγκαίως ποιησάμενον τὴν φυγήν.

τῶν δὲ τὴν προπέτειαν τὴν κουφότητα· ὅτι διαβολῇ μόνῃ ἐπίστευσαν.

τῆς καθόδου μὲν ἀπεστερήθη ἐπειδὴ καὶ ἐν τῷ πολέμῳ τῷ Μηδικῷ δεύτερον ἠπάτησεν αὐτούς.

πρὸς ἅπασαν τύχην συμφοράν. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ Περικλῆς τῆς πολιτείας ἐπιτροπεύων ἐν τοῖς ὑπὲρ τῶν κοινῶν χρημάτων λογισμοῖς πολλῶν ταλάντων ἐλλελοιπότων ταῖς ψήφοις, ἔλεγεν εἰς τὸ δέον ταῦτα ἀνηλωκέναι, τουτέστιν εἰς προσήκουσαν ὑπὲρ τῶν κοινῶν χρείαν, ἃ βιασθεὶς ὑπὸ τοῦ δήμου οἴκοθεν ἐξέτισε. Μιλτιάδης δὲ Νάξον ἢ Πάρον δυνάμενος ἑλεῖν, ἐπεὶ πρὸς τὸν μηρὸν ἐξ ἀφανοῦς ἐτρώθη ἐν τῇ πολιορκίᾳ, δείσας μὴ ἄρα ὑπὸ τῆς Δήμητρος τοῦτʼ ἐπέμφθη, — ἦν γὰρ πλησίον νεὼς τῆς θεοῦ — ἐκεῖθεν ἀνεχώρησε. κατεψηφίσαντο δὲ αὐτοῦ Ἀθηναῖοι διὰ τὴν ἀναχώρησιν εἰς δεσμωτήριον εἰσελθεῖν ζητοῦντες αὐτὸν τάλαντα τετταράκοντα· ἃ Κίμων μὲν ὑπὲρ αὐτοῦ ἐξέτισεν, αὐτὸς δὲ, πρὶν ἐκεῖθεν ἐξελθεῖν, ἡττηθεὶς τοῦ τραύματος ἐτελεύτησεν.

ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν ἀπολογεῖται ὑπὲρ τοῦ δήμου, ὡς παιδευθέντος ὑπʼ αὐτοῦ.

ὡς αὐτὸς ὁ μάρτυς δηλοῖ ὁ Θουκυδίδης.

οὐδʼ, ὡς σὺ φὴς ἵνα δείξῃ διαβολὴν, ἀλλʼ οὐκ ἀληθῶς τοῦτο γινόμενον.

τοῦ τραύματος αὐτῷ σφακελίσαντος σφακελισμός ἐστι διασπασμὸς σώματος· ἢ σῆψις σώματος· ἢ ἡ παραπληξία· ἢ σῆψις τοῦ μυελοῦ. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ σφάκελος ὁ μικρὸς τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. φλεγμάναντος ἀμέτρως. ἀμέτρως φλεγμάναντος. ἔστι δὲ ὁ σφάκελος πάθος περὶ τὸν ἐγκέφαλον.

τῆς κλοπῆς τῶν χρημάτων. μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φὴς, καταδίκην ὁ γὰρ Θουκυδίδης λέγει ὅτι λυπούμενοι διὰ δῄωσιν τῆς γῆς.

ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπὴν καὶ αὐτὸ γὰρ ἐπὶ διαβολῇ τέθεικεν ὁ Πλάτων.

ἐκεῖνος γὰρ, ἕως μὲν εἰρήνην ἵνα δείξῃ μὴ ὄντα πλεονέκτην.

ἐπεὶ δʼ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι ὑπὸ τῶν περιστάντων Λακεδαιμονίων καὶ πολιορκούντων τὰ κύκλῳ τῆς Ἀττικῆς.

τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ, καὶ οὐ τοῖς πτεροῖς παρῴδησε τὴν παροιμίαν, ἅρμασιν εἰπὼν καὶ οὐ πτεροῖς, ὡς πρὸς τὸ παράδειγμα τοῦ Πλάτωνος. ἡ δὲ παροιμία αὕτη· ἀετὸς τοξευθεὶς εἶδεν ἐπτερωμένον τὸ βέλος, καὶ ἔγνω ὅτι τοῖς ἰδίοις πτεροῖς ἑάλωκε. κατέσχεν οὖν ἐπὶ τῶν ἐπὶ τοῖς ἰδίοις ἐγκλήμασιν ἐλεγχομένων.

ὁ γοῦν Νέστωρ ἔνδοξον τὸ παράδειγμα.

τῶν εἰς τὸν δρόμον ἀναγκαίων.

ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν ἀντὶ τοῦ ὅσον· καὶ ἐφʼ ὅσον χρόνον οὐκ ἀπῆν αὐτῷ· τό γε ἀτρεμεῖν εἱστήκει μένων αὐτῷ, ἢ ἀντὶ τοῦ ἀπῆν τὸ τρέμειν. ἢ ἀντὶ τοῦ ἕως οὗ μὴ ἀπῆν. ἢ ἐν ὅσῳ μὴ ἀπῆν.

τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς ἵππῳ παραβάλλει τὸν δῆμον, Νέστορι δὲ τὸν Περικλέα. κατεῖχε τοὺς ἵππους ἐνέμεινε τῇ τροπῇ.

τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον πρὸς τὸ Ὁμηρικὸν «Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.»

ὅ τε χιλὸς ὁ σῖτος. ἐπειδὴ Ἀθηναίους ἵπποις παρείκασε, διὰ τοῦτο καὶ χιλὸς εἶπε. χιλὸς γὰρ κυρίως ἡ τῶν ἵππων τροφή. πονήρως ἀτυχῶς.

ἤχθησαν ἀνεστράφησαν.

ὥστʼ ἔγνωσάν τε, ὃ ἔδρασαν, καὶ μετέγνωσαν σημαίνει τὴν ἀπολογίαν τοῦ ἁμαρτήματος.

ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ ἔοικε λέγειν τοῦ Νέστορος, ὃς θορυβηθεὶς οὐκ ἐχρήσατο τῇ τέχνῃ.

πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες, φαίνονται ἔπειτα χρὴ σκοπεῖν ὅτι δεύτερον αὐτῆς καταδίκης ἐστὶν ἡ τιμὴ, ἣν τιμήσαντες αὐτὸν ἦσαν.

τὸν ἔμπροσθεν χρόνον τὸν πρὸ τῆς καταδίκης.

τὸ συναμφότερον τὴν ἀρχὴν καὶ τὸ τέλος.

προσεῖχον πάλιν ὡς αὐτῶν κρείττονι τῷ πιστεῦσαι τὴν στρατιάν. καὶ μὴν οὐχ ὅσον δύο ἀνθʼ ἑνός ἐστιν ἵνα μὴ εἴποι τις· ἀλλὰ τὰ δύο ἀντὶ σοὶ τῷ ἑνί. λύει οὖν τὸ ἀντιπῖπτον.

τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο ἐν μιᾷ μὲν ἐγένετο, ἀλλʼ ἔμεινεν, ἕως καταβάλῃ. τὸ ἡμέρας εἶπε, συγκρίνων τὸν τῆς συμφορᾶς καιρὸν πρὸς πάντα τὸν τῆς τιμῆς χρόνον.

τὸ μὲν ὀργῇ συνέβη διὰ τὴν δῄωσιν· ἡ δὲ ὀργὴ ἄδηλον τὸ πάθος.

τὸ δʼ ἐξ ἁπάντων τῶν δικαστῶν τοῦ δήμου.

οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ τὸ λαχόντας πρὸς τὸ γραφὴν αὐτοῦ σύναπτε.

ἔθεντο ἀντὶ τοῦ ἐψήφισαν. οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν πεποιηκὼς ἀντὶ τοῦ οἱ παιδευθέντες ὑπʼ αὐτοῦ. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἔοικε, καὶ τοὺς ὀλίγους καλῶς ἤχει τὸ πολλοὺς νόει, ἐπειδὴ, ὡς ἔφη, οὐ πάντες Ἀθηναῖοι κατέγνωσαν αὐτοῦ, ἀλλὰ μέρος τοῦ δήμου, ὃ ἦσαν οἱ δικασταί· τὸ δὲ ὀλίγους, ἐπειδὴ καὶ ἐν τούτοις τοῖς δικασταῖς ἦσάν τινες ὑπὲρ Περικλέους.

εἰ δὲ τοῖς βελτίστοις ἀφείθη τό γε τούτων μέρος βέλτιστοι γὰρ ἦσαν ὅσοι τῶν δικαστῶν αὐτῶν ἐν ταῖς ψήφοις ἐτίθεντο.

οὔτοι πάντας γε οὐδʼ ὁ Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ πάλιν τῷ διδασκάλῳ τοῦ Πλάτωνος αὐτὸν παραβέβληκε.

κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου οὗτος εἷς ἐγένετο τῶν τριάκοντα, μαθητὴς ὢν αὐτοῦ. τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι τὰ κατὰ Σικελίαν.

καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτην διαβάλλεται γὰρ εἰς αἰσχρότητα.

εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο τὸ σχῆμα συλλογισμός.

καὶ τίς ἂν μείζω ὑπὲρ Μιλτιάδου δείκνυσι Περικλέα, ἢ Σωκράτην, διδασκαλικώτερον.

Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι, ὡς ἔπος εἰπεῖν, δημοσίᾳ τρίτῃ γὰρ τοῦ μηνὸς ἐκκλησίαζον Ἀθηναῖοι ἐν Ἀθήναις, δεκάτῃ, εἰκάδι, τριακάδι. καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς ἡ σύγκρισις καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῆς ἡλικίας καὶ ἀπὸ τῆς ποσότητος.

προήκοντας προβεβηκότας.

Κριτίας αὐτῷ Σωκράτει ζημίαν ἐπέθηκε τὴν σιωπήν· ἐκέλευσε γὰρ αὐτὸν μὴ παιδεύειν ἔτι.

καὶ τοὺς ἄλλους τοὺς τριάκοντα.

οὐδὲ τῶν ἐκ τοῦ δήμου δείκνυσιν ὅτι μᾶλλον ὁ δῆμος ἐπαιδεύετο ὑπʼ αὐτοῦ.

εἷς τῶν ἀντιστασιωτῶν ὁ Κλέων. Κλέωνα δηλοῖ· οὗτος γὰρ αὐτοῦ τῆς κλοπῆς κατηγόρησεν.

τῶν ἀντιτέχνων τῶν ὁμοτέχνων.

δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκῃ μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως λέγει ὡς καὶ τὸν Πλάτωνα ἴσως μετῆλθον διὰ τὴν εἰς τοὺς τέσσαρας τούτους στρατηγοὺς κατηγορίαν. δίκῃ μετελθεῖν ἀμύνασθαι.

παραιτοῦμαι δʼ εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις προθεραπεύει τὴν ὕβριν.

οὐκ ἐρῶ Διονύσιον τὸ γὰρ παρὰ τυράννου παθεῖν φορητὸν καὶ τὴν ὕβριν οὐκ ἔχει δεινήν. Διονύσιος καὶ ὁ υἱὸς αὐτοῦ, ἀλλὰ δὴ καὶ ὁ κάλλιστος τῶν ὡμιληκότων αὐτῷ, Ἀριστοτέλης. καὶ τὸ μὲν Διονυσίου καὶ τοῦ υἱοῦ αὐτοῦ εἰς Πλάτωνα κατὰ παράληψιν λέγει, τῷ δὲ τοῦ Ἀριστοτέλους μᾶλλον συντίθεται, ὃς λέγεται καὶ εἴκοσι πρὸς τοῖς πέντε ὁμιλῆσαι αὐτῷ ἔτη. οὔτε τῶν ἐν Σικελίᾳ μετʼ ἐκείνου συνδιατριψάντων οὐδένα τὸν Πόλλιν λέγει τὸν Λάκωνα.

ἀλλʼ εἰσὶν οἳ λέγουσιν διὰ τὸ ἐπαχθὲς ἕτερον εἰσφέρει.

τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων σημείωσαι ὅτι περὶ Ἀριστοτέλους τοῦτό φησιν, ὃς λέγεται εἰκοσιπέντε ἔτη ὁμιλῆσαι Πλάτωνι. τὸν Ἀριστοτέλην λέγει. φασὶ γὰρ ὅτι ἔμεινεν αὐτῷ φοιτῶν κεʹ ἔτη.

τοὺς Ἀθηναίους ἐμιμήσαντο τοὺς ἁμαρτόντας εἰς Περικλέα καὶ τοὺς ἄλλους.

ἐκείνων τῶν Ἀθηναίων καὶ τῶν αὐτῆς ὑπηκόων. οἱ δὲ διατριβάς τε τὸ δεινότερον εἶπε τῆς ἐπαναστάσεως.

ἐπὶ τῇ Ἀκαδημίᾳ ἀντὶ τοῦ κατὰ τὴν Ἀκαδημίαν· αὕτη δὲ διατριβὴ Πλάτωνος.

πολλοῦ πάνυ. παραφρονεῖν ληρεῖν.

εἰ θέμις εἰπεῖν καλὸν τὸ εἰ θέμις. τῶν γὰρ ἀρίστων ἀνδρῶν ὕβρις οὐχ ἅπτεται.

τὸ ἐπιτείχισμα διέσπασαν ὡς ἐπὶ πολέμου εἶπε. καλῶς εἶπε τὸ ἐπιτείχισμα· ὡς γὰρ οἱ ἐν ταῖς πόλεσιν ἐπιτειχίζοντες φρούρια εἰς καταστροφὴν ταύτῶν ταῦτα τεχνάζονται, οὕτω καὶ ἡ τοῦ Ἀριστοτέλους σχολὴ παρʼ εὐδοκίμησιν ἂν εἰργάσατο τῆς τοῦ Πλάτωνος.

τραγῳδίας ἤτοι συμφορῶν.

διπλᾶ στρέφειν οὐ τὸ διλήμματον λέγει, ἀλλʼ αὐτὸς δηλοῖ τί ἐστι τὸ διπλᾶ.

τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν τούτῳ γὰρ παρέβαλε τοὺς δημαγωγούς. φησὶ γὰρ ὡς οἱ σοφισταὶ τοὺς νέους διαφθείρουσιν, οὕτω καὶ οἱ στρατηγοὶ οὗτοι κακῶς Ἀθηναίους ἐπαίδευσαν.

τοῦ ἑταίρου Ἀριστοτέλους. τοῦ Ἀριστοφάνους.

ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς ὁ γὰρ Περικλῆς οὐ θανάτῳ κατεδικάσθη.

καὶ εἴ τινα καὶ ἤρεσε ἡ κωμῳδία.

ἐκ τοσούτων κακῶν τῶν Πελοποννησιακῶν. τῶν κατὰ τὸν Πελοποννησιακὸν πόλεμον.

τοῖς ἠδικηκόσι τοῖς τριάκοντα. δυσχερᾶναι μισῆσαι.

ἀλλὰ ταῦτʼ ἴσως μὲν εἰκότα, ἴσως δʼ οὔ πρὸς μὲν τὴν τοῦ δήμου γνώμην εἰκότα ἦν· τοιοῦτος γὰρ ὁ δῆμος ἐκ πολλῶν γνωμῶν συγκείμενος· πρὸς δὲ τὸ ἐκείνου μέγεθος οὐκ εἰκότως.

καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο καθʼ ὑπόθεσιν.

ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας τὸ μὴ γενόμενον ἴσον λαμβάνει τῷ γινομένῳ.

τὸν λέγοντα τὸν Κλέωνα.

ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας σπουδάζομεν γὰρ τῶν χρηστῶν ἀπολαύειν. καλῶς ἤτοι πρεπόντως.

καὶ ταῦθʼ ὁμολογοῦντες ὥσπερ αὐτοῦ Πλάτωνος τῆς λέξεως ἐπιλαμβάνεται· τὸ γὰρ λέγειν ὡς ἥμαρτον, οὐ τῶν ἀνδρῶν ἐστιν ἔγκλημα, ἀλλὰ τῶν δικαστῶν. ὡς καὶ Δημοσθένης περὶ Αἰσχίνου ἐν τῷ περὶ στεφάνου λέγων ὅτι τὰ Φιλίππου ἀδικήματα ἐμὰ καλεῖ ἀδικήματα.

ὡς ἥμαρτον οἱ Ἀθηναῖοι.

οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν γεγονυίας τοῦτο καθʼ ὑπόθεσιν λέγει, ὡς, εἴ τις τῶν στρατηγῶν τουτωνὶ κατηγόρει, ὡς παρʼ Ἀθηναίοις ἑάλωσαν, εἶθʼ ὑπὲρ αὐτῶν ἀπελογεῖτο Πλάτων, ὡς ἀδίκως ἑάλωσαν, καὶ τῆς τῶν Ἀθηναίων γνώμης ἁμάρτημα τοῦτʼ ἦν, πάντες ἂν ἱκανὴν ἀπολογίαν τοῦτʼ ἐνόμισαν. ἔστι τοίνυν τὸ ἐπέδειξε διὰ τὸν Πλάτωνα, εἰ καὶ ἀσάφειαν ἔχει, διὰ τὸ τοῦτο μὲν ψιλῶς προενεγκεῖν, προϊόντα δὲ λέγειν Πλάτων τοίνυν.

εἶτʼ ἐπέδειξεν ὅτι ἀλλʼ οὐκ ὀρθῶς γε ὡς εἶναι τὸν αὐτὸν κατήγορον καὶ ἀπολογούμενον.

οἱ καταψηφισάμενοι φθόνῳ.

καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο καὶ οὐδένα τοῖς ἀνδράσιν ἔλεγχον ἔχειν ἔτι.

ὅμως ἐν ἐλέγχῳ κατʼ ἐκείνων λαμβάνει τὰ ἁμαρτήματα τῶν Ἀθηναίων.

τὴν μὲν τύχην συμφοράν.

ἐκείνων τῶν δικαστῶν. τοὺς προσκειμένους αὐτῷ τοὺς ἡδομένους. λέγει δὲ τοὺς φιλοσόφους.

ταχύ γʼ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετʼ ἂν τῶν ἁλόντων, τὸ μὴ οὐ κακῶς εἰπεῖν ἐπειδὴ ὁ ἡττώμενος θεοῖς οὐ πολλῆς ἐστιν ἄξιος μέμψεως, ἐπεὶ μὴ ἴσος ἐστὶν αὐτοῖς. τοῦτο δὲ εἶπεν ἀντὶ τοῦ εἰ καὶ θεῶν ἦσαν ἴσοι οἱ καταψηφισάμενοι, οὐδὲ οὕτως ἀπεῖχε τῆς κατὰ τῶν ῥητόρων διαβολῆς, ἔνθα τοῖς ἁμαρτάνουσιν εὐσύγγνωστον. ἢ οὕτως· ὀρθῶς κρινόντων θεῶν, οὕτως εἶπεν, ὅτι, εἰ θεοὶ ἦσαν οἱ καταψηφισάμενοι αὐτῶν, οὐκ ἂν ἀπέσχετο αὐτῶν κατηγορῶν. κυρίττειν ἀρξαμένους πρὸς τὴν αὐτοῦ παραβολήν.

εἶχόν γʼ ἐν τῇ φύσει δήπουθεν ἰσχυρὸν γὰρ ἡ φύσις.

εἰ δʼ ἐπʼ ἀμφότερα αἰτιάσεται Πλάτων τουτέστιν εἰ διλημμάτῳ χρησάμενος εἴπῃ ὡς εἰ μὲν δικαίως αὐτῶν κατεψηφίσαντο Ἀθηναῖοι σαφῶς, ἦσαν οὗτοι κακοὶ, εἰ δὲ ἀδίκως, οὗτοι τῆς κατηγορίας ἦσαν αἴτιοι, κακῶς αὐτοὺς παιδεύοντες. τὸ δὲ σοφοῦ τινος εἰλημμένος εἶπε, διὰ τὸ διλήμματος.

ὑπολαμβάνοντα ὑποκρινόμενον.

πῶς δέχομαι τὸν λόγον; διέρχομαι.

αὐτὸν τὸν δῆμον. φήσομεν ἀντὶ τοῦ φήσεις.

τί λέγει σημαίνει. μηδενὸς τούτων φυγῆς καὶ χρημάτων. καὶ μὴν εἴ γε ἠδίκουν συλλογίζεται.

οὔτʼ ἐκείνοις προσήκειν διὰ τοὺς δικαστάς.

τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος Περικλέους καὶ Μιλτιάδου. Περικλέους καὶ Μιλτιάδου· ὡς εἶπεν ἐν τοῖς ἀνωτέρω, ὅτι δικασταὶ καθήμενοι αὐτῶν κατέγνωσαν Περικλέα δὲ καὶ Μιλτιάδην οὐχ ὁ δῆμος τὰ χρήματα ἐζημίωσαν, ἀλλʼ οἱ καθήμενοι, ὡς ἀνωτέρω οὕτως εἰρήκει.

ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν ὁ Κίμων τῶν δέκα ἐτῶν τοῦ ἐξοστρακισμοῦ.

ὁ δὲ ὁ Περικλῆς.

πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογησάμενος ὑπέρ τε τοῦ δήμου καὶ τῶν στρατηγῶν καὶ δείξας ὡς οὐ δεῖ ἀμφοτέρων ἅμα κατηγορεῖν, φησὶν, ὡς καὶ οἱ Πλάτωνος λόγοι δεικνύουσι, λέγοντες μὲν ἁμαρτεῖν τὸν δῆμον, πάλιν δὲ κατὰ τῶν ἀνδρῶν τούτῳ χρώμενοι, διὰ μὲν τοῦ ἁμαρτεῖν ὑπὲρ τούτων ἀπολογούμενοι, διὰ δὲ τοῦ καταψηφίσασθαι τῶν ἀνδρῶν ἀνέγκλητον καθιστῶντες τὸν δῆμον, καὶ ὡς οὐχ ἥμαρτεν εἰς τοὺς ἄνδρας, ἀλλὰ τὰ δίκαια ἔδρασεν. ὑπὲρ ἀμφοῖν ὑπὲρ τῶν ἀνδρῶν καὶ ὑπὲρ τοῦ δήμου. ὑπέρ τε τοῦ δήμου καὶ τῶν ἀνδρῶν. τῶν ὄντων ἀληθῶν. τῆς ἀληθείας χάριν.

αὐτοῦ τοῦ κατηγορουμένου.

ἃ μὲν τοῖς ἑτέροις ἡμάρτητο τοῖς ῥήτορσιν, ἢ τῷ δήμῳ.

ἃ δʼ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν ὃ ἐφιλανθρωπεύσατο ὕστερον ὁ δῆμος.

εἰς ταῦτʼ εἰς τὰς τιμωρίας.

πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν δείκνυσιν ἐνταῦθα Πλάτωνα καὶ τῶν Περσῶν καὶ τῶν Βαρβάρων ὠμότερον. δείκνυσιν αὐτὸν καὶ βαρβάρων ὠμότερον.

πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν, καὶ πάντων κρατεῖν, ὄντα ἄνθρωπον θεοῦ μόνον τὸ ἀναμάρτητον. θεοῦ γὰρ μόνον τὸ ἀναμάρτητον.

τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους ἵππους τοὺς Ἀθηναίους καλεῖ. τοὺς Ἀθηναίους ἵππους καλεῖ.

ταῦτʼ ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφη ἔνδοξον πάλιν ἔλαβε πρόσωπον.

τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος δύο ἄκρα περιέλαβε.

ὥσπερ καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα ὑπερβολικῶς, ὡς μήτε τὸν ἀδελφὸν κρύπτειν τὸ κακόν.

ὁ δʼ αὖ Πάρις, ἢ δύσπαρις—πρὸς ταῖς αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾄδεται ὅτι, ὅπου ὁ Ἕκτωρ τελευτᾷ, ἐκεῖ καὶ ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Πάριδος.

ἀπὸ τῶν ἐσχάτων ὅρων ἄκρων.

οὐ μόνον ξυνὸς Ἐνυάλιος οὗτος ἔφορος τῶν ἀγώνων.

ἐπείπερ ἔστʼ ἐναγώνιος ὁ βραβεύων τοῖς ἀθληταῖς τὰ ἀγωνίσματα.

καὶ τὰ τῶν στεφανιτῶν οὐ γὰρ πάντες ἀγῶνες στεφανῖται.

ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος διὰ τὸ τάχος κινδυνεύων.

τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι ἐμφαίνει τὸ θεώρημα, ὅτι τοιαῦτα τὰ ἀνθρώπεια.

ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν—ποτὲ δὲ οὐ πλέον ἢ ἓν ὅτι Ὀρόντης ὁ Πέρσης ἐκπεσὼν ἔφη· καὶ ὁ δάκτυλος ποτὲ μὲν ἓν, ποτὲ δὲ μυρία σημαίνει. οὕτω καὶ αὐτὸς, πρὶν ἐκπεσεῖν εὐτυχὴς ὢν, νῦν δυστυχῶ, ἄνω καὶ κάτω τῶν ἀνθρωπίνων δίκην πτεροῦ στρεφομένων.

τῇ θέσει τῇ κλίσει τῶν δακτύλων.

τείνειν ἁρμόζειν.

πολεμίων καθαρὸς ἄνευ πολεμίων. τρέχων μετὰ τοῦ Ὀδυσσέως.

τῆς ὄνθου ὄνθος ἡ τῶν βοῶν κόπρος. ἡ βοεία κόπρος. τῆς ὄνθου προσέτι ἐμπεπλησμένος ὄνθου βοὸς Ἀθηνᾶ κατὰ τὸν δρόμον ἐποίησεν εὑρεθῆναι ὑπὲρ Ὀδυσσέως, εἰς ἣν Αἴας ὀλισθήσας Ὀδυσσέως ἡττᾶται. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητὴς καὶ Ἀθηναῖοι, φησὶν, ἄριστοι ὄντες ἐσφάλησαν.

τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν ὅτι ἡ ποίησις τῇ τύχῃ παρεικάζει τὴν Ἀθηνᾶν.

βλήτροισι τουτέστι συμβολαῖς· βλῆτρον γὰρ ἡ ξυμβολή.

ἦ που ῥᾳδίως πολλῷ πλέον. ἀντὶ τοῦ πολλῷ πλέον.

ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι ἀντιπῖπτον λύει.

ἑτέρας τινὸς ἕξεως ἐπιστήμης.

οὗ μέγιστός τε καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ αὐτὸς αὑτῷ συνέκρινεν, ὡς οὐκ ἔχοντος πρὸς ἄλλον σύγκρισιν.

οὕτως ἔπραξε κἀνταῦθα καὶ ταῦτα ἡττώμενος ὄντως. ὡς ἡττώμενον ὄντως. καίτοι ὅ γε κήρυξ ἀνεῖπεν οὑτωσὶ πανταχοῦ τὰς μαρτυρίας παρατίθεται χρησίμους καὶ ἀναγκαίας.

καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην ἀντὶ τοῦ προσθήκην τῆς συμφορᾶς· ἵνα μὴ μόνον ἀδελφὸς ᾖ τῇ φύσει, ἀλλὰ καὶ τῇ τύχῃ.

τὴν δὲ περιστερὰν αὐτὴν ὁ μὲν Ἀριστείδης θηλυκῶς εἶπε, μέμνηται δέ τις τῶν κωμικῶν ἀρσενικῶς, ὁ περιστερός. καὶ ταύτην τὴν χρῆσιν τίθησιν ἀττικίζων.

χρησμούς τινας οὐ λόγους μόνον, ἀλλὰ θεῶν μαντεύματα. ὥστε οὔτʼ εἴ τις ῥώμῃ σώματος ὡραιότατον πάνυ καὶ λίαν εὐσεβέστατον.

ὅταν καιρὸς ᾖ τούτου πάλιν ἐμφαίνει τὴν τύχην. ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι ἐπεὶ ἑπτὰ ἔχουσα τείχη ὡς ἀνάλωτος ἐθαυμάζετο. πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι ἦσαν γὰρ αὐτοὶ τῶν ἄλλων βαρβάρων δυνατώτεροι.

κιχάνῃ δὲ βραδὺς ὠκὺν ἥρμοσε τὸ Ὁμηρικὸν ῥητὸν τὸ ἀληθές.

περιχωρῇ πλανᾶται, περιστρέφεται. τό θʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν δείκνυσιν ὅτι, καὶ εἰ φιλόσοφος ἦν, ἀλλʼ ἔλαττον προφήτου.

τὸ δʼ ἡμέτερον τουτέστι τὸ ἀνθρώπινον. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας πάλιν τὰ τοῦ Πλάτωνος αὐτὰ δείκνυσι. τὰ Πλάτωνος πάλιν αὐτὰ δείκνυσι.

εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερον τῇ μὲν γὰρ εὐχῇ τὸ κατορθοῦν, τῇ δυνάμει δὲ οὐ πάντως ἔχει ἡ εὐχὴ τὸ εὐχερές· ὡς καὶ Δημοσθένης.

οὐδʼ ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὁ τῶν κακῶν δηλονότι. δοιοὶ γάρ τε πίθοι κατάκεινται ἐν Διὸς οὔδει, δώρων οἷα δίδωσι κακῶν, ἕτερος δʼ ἑάων.

ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη ὡς τοῦτο μεῖζον τῶν προτέρων παραδειγμάτων. ὁ Παλαμήδης, σοφώτατος ὢν τῶν Ἀχαιῶν, ἑάλω τὴν δίκην τῆς προδοσίας καὶ μόνῳ τῷ ὀνόματι ἔδειξε τοῦ προσώπου τὴν ὑπερβολήν· ἡ δὲ ἱστορία δήλη, ὅτι ὁ Ὀδυσσεὺς ἀμυνόμενος αὐτῷ ἐπλάσατο κατʼ αὐτοῦ προδοσίας ἔγκλημα καὶ ὅλως ἐνίκησεν.

καὶ ἀδικεῖν γʼ ἔδοξεν ὅτι οὐχὶ δικαίως ἔδοξεν αὐτός.

ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον παράδοξον, δυνατώτερον. πάλιν δὲ τὸ πρόσωπον τοῦ Ὀδυσσέως λαμπρόν.

ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων τὸ σπουδαῖον λέγει, διὰ τὸ εὑρεῖν αὐτὸν γράμματα ιϛʹ καὶ τὰ τακτικὰ καὶ ψήφους, τῶν εἰς ψυχαγωγίαν δὲ, διὰ τοὺς κύβους καὶ τὰ ἄλλα παίγνια, ἃ λιμώττουσι τοῖς Ἀχαιοῖς οὗτος ἐξεῦρεν, ἵνα τὸν νοῦν πρὸς ἐκείνοις ἔχοντες ἧττον αἰσθάνοιντο τοῦ λιμοῦ. τῶν εἰς ψυχαγωγίαν τῶν κύβων, οὓς ἐξεῦρε, λιμωττόντων τῶν Ἑλλήνων. ὁ δέ γε αὐτὸς οὗτος πρῶτος καὶ τὰ τακτικὰ, τὸν ἀριθμὸν, ἐξεῦρε.

οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον τοῦτο ἐν Αἰσχύλῳ Προμηθεὺς λέγει περὶ τοῦ ἀνθρωπείου γένους.

οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν τὸ σχῆμα χαριεντισμός.

εἰς αὐτὴν τὴν σωτηρίαν τοῦ Παλαμήδους. πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι ἀντὶ τοῦ παραδοξότατον.

ἀλλʼ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν αὐτὸς ἑρμηνεύει, πῶς εὐχερὴς, ὡς ἐπʼ ἀγῶνος.

ἡ τοῦ Περικλέους φατρία φατρία σημαίνει δύο, τὴν συγγένειαν καὶ τὴν συναγωγήν. ἐνταῦθα τὸ δεύτερον σημαινόμενον ἁρμόζει. διαφέρει ὑπερβάλλει. οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται ὡς τούτων παιδευθέντες.

ἧς ἀρτίως ἐμνήσθην ἄνω γὰρ εἶπεν ὡς θεὸς μὲν καὶ τύχη πάντα ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά.

ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα τὴν αὐτὴν ἔχει δύναμιν ἡ τύχη τῷ καιρῷ. καὶ Αἰσχίνης ὁ ῥήτωρ τοῦ θεοῦ δύναμιν τῷ καιρῷ προστίθησιν.

εὖ φρονῶν φιλοσοφῶν.

μηδʼ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φὴς τῇ διαφορᾷ τῶν χρόνων βεβαιοῖ τὸ ἐπιχείρημα. τὴν διαφορὰν τῶν χρόνων ἐπιβεβαιοῖ τὸ ἐπιχείρημα.

τῶν μειζόνων ἐπικουριῶν τοῦ θεοῦ καὶ τῆς τύχης.

ἡμεῖς γε ἀντὶ τοῦ οἱ φιλοσοφοῦντες. ἐκράτει Κλέων Περικλέους πολὺ τὸ διάφορον ἐδήλωσεν, ἀντὶ τοῦ ὁ πρὸς πάντα κάκιστος τοῦ χρηστοῦ.

τὸ ἔργον τὸν κάματον.

ἑπτὰ Λακεδαιμονίους. πρὸς ἑξακοσίους Ἀθηναίους. ἀντιλογίζεται ἀπαριθμεῖται.

τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξατο παραδόξως ἐπιχειρεῖ· δὶς ἐκ τῶν ἐπιφερομένων διωρθώσατο.

ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ ἐν τῇ ἀπολογίᾳ Σωκράτους.

εἶτα ἐπιθαυμάζεις τὸ ῥῆμα αὐτοῦ πρὸς αὐτὸν μιμεῖται.

προσέκρουσαν ἐλύπησαν.

ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο διέζησαν.

ᾗ μὲν κατά τινα τρόπον.

καί τινα πρᾳότητος τύπον χαρακτῆρα.

ἡδέως δʼ ἂν ἐροίμην ὅστις βούλεται πρὸς τοὺς φιλοσόφους μεταστρέφει τὸν λόγον.

φέρε δὴ κἀκεῖνο σκεψώμεθα τὸ καταδικασθῆναι ἀκαίρως.

εὐπρεπῶς εὐφήμως.

ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν— ἐκείνοις ὑπάρχειν ὁ νοῦς τοιοῦτος· τὸ μὲν μηδὲν ἄτοπον συμβουλεῦσαι, ὑπέρ τε τῶν ῥητόρων ἐστὶ, καὶ ὑπὲρ Σωκράτους καὶ Πλάτωνος· οὐδὲ γὰρ ἄτοπον συνεβούλευσαν. τὸ δὲ τολμῆσαι τὰ χρηστὰ συμβουλεῦσαι μόνον ἂν εἴη τῶν ῥητόρων.

τοῦ μηδʼ ὅλως εἰπεῖν τουτέστι σιωπᾶν.

ἐκείνοις τοῖς ῥήτορσι.

εἰ δὲ καὶ τοῦτʼ ἔξεστιν ἐρωτῆσαι τεχνικῶς ἐπαινεῖ, ἐπειδὴ συμβάλλεται πρὸς ἀπόδειξιν πάλιν ὁ ἔπαινος.

ὑπολογίζεσθαι ἐννοεῖν.

πρὸς τὸ δίκαιον δίκαιον καλεῖ τὸ βοηθεῖν τῇ πατρίδι.

τῷ Σωκράτους κέχρηνται λόγῳ ὡς ἐκεῖνα ὄντα ἀπὸ προσώπου τοῦ Σωκράτους.

εἰ καὶ ὁτιοῦν ἀπήντησε συμβέβηκε.

τὰ Πλάτωνος αὐτοῦ ῥήματα.

καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις ἐσιώπησε τὰ ἑξῆς, ὡς ὁμολογούμενα τῷ ἀκροατῇ.

τοὺς δʼ εἴ τι πείσονται δυσχερὲς— τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν ἀπὸ προσώπου ἡ σύγκρισις, ἀπὸ τῶν συμβάντων, ἀφʼ ὧν πεπόνθασιν.

οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ὅρα πῶς ἐμείωσε τῶν ἡρώων τὸν ἔπαινον καὶ τὴν Ἑλλάδα μιᾷ γυναικὶ ἀντέθηκε.

τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν τὸ σχῆμα βαρύτητα δηλοῖ. ἀπὸ γὰρ ἐπαίνου τὴν διαβολὴν ἐπήνεγκεν. εἰ μέν τις φίλῳ τιμωρῶν ὁ Ἀχιλλεὺς τῷ Πατρόκλῳ. τῷ Πατρόκλῳ Ἀχιλλεύς.

εἰς μακάρων νήσους ἔνθα οἱ εὐσεβεῖς μετὰ θάνατόν εἰσιν.

τοῦτο οὐκ ἔχοντας μὴ δυναμένους. κειμένοις νεκροῖς. βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι τὸ Δημοσθενικὸν τὸ ἐν τῷ πρὸς Λεπτίνην.

ὅσον εἰς τούτους ἀνήκει ἀνέρχεται.

λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ κατὰ τοῦ Αἰσχίνου· προσποιεῖται ἀγνοεῖν.

οὐχ ὥσπερ Πλάτων φησὶν λέγων τὴν ῥητορικὴν ἠθικωτέραν τῆς διαλεκτικῆς.

εἰς ὑπερβολὴν εἰς τὸ ὑπερβαλέσθαι ἐκείνους.

ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν ἐντεῦθεν ἀπὸ τῶν καιρῶν ἡ σύγκρισις.

οἱ μὲν οἱ πρόγονοι.

νοσούντων καὶ μόνων οὐκ ἀπολωλότων προδιδόντων καὶ στασιαζόντων.

ἔπειθʼ ἀντὶ τοῦ δεύτερον. ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια ἀπὸ τοῦ προσώπου ἐνταῦθα ἡ σύγκρισις, ὅτι δεινότερος ὁ Φίλιππος Ξέρξου.

καὶ τούτους ὁμήρους τὸ ἄπιστον Φιλίππου δηλοῖ, ὅτι σπενδόμενος ἐπολέμει. ἅμα τῷ Κηρυκείῳ καὶ τῷ Σιδήρῳ ὀνόματα προδοτῶν. τῷ κηρυκείῳ κηρύκειον ὁ τοῦ κήρυκος μισθὸς καὶ τὸ ἀφιλόνεικον. κηρύττει ὁ τοῦ κήρυκος μισθὸς τὸ φιλόνεικον.

τὰ πλεῖστα τῶν πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους τοὺς προδότας σημαίνει. λαθραῖος γὰρ ὁ τούτων πόλεμος.

ἀφθονίας θαυμαστῆς εὐπορίας· ἵνα δείξῃ τὸ πλῆθος τῶν προδοτῶν.

ἀποχρῆν ἡγήσατο ἀντὶ τοῦ οὐκ ἀνάγκην ἔχων τῶν προδοτῶν μνησθῆναι.

ἐπισημαίνοιτο ἐπιτηρήσειεν.

ἐκ περιουσίας ἐξ ὑπερβολῆς.

αὐτοῖς κατηγορήμασιν.

τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς ἵνα δείξῃ ὁ Δημοσθένης ὡς ῥήτωρ σοφίζεσθαι, συνέπλεξεν αὐτῷ τὸν Θουκυδίδην ὡς φιλαλήθη.

πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε Πλάτωνα λέγει καὶ Δημοσθένην. Πλάτων λέγει καὶ Δημοσθένης.

τοῦ λέγοντος αὐτοῦ ἐμοῦ.

δεξιώτερος συνετώτερος. ὅστις αὐτῷ—εἵλετο τοὺς ἄνδρας ὁ Πλάτων.

τοὺς ἄνδρας τοὺς τέσσαρας. ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη ὁ Δημοσθένης. ἐν τοῖς Φιλιππικοῖς.

οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν ἑαυτὸν λέγει καὶ κολάζων τοῦ ἐπαίνου τὸ ἐπαχθές.

μή τῳ δὴ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται οὐ γὰρ καθόλου ὁ ῥήτωρ τοῦ φιλοσόφου πλέον τι ἔχει.

ταῦτʼ τὰς τέχνας λέγει, διαλεκτικὴν καὶ ῥητορικήν. εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς πλατυτέραν δείκνυσι τὴν ῥητορικήν.

τὸν αὐτὸν τρόπον, ὅνπερ τοῖς δρομεῦσιν τοῦτο καλεῖ ἀντίστροφον νόημα.

ἐξαίρω χωρίζω. ἱκανὸς γὰρ καὶ ἀμφότερα φιλοσοφεῖν καὶ ῥητορεύειν.

οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται ἔνθα ἰδίᾳ τὴν μνήμην αὐτῶν ἐποιήσατο προτροπῆς χάριν.

συνήγαγον ἴσας ἔδειξα. τὰς δυνάμεις ἡ ῥητορικὴ καὶ ἡ διαλεκτική.

περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος ἐν τῷ Κρατίνῳ τῷ διαλόγῳ, ἢ περὶ ὀρθότητος ὀνομάτων. Κρατύλον σημαίνει τὸν διάλογον Πλάτωνος.

ὑπὲρ μὲν τούτων τοῦ τὴν διαλεκτικὴν τῇ ῥητορικῇ προσήκειν. οὐ διαφέρομαι δικάζομαι.

Αἰσχίνης ὁ Σωκρατικὸς, περὶ οὗ ἤδη εἶπεν.

ἀφʼ ὧν αὐτὸς πλάτων ὡμολόγησεν ὅτι οὐ κολακεία ἡ ῥητορικὴ, ἀλλʼ ἴση διαλεκτικῇ.

τὴν γοῦν ἀλήθειαν ὡς χρὴ τιμᾶν, — ἄξιος, ἢ Πλάτων φιλοσόφων ἔργον τὸ τὴν ἀλήθειαν τιμᾶν. πάλιν δὲ τὴν Πλάτωνος δέχεται μαρτυρίαν.

ὑπεξελέσθαι χωρίσαι.

τῶν πρώτων κατηγοριῶν.

ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, —οὔτε τῇ κολακικῇ πάλιν τῶν Πλατωνικῶν ῥημάτων κέχρηται. πάλιν Πλατωνικῷ ῥητῷ κέχρηται.

πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων τὸ μαχόμενον πάλιν κεφάλαιον.

διὰ δʼ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο—ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ λέγει γὰρ ὡς οὐκ ἂν ἐξέπεσον, εἰ τῇ ἀληθινῇ ῥητορικῇ χρώμενοι τὰ βέλτιστα ἔλεγον, καὶ οὐ τῇ κολακευούσῃ.

τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν αὐτὸν εἰσάγει τὸν Ἀμφίονα, πρὸς τὸν ἀδελφὸν Ζῆθον λέγοντα ὅτι οὐ συμφωνεῖς ἑαυτῷ· φανερὸς γὰρ ὁ τούτων μῦθος, ὅτι τῇ λύρᾳ τὰς Θήβας ἐτείχισαν. λέγει δὲ ὡς πρὸς τὸ βούλημα Πλάτωνος. τοῦτο γὰρ ἤθελε δεῖξαι.

καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι πάλιν αὐτοῦ τῶν ῥημάτων ἐπιλαμβάνεται. ἀντὶ τοῦ ποῖον δίκαιόν ἐστιν.

ὡς ἄν τις μάρτυς συνήγορος.

κἀνταῦθα στήσεσθαι τοῦ λόγου ἐν τῇ διαβολῇ. τὰ μὴ ὄντα τὰ οὐκ ἀληθῆ.

τῆς αἰτίας τῆς κολακείας.

ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δεικνύναι ἀντὶ τοῦ ἐπεθύμει βιαζόμενος τὴν ἀλήθειαν.

ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα—ὡς οὐ τοιοῦτον εἴη ἀντὶ τοῦ οὐκ ἤδη κακὴ ἡ ῥητορικὴ, εἰ καὶ οἱ ἄνδρες ἐδείχθησαν κακοί. εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο ὡς κακοί.

παρʼ ἐκεῖνον αὖ τὸν λόγον τουτέστι κεχωρισμένον ἐκείνου τοῦ λόγου. ἐκτὸς τοῦ λόγου ἐκείνου καὶ ἐναντίως αὐτῷ.

παράλληλα θεασώμεθα ἅ τʼ ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα πάλιν διαβάλλει ὡς ἐναντία λέγοντα.

γνησίως ἀληθῶς.

εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι ἀντὶ τοῦ εἰ τούτων κεχωρισμένοι εἰσί.

αὐτῶν τῶν ῥητόρων.

τὰ μηδαμῆ συμβαίνοντα πρέποντα.

κατηγορεῖν αὐτούς.

τῷ τύπῳ τῶν λόγων τῷ χαρακτῆρι.

χαριζόμενοι τερπόμενοι. τρόπος τρόπος λόγου.

πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων ὡς ἐπὶ δικτύου εἶπε καὶ λίνου.

ἀλλὰ μή τις ὅρα.

ἐν τῷ τὴν ἡσυχίαν ἄγειν μὴ πολιτεύεσθαι. ἐν τῷ μὴ πολιτεύεσθαι.

ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην εἶναι ἄρχοντας.

τίνʼ ἔχει λόγον ἀντὶ τοῦ ποῖον δίκαιόν ἐστι.

οὐ κακῷ τὸ κακὸν—ἰάσατο τὸ παροιμιῶδες, οὐκ ἰάσασθαι τῇ κατηγορίᾳ τὴν κατηγορίαν.

τί σοι πλέον τῆς ἐκείνων κακίας λείπει ὄφελος.

οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς τὸ δεῖξαι καθόλου κακὴν τὴν ῥητορικήν.

τοῖς ὅλοις πράγμασι.

τῷ μέλλοντι ὑπολήψεσθαι Καλλικλεῖ. ὑπολήψεσθαι ἀποκριθήσεσθαι. καὶ καθάπερ τὰ παραδείγματα προσῆκε. ἁπλῶς οὑτωσὶ περαίνειν ἄνευ ἐρωτήσεως.

νῦν δʼ οὔτʼ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως τοῦ ἀπολογεῖσθαι, ἢ καλοὶ, ἢ κακοί. νῦν δʼ οὔτʼ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως οὔτε κατʼ ἀμφότερα ἁλωσίμου οὐ γὰρ ἀνάγκην εἶχεν ὁ ἐρωτώμενος τὸ ἓν ἀποκρίνασθαι, ἀλλʼ οὐδὲ ἀμφότερα τὰ μέρη τῆς ἐρωτήσεως κατηγορίαν εἶχε τῆς ῥητορικῆς.

κατʼ ἀμφότερα τὸ εἶναι καλοὶ ἢ κακοί. δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ τὸ πρὸς ἀμφότερα ἀπολογεῖσθαι.

ἐγὼ δʼ εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορική θαυμασίως ἐπεχείρησεν, ἐκ τῆς αὐτοῦ τέχνης συλλογιζόμενος, καὶ δείκνυσι πᾶσαν τέχνην ἁπλῆν, καὶ ὅτι οὐχ ἡ κακία τοῦ τεχνικοῦ ποιεῖ τὴν τέχνην ἑτέραν.

ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄρητο ἐν τῷ δεῖξαι καθόλου κολακείαν.

εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν ὃ λέγει τοιοῦτόν ἐστιν οὐκ ἐχρῆν αὐτὸν βουλόμενον τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακίζειν, χωρῆσαι κατὰ ῥητορικῆς ἐκείνους ἀφέντα, καὶ διπλῆν αὐτὴν εἶναι λέγειν, καὶ οὐκ ἐνταῦθα μόνον στῆναι, ἀλλʼ ἐπενεγκεῖν ὅτι φαύλη τίς ἐστι μόνον, καὶ οὐ τὸ μὲν αὐτῆς χρηστὸν, τὸ δὲ φαῦλον.

ὑπολαβὼν ἀποκριθείς.

οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικὴν τὴν ὑπὲρ τοῦ βελτίστου σπουδάζουσαν.

μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες πρὸς τὸ φιλονείκως ἐστὶν ἡ κατασκευὴ αὕτη· θέλων γὰρ Ἀριστείδης δεῖξαι τὸν Πλάτωνα φιλονείκως πρὸς τὸν Καλλικλέα τοῦτο εἰπόντα, ἐπάγει· λέγει γὰρ ὁ Καλλικλῆς οὑτωσὶ τῷ ῥήματι· μὴ πρόφερέ μοι, ὦ Πλάτων, τὸ οὐ πώποτε εἶδες.

τούτους τοὺς ἄνδρας. τῶν τότε ὄντων ἐλέγχει ῥητόρων ἀντὶ τοῦ τῶν ὁμοχρόνων αὐτῷ τῷ Πλάτωνι.

κατὰ πάντων ἐθέλει λέγειν οὕτω τῇ ἀποκρίσει δηλονότι.

τοῖς ἀμοιβαίοις τῇ ἀποκρίσει.

ἢ ἐκεῖνον τὸν Καλλικλέα.

τοῦ διαφωνεῖν μάχεσθαι.

καὶ παρῆλθε μὲν τὸ παρῆλθε λέγει, διότι οὐ διέβαλλεν αὐτὸν ὀνομαστὶ, πρὸς διαβολὴν δὲ ἐμνημόνευσεν, ἐπειδὴ πάντας τοὺς ἀπʼ ἐκείνου διέβαλεν, ὅτε δὲ πάντας, καὶ οὗτος ἐντὸς ἦν.

πάλιν δὲ τινῶν, τῶν Σωκράτους μὲν εἰς Ἀλκιβιάδην.

ἐναγόντων παροξυνόντων.

τοῖς δʼ ὡς ὀλιγαρχικοῖς ὀλιγαρχίαν ἐπαινοῦσι καὶ ἄντικρυς πρὸς τυραννίδα νεύουσι. διʼ ἀπορρήτων ἀπόρρητα καὶ ἅ τις οὐκ οἶδε κατηγοροῦντες αὐτῶν, ὅτι καὶ ὁ Νικίας ἦν τις τῶν ἐφʼ ἑαυτοῦ.

διʼ ὧν δʼ ἐλεγχόμεθα ἑκόντες παραλείψομεν τῇ σιωπῇ.

καὶ Νικίαν εἶναί τε ἀγαθόν.

ἐπʼ ἐκείνου τῶν χρόνων τοῦ Πλάτωνος.

περιγραπτοὺς ὡρισμένους.

καίτοι τί φησι Πλάτων ἀνθυποφορά.

σὺ τοίνυν αὐτὸς φὴς ὅτι, εἴ τις τῆς ποιήσεως βουλόμενος διαβάλλειν τὴν ῥητορικὴν, ὡς καὶ αὐτὴν τρόπῳ τινὶ ποιητικὴν οὖσαν διὰ τὸ ἡδὺ Πλάτων εἶπεν.

εἰ καὶ μηδεπώποτʼ ἐφθέγξατο ἐπὶ τοῦ βήματος τὸ βῆμα τῶν ῥητόρων μόνον ἐστί.

καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται ἐπὶ γὰρ ποιητῶν μόνον τὸ ᾆσαι λέγεται.

καὶ σοφὸς καὶ γὰρ εἷς ἐγένετο τῶν ἑπτὰ σοφῶν.

ἀλλʼ οὐ μὰ Δίʼ οὐχ ἡ ῥητορικὴ τῆς γὰρ νομοθετικῆς ἥττονα εἶπε ῥητορικήν.

τοῦ δευτέρου καὶ χείρονος τῆς νομοθετικῆς. δεύτερον καὶ χεῖρον ὁ Πλάτων ἐν τῇ διαιρέσει λέγει τὴν δικαιοσύνην τῆς νομοθετικῆς· ἀμφότερα γὰρ μόριά εἰσι τῆς πολιτικῆς, ἀλλὰ πρῶτον μὲν ἡ νομοθετικὴ, δεύτερον δὲ ἡ δικαιοσύνη, ἧς εἴδωλον τὴν ῥητορικὴν τίθησιν. εἴδωλον εἶναι τὴν ῥητορικήν. κατεψευσμένον ἤγουν ὑφειμένον.

Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους, εἰς ὅσον ἐξῆν, πεποιηκὼς ποτὲ γὰρ ἐστασίασαν ἐν Ἀθήναις οἱ πλούσιοι πρὸς πένητας, καὶ διήλλαξεν αὐτοὺς ὁ Σόλων διὰ τῆς νομοθεσίας.

οἶμαι δʼ οὐκ Ἀθηναίους μόνον· ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν καὶ Δημοσθένης φησὶν ὅτι πολλοὶ τῶν Ἑλλήνων τὴν Ἀθηναίων ἐζήλωσαν πολιτείαν· καὶ Θουκυδίδης.

πάντων ἐφεξῆς κατέδραμε σημείωσαι ὁ ἀναγινώσκων.

νῦν δʼ ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον τῇ πολιτικῇ νέμων τέσσαρα γὰρ ἔλεγεν εἶναι Πλάτων τῆς παρασκευῆς μόρια. ὑπόκειται τῇ πολιτικῇ ἡ νομοθετικὴ καὶ ἡ δικαιοσύνη, καὶ εἰσὶν αὐτῆς δύο μόρια· ὑπερχομένη δὲ αὐτὰς ἡ κολακεία τρίτον γίνεται. λέγει δὲ ὁ ῥήτωρ νέμειν τὸν Πλάτωνα τῇ πολιτικῇ ὥσπερ καὶ τέταρτον μόριον τὸ μνημονεῦσαι ἑνὸς ἐν εὐφημίᾳ, τεττάρων δὲ ἐπὶ ψόγων. παρὰ τὴν κολακείαν δὲ εἶπεν ἀντὶ τοῦ ἐπέκεινα ταύτης, ἄλλο τι εἶδος.

παρὰ τὴν κολακείαν ἐν τῷ δεῖξαι ἐπὶ κολακείαν.

ὑπερβολὴν μὲν εἶναι δόξειέ τις δεινῶς τοῦτο· καὶ ἐν τῇ ἀρχῇ ἔφη αὐτὸν ὠδίνειν τὴν κατʼ αὐτὸν διαβολήν. ἐπειδὴ ἐδόκει ὥσπερ ἀμαθίαν κατηγορεῖν Πλάτωνος.

τὸν δὲ Ἀριστείδην ἐπήνεγκεν, ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον οὐχ ὅτι δικαίως πέπονθεν, ἀλλʼ ὡς συμβαλόμενον αὐτῷ Ἀριστείδην εἶπεν.

πρότερος μὲν τοῦ Κίμωνος ἵνα καὶ τῷ χρόνῳ δείξῃ πλείονα τειχίσαντας. ἵνα καὶ τὸν χρόνον δείξῃ πλεῖον ἀτυχήσαντας. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυεῖν Θεμιστοκλέα καὶ Κίμωνα.

δίκαιός γε ὢν, ὡς σὺ φὴς καὶ αὐτὸν γὰρ δίκαιον αὐτὸν ἐκάλει.

ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς ἐνταῦθα τὴν μείζονα ἀπόδειξιν ἐτήρησεν· αὐτὸν γὰρ εἰσάγει τὸν ἀντίδικον γινόμενον αὐτῶν ἐπαινέτην ἐν τῷ ἐπιταφίῳ. οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς, ἣν ᾐτιάσατο ὅτι ἔλεγεν ὡς οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο οὔτε τῇ κολακευτικῇ.

ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐν τῷ τρίτῳ τῶν νόμων αὑτοῦ ὁ Πλάτων ἐπαινεῖ τὰς πράξεις τὰς γενομένας ἐν τοῖς Περσικοῖς.

τῇ ἠπείρῳ πάσῃ Ἀσίᾳ.

τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντας Θεμιστοκλέους ἔργα.

τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύσαντας Κίμωνος ἔργα.

τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτιασάμενος ἣν ἠγνωμόνησαν πρὸς Ἀθηναίους σωθέντες ὑπʼ αὐτῶν ἐκ τῶν βαρβάρων. τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας ἀπὸ κοινοῦ τὸ αἰτιασάμενος. λέγει δὲ τοὺς Λακεδαιμονίους· οὗτοι γὰρ οἱ τῶν Ἑλλήνων ἡγεμόνες. τοὺς Λακεδαιμονίους ἐγείραντας κατʼ Ἀθηναίους τοὺς Ἕλληνας. ἐπὶ τὴν γῆν ἐκείνων τὴν Ἀττικήν.

τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν ἑλόντας λέγει τοὺς μετὰ Περικλέους Ἀθηναίους, ὃς οὐκ ὀλιγάκις ἐνίκησε Λακεδαιμονίους ἡγεμόνας ὄντας τότε τῶν Ἑλλήνων. λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπʼ αὐτοῖς ἐπιτάφιον· καὶ αὐτὸς γὰρ εἶδος ἐγκωμίου. ἵνα μή τις εἴπῃ ὅτι ἠναγκάσθη εἰπεῖν τὸν ἐπιτάφιον, τοῦτο λύει, λέγων, ἑκὼν, οὐκ ἀναγκασθεὶς εἶπεν.

ὅταν γὰρ τὰ πολιτεύματʼ αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ; ὅτι ἄνευ αὐτῶν οὐ γεγόνασι.

οὐδʼ ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγαθοὺς ἄνδρας πάλιν τὸ φιλόνεικον δηλοῖ.

λέγειν ἀπὸ κοινοῦ τὸ χρή.

συμβαίνοντα συνᾴδοντα.

ἐκ τιμημάτων πλούτων.

πανηγυρίζων τε καὶ νομοθετῶν τὸν ἐπιτάφιον λέγων καὶ νόμους γράφων.

ἐνταῦθα ἐν τῷ Φαίδρῳ.

μετεωρολογίας νοητῶν τε καὶ οὐρανίων.

ἐπὶ φύσιν γνῶσιν.

τέχνην περὶ λόγους ὥσπερ ἐπιλαμβάνεται αὐτοῦ· ἰδοὺ γὰρ, φησὶ, τέχνην ὠνόμασε τὴν ῥητορικήν. τὴν αἰτίαν προστίθησι ὅτι συνεγένετο τῷ Ἀναξαγόρᾳ.

ἐν τουτοισὶ τοῖς λόγοις τοῖς Πλάτωνος. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ ἀνακεφαλαιοῦται πάλιν τὰ εἰρημένα.

δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ κἀκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας τὸ δεικνύντα ἀντὶ τοῦ δεικνὺς ληπτέον, καὶ ἀπὸ κοινοῦ τὸ φαίνεται, καὶ συντακτέον οὕτως· καὶ δυοῖν θάτερον φαίνεται δεικνὺς, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ φαίνεται δεικνὺς ἐκείνους ἃ μὴ προσῆκεν ἀκηκοότας, ἀντὶ τοῦ μάτην ὑβρισθέντας. ἄλλοι δὲ εἰς τὸ δυοῖν θάτερον ὑπακούουσι φαίνεται ποιῶν, ἢ ἐπαινούμενον τὸν μὴ προσήκοντα ἐπαινεθῆναι, ἢ ἐπαινούμενον μὲν προσήκοντα, δεικνύντα δὲ ἐκείνους ἀκηκοότας ἃ μὴ προσῆκεν· ἵνʼ ᾖ τὸ δεικνύντα πρὸς τὸν Ἀριστείδην.

ἑτέρωθι ἐν τῷ ἐπιταφίῳ.

πάλιν δʼ ἰδίᾳ ἐν τῷ Φαίδρῳ.

τὸ δʼ ἐκεῖνον νικᾶν.

καὶ ταῦτα εἰς αὐτὸν, ὃν ἥκιστα ἐβούλετο ἀντὶ τοῦ καὶ ἑαυτοῦ. τὸ καὶ ταῦτα εἰς αὐτὸν πρὸς τὸ τἀναντία τῶν ὄντων λέγειν ἔχει τὴν συνάφειαν· τὸ δὲ ὃν ἥκιστα ἐβούλετο λέγει, διὰ τὸ τὸν Πλάτωνα τὸν Περικλέα ἐπαινεῖν καὶ κοινῇ καὶ ἰδίᾳ. ἢ τὸ αὐτὸν ἀντὶ ἑαυτὸν, ἵνα συνάπτηται πρὸς τὸ χαλεπωτέρους. ὦ μακάριε πρᾳότατε.

οὕτως ἔτι πρᾳοτέροις οὗτος ἐχρήσατο πάλιν ἀπὸ τοῦ τρόπου τῆς τιμωρίας πρᾳότερον κατεσκεύασεν.

ἔστων ἔστωσαν. καὶ Ὅμηρος μαρτυρείτω ἐπειδὴ εἶπε δικαιότατος Κενταύρων, τὸ ἥμερον δίκαιον ὀνομάζων. τὸ δὲ προστιθεῖ γὰρ προσυπακουστέον τοῦ Ὁμήρου χρῆσιν.

καὶ φήσας ἐν τῷ διαλόγῳ τοῦ Ἀλκιβιάδου.

τὴν αὐτὴν αἰτίαν κακουργίαν καὶ πρόφασιν.

οὐδὲν προκαλυπτόμενος οὐ χρησάμενος προκαλύμματι. οὔτε γράμματα οὔτε νεῖν εἰδότα παροιμία ἐπὶ τῶν ἀνοήτων. τὰ εὐτελῆ.

χωρὶς τοῦ μὴ ὁμολογεῖν συμφωνεῖν.

τὰ δυσχερέστατα ἀτοπώτατα.

οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατʼ ἐκείνου λόγων ἀκούειν προσῆκεν τὸ Δημοσθενικόν· οὐ δεῖ λέγειν κακῶς τοὺς τελευτήσαντας, οὐδʼ ἂν ὑπὸ τῶν αὐτοῦ παίδων ἀκούῃ τις. ἐκείνῳ τῷ Περικλεῖ.

τούτῳ τῷ Ἀλκιβιάδῃ.

οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται, τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν ὃ ἐποίησε Πλάτων, παραμυθεῖσθαι θέλων τὸν Ἀλκιβιάδην, ὡς οὐ μόνος αὐτός ἐστιν ἀνόητος.

καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον διʼ ὧν πλέον ἀποδίδωσιν ἐν τοῖς ἄλλοις Πλάτων, ἔτι μᾶλλον καθάπτεται αὐτοῦ.

περιῃρῆσθαι ἐκβαλεῖν.

ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας σημείωσαι τὸ τοῦ θεολόγου. τὸ αὐτονόμως δηλοῖ. οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἐστὶν οὗ φανήσεται ποιῶν ὅτι ὀνοματοποιεῖ.

μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτηκότων καὶ τῶν ἐν Λεχαίῳ ἔνθα ἀπέθανον οἱ Ἀθηναῖοι μαχόμενοι.

τῆς εἰρήνης τῆς ἐπʼ Ἀνταλκίδου κληθείσης ἡ ἱστορία δηλοῖ ὅτι τοῦτον ἔπεμψαν Λακεδαιμόνιοι πρὸς τὸν βασιλέα τῶν Περσῶν περὶ εἰρήνης, ὃς τοὺς Ἴωνας αὐτῷ προδέδωκεν.

οὐδʼ ἂν τὸ δαιμόνιον προύλεγεν αὐτῷ περὶ τῶν τοσοῦτον μετʼ αὐτὸν εἰσάγει Πλάτων τὸν Σωκράτην παρὰ τοῦ ἰδίου δαίμονος ἅπαντα διδασκόμενον. ὑπερβολικῶς οὖν λέγει ὅτι, κἂν ὁ δαίμων αὐτοῦ εἶπεν αὐτῷ, οὐκ ἂν ᾔδει.

ἐν γὰρ τῷ συμποσίῳ διάλογος αὐτῷ ἐστι συμπόσιον, ἐν ᾧ πρόβλημα προτίθησιν αὐτοῖς ἐγκώμιον ἔρωτος. ἔτι μειράκιον ὄντα ἐκ τῆς ἡλικίας τίθησι τὴν διαβολὴν, μειράκιον εἰπών.

ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο ἐκ τοῦ πολλάκις κινεῖσθαι τὸν στόμαχον. ὡς γὰρ ἀδηφάγον εἰσάγει αὐτὸν τὸν περὶ ἔρωτος.

διῳκισμένων ἡττηθέντων. ἔθος δὲ εἶχον οἱ νικῶντες κατὰ μέρος διοικίζειν τοὺς ἡττημένους, διὰ τὸ μὴ ἐπαναστῆναι αὐτοὺς αὖ εἰς αὐτούς. ἤδη τῆς εἰρήνης ὀμωμοσμένης τῆς ἐπὶ Ἀνταλκίδου.

κωμάζοι εἰσῆλθε γὰρ ἐστεφανωμένος.

ἔμβραχυ Πλάτωνος ἡ λέξις. σημαίνει δὲ τὸ ἀληθές.

τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦδον ἤγουν τὸν Ἑρμῆν. οὕτως γὰρ οἱ Αἰγύπτιοι καλοῦσι τὸν Ἑρμῆν. λέγει δὲ ὅτι ἐπιδημήσας τῇ Αἰγύπτῳ καὶ τοῖς προφήταις αὐτῶν συνεγένετο.

συγχωρεῖν πυθέσθαι.

εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ Ἑρμοῦ πόλιν.

σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ ὅτι τῇ τῶν πεπαιδευμένων συνουσίᾳ καὶ οἱ τύραννοι σοφοὶ γίνονται. οὐδʼ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν εἰς αὐτὸν αἰνίττεται Πλάτωνα.

πλάσματα καλὸν τὸ πλάσματα· ἐοίκασι γὰρ οἱ διάλογοι δράμασι, διὰ τὸ ἔχειν καὶ αὐτοὺς οἱαδηποτοῦν πρόσωπα, καὶ λόγους περικεῖσθαι, οὓς δοκεῖ τῷ Πλάτωνι. πλέκειν κατασκευάζειν, τεχνᾶσθαι.

τῆς μεγαλοπρεπείας καταχρηστικῶς ἐπὶ λόγων εἶπε μεγαλοπρέπειαν· ἐπὶ γὰρ χρημάτων μόνον λέγεται κυρίως.

οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν, οὐδὲ ἔσται ἐπειδὴ τῷ Σωκράτει αὐτὰ περιτίθησιν ὁ Πλάτων.

τῶν Πλάτωνος διαλόγων.

ὁ μὲν γράψας ὁ Σωκράτης, ἢ εἰπών. αὐτῷ τῷ Πλάτωνι. τοὔνομα ἐξαρνουμένῳ τὸ Σωκράτους.

οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις τὸ ἀμέλει παρέλκεται.

ἡ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις θέσιν καλεῖ τὴν λογικὴν σκέψιν. τὴν περὶ πράγματος, ὡς ἔχομεν καὶ τὸ προγύμνασμα ἐν τῇ τέχνῃ.

τὸ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι ἔλεγε γὰρ ὁ Πλάτων ὅτι ἡ μὲν γυμναστικὴ οὐκ ἐᾷ νοσεῖν, ὁ δὲ ἰατρὸς τὸν νοσοῦντα θεραπεύει. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰατρῶν ἐπειδὴ ὁ λόγος ἰατρικὸς καὶ οὐ ῥητορικὸς, αὐτῷ τῷ ἰατρῷ περιτίθησι τὴν συνηγορίαν. τῆς γυμναστικῆς.

ἐκεῖνο τὸ ὑγιαίνειν. χωρὶς τούτου τῆς ἰατρικῆς.

οὐ φιλοτιμήσεται οὐ φιλονεικήσει. ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ ἀπὸ τοῦ ἥττονος τὸ παράδειγμα.

τὸν μέλλοντα αἰωρήσεσθαι κινηθῆναι αἰώρησιν γὰρ καλεῖ τὴν κίνησιν.

μέσον πόρον πόρον οὐ τὸ πέλαγος, ἀλλὰ τὴν στενὴν καλεῖ θάλασσαν.

καθάπερ τις αὐτοκράτωρ αὐτεξούσιος.

καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη τὰ τοιαῦτα ὤνησε ἵνα μή τις εἴπῃ. καὶ τί δύναται ὠφελῆσαι ναύτης πρὸς ὑγείαν;

ἀμηγέπη μετρίως· ἡ λέξις Πλάτωνος.

ἓν τοῦτʼ ἰσχυρὸν ὑπάρξει λέγειν τῇ ἰατρικῇ. καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἕξει Ξενοφῶν δὲ ἐν τοῖς ἀποφθέγμασι Σωκράτους τὸν μῦθον εἶπεν ὅτι τὰ πρόβατα ἐνεκάλουν τῷ ποιμένι, προτιμωμένων τῶν κυνῶν, ὡς ἔρια παρέχοντα καὶ ἐρίφια. ὁ δὲ ἔφη, εἰ μὴ διʼ αὐτοὺς, οὐκ εἶχον ὑμᾶς ἀκέραια, δηλῶν αὐτῶν τὸ φυλακτικόν.

ἀλλʼ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας ὁ μάγειρος.

ἀλλʼ ὑπὲρ μὲν τούτων—παρείσθω λέγειν συμπέρασμα τῆς προσκειμένης ὑποθέσεως.

ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικὴν ὅτι ἀνασκευάζει καὶ ταύτην αὐτοῦ τὴν ἀπόφασιν.

εἰς ἓν κεφάλαιον κοινὸν γένος.

ἀνεξέταστον ἄκριτον.

οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται ὃ αὐτὸς ποιεῖ Πλάτων περιτίθησι. ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον πῶλος καλεῖται ὁ μικρὸς ἵππος· ὡς ἵππον οὖν αὐτὸν ὁ Πλάτων σοφίζεται.

τὸ δʼ αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι ὅτι τὸ πταίειν ἐπὶ τοῦ διασφάλλεσθαι εἴρηται.

καὶ μὴν Τάνταλον ἐσεῖδον, καὶ τόνδε μετεισενόησα τοῦτο εἰσάγει τὸν Σωκράτην λέγοντα. ἐκ νεκυίας νεκρομαντείας. νεκυομαντείας, ὡς Ὅμηρος.

Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους κολάζεται ὁ Ἡρακλῆς διὰ τὸ πολλοὺς πεποιηκέναι φόνους.

εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας ὡς αἰσχροῦ ὄντος τοῦ ὀνόματος.

ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι τὸ γὰρ εἴδωλον τῆς ἀληθείας ἐστί. ὥσπερ εἴδωλον ἔλαττον τῶν σοφιστῶν.

ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως ἐκβάλλειν· καὶ ταῦτα γὰρ ἐκβάλλει τῆς πολιτείας αὐτοῦ, ὡς ἀσυμφόρους ὁ Πλάτων.

Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς τερπνὸν γὰρ αὐτὸν διαβάλλει.

γόητα ἀπατεῶνα.

εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν ἀντὶ τοῦ ἀναιρήσομεν.

οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων οὐκ ὀφείλουσι γὰρ ταῦτα λέγειν ἥμεροι ἄνθρωποι καὶ πρᾷοι, ἀλλʼ ἄγριοί τινες καὶ βάρβαροι, παρʼ οἷς οὐ πολιτεύονται αἱ παιδεῖαι αὗται.

κατʼ Αἰσχύλον ὡς τοῦ λόγου ὄντος Αἰσχύλου. παρασπιστὴς σύμμαχος.

τὴν Ἀκαδημίαν τὴν φιλοσοφίαν· ἔνθα καὶ τὴν διατριβὴν εἶχεν ὁ Πλάτων ἐν τῇ Ἀκαδημίᾳ.

τὴν δʼ ἄλλην ἅπασαν τουτέστι τὴν ἄλλην παιδείαν.

ἀλλʼ ἀτιμία τῶν ἄλλων μᾶλλον τῶν γὰρ φαύλων διαφέρειν ἀτιμία πολλή.

τὸ γὰρ ἡγεῖσθαι, χρηστοῦ τινὸς ἄλλου κριθέντος, μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι, πῶς οὐ τοιοῦτόν ἐστιν τὸ νόημα οὕτως· τὸ νομίζειν, φησὶν, ἄλλου φανέντος καλοῦ, αὐτὸν μὴ δυνηθῆναι δεῖξαι καλλίονα, τοῦτο μᾶλλον ἀτιμία καθέστηκεν, οὐκ ἔπαινος. τούτῳ τῷ νομίζοντι.

τοὺς ὑπάρξαντας τοὺς ἀρξαμένους τῆς στάσεως.

πολιτικὰ δίκαια.

οὐδʼ ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν ὑπερβολῇ κέχρηται, ἢ διὰ τὸ ὑβριστικὸν, ἢ διὰ τὸ εὐχερὲς καὶ ῥᾴδιον τῆς ποιήσεως.

καὶ ταῦτʼ ἐν πολέμῳ τοῦ φόνου συμβάντος ἀντὶ τοῦ δικαίου· ὁ γὰρ ἐν πολέμῳ φόνος δίκαιος.

οὐ τοίνυν οὐδὲ Ἀρχίλοχος παραβάλλει αὐτὸν τῷ Ἀρχιλόχῳ, καὶ κρείττονα τὸν Ἀρχίλοχον δείκνυσιν.

Λυκάμβην τὴν πόρνην. κατʼ αὐτὸν τὸν Ἀρχίλοχον. οὐ τὸν πάνυ Περικλέα ἐλοιδόρει.

μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν οἱ μὲν ἕνα φασὶν αὐτὸν τῶν λυρικῶν, γεγραφότα ἰάμβους· οἱ δὲ ὅτι οὗτος παρʼ Ἀθηναίους κατεγνωσμένος περιῄει, λέγων· οὐκ ἐμὲ μόνον περιήκασιν Ἀθηναῖοι, κακῶς καὶ Περικλέα. οἱ μὲν λυρικὸν ποιητὴν τοῦτον φασὶ, γεγραφότα ἰάμβους, διαβολὰς ἔχοντας ὁ δὲ ὅτι κακὸς ἦν καὶ καταγνωσθεὶς ὑπʼ Ἀθηναίων περιῄει, λέγων ὡς οὐκ ἐμὲ μόνον πεποιήκασι κακῶς, ἀλλὰ καὶ Περικλέα.

καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι ὅσον πλεῖον αὐτὸν ἐπαινεῖ εἰς δεινότητα λόγων, τοσοῦτον αὐτὸν διασύρει.

οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται οὐδʼ ἠβαιὸν οὐχ εἷς τρόπος τιμῆς, ἀλλὰ διάφορος, καὶ μείζων καὶ ἥττων.

τῆς ἐπιβαλλούσης μερίδος ὀφειλούσης. εἰ δʼ ἄρʼ ἐπαινεῖν μὴ ἔχοιμεν ἢ διὰ τὸ μὴ δύνασθαι, ἢ διὰ τὸ μὴ ἔχειν ἄξιον ἐπαίνου τὸ προκείμενον.

οὕτω φιλονείκως ἐχθρωδῶς. οὐδὲ πικρῶς ὠμῶς. εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλʼ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων δείκνυσιν ὡς οὐ πάντες οἱ ῥήτορες καλοὶ, ὡς καὶ ἐν τῷ ἐγκωμίῳ εἶπε Μιλτιάδου «Ὑπέρβολον καὶ Κλεοφῶντα, εἴδωλον ἔχοντας ῥητορικῆς.»

ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων ἀπὸ κοινοῦ τὸ μέγιστα ὀφείλονται.

ὅτῳ πολὺ τῆς κωμῳδίας φαίη τις ἂν περίεστι πατὴρ τῆς κωμῳδίας. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς ὅτι τυραννικὰ διαβάλλει πρόσωπα.

ἀλλὰ μιμῇ σοφιστὰς πάνυ γὰρ ἐν τοῖς διαλόγοις ἐμιμεῖτο τὰ πρόσωπα, καὶ λόγους αὐτοῖς οἰκείους προσετίθει.

θυρωροὺς, παιδία ἀντὶ τοῦ εἰπεῖν θρασεῖς, θυρωροὺς καὶ παιδία εἶπε· τά τε γὰρ παιδία θράσους πλέα· τούς τε θρασεῖς πρὸς ταῖς θύραις ἵστωμεν, ὡς ἀσφαλεῖς φύλακας. ἢ τὸ παιδία λέγει, διὰ τὸ εὐμετάβολον· τοιαύτη γὰρ ἡ τῶν παίδων φύσις.

ἀλλʼ οἶμαι ἡ προσθήκη μετὰ σκώμματος. τοῦτον δὲ εἰσάγει Πλάτων καὶ ἀναίσχυντον καὶ ἀδικίας συνήγορον.

περὶ τούτου τοῦ ὀνόματος, τί δεῖ αὐτὴν καλεῖ. Ἑλληνίδα πεπαιδευμένην.

νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν ἀντὶ τοῦ τοῖς ἔθεσι τοῖς πατρῴοις ἀκολουθεῖν.

ὀρθῶς ἂν πράττειν χρή. τὰ περὶ ταῦτα νόμιμα τὰ περὶ τοὺς λόγους.

πολλάκις αὐτοῖς χρώμενοι τῇ τραγῳδίᾳ.

τὸν διθύραμβον ὁ διθύραμβος εἶδος ποιήσεως· δακτυλικὸν δέ ἐστι τὸ μέτρον.

εἰς τοὺς πεζοὺς πεζὸν λόγον· τουτέστιν ἄνευ μέτρου.

ἢ κομιδῆ πάντʼ ἄνω καὶ κάτω γίγνοιτʼ ἂν ἐναντία καὶ σύγχυσις.

ἀνδρειότερον ἀνδρείως παιδεύοντα. ἐκεῖνον τὸν Πλάτωνα. ὑποπίπτειν ὑποκεῖσθαι.

καὶ ταῦτʼ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν ἵνα τὴν ὀρθὴν αὐτῷ μουσικὴν ἐμβάλωσιν.

πότερʼ οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν, ἢ πλεῖον πότερον λέγει αὐτοὺς ὡς ἔλαττον χρωμένους, ἢ δεῖ, τῇ κολακείᾳ, ἢ ὡς πλέον, ἢ δεῖ· πῆ μὲν γὰρ ἀφαιρῶν τοσοῦτον, ὅσον ἔδει προσθεῖναι τῇ κολακείᾳ, ὡς ἔλαττον ἢ δεῖ λέγοντας αὐτοὺς καὶ κολακεύοντας σκώπτεις. πάλιν δὲ λέγεις κολακεύειν, καὶ τοῦτο ἐπιφέρων αὐτοῖς καὶ μεμφόμενος, τὸ πλέον αὐτοὺς κολακεύειν ἢ δεῖ προστιθείς· ὡς ἐνόν τις ἑαυτῷ λέγειν· ὅτι γὰρ κολακείαν ἐπιφέρων τινὶ, οὐδὲν ἄλλο ἢ πλέον τοῦ δέοντος αὐτὸν ἐπαινεῖν λέγειν καταψευδόμενον τῶν ἀληθῶν.

αὐτὸς δὲ σὺ πρὸς Διὸς ἐνταῦθα σημαίνει, καὶ τὸν αὐτοῦ Πλάτωνος λόγον πρὸς ἡδονὴν ἔχοντα.

οὐ συνέθηκας οὐ μετεχειρίσω.

οὐκ ἀνέπαυσας οὐ μεταξὺ τὸ ἐγχείρημα ἔκοψας· ἀμέλει καὶ ἀνακρεμάσαι λέγομεν τὸν ἀκροατὴν, ὅταν ἐν μέσῳ τοῦ λόγου παρεμβολῇ χρησώμεθα. οὐκ ἐπεισήγαγες ἐπεισόδιον, ὥστε ἡδῦναι τὴν ἀκοήν. τὴν ἀπὸ Σκυθῶν διάλεξιν.

πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς ὡς καὶ αὐτοὺς ἡδεῖς ὄντας.

ὅμοιον τῷ Νέστορι φθεγγόμενος τὸ Ὁμηρικόν· μέλιτος γλυκίων ῥέεν αὐδή.

εἶξαί σοι τοῦτο ἐν ἑτέροις ἀντιγράφοις. τῶν ἄλλων—κατηγορεῖς σύ.

ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις— τῷ παντὶ λόγῳ καὶ τραχεῖ αὐτὸς γὰρ σκώπτων τοὺς ἄλλους, ὡς πρὸς ἡδονὴν λέγοντας, ἐν ταὐτῷ τῷ λοιδορεῖσθαι καὶ σκώπτειν ὄντι λίαν τραχεῖ χαρίεις καὶ ἡδὺς ὑπὲρ τοὺς ἄλλους δείκνυται. ἀντὶ τοῦ κακῶς λέγειν προαιρούμενος ὅμως ἡδονὴν τῷ λόγῳ τετήρηκεν.

ταῦτα τὰ ἔθνη τὰ τῶν ῥητόρων. τὰ συστήματα τὰ μουσικά.

εἰ μὴ πικρὸν εἰπεῖν τοῦτο τὸ προπηλακίζειν,

τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους τὸ συγκριτικὸν καὶ τὸ ἐλεγκτικόν· τοιαύτη γὰρ ἦν ἡ φιλοσοφία Σωκράτους.

πρὸς τὸν ἀγῶνα, ὃν ἔφυγε τὸν θάνατον. περὶ τῆς ἀσεβείας. τὸ καινὰ δαιμόνια εἰσφέρειν. ὃν ἔφυγε ἐκατηγορήθη.

βλαβῆναί γʼ αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν ὡς ἀδίκως αὐτὸν καταψηφισαμένοις. τοῖς γὰρ δικασταῖς ἐπετίμα, ὡς οὐκ εἰδόσι τὸ δίκαιον.

παραίνεσιν ῥῆμα αὐτοῦ καλεῖ τὴν παραίνεσιν.

τοὺς οὐκ ὄντας ἀγῶνας κινδύνους.

κατέθει κατέτρεχε. εἰπόμην ἐπειθόμην.

εἰδὼς μὲν οὖν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, καὶ διὰ τί τῆς ῥητορικῆς ὑβριζομένης ἡσυχάζεις, εἶπεν ὅτι ᾔδειν μὴ ἐλεγχομένην αὐτὴν ἐκεῖθεν.

οἷον λέοντος σκιρτῶντος ἀξίως τοῦ Πλάτωνος ἡ παραβολὴ, ὡς ἐπιπηδῶντος αὐτοῦ.

μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λόγοις ὡς ἐν κατόπτρῳ.

καὶ ὁ Μέλης οὐκ ἀηδής μοι Μέλητα διαβάλλει ὡς κιθαρῳδὸν καὶ τοῦ ἡδέος γινόμενον· οὗ ἐμνήσθη καὶ ἐν τῷ Θεμιστοκλεῖ

ἔκρουε τὴν αὐτὴν ἁρμονίαν ὡς ἐπὶ λύρας.

οὐδοτιοῦν ὑπεστέλλετο ἐκρύπτετο.

ἐνταῦθʼ ἤδη τι προσίστατό μοι ἠναντιοῦτο.

τὸ πρᾶγμα ἀφεὶς πρᾶγμα τὴν ὑπόθεσιν λέγει.

οὐδʼ αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συνέγραψαν λέγεται γὰρ εἶναι κατάραν μὴ συγγράφειν ἑαυτῶν τὰ δόγματα, διὰ τὸ εἶναι παράδοξα. ἐφʼ αὑτῶν ἐφιλοσόφουν ἀντὶ τοῦ μὴ συγγράφοντες, ἀλλʼ αὐτῇ συνουσίᾳ τὴν διδασκαλίαν ὁριζόμενοι.

ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους καὶ ἐν τῷ προοιμίῳ εἶπεν, ὅτι ἀπειρήκει

περὶ αὐτῶν ὑπολαβὼν ἀπολογηθείς. ὑποκρινόμενος καὶ ὀνομάσας.

τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης πάντα ἐμφαίνει πλάσματα.

εἰ δʼ οὖν καὶ τῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λόγος ἀπὸ τοῦ Καλλικλέους, καὶ οὐ παρὰ τοῦ Πλάτωνος.

περὶ ὧν διειλέγμεθα τῶν ἄλλων ῥητόρων.

παρὰ τούτοις κριταῖς τοῖς τέσσαρσι.

ἐξωτέρω ἔξω τοῦ προκειμένου.

πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας κατὰ τῶν ἀνδρῶν.

ἀλλὰ καὶ σφόδρα ἐκείνῳ τῷ λόγῳ συνέβαινεν τῷ διπλῆν εἶναι τὴν ῥητορικήν.

κἀκεῖνον τὸν Ἀριστείδην.

οὕτως ἐξεχεῖτʼ ἂν ἅπασα ἡ περιβολὴ ἀπώλετο ἡ δύναμις τῶν λόγων.

πρός γε τὸ συγκεῖσθαι τὸν λόγον πρὸς τὸ ἀπόλλυσθαι τὸν σκοπὸν αὐτοῦ.

οὐκ ἂν εἶχεν οὔτʼ ἐκεῖνον δήπου, οὔτε τούτους εἰπεῖν κακῶς πῶς γὰρ εἶχε χώραν ἔτι τοὺς ῥήτορας διαβάλλειν, ἐπαινέσας τὸν πρῶτον τοῦτον.

ἀλλʼ οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλιστα τὴν κακουργίαν αἰνίττεται τοῦ ἀνδρὸς, καὶ τοῦ λόγου τὴν μέθοδον.

ὡς ἐξὸν ἤδη οὐδὲ βλαπτομένου τοῦ λόγου. μάλʼ ἀρχαίως καὶ ἀφελῶς εἰρωνεία τὸ σχῆμα.

ταῦτʼ εἰπὼν καὶ προσεπισφραγισάμενος— ἐπέθηκεν ἐπαινῶν ὅρα κακουργίαν, ὅτι οὐκ εὐθέως τῇ κατηγορίᾳ τῶν ἀνδρῶν συνῆψε τὸν ἔπαινον Ἀριστείδου· τὸ γὰρ ἐναντίον ποιῶν ἠλέγχετο.

τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτην, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότʼ εἶναι περὶ αὐτοῦ διὰ τὸ μὴ δοκεῖν αὐτὸν φιλονείκως ἔχειν.

ἐκεῖνος τοίνυν ὁ Καλλικλῆς. οὐ μόνον συνεχώρει τῷ λόγῳ οἱ γὰρ διαλεκτικοὶ ταύτην λέγουσι νίκην, ὅταν αὐτοὶ πρὸς οὓς διαλέγονται συνθῶνται τὴν νίκην.

ἔστι δʼ οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς ἢ ὅτι οὐκ ἦν ἴσος τῷ Ἡρακλεῖ, ἢ διὰ τὸ ὁμοιοκατάληκτον.

τίς ὁ καιρὸς ποία ὠφέλεια.

ἦ που πολλῷ πλέον. ἀωρία ἀκαιρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων ἀπὸ τοῦ ἥττονος. λέγει δὲ τοὺς παῖδας.

ὡς ἥμερος δίκαιος. μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδʼ ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων ἐν τῷ πρὸς Λεπτίνην.

πολὺ τοῦ νόμου τούτου κεχωρίσθαι εἴποι τις ἂν δηλονότι.

τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τῶν προγόνων τοῦ Δίωνος.

εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἀπὸ τοῦ ἥττονος. ἐκίνει καθῄρει.

τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας τὰ κατορθώματα.

τοῖς μηδὲν προσήκουσιν τοῖς μαγείροις.

εἰς σύγγραμμα δʼ οὕτω σπουδαῖον τοιαῦτʼ ὀνείδη κατακλείσας ὡς ἐπὶ πολιορκίας εἶπεν, ὅτι οὐ δύναται τὴν λοιδορίαν ἀποφυγεῖν.

μή τῳ ἄρα. αὐτοῦ τοῦ Πλάτωνος. τῆς αὐτοῦ μουσικῆς γνώσεως· ἐπιστήμης. παιδεύσεως καὶ φιλοσοφίας καὶ ἐμμελείας.

Ἀρίθμιον τοῦ Ἀριθμίου Δημοσθένης μέμνηται ἐν τοῖς Φιλιππικοῖς.

ἔστιξας στιγματίαν ἐποίησας.

ταῦτʼ εἰδὼς, ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ κυλινδεῖται ἐνταῦθα τὸ προειρημένον δείκνυσιν, ὅτι πανταχοῦ γῆς ἐκφέρεται ἡ κατηγορία.

μεταχειρίζεται δʼ αὐτὸν ὁ βουλόμενος— δέος ἐστὶ διαφθαρῆναι τὸ πεπαιδευμένον δηλοῖ, καὶ τὸ ἀνόητον καὶ ἀπαίδευτον, ὡς ὅτι μὴ δυνάμενοι διακρῖναι τοὺς ἄνδρας διαβάλλειν νομίζουσι.

ἐπὶ πᾶσι δικαίοις κέχρηται τῇ ἀληθείᾳ.

ἀλλʼ οὖν, ἀνάγκη γʼ ἀπʼ αὐτῶν θρασυτέρους γίγνεσθαι ταύτην λέγει τὴν βλάβην καὶ διαφθοράν.

οἷστισι δεῖ συγκεχωρῆσθαι ὥστε τιμᾶν αὐτούς. οὓς δεῖ τιμᾶν.

εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς ὥσπερ αἰτιᾶται αὐτὸν, διὰ τί φιλῶν τοὺς Λάκωνας οὐ μιμεῖται τούτων τὸν τρόπον. ἀμαθῶς ἀνεξετάστως.

οὐχ ὡς πάντως δήπου βελτίους καὶ δικαιοτέρους ὄντας ἅπαντας ἀντὶ βελτιόνων καὶ δικαιοτέρων. δέον δοτικὴν ἐπαγαγεῖν πρὸς τὴν ὄπισθεν σύνταξιν, ὁ δὲ τὴν μὲν προτέραν δοτικὴν εἴασεν, ἐχρήσατο δὲ αἰτιατικῇ, καὶ ἔστιν αὕτη σύνταξις, ἣν ἄλλοι τε πολλοὶ καὶ αὐτὸς πολλαχῆ τῶν αὐτοῦ λόγων ποιεῖ· λέγει γὰρ ἐν τῷ Παναθηναϊκῷ, ὡς ἐνταῦθα· εἴπερ που τὴν δικαίαν φιλανθρωπίαν οὖσαν.

τῆς μελέτης ἕνεκα τῆς συνηθείας.

εὐχέρεια προπέτεια. ἐνδύηται ἐπεισέρχεται.

καὶ ταῦθʼ ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων εἰς αὐτὸν αἰνίττεται Πλάτωνα· ἡ γὰρ δόξα τοῦ προσώπου πλέον βλάπτει, καὶ εἰς πίστιν ἐφέλκεται τὸν ἀκροατήν.

ὥστʼ οὐδὲν ὠφελοῦνται τοσοῦτον, ὅσον βλάπτονται τοῦτο ὡς πρὸς τὴν ἀντίθεσιν Πλάτωνος, ὅτι νουθεσίας χάριν γέγραπται, οἷον διάλογος καὶ ἡ τούτων μνήμη.

οὐδʼ ὡς τοῖς ὅλοις ἁμαρτάνοντα ὅτι ποιεῖ τῶν ἡδονῶν ἡττώμενον.

ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν τὴν τοῦ θρόνου τιμὴν ἔχει, βασιλείας σύμβολον. οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν, φήσομεν οὐκ ἐτόλμησεν εἰπεῖν ὅτι ἐξαλείφομεν ἄντικρυς.

ἡ τῶν λαμπρῶν καὶ μεγάλων— ἀποθήκην ἔχει ταῖς πόλεσι θησαυρὸν καὶ ἔπαινον· ἡ γὰρ πόλις ἡ καλοὺς ἔχουσα ῥήτορας ἀεὶ τιμᾶται.

ὅ τι περ ἀντὶ τοῦ ὅπερ.

εἰ ταύτην ἔχοιεν κατʼ ἐκείνων ἐπανάληψις.

ὑπερβολὴ κακίας.

ὡς ἐκ τοῦ λόγου ὅσον ἧκεν εἰς τὸν λόγον. εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν—τῆς ἐκείνων πολιτείας, μνησθέντες ὅτι νικήσαντες Λάκωνες διὰ τὴν Θεμιστοκλέους μνήμην ᾐδέσθησαν αὐτοὺς κατασκάψαι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ.

καὶ μὴν εἰ μηδὲ τείχη πάλιν δείκνυσι τὸ ἀχρήσιμον τῆς φιλοσοφίας.

πρὸς τῶν ἱερῶν ἀντὶ τοῦ ἕνεκα τῶν ἱερῶν. πρὸς τῶν τάφων ἐτίμων γὰρ αὐτοὺς οἱ παλαιοί.

τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν—πράττειν δοκεῖς ὥσπερ παρεμβέβληται τὸ παραιτήσασθαι· οὐ γὰρ ἁρμόζει τῇ πολιτικῇ. δεῖ οὖν συντάττειν, ὅτι τὴν δὲ τῶν ἐπιτηδειοτάτων δόξαν καθαιρῶν, τοῦτο ἐκεῖνο πράττειν δοκεῖς, ὃ σπουδάζεις πράττειν, τὸ προσῆκον καὶ ἁρμόζον τῇ πολιτικῇ. ἁρμόζει δὲ τῇ πολιτικῇ τὸ διαβάλλεσθαι τὴν ῥητορικήν. ἐπιτηδειοτάτους δὲ λέγει τοὺς τέσσαρας ῥήτορας, ὅ ἐστι φίλους. φίλους δὲ αὐτοὺς εἶπε τῷ Πλάτωνι, ὅτι εἶπε τὴν δὲ τῶν ἐπιτηδειοτάτων.

τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει συνεζεῦχθαι αὐτῇ καὶ εὔνοιαν ἔχειν. ἐδήλωσε δὲ προϊὼν, τὸ συγκεκρᾶσθαι τί βούλεται.

τήν γʼ ὑπάρχουσαν μὴ διαφθείρειν μηδὲ ἀναιρεῖν τὴν προϋπάρχουσαν εὔνοιαν. λέγει δὲ διὰ τὸ ἀναιρεῖν τὴν δόξαν αὐτῶν.

οὐ γάρ πω καὶ τοῦτο διακονία τις πρόσεστιν ἀγεννὴς, οὐδʼ ἀνελεύθερος τὸ προξενεῖν εὔνοιαν τῇ πατρίδι. θαυμάζω δὲ Πλάτωνος, εἰ χοὰς μὲν ἀπὸ τοῦ ἥττονος.

μηδʼ εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας μηδὲ τῶν παίδων αὐτῶν ὑβρισθέντων, ὡς ἐκγόνων.

καὶ μέντοι καὶ κεκοσμηκὼς ἐν τῷ ἐπιταφίῳ ἐπῄνεσεν αὐτούς· τοῦτο γὰρ αἰνίττεται.

πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς τὸ μετὰ θάνατον αὐτοὺς τιμᾶσθαι.

προτρέπειν προτρέπειν, τὸ ἄκοντά τινα παροτρύνειν, ἐπιτρέπειν δὲ, τὸ ἑκόντα.

οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου ὄνομα δίκης· ὡς καὶ Αἰσχίνης· ἀλογίους γραφάς. ἀλογίου ὄνομα δίκης· ὡς Αἰσχίνης ἐν τῷ Κτησιφῶντος λέγει, ἀλογίους γραφὰς εἶναι κατὰ τῶν ἀρξάντων, καὶ μὴ δόντων λόγον ὑπὲρ τῆς γραφῆς. ἀλλὰ γὰρ οὐχ, ὅτι Πλάτων ἐντεῦθεν εἰσβάλλει εἰς τὸν κατὰ τῶν φιλοσόφων κοινὸν τόπον.

ἀλλʼ ὅτι καὶ τῶν κομιδῆ τινες οὐδενὸς ἀξίων ἐντεῦθεν ἡ καταδρομή. ἄρχεται τῆς κατὰ τῶν φιλοσόφων πέραν τοῦ μετρίου καταδρομῆς.

οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται εἰς ἀπαιδευσίαν πρῶτον αὐτοὺς διαβάλλει.

βροτῶν εἴδωλα καμόντων παρελθόντων. διὰ τὸ ὠχρὸν, καὶ ἀσθενὲς, καὶ ἀνωφελές.

Ἡσιόδου κηφῆνες ἀργοὶ, ἄπρακτοι, ἄκαρποι, καὶ τὸν τῶν μελισσῶν καρπὸν ἐσθίοντες. Ἀρχιλόχου πίθηκοι ἐπειδὴ μιμητικὸν τὸ ζῶον. μιμοῦνται γὰρ καὶ οὗτοι φιλοσόφους, οὐκ ὄντες φιλόσοφοι. δύο μορφὰς ἔχοντες, ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς πανοῦργοι καὶ ποικίλοι. ἡ δὲ ἱστορία αὕτη· πολυειδὲς πεποίηται δρᾶμα Εὐριπίδης, ἐν ᾧ βοῦν τρίχρονον ποιεῖ εὑρῆσθαι, περὶ οὗ γέγονεν αὐτοῖς φιλονεικία βασιλείας. δύο δὲ μορφὰς εἶπεν ἀντὶ τριῶν, ὡς ἐξισαζουσῶν τῶν δύο ταῖς τρισί. τὸ δὲ διάφορον τῆς μορφῆς δηλοῖ τὸ ποικίλον τῆς γνώμης αὐτῶν. ὅτι οὐ τοιοῦτοι εἰσὶν, οἷοι φαίνονται δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν δύο μορφὰς εἶπεν ἀντὶ τριῶν, ὡς ἐξισαζουσῶν τῶν δύο ταῖς τρισὶ διὰ τὸ ποικίλον τῆς γνώσεως. δύο μορφὰς ἔχοντες, ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς δρᾶμα πολυειδὲς πεποίηκεν Εὐριπίδης, ἐν ᾧ βοῦν τρίχρονον ποιεῖ εὑρῆσθαι, περὶ οὗ γέγονεν αὐτοῖς φιλονεικία βασιλείας.

τῶν ἱματίων τῶν ἠπημένων ῥαπτομένων. τῶν ἐκ πολλῶν συνερραμμένων· καὶ γὰρ καὶ οὗτοι πολλαῖς δολιότησι καὶ ποικίλαις συνύφανται.

αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν τοὺς μεθημερινοὺς γάμους.

φθονοῦντες, ὅτι αὐτοὶ ταὐτὰ πράττειν οὐ δύνανται οὐ δύνανται ῥητορεύειν.

εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας τὸ φιλήδονον δηλοῖ.

ἔνθρυπτα εἶδος πλακοῦντος. ἐκβάλλουσι τὴν γλῶτταν, ὥσπερ ὁ Μενέλεως τὸ ξίφος ὁ Μενέλαος βουληθεὶς μετὰ τὴν ἅλωσιν σφάξαι τὴν Ἑλένην, ἰδὼν αὐτὴν ἔρριψε τὸ ξίφος. μετὰ τὴν τῆς Τροίας ἅλωσιν ξίφος λαβὼν ὁ Μενέλεως, ὥστε σφάξαι τὴν Ἑλένην, ἐπεὶ προύτεινεν αὐτὴν τὸν μαστὸν, ἰδὼν ἐθηλύνθη, καὶ ὅλος ἐκείνης γέγονεν.

τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς σατύρους τοῦ Σοφοκλέους δεύτερον εἰς ἀφροδίτην οὗτοι διαβάλλονται. οὗτοι ἀφροδισίοις τῷ ὄντι χαίρειν ἐλέγοντο, δαίμονες ὄντες Διονυσιακοί. τήν γʼ ἀπιστίαν οὕτως δοκιμάζονται οἱ πιστοί. τὸν Πλάτωνα αἰνίττεται διὰ τὴν Σικελίαν.

οὐ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται κατὰ τὸ τὰ τῶν φίλων κοινά.

τοὺς μὲν ἄλλους οὐδʼ ἀπαντῶντας ὁρῶσι τὴν ἀλαζονείαν ἐμφαίνει.

ὥσπερ οἱ Φρύγες εὐτελίζει τοῖς Φρυξὶ παραβάλλων αὐτούς. ὡς κόλακας διαβάλλει.

τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς σημείωσαι περὶ τῶν τὰς κακίας ἐπαινούντων.

πάντα ἀποκναίουσιν ἀηδίᾳ ἀποπνίγουσιν ἀλαζονείᾳ.

οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν τῇ ἀρετῇ ἕπεται ἡ κακία· τὸ τῆς κακίας οὖν λέγει. σημείωσαι· τῇ ἀρετῇ ἡ κακία παρέπεται· τὸ τῆς κακίας οὖν λέγει.

εἰς τοῦθʼ ἥκουσι τῆς σοφίας, ὥστʼ ἀργύριον μὲν φιλοσοφίας γὰρ ἴδιον τὸ καταφρονεῖν χρημάτων.

ἁδρότερον λιπαρώτερον.

Γοργόνα Περσεὺς ἐχειρώσατο δύο εἰσὶ γραφαὶ, Γοργόνα Περσεὺς ἐχειρώσω, ἢ Γοργόνα Περσεὺς ἐχειρώσατο. ἐμφαίνει δὲ τὴν ἁρπαγήν. παραβάλλει οὖν αὐτοὺς τῷ Πέρσῃ, δεικνὺς ὅτι, ἐὰν μόνον ἁδρὸν ᾖ τὸ σακκίον, οὐδὲ Γοργόνα δεδοίκασιν. βούλεται διὰ τούτου τὸ ἁρπακτικὸν τῶν φιλοσόφων ἐνδείξασθαι, οἳ, πρὸ τοῦ λαβεῖν δίκην Γοργόνος φοβεροὶ καὶ ἀπρόσιτοι ὄντες, μαλακίζονται αὐτίκα τῇ δόσει, καὶ τοῦ φρονήματος ἐνδιδόασιν. πάνσοφος πανοῦργος.

τὰ γὰρ παιδία τῇ ἀνάγκῃ τῶν παίδων.

τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι ἔοικεν οὗτος ὁ μεμηνὼς καὶ φλήναφος δυσσεβεῖς λέγειν ἐνταῦθα τοὺς Χριστιανούς· ἐπὶ γὰρ Κωμώδου ἦν βασιλέως, ὃς μετὰ τὸ κήρυγμα ἦν τοῦ Χριστοῦ. τοῖς Ἰουδαίοις. ἐν τῇ Παλαιστίνῃ Ἱερουσαλήμ.

καὶ γὰρ ἐκείνοις τοῦτʼ ἔστι σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι ἐοίκασι γὰρ μὴ ὁμολογεῖν πολλοὺς θεοὺς, ἀλλὰ δυνάμεις.

ταῖς δʼ ἐμπίσι ἐμπὶς ζωύφιόν τι παραπλήσιον κώνωπι, γινόμενον παρὰ τοῖς ὕδασι, μεῖζον δὲ τῇ περιοχῇ, καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. εἶδος κωνώπων.

διορύξαι δʼ οἰκίαν καὶ ταράξαι—πάντων δεινότατοι μοιχείαν δηλοῖ αὐτῶν.

οἱ λόγον μὲν ἔγκαρπον οὐδένα ῥητόρων λέγει πλεονεκτήματα.

εἰς τοὺς χηραμοὺς χηραμοὶ, οἱ φωλεοὶ, ἢ αἱ καταδύσεις τῶν θηρίων καὶ τῶν ὄφεων· οἷον χωραμοὶ εἰς οὓς χωρεῖ τι.

τὸν ἀνθέρικον θερίζοντες τὸ ἄκρον τῶν ἀσταχύων. παροιμία ἐπὶ τῶν ἀδυνάτων. παροιμίαι εἰσὶν αὗται ἐπὶ τῶν ἀδυνάτων λεγόμεναι· οὔτε γὰρ οἷόν τε σχοινίον ἐκ ψάμμου πλέξαι, οὔτε τὸν ἀνθέρικον, ὅ ἐστι τὸ τῶν ἀσταχύων ἀκρότατον θερίσαι.

τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες οὐκ εἶπεν ὑφαίνοντες.

ὥσπερ οὖν καὶ τοὺς δούλους ἀκούομεν.

τοὺς μαστιγίας αὐτῶν τοὺς κακίστους· οὗτοι γὰρ καὶ τοὺς δεσπότας ὑβρίζουσι. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ Σάτυρος, ὄνομα δούλου. Σάτυρον λέγει δοῦλόν τινα οὕτω καλούμενον· διὸ καὶ ἐπὶ σκηνῆς εἶπεν· οὐ γὰρ λέγει τὸν τοῦ Διονυσίου δαίμονα. ἔν τινι δράματι ὑπεκρίθη τις Σάτυρος καταρώμενος τῷ Ἡρακλεῖ· ὡς δὲ εἶδεν αὐτὸν προσιόντα, ὑπέκυψεν. ἦν δὲ τῷ ὄντι οὗτος Ἡρακλεῖ ἐκεῖσε κατὰ τύχην ἱστάμενος. πάσχουσι δὲ τοῦτο καὶ οἱ φιλόσοφοι· ὑβρίζοντες γὰρ τοὺς ῥήτορας πάλιν καὶ φρίττουσιν αὐτούς.

εἶτά γʼ ἔκυψε προσιόντος κάτω δείκνυσι τὸν φόβον τῶν φιλοσόφων, τὸν πρὸς τοὺς ῥήτορας. εἰκότως δέ μοι δοκοῦσι κακῶς καὶ ὡς ἀπαιδεύτους, καὶ ὡς πανούργους.

ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρίνομεν βούλει, ὦ Πλάτων, δηλονότι.

ὁ Φρυνώνδας ἐκεῖνος λῃστὴς ἦν. Φρυνώνδας καὶ Εὐρύβατος ἐπὶ ληστείᾳ διεβάλλοντο. ὁ Φρυνώνδας καὶ ὁ Εὐρύβατος ἐπὶ πονηρίᾳ μεγίστῃ διεβάλλοντο.

Ὑάκινθον, ἢ Νάρκισσον πάνυ ἀγαθοί τινες ἦσαν ἀμφότεροι. ὁ Λυκάων δειλός. ὁ Κόροιβος μωρός.

Βάττος ἄφωνος.

οὐκ ἤρκησε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα ἀπὸ τοῦ ὀνόματος ἔδειξε τὸ ἀτελές.

κερδαλῆ ἀλώπηξ. ἀρχὴν δὲ οὐδʼ εἰδέναι μοι δοκοῦσιν οὐδʼ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι δῆλον ὅτι οἱ παλαιοὶ ἀδιαφόρως ἐχρῶντο τῷ ὀνόματι.

ἀλλʼ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες—προσειρήκασιν αὐτοὺς ἀντιπῖπτον λύει.

ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ὅτι καὶ τοὺς ἐπὶ κακῷ μεταχειριζομένους τὰς τέχνας καὶ τούτους φιλοσόφους ἔλεγον.

ὁ μάλιστʼ ἀνθαψάμενος ἀντιποιούμενος. κἀκείνοις τοῖς θεωρητικοῖς.

τῇ προσηγορίᾳ οὐ τῇ ἀληθείᾳ.

ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν— σοφιστὴν κέκληκεν τὸν Ἀπόλλωνα. τὸν Δία λέγει ὅτι δημιουργὸς ὢν τῶν αἰσθητῶν σοφίζεται τὴν ἀλήθειαν· ταῦτα γὰρ τὰ αἰσθητὰ οὐκ ἔστιν ὄντα τῇ ἀληθείᾳ.

πάσας ὑφʼ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας τὰ πρὸς τὸν ὅρον τῆς φιλοσοφίας εἶπεν, ὅτι τέχνη τεχνῶν.

φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκροὺς Θουκυδίδης ἐν τῇ τρίτῃ λέγει, τὸν δῆμον νικήσαντα ἐν τῇ στάσει τοῦτο πεποιηκέναι.

τοῦ κωμῳδιοποιοῦ τοῦ Ἀριστοφάνους.

ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἴβις τούτων κρατήσειε ἐν τῷ δευτέρῳ ἔφη ὅτι τότε δὴ ὄφεων ἦν μεστὸν, καὶ ἴβις κατελθοῦσα κατέφαγεν αὐτούς. ἐν τῷ δευτέρῳ ὅτι τοῦτο δὴ ὄφεων ἦν μεστὸν καὶ ἴβεις κατελθοῦσαι κατέφαγον αὐτούς.

παριστάναι διδόναι.

ὅτι προσήκομεν αὐτοῖς προσήκει γὰρ τῷ Πλάτωνι, ἐπειδὴ καὶ οὗτος φιλοσοφίας, ὡς ἔφη, μετέχει. τῆς γινομένης πρεπούσης.

οὐχὶ προσηκάμην παρέβλεψα.

ΠΡΟΣ ΚΑΠΙΤΩΝΑ

ΠΡΟΣ ΚΑΠΙΤΩΝΑ.

εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με εὔφρανας, ὡς ὅτι προκατείληψαι δείξας εἰπὼν ὅτι νῦν μᾶλλον φιλεῖ αὐτὸν, ὡς ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα ὃν καὶ αὐτὸς λέγει τιμᾶν ἴσον τῇ αὑτοῦ κεφαλῇ, ἐπιφέρει μεγίστην πίστιν τοῦ φίλτρου, λέγων, ὡς ἐγὼ μὲν ἴσον τῇ ἐμαυτοῦ κεφαλῇ τιμῶ τὸν Πλάτωνα, καὶ διὰ τοῦτο καὶ σὲ φιλῶ, ἐραστὴν ὄντα ἐκείνου· εἰ δὲ σὺ, ὦ Καπίτων, μὴ ἴσον ἐμοὶ τὸν Πλάτωνα ἔλεγες, ἀλλὰ καὶ ἐλάττονα, ὅπως εὐφράνῃς με· πᾶς γάρ τις ἀκούσας παρά σου, ὡς κρεῖττόν ἐστι τοῦ παρὰ πᾶσι θαυμαζομένου, πάνυ τε αὐτὸς ἐπὶ τούτῳ ἥδεται, καὶ τὸν λέγοντα κατʼ ἄκρας φιλεῖ· εἰ ταῦτα ἔλεγες, εὖ ἴσθι, ὡς οὐκ ἂν οὕτω λέγων εὔφρανάς με, ὥσπερ νῦν εὔφρανας, δείξας ὅτι προκατειλημμένος τυγχάνεις Πλάτωνι, καὶ χαίρεις αὐτῷ καθʼ ὑπερβολήν.

εἰ δʼ οὖν τις κἀμοὶ θεῶν ἐπιβοηθήσειε—ἵνα προθυμότερον ἀγωνιζοίμην τοῦτο οὕτω λέγε, εἰ δὲ καὶ ἐμοί τις τῶν θεῶν ἐπαρωγὸς ὁ Ἀσκληπιὸς, ἔφην, οὐδὲν ἔσται μοι πλέον ἐκ τῆς βοηθείας, ὅτι οὐκ ἔδειξας ἐμοὶ τὰ ἆθλα τῆς νίκης, ἵνα προθύμως ἀγωνίσομαι. νοεῖται δὲ ἡ τοιαύτη ἀπόδοσις ἐκ τοῦ τί μοι περιέσται, ἢ ἀπὸ τοῦ ἵνα προθυμότερον ἀγωνιζοίμην· νόει ἔξωθεν πῶς προθύμως ἀγωνίσομαι.

οὐκ ἄν μοι δοκεῖ μέσος ἐγγενέσθαι, —περὶ τῶν ὅλων εἰπεῖν ἢ τοσαύτην εἴχομεν ἕνωσιν πρὸς ἀλλήλους καὶ ὁμοιότητα, ὥστε οὐδεὶς ἂν μέσος ἡμῶν εὑρέθη οὐδὲ ἔμελλέ τις περὶ τοῦ ἑτέρου διεξιὼν μὴ συμπεριλαμβάνειν καὶ τὸν ἕτερον· τοῖς γὰρ εἰς ἄκρον τὴν ταυτότητα ἔχουσι τί γένοιτʼ ἂν μέσον.

ἔδει δέχεσθαι τὴν πρόκλησιν ἢ ἐχρῆν ἀμφοτέρους προκαλεῖσθαι εἰς ἔλεγχον, καὶ ἀμφοτέρων παρὰ μέρος ἀκούειν.

οὐδὲ τῆς ὅλης καταστάσεως, ἣν ἐξῆν— ὡς περὶ μέρους εἰπεῖν τὸ ἐλάττονος οὐδέτερόν ἐστι. κατάστασιν δὲ καλεῖ τὴν εὐταξίαν, καὶ τὴν προσήκουσαν οἰκονομίαν, καὶ τὸ μηδὲν ἔξω τοῦ εἰκότος ἐκφέρεσθαι. λέγει δὲ ὡς οὐκ ἐξῆν τὴν ὅλην κατάστασιν ἐλάττονος ἀξίαν, ἢ ἐλάττω τοῦ παντὸς ἀγῶνος νομίσαι, ὡσπερεὶ μέρος αὐτῆς τυγχάνοντος, ὡς εἰπεῖν· καὶ πᾶσα οἰκονομία κεφάλαιόν ἐστιν εἰς πᾶν ἀγώνισμα· τὸ δὲ ὡσπερεὶ μέρος αὐτῆς.

οὐκ οἶμαί γε, ἔφη ὁ Λάκων πρός τινα Λάκωνα ποιούμενος ὁ Σωκράτης τοὺς λόγους ἁρπάζει τὴν ἐκείνου ἀπόκρισιν, καὶ αὐτὸς λέγει, οὐκ οἶμαί γε, ἔφη ὁ Λάκων.

οἶμαι τοῦτο τὸ οἶμαι ὡς ἀπὸ τοῦ Πλάτωνος φέρει.

ἀλλʼ ἐν τούτοις μόνοις ἡμῶν πλείω περιεργάζεται ἐν τοῖς κατὰ τοῦ Ὁμήρου λόγοις πλείονι ἢ ἡμεῖς κατʼ αὐτοῦ χρῆται τῇ κατηγορίᾳ.

ΑΙΓΥΠΤΙΟΣ

ΑΙΓΥΠΤΙΟΣ.

εἰς Μερόην σημείωσαι ὅτι τὴν Μερόην ταύτην Μωϋσῆς ᾠκοδόμησε, κατʼ Αἰθιόπων στρατηγὸς πεμφθεὶς παρὰ τοῦ Αἰγυπτίων βασιλέως· ᾠκοδόμησε δὲ καὶ τὴν Ἑρμόπολιν.

ὁ τοίνυν Κάνωβος Κάνωβος πόλις λέγεται.