eul_wid: uge-aa
DOI 10.5281/zenodo.20418549

Tryphiodorus of Egypt Sack of Ilium in Greek

The Sack of Ilium is a short epic poem by the Egyptian poet Tryphiodorus, who is believed to have been active in the third or fourth century CE. Composed in 691 lines of Homeric hexameter, the work presents a condensed and rapid narrative of the final day of the Trojan War. It begins with the construction of the Trojan Horse and the successful Greek ruse to have it accepted within the city walls, proceeds through the nocturnal infiltration of the Greek warriors and the ensuing brutal destruction of Troy, and concludes with the lamentations of the captured Trojan women. The complete text is preserved in a handful of medieval manuscripts, the oldest of which dates to the thirteenth or fourteenth century.

Modern scholarship interprets the poem as a sophisticated literary exercise crafted for the educated, Greek-speaking elite of the late Roman Empire. It functions as a display of rhetorical virtuosity and a deep engagement with the epic tradition, particularly the works of Homer and Virgil. The poem’s vivid and focused depiction of catastrophic reversal, the mechanics of deception, and the horrors of a city’s conquest are characteristic of the elaborate, often graphic style associated with the late antique literary school of Panopolis, Tryphiodorus’s presumed intellectual center.

1 Τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο
2 καὶ λόχον Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,
3 αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα
4 ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν
5 κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.
6 [para]ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
7 γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
8 Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δ’ ἄρα φωτῶν
9 δούρατα κεκμήκει, ξιφέων δ’ ἔθνῃσκον ἀπειλαί,
10 σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δ’ ἑλικτὴ
11 ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
12 ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
13 λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
14 ἵπποι δ’ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
15 οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
16 οἱ δ’ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
17 [para]κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
18 Ἀντιλόχῳ δ’ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
19 Αἴας δ’ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
20 φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.
21 Τρωσὶ δὲ λωβητῆρσιν ἐφ’ Ἕκτορος ἑλκυθμοῖσι
22 μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
23 ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
24 δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
25 κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
26 ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
27 δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
28 αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
29 καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
30 Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δ’ ἐπὶ πότμῳ
31 Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
32 φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
33 αἱ δ’ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
34 κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
35 παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
36 ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
37 θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
38 νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς
39 καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
40 εἱστήκει δ’ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων
41 Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
42 ἀμβολίῃ δ’ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.
43 καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
44 ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
45 εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
46 Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
47 οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
48 ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
49 οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
50 αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
51 καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
52 υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
53 μήπω δ’ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
54 ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
55 ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
56 ληιστὴ μὲν ἐοῦσα, φίλοις δ’ ἐπίκουρος Ἀθήνη.
57 [para]ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
58 Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
59 καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
60 Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
61 νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
62 ποίει δ’ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
63 γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
64 ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
65 αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
66 ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
67 ἡ δ’ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
68 ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
69 ὀφθαλμοὺς δ’ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
70 γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
71 τῶν δ’ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
72 γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
73 ἀργυφέους δ’ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
74 ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
75 καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
76 ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
77 καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
78 οὔατα δ’ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
79 ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
80 νῶτα δ’ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
81 ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
82 σύρετο δὲ πρυμνοῖσιν ἐπ’ ἴχνεσιν ἔκλυτος οὐρὴ
83 ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
84 οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
85 εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
86 οὕτως ἠπείγοντο· μένειν δ’ ἐκέλευεν ἀνάγκη.
87 οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
88 μαρμαρέης δ’ ἑλίκεσσι κατεσφήκωντο χελώνης
89 ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
90 κληιστὴν δ’ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
91 ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
92 ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
93 ἡ δ’ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
94 εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
95 ἀμφὶ δέ μιν λευκοῖο κατ’ αὐχένος ἠδὲ γενείων
96 ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
97 καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
98 κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
99 αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
100 κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ,
101 ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
102 μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
103 [para]ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
104 εὐρύς θ’ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
105 εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
106 ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
107 πρίν μιν ἐσαθρήσειε, δόλον δ’ ἀνάπυστον ἀνάψῃ.
108 οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
109 λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
110 ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
111 ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
112 συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
113 ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
114 αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
115 πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
116 ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
117 ἄφνω δ’ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
118 δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
119 ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
120 ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
121 χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
122 ὑμεῖς δ’, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
123 πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
124 σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδ’ ἐόντας
125 μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
126 ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
127 ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
128 ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
129 εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
130 καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
131 μητέρος ἑλκομένης ἁπαλῶν τ’ ἐλάθεσθε νεοσσῶν.
132 εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
133 ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
134 μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
135 τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
136 θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
137 Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
138 Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
139 οἱ δ’ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
140 πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·
141 Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
142 πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
143 εἰσόκεν εὐόρμου τετανυσμένον ἐκ περιωπῆς
144 ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
145 σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
146 καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
147 γινέσθω μήτ’ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
148 ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
149 ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
150 μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
151 ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
152 [para]ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις
153 πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
154 πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
155 ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
156 ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
157 Τυδείδης δ’ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
158 θαυμάζων, ὅτι τοῖος ἔην καὶ πρόσθεν Ἀχιλλεύς.
159 ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
160 Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
161 ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
162 ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ
163 Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δ’ ἔζεε θυμῷ
164 δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
165 τῷ δ’ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
166 εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδ’ ἐπὶ κούραις
167 μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
168 Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
169 Νεστορίδης δ’ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
170 καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος·
171 τοῖσι δ’ ἐπ’ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
172 Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
173 εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
174 ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
175 οὐδὲ μὲν οὐδ’ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
176 Εὐρύπυλός τ’ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
177 Δημοφόων τ’ Ἀκάμας τε, δύω Θησήια τέκνα,
178 Ὀρτυγίδης τ’ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
179 ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
180 Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ
181 Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
182 τόξῳ δ’ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
183 τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
184 [para]εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
185 ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δ’ Ἀθήνη
186 ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
187 δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
188 τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
189 ὣς δ’ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
190 ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
191 τηκομένη δ’ ἀνέηκε πολὺν ῥόον· οἱ δ’ ἀπὸ πέτρης
192 ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
193 δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
194 θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
195 σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
196 πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπ’ ἀνάγκης
197 τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
198 ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
199 ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
200 τοῖσι δ’ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
201 πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
202 αὐτὸς δ’ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
203 ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.
204 Ἀτρείδης δ’ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
205 λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
206 ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἐᾶσαι,
207 τηλεφανὴς ἵνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
208 καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
209 [para]ἠέλιος δ’ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
210 ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
211 δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
212 φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
213 νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
214 ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
215 ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
216 νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
217 ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
218 γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
219 μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
220 Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
221 κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
222 ὡς δ’ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
223 θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
224 ἀνέρες ἀγρευτῆρες· ὁ δ’ ἐκκριδὸν οἶος ἀπ’ ἄλλων,
225 λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
226 δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
227 ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
228 Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
229 ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
230 ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
231 καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
232 Ἥφαιστος δ’ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
233 παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
234 μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
235 ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
236 ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
237 δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.
238 αὐτίκα δ’ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
239 πεζοί θ’ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο
240 διζόμενοι, μή πού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
241 οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
242 ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
243 ἄλλοι δημογέροντες· ἐλαφρότατοι δ’ ἐγένοντο
244 θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
245 ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
246 γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
247 οἱ δ’ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
248 θαύμασαν ἀμφιχυθέντες, ἅτ’ ἠχήεντες ἰδόντες
249 αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
250 τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
251 οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
252 ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
253 ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
254 ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
255 οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
256 ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
257 ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
258 φραζομένοις δ’ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
259 γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
260 αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
261 ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
262 αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
263 ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
264 λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
265 ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μ’ ἐλεαίρεις,
266 Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
267 Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
268 οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
269 οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
270 ὣς μὲν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
271 ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
272 ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
273 καὶ νῦν οἷά μ’ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
274 οὐκ ἔθελον σὺν τοῖσι, μένειν δ’ ἐκέλευον ἑταίρους·
275 οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
276 εἵματα μέν μ’ ἀπέδυσαν, ἀεικελίῃσι δ’ ἱμάσθλαις
277 πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
278 ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
279 χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
280 χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
281 αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
282 μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
283 [para]ὣς φάτο· τὸν δ’ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
284 ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτ’ ἔοικε
285 τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
286 αἰεὶ δ’ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
287 οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
288 ἀλλ’ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
289 ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
290 οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
291 [para]τὸν δ’ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
292 ἐξερέω καὶ ταῦτα· σὺ γάρ μ’ ἐθέλοντα κελεύεις.
293 Ἄργος μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
294 Αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
295 ἵππον δ’ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·
296 εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
297 Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
298 εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
299 φεύξονται προφυγόντες ἀνηνύστοις ἐπ’ ἀέθλοις.
300 ἀλλ’ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
301 ἕλκετ’ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
302 ἄμμι δ’ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
303 δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
304 [para]ὣς ἄρ’ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
305 ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
306 δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
307 εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
308 ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
309 αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
310 σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
311 ἄσκοπος ἐσσομένων· κενεῷ δ’ ὑπὸ χάρματι πολλοὶ
312 πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
313 οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
314 ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
315 ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
316 ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
317 ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
318 γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
319 δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ δι’ αὐτῶν
320 τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·
321 τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
322 λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
323 πολλὴ δ’ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
324 ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
325 ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
326 καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
327 ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
328 οἱ δ’ ἦγον προπάροιθεν· ὁδὸς δ’ ἐβαρύνετο μακρὴ
329 σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
330 εἵπετο δ’ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
331 κυδιόων ὑπέροπλα, βίην δ’ ἐπέρεισεν Ἀθήνη
332 χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
333 ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
334 Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
335 εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
336 αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
337 ἀλλ’ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
338 πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δ’ ἀπὸ πύργων
339 σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
340 Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
341 νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
342 μολπῇ τ’ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
343 ἄλλαι δὲ χνοόωσαν ἀμελγόμεναι χάριν ὄμβρου
344 ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
345 αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
346 λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
347 καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
348 χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
349 γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
350 ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
351 καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
352 οἷαι δ’ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
353 χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
354 κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
355 γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
356 ὣς οἵγε κλαγγῇ τε δι’ ἄστεος ἠδὲ κυδοιμῷ
357 ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
358 κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
359 ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δ’ ὀχῆας
360 ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
361 κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·
362 ἡ δ’ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
363 πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
364 ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
365 τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
366 πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
367 πάντη δ’ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
368 οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.
369 οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
370 νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
371 ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
372 γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
373 ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
374 Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
375 κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·
376 [para]ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
377 δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
378 σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
379 δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
380 τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
381 λήγει δ’ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
382 τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
383 τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
384 τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δ’ ἄρτι θορόντες
385 ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
386 οὐ γὰρ ἐπ’ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
387 ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
388 αὐτὴ δ’ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
389 γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
390 μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
391 καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
392 αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
393 δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
394 νυμφία, φωλεύει δ’ ὑπὸ δούρασι κευθόμενον πῦρ.
395 ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
396 αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
397 ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
398 καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
399 ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
400 κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·
401 μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
402 λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
403 δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
404 κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις
405 Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.
406 τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
407 οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
408 τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
409 ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
410 ἀλλ’ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες—
411 καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
412 ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
413 ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
414 ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
415 καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
416 στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
417 [para]ἡ μὲν ἔφη· τῇ δ’ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων
418 ἀμφότερον μάντιν τ’ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.
419 τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·
420 τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
421 θαρσαλέη κυνόμυια; μάτην ὑλάους’ ἀπερύκεις.
422 οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
423 οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
424 ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
425 ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
426 ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
427 οὐδ’ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδ’ ἔτι τόξα
428 ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δ’ ὀιστοί,
429 ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδ’ ἔτι νείκη,
430 οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδ’ ἐπὶ δῆριν
431 ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
432 ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
433 παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
434 ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
435 μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
436 ἔρρ’ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
437 οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
438 οὐδ’ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
439 [para]ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
440 κεύθων ἐν θαλάμοισι· μόγις δ’ ἀέκουσα τοκῆι
441 πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
442 κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δ’ ἤδη
443 πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
444 οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
445 ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
446 ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
447 ἀθάνατοι δ’ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
448 εἰλαπίνη δ’ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
449 ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
450 ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
451 πᾶσα πόλις, πυλέων δ’ ὀλίγοις φυλάκεσσι μεμήλει·
452 ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
453 Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
454 Ἀργείῃ δ’ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
455 ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
456 ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
457 [para]νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
458 ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δ’ Ἀχαιῶν
459 ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
460 ἀλλ’ ἴθι, μηδ’ ἔτι τοι μελέτω Πριάμοιο γέροντος
461 μήτ’ ἄλλων Τρώων μήτ’ αὐτοῦ Δηιφόβοιο·
462 ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
463 [para]ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι
464 θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
465 καί οἱ Δηίφοβος πόσις εἵπετο· τὴν δὲ κιοῦσαν
466 Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
467 ἡ δ’ ὁπόθ’ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
468 ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
469 τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
470 πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
471 φωνῇ λεπταλέῃ· τοὶ δ’ ἔνδοθι θυμὸν ἄμυσσον
472 ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
473 ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
474 κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
475 οὔνομα δ’ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης.
476 Ἄντικλος δ’ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
477 μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
478 ἀλλ’ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
479 ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
480 μάστακα δ’ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
481 εἶχεν ἐπικρατέως· ὁ δ’ ἐπάλλετο χερσὶ πιεσθείς,
482 φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
483 καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
484 δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
485 κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
486 καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
487 καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
488 εἰ μή οἱ βλοσυρῶπις ἀπ’ αἰθέρος ἀντήσασα
489 Παλλὰς ἐπηπείλησε, φίλου δ’ ἐξήγαγε νηοῦ
490 μούνῃ φαινομένη, στερεῇ δ’ ἀπεπέμψατο φωνῇ·
491 [para]δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
492 καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
493 οὔποτε δ’ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
494 Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
495 χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
496 σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
497 [para]ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
498 καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
499 παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
500 καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
501 αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
502 αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
503 ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
504 οὐδ’ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
505 εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
506 ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
507 Ζεὺς ταμίης πολέμοιο, μόγις δ’ ἐλέλιξεν Ἀχαιούς·
508 χάζετο δ’ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
509 ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπόλλων.
510 αὐτίκα δ’ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
511 ἀγγελίην ἀνέφαινε Σίνων εὐφεγγέι δαλῷ.
512 παννυχίη δ’ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
513 εὐειδὴς Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
514 ὡς δ’ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
515 οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
516 οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
517 πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
518 ἀλλ’ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
519 ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
520 τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
521 οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
522 οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
523 νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
524 Ἀργεῖοι σπεύδοντες, ἅπας δ’ ἠπείγετο ναύτης
525 δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
526 οἱ δ’ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ
527 ἀλλήλοις τ’ ἐκέλευον ἐλαυνέμεν· αἱ δ’ ἄρα νῆες
528 ὠκύτεραι κραιπνῶν ἀνέμων ταχυπειθέι ῥιπῇ
529 Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
530 ἐνθάδε δὴ πεζοὶ πρότεροι κίον, οἱ δ’ ἐπέλειφθεν
531 ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
532 λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
533 οἱ δ’ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
534 τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἷα μέλισσαι,
535 αἵτ’ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
536 κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
537 ἐς νομὸν εὐγυάλοιο κατ’ ἄγγεος ἀμφιχυθεῖσαι
538 νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·
539 ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
540 θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας
541 χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
542 νήχετο δ’ αἵματι γαῖα, βοὴ δ’ ἄλληκτος ὀρώρει
543 Τρώων φευγόντων, ἐστείνετο δ’ Ἴλιος ἱρὴ
544 πιπτόντων νεκύων, οἱ δ’ ἀνδροφόνῳ κολοσυρτῷ
545 〈ἔζεον〉 ἔνθα καὶ ἔνθα μεμηνότες οἷα λέοντες
546 σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
547 Τρωιάδες δὲ γυναῖκες ὑπὲρ τεγέων ἀίουσαι
548 αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
549 αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
550 αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
551 μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
552 ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
553 οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
554 ἤθελεν, ἀλλ’ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
555 καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
556 πολλαὶ δ’ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
557 γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
558 ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
559 παννυχίη δ’ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
560 κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο
561 αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
562 σὺν δ’ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
563 Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
564 ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
565 ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
566 ἴαχε δὲ γλαυκῶπις ἐπ’ ἀκροπόληος Ἀθήνη
567 αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δ’ αἰθὴρ
568 Ἥρης σπερχομένης, ἐπὶ δ’ ἔβραχε γαῖα βαρεῖα
569 παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
570 ἔφριξεν δ’ Ἀίδης, χθονίων δ’ ἐξέδρακε θώκων
571 ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
572 πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
573 πάντα δ’ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
574 τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
575 κτεῖνον ἐφεστηῶτες, ὁ δ’ ἐξ εὐνῆς ἀνορούσας
576 τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
577 καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
578 ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·
579 νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
580 ξείνια δ’ ἐχθρὰ κόμισσεν· ὑπὲρ τέγεος δέ τις ἄλλος
581 μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
582 καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
583 ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
584 κλίμακος ἐξελάθοντο καθ’ ὑψηλῶν τε μελάθρων
585 ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
586 ἀστραγάλους ἐάγησαν, ὁμοῦ δ’ ἐξήρυγον οἶνον.
587 πολλοὶ δ’ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
588 μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
589 ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
590 παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
591 πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
592 οἱ δ’ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
593 ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
594 πίπτον ἐπ’ ἀλλήλοισι· πόλις δ’ οὐ χάνδανε λύθρον
595 ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
596 οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
597 σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
598 οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δ’ ὑπὸ ῥιπῆς
599 ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
600 οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
601 οὐδ’ ὀρθοὶ κτείνοντο, χαμαὶ δ’ ἱκετήσια γυῖα
602 τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
603 πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
604 μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
605 ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
606 παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
607 οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
608 ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
609 αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
610 καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δ’ ὑλάοντες
611 ἄγρια κοπτομένοισιν ἐπ’ ἀνδράσιν ὠρύοντο,
612 νηλέες, οὐδ’ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
613 [para]τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
614 στελλέσθην Ὀδυσεύς τε καὶ εὐχαίτης Μενέλαος
615 καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθ’ ὑπὸ νύκτα
616 χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
617 οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
618 ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
619 ἀνδράσι δυσμενέεσσι· νέη δ’ ἠγείρετο χάρμη
620 τῶν μὲν ἐπορνυμένων, τῶν δ’ ὑψόθεν ἐκ θαλάμοιο
621 βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
622 ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
623 ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
624 εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
625 θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
626 Ἀτρείδης δ’ ἑτέρωθεν ὑποπτήξαντα διώξας
627 Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
628 ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
629 ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
630 τῷ δ’ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
631 ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
632 ἄλλοτε δ’ αἰδομένη, τοτὲ δ’ ὀψέ περ ὡς ἐν ὀνείρῳ
633 λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
634 Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
635 πήμασι κεκμηῶτα παρ’ Ἑρκείῳ κτάνε βωμῷ
636 οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων
637 ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
638 ᾐδέσαθ’, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
639 καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
640 σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
641 ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
642 ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
643 Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
644 [para]ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
645 χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα
646 Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
647 Κασσάνδρην δ’ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
648 Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
649 ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
650 ἀνθ’ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
651 Αἰνείαν δ’ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
652 οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
653 Αὐσονίην ἀπένασσε· θεῶν δ’ ἐτελείετο βουλὴ
654 Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
655 παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
656 τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
657 Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
658 μειλιχίης προτέρης 〈τίνων〉 χάριν ἠδὲ τραπέζης
659 κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
660 δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
661 γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
662 οὐδέ σε Θησείδης Ἀκάμας οὐδ’ ἄλλος Ἀχαιῶν
663 ἤγαγε ληιδίην, ἔθανες δ’ ἅμα πατρίδι γαίῃ.
664 [para]πᾶσαν δ’ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
665 κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
666 Μουσάων ὅδε μόχθος, ἐγὼ δ’ ἅπερ ἵππον ἐλάσσω
667 τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
668 [para]ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
669 ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
670 νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
671 οἱ δ’ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
672 πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
673 κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
674 ἀλλ’ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
675 ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
676 Ἀργεῖοι δ’ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
677 ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δ’ ἐρήμων
678 ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
679 ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
680 τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
681 ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
682 αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
683 Ἴλιος αἰθαλόεσσα· πυρὸς δ’ ὀλεσίπτολιν ἄτην
684 Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
685 Ἡφαίστῳ δ’ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
686 [para]οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
687 μῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
688 Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
689 χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
690 νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
691 ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.