On Diet in Acute Diseases According to Hippocrates is an ancient Greek medical treatise, a detailed commentary on the Hippocratic work On Regimen in Acute Diseases. Though traditionally ascribed to the renowned physician Galen, modern scholarship identifies it as an anonymous composition, most likely dating to the 1st or 2nd century CE. The text is structured as a series of 43 concise sections, each providing a practical exegesis of a specific passage from its Hippocratic source. Its primary focus is dietetics, the regulation of food and drink, which it upholds as the central therapeutic intervention for acute, febrile diseases. The anonymous author systematically clarifies obscure Hippocratic terminology, elucidates the medical rationale behind prescribed treatments—such as the administration of barley-gruel—and occasionally critiques the interpretations of other physicians. Dedicated to a figure named Caecilianus, the work appears designed for practical use by medical students or practicing doctors, offering clinical guidance grounded in the humoral theory of balancing bodily fluids. Preserved in medieval manuscripts among Galen's authentic works, this treatise provides significant insight into the pedagogical and practical application of Hippocratic medicine in the Roman Imperial period.
Pseudo-Galen On Diet in Acute Diseases According to Hippocrates in Greek in PDF
Pseudo-Galen On Diet in Acute Diseases According to Hippocrates in Greek in MD
| 19 182 (t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΔΙΑΙΤΗΣ ΕΠΙ ΤΩΝ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ *** ἠρεμίαν δὲ καὶ παρηγορίαν ἐνδείκνυται καὶ τὸ πείθειν μᾶλλον ἢ βιάζεσθαι πάντων ἀπεχόμενον τῶν κινητικῶν βοηθημάτων. “ὅταν δὲ καταιγίζωσιν αἱ νοῦσοι, ἡσυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡς μή τι ἐξεργάσωνται.” τοῦτ’ αὐτὸ καὶ περὶ τῶν μερικωτέρων ἐθέσπισε παροξυσμῶν εἰπών· “τοῖσιν ἐν τῇσι περιό δοισι παροξυνομένοισι μὴ δοῦναι μηδὲν μηδ’ ἀναγκάζειν,” ὅπερ ἔστι μηδ’ ἀναγκαστικῷ μηδενὶ χρῆσθαι (οὔτε γὰρ προσθετικὸν οὔτε βίαιον οὐδὲν ἐν τοῖς παροξυσμοῖς ἀξιοῖ παραλαμβάνεσθαι)· τάχα δὲ καὶ ὅταν φῇ· “τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν μηδὲ νεωτεροποιεῖν, μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾶν.[5] |
| 19 183 | ” ἱκανὸν ἔστω 〈τὸ〉 τοῦ παροξυσμοῦ κακόν, μὴ συνελθέτω δὲ τούτῳ καὶ τὸ ἀπὸ τῆς 〈ἀπειρίας τοῦ〉 τεχνίτου. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων καὶ ὕστερον διασκεψόμεθα. Ἴδωμεν δὲ ἔπειτα τὰς διαφορὰς καὶ τὰς τοιαύτας τῶν καιρῶν. φαμέν, ὡς ἄρα τῶν νοσημάτων τὰ μὲν ὀξεῖς ἔχει φύσει τοὺς τέσσαρας καιρούς, τὰ δὲ [οὐδὲ] πάντας τοὺς τέσσαρας ἀναβεβλημένους, ἔνια δ’ αὐτῶν ἀμείβει τὴν βραδυτῆτα πρὸς τὸ τάχος, τὰ μὲν ἐν ἀρχῇ, τὰ δ’ ἐπὶ τέλος, τὰ δ’ ὡς ἔτυχεν. προθεὶς 〈γὰρ〉 ἐν Ἐπιδημίᾳ 〈 α 〉 τὰς κατὰ σχήματα πυρετῶν διαφοράς, συνεχῶν, ἡμιτριταίων ἢ ἀμφημερινῶν, τεταρταίων, τῶν λοιπῶν, 〈αὐταῖς〉 λέξεσιν ἐπιφέρει ταῦτα· “εἰσὶ δὲ [ταῦτα] τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν ὁμοίως ξυνεχέων καὶ διαλειπόντων.[10] |
| 19 184 | αὐτίκα γὰρ ξυνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται, ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ 〈δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν, ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ〉 καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησιν μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ παντὸς νουσήματος.” ἔστησα μέν, φησίν, τὸν λόγον ἐπὶ τῶν συνεχῶν πυρετῶν διὰ τὸ εὔσημον, τὰ δ’ εἰρημένα τῶν καιρῶν κινήματα οὐ μόνον ἐπὶ παντὸς συμπίπτει πυρετοῦ, ἀλλὰ καὶ ἐπὶ παντὸς νοσήματος. ὥστε μὴ παρ’ Ἐρασιστράτου μηδὲ παρά τινος τῶν νεωτέρων μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡς καὶ ὀφθαλμία καὶ ὠταλγία περιοδίζουσιν, ἀλλὰ παρὰ τοῦ εὑρόντος ἅμα καὶ τελειώσαντος τὴν ἰατρική ν.[15] |
| 19 185 | “ξυμπίπτει” γὰρ “ταῦτα,” φησί, “γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νουσήματος”, συνεμφαινομένου καὶ τοῦ πᾶν νόσημα τοὺς τέσσαρας ἔχειν καιρούς. ἀνήγαγε 〈δὲ〉 τὸν λόγον ἐπὶ τὴν χρείαν εἰπών· “δεῖ τὰ βοηθήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν.” ἐπεὶ δ’ οὐ μόνον ἐκ τούτων τὰ διαιτήματα λαμβάνει, διὰ τοῦτο προσέθηκε· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν πού τι γέγραπται, τὰ δὲ γεγράψεται, πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν 〈καὶ〉 σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὔ, καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται.” καὶ τίς ὁ φιλοσυντομώτατος ἦν ὁρισμὸς βοηθήμασιν 〈εἰ μὴ〉 ὃν Ἱπποκράτης φησί, τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποτέ; 〈ἔχει δὲ διπλῆν δύναμιν τὸ ποτέ〉· καὶ γὰρ ἡ τάξις ἐν τούτῳ καὶ ὁ καιρός. ὁ γοῦν πρότερον τρέφων, εἶτ’ ἀποθεραπεύων ἐν τῷ ποτὲ διαμαρτάνει· ὅ,τι γὰρ ὁ παρὼν ἀπαιτεῖ καιρός, οὐ προσφέρει, ὅ,τι 〈δὲ〉 μὴ δεῖται, τοῦτο παραλαμβάνει· μεταθέντι δ’ αὐτῷ 〈τὰ βοηθήματα οὐδὲ εἰ καλῶς τύχοι〉 τοῦ καιροῦ, τὰ τῆς τάξεως εὐστοχεῖται.[10] |
| 19 186 | ἀλλὰ περὶ τούτων ἐν ἄλλοις. Τὰ νῦν δὲ περὶ τῶν καιρῶν διαληψόμεθα διδάσκοντες, ὡς ἀπ’ ἀρχῆς μέχρι τέλους τὸν τόπον ἐκπεριώδευσε πάντα, 〈καὶ〉 πρώτας τὰς ἐκ 〈τοῦ〉 Περὶ τῶν νούσων παραθησόμεθα λέξεις, ἐν αἷς προμηνύσας, ὡς ἀναγκαῖον ἐπίστασθαι, ‘τί καιρὸς καὶ τί ἀκαιρία‘, τότ’ ἐπιζεύγνυσι ταῦτα· “καιροὶ δὲ τὰ μὲν καθάπαξ εἰσὶν ἐν τῇ τέχνῃ πολλοὶ καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νοσήματα καὶ τούτων αἱ θεραπεῖαι. εἰσὶν 〈δὲ〉 ὀξύτατοι μέν, ὅσοισιν ἢ ἐκψύχουσι δεῖ ὠφελῆσαι ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοις ἢ ἀποπνιγομένοισιν ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην ἀπαλλάξαι καὶ ὅσα τοιαῦτά ἐστι. καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξεῖς καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. ὁ μέντοι καιρός ἐστιν, ἐπὴν πάθῃ τι 〈τούτων〉 ὁ ἄνθρωπος, ὅ,τι ἄν 〈τις〉 πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήσῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ 〈ὠφέλησεν〉.[15] |
| 19 187 | ” 〈μέγιστον οὖν, εἴ τις ἀκριβῶς τῆς〉 ὠφελείας ἐπίσταται τὸν καιρόν· πᾶν γὰρ ὅ,τι ἄν τις ἐν καιρῷ παραλάβῃ, τοῦτο ὅσον 〈τε καθ’ αὑτὸ δύναται καὶ ὅσον〉 ἐπὶ τῷ νῦν παραληφθῆναι ὠφέλησεν. εἰπὼν δὲ περὶ τῶν ὀξυτάτων καὶ τῶν ἀνυπερθέτως ἀπαιτούντων τὴν βοήθειαν ἑξῆς καὶ περὶ τῶν ἀναβεβλημένων διδάσκει καιρῶν· “ἕτερα δὲ νοσήματά ἐστιν, οἷσι καιρός 〈ἐστι θεραπεύεσθαι τὸ πρωῒ τῆς ἡμέρης, διαφέρει δὲ οὐδέν, ἢ πάνυ πρωῒ ἢ ὀλίγῳ ὕστερον. ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς〉 θεραπευθῆναι ἅπαξ τῆς ἡμέρης, καὶ ὁπηνίκα γε, οὐδὲν διαφέρει. ἕτερα 〈δὲ διὰ〉 τρίτης ἢ τετάρτης ἡμέρης, ἄλλα ἅπαξ τοῦ μηνός, ἄλλα διὰ τριῶν μηνῶν καὶ τοῦ τρίτου ἢ ἱσταμένου ἢ φθίνοντος, οὐδὲν διαφέρει. τοιοῦτοι καιροί εἰσιν ἐνίοις καὶ ἀκρίβειαν οὐκ ἔχουσιν ἄλλην 〈ἢ〉 τοιαύτην.” ἤρξατο μὲν ἀπὸ 〈τῆς〉 στιγμιαίας τῶν καιρῶν ὑποστάσεως, εἶθ’ οὕτω παρῆλθεν ἐπὶ τὰς ὥρας, καὶ ἀπὸ τῶν ὡρῶν ἐπὶ τὰς ἡμέρας, ἀπὸ δὲ τούτων ἐπὶ τοὺς μῆνας καὶ τῶν μηνῶν τοὺς κατ’ αὔξησιν ἢ μείωσιν τῆς σελήνης ἀριθμουμένους.[10] |
| 19 188 | ὅπερ δοκεῖ τισιν ἴσως παράδοξον εἶναι, δείξω 〈δὲ〉 μέγα τι πρὸς 〈τὴν〉 τῶν νοσημάτων ἀνασκευὴν δυνάμενον καὶ μάλιστα τῶν χρονίων, ἐν οἷς ἐπιτέτραπται τῷ τεχνίτῃ τοὺς προσήκοντας ἀναμένειν καιρούς, 〈διὰ τὸ〉 συμπάσχειν καὶ συμμεταβάλλειν τοῖς οὐρανίοις τὰ ἐπίγεια. ‘σύμπνοια γὰρ μία καὶ ξύρροια μία‘ οὐ μόνον ἐν τοῖς ἡμετέροις σώμασιν, ἀλλὰ κἀν τοῖς ὅλοις. ἀντιλαμβάνεται γοῦν τῆς ἐν τῷ περιέχοντι ἀέρι μεταβολῆς 〈τῆς παρὰ τὰς ἄστρων τινῶν κινήσεις〉 τά τε φυτὰ καὶ τὰ ζῷα καὶ πολὺ πλεῖον 〈τῆς〉 παρὰ τὸν τῆς σελήνης μετασχηματισμόν· ἐγγυτέρω γὰρ τῆς γῆς τὸ ἀπ’ αὐτῆς θερμόν· ὅθεν καὶ 〈αἱ〉 σάρκες ἐνίων ζῴων καὶ τὰ σπλάγχνα συναύξεταί 〈τε καὶ συμμειοῦται〉 καὶ καθόλου 〈τὰ σώματα〉 τὰ μὲν εὐθηνεῖ, τὰ δὲ τήκεται. συνεπισημαίνει δὲ καὶ τὰ τῶν ἀνθρώπων σώματα καὶ πολὺ πλεῖον ἐν νόσοις. ἱκανὴ γὰρ ἡ τῆς ὑγείας ἰσχὺς συγκρύπτειν τὰ τοιαῦτα παθήματα· νόσοι δὲ αἱ μὲν κατὰ ἀφαίρεσιν φθίνοντος τοῦ μηνὸς συνε πισημαίνουσι πρὸς τὸ χεῖρον, αἱ δὲ κατὰ περιουσίαν τε καὶ πλημμυρίδα αὐξανομένου πιέζουσι τὰ μάλιστα.[15] |
| 19 189 | καλὸν οὖν ἐπίστασθαι τὸν τεχνίτην, ὡς οὐ μόνον ἐν ταῖς ὑπὲρ 〈τὰς Ἡρακλέους στήλας〉 ὠκεανίοις θαλάτταις ἀναχώρησίς τε καὶ ἔφοδος γίνεται τῶν ὑδάτων παρὰ τοὺς ποιοὺς τῆς σελήνης μετασχηματισμούς, ἀλλὰ κἀν τοῖς ἡμετέροις σώμασίν ἐστί τις ἄμπωτις 〈τῶν〉 ὑγρῶν, ἐφ’ ᾧ δυνατὸν αὐξανομένου τοῦ μηνὸς τὰ πληρωτικὰ μᾶλλον τῶν βοηθημάτων παραλαμβάνοντι φθίνοντος ἀφαιρέσει χρῆσθαι. τὰ 〈δ’〉 ἐναντία τῷ ὅλῳ μαχόμενα οὐ μόνον τῶν νοσούντων 〈ἕνεκα φεύγειν〉 πειρατέον, ἀλλὰ καὶ τῶν ἰατρῶν· οὕτω γὰρ τῇ τέχνῃ συνεργάζεται καὶ τὸ θεῖον. διὸ δὴ κατὰ τὸ τοῖς εἰρημένοις ἀκόλουθον ἀναφέρει τὸν λόγον καὶ μέχρι τῆς τῶν ὡρῶν περιτροπῆς, ὅτε φησίν· “ἀκαιρίη δὲ τὰ τοιαῦτα· ὅσα μὲν τῶν παθῶν πρωῒ δεῖ θεραπεύεσθαι, μεσημβρίης θεραπευόμενα ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ ῥώμην ἴσχει τὴν ἐπὶ τὸ κάκιον διὰ τὴν οὐκ ἐν καιρῷ θεραπείην. ὅσα δὲ ἑσπέρης, ἤν τε μεσημβρίης ἤν τε τῆς νυκτὸς θεραπεύηται, ἀκαίρως. καὶ ἢν τοῦ ἦρος δέῃ θεραπευθῆναι, 〈θεραπεύηται〉 δὲ χειμῶνος, ἢ τοῦ 〈μὲν〉 χειμῶνος δέῃ, τοῦ θέρεος 〈δὲ〉 θεραπεύηται, 〈ἢ〉 ὅ,τι ἤδη δεῖ θεραπεύεσθαι, τοῦτο ἀναβάλληται, καὶ ὅ,τι ἀναβάλλεσθαι, ἤδη θεραπεύηται, τὰ τοιαῦτα ἀκαίρως θεραπεύεται.[15] |
| 19 190 | ” καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἰρήσθω. Βούλομαι δὲ ἤδη τὰ κυριώτερα γράφειν. ἔστι δὲ ταῦτα· τινὰς διττοὺς ἐπίσταται καιροὺς Ἱπποκράτη c, τοὺς μὲν τῶν ὅλων νοσημάτων, τοὺς δὲ τῶν ἐπὶ μέρους παροξυσμῶν. λέγει γοῦν ἐν Ἐπιδημίαις, ὡς ἀναγκαία τεθεωρῆσθαι καὶ τῆς ὅλης νόσου 〈καὶ τῶν μερικωτέρων παροξυσμῶν〉 ἡ ἐπίδοσις καὶ χάλασις 〈ὡς πλεῖστον ἀπεχούσης ἔτι τῆς〉 ἀκμῆς, πρὸς ἑκατέρους δ’ ἀποβλέποντα τοὺς καιροὺς ἀεὶ προσφέρειν τὰ βοηθήματα. καὶ τοῦτο ῥᾴδιον μὲν ἐπὶ πάντων διδάξαι· δειχθήσεται δ’ ἐπὶ τῆς τροφῆς. τροφὴ γὰρ τὸ κάλλιστον ἐν διαίτῃ βοήθημα· μόνον γοῦν τοῖς λοιποῖς συγκρινόμενον ἰσοσθενεῖ, πρὸς δὲ καὶ καθέλκει τὰ πάντα. τούτου μάρτυς ὢν 〈 αὐτὸς φαίνεται〉 ‘διαίτας‘ καλέσας τὰς τροφάς. τῇ γὰρ τοῦ παν τὸς προσηγορίᾳ τὸ μέρος ἐκόσμησεν *** ἔστι δὲ πᾶς οὗτος 〈ὁ〉 λόγος ἐναντιώτατος μὲν τοῖς νεωτέροι c, ἀκόλουθος δὲ 〈ταῖς ὑποθέσεσι〉 τῆς ἰατρικῆς.[15] |
| 19 191 | ἀξιοῖ γὰρ Ἱπποκράτης ἀπὸ τῶν πρώτων ἡμερῶν ἐπίστασθαι τὸν ἰατρόν, τί μὲν ταχέως, τί δὲ βραδέως ἀκμάσει, καὶ τοῦτο προκαταμαθόντα προσεπισκοπεῖν τοῦ κάμνοντος τὴν δύναμιν καὶ ὥσπερ ἐν ζυγῷ τινι τῇ ἑαυτοῦ διανοίᾳ περὶ ἑκατέρων σταθμίζεσθαι, πότερον ἀγόμενος ἀπὸ τῆς ἀρχῆς λεπτῶς ἐξαρκέσει ὁ κάμνων, ὥστε καὶ κατὰ τὴν ἀρχὴν 〈καὶ κατὰ τὴν〉 ἀκμὴν λεπτῶς διαιτηθῆναι (“ὅταν γὰρ ἀκμάζῃ τὸ νόσημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι”), ἢ προαπαυδήσει καὶ οὐχ ὑπομενεῖ λεπτῶς ἀρχῆθεν ἀγόμενος [καὶ κατὰ τὴν ἀκμήν]· εἰ δὲ μέλλει προκαταλύεσθαι πρὸ τῆς ἀκμῆς, περὶ δὴ τὰς πρώτας ἡμέρας ἀναλαμβάνειν τὴν δύναμιν, ἵν’ ἰσχύσῃ παρούσης τῆς ἀκμῆς λεπτῶς διαιτᾶσθαι. οὐ γὰρ ἐπὶ πάντων εἴρηται τὸ ‘κατὰ τὴν ἀρχὴν πιοτέρως διαιτᾶν‘, ἀλλ’ ἐπὶ τῶν μελλόντων καταλύεσθαι περὶ τὴν ἀκμήν. μαν θάνωμεν δὲ καὶ τὸν λόγον τοῦ δόγματος· οὕτω γὰρ μᾶλλον αὐτῷ τεθαρρηκότες χρησόμεθα πρὸς τὰ ἔργα.[10] |
| 19 192 | ἡ φύσις σῴζουσα τὴν ἀρχέγονον καὶ πρώτην ἑαυτῆς εὐκρασίαν ὀρέγεται 〈μὲν〉 εὐκαίρως τῶν προσφερομένων, διοικεῖ δὲ καλῶς τὰ ληφθέντα καὶ διαδίδωσιν εἰς ὅλον τὸ σῶμα 〈καὶ〉 τάς τε προσθέσεις καὶ τὰς ἀφαιρέσεις ποιεῖται συμμέτρους. ὅταν δ’ ἐπιπεσόντα τὰ νοσήματα στάσιν τινὰ καὶ ἀναρχίαν ἐργάσηται, ἐφ’ ὅσον ἂν ἰσχύσῃ τὰ πάθη, ἐπὶ τοσοῦτον ἡ φύσις καταπονεῖται. περὶ μὲν οὖν τὰς τῶν νοσημάτων ἀρχὰς βραχεῖά τις ἡ τοῦ κατὰ φύσιν ἐκτροπή, πολὺ δὲ τὸ τῆς φύσεως οἰκεῖον. περὶ δὲ τὰς ἀκμὰς ἡ τοῦ παρὰ φύσιν ἰσχὺς 〈περιττή〉, πολὺ 〈δὲ τὸ〉 τῆς φύσεως ἀσθενές. διόπερ εἰ μέλλει τις ἐξ ἀρχῆς λεπτῶς ἀγόμενος περὶ τὴν ἀκμὴν ὁλοσχερεστέρας ἀπαιτεῖν τροφὰς προαναλωθείσης τῆς δυνάμεως, τοῦτον ἀξιοῖ στηρίξαι κατὰ τὴν ἀρχήν, ἵνα τῆς ἀκμῆς παραγενομένης λεπτῶς διαιτᾶται. καὶ γὰρ εὔλογον ἐν τῷ χαλεπωτάτῳ τῆς νόσου καιρῷ καὶ ἐν ᾧ μάλιστα ἡ φύσις πεπίεσται ὀλιγόσιτον εἶναι καὶ λεπτότατα προσφερόμενον, 〈ἵνα τὸ προσκείμενον〉 μήτε σπαράξῃ κατὰ τὴν ἀνάδοσιν μήτε πολλὴν ποιήσηται τὴν πρόσθεσιν, ἀλλ’ ἐμβροχαῖς μὲν παραπλησίως παραμυθήσηται, διαπορεύηται δ’ ὅλον τὸ σῶμα μήτε πόνου μήτε χρόνου πρὸς τὴν οἰκονομίαν δεηθέν.[5] |
| 19 193 | οὐ γὰρ ἐν μὲν τῇ τῶν μερικῶν παροξυσμῶν ἀκμῇ φυλάσσεσθαι χρὴ τὰς τῆς τροφῆς παραθέσεις, ἐν δὲ ταῖς τῶν ὅλων νοσημάτων ἀκμαῖς ὁλοσχερεστέρας διδόναι τροφάς. ‘παράκειται γάρ‘, φησί, ‘παρακμή‘. ἐγὼ δ’ οὐ ζητῶ, τί τὸ μέλλον, ἀλλὰ τί τὸ παρόν· οὐ γὰρ ἀκμὴ διδάσκει τὸ φιλανθρωπότερον, ἀλλὰ παρακμή *** τοῦ νοσήματος ἰσχύς ἐστιν ἀνυπέρθετος ἢ πολλάκις τὸ μέγεθος οὐκ ἴσμεν κἄν τε δύναμις ἀκμάσαι; ταῦτα γὰρ τὰ πολὺ τὰ πλεῖστα. ὅτι δ’ οὐ πάντας περὶ τὴν ἀρχὴν βούλεται τρέφειν πιότερον, ἀλλὰ τοὺς μέλλοντας περὶ τὴν ἀκμὴν καταλύεσθαι, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φησιν; “οὐδ’ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας ποιεῖσθαι οὔτ’ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλέγμασιν ἐόντων προσφέρειν.[15] |
| 19 194 | ” καὶ πάλιν· “τοῦτ’ οὖν ἡγητέον μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος 〈ἢ〉 τοίου 〈ἢ τοίου〉 τοῖς μέλλουσι μικρὸν ὕστερον ῥοφήμασιν ἢ τοίοισιν 〈ἢ τοίοισι〉 χρῆσθαι.” προειληφέναι δὲ τοῦτο δεῖ, ὅτι περὶ τῶν ὀξέων ὁ λόγος ἐστί. καὶ μετ’ ὀλίγον παρίστησιν, ὡς οὐκέτι ὁλικῶς, ἀλλ’ ἐπὶ τινῶν ἐντάσσει τὴν τοιαύτην ἀγωγήν, λέγων· “πάντ’ οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα οἱ ἰατροί· ἀλλ’ ἐν ᾗσί 〈τε νούσοισιν〉 οὐ χρὴ κενεαγγεῖν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγοῦσιν, ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς τὰ ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι, καὶ ὡς τὸ πολὺ 〈ἀπαρτὶ〉 [ἐνίοτε] ἐν τοῖσι τοιουτέοισι καιροῖς μεταβάλλουσιν εἰς τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενώσει, ἢν οὕτως τύχῃ παροξυνομένη ἡ νοῦσος.” οὗτος δ’ ἐστὶν ὁ κατὰ τὴν ἀκμήν, ἐν ᾧ συναναγκαζόμενοι διὰ τὴν τῆς δυνάμεως κατάλυσιν ἐκ τῶν λεπτοτέρων ἐπὶ τὰ ὁλοσχερέστερα παραγίνονται ἤδη τῶν σωμάτων 〈κατεχομένων〉 ὑπὸ τῆς φλεγμονῆς.[15] |
| 19 195 | “οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν οὔτε ἀκμαζόντων 〈τῶν〉 νουσημάτων καὶ ἐν φλεγμονῇ ὄντων 〈προσφέρειν〉.” μήτ’ ἀμέτρους φησὶν ἀνατάσεις παραλαμβάνειν μήτ’ ἀκαίρως τρέφειν. ἐπὶ πολλῶν δ’ ἀκαιρότατόν ἐστιν ἡ μέχρι τρίτης ἀνάτασις, βλαβερὸν δὲ καὶ κακὸν καὶ ἡ παρὰ μίαν τῆς τροφῆς προσφορά, 〈εἴ τις ἀναγκασθήσεται ἀκμάζοντος τοῦ νοσήματος ὁλοσχερεστέρας διδόναι τροφάς〉. πρὸς γὰρ τοὺς οὕτω διαιτῶντας ἀποβλέπων ταῦτα πάντα γράφει. ἀρχὴν γὰρ 〈οὐ〉 πάνυ ἁμάρτημα ἡ διάτριτος, καὶ ἐχρῶντο πρός 〈γε τοὺς δεομένους καὶ οἱ περὶ τὸν〉 Ἱπποκράτην ταύτῃ. μάρτυς αὐτὸς Ἱπποκράτης πάλιν ἐν τῷ πρὸς τὰς Κνιδίας γνώμας εἰπών· “οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιοῦντας. βούλονται γὰρ πάντες 〈ὑπὸ τὰς〉 ἀρχὰς τῶν νούσων προταριχεύσαντες 〈τοὺς ἀνθρώπους ἢ〉 δύο ἢ τρεῖς ἢ καὶ πλείους ἡμέρας οὕτως προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά.” καὶ οὐ μέμφεται, ὅτι τινὰς ἀνέτεινον μέχρι τῶν εἰρημένων ἀριθμῶν, ἀλλ’ ὅτι πάντας. καὶ γὰρ αὐτὸς ἀνατείνει καὶ μέχρι τριῶν καὶ τεττάρων ἡμερῶν, ἀλλὰ τοὺς δεομένους.[15] |
| 19 196 | “τοὺς δ’ ἀκαταστάτους τῶν πυρετῶν ἐᾶν, μέχρι ἂν στῶσιν· [καὶ] ὅταν δὲ στῶσιν, ἀπαντῆσαι [οὕτως προσφέρει γὰρ ῥοφήματα καὶ τὰ ποτὰ] διαίτῃ [ἐπὶ] προσηκούσῃ.” καὶ ἀξιοῖ τὴν τρίτην καὶ τὴν τετάρτην εὐλαβεῖσθαι· ‘αὗται γὰρ αἱ ἡμέραι μάλιστα τίκτουσι τὰς παλιγκοτήσιας‘ καί, ὡς αὐτός φησιν, “ἑτερορρεπεῖς ποιέουσι τοὺς κάμνοντας” ”〈καὶ ὅσα ἐς φλεγμονὴν καὶ〉 ἐς ἀκαθαρσίην ὁρμᾷ καὶ ὅσα εἰς πυρετούς.” καί φησιν, ὡς “πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα· τίνι γὰρ οὐκ ἐπικοινωνεῖ τῶν ἐπικαιροτάτων ἐν τῇ τέχνῃ, οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ 〈κατὰ ἄλλα πολλὰ νουσήματα; εἰ μή τις φήσειε καὶ〉 τἆλλα νοσήματα ἕλκεα εἶναι· ἔχει γάρ τινα ἐπιείκειαν καὶ οὗτος ὁ λόγος.” ἴδωμεν οὖν καὶ τὰ ἑξῆς, δι’ ὧν συνηγορεῖ τοῖς ἀνατείνουσιν ἐπὶ πλείους ἡμέρας· “καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι μεγάλης τῆς μεταβολῆς γενομένης τῷ σώματι μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν.[10] |
| 19 197 | 〈τὸ δὲ μεταβάλλειν μὲν〉 εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι 〈γε μεταβιβαστέη〉 ἡ μεταβολή.” 〈ἐπαινεῖ δὴ τὸν〉 ἀνατείνοντα καὶ μέχρι τρίτης, ἀλλ’ ὀρθῶς 〈τε καὶ〉 τεχνικῶς, τουτέστι τὸν δεόμενον 〈καὶ〉 ὑπομενοῦντα, 〈καὶ〉 ὅταν ὑποβάλλῃ [τὸ μὲν γένος] τὸ μέγεθος τῆς διαθέσεως, ἡ ὥρα, ἡ χώρα, ἡ ἡλικία, τὰ τῆς προηγησαμένης διαίτης. 〈ὡς δὲ〉 βεβαιότερον τῆς μεταβολῆς ἐπῄνεσε τοῦτο τὸ 〈‘κατὰ τὴν ἀρχὴν πιοτέρως διαιτᾶν‘〉, ἵνα μὴ περὶ τὰς πρώτας ἡμέρας ἀφελὼν τὰς προσφοράς, ὅτε καὶ ὁ κάμνων λαμβάνειν ἠδύνατο καὶ ἡ φύσις διοικεῖν τὰ ληφθέντα, περὶ τὴν ἀκμὴν μεταβολῇ καταλυομένην ὁρῶν τὴν δύναμιν εἶτα μαχομένας αὐτῇ ποιῇς 〈προσθέσεις〉, ὅτε μὴ δύναται μηδὲ ῥοφήματα διοικεῖν ὁ κάμνων, τότε πιέζων τε αὐτὸν καὶ πνίγων ταῖς τροφαῖς. ἰδεῖν γοῦν ἔστι τοὺς λόγῳ μὲν μεθοδικού c, ἔργῳ δ’ ἀμεθόδους τῶν ἰατρῶν τὸν οἶνον τότε καὶ τὰ κρέα διδόντας καὶ ὥσπερ εἰς ἄψυχον ἄγγος εἰσχέοντας τὰς τροφάς.[10] |
| 19 198 | τῷ μὲν οὖν καλῶς κατὰ τὴν ἀρχὴν ἀνατείναντι μένει καὶ κατὰ τὴν ἀκμὴν ἡ δύναμις ἑστῶσα, τῷ δὲ παρὰ τὸ δέον ταῖς ἀνατάσεσι χρησαμένῳ περὶ τὴν ἀρχὴν κατάγνυται τὰ μὲν ὑπὸ τῆς νόσου, τὰ δ’ ὑπὸ τῆς ἀτεχνίας βιασθεῖσα. ἐμέμψατο 〈δὲ〉 καὶ ἐν ἄλλοις τοὺς τοιούτους τῶν ἰατρῶν εἰπών· “τί γὰρ 〈ἂν〉 ἦν κακόν, εἰ τὰ ἐπίχειρα τῆς ἀμαθίης ἐκομίζοντο οἱ τὰ τῆς τέχνης κακῶς δημιουργοῦντες; νῦν δὲ τοῖσιν οὐδὲν αἰτίοισι τῶν καμνόντων, οἷς οὐχ ἱκανὴ ἐφαίνετο ἡ τοῦ νοσεῖν λύπη, εἰ μὴ προσέλθοι καὶ τοῦ ἰητροῦ ἀπειρίη.” χρὴ οὖν οὕτως ἀεὶ περὶ τὰς ἀρχὰς καὶ ταῖς ἀνατάσεσι χρῆσθαι, ὡς μὴ μέλλειν περιττὰς τὰς ἀκμὰς εἶναι ἐπιεικέστατον, καὶ 〈μᾶλλον ἔτι〉 μετὰ τὰς ἀνατάσεις καὶ μάλιστα τὰς πολυημέρους ταῖς προσφοραῖς. μάθωμεν δὲ κἀκ τῶν ἐπιφερομένων· καὶ γὰρ συνῆψε τὸν λόγον· “τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον” [ἀπὸ κοινοῦ τοῦ ὀρθῶς καὶ βεβαίως ὠφελεῖ γίγνεσθαι].[10] |
| 19 199 | κακὸν μὲν γὰρ τὸ ἐν ὁποτέρῳ διαμαρτάνειν, κάκιον δὲ τὸ ἐν τῇ προσθέσει. ἀκούωμεν 〈δ’ αὐτοῦ καὶ〉 τὰ ἀπὸ τούτου λέγοντος· “προστεκμαρτέα τε καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου καὶ τῆς φύσιος τοῦ ἀνθρώπου καὶ τοῦ ἔθεος τῆς διαίτης τῆς τοῦ κάμνοντος οὐ μόνον σιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δ’ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελές, ὅπου διαρκεῖν μέλλει ὁ νοσῶν, ἔστ’ ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ.” οὐκ ἄρ’ 〈ἐχρῆν δοκιμάζειν μόνον〉 τὴν δύναμιν, εἰ οἵα τε φέρειν φλεβοτομίαν ἢ λάπαξιν, ἀλλὰ προσβλέπειν καὶ τούτων παροφθέντων, εἰ ὑπομένειν ἱκανὴ καὶ βαστάσαι τῆς νόσου τὴν ἀκμήν. Ἀλλά τίς φησι τῶν παραχαρασσόντων τὴν μέθοδον· ‘κἀγὼ τῇ δυνάμει προσέχω.[10] |
| 19 206 (11) | ‘ πρὸς ὃν ἔστιν εἰπεῖν· καὶ πῶς βλέπεις τὴν δύναμιν; μὴ γὰρ φαίνεται; οὐ 〈γὰρ〉 πολλάκις δοκῶν ἰσχυρός τις κατὰ τὴν πρόχειρον φαντασίαν ἀσθενής ἐστιν καὶ εὐδιάλυτος; [ὁ γὰρ δοκῶν ἰσχυρὸς] μὴ γὰρ τὰ δι’ ὧν ἡ δύναμις γνωρίζεται παραλαμβάνεις, ἡλικίαν, ὥραν, χώραν, τὰ παραπλήσια; μὴ γὰρ ἔξεστί σοι τῶν σφυγμῶν ἅψασθαι; ἀλλ’ οὐδ’ ἂν ἅψει γνωρίσειας, πότερον ἐν πνεύματι ἡ δύναμις ἢ ἐν ὑγροῖς ἢ ἐν τοῖς στερεοῖς.[15] |
| 19 207 | προσέχεις ταῖς φυσικαῖς ἐνεργείαις, ἵνα 〈μανθάνῃς τὰ τῆς δυνάμεως; καὶ ἴσως γιγνώσκεις〉 μέν, ἐπὶ πόσον ἡ δύναμις ἐμποδίζεται· εἰ δὲ νῦν μὲν 〈τῷ νοσήματι μὴ〉 ἐπιτρέπει, ὕστερον δὲ διαλυθήσεται, δύνασαι προβλέψαι; ἐπισκοπεῖ τῆς φύσεως τὰ κράματα; προγιγνώσκεις τὰς ἀκμάς; οἶδας, 〈ἐν〉 τίνι μὲν μόνιμον, ἐν τίνι δ’ εὐκεράϊστον ἡ δύναμις; διακρίνεις τὸν ἀπὸ τῆς μεσημβρίας ἢ τὸν ἀπὸ τῆς ἄρκτου; ὥστε μή μοι λέγε· ‘κἀγὼ βλέπω τὴν δύναμιν.[5] |
| 19 199 (16) | ‘ οὐ γὰρ οὕτως βλέπεις, ὡς ἐχρῆν· ὅπως δ’ ἂν ἐπιβλέπῃς, πρὸς τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπεις σεαυτοῦ τὰ καθολικά. |
| 19 200 | τίς οὖν ὁ τεχνικὸς λόγος; “συντεκμαίρεσθαι δὲ καὶ τὸν νοσέοντα καὶ τὴν ἀκμὴν τῆς νόσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀπαμβλυνεῖται.” Ἐπιστάμενος δ’, ὡς οὐ τοῦ τυχόντος ἰατροῦ ἀπὸ τῆς πρώτης εἰσβολῆς τῶν νοσημάτων εἰδέναι τίνα μὲν ταχέως, τίνα δὲ βραδέως ἀκμάζει, πολλὰς ἔδωκε τὰς εἰς τοῦτο ἀφορμὰς διὰ πασῶν μὲν τῶν συντάξεων, μάλιστα δὲ καὶ διὰ τῆς δευτέρας Ἐπιδημίας εἰπών· “περὶ τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει.” γνώσῃ, φησί, αὐτὴν τὴν ἀκμὴν ἐγγὺς οὖσαν ἢ μακράν, ἐὰν καλῶς ἐπισκοπήσῃς τὴν ἐπίδοσιν· τὰ μὲν γὰρ [ὀρθῶς] κατὰ μικρὸν ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέως ἐπαναβαίνοντα ταχεῖαν διδάσκει τὴν ἀκμήν. “τὰς δ’ ἐπιδόσιας τῇσι περιόδοισι· καὶ αἱ κρίσιες ἐντεῦθεν δῆλοι.[10] |
| 19 201 | ” διὰ μὲν τῆς ἐπιδόσεως γνωρίσεις τὴν ἀκμήν, τὴν δ’ ἐπίδοσιν διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ’ ἡμέραν ἐπισημαίνεσθαι καὶ ἄλλο τὸ παρὰ μίαν ἢ δύο. καὶ 〈τούτοις μὲν〉 οὐκ ἠρκέσθη, προσέθηκε δὲ τὰ τεχνικώτερα· “καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν” σκεπτέον, “εἰ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ 〈εἰ〉 μᾶλλον ἢ οὔ.” καὶ 〈γὰρ ἀναγκαῖον, εἴ τις μετ’ ἀσφαλείας〉 βούλεται ταχύνουσαν ἢ βραδύνουσαν ἀκμὴν προδιαγνῶναι, παρατηρεῖν μὲν καὶ τὰ προειρημένα, πότερον ἠπειγμένως ἢ σχέδην πρόεισιν ἡ ἐπίδοσις, καὶ πότερον ὁ [τε] τρόπος ἐγγὺς συνεχείας ἢ μακράν, σὺν δὲ τούτοις καὶ τοὺς ἐν ταῖς περιόδοις παροξυσμούς, “εἰ πρωϊαίτερον ἢ οὔ,” τουτέστιν 〈εἰ〉 προλαμβάνουσιν· οἱ μὲν γὰρ προληπτικοὶ πρὸς τοῦ τάχους, οἱ 〈δ’〉 ἐφυστερητικοὶ πρὸς τῆς βραδυτῆτος μᾶλλον. ἐπεὶ δὲ δύναται προλαβὼν ὁ παροξυσμὸς καὶ προκαταλῆξαι, προσέθηκε· “καὶ εἰ πλείονα χρόνον ἢ οὔ.” ἔτι δ’ ἐπιστάμενος, ὡς οὐκ ἐν τῷ μήκει μόνον τῶν παροξυσμῶν καὶ τῇ βραχύτητί ἐστιν ἡ διαφορά, ἀλλὰ καὶ ἐν τῇ σφοδρότητι καὶ ἀμυδρότητι, καὶ δυνατὸν ἐν ἴσῳ τῆς ἐπισημασίας διαστήματι χαλεπώτερόν τινα παροξυνθῆναι ἢ κουφότερον, διὰ τοῦτο προσέθηκε· “καὶ εἰ μᾶλλον ἢ οὔ.[15] |
| 19 202 | ” ὅταν ἴδῃς μεγάλα διαβαίνουσαν τὴν ἐπίδοσιν καὶ τὸν ἑξῆς παροξυσμὸν ἀεὶ τοῦ προηγησαμένου πολλῷ μὲν ἐπιμηκέστερον, πολλῷ δὲ χαλεπώτερον, γίνωσκε, ὅτι αὐτίκα ἀνθεῖ. “καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων διὰ τοῦτο ταχεῖαι αἱ κρίσιες, ὅτι ταχέες οἱ πυρετοὶ καὶ ξυνεχέες καὶ ἰσχυροί.” ἐκ δὲ τῶν ἐναντίων τὸ ἐναντίον. “ἴσως” γὰρ “καὶ ἄλλων πραγμάτων κοινῶν τὰ μὲν θᾶσσον 〈βραχύτερα, τὰ δὲ〉 βραδύτερον μακρότερα.” οὐ μόνον 〈δ’〉 ἐν ταῖς Ἐπιδημίαις, ἀλλὰ καὶ ἐν τοῖς Ἀφορισμοῖς δίδωσί σοι τὰς ἐφόδους, δι’ ὧν τήν τε ἐγγὺς οὖσαν ἀκμὴν τήν τε πόρρω προκαταλήψει· “τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι” (καὶ γὰρ τούτων αἱ μὲν ὀξεῖαι φύσει, αἱ δὲ φύσει χρόνιαι) “καὶ αἱ ὧραι τοῦ ἔτεος·” ὅσαι γὰρ αὐτῶν συλλαμβάνονται τοῖς νοσήμασιν, συμμαχοῦσαι ταχείας ποιήσονται καὶ τὰς 〈‘τῶν περιόδων πρὸς ἀλλήλας〉 ἐπιδόσεις‘ καὶ τὰς ἀκμάς. διόπερ ἀναγκαῖον εἰδέναι “ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ.” [καὶ τῇ περιόδῳ πρὸς ἀλλήλας ἐπιδόσιες] ταῦτα κοινὰ ταῖς Ἐπιδημίαις 〈καὶ τοῖς Ἀφορισμοῖς〉.[15] |
| 19 203 | προσθήσει δέ σοι καὶ ἄλλην τινὰ περιουσίαν, δι’ ἧς ἐπιστήσει τὴν ἀκμήν· “καὶ τοῖς ἐπιφαινομένοις· οἷον ἐν πλευριτικοῖσι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει· ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει” (“πεπασμοὶ” γὰρ “ταχυτῆτα κρίσιος καὶ ὑγείας ἀσφάλειαν σημαίνουσι”)· “καὶ οὖρα καὶ διαχωρήματα καὶ ἱδρῶτες καὶ εὔκριτα καὶ δύσκριτα καὶ μακρὰ καὶ βραχέα [τ’ ἀναβητικὰ] τὰ 〈νοσήματα〉 ἐπιφαινόμενα δηλοῖ.” ἔχεις, φησίν, ἀφθονίαν ἐντυγχάνων μου ταῖς συντάξεσιν· καὶ οὐ μόνον ὀξεῖαν καὶ ἀναβεβλημένην ἀκμήν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προσεπιγνώσῃ· μόνον πρόλαβε καὶ πιστοῦ τοῦτο, ὅτι ‘τὸν ἰατρὸν ἄριστόν ἐστι πρόνοιαν ἐπιτηδεύειν‘, οὐ μόνον εἰς εὐδοξίαν, ἀλλὰ πολὺ πλέον εἰς θεραπείαν. ταῦτα προκαταστησάμενος οἴσει τὸν λόγον ἐπὶ τὰ ἔργα. “Ὁκόσοισι μὲν οὖν αὐτίκα 〈ἡ ἀκμή〉, αὐτίκα λεπτῶς διαιτᾶν.[10] |
| 19 204 | ” ποῦ γὰρ δέδοικας τὴν τῆς δυνάμεως κατάλυσιν εὐθέως τῆς ἀκμῆς ἐπιπεσούσης, ὥσπερ ἐπὶ συνάγχης, εἰ τύχοι; ἔξεστιν ἄρ’ ὅλως τοῦ πάθους γενέσθαι μηδὲν περὶ τῆς δυνάμεως εὐλαβούμενον. “οἷς δ’ ὕστερον ἡ ἀκμή, 〈ἐς ἐκεῖνο〉” τὸ τῆς ἀκμῆς “καὶ πρὸ ἐκείνου σμικρὸν ἀφαιρετέον· ἔμπροσθεν δὲ πιοτέρως διαιτᾶν, ὡς ἐξαρκέσῃ ὁ νοσέων.” ἐνθάδε γὰρ ἀμφοτέρων ἅμα, καὶ τοῦ πάθους καὶ τῆς δυνάμεως, χρὴ στοχάζεσθαι. τὸ δὲ “πιοτέρως” ἐστὶ τῆς ‘ἐσχάτως λεπτῆς 〈διαίτης〉 μικρὸν ἁδροτέρως‘. “ἐν δὲ τοῖς παροξυσμοῖς ὑποστέλλεσθαι.” διὰ ταύτης τῆς λέξεως πάνυ διδάσκει θεραπευτικὸν καὶ τεχνικὸν τὸ ἐπικειμένου βαρυτέρου παροξυσμοῦ μὴ δεῖν παρατιθέναι τροφήν. εἴτε γὰρ κατ’ ἐπανάβασιν ἀεὶ γίγνοιντο σφοδρότεροι παροξυσμοί, καλὸν τῆς δυνάμεως προηρεθισμένης ἐπὶ τὰς ἀφαιρέσεις παραγίνεσθαι· εἴτε πάλιν μὲν κουφότερον, πάλιν δὲ βαρύτερον ἐπισημαίνοιντο, πάλιν τεχνικὸν τὸ μὴ τρέφειν πρὸ τοῦ χαλεπωτέρου παροξυσμοῦ, ἀλλ’ ἀεὶ μετὰ τὴν βαρυτέραν ἐπισημασίαν.[10] |
| 19 205 | ἀλλὰ παροξῦναι φῂς [σημασίαν] τὸ νόσημα δοὺς τὰς πρώτας ἡμέρας τὴν τροφὴν ἀνέξων τὸν θεραπευόμενον. ἀλλὰ πλέον ὠφελεῖς 〈εἰς〉 σωτηρίαν 〈ἀναρρώσας〉 τὴν δύναμιν. παντὶ δὲ τῷ βοηθήματι βλάβη συνέζευκται· ὃ γὰρ ὠφελεῖ, καὶ βλάπτει. θρέψας οὖν 〈ἐν〉 ἀρχῇ τὸν μέλλοντα καταλύεσθαι περὶ τὴν ἀκμὴν ἐπ’ ὀλίγον μὲν αὐξήσω τὸ νόσημα, ἐπὶ πολὺ δ’ ἀναρρώσω τὴν δύναμιν. ὁ δὲ δόξας μένειν 〈δεῖν〉 τὴν 〈παρακμὴν〉 οὔτε δύναμιν ἀνακτήσεται παροξύνας τε τὸ νόσημα ἄντικρυς θάνατον οἴσει. “αἱ δὲ κατ’ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοι.” φανερὸν ὡς οὐχ ἑκὼν ἐν ταῖς πρώταις ἡμέραις ἐπὶ τὴν δόσιν ἔρχεται τῆς τροφῆς, ἀλλ’ ὥσπερ ἐν στενοχωρίᾳ τινὶ ἀποληφθεὶς τὸν ἐπιτηδειότατον ἐκλέγεται καιρόν. εἰ δὲ μηδὲν εὐλαβητέον, τεχνικώτατον ἡγεῖται τὸ μέχρι τρίτης καὶ τετάρτης ἡμέρας, ποτὲ 〈δὲ〉 καὶ 〈 ε 〉 ἔτι χρῆσθαι ταῖς ἀνατάσεσιν, ὅταν ἢ τὰ σχήματα 〈τῶν νόσων τοῦτον〉 τὸν τρόπον συναναγκάζῃ ἢ πολλή τις ὑποκέηται περιουσία καὶ ἀντὶ φλεβοτομίας καὶ ἄλλων κενωτικῶν μακροτέραν ἐκκρίνωμεν ἀνάτασιν.[10] |
| 19 206 | τοῖς μὲν γὰρ ἐν διατρίτῳ, τοῖς δὲ πρὸ διατρίτου, τοῖς δὲ μετὰ τὴν διάτριτον καλῶς ἡ πρώτη δίδοται τροφή. καὶ καθ’ ὅλου μὲν δεῖ τυγχάνειν τῆς συμμετρίας· εἰ δὲ τοῦτο μὴ δυνατόν, ἐπὶ τὴν πολυήμερον ῥέπειν μᾶλλον ἀνάτασιν ἤπερ ἐπὶ τὴν ταχίονα τῆς τροφῆς παράθεσιν τῆς δυνάμεως μηδὲν κωλυούσης.[5] |
| 19 207 (9) | ποσάκις δ’ ἀσθενῆσαι δοκεῖ μέλλειν ἡ δύναμις, διὰ δὲ τῆς ἀφαιρέσεως ἀναρρώννυται, ἄκουσον Ἱπποκράτους διελέγχοντος τοὺς εἰκαιοτέρους τῶν ἰατρῶν· “οὐδὲ γὰρ τῶν τοιούτων ὁρέω ἐμπείρους ἐόντας τοὺς ἰητρούς, ὡς χρὴ διαγινώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, εἴτε διὰ κενεαγγείην ἀσθενέονται εἴτε δι’ ἄλλον τινὰ ἐρεθισμὸν εἴτε διὰ πόνον καὶ ὀξύτητα τῆς νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι γε εἰς σωτηρίην ἢ θά νατον φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.[15] |
| 19 208 | ” οὐκ ἄρα μικρὸν τὸ κινδύνευμα ἀγνοήσαντι, πότε μὲν ἡ δύναμις δι’ ἔνδειαν καταλύεται, ὥστε προσθεῖναι τροφήν, πότε 〈δὲ〉 διὰ μέγεθος φλεγμονῆς ἄγχεται, ὥστε ἀφελεῖν, πότε 〈δὲ δι’〉 ἄλλον τινὰ ἐρεθισμόν, τουτέστι τροπὴν καὶ διαφθορὰν τῶν παρακειμένων. ὡς γὰρ ἡ λυχνιαία φλὸξ καὶ δι’ ἔλλειψιν τοῦ λίπους ἀποσβέννυται καὶ διὰ πολλὴν καὶ ἀθρόαν ἐπίχυσιν καὶ ὅταν μὴ καθαρὸν καὶ ἀργιλῶδες ᾖ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐν ἡμῖν θερμόν, ἢ 〈φλόξ τις ἢ〉 φύσις οὖσα παραπλήσιος τῇ φλογί, καὶ ἐνδείᾳ καὶ περιουσίᾳ 〈καὶ κακίᾳ〉 τροφῆς διαφθείρεται. “ὁκόσα τε ἡ φύσις ἡμέων ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα.” οἱ μὲν γὰρ φύσει λιμώδεις, οἱ δὲ εὐκάκωτον ἔχοντες στόμαχον καὶ λιποθυμικὸν ἀπὸ τῶν ἐλαχίστων διαθέσεων μεγάλως κακούμενοι καὶ ὥσπερ ἕρματος ἀεὶ δεόμενοι τῆς τροφῆς. καὶ ἄλλαι δ’ εἰσὶν ἰδιοσυγκρισίαι, 〈ἃς〉 πάσας δεῖ βλέπειν, ὅπως μήτε ἁμαρτήμασιν μήτ’ αἴσχεσι περι πίπτωμεν.[10] |
| 19 209 | “μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσαγάγῃς ποτὸν ἢ ῥόφημα πλεῖον ἢ σιτίον οἰόμενος διὰ κεναγγείην ἀσθενέειν, 〈ἀεικὲς δὲ〉 καὶ διὰ κεναγγείαν ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτάς, πολλῷ δ’ ἥττονα τῆς προτέρας. καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης. εἰ γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐλθὼν καὶ γνοὺς τὰ συμβεβηκότα δοίη πιεῖν καὶ φαγεῖν, ἃ ὁ ἕτερος ἐκώλυσεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων 〈ὑπὸ τῶν〉 ἀνθρώπων. δοκέει γὰρ αὐτοῖσιν ὁ εἰσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι. γεγράψεται οὖν καὶ περὶ τουτέων σημεῖα, οἷσι δεῖ ἕκαστα τούτων διαγινώσκειν.” περὶ μὲν τῶν καθόλου καιρῶν τοσαῦτα καὶ περὶ τῆς πρώτης δόσεως τῆς τροφῆς. Ἴδωμεν δὲ καὶ τὰ περὶ τῶν μερικωτέρων.[10] |
| 19 210 | “τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι ἢ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρίσεων.” 〈καὶ〉 “ὑποστέλλεσθαι· τὸ προστιθέναι γὰρ βλάβη.” εἴτ’ ἐν τοῖς κατὰ περίοδόν εἰσί τινος παροξυσμῶν διαλείμματος μεταξὺ γινομένου εἴτ’ ἐν τοῖς κατὰ συνέχειαν ἔκ τινων διαστημάτων ἐπανανεάζουσιν, ἁπλῶς δήποτε τοῖς παροξυνομένοις μηδὲν διδόναι μήτε σιτία μήτε ποτὰ μήτε διακλύσματα. ὁτιοῦν γὰρ τότε τὸ προσφερόμενον τοῦ νοσήματος, οὐ τοῦ σώματος ἔσται τροφή. “ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ, 〈ἣν ὑγιεῖ, τῷ μὲν〉 ὑγιαίνοντι ἰσχὺς αὕτη, τῷ 〈δὲ〉 κάμνοντι νόσος.” “μηδ’ ἀναγκάζειν,” τουτέστι μηδ’ ἀναγκαστικῷ μηδενὶ χρῆσθαι (παρηγορίας μᾶλλον μὲν οὖν δεῖται ἢ βίας ἐν τοῖς παροξυσμοῖς), 〈ἀλλὰ κατὰ τὸ ἐναντίως〉 ἔχειν τὸν τῆς ἀνέσεως 〈καὶ τὸν τῆς ἐπιτάσεως〉 καιρὸν ἐν 〈μὲν〉 ἐκεί νῳ τὰ σφοδρὰ καὶ ἀναγκαστικὰ παραλαμβάνειν τῶν βοηθημάτων, ἀφ’ οὗ δ’ ἂν ἐπιπέσωσιν οἱ παροξυσμοί, τὰ πραϋντικά.[10] |
| 19 211 | ὅνπερ γὰρ τρόπον τὰ σφόδρα ἄγρια ὄντα τῶν θηρίων ὁ μὲν ἠρέμα προσιὼν καὶ καταψήχων καὶ φιλοφρονούμενος ἡμεροῖ, ὁ δ’ ἀντοργιζόμενος καὶ μετὰ βίας ἐπιὼν προσαγριαίνει, ὡσαύτως καὶ τὰ νοσήματα τρόπον τινὰ ἠγριωμένα κατὰ τοὺς παροξυσμοὺς 〈ὁ μὲν〉 παραμυθούμενος καὶ πραΰνων ἐλαφρύνει τε καὶ τιθασεύει, ὁ δ’ ἀντιτείνων καὶ τὰς βίας προσφέρων ἐπεγείρει καὶ ποιεῖ χαλεπώτερα. διὰ ταῦτα καὶ τὰ τοιαῦτα οὔτε τοῖς ἀναγκαστικοῖς βούλεται χρήσασθαι κατὰ τοὺς ἀναγκαστικοὺς παροξυσμοὺς οὔτε ταῖς τροφαῖς, ἅμα μὲν διὰ τὴν πρόσθεσιν, ἅμα δὲ καὶ διὰ τὴν ἐν ταῖς οἰκονομίαις ταραχήν. “καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖς παροξυσμοῖς ὑποστέλλεσθαι.” “τὸ προστιθέναι γὰρ βλάβη.” οὐ μόνον δὲ ἐν τοῖς Ἀφορισμοῖς ἀξιοῖ μηδενὶ χρῆσθαι κινητικῷ, μήτε προσθετικῷ μήτε κενωτικῷ, ἐν τοῖς παροξυσμοῖς μήτε οὖσι μήτε μέλλουσιν (ἀλλὰ καταρρόπῳ καὶ τῇ νόσῳ καὶ τοῖς ἐν τῇ νόσῳ 〈παροξυσμοῖς), ἀλλὰ καὶ ἐν τῷ Περὶ νούσων〉, ἔτι δὲ ἐν ἄλλοις, καὶ μεγαλοφωνότερον· “ὅταν δὲ καταιγίζωσιν αἱ νόσοι, ἡσυχάζειν χρὴ καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡς μή τι ἐξεργάσηται.[10] |
| 19 212 | ” πάντων δὲ σαφέστερον καὶ μεγαλοπρεπέστερον ἐν τῷ Πρὸς τὰς Κνιδίας γνώμας, ὅτε φησί· “καιρὸν δὲ τῆς δόσεως τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος· ἐπὰν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ ἐς τοὺς πόδας, τότε διδόναι 〈καὶ〉 νομίζειν τι μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πᾶσι τοῖσι νουσήμασιν, οὐχ ἥκιστα δ’ ἐν τοῖς ὀξέσι, μάλιστα δ’ ἐν τοῖσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτοις”. ἀλλά τίς φησι τῶν μηδὲ λέξεως Ἑλληνικῆς ἐπαΐειν δυναμένων ἐν ἀκμῇ παρατιθέναι τὸν Ἱπποκράτην τοῖς πυρέσσουσι τὰς τροφάς· ὅταν γὰρ 〈ἡ〉 θέρμη καταβήσηται εἰς τοὺς πόδας, τότε ἀκμάζειν τὸν πυρετὸν ἅπαντος ἴσως καὶ ὁμοίως τοῦ σώματος τεθερμα σμένου.[15] |
| 19 213 | ὢ τῆς ἀσυνεσίας καὶ τῆς ἄκρας ἀπαιδευσίας· ὁ τοῖς ἀρχαίοις τολμῶν ἀντιλέγειν οὐδὲ τὸ καταβαίνειν οἶδε τί ποτ’ ἐστίν. μαθέτωσαν οὖν πρότερον ὁρισμοὺς οἱ τὰ ἐκείνου σιλλοῦντες· οὐκ ἐν ἀκμῇ, ἀλλ’ ἐν ἀνέσει τοῦ πυρετοῦ δίδωσιν Ἱπποκράτης τὴν τροφήν. τί γάρ φησιν; “ὅταν δ’ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι.” πᾶν δὲ τὸ καταβὰν ἐκλέλοιπε μὲν τοὺς 〈τόπους τοὺς〉 ἄνω, ἐν δὲ τοῖς κάτω γεγένηται· 〈ὅθεν δῆλον, ὡς διδόναι βούλεται〉 οὐκ ἐκταθείσης, ἀλλὰ μεταστάσης τῆς θερμασίας εἰς τὰ κάτω χωρία. καὶ τοῦτο αὐτὸς προσεκδιδάσκει σαφῶς, ὥστε τοὺς ἠλιθιωτάτους νοῆσαι. λέγει δὲ οὕτως· “ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτ’ ἄλλο τι δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγέου τοῦτο εἶναι, διαφυλάσσεσθαι, ἕως ἂν θερμοὶ γένωνται σφόδρα· εἶθ’ οὕτως τὸ συμφέρον πρόσφερε. ὡς γὰρ ἐπὶ 〈τὸ〉 πολὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν. εἰ δ’ ἐν τῷ τοιούτῳ καιρῷ προσοίσεις, τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νόσημα αὐξήσεις οὐ σμικρῶς. ὁκόταν δὲ 〈ὁ〉 πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώ ματος.[15] |
| 19 214 | αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἀπὸ τοῦ θώρακος 〈καὶ〉 εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα. συνδεδραμηκότος δὲ [τοῦ] ἁλέος τοῦ θερμοῦ παντὸς ἄνω καὶ ἀνατεθυμιαμένου ἐς τὴν κεφαλὴν εἰκότως οἱ πόδες ψυχροὶ γίνονται ἄσαρκοι καὶ νευρώδεες φύσει ὄντες, ἔτι δὲ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται συναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρακα. 〈καὶ〉 πάλιν ἀνάλογον 〈λυομένου〉 τοῦ πυρετοῦ 〈καὶ〉 κατακερματιζομένου ἐς τοὺς πόδας καταβαίνειν. κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ κατέψυκται.” οὐκ ἄρα ἐστὶν ἐν ὅλῳ τῷ σώματι τότε ἡ θερμασία οὐδ’ ἐπιτέταται, ἀλλ’ ὥσπερ ἐπειγόντων 〈τῶν〉 παροξυσμῶν ἐπὶ τὴν ἀκμὴν ἀθρόως καὶ διηνεκῶς τὰ μέσα ἐπυρπολήθημεν 〈καὶ〉 τὴν κεφαλήν, καὶ νῦν ἐπείπερ ἐστὶν ἄνεσις, ἐκλέλοιπε μὲν τὰ κυριώτατα μέρη, περὶ δὲ τοὺς πόδας ἄκρως ἐνδιατρίβει, καὶ τοῦτο γίνεται φύσει. λογικώτατα γὰρ ἰσχυρῶς καταψυχθέντα ταῦτα καὶ ἰσχυρῶς ἀλεαίνεται τῆς φύσεως ἀεὶ διαδοχαῖς ἀνταποδιδούσης τὸ ἐναντίον.[10] |
| 19 215 | ὅθεν καὶ διὰ ψυχρῶν τις ὁδεύσας χωρίων ὅταν εἰς ἀλέαν 〈ἢ〉 κατάλυσιν ἔλθῃ, διαπύρους ἴσχει τοὺς πόδας, ἐπεὶ καὶ μᾶλλον ἐψύγησαν, καὶ τοῖς μᾶλλον 〈θερμανθεῖσι τὸ ψῦχος ἕπεται〉 ὡς ἐπίπαν σφοδρότερον. διὸ καὶ ἐν τοῖς χαλεπωτάτοις τῶν πυρετῶν, ὅταν ἡ εἰσβολὴ μετὰ καταψύξεως γένηται 〈τῶν〉 ποδῶν, καὶ 〈τὰ〉 τῆς ἀνέσεως μετὰ τοῦ σφόδρα θερμανθῆναι τοὺς πόδας συμβαίνει. διὸ καὶ ἐξεργαζόμενος τὸν τόπον φησί· “τοῦ δὲ ἕνεκεν 〈τότε οὐ προσαρτέον, ὅτι,〉 ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσιν, θερμὴν ἀνάγκη τὴν ἄνω κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν καὶ ἀλγήματα· καὶ ἕλκεται καὶ ἐμεῖν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνᾶται. θέρμης δὲ καταβάσης εἰς τοὺς πόδας καὶ οὔρου ὑπελθόντος καὶ ἢν μὴ ἰδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος.” ὀγκοῦται μάλιστα διὰ τὴν ἐκ τῆς ἀκαιρίας βλάβην ἐπὶ τῶν ὀξέων νοσημάτων ”〈ὄλεθρον〉” ἢ θάνατον εἰπὼν τὸ τρέφειν ὑπὸ παροξυσμόν. [διαρρήδην γοῦν καὶ ταῦτα πρὸς ταῦτα] ἔδει μὲν οὖν αὐτάρκως ἤδη σε δεδιδάχθαι· εἰ δ’ ἔτι ποθεῖς μανθάνειν, ἄκουε διαρρήδην καὶ ταῦτα προστάττοντα Ἱπποκράτη ν· “τοῖσι ῥοφήμασι χρέω διαφυλάττων τοὺς παροξυσμούς, ὅπως μὴ προσοίσῃς 〈ἐόντων μηδὲ〉 μελλόντων, ἀλλὰ ληγόντων ἢ ἄρτι παυσαμένων 〈καὶ ὡς πορρωτάτω τῆς ἀρχῆς〉.[5] |
| 19 216 | ” 〈ληγόντων μὲν οὖν χρὴ τῶν〉 παροξυσμῶν διδόναι τὰς τροφὰς τὴν παντελῆ 〈παρακμὴν〉 μὴ περιμείναντα, ἐπὰν ἢ βουλιμιώδεις 〈ὦσιν〉 ἢ 〈ἀσθενεῖς〉 ἄγαν οἱ νοσοῦντες ἢ κακούμενοι σφοδρῶς πρὸς τῶν μακρῶν ἀνατάσεων ἢ τῶν ἀπὸ στομάχου τι καταπεπήγει καὶ σφόδρα δὲ κατεψυγμένην κατὰ τὰς ἀνέσεις ἐνθέρμοις ἔτι τοῖς σώμασι παραθετέον τὴν τροφήν, τὸ δὲ κυριώτατον, ὅταν ἐστενοχωρημένον ᾖ τὸ διάστημα τῆς ἀνέσεως. ὁ γὰρ μικρὸν προσβάλλων τῆς προκαταλήψεως 〈οὐ μικρὸν ὠφελεῖ〉 πορρωτέρω διδοὺς τῆς μελλούσης ἐπισημασίας. πότε δ’ “ἄρτι παυσαμένων,” αὐτὸς ἐσαφήνισεν εἰπών· “καὶ ὡς πορρωτάτω τῆς ἀρχῆς.[10] |
| 19 217 | ” ὅπως γὰρ μὴ περικαταλάβῃ ἀδιοίκητον τὴν τροφὴν ἡ ἐπισημασία, ἀλλὰ σαφῶς πεφθεῖσαν καὶ ἐξοικειωθεῖσαν τῷ σώματι, 〈τοῦτο προστάττει. ἱκανῶν οὖν γινομένων τῆς ἀνέσεως διαστημάτων ἄρτι〉 παυσαμένης τῆς ἐπισημασίας δίδωσι τὰς τροφάς· 〈καὶ γὰρ οὗτος ὁ〉 καιρὸς πλεῖστον ἀπέχει τοῦ μέλλοντος παροξυσμοῦ. ἔτι δὲ 〈καὶ τάδε〉 τῷ Πρὸς τὰς Κνιδίας γνώμας προστίθησιν ὁμολογοῦντα μὲν τοῖς προλελεγμένοις, συμφωνοῦντα δὲ τοῖς ἔργοις· “τῆς διαιτητικῆς [ὅ] ἐστι μέγιστον παρατηρεῖν καὶ φυλάττειν ἐν τοῖς μακροῖσιν ἀρρωστήμασι τὰς ἐπιτάσεις τῶν πυρετῶν καὶ τὰς ἀνέσεις, ὥστε καὶ τοὺς καιροὺς πεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, 〈καὶ ἀσφαλέως ὁπότε δεῖ προσενεγκεῖν εἰδέναι·〉 ἔστιν δὲ ὅταν πλεῖστον ἀπέχωσιν τῆς ἐπιτάσιος.” αὕτη φωνὴ πάλιν 〈ἐν〉 τοῖς ἔργοις εὖ γεγυμνασμένου. μέγιστον γὰρ ὄντως τὸ ἐν τοῖς χρονίοις παρατηρεῖν τοὺς καιρούς, διότι λεληθότες οἱ παροξυσμοὶ καὶ διὰ συμβόλων καταλαμβάνονται, οἷον ἐξ ἀγρυπνίας, βάρους, δυσκινησίας, ὀνειρωγμῶν, ἀχροίας, ἀνορεξίας, τῶν ὁμοίων.[15] |
| 19 218 | ἐπὶ γὰρ τῶν ὀξέων μεγίστων ὑποκειμένων πυρετῶν μεγάλα τὰ διαφέροντα τῶν παροξυσμῶν καὶ τῶν ἀνέσεών ἐστιν, ὥστε καὶ τοῖς ἰδιώταις πολλάκις ὑποπίπτει· ἐπὶ δὲ τῶν χρονίων βληχροὶ μὲν οἱ πυρετοὶ καὶ μόλις καταλαμβανόμενοι, κεκρυμμένοι δὲ καὶ οἱ παροξυσμοὶ καὶ βράδιστα τὰ πλεῖστα ἐπιφερόμενοι, ὡς καὶ αὐτοὺς διαλανθάνει τοὺς νοσοῦντας. ὅθεν ἀκριβὲς πάλιν σημεῖον τοῦ καὶ δυνάμενον τοῦ παρ’ ὀλίγον ἐπιγινώσκειν διαφορὰς ἄνευ τοῦ *** Ἐπὶ δὲ τῶν ἀνενδότων πυρετῶν, οὓς καὶ συνόχους καλοῦμεν, ἀκόλουθόν ἐστι κατὰ τὸν ὄρθρον διδόναι τροφήν. πολλαχοῦ γὰρ ἄλλῃ καὶ ἐν Ἐπιδημίᾳ δευτέρᾳ ὡμοίωσεν ἐνιαυτῷ τὴν ἡμέραν, ὡς ἐοικέναι τὸν 〈μὲν〉 ὄρθρον ἔαρι, τὸ δὲ μέσον ἡμέρας θέρει, τὸ δὲ ἀπὸ τούτου φθινοπώρῳ, τὸ δὲ πρὸς νύκτα χειμῶνι. ὅθεν ὥσπερ φθινόπωρον τῶν ὡρῶν θανατωδέστατον, “ἦρ δὲ ὑγιεινότατον”, οὕτως δείλη μὲν ὀχληρὸν καὶ παροξυντικόν, ὄρθρος δὲ φιλανθρωπίας καὶ ῥᾳστώνης ποιητικόν.[10] |
| 19 219 | “ὡς τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντος τῶν νούσων, οἵην 〈ἡ〉 ἡμέρη τῆς νούσου, 〈οἷον τὸ δείλης παροξύνεσθαι, τοιοῦτον τῆς νούσου καὶ〉 ἑκάστης καταστάσιος πρὸς ἀλλήλας.” διόπερ εἰ μηδὲν ἴχνος εἴη τῆς ἐπιδόσεως, 〈πάντων τῶν τῆς ἡμέρας〉 καιρῶν 〈ὁ μάλιστα τῷ ἔαρι τά τε ἄλλα ὅμοιος πρὸς τὸ ὑγιεινὸν〉 καὶ τῇ τοῦ ἀέρος εὐκρασίᾳ παρεοικὼς (οὗτος δέ ἐστιν ὁ περὶ τὸν ὄρθρον) ἐπιτηδειότατον ἂν εἴη πρός τε τὰς ἄλλας βοηθείας καὶ πρὸς 〈τὰς δόσεις〉 τῆς τροφῆς. ταῦτα ἱκανὰ μὲν πρὸς τὸ παραστῆσαι τὸ προκείμενον, ἐξόν γε παραστῆσαι ἀπόμοιραν 〈μακροτέραν〉 τῶν παρ’ Ἱπποκράτει 〈καλῶς〉 εἰρημένων, ἅμα 〈τε〉 τεχνικὸν ταμιεύεσθαί τινα τῶν ῥητῶν τὰ μὲν εἰς τὸ Περὶ ἔθους γραφησόμενον ἡμῖν, τὰ δὲ εἰς τὸ Περὶ ποσοτήτων καὶ ποιοτήτων. τοσούτων 〈δὲ〉 [ἐκεῖ] κειμένων ἀγαθῶν παρὰ τἀνδρὶ καὶ τοσαύτης περιουσίας καὶ δαψιλείας καθ’ ἓν ἕκαστον θεώρημα οἱ μὲν οὐδὲ 〈ἀναγνόντες〉 ἀντιλέγουσιν τὰς συντάξεις, οἱ δ’ ἀπαρασκεύως ἐρχόμενοι πρὸ τοῦ τὰ πρῶτα γράμματα μαθεῖν, δέον μέμφεσθαι τὴν αὑτῶν ἀμάθειαν, ἀσάφειαν κατηγοροῦσι διὰ τὴν οἰκείαν ἀσθένειαν οὐ δυνάμενοι χωρῆσαι τὸ μέγεθος τῆς ἐκείνου δυνάμεως.[15] |
| 19 220 | τοιοῦτον γὰρ οἶμαί τι πεπόνθασι πρὸς τὴν Ἱπποκράτους γραφὴν αἱ τῶν ἀσυνέτων καὶ ταπεινῶν ἀνθρώπων ψυχαί, ὁποῖον αἱ ὄψεις αἱ πρὸς τὸν ἥλιον ἀποβλέπουσαι. καὶ γὰρ ἐκεῖναι τῷ τοῦ θεοῦ περιαυγούμεναι κάλλει τὴν ἰδίαν ἀσθένειαν ἀπελέγχονται πρὸς 〈τὸ〉 σέλας οὐ δυνηθεῖσαι ὑπομεῖναι τῶν ἀκαμάτων 〈ἀκτίνων〉, καὶ αἱ τῶν ἀμυήτων ἀνθρώπων ψυχαί, αἱ μὴ προτετελεσμέναι τοῖς 〈τῆς〉 ἐγκυκλίου παιδείας ὅροις, περιαστραπτόμεναι τῷ κάλλει τῆς γραφῆς καὶ 〈τῷ〉 τῶν δογμάτων φωτὶ καταλαμπόμεναι τρόπῳ τινὶ τυφλοῦνται καὶ ἀποστραφεῖσαι τῶν μειζόνων ἢ κατ’ αὐτὰς ἐπὶ τὰ μικρὰ καὶ ἀλαμπῆ καὶ σύμμετρα ταῖς αὑτῶν ἀμαθίαις παραγίγνονται.[10] |
| 19 221 | ἡμεῖς δ’ οὐκ ἐκείνων ἕνεκεν, ἀλλὰ τῶν εὐπαιδεύτων καὶ χαριεστέρων καὶ ταῦτα συνεταξάμεθα καὶ πάντα τὰ δι’ ὧν 〈ὡς〉 τελειότατα γίγνοιτο 〈ἂν τὰ〉 καθ’ Ἱπποκράτην ἰατρικά, πάλιν ἀναγραφῆς ἀξιώσομεν. |