eul_wid: yfq-aa
Ἀποσπάσματα περὶ Φοινίκης ἹστορίαςFragments on Phoenician History
Julius Pomponius Laetus Fragments on Phoenician History PDF
| t1-2 | ΦΟΙΝΙΚΙΚΑ. |
| 1 | Tatianus Or. adv. Gr. c. 58: Μετὰ δὲ τὰ Χαλδαίων τὰ Φοινίκων οὕτως ἔχει. Γεγόνασι παρ’ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος. Τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ’ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὴ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατὰ τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Μελάου τε εἰς τὴν Φοινίκην ἄφιξιν καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. |
| 2 | Clemens Alex. Str. I.: Εἴραμος τὴν ἑαυτοῦ θυγατέρα Σαλομῶνι δίδωσι καθ’ οὓς χρόνους μετὰ τὴν Τροίας ἅλωσιν Μενελάου εἰς Φοινίκην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. |