eul_wid: uqy-ae

Ἐκλογαὶ περὶ Χαλδαϊκῆς φιλοσοφίας
Selections-Chaldaean Philosophy

Proclus the Successor Selections Chaldaean Philosophy PDF

t Πρόκλου ἐκ τῆς αὐτῆς χαλδαϊκῆς φιλοσοφίας Αὐλαὶ τῶν θείων καὶ οἰκήσεις αἱ ἀΐδιαι τάξεις.
1 [20] Καὶ ἡ «πανδεκτικὴ αὐλὴ» τοῦ Πατρὸς ἡ πατρικὴ τάξις ἐστίν, ἡ πάσας ὑποδεχομένη καὶ συνέχουσα τὰς ἀνα〈χ〉θείσας ψυχάς· ἡ δὲ τῶν ἀγγέλων μερὶς πῶς ἀνάγει ψυχήν; φέγγουσα, φησί, πυρὶ τὴν ψυχήν, τοῦτ’ ἔστι περιλάμπουσα αὐτὴν πανταχόθεν, καὶ πλήρη ποιοῦσα τοῦ ἀχράντου πυρὸς ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν δι’ ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν ἀλλὰ συνάπτεται τῷ φωτὶ τῶν θείων· καὶ συνέχει δὲ αὐτὴν ἐν οἰκείῳ τόπῳ, καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην, τῷ θερμῷ πνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ τῆς ἀναγωγοῦ ζωῆς· τὸ γὰρ πνεῦμα τὸ θερμὸν ζωῆς ἐστι μετάδοσις. Κουφίζεται δὲ ἅπαν τὸ σπεῦδον εἰς τὸν ἄνω τόπον, ὥσπερ βρίθει τὸ εἰς τὴν ὕλην φερόμενον. Τέλος δὲ τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶ ἡ αὐτοφαὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ θεοῦ ὄψις, ὡς ὑπ’ ὄμμασιν αὐτὴν τιθεῖσα τοῦ Πατρός. Ὑμνῳδὸς δὲ ἀποτελεῖται τῶν θείων ἡ ψυχή, κατὰ τὸ λόγιον, τὰ συνθήματα τοῦ Πατρὸς τὰ ἄρρητα προβαλλομένη καὶ προσφέρουσα αὐτὰ τῷ Πατρί, ἃ ἐνέθετο ὁ Πατὴρ εἰς αὐτὴν ἐν τῇ πρώτῃ παρόδῳ τῆς οὐσίας. Τοιοῦτοι γὰρ οἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι τῆς ἀναγομένης ψυχῆς, ἀνακινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν λόγων οἳ φέρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων. Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας.
2 (t) [25] «Ψυχῆς βάθος» τὰς τριπλᾶς αὐτῆς γνωστικὰς δυνάμεις φησί, νοεράς, διανοητικάς, δοξαστικάς· «ὄμματα» δὲ «πάντα», τὰς τριπλᾶς αὐτῶν γνωστικὰς ἐνεργείας. Τὸ γὰρ ὄμμα, γνώσεως σύμβολον· ἡ δὲ ζωή, ὀρέξεως· τριπλᾶ δὲ ἑκατέρα. Γῆ δὲ ἀφ’ ἧς δεῖ κουφίζειν τὴν καρδίαν, τὰ ὑλικὰ πάντα καὶ τὰ ποικίλα τῶν ἐν γενέσει φερομένων, καὶ πᾶς τύπος σωματικός· οἷς ἕπεται θέα μὲν τῆς πατρικῆς μονάδος, εὐφροσύνη δὲ ἄχραντος ἐπ’ αὐτήν, εὐστάθειά τε ἀπὸ τῆς νοερᾶς ταύτης περιωπῆς· ἀφ’ ὧν δῆλον ὡς μικτὸν ἡμῶν τὸ ἀγαθόν, ἔκ τε κινήσεως καὶ τῆς συμφυοῦς εὐφροσύνης. Πᾶσα γὰρ ζωή, τὴν ἑαυτῆς ἐνέργειαν εὔλυτον ἔχουσα, ἡδονὴν ἔλαχεν αὐτῇ σύζυγον. Ὕμνος δὲ τοῦ Πατρὸς οὐ λόγοι σύνθετοι, οὐκ ἔργων κατασκευή· μόνος γὰρ ἄφθαρτος ὤν, φθαρτὸν ὕμνον οὐ δέχεται· μὴ οὖν κενῇ ῥημάτων καταιγίδι πείσειν ἐλπίζωμεν τὸν λόγων ἀληθῶν δεσπότην μηδὲ ἔργων φαντασίᾳ μετὰ τέχνης κεκαλλωπισμένων· ἀκαλλώπιστον εὐμορφίαν θεὸς φιλεῖ. Ὕμνον οὖν τῷ θεῷ τοῦτον ἀναθῶμεν· καταλίπωμεν τὴν ῥέουσαν οὐσίαν· ἔλθωμεν ἐπὶ τὸν ἀληθῆ σκοπόν, τὴν εἰς αὐτὸν ἐξομοίωσιν· γνωρίσωμεν τὸν δεσπότην, ἀγαπήσωμεν τὸν Πατέρα· καλοῦντι πεισθῶμεν· τῷ θερμῷ προσδράμωμεν, τὸ ψυχρὸν ἐκφυγόντες· πῦρ γενώμεθα, διὰ πυρὸς ὁδεύσωμεν. Ἔχομεν εὔλυτον ὁδὸν εἰς ἀνέλευσιν· Πατὴρ ὁδηγεῖ, πυρὸς ὁδοὺς ἀναπτύξας μὴ ταπεινὸν ἐκ λήθης ῥεύσωμεν χεῦμα. Πρόκλου.
3 (t) [25] Ῥίζα τῆς κακίας τὸ σῶμα, ὥσπερ τῆς ἀρετῆς ὁ νοῦς. Ἡ μὲν γὰρ ἄνωθεν ἐκβλυστάνει ταῖς ψυχαῖς, ἡ δὲ ἀπὸ τῶν χειρόνων ἐπεισκωμάζει καὶ κάτωθεν· τὸ δὲ καταβαλεῖν εἰς γῆν, τὸ ἀφ’ ἡμῶν ἐκκόψαι· ἐᾶσαι δὲ αὐτήν, ὅποι παρετάχθη φέρεσθαι· τέτακται δὲ ἐν ὅλῃ τῇ γενέσει. Ἐπειδὴ δὲ τὰ κακὰ ἐνθάδε καὶ «τόνδε τὸν τόπον ἐξ ἀνάγκης περιπολεῖ», μέρος δὲ καὶ τὸ ἡμέτερον σῶμα τῆς γενέσεως, μέρος μὲν οὖν ἀκάκυντον ποιεῖν, δυνατόν, ὅλην δὲ τὴν γένεσιν, ἀδύνατον, εἰ μὴ καὶ τὸ εἶναι αὐτῆς ἀνέλοιμεν· εἰς ἣν καὶ ζῆλον καὶ φθόνον καταβλητέον ὅθενπερ αὐτὰ κατελέξατο· ὑλικὰ γὰρ ὄντα τὴν ὕλην ἔχει τιθήνην· τὸ δὲ «μὴ σβέσαι φρενὶ» πρὸς τὴν ἀπόκλεισιν, οὐ πρὸς τὸν ἀφανισμὸν εἴρηται, καθάπερ τὰ ἐναποσβεννύμενά τινι περιέχεται ὅλα ἐν ἐκείνῳ καὶ ἀναπίμπλησιν αὐτὸ τῆς οἰκείας θέρμης· ἀντὶ δὲ τοῦ σβέσαι κατάβαλε, μὴ ἔχων αὐτὸν ἔνδον καθειργμένον· διόπερ ἐπάγει· «Μὴ πνεῦμα μολύνῃς», διὰ τοῦ ἔχειν ἔνδον καὶ ἀποκρύψαι. Ὑλικὸς δὲ ὁ φθόνος· στερήσει γὰρ τῶν ἀγαθῶν σύνοικος, ἡ δὲ στέρησις τῇ ἀγόνῳ ὕλῃ συνυφέστηκεν· ἄφθονον δὲ τὸ θεουργὸν φῦλον καὶ ἀνατεινόμενον εἰς τὸν ζῆλον τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλ’ οὐκ εἰς φιλονεικίας ἀνθρώπων καὶ δυσμενείας κατασπώμενον. Ταῦτα δὲ τὰ πάθη, ταῖς ψυχαῖς ἐναποκλειόμενα, ἐναπομόργνυταί τινα ἐν τῷ πνεύματι κακίαν ἔνυλον καὶ ἀναπίμπλησιν αὐτὸ τῆς ὑλικῆς στερήσεως καὶ ἀζωΐας. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς φιλοσοφίας.
4 (t) [45] Ἱσταμένη ἡ ψυχὴ κατὰ τὸ διανοητικὸν τὸ ἑαυτῆς, ἐπιστήμων ἐστὶ τῶν ὄντων· ἐν δὲ τῷ νοερῷ τῆς οἰκείας οὐσίας ἑαυτὴν ἱδρύσασα, νοεῖ τὰ πάντα ταῖς ἁπλαῖς καὶ ἀμερίστοις ἐπιβολαῖς. Εἰς δὲ τὸ ἓν ἀναδραμοῦσα, καὶ πᾶν τὸ ἐν αὐτῇ συμπτύξασα πλῆθος, ἐνθεαστικῶς ἐνεργεῖ καὶ συνάπτεται ταῖς ὑπὲρ νοῦν ὑπάρξεσι· τῷ γὰρ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον συνάπτεσθαι πέφυκε, καὶ πᾶσα γνῶσις δι’ ὁμοιότητα συνδεῖ τῷ κατανοουμένῳ τὸ κατανοοῦν, τῷ μὲν αἰσθητῷ τὸ αἰσθητικόν, τῷ δὲ διανοητῷ τὸ διανοητικόν, τῷ δὲ νοητῷ τὸ νοητικόν, ὥστε καὶ τῷ πρὸ νοῦ τὸ ἄνθος τοῦ νοῦ. Ὡς γὰρ ἐν τοῖς ἄλλοις οὐκ ἔστι νοῦς τὸ ἀκρότατον, ἀλλ’ ἡ ὑπὲρ νοῦν ἄλλοις οὕτως ἐν ταῖς ψυχαῖς οὐκ ἔστι νοερὸν τὸ πρῶτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ τοῦ νοῦ θειότερον· καὶ πᾶσα ψυχὴ καὶ πᾶς νοῦς ἐνεργείας ἔχει διττάς, τὰς μὲν ἑνοειδεῖς καὶ κρείττονας νοήσεως, τὰς δὲ νοητικάς. Δεῖ οὖν ἐκεῖνο τὸ νοητὸν καὶ κατ’ αὐτὸ τὸ ἐνιστάμενον καὶ τὴν ὕπαρξιν νοεῖν, μύσαντα κατὰ πάσας τὰς ἄλλας ζωὰς καὶ δυνάμεις. Ὡς γὰρ νοειδεῖς γιγνόμενοι τῷ νῷ πρόσιμεν, οὕτως ἑνοειδεῖς πρὸς τὴν ἕνωσιν ἀνατρέχομεν, ἐπ’ ἄκρῳ τῷ οἰκείῳ στάντες νῷ· ἐπεὶ καὶ ὀφθαλμὸς οὐκ ἄλλως ὁρᾷ τὸν ἥλιον ἢ γενόμενος ἡλιοειδής, ἀλλ’ οὐ τῷ ἐκ πυρὸς φωτί· ᾧ καὶ δῆλον ὅτι τὸ νοεῖν ἐκεῖνο μὴ νοεῖν ἐστιν. «Ἐὰν δέ», φησίν, ἐπεγκλίνῃς σὸν νοῦν», τοῦτ’ ἔστιν, ἐπερείσῃς ταῖς νοεραῖς ἐπιβολαῖς εἰς τὴν πρὸς ἐκεῖνο συναφήν, καὶ οὕτως «ἐκεῖνο νοήσῃς» τὸ νοητόν, «ὥς τι νοῶν», τοῦτ’ ἔστι, κατά τι μέτρον εἴδους καὶ γνώσεως ἐπιβλητικῶς, «οὐκ ἐκεῖνο νοήσεις»· κἂν γὰρ ὦσιν αἱ τοιαῦται νοήσεις ἁπλαῖ, ἀπολείπονται τῆς τοῦ νοητοῦ ἑνιαίας ἁπλότητος καὶ εἰς δευτέρας φέρονταί τινας νοερὰς 〈φύσεισ〉 εἰς πλῆθος ἤδη προελθούσας. Οὐδὲν γὰρ γνωστὸν δι’ ἐλάττονος γιγνώσκεται γνώσεως· οὐ τοίνυν οὐδὲ τὸ ὑπὲρ νοῦν, διὰ νοῦ· ἅμα γὰρ νοῦς ἐπιβάλλει τινὶ καὶ τοιόνδε λέγει τὸ νοούμενον, ὅπερ ἐστὶ τοῦ νοητοῦ δεύτερον· ἀλλ’ εἰ ἐν τῷ ἄνθει τοῦ ἐν ἡμῖν νοῦ τὸ νοητὸν τοῦτο νοοῦμεν, ἐπ’ ἄκρῳ τῆς πρώτης νοητῆς τριάδος ἱδρυνθέν, τίνι ἂν ἔτι συναφθείη μὲν πρὸς τὸ ἕν, ὅ ἐστιν ἀσύντακτον πρὸς πάντα καὶ ἀμέθεκτον; εἰ γὰρ ὁ πρῶτος «Πατὴρ» ἁρπάζειν «ἑαυτόν» λέγεται τοῦ νοῦ καὶ τῆς «δυνάμεως», τίς ὁ μηδὲ οὕτως ἁρπάσαι δεηθεὶς ἑαυτόν, ἀλλ’ ὑπερηρπασμένος ἀπὸ πάντων ἁπλῶς καὶ θεὸς πάντων ὑμνούμενος; εἰ δὲ καὶ περὶ τοῦ πρωτίστου Πατρὸς ἐν ἄλλοις εἴρηται· «καὶ δύναμιν πρώτην ἱεροῦ λόγου», τίς ὁ ὑπὲρ τοῦτον καὶ οὗπερ οὗτος μετέχων ἱερὸς λέγεται; καὶ εἰ ὁ ἐκφαίνων ἀρρητότερον ὄντα λόγος ὀνομάζεται, δεῖ πρὸ τοῦ λόγου τὴν τὸν λόγον ὑποστήσασαν εἶναι σιγήν, καὶ πρὸ παντὸς ἱεροῦ τὴν ἐκθεωτικὴν αἰτίαν. Ὡς οὖν τὰ μετὰ τὰ νοητὰ λόγοι τῶν νοητῶν εἰσι, συνηγμένων ὄντων, οὕτως ὁ ἐν ἐκείνοις λόγος, ἀπ’ ἄλλης ἀρρητοτέρας ἑνάδος ὑποστάς, λόγος μέν ἐστι τῆς πρὸ τῶν νοητῶν σιγῆς, τῶν δὲ νοητῶν σιγωμένων, σιγή.
4 (50) [65] Μήποτε οὖν οὐκ ἔστι ταὐτὸν νοῦ ἄνθος καὶ πάσης ἡμῶν τῆς ψυχῆς ἄνθος· ἀλλὰ τὸ μέν ἐστι τῆς νοερᾶς ἡμῶν ζωῆς τὸ ἑνοειδέστατον, τὸ δὲ ἁπασῶν τῶν ψυχικῶν δυνάμεων ἕν, πολυειδῶν οὐσῶν· οὐ γάρ ἐσμεν νοῦς μόνον, ἀλλὰ καὶ διάνοια καὶ δόξα καὶ προσοχὴ καὶ προαίρεσις, καὶ πρὸ τῶν δυνάμεων τούτων οὐσία μία τε καὶ πολλὴ καὶ μεριστή τε καὶ ἀμερής. Διττοῦ τε τοῦ ἑνὸς πεφηνότος, καὶ τοῦ μὲν τῆς πρωτίστης ἡμῶν τῶν δυνάμεων ἄνθους ὄντος, 〈τοῦ〉 δὲ τῆς ὅλης οὐσίας κέντρου καὶ τῶν περὶ αὐτὴν ἁπασῶν παντοίων δυνάμεων, ἐκεῖνο μόνον ἡμᾶς συνάπτει τῷ πατρὶ τῶν νοητῶν· νοερὸν γάρ ἐστιν ἕν, νοεῖται δὲ καὶ ἐκεῖνο ὑπὸ τοῦ πατρικοῦ νοῦ κατὰ τὸ ἓν τὸ ἐν αὐτῷ· τὸ δὲ ἓν εἰς ὃ πᾶσαι αἱ ψυχικαὶ δυνάμεις συννεύουσιν αὐτῆς [ὃ] μόνον πέφυκε προσάγειν ἡμᾶς τῷ πάντων ἐπέκεινα τῶν ὄντων, καὶ αὐτὸ πάντων ὃν τῶν ἐν ἡμῖν ἑνοποιόν· καθὸ καὶ ἐρριζώθημεν κατ’ οὐσίαν ἐν ἐκείνῳ, καὶ τῷ ἐρρζῶσθαι κἂν προΐωμεν, οὐκ ἀποστησόμεθα τῆς ἑαυτῶν αἰτίας. Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας.
5 (t) [25] Ἡ φιλοσοφία τήν τε λήθην καὶ ἀνάμνησιν τῶν ἀιδίων λόγων αἰτιᾶται τῆς τε ἀποφοιτήσεως τῆς ἀπὸ τῶν θεῶν καὶ τῆς ἐπ’ αὐτοὺς ἐπιστροφῆς· τὰ δὲ λόγια, τῶν πατρικῶν συνθημάτων. Συνᾴδει δὲ ἀμφότερα· συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων· ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων· καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα [τὰ] δὲ τῶν ἀγνώστων συνθημάτων. Καὶ ὥσπερ πᾶσα ψυχὴ πάντων μέν ἐστι πλήρωμα τῶν εἰδῶν, κατὰ μίαν δὲ ὅλως αἰτίαν ὑφέστηκεν, οὕτω καὶ πάντων μὲν μετέχει τῶν συνθημάτων, δι’ ὧν συνάπτεται τῷ θεῷ, ἀφώρισται δὲ ἡ ὕπαρξις ἐν ἑνί, καθὸ συνάγεται πᾶν τὸ ἐν αὐτῇ πλῆθος εἰς μίαν κορυφήν. Δεῖ γὰρ καὶ τοῦτο εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης κατ’ εἶδος διέστηκε, καὶ ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστι· πρῶτον μὲν γὰρ καθ’ ἓν εἶδος, πολλῶν ἀτόμων ὑπόστασις ἑνοειδῶν περί τε τὴν ὕλην ἐστὶ καὶ τὰ σύνθετα τῶν ὄντων, μιᾶς ὑποκειμένης φύσεως ποικίλως τοῦ αὐτοῦ μετεχούσης εἴδους· εἰ γὰρ τὸ εἶναι τῆς ψυχῆς λόγος ἐστὶ καὶ εἶδος ἁπλοῦν, ἢ οὐδὲν διοίσει κατ’ οὐσίαν ψυχή τις ἄλλης, ἢ κατ’ εἶδος ἂν διαφέροι· ὃ γάρ ἐστι διοίσει μόνον, ἔστι δὲ εἶδος μόνον. Ὅθεν δῆλον ὡς πᾶσα ψυχή, κἂν τῶν αὐτῶν ᾖ λόγων πλήρης, ἀλλ’ ἓν εἶδος ἔλαχεν ἀφοριστικὸν τῶν ἄλλων, ὥσπερ τὸ ἡλιακὸν εἶδος χαρακτηρίζει τὴν ἡλιακὴν ψυχήν, ἄλλο ἄλλην.