eul_wid: hwg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments and Titles by Posidippus of Pella

The surviving epigrams of the Hellenistic poet Posidippus of Pella are known collectively as the "Fragments and Titles." This corpus is preserved through individual poems in the Greek Anthology and, most significantly, by the Milan Papyrus, a literary roll dating to the late third or early second century BCE and published in 2001. The papyrus contains approximately 112 epigrams, organised into distinct, thematically titled sections. These poems are composed primarily in elegiac couplets and display the characteristic erudition and variety of the Hellenistic age. The thematic sections include poems on omens, dedications, epitaphs, statues, engraved gemstones, and equestrian subjects. Their content ranges from courtly references to the Ptolemaic dynasty to precise descriptions of art and daily life. Prior to the discovery of the Milan Papyrus, Posidippus was known from only about twenty epigrams; the papyrus expanded his corpus by over six hundred lines, confirming that his work was collected and circulated within a century of his death. This discovery transformed Posidippus from a minor figure into a major early Hellenistic epigrammatist. The structured, thematic collection of his work provides crucial insight into the aesthetic interests of the period and likely served as an influential model for later poetic anthologies.

Ἀσωπία
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι
Αἰθιοπία
οὐδὲ Λυκαονίη δέξατό σε Ζελίη
ἀλλὰ παρὰ προχοῇσι Σιμουντίσι τοῦτό σοι Ἕκτωρ
σῆμα καὶ ἀγχέμαχοι θέντο Λυκαονίδαι.
Εἴ τι καλόν, Μοῦσαι πολιήτιδες, ἢ παρὰ Φοίβου
χρυσολύρεω καθαροῖς οὔασιν ἐκλύετε
Παρνησοῦ νιφόεντος ἀνὰ πτύχας ἢ παρʼ Ὀλύμπου
Βάκχῳ τὰς τριετεῖς ἀρχόμεναι θυμέλας,
νῦν δὲ Ποσειδίππῳ στυγερὸν συναείσατε γῆρας
γραψάμεναι δέλτων ἐν χρυσέαις σελίσιν.
λιμπάνετε σκοπιάς, Ἑλικωνίδες, εἰς δὲ τὰ Θήβης
τείχεα Πιπ … ς βαίνετε … αλαδες
κεἰ σὺ Ποσείδιππόν ποτʼ ἐφίλαο, Κύνθιε, Λητοῦς
υ …
…
φημητινιφιεντοικεια τοῦ Παρίου.
τοίην ἐκχρήσαις τε καὶ ἐξ ἀδύτων καναχήσαις
φωνὴν ἀθανάτην, ὦ ἄνα, καὶ κατʼ ἐμοῦ,
ὄφρα με τιμήσωσι Μακηδόνες οἵ τʼ ἐπὶ νήσων
οἵ τʼ Ἀσίης πάσης γείτονες ἠϊόνος.
Πελλαῖον γένος ἀμόν· ἔοιμι δὲ βίβλον ἑλίσσων
ἀμφω λαοφόρωι κείμενος εἰν ἀγορῆι.
ἀλλʼ ἐπὶ μὲν Παρίηι δὸς ἀηδόνι λυγρὸν ἐφ …
νᾶμα κατὰ γληνέων δάκρυα κεινὰ χέων
καὶ στενάχων, διʼ ἐμὸν δὲ φίλον στόμα
…
…
μηδέ τις οὖν χεύαι δάκρυον. αὐτὰρ ἐγὼ
γήραϊ μυστικὸν οἷμον ἐπὶ Ῥαδάμανθυν ἱκοίμην
δήμωι καὶ λαῶι παντὶ ποθεινὸς ἐών,
ἀσκίπων ἐν ποσσὶ καὶ ὀρθοεπὴς ἀνʼ ὅμιλον
καὶ λείπων τέκνοις δῶμα καὶ ὄλβον ἐμόν.
περὶ Κνίδου