ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος
πάντων ὅσʼ ἐστὶ καὶ τίθησʼ ὅκηι θέλει,
νοῦς δʼ οὐκ ἐπʼ ἀνθρώποισιν, ἀλλʼ ἐπήμεροι
ἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες
ὅκως ἕκαστον ἐκτελευτήσει θεός.
ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει
ἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρην
μένουσιν ἐλθεῖν, οἱ δʼ ἐτέων περιτροπάς·
νέωτα δʼ οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν
Πλούτωι τε κἀγαθοῖσιν ἵξεσθαι φίλος.
φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν
πρὶν τέρμʼ ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶν
φθείρουσι νοῦσοι, τοὺς δʼ Ἄρει δεδμημένους
πέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός·
οἱ δʼ ἐν θαλάσσηι λαίλαπι κλονεόμενοι
καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς
θνήσκουσιν, εὖτʼ ἂν μὴ δυνήσωνται ζόειν·
οἱ δʼ ἀγχόνην ἅψαντο δυστήνωι μόρωι
καὐτάγρετοι λείπουσιν ἡλίου φάος.
οὕτω κακῶν ἄπʼ οὐδέν, ἀλλὰ μυρίαι
βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι
καὶ πήματʼ ἐστίν. εἰ δʼ ἐμοὶ πιθοίατο,
οὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδʼ ἐπʼ ἄλγεσιν
κακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα.
τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα,
εἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς.
πολλὸς γὰρ ἥμιν ἐστὶ τεθνάναι χρόνος,
ζῶμεν δʼ ἀριθμῶι παῦρα κακῶς ἔτεα.
πάμπαν δʼ ἄμωμος οὔ τις οὐδʼ ἀκήριος.
ἄθηλος ἵππωι πῶλος ὣς ἅμα τρέχ …
γυναικὸς οὐδὲν χρῆμʼ ἀνὴρ ληΐζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον
τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος,
τῆι πάντʼ ἀνʼ οἶκον βορβόρωι πεφυρμένα
ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί·
αὐτὴ δʼ ἄλουτος ἀπλύτοις ἐν εἵμασιν
ἐν κοπρίηισιν ἡμένη πιαίνεται.
τὴν δʼ ἐξ ἀλιτρῆς θεὸς ἔθηκʼ ἀλώπεκος
γυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶν
λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων·
τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν,
τὸ δʼ ἐσθλόν· ὀργὴν δʼ ἄλλοτʼ ἀλλοίην ἔχει.
τὴν δʼ ἐκ κυνός, λιτοργόν, αὐτομήτορα,
ἣ πάντʼ ἀκοῦσαι, πάντα δʼ εἰδέναι θέλει,
πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη
λέληκεν, ἢν καὶ μηδένʼ ἀνθρώπων ὁρᾶι.
παύσειε δʼ ἄν μιν οὔτʼ ἀπειλήσας ἀνήρ,
οὐδʼ εἰ χολωθεὶς ἐξαράξειεν λίθωι
ὀδόντας, οὐδʼ ἂν μειλίχως μυθεόμενος,
οὐδʼ εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι,
ἀλλʼ ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει.
τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι
ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν
οὔτʼ ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή·
ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται.
κὤταν κακὸν χειμῶνα ποιήσηι θεός,
ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός.
τὴν δʼ ἐκ θαλάσσης, ἣ δύʼ ἐν φρεσὶν νοεῖ·
τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην·
ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών·
«οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ
ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων»·
τὴν δʼ οὐκ ἀνεκτὸς οὐδʼ ἐν ὀφθαλμοῖς ἰδεῖν
οὔτʼ ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε
ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων,
ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη
ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται·
ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς
ἕστηκʼ, ἀπήμων, χάρμα ναύτηισιν μέγα,
θέρεος ἐν ὥρηι, πολλάκις δὲ μαίνεται
βαρυκτύποισι κύμασιν φορεομένη.
ταύτηι μάλιστʼ ἔοικε τοιαύτη γυνὴ
ὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει.
τὴν δʼ ἔκ τε σποδιῆς καὶ παλιντριβέος ὄνου,
ἣ σύν τʼ ἀνάγκηι σύν τʼ ἐνιπῆισιν μόγις
ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο
ἀρεστά· τόφρα δʼ ἐσθίει μὲν ἐν μυχῶι
προνὺξ προῆμαρ, ἐσθίει δʼ ἐπʼ ἐσχάρηι.
ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον
ἐλθόντʼ ἑταῖρον ὁντινῶν ἐδέξατο.
τὴν δʼ ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος·
κείνηι γὰρ οὔ τι καλὸν οὐδʼ ἐπίμερον
πρόσεστιν οὐδὲ τερπνὸν οὐδʼ ἐράσμιον.
εὐνῆς δʼ ἀδηνής ἐστιν ἀφροδισίης,
τὸν δʼ ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ.
κλέπτουσα δʼ ἔρδει πολλὰ γείτονας κακά,
ἄθυστα δʼ ἱρὰ πολλάκις κατεσθίει.
τὴν δʼ ἵππος ἁβρὴ χαιτέεσσʼ ἐγείνατο,
ἣ δούλιʼ ἔργα καὶ δύην περιτρέπει,
κοὔτʼ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον
ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλεομένη
ἵζοιτʼ. ἀνάγκηι δʼ ἄνδρα ποιεῖται φίλον·
λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται,
αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.
καλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ
ἄλλοισι, τῶι δʼ ἔχοντι γίνεται κακόν,
ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι,
ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται.
τὴν δʼ ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸν
Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν.
αἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνὴ
εἶσιν διʼ ἄστεος πᾶσιν ἀνθρώποις γέλως·
ἐπʼ αὐχένα βραχεῖα· κινεῖται μόγις·
ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ
ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται.
δήνεα δὲ πάντα καὶ τρόπους ἐπίσταται
ὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει·
οὐδʼ ἄν τινʼ εὖ ἔρξειεν, ἀλλὰ τοῦτʼ ὁρᾶι
καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται,
ὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν.
τὴν δʼ ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·
κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,
θάλλει δʼ ὑπʼ αὐτῆς κἀπαέξεται βίος,
φίλη δὲ σὺν φιλέοντι γηράσκει πόσει
τεκοῦσα καλὸν κὠνομάκλυτον γένος.
κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται
πάσηισι, θείη δʼ ἀμφιδέδρομεν χάρις.
οὐδʼ ἐν γυναιξὶν ἥδεται καθημένη
ὅκου λέγουσιν ἀφροδισίους λόγους.
τοίας γυναῖκας ἀνδράσιν χαρίζεται
Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας·
τὰ δʼ ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς
ἔστιν τε πάντα καὶ παρʼ ἀνδράσιν μενεῖ.
Ζεὺς γὰρ μέγιστον τοῦτʼ ἐποίησεν κακόν,
γυναῖκας· ἤν τι καὶ δοκέωσιν ὠφελεῖν
ἔχοντι, τῶι μάλιστα γίνεται κακόν·
οὐ γάρ κοτʼ εὔφρων ἡμέρην διέρχεται
ἅπασαν, ὅστις σὺν γυναικὶ πέλεται,
οὐδʼ αἶψα Λιμὸν οἰκίης ἀπώσεται,
ἐχθρὸν συνοικητῆρα, δυσμενέα θεῶν.
ἀνὴρ δʼ ὅταν μάλιστα θυμηδεῖν δοκῆι
κατʼ οἶκον, ἢ θεοῦ μοῖραν ἢ ἀνθρώπου χάριν,
εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται.
ὅκου γυνὴ γάρ ἐστιν οὐδʼ ἐς οἰκίην
ξεῖνον μολόντα προφρόνως δεκοίατο.
ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ,
αὕτη μέγιστα τυγχάνει λωβωμένη·
κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες
χαίρουσʼ ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει.
τὴν ἣν δʼ ἕκαστος αἰνέσει μεμνημένος
γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται·
ἴσην δʼ ἔχοντες μοῖραν οὐ γινώσκομεν.
Ζεὺς γὰρ μέγιστον τοῦτʼ ἐποίησεν κακόν,
καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην,
ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο
γυναικὸς εἵνεκʼ ἀμφιδηριωμένους
.......
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
ἐρωιδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντʼ ἀπείλετο.
τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον;
καὶ μήτʼ ἄλουτος γαυρία σύ, μήτʼ ὕδωρ
θαύμαζε, μηδὲ κουρία γενειάδα,
μηδὲ ῥύπωι χιτῶνος ἔντυε χρόα.
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
σπλάγχνʼ ἀμπέχοντες αὐτίκʼ ἰκτίνου δίκην.
τὸ δʼ ἥμιν ἑρπετὸν παρέπτατο
τὸ ζωΐων κάκιστον ἔκτηται βίον.
οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν
ἀνὴρ λέοντʼ ἔδεισεν οὐδὲ πάρδαλιν
μοῦνος στενυγρῆι συμπεσὼν ἐν ἀτραπῶι.
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.
κἀλειφόμην μύροισι καὶ θυώμασιν
καὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν.
καὶ τῆς ὄπισθεν ὀρσοθύρης ἠλσάμην.
καὶ σαῦλα βαίνων ἵππος ὣς κορωνίτης.
ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μόγις βλέπων.
Μαιάδος τόκωι·
οὗτοι γὰρ ἀνδρῶν αἷμʼ ἔχουσι ποιμένων.
σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν,
σὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοις.
ἦ πολλὰ μὲν δὴ προυκπονέαι Τηλέμβροτε,
ἐνταῦθα μέν τοι τυρὸς ἐξ Ἀχαΐης
Τρομίλιος θαυμαστός, ὃν κατήγαγον
κὠς ὗν ἀπεῦσα κὠς ἐμίστυλα κρέα
ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι
ἔδωκεν οὐδεὶς οὐδʼ ἀρυστῆρα τρυγός.
ἀπὸ τράπεζαν εἷλε νιν ποτήρια.
αὕτη δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ.
ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν.
μηρίων δεδαυμένων.
τὰ δʼ ἄλλα πεπλέαται ξύλα
ἐν εὐδετέω ὥσπερ Λέσβιος Πρύλις.
ῥεῖα θεοὶ κλέπτουσιν ἀνθρώπων νόον.