eul_wid: cqc-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Delphic Paean I to Apollo by Paean Collection Anonymous

The Delphic Paean I to Apollo is an ancient Greek cult hymn, composed in verse around 138–128 BCE. Written in a literary Doric dialect, it is a formal song of praise that invokes the god Apollo, celebrates his slaying of the serpent Python to establish his oracle at Delphi, and glorifies the sanctuary itself. The hymn is structured in 17 stanzas. It survives not merely as a poetic text but as a complete musical score, inscribed on a marble block originally mounted on the wall of the Athenian Treasury at Delphi. This inscription preserves both the lyrics and an elaborate system of ancient Greek musical notation, rendering it one of the most substantial and reconstructable examples of ancient music. Although the stone has suffered damage, a substantial portion of the melody and rhythm, set in the traditional cretic metre, can be recovered.

The hymn's creation was intimately connected to its historical context. It was dedicated by the Athenian guild of Artists of Dionysus as an act of thanksgiving to Apollo, commemorating the guild being granted special privileges and security by the city of Delphi. The work served a dual purpose: it functioned as a genuine religious offering while also acting as a political statement of gratitude and legitimization for the guild during a period when Delphi was under growing Roman influence.

Ἆισμα μετὰ κιθάρας … εἰς τὸν θεὸν ὃ ἐπόησε …
Ἀθηναῖος
Κέκλυθʼ Ἑλικῶνα βαθύδενδρον αἳ λάχετε Διὸς ἐριβρόμου
θύγατρες εὐώλενοι,
μόλετε, συνόμαιμον ἵνα Φοῖβον ᾠδαῖσι μέλψητε χρυσεοκόμαν,
ὃς ἀνὰ δικόρυμβα Παρνασσίδος
τᾶσδε πετέρας ἕδρανʼ ἅμʼ ἀγακλυταῖς Δελφίσιν Κασταλίδος εὐύδρου
νάματʼ ἐπινίσεται,
Δελφὸν ἀνὰ πρῶνα μαντεῖον ἐφέπων πάγον·
Ἤν, κλυτὰ μεγαλόπολις Ἀθθὶς εὐχαῖσι φερόπλοιο ναί-
ουσα Τριτωνίδος δάπεδον ἄθραυστον· ἁγίοις δὲ βω-
μοῖσιν Ἅφαιστος αἴθει νέων μῆρα ταύ-
ρων· ὁμοῦ δέ νιν Ἄραψ ἀτμὸς ἐς Ὄλυμπον ἀνακίδναται·
λιγὺ δὲ λωτὸς βρέμων αἰόλοις μέλεσιν ᾠδὰν κρέκει·
χρυσέα δʼ ἁδύθρους κίθαρις ὕμνοισιν ἀναμέλπεται·
ὁ δὲ τεχνιτῶν πρόπας ἑσμὸς Ἀθθίδα λαχὼν
τὸν κιθαρίσει κλυτὸν παῖδα μεγάλου Διὸς ὑμ-
νοῦσί σε παρʼ ἀκρονιφῆ τόνδε πάγον,
ἄμβροτʼ ἀψευδέʼ ὃς πᾶσι θνατοῖς προφαίνεις λόγια,
τρίποδα μαντεῖον ὡς εἷλες, ἐχθρὸς ὃν ἐφρούρει δράκων,
ὅτε τεοῖσι βέλεσιν ἔτρησας αἰόλον ἑλικτὰν φυάν,
ἔσθʼ ὁ θήρ, συχνὰ συρίγμαθʼ ἱεὶς ἀθώπευτʼ, ἀπέπνευσʼ ὁμῶς·
ὡς δὲ Γαλατᾶν Ἄρης …
ν ἐπέρασʼ ἄσεπτος …
… ς. Ἀλλʼ ἰὼ γένναν …
ι θάλος φιλόμαχον …
… ε δάμοιο λο …
ρων ἐφορ …
… τεον κ …
εναι κ …
θη …
…
απε
ρατ
ος
αιιο
τιναο
εν