eul_wid: iso-am
ὝμνοιEpigrams
Callimachus of Cyrene the Poet and Scholar Epigrams PDF
| book 6.1.1 | Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης |
| book 6.1.2 | ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. |
| book 6.1.3 | ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι |
| book 6.1.4 | ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων. |
| book 6.5 | νῦν δ’ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης |
| book 6 | νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός. |
| book 23.1.1 | Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς |
| book 23.1.2 | κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις· |
| book 23.1.3 | οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν |
| book 23.1.4 | κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας. |
| book 23.5.1 | γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ· ἡ πολιὴ δὲ |
| book 23.5.2 | αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη. |
| book 146.1.1 | Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις |
| book 146.1.2 | ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ. |
| book 146.1.3 | εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, |
| book 146.1.4 | ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες. |
| book 121.1.1 | Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα |
| book 121.1.2 | κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι, |
| book 121.1.3 | οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται, |
| book 121.1.4 | αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο. |
| book 146.1.1 | Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης |
| book 146.1.2 | εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ· |
| book 146.1.3 | ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς |
| book 146.1.4 | ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι. |
| book 147.1.1 | Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς |
| book 147.1.2 | Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος, |
| book 147.1.3 | γινώσκειν· ἢν δ’ ἆρα λάθῃ καὶ 〈δίσ〉 μιν ἀπαιτῇς, |
| book 147 | φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ. |
| book 148.1.1 | Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις |
| book 148.1.2 | πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ, |
| book 148.1.3 | εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ’ ἐμὰ φέγγη |
| book 148.1.4 | ἀθρήσας φάσεις· „Ἕσπερε, πῶς ἔπεσες;“ |
| book 149.1.1 | Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε |
| book 149.1.2 | γινώσκω) νίκης ἀντί με τῆς ἰδίης |
| book 149.1.3 | ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι· |
| book 149.1.4 | πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω. |
| book 150.1.1 | Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς |
| book 150.1.2 | Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ. |
| book 301.1.1 | Τὴν ἁλίην Εὔδημος, ἐφ’ ἧς ἅλα λιτὸν ἐπέσθων |
| book 301.1.2 | χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, |
| book 301.1.3 | θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ’ εὐχήν, |
| book 301.1.4 | ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο. |
| book 310.1.1 | Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου |
| book 310.1.2 | ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν |
| book 310.1.3 | ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῇδε κεχηνὼς |
| book 310.1.4 | κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς |
| book 310.5.1 | παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν· |
| book 310.5.2 | „Ἱερὸς ὁ πλόκαμοσ“, τοὐμὸν ὄνειαρ ἐμοί. |
| book 311.1.1 | Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως |
| book 311.1.2 | ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου |
| book 311.1.3 | Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ ὀπτῇ |
| book 311.1.4 | ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον. |
| book 347.1.1 | Ἄρτεμι, τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε· |
| book 347.1.2 | ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω. |
| book 351.1.1 | Τίν με, λεοντάγχ’ ὦνα συοκτόνε, φήγινον ὄζον |
| book 351.1.2 | θῆκε—„Τίς;“ —Ἀρχῖνος. —„Ποῖος;“ —Ὁ Κρής. —„Δέχομαι.“ |
| book 80.1.1 | Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ |
| book 80.1.2 | ἤγαγεν· ἐμνήσθην δ’, ὁσσάκις ἀμφότεροι |
| book 80.1.3 | ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, |
| book 80.1.4 | ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή· |
| book 80.5.1 | αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων |
| book 80.5.2 | ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. |
| book 89.1.1 | Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω |
| book 89.1.2 | τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον· |
| book 89.1.3 | „Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ |
| book 89.1.4 | νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ, |
| book 89.5.1 | ἡ δ’ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ’ ἄγε, σὺμ μοὶ |
| book 89.5.2 | βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.“ |
| book 89.5.3 | εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας· |
| book 89.5.4 | „Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος |
| book 89.5.5 | (οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες |
| book 89.10.1 | ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ), |
| book 89.10.2 | κείνων ἔρχεο“, φησί, „μετ’ ἴχνια.“ χὠ μὲν ἐπέστη |
| book 89.10.3 | πλησίον· οἱ δ’ ἔλεγον· „Τὴν κατὰ σαυτὸν ἔλα.“ |
| book 89.10.4 | ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου |
| book 89.10.5 | δράξασθαι, παίδων κληδόνα συνθέμενος. |
| book 89.15.1 | τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην, |
| book 89.15.2 | οὕτω καὶ σύ γ’ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα. |
| book 170.1.1 | Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα |
| book 170.1.2 | εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο· |
| book 170.1.3 | ἐκ δ’ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ |
| book 170.1.4 | σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει. |
| book 170.5 | Νύμφας δ’ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ ἐπὶ γούνοις |
| book 170 | ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει. |
| book 271.1.1 | Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς |
| book 271.1.2 | παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν· |
| book 271.1.3 | νῦν δ’ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου |
| book 271.1.4 | οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα. |
| book 272.1.1 | Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντῳ |
| book 272.1.2 | ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, |
| book 272.1.3 | ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ |
| book 272.1.4 | νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων |
| book 272.5.1 | κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ |
| book 272.5.2 | συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“ |
| book 277.1.1 | Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν |
| book 277.1.2 | εὗρεν ἐπ’ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ |
| book 277.1.3 | δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς |
| book 277 | ἥσυχος, αἰθυίῃ δ’ ἶσα θαλασσοπορεῖ. |
| book 317.1.1 | Τίμων (οὐ γὰρ ἔτ’ ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; — |
| book 317.1.2 | „Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.“ |
| book 318.1.1 | Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· |
| book 318.1.2 | ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν. |
| book 344b.1.1 | Ἀλλ’ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ’ εἶχεν, |
| book 344b.1.2 | οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ’ ἐπέθηκα πόδας. |
| book 415.1.1 | Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν |
| book 415.1.2 | εἰδότος, εὖ δ’ οἴνῳ καίρια συγγελάσαι. |
| book 447.1.1 | Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων |
| book 447.1.2 | „Θῆρις Ἀρισταίου Κρὴσ“ ἐπ’ ἐμοὶ δολιχός. |
| book 451.1.1 | Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον |
| book 451.1.2 | κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς. |
| book 453.1.1 | Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος |
| book 453.1.2 | ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην. |
| book 454.1.1 | Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς |
| book 454.1.2 | ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ. |
| book 458.1.1 | Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς |
| book 458.1.2 | Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει |
| book 458.1.3 | καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι |
| book 458.1.4 | ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας. |
| book 459.1.1 | Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν, |
| book 459.1.2 | δίζηνται Σαμίων πολλάκι θυγατέρες, |
| book 459.1.3 | ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ’ ἀποβρίζει |
| book 459 | ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον. |
| book 460.1.1 | Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν |
| book 460.1.2 | ῥέζων οὔτ’ ἀδικῶν οὐδένα. Γαῖα φίλη, |
| book 460.1.3 | Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη |
| book 460.1.4 | γίνεο μήτ’ ἄλλοι δαίμονες, οἵ μ’ ἔχετε. |
| book 471.1.1 | Εἴπας „Ἥλιε, χαῖρε“ Κλεόμβροτος Ὡμβρακιώτης |
| book 471.1.2 | ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, |
| book 471.1.3 | ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος |
| book 471 | ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. |
| book 517.1.1 | Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ |
| book 517.1.2 | δυομένου Βασιλὼ κάτθανε παρθενικὴ |
| book 517.1.3 | αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα |
| book 517.1.4 | οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐσεῖδε κακὸν |
| book 517.5 | πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη |
| book 517 | πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον. |
| book 518.1.1 | Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη |
| book 518.1.2 | ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης. |
| book 518.1.3 | οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν |
| book 518.1.4 | ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα. |
| book 519.1.1 | Δαίμονα τίς δ’ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ, |
| book 519.1.2 | Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις, |
| book 519.1.3 | τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου |
| book 519.1.4 | εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον. |
| book 520.1.1 | Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι |
| book 520.1.2 | ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι, |
| book 520.1.3 | δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς |
| book 520.1.4 | Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων. |
| book 521.1.1 | Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν |
| book 521.1.2 | καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή· |
| book 521.1.3 | καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι |
| book 521 | τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην. |
| book 522.1.1 | „Τιμονόη.“ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ ς’ ἂν ἐπέγνων, |
| book 522.1.2 | εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα |
| book 522.1.3 | στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ |
| book 522.1.4 | χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη. |
| book 523.1.1 | Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, |
| book 523.1.2 | ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι. |
| book 524.1.1 | Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —„Εἰ τὸν Ἀρίμμα |
| book 524.1.2 | τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.“ — |
| book 524.1.3 | Ὦ Χαρίδα, τί τὰ νέρθε; —„Πολὺς σκότος.“ —Αἱ δ’ ἄνοδοι τί; — |
| book 524.1.4 | „Ψεῦδος.“ —Ὁ δὲ Πλούτων; —„Μῦθος.“ —Ἀπωλόμεθα. — |
| book 524.5.1 | „Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν |
| book 524.5.2 | βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.“ |
| book 525.1.1 | Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με |
| book 525.1.2 | ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. |
| book 525.1.3 | εἰδείης δ’ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων |
| book 525.1.4 | ἦρξεν, ὁ δ’ ἤεισεν κρέσσονα βασκανίης. |
| book 525.5 | οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας |
| book 525 | μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους. |
| book 725.1.1 | Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς |
| book 725.1.2 | ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο; |
| book 725.1.3 | ἦ ῥα τὸ καὶ Κένταυρον; —„Ὅ μοι πεπρωμένος ὕπνος |
| book 725 | ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.“ |
| book 728.1.1 | Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, |
| book 728.1.2 | ὦνερ, καὶ μετέπειτα Δινδυμήνης |
| book 728.1.3 | ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο... |
| book 728.1.4 | πολλῶν προστασίη νέων γυναικῶν. |
| book 728.5 | καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσα κείνων |
| book 728 | εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων. |
| book 336.1.1 | Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω |
| book 336.1.2 | ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ |
| book 336.1.3 | λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ’ ἱππεῖ |
| book 336.1.4 | θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο. |
| book 507.1.1 | Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν |
| book 507.1.2 | ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον |
| book 507.1.3 | τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ |
| book 507.1.4 | ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης. |
| book 565.1.1 | Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ’ ἐπὶ κισσὸν |
| book 565.1.2 | τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, |
| book 565.1.3 | ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν |
| book 565.1.4 | φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην. |
| book 566.1.1 | Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ |
| book 566.1.2 | ῥῆσις· ὁ μὲν „Νικῶ“ φησὶ τὸ μακρότατον· |
| book 566.1.3 | ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται |
| book 566.1.4 | „Πῶς ἔβαλες;“ φησί· „Σκληρὰ τὰ γιγνόμενα.“ |
| book 566.5 | τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο |
| book 566 | τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη. |
| book 362.1.1 | Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, |
| book 362.1.2 | Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν |
| book 362.1.3 | οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει |
| book 362.1.4 | τὸν φίλον· ἀλλ’ αἰ χἢν δρᾶμ’ ἐδίδαξε μόνον, |
| book 362.5.1 | ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας |
| book 362.5.2 | κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας. |
| book 43.1.1 | Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ |
| book 43.1.2 | χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει· |
| book 43.1.3 | μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ’ ἀπὸ κρήνης |
| book 43.1.4 | πίνω· σικχαίνω πάντα τὰ δημόσια. |
| book 43.5.1 | Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν |
| book 43.5.2 | τοῦτο σαφῶς, ἠχώ φησί τις· „Ἄλλος ἔχει.“ |
| book 51.1.1 | Ἔγχει καὶ πάλιν εἰπέ· Διοκλέοσ“. οὐδ’ Ἀχελῷος |
| book 51.1.2 | κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. |
| book 51.1.3 | καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ |
| book 51.1.4 | φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά. |
| book 71.1.1 | Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν |
| book 71.1.2 | ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας; |
| book 71.1.3 | ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων |
| book 71.1.4 | οὑμὸς ἔχει, χαλεπῇ δ’ ἤντεο θευμορίῃ; |
| book 71.5.1 | ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν |
| book 71.5.2 | τὸν καλόν, ὦ μόχθηρ’, ἔβλεπες ἀμφοτέροις. |
| book 73.1.1 | Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ |
| book 73.1.2 | εἴτ’ Ἔρος εἴτ’ Ἀίδης ἥρπασε· πλὴν ἀφανές. |
| book 73.1.3 | ἦ ῥά τιν’ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον |
| book 73.1.4 | πολλάκι· „Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.“ |
| book 73.5 | οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος |
| book 73 | κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται. |
| book 102.1.1 | Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν |
| book 102.1.2 | διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος, |
| book 102.1.3 | στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ· |
| book 102.1.4 | „Τῆ, τόδε βέβληται θηρίον,“ οὐκ ἔλαβεν. |
| book 102.5 | χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν |
| book 102 | οἶδε, τὰ δ’ ἐν μέσσῳ κείμενα παρπέταται. |
| book 118.1.1 | Εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου· |
| book 118.1.2 | εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα. |
| book 118.1.3 | ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν |
| book 118.1.4 | εἷλκεν, ὁ δ’ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν. |
| book 118.5.1 | ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα |
| book 118.5.2 | τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ. |
| book 134.1.1 | Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν |
| book 134.1.2 | πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο, |
| book 134.1.3 | τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα |
| book 134.1.4 | τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί· |
| book 134.5 | ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ |
| book 134 | εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον. |
| book 139.1.1 | Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ, |
| book 139.1.2 | ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ· |
| book 139.1.3 | οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει |
| book 139.1.4 | τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός. |
| book 139.5.1 | τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς |
| book 139.5.2 | οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ. |
| book 148.1.1 | Οἶδ’, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε, |
| book 148.1.2 | μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί. |
| book 148.1.3 | ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων· |
| book 148.1.4 | ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ’ ἀνεραστότατον. |
| book 149.1.1 | „Ληφθήσει, περίφευγε, Μενέκρατες,“ εἶπα Πανήμου |
| book 149.1.2 | εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ |
| book 149.1.3 | ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς, |
| book 149 | εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα. |
| book 150.1.1 | Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν |
| book 150.1.2 | τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ. |
| book 150.1.3 | αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· |
| book 150.1.4 | ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. |
| book 150.5.1 | τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ |
| book 150.5.2 | τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον. |
| book 150.5.3 | ἔσθ’ ἁμὶν χἀκάστοτ’ ἀφειδέα πρὸς τὸν Ἔρωτα |
| book 150.5.4 | τοῦτ’ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον· |
| book 150.5.5 | οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ |
| book 150.10 | οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.“ |
| book 230.1.1 | Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει, |
| book 230.1.2 | τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις· |
| book 230.1.3 | ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ, |
| book 230.1.4 | καὶ σύ ποτ’ ἠράσθης. οὐκέτι μακρὰ λέγω. |
| book 7.1.1 | Ὁ Λύκτιος Μενίτας |
| book 7.1.2 | τὰ τόξα ταῦτ’ ἐπειπὼν |
| book 7.1.3 | ἔθηκε· „Τῆ, κέρας τοι |
| book 7.1.4 | δίδωμι καὶ φαρέτρην, |
| book 7.5 | Σάραπι· τοὺς δ’ ὀιστοὺς |
| book 7 | ἔχουσιν Ἑσπερῖται.“ |
| book 9.1.1 | Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου |
| book 9.1.2 | ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων. |
| book 10.1.1 | Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας |
| book 10.1.2 | ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ... |
| book 24.1.1 | Τὰ δῶρα τἀφροδίτῃ |
| book 24.1.2 | Σῖμον ἡ περίφοιτος εἰκόν’ αὑτῆς |
| book 24.1.3 | ἔθηκε τήν τε μίτρην, |
| book 24.1.4 | ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν |
| book 24.5 | καὶ τούς 〈ποτ’ ἀντίναξεν〉 |
| book 24 | ἀυτοῦς’ ἀν’ ὄρη τάλαινα θύρσους. |
| book 25.1.1 | Δήμητρι τῇ Πυλαίῃ, |
| book 25.1.2 | τῇ τοῦτον οὑκ Πελασγῶν |
| book 25.1.3 | Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης |
| book 25.1.4 | καὶ τῇ κάτω θυγατρὶ |
| book 25.5 | τὰ δῶρα Τιμόδημος |
| book 25 | εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως. |