eul_wid: sio-aa

Ἀποσπάσματα περὶ Ἠθικῶν Γνωμῶν
Fragments on Ethical Maxims

Eusebius of Myndus Fragments on Ethical Maxims PDF

1 [45] Ἐχθρὸς γενοίμην μηδενός, φίλος δὲ τοῦ αἰεὶ καὶ παραμενέοντος· καὶ μήκοτε μὲν διενεχθείην πρὸς τοὺς οἰκειοτάτους, διενεχθεὶς δὲ διαλλαχθείην ὡς τάχιστα. Μηδενὶ ἐπιβουλεύσαιμι, ἐπιβουλευόμενος δὲ ἄνευ ἀνάγκης τοῦ τι ἀντιδρᾶσαι ἀνήκεστον ἀπαθὴς διαφύγοιμι. Ὀργῆς κρατοίην. Ἐρῴην καὶ ἐπιθυμέοιμι καὶ τυγχάνοιμι μούνων τῶν καλῶν, τῶν δὲ ἀπ’ ἐναντίης τῆς ἐπιθυμίης, μηδὲ ἁμαρτών κοτε ὥστε εὔξασθαι, τύχοιμι. Βουλοίμην πάντας εὐτυχέειν, φθονήσαιμι μηδενὶ τῶν εὐτυχεόντων. Μήκοτέ τις ἐμὲ τῶν νομιζομένων παραλόγως εὖ πρήσσειν ἐκπλήξειε μηδὲ ἀνιήσειε· τί γὰρ δεῖ τοῖσι παρὰ τῆς τύχης διδομένοισι φθονέειν; φίλοι δέ με καὶ οἱ κατ’ ἀξίην εὐτυχέοντες εὐφραίνοιεν. Μήκοτε τῷ ἀπὸ οἰκείης γνώμης ἔχθρην κατ’ ἐμέο ἐπανελομένῳ δυστυχήσαντι ἐπησθείην. Μήκοτε συγγνοίην ἐμεωυτῷ κακοῦ τεύ τινι αἰτίην παρασχόντι. Λαθών κοτε ἐμεωυτὸν ὡς παρὰ μέλος ἤτοι τι εἴπας ἢ πράξας, μὴ περιμείναιμι τοὺς μωμησομένους καὶ ἐπιπλήξοντας· αὐτὸς δὲ ἐμεωυτὸν μωμησαίμην ἄχρι τοῦ ἀκέσασθαι. Εἰδείην γενναίως φέρειν τὰ προσπίπτοντα, καὶ τὰ μὲν μέτρια ἐκδεχοίμην ὥσπερ αὐτῶν ἔχει ἡ φύσις, τοῖσι δὲ ὑπερβάλλουσι μὴ καὶ τὸ παρ’ ἐμεωυτοῦ προστιθείην. Εὐτυχίην εἰδείην φέρειν σωφρόνως. Μήκοτε ὑπὸ εὐπρηγίης ἐς ὑπερηφανίην ἄλογον ἀερθείην. Πλοῦτον νομίζοιμι τὸν ἀρκέοντα βίῳ τῷ σώφρονι. Ἄπαυστον καὶ ἀκόρεστον ἐπιθυμίην χρημάτων μὲν μήκοτε σχοίην, μούνων δὲ τῶν ὠφελεόντων τὴν ψυχὴν μαθημάτων ἐθέλοιμι αἰεὶ ἐφίεσθαι. Νικῴην νίκην τὴν καὶ ἐμοὶ καὶ τῷ προσδιαλεγομένῳ ἀβλαβέα. Φιλοτιμέεσθαι παρὰ καιρὸν πρὸς φίλους καὶ ἐν τῇσι ζητήσεσι φυλασσοίμην. Μήκοτε καὶ παρὰ τὸ ἐμοὶ δοκέον ἐν τῇσι ζητήσεσι τοῦ νικᾶν ἕνεκα ἔριν ἀσπασαίμην. Μήκοτε ἐπὶ βλάβῃ τοῦ ἀληθέος καὶ ὥστε παρ’ ἃ αὐτὸς οἶδα παραλογίσασθαι τὸν προσδιαλεγόμενον ἢ ἐρίσαι ἐπαρθείην. Τοῖσι τὸ ἀληθὲς λόγοισι ξυνιστᾶσι αἰεὶ ξυμμαχοίμην. Ἀκολάστου ἐπιθυμίης τι μήκοτε μηδὲ ἐννοηθείην. Ξυνείην αἰεὶ τοῖσι σώφροσι εἴη τέ μοι αἰεὶ προσδιαλέγεσθαι, παρ’ ὧν ἔστι τι πάντως ἀπελθέειν χρηστὸν προσλαβόντι. Μήκοτε ἐπαρθείην κέρδεος ἕνεκα πλημμελῆσαι. Φίλους διαφερομένους καταρτίζοιμι. Φίλοις, δυνάμενος, καὶ τοῖσι δεομένοισι τὰ δέοντα ἐπαρκέοιμι. Φίλους ἐν κινδύνοισι καταστάντας δυνάμενος ὠφελέειν μήκοτε ἐγκαταλείποιμι. Φίλων ξυμφοράς, ἀπ’ ὧν οἷόν τε, ἐπανορθοῦσθαι προθυμοίμην· λυπεομένοισι παρεὼν ἐλαφρύνοιμι ἠπίῳ καὶ ἀκεσίμῳ λόγῳ τὰς ἀνίας. Εἰδείην ἐμεωυτὸν αἰδέεσθαι. Τῶν καλῶν φιλομαθείην ἀσκέοιμι. Ζητοίην μὴ τὰ περισσά, ἀλλὰ περὶ ὧν ἄριστον, καὶ ἃ μαθὼν ὠφελησοίμην.
1 (50) [60] Θεοὺς τιμῴην καὶ νόμῳ πόλιος καὶ σπουδῇ οἰκείῃ καὶ νόῳ εὐσεβέϊ. Αἰεὶ τὸ ἐν ἐμοὶ θυμούμενον ἡμεροίην. Ἐθίζοιμι ἐμεωυτὸν ἵλεω εἶναι, καὶ μὴ πρὸς τὰ πρήγματα ἔχειν δυσκόλως. Τίς πονηρός, καὶ τίνι τούτων τί κοτε πέπρηκται, μὴ μέλοι μοι εἰδείην δὲ τοὺς ἀγαθούς, καὶ τούτους μεταδιώκοιμι. Ὀφείλοιμι μηδενὶ μηδέν· εἰ δέ κοτε ὑπ’ ἀνάγκης μεγάλης ἐς τοῦτο κατασταίην, γένοιτό μοι τάχιστα ἐλευθέρῳ γενέσθαι δυνηθῆναι. Αἰνέοιμι τοὺς ἀγαθοὺς ἀφθόνως· φιλόψογον δὲ γλῶσσαν παντὸς ἀποστυγοίην. Εἰδείην σιγᾶν, περὶ ὧν ἄμεινον. Ἄνθρωποι πολυμαθίης ἔχειν δόξαν ἢ τοῦ ἀληθίζεσθαι ἔρωτα πλεῦνα ἐκτέαται.
2 [5] Πολλοὶ γοῦν τοῖσι πρὸ ἑωυτῶν ἐναντίας δόξας συστησάμενοι τὴν γνῶσιν τοῦ ἀληθέος περὶ τῶν ἀναγκαιοτάτων ἀφείλοντο τῷ τὴν πίστιν αὐτέων μὴ ἐν βεβαίῳ ἑστάναι, ὑπὸ δὲ τοῦ ἀπὸ τῆς προτέρης δόξης περιτρέψαι ἐς τοὐναντίον, λόγον παρασκευάσαντες ἐν τῷ ἀσταθμητοτάτῳ αἰωρέεσθαι. Πολλοὶ τῶν ἀνθρώπων ἐν τῇσι συζητήσεσι τῶν πραγμάτων ὁμοίως τοῖσι ἀλόγοισι τῶν ζωΐων ὥσπερ ἐκεῖνα μαχόμενα, οὕτω καὶ αὐτοὶ μούνου τοῦ νικᾶν μεταποιέονται· ὅκως δὲ (τοῦπερ χρὴ πάντα ἄνδρα προμηθέεσθαι καὶ λέγοντα καὶ πρήσσοντα) μὴ παρὰ τὸ ξυμφέρον καὶ σφέων αὐτῶν καὶ τῶν παρεόντων, καὶ ὥστε μὴ τὸ ἀληθὲς αὐτὸ βλάψαι, οὐκέτι λόγον τούτου ποιέονται.
4 [5] Ἀνθρώποισι ἔριδες προσφιλέες, καὶ τοῦ περὶ παντὸς τοῦ προτεθέντος ἀντιλέγοντας ἐθέλειν κρατέειν ἄπλετος καὶ ἄλογος ἐπιθυμίη· ὁκότε πολλοὶ οὐκ αἰδέονται καὶ κατὰ τῶν σπουδαιεστάτων καὶ τῶν οὐ χρὴ τῷ χείρονι λόγῳ νικᾶν, νικῶντες ἀξίην κεκλῆσθαι νίκην Καδμηΐην. Ἄνθρωποι τοὺς μὲν παρὰ φύσιν καὶ ἐν τεράτων λόγῳ ἐόντας ἀσπάζονται, καὶ μεγάλων χρημάτων ὠνεόμενοι ὡς ἐπὶ μεγίστῳ κτήματι χαίρουσι καὶ μεγαλοφρονέονται, περὶ δὲ τὰ σπουδαιότατα καὶ τὰ σμικρὰ ἄχθονται ἀναλίσκοντες.
6 Οἱ πλεῦνες τῶν ἀνθρώπων περὶ πάντα τὰ λοιπὰ φειδωλοὺς σφέας παρεχόμενοι καὶ εἰ δαπανοῖεν ἀσχάλλοντες, ὑπὲρ τοῦ παρὰ τῶν δήμων κροτηθῆναι καὶ τὰ ἐόντα σφι πάντα ἡδέως προΐενται. Οἱ μάταιοι τῶν ἀνθρώπων τοὺς μὲν μεγάλα χρήματα ἔχοντας καὶ φαύλους ἐόντας τιμῶσί τε καὶ τεθωυμάκασι, τῶν δὲ σπουδαίων ἐπειδὰν ἀχρηματίην καταγνῶσι, ὑπερφρονέουσι.
8 Τῶν τῇσι αἰσχρῇσι ἐπιθυμίῃσι ἐπιχειρεόντων ἐλεύθερον μηδένα νόμιζε· τῶν γὰρ τοὺς τῇ τύχῃ δούλους κεκτημένων πολὺ βαρυτέροισι οὗτοι δεσπότῃσι τοῖσι καταναγκάζουσι πάντα δουλεύουσι. Γαστριμαργίη σῶμα πιαίνει, ἀλογίην ἀείρει, ψυχῆς δὲ τὸ κάλλιστον λογισμὸν κοιμίζει.
10 [5] Ψυχῇ σῶμα ἀνθρώπου ἔδοσαν οἱ θεοί, ὥστε τῇ ψυχῇ τὸ σῶμα ὑπηρετέεσθαι. Οἱ δὲ πολλοὶ τὸ ἔμπαλιν ποιέουσι, σώματι πρὸς πάντα καὶ ἐς μοῦνα τὰ ἐκείνου ὑπουργήματα τὸ κρέσσον τῷ χείρονι καὶ θνητῷ ἀθάνατον ψυχὴν καταδουλούμενοι. Ἀκολασίη ψυχὴν λυμαίνεται καὶ σῶμα διαφθείρει, τόπερ ἕνεκα τῆς ἡδονῆς, καὶ ὥστε αὐτῷ χαρίζεσθαι, τὸν ἔχοντά μιν καταναγκάσει τὰ αἴσχιστα πάντα ποιέειν.
12 [5] Ἀκολασίη ψυχὴν ὥσπερ νῆα ἄνεμοι ὑπολαβόντες τῆδε καὶ τῇδε φορέοντες συγκλονέουσι καὶ ἀπειθέα ποιέουσι τῷ κυβερνήτῃ· οὕτω καὶ ψυχὴν δονέουσα καὶ ἀπειθέα νόῳ εἶναι καταναγκάζουσα εἰρηνεύειν καὶ ἐν τῷ εὐδίῳ καὶ ἀσφαλεστάτῳ ὁρμέειν οὐ ξυγχωρέει. Φιλοχρηματίη τοῦ κτήσασθαι εὑρέειν ἀρκέοντα οὖρον οὐκ οἶδε.
14 [5] Φιλοχρηματίην ἐπ’ ἡμέρῃ ἑκάστῃ ἐπιῤῥέων πλοῦτος οὐκ ἵστησι, ὥσπερ οὐδὲ πυρκαϊὴν ὕλη ἐπιβαλλομένη· ἐπιγινόμενος δ’ αἰεὶ τοῦ πλεῦνος τὴν ἐπιθυμίην ἐξάπτει μεζόνως. Νόος δὲ μοῦνος παραστὰς καὶ τοῦτο οἶδε ἀκέεσθαι. Φιλοχρηματίην ἄλογον τὰ κτώμενα ἀποβαλλόμενα μᾶλλον ἂν ἀνύσειε ἢ ὁ ἐπ’ ἑκάστῃ ἡμέρῃ πλοῦτος ἄπλετος ἐπιγινόμενος.
16 Τὸ οἰκονομέειν τὰ παρεόντα ἀνδρὸς προνόου· τὸ δὲ μηδ’ ὅλως ἐθέλειν ἔς τι τῶν δεόντων χρέεσθαι οὐ δεσπότεω τῶν κτηθέντων, καταδεδουλωμένου δὲ ἑωυτὸν τῶν χρημάτων ἐστὶ τῇ κτήσι. Οἱ πλεῦνες τῶν ἀνθρώπων παρὰ λόγον φειδόμενοι ἀξιεῦσι πολυχρήματοι πεπιστευμένοι ἠλίθιοι καὶ σκαιοὶ νομίζεσθαι ἢ περὶ τὰ δεῖ ἀναλίσκοντες δεξιοὶ κεκλῆσθαι.
18 [5] Πλούσιον χρὴ νομίζειν τὸν ἡγεόμενον ἔχειν τὰ ἀρκέοντα· τὸν δὲ αἰεὶ ἐπιθυμέοντα προσκτήσασθαι καὶ πληθώρην μηδέκοτε τοῦ πλούτου λαμβάνοντα, καὶ εἰ Μίδεω πλουτέοι μᾶλλον, πένητα καλέω καὶ Ἴρου τὴν ἐκεῖνος ἐξ ἀνάγκης εἶχε τύχην κεκτῆσθαι λέγω. Ἀληθηΐην νόος ἀσπάζεται καὶ αἰεὶ αὐτῇ συνοικέει· ἐὼν δὲ ἐν τοῖσι ἑωυτοῦ ἀψευδέστατος, ὅμως ἔστιν ὅτε καὶ ψεῦδος ἀγαθῷ κεράσας παρέχεται ἐπ’ ὠφελίῃ ἀνθρώπων τῶν τούτου χρηιζόντων καὶ ἐπὶ χρηστῷ τῷ σφετέρῳ παραλογισθησομένων πρὸς αὐτοῦ.
19 [5] Τότε γὰρ δὴ μοῦνον καὶ οὔκοτε ἄλλοτε νόος, καὶ ἐν καιρῷ τῷ αὐτὸς οἶδε, πάντα τἄλλα ψεύδεα ἀποστυγέων, ψεῦδος τὸ τοιοῦτον εἰσφέρεται, ἀπὸ τῆς τῶν λοιπῶν ἁπάντων ψευδέων φύσιος ἐς ἄλλο εἶδος μεταληφθὲν χρησιμώτατον τέχνῃ καὶ σοφίῃ αὐτοῦ τοῦ νόου τοῦ φαῦλον πρῆγμα ἐς τοῦτο μετακοσμήσαντος. Ψεύδεσθαι ἐν πόλι μηδὲ εἷς νόμος ξυγχωρεέτω μηδενί, μηδενὸς πλὴν τοῦ φιλαλήθεος καὶ νοήμονος ἐπισταμένου τε ὁκότε καὶ ὅκως ὠφελίη ψεύδεος· τῆς δὲ ἀπὸ τούτου γινομένης χρείης ἀναγκαίη καὶ τοῦτο ποιέειν.
21 [5] Παῤῥησίη ἀπὸ γνώμης ἐλευθέρης καὶ ἀληθηΐην ἀσπαζομένης προέρχεται· παρέξεαι δὲ αὐτὴν ἀμώμητον οὐ τῷ πᾶσι καὶ ὡς ἔτυχεν ἐπιτιμᾶν καὶ λοιδορέεσθαι, νομίζων τοῦτο εἶναι τὴν παῤῥησίην· ἀλλ’ εἰ πρὸς οὓς δεῖ καὶ ὑπὲρ τίνων χρὴ καὶ ἐν ᾧ χρὴ μετὰ τοῦ χρησίμου περὶ τῶν παρισταμένων ξὺν νόῳ προσδιαλέγοιο. Ἐχθρὸς τἀληθέα εἰπὼν τοῦ προσποιευμένου φίλου πρὸς χάριν εἰπόντος πάντα αἱρετώτερος.
23 [5] Ἀνὴρ μεγάλα ἔχων χρήματα ἀποτεθησαυρισμένα, ἔπειτα γνώμῃ τῇ ἑωυτοῦ ἐς μηδὲν τῶν δεόντων οἷός τε ἐὼν αὐτοῖσι χρέεσθαι, ἔοικε τῷ τὰ ἐν τοῖσι δημοσίοισι ἀποκείμενα πεπιστευκότι ἑωυτοῦ εἶναι. Δόξῃ μὲν γὰρ ὁμοίῃ πλουτέουσι· τόπερ δὲ τοῦ κεκτῆσθαί ἐστι οἰκήϊον, τοῦ αὐτοῖσι χρέεσθαι, ἀπεστερέαται ὁμοίως ἀμφότεροι. Ἄνδρα χρήματα μεγάλα ἔχοντα ἀποτεθησαυρισμένα, καὶ αὐτοῦ τούτου εἵνεκα ἐπικτώμενον, καὶ ὅκως αἰεί τι τοῖσι παρεοῦσι προσθέῃ πρήγματα μὲν ἔχοντα, μήτε δὲ ἐς ἑωυτὸν μήτε ἐς ἄλλο τι τῶν χρησίμων ἀναλίσκοντα, μήκοτε πλουτέειν ἀποφήναιο, φύλακα δὲ καὶ ποριστὴν εἶναι ἀλλοτρίων χρημάτων, καὶ πόνους ἔχειν αἱρέεσθαι πολλάκις καὶ τοῖσι ἑωυτῷ μηδὲν προσήκουσι ἐπικτώμενον.
25 Γνώμης ἀνδρὸς ἀρίστου ἀπόδεξις ἥδε, μὴ ἐπὶ τῷ σιτέεσθαι ἑωυτὸν νομίζειν γεγονέναι, μηδὲ ἐν τούτῳ τὴν ζωὴν ἡγέεσθαι, μούνου δὲ αὐτοῦ τοῦ ζώειν εἵνεκα ἀνθρώποισι τροφὴν νομίζειν εὑρῆσθαι. Ἐγκράτεια καὶ σώματι ἀγαθόν· πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται, καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει.
26 [5] Σωφροσύνη δὲ ἀστασίαστον καὶ εὔδιον, καὶ βίον εἰρηναῖον ψυχῇ παρασκευάζει. Ὀργῆς κρατέειν ἄριστον ἐθίζειν ἑωυτόν, μάλιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως ὑπ’ αὐτῆς ξυγκινέεσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ καταναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα σε καὶ ἐν τῷ ἀλογίστῳ ἀποπιμπλάναι.
28 [5] Πολλοὶ δοκέοντες ἑωυτοὺς φιλέειν οὐ φιλέουσι ἀληθέως· πάντα γοῦν αὐτοῦ τούτου εἵνεκα εἴκοντες ἑωυτοῖς καὶ παρὰ τὸ ἀτρεκὲς χαριζόμενοι αὐτοῖς τοῖς ἐναντιωτάτοις περιπίπτουσι. Πολλοὶ βουλόμενοι δοκέειν εἶναι εὐβουλότατοι πρὸς τῶν οἰκειοτάτων καὶ εὖ φρονεόντων ἀναποδιζόμενοι, οὐκ ἀξιεῦσι ἀπὸ τῶν δοξάντων ἅπαξ ἀναχωρέειν, ἀλλ’ ὅκως μὴ ἐλεγχοίατο ὡς ἀπὸ ἡμαρτημένης ἀφιστάμενοι ἐμμένουσι τῇ γνώμῃ, ἐς ὃ δὴ καὶ τοῖσι ἀπ’ αὐτῆς κακοῖσι ἐγκυρήσωσι.
30 [5] Οἱ πολλοὶ τοῖσι ἀνθρώποισι τὸ εὐόρκους εἶναι αὐτοῖσι παραινέουσι· ἐγὼ δὲ καὶ τὸ ἀρχὴν μηδ’ εὐπετέως ὀμνύναι ὅσιον ἀποφαίνομαι. Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης.
32 Πόνοι οἱ ἑκούσιοι πόνοισι τοῖσι μετὰ ταῦτα ἀναγκαίοισι, ὥστε αὐτοὺς εὐπετεστέρους παρασκευασθῆναι, προπονέονται. Σῶμα ἀργίη τήκει, ψυχὴν δ’ ἀμελετησίη ἀσκήσιος τῶν αὐτὴν ἀειρόντων πρὸς τὸ θεοειδέστατον.
34 [5] Ἄνθρωποι λόγων κούφων μέγα ὀδόντας ἕρκος ἐκτέαται. Ἀλλὰ γὰρ ἐπὶ παντὶ νόου χρηΐζομεν, ἐπεὶ ἐὰν οὗτος μὴ κατιθύνῃ αὐτὰ τὰ ἔπεα, πρὶν βουλευθῆναι ἐκφεύγει πολλάκις, καὶ κατηλογήσαντα τοσούτου ἕρκεος ἄκριτα προεκθρώσκει. Ἀνδρὶ ἀγαθῷ εὖ πρήσσοντι φθονέων τις καὶ πατρίδι καὶ παντὶ τῷ κοινῷ καὶ ἑωυτῷ φθονέει.
35 [5] Ἀνὴρ ἀγαθὸς γὰρ εὖ πρήσσων πόλιος καὶ παντὸς τοῦ δυναμένου τῆς εὐμοιρίης αὐτοῦ μεταλαγχάνειν κοινὴ εὐδαιμονίη. Φθόνος ὁ κατὰ τῶν εὐδοκιμεόντων ἐπὶ τοῖσι καλλίστοισι ἀργῶν καὶ ἀπράκτων, τῶν δὲ ἀγαθῶν καὶ οἵων τε τεκέειν τι παρ’ ἑωυτῶν χρηστὸν οὐχ ἅπτεται.
37 [5] Ἀνὴρ πολλὰ ἔχων καὶ χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος, καὶ μὴ βουλόμενος τοῖσι μεταποιευμένοισι ὑπὸ φθόνου μεταδιδόναι, ἔοικε ἀγγείῳ πονηρῷ, πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν ἑωυτῷ ἀποκείμενα, καὶ τὰ ἐνεόντα πρὶν φανῆναι διαφθείροντι. Πατράσι παῖδας ἐπιζώειν εὐτυχές, καὶ χρὴ τοῦτο παρὰ τῆς τύχης αἰτέειν καὶ τοὺς μετὰ ταῦτα διαδεξομένους, καὶ ὅκως καὶ αὐτέων ἕκαστοι τάξι τῇ εἰρημένῃ τοὺς πρὸ ἑωυτῶν διαδεχοίατο.
38 [5] Κοινὴ δὲ εὐχὴ δικαιοτάτη αὕτη ἂν παρὰ πάντων φυλαχθείη ἐπὶ τῇ διαμονῇ τοῦ μεγίστου, τὴν ὑποδεχομένην ἑκάστοτε καὶ ἐκτρέφουσαν πάντας πατρίδα καὶ δοῦσαν τοὺς προηγησαμένους, αὐτήν τε καὶ θεῶν τῶν ἐγχωρίων τὰς κατεστεώσας τιμὰς τῷ πλεῦνι αἰεὶ ὑπερβάλλειν. Πλοῦτος ἐν πόλι τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήκοτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συῤῥεόντων ὀλιγωρίη καὶ ἀνασκησίη ἀρετῆς ψυχῇσι τῶν κατὰ τὴν πόλιν ἐμφυῇ.
39 Ἀρετῆς γὰρ ἀτιμαζομένης, πλοῦτος μοῦνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὕβριός τε καὶ ὑπερηφανίης ὑπηρέτης καὶ πάντων κακῶν τὰ ὑπ’ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου τῆς ἀπεστεώσης ἀρετῆς οὐδεὶς ἀνακαλέσεται, χορηγὸς γίνεται. Ἄρχουσι ἡ ὀφειλομένη αἰδὼς καὶ τιμὴ φυλασσομένη κόσμον σώζει πόλιος καὶ διατηρέει.
41 Τὸν τοῖσι ἄλλοισι ἐπιστατεύοντα καὶ ἐπιτάσσοντα χρὴ οὐ τῇ ἐξουσίῃ μούνῃ τοῦ ἐπιστατεύειν τε καὶ ἐπιτάσσειν, ἀλλ’ ἀξίῃ καὶ γνώμῃ προέχειν τῶν ἐπιτασσομένων. Πρὸς τοὺς παρὰ δίκην ζώοντας, ἔπειτα ἀξιεῦντας ἄλλων ἡγέεσθαι, ἀπειθέες ἄνθρωποι.
42 [5] Εὐπειθηίην δὲ εὐπετέα ἐπὶ τὰ παραγγελλόμενα ἑωυτῷ καὶ ἄλλῳ παρὰ τῶν ἀρχομένων παρασκευάζει ἅπας ὅ γε παρ’ ἑωυτοῦ τὰ δέοντα σπουδῇ ποιέειν ἐπιστάμενος, καὶ παράδειγμα τῶνπερ χρὴ πρήσσειν τοῖσι ὑποτεταγμένοισι ἑωυτὸν παρεχόμενος. Ἄρχοντος ἀγαθοῦ κέρδος μοῦνον τοῦτο οἰκήϊον καὶ μυρίων κερδέων ἄλλων ἀντάξιον, πάντα μιν πρήσσειν ὥστε καὶ παρὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ παυσαμένῳ οἱ πάντα χρηστὰ καὶ δικαιοσύνην παρὰ τῶν ἀρχθέντων μαρτυρέεσθαι.
44 [5] Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται, τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι. Ἀρχὴν ἔχων μὴ ἀπομνησικάκεε πρὸς τοὺς ἐν διχοστασίῃ σοι πρότερον γεγενημένους.
45 [10] Οὐ γὰρ ὅκως ἀμύνηαι ἐχθροὺς ἐπὶ τὴν ἀρχὴν εἶ ἀραιρημένος, ἀλλ’ ὅκως καὶ τῆς παρ’ ἄλλων ἐπιβουλῆς ἀσφαλέας καὶ ἀνεπιβουλεύτους φυλάξῃς τοὺς ὑπὸ σοὶ τεταγμένους, καὶ ὅκως τοῦ ὀρθοῦ φύλαξ ἔῃς καὶ θεοῦ μεγάλης, δικαιοσύνης, ὑπηρέτης τε καὶ ἐξηγητής. Ὥστε παρὰ τὰ αὐτῇ δοκέοντα ποιέων καὶ αὐτῆς καταψευδόμενος, ὡς ἐς θεὸν μεγίστην ἁμαρτάνων, καὶ παρ’ αὐτῆς καὶ τῶν περὶ αὐτὴν τεταγμένων δαιμόνων ἐφόρων τε καὶ τιμωρῶν τὴν τῶν ποιευμένων μῆνιν προσδέκεο. Μεταξὺ ἐχθρῶν δικάζων τοῦ δικαίου γίνεο ἐξεταστής, καὶ πρὸς τοῦτο ῥέπε τῇ κρίσι, Δικαιοσύνη γὰρ καὶ δαίμων ὁ ταύτης ἔφορος τοῦ ἔχθρῃ χαρίζεσθαι προτετιμῆσθαι δικαιότεροι.
47 [5] Ἐν ἀρχῇ ἐών, ἔπειτα ἔχθρης μεμνημένος, τῇ χείρονι μοίρῃ σεωυτὸν νεμέεις καὶ τῆς ἀπαιτεομένης ἐν τῷ ἄρχοντι σεμνότητος σεωυτὸν ἀποστερήσεις καὶ παρὰ τῶν ξυνεπισταμένων ὅτι ἔχθρῃ διδοῖς σεωυτόν, ἀντὶ τῶν σεμνοτάτων οὐνομάτων δικάστεω καὶ ἄρχοντος τὸ εὐδιαβλητότατον οὔνομα ἀντιλαβών, τῶν δικαζομένων ἐχθρὸς κεκλήσεαι. Τοῦ ἐπιτιμᾶν τινι θανάτου ζημίην τὴν ἐξουσίην εἶναι ἡγέομαι οὐκ ἐν τῷ κύριόν τινα εἶναι τοῦ καταψηφίσασθαι, ἀλλ’ ἐν τῷ οἷόν τε εἶναι τὸν ἔχοντα τὴν ἐξουσίην ἑωυτοῦ κρατέειν.
48 [5] Καὶ γὰρ ἐν ἀσφαλεστάτῃ ὀφειλούσῃ εἶναι κρίσι καὶ ἐς ὁμογενέας εἴ τι ἁμαρτηθείη, οὐκ οἷά τέ ἐστι ἔτι ἀνακαλέσασθαι γινομένης τῆς ἁμαρτάδος. Τὰ τοῖσι ἄλλοισι ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον αὐτὸς ποιέειν φυλάσσεο.
50 [5] Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέονται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς χαριζόμενοι. Ἄριστον ὦν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν. Ἀρχὴν ἔχων κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο.
51 Οὐ γὰρ προσλελάβηκάς τι οὐκ ἐόν, οὐδὲ παυόμενος ἔλασσόν τι τῶν πρὶν μεταλαβέειν ἕξεις, εἰ πενόμενος τὴν ἀρχὴν καταθήσεαι. Ἀρχὴν λαβὼν μὴ ἐπαίρεο, ωὑτὸς δὲ διατέλεε· οὕτω γὰρ καὶ ἀποθέμενος οὐκ ἀπαραιρῆσθαί τι τοῦ σεμνύναντός σε νομισθήσεαι.
53 [5] Ἀνὴρ ἀγαθὸς ἔθνεός τευ ἢ πόλιος ἀρχὴν εἰληφὼς οὐκ ἕνεκα τοῦ τῶν δημοσίων χρημάτων ἀπολαύειν καὶ τοῦ δωροδοκέεσθαι καὶ τοῦ παρὰ τῶν πλουσίων χρηματίζεσθαι, ἔοικέ τεῳ ἀνδρὶ παρακαταθήκην εἰληφότι μεγάλων χρημάτων. Ὥσπερ γὰρ καὶ ἐκεῖνος οὐκ ἐπὶ τῷ κατασχέειν λαμβάνει, οὐδὲ κτῆμα ἴδιον ποιήσασθαι τὰ δοθέντα, ἀλλ’ ὥστε φυλάξαι καὶ ἀποδοῦναι σῶα τῷ παραθεμένῳ, ἐπεὰν ἀπαιτέηται, οὕτω δὲ καὶ αὐτὸν χρὴ οὐκ ἐπὶ κέρδεσι οἰκηΐοισι, ἀλλ’ ἐπὶ σωτηρίῃ καὶ φυλακῇ πάντα πρήσσειν τῶν ἀρχομένων, ὥστε αὐτοὺς τὸ ἐς ἑωυτὸν ἧκον, ἀσινέας καὶ εὐθηνέοντας ἀποδοῦναι τῷ καταπεπιστευκότι. Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζητέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεόμενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ ὁμογενὲς ἐξυβρίζων.
54 [5] Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου καταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὡς ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμένων τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οἷά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν. Ἄνθρωποι ἰσχὺν μὲν καὶ ῥώμην καὶ τάχος μοῦνα ἀσκέοντες, καὶ ὅκως, ταῦτα ἔχοντες, ἀπὸ τούτων μούνων εὐδοκιμέωσι ἐσπουδακότες, περὶ δὲ τοῦ τῆς ψυχῆς ἐπιμέλεσθαι οὐ καταγινόμενοι, ἀγνοεῦσι, τούτων μέν, ὁκόσα κοινὰ πρὸς τὰ θηρία ἔχουσι, καὶ παρὰ πολύ, ἀσθενέστερα τούτων, μόνον ἐπιμελόμενοι, τοῦ δὲ ἐν ἑωυτοῖσι θειοτάτου, καὶ κατότι αὐτοῖσι ἔστι, εἰ οἷόν τε, τοῖσι θεοῖσι ἐξομοιόεσθαι, ἀμελέοντες.
56 Θάρσος τὸ πρὸς τὰ φοβερὰ σὺν λόγῳ αἴνεε· ἀνδρηΐη γάρ· τὴν δὲ μετὰ ἀλογίης ἐπ’ αὐτὰ ὁρμὴν θράσος νόμιζε καὶ ἀποστύγεε. Γάμου ἀρίστη ξυμφωνίη ἀμφοτέρους σωφροσύνην ἀσκέειν.
58 [10] Θεοὶ ὅτι ἔασι, οὐ χρὴ δίζεσθαι, αὐτόθεν δὲ ἄριστον πεπιστευκέναι. Ζητήσιος γὰρ προτεθείσης, καὶ ὁ τῷ ἀνοσιωτάτῳ τῶν λόγων, τῷ μὴ εἶναι αὐτούς, συνιστάμενος ἐθέλει κρατέειν. Πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὰν δοκέωσι παρ’ ἀξίην πρήσσειν, δυσανασχετέοντες, ἔπειτα δεινολογεόμενοι πρὸς ἑωυτοὺς καὶ τοὺς πλησιάζοντας τοιάδε διαλέγονται· ὁ μὲν γαμέει καὶ ἐξ οἴκων τῶν εὐδαιμόνων, ἐγὼ δὲ ἄγαμος· καὶ ὁ μὲν οἰκίην ἔχει μεγάλην καὶ οἰκοδομέει μεγαλοπρεπέως καὶ ἀγροὺς κέκτηται πολλούς, ἐγὼ δὲ ἀνέστιος καὶ ἀκτήμων· καὶ τῷ μὲν πάρα πολλὰ χρήματα, ἐμὲ δὲ ἀχρηματίη πᾶσα ἔχει· καὶ ὅδε μὲν καὶ ὅδε ἄρχουσι καὶ τιμέωνται, τὸ δ’ ἐμὸν ἐν ἰδιώτεω λόγῳ καὶ ἀτίμου.
59 [15] Πρὸς οὓς χρὴ παραμυθεύμενον ταῦτα λέγειν, ὡς οὐ χρὴ ἐπ’ ἄλλων εὐτυχίῃ ἄχθεσθαι, ἀλλ’ ἥδεσθαι διὰ τὸ ὁμογενές· εἰδέναι δὲ ὅτι καὶ αὐτοὶ πολυκτήμονες, ἐς τε τὰ ἑωυτῶν ἐγκόψαντες καὶ τὰ ἐκείνοισι παρεόντα ἐπιφρασάμενοι, εὑρήσουσι ἑωυτοὺς ἄμεινον πρήσσοντας· καὶ ὅτι οὐδεὶς ὑπὸ τῆς τοῦ πέλας εὐτυχίης τῆς ὀφειλομένης ἑωυτῷ εὐπρηγίης ἀποστερέεται. Ἀνιηροῦ τευ προσπεσόντος, ἔπειτα χαλεπαίνειν τοῖσι θεοῖσι μέζον κακόν ἐστι ζητέειν.
61 [5] Ἀνιηροῦ τευ προσπεσόντος, εἴ τι τοῦ παρεστεῶτος ἔστι εὑρέειν μέζον, ἐπιλέγεο, καὶ εὑρών, ὅτι μὴ ἐκεῖνο, ἀλλὰ τὸ μεῖον ἔχεις, ἀσπάζεο. Σωφροσύνην, τόπερ δὴ καὶ ἀναγκαιότατον, παρὰ τῶν ξυνοικουσέων γυναικῶν ἄνδρες ἀπαιτέουσι καὶ ὡς κρέσσονες ὑποδεεστέρων ἄρχειν ἀξιεῦσι· ταῦτα δὲ ἀξιεῦντες οὐκ αἰδέονται ὁκόσα ποῤῥωτάτω ἐστὶ σωφροσύνης καὶ τῶν ἐν τῇ τοῦ κρέσσονος ἐόντων μοίρῃ, τὸ ἐξαμαρτάνειν ταῦτα αὐτοί, ὥσπερ σφίσι μούνοισι ἐξεόν, καὶ μετὰ τοῦ ἀνεπιπλήκτου παρὰ σφέων παντελέως καὶ ἀνέδην οὕτως πλημμελέοντες.
63 [45] Θεοῦ ἐξ ἀρχῆς φήναντος τῷ γένεϊ τῶν ἀνθρώπων κατὰ τὰ φατιζόμενα ὄψις ἐούσας διαφανέας, ὁδοὶ διφάσιαι προκέαται βίου ψυχῇσι ἀνθρώπων, ἀδαμαντίνῃ αἱμασιῇ παχυτάτῃ καὶ ἐς πολλὸν ὕψος ἀνηκούσῃ, κατὰ τὰ ὑπὸ τοῦ ἐξ ἀρχῆς φήναντος, ἀπ’ ἀλληλέων τὰ πρῶτα διειργόμεναι. Καὶ ἡ μὲν αὐτέων ἐστί, ὁκοῖα δὴ τὴν τιμιωτέρην τάξιν λαχοῦσα, ἐκ δεξιῆς χερὸς ἐσιόντων· αὕτη ἐπὶ τὴν ἀρετὴν αὐτῇσι ἡγέεται· ἡ ἑτέρη δὲ λαιὴ ἐοῦσα ἐπὶ τὴν κακίην ἐστὶ παραπέμπουσα. Φατίζονται δὲ εἶναι τοιαίδε· ἡ μὲν τῆς ἀρετῆς τὰ πρῶτα οὐκ εὐήλατά κως παρέχειν δοκέει, οἷά τε μέντοι συνεχέϊ πόνῳ ἀνυσθῆναι· ἀλλὰ καὶ τοὺς κατηγεομένους ἔχει καὶ παραπέμποντας ἀκινδύνως· τὸ δὲ μετὰ τοῦτό ἐστι ὁδὸς ἰθέη τε καὶ εὐρέη μέχρι τῆς ἐπὶ τὴν ἀκρόπολιν αὐτοῦ τοῦ καλοῦ· ἐπ’ ἣν ἀνελθὼν ἐν τοῖσι καλλίστοισι ἔσεαι καὶ θέῃ ἄλλων τε μυρίων ἀγαθῶν καὶ τῶν εὐδαιμονεστάτων, ἀτὰρ δὴ καὶ φωτός, παντὸς τοῦ λοιποῦ κάλλεϊ μυρίῳ προήκοντος καὶ αὐγοειδεστάτου. Πέριξ δὲ καὶ ἐπὶ πᾶσαν γῆν ἀναπεπταμένην αἱ πόλιες ἔασι καὶ οἱ τὴν γῆν κατοικέοντες καὶ ἐργαζόμενοι, περὶ τῶν ὡς ἕκαστα ἔχει ὁ ἐπὶ συμβουλίῃ τῶν ψυχέων προπεμφθεὶς ἐρέει λόγος. Καὶ ἥδε μὲν ὧδέ κως ἔχει· ἡ δὲ ἐπὶ τὴν κακίην ἄγουσά ἐστι λείη τὰ μὲν κατ’ ἀρχάς, ὡς ὀλίγου πάγχυ καὶ τούτου οὐ γνησίου, ἀπατηλοῦ δέ, καὶ ἐπὶ παραγωγῇ τῶν προσιόντων, γεύσασθαι αὐτοὺς τοῦ ἡδέος· ὥστε καὶ μηδενὸς μετὰ ταῦτα ἡγεμόνος εὑρισκομένου εὐθὺς ἄγει ἐς ὁδὸν σκολιὴν σκόλοπάς τε ἔχουσαν, οἵτινες δὴ ὀξέες, μεγάλοι, καὶ πυκνοὶ καταπεπήγασι, καὶ χαράδρας καὶ κρημνούς, κατὰ κεφαλῆς ὠθέοντας τοὺς πορευομένους κατὰ τοῦ συμψήσοντος καὶ παρασύροντος τοὺς κατενεχθέντας ἐς αὐτὸν ποταμοῦ κάτω βορβόρῳ καὶ λίθοις ῥέοντος· ὥστε πολλοὺς εὐθὺς οὕτω διαφθείρεσθαι, οἱ δὲ λοιποὶ τύχῃ, οὔτ’ ἄρ’ οἰκείῃ προμηθείῃ, ἐπὶ τὰς αὐτόθι ἐούσας πόλιας διασκεδαννύαται ἄλλοι ἄλλοσε καὶ ἐπὶ πᾶσαν πολλὴν ἐοῦσαν τὴν χώρην, περὶ τῶν δὴ καὶ αὐτῶν ὁ προειρημένος ἄγγελος ἀπηγήσεται. Τουτέων ἐουσέων τῶν ὁδῶν τοιουτέων, ἄγει ὁ προειρημένος καὶ ἔστι ἐν μέσῳ θεοῦ μεγάλου κῆρυξ σύμβουλός τε λόγος, ὃς ψυχῇσι τῇσι μελλούσῃσι κατιέναι τοιάδε προφανέει. Ψυχαὶ ἀνθρώπων, φύσιν ἔχουσαι θνηταί τε εἶναι καὶ ἀθάνατοι, καὶ ζωῇ μὲν τῇ ἐπὶ τῆς γῆς νομιζομένῃ θανάτῳ ἐγκυρέουσαι, θανάτῳ δὲ τῷ δοκέοντι αὐτόθι ζωὴν ἀπολαμβάνουσαι, ἐπεὰν χρόνου τοῦ τεταγμένου ὑμῖν ἀνυσθέντος αὖτις ἀπολυθῆτε σώματος τοῦ ἐν τῷ αὐτόθι θανάτῳ ὑποδεξαμένου ὑμέας, διαδέξονται αὖτις ὑμέας τρόπον τῆς ἐπὶ γῆς ζωῆς βίοι οἱ ὀφειλόμενοι, καὶ διὰ τοῦτο παραινέω, θεοῦ μεγάλου Ἑρμέω καὶ θεῶν τῶν λοιπῶν προφήτης τε καὶ σύμβουλος λόγος, καὶ ἀπειθεούσῃσι μὲν προλέγω ἀθάνατα κακά, πειθομένῃσι δὲ ἀγαθὰ ἔσεσθαι τοῖσι τῶν θεῶν ὁμοιεύμενα.
63 (50) [55] Οὐ χρὴ ὦν βραχυτάτης κιβδήλου τε καὶ εὐδιασκεδάστου τῆς ἡδονῆς ἕνεκα κακὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον αἱρέεσθαι καὶ βίῳ τῷ βραχυτάτῳ βίον βλάψαι τὸν μετὰ ταῦτα μακρότατον, οὐδ’ αὖ πόνον ὀλίγον καταδεισάσας ἀγαθὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον καὶ εὐδαιμονίην βιοτῆς μηκίστης τῆς μετὰ ταῦτα προΐεσθαι.